Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ῥᾴων φυλάσσειν: ἀντὶ τοῦ φυλαχθῆναι καὶ τηρηθῆναι, ἐνεργητικὸν ἀντὶ παθητικοῦ. τοῦτο δὲ ἔθος ὡς ἐπὶ τὸ πλεῖστον τοῖς Ἀττικοῖς. λέγεται δὲ καὶ σιωπηρός: — B

ἄλλως: ῥᾴων ἐστὶ φυλάττεσθαι, φησὶν, ὀξύθυμος ἀνὴρ, ὡσαύτως δὲ καὶ γυνή· φανεροὶ γάρ εἰσι καὶ πάντα ἐκχέουσιν ὀργιζόμενοι, ὁ δὲ σιωπηλὸς δυσπαραίτητός ἐστιν ἐν ἑαυτῷ κρύπτων καὶ καιροφυλακῶν τὴν ὀργήν: — B