Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τοσῷδε δ’ ἧσσον: τοσούτῳ δὲ, φησὶν, ὅσῳ γλυκεῖα μὲν εἶ τῷ λόγῳ ἄλλα δὲ φρονεῖς, τοσούτῳ μᾶλλον ἀπιστότερος τυγχάνω ἢ πρὶν τῶν λόγων σου τούτων ἀκοῦσαι: — B

γυνὴ γὰρ ὀξύθυμος: πᾶσα γὰρ, φησὶν, ὀξύθυμος γυνὴ, ὁμοίως δὲ καὶ ἀνὴρ, εὐμαρέστερον ἂν φυλαχθείη ἢ ὁ κρύπτων τὴν ὀργήν. τοὺς γὰρ φανερῶς ὀργιζομένους εὐμαρὲς προορώμενον φυλάττεσθαι, τοὺς δὲ ἐν ἀφανεῖ κρύπτοντας τὴν μῆνιν οὐχ οἷόν τε διὰ τὸ ἀπρόοπτον. καὶ σὲ οὖν, φησὶ, σιωπηλὴν οὖσαν οὐκ εὐμαρὲς φυλάξασθαι: — B