Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Δίκτυνναν ἀμφὶ σεμνάν: Δίκτυννα ἐκλήθη ἡ Ἄρτεμις διὰ τοιαύτην αἰτίαν. βριτόμαρτις νύμφη ἐγένετο συγκυνηγέτις τῇ Ἀρτέμιδι. ταύτης ἠράσθη Μίνως καὶ κατεδίωξεν αὐτὴν μῆνας ἐννέα· καὶ μὴ ὑποφέρουσα ἔτι, ἔρριψεν ἑαυτὴν ἀπὸ τοῦ ὄρους εἰς θάλασσαν καὶ ἐσώθη ἐν τοῖς δικτύοις, καὶ τούτου χάριν ἐκλήθη ἡ Ἄρτεμις Δίκτυννα: — NAB

ἄλλως: οἱ μὲν Δίκτυνναν αὐτήν φασι τὴν Ἄρτεμιν, οἱ δὲ Ἑκάτην, οἱ δέ τινα ἑτέραν, Δίκτυνναν * * παρεπομένην τῇ Ἀρτέμιδι. ⟨Ἄρτεμις⟩ Δίκτυννα τούτῳ τῷ ὀνόματι καλεῖται παρόσον διὰ μεθόδων δικτυηρῶν * * οἱ ἐπακτῆρες καἰ κυνηγοὶ τοὺς θῆρας αἱροῦσι, δίκτυον δὲ οἱ ἁλιεῖς οὕτως ἐκάλεσαν τὸ ἀμφίβληστρον διὰ τὸ ὑπὲρ τῆς * * μολιβδαίνης τοὺς ἰχθῦς μὴ ἐᾶν ἀναπλέειν, ἀλλὰ παρακατέχειν καὶ ἐναποκλείειν ἔνδον. ἰστέον δὲ ὅτι τὸ ὄνομα τῆς Δικτύννης μᾶλλον τῇ Ἑκάτῃ προσάπτεσθαι δεῖ ὡς πᾶσι μὲν παρεπομένῃ θεοῖς, μάλιστα δὲ τῇ Ἀρτέμιδι· δῆλον δὲ ἐκ τοῦ καὶ αὐτὴν Ἑκάτην ὀνομάζεσθαι: — A