Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὦ δρυμὸς ὄρειος: ὑπερβατόν· ὅθι μετὰ κυνῶν ἐπέβης

ὠκυπόδων, θεᾶς θῆρας ἐναίρων, ὅ ἐστι· τοὺς ὑποτεταγμένους τῇ Ἀρτέμιδι: — NAB

θεᾶς μέτα: οἱ μὲν ὑπερβατόν, μετὰ κυνῶν· οἱ δὲ μετὰ τῆς θεᾶς. Ἀρτέμιδος τοὺς θῆρας φονεύων· ἱεροὶ γὰρ αὐτῆς οὗτοι: — NABi