Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† ⟨ὅς μ’⟩ ἐπεὶ Φρυγῶν πόλιν: ὅστις, πατήρ μου, ἐπεὶ κίνδυνος ἔσχεν, ἤγουν ἐκράτησε, δορὶ ⟨πεσεῖν Ἑλληνικῷ⟩ τὴν Φρύγων πόλιν, φοβηθεὶς ⟨μὴ σ⟩φαγῇ ὑπὸ τῶν Ἑλλήνων, ὑπεξέπεμψε Τρωικῆς χθονὸς ⟨τουτέστιν⟩ ἀπὸ Τρωικῆς γῆς ἔπεμψέ με, πρὸς δώματα τοῦ Θρηικίου, ἤτοι τοῦ Θρᾳκικοῦ, φίλου, τοῦ Πολυμήστορος. τὸ δὲ ξένου ἐν εἰρω⟨νείᾳ⟩ φησίν· ὅστις, Πολυμήστωρ, σπείρει, ἀντὶ τοῦ δι⟨οικεῖ⟩ * * τὴν ἀρίστην Χερρονησίαν χώραν. τὸ δὲ πλάκα ἀντὶ τοῦ Χ⟨ερρονήσου⟩ εἶπεν· ἐκάλεσε δὲ αὐτὴν πλάκα ἢ διὰ τὸ τραχὺ ἢ διὰ τὸ ⟨ψυ⟩χρὸν καὶ χιονῶδες: — A

τὸ χ. ὅτι οἱ νεώτεροι συγχέουσι Φρυγίαν καὶ Τροίαν, Ὅμηρος δὲ διαιρεῖ: — M

μοῖρα: — Mg

πλάκα: χώραν· ἢ δυσγενὴς ὢν πλουσίαν ἀροῖ πλάκα [Eur. frg. 662]. περιφραστικῶς τὴν Χερρόνησον. ἢ ἄν * ἡ δὲ Χερρόνησος πόλις Θρᾴκης, ἧς ἐβασίλευε Πολυμήστωρ: — M

† τὸν φίλιππον λαὸν, τὸν φιλοῦντα ἱππάζεσθαι, εὐθύνων καὶ ἄγων ἐν τῷ δορὶ: — A

σπείρει φίλιππον: οὐκ ἀλόγως. βαρβάρους γὰρ ὄντας αὐτοὺς τῇ διὰ ξίφους ἀπειλῇ ὑπέτασσεν: — MA