Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Ἑκάβης παῖς γεγὼς ⟨τῆς Κισσέως⟩ Πριάμου: Φερεκύδης [FHG IV p. 639a] γράφει οὕτως· Πρίαμος δὲ ὁ Λαομέδοντος γαμεῖ Ἑκάβην τὴν Δύμαντος τοῦ Ἠιονέως τοῦ Πρωτέως, ἢ Σαγγαρίου τοῦ ποταμοῦ, καὶ νηίδος νύμφης Εὐαγόρας. Γλαυκίππην δ’ ἔνιοι τὴν Ξάνθου τῆς Ἑκάβης παρέδοσαν μητέρα. Νίκανδρος δὲ Ἐὐριπίδῃ συνδραμὼν τὴν Ἑκάβην φησὶ Κισσέως [frg. 62]· ἔνθ’ Ἑκάβη Κισσηὶς, ὅτ’ ἐν πυρὶ δέρκετο πάτρην καὶ πόσιν ἑλκηθεῖσα παρασπαίροντα θυηλαῖς, εἰς ἅλα ποσσὶν ὄρουσε καὶ ἣν ἠλλάξατο μορφὴν γρήιον Ὑρκανίδεσσιν ἐειδομένη σκυλάκεσσιν: — M

Ἑκάβης παῖς γεγὼς ⟨τῆς⟩ Κισσέως: τὰ περὶ τῆς Ἑκάβης

διαφόρως ἱστόρηται. Φιλόχορος μὲν γὰρ ἐν τῷ περὶ τραγῳδιῶν συγγράμματι [FHG IV p. 648a] Χοιρίλην αὐτήν φησι καλεῖσθαι, ἴσως δὲ διὰ τὸ πολύπαιδα γεγενῆσθαι· ἡ γὰρ χοῖρος πολλὰ τίκτει, καὶ ἐν τοῖς Ὀρφικοῖς οἱ χοῖροι ἑκάβαι προσαγορεύονται. οἱ δὲ λοιποὶ τῷ κυρίῳ αὐτὴν ὀνόματι προσηγόρευσαν. πολλάκις δὲ ὁ Εὐριπίδης αὐτοσχεδιάζει ἐν ταῖς γενεαλογίαις, ὡς καὶ ἑαυτῷ ἐνίοτε ἐναντία λέγειν, καὶ νῦν Κισσέως ἔφη θυγατέρα τὴν Ἑκάβην μετενεγκὼν τὸν πατέρα Θεανοῦς, περὶ οὗ φησιν Ὅμηρος [Α 223]· Κισσῆς τόν γ’ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα μητροπάτωρ, ὅς τίκτε Θεανὼ καλλιπάρῃον: — MA

γράφεται τῆς Κισσίας· καὶ ὑπονοοῦσιν ἀπὸ γενεᾶς τινος Φρυγίας εἰρῆσθαι ἢ ἀπὸ κώμης, ὡς Φιλόχορος ἐν τῇ πρὸς Ἀσκληπιάδην ἐπιστολῇ: — MA

τὸ ἑξῆς ἥκω Πολύδωρος ὁ παῖς Ἑκάβης τῆς Κισσέως: — MA

ἔνιοι Ἠετίωνος καὶ Ἱπποθόης τῆς Ἐριχθονίου Κισσέα φασὶ γενέσθαι, οὗ καὶ Τηλεκλείας τῆς Ἴλοῦ Ἑκάβην καὶ Θεανώ: — M

τὸ χ, ὅτι ἰδίως Κισσέως φησὶ τὴν Ἑκάβην Ὁμήρου Δύμαντος αὐτὴν εἰρηκότος [Π 718]· αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος: — M