Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ἀντὶ τοῦ· ἔμενον ταῦτα φυλάσσων καὶ ἐπιτηρῶν: — MNO
ἦλθον δὲ σὰς μὲν οὐ σέβων ἐπιστολάς: ἀπ’ ἐμαυτοῦ ἦλθον ἐνταῦθα προεγνωκὼς ταῦτα, οὐ γράμματά σου δεξάμενος:MNOAg
εἰ δ’ ἐνδιδοίης: εἰ δὲ θαρσήσειάς μοι σαυτὴν, ὥσπερ καὶ [εἰς] τὸν λόγον: — MNO
ἄλλως: εἰ δὲ κἀν πράγμασί μοι θαρσήσειας σαυτὴν, ὥσπερ κἀν λόγοις θαρρεῖς μοι σαυτήν· εἶπε γὰρ πέμψον με ἀπ’ οἴκων τῶνδε: MNOA
ἄλλως: εἰ δὲ κἀν πράγμασι σαυτήν μοι ἐνδοίης, ὡς καὶ ἐν λόγοις ὑπέσχου καὶ δέδωκας· εἶπε γὰρ πέμψον μ’ ἀπ’ οἴκων τῶνδε: — A