Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
σοφόν τι χρῆμα: τοῦ δημιουργοῦ, λέγει δὲ τῆς φύσεως. ὁ δὲ νοῦς· σοφόν τι εὕρημα τοῦ κρείττονος τοῦ διδάξαντος τοὺς ἀνθρώπους ἀκούειν καὶ ἐναντίων πάρα, τῶν ἀντιλεγόντων, ἀντὶ τοῦ· δύνασθαι κρίνειν τὰ παρὰ τῶν διχοστατούντων λεγόμενα. κἀγὼ γὰρ εἰδὼς τὴν σύγχυσιν τούτων τῶν οἴκων τὴν ἐκ τῆς διχοστασίας γενομένην ἀνέμενον ἀκοῦσαι τὰ παρὰ σοῦ λεχθησόμενα, εἴτε μενεῖς εἴτε οὐ μενεῖς: — MNOA
ἄλλως: σοφὸς ὁ πρῶτος ἐπινενοηκὼς τρόπον τινὰ δι’ οὗ τὰ τῶν ἐχθρῶν γνωρίζεται· δύναται γὰρ ἡ ἐπαγωγὴ τοῦτο δηλοῦν. ἐχθρὸς δὲ ἦν τοῦ Νεοπτολέμου ὁ Ὀρέστης: — MNOA
ἄλλως: τοῖς λεγομένοις παρά τινος, φησὶν, οὐ δεῖ ἁπλῶς πιστεύειν πρὶν ἀκούσῃς τι παρ’ αὐτοῦ τοῦ δρῶντος ἢ πάσχοντος. ἢ παρὰ τὴν παροιμίαν· μηδὲ δίκην δικάσῃς πρὶν ἀμφοῖν μῦθον ἀκούσῃς: — MNOA
ἄλλως: σοφόν τι εὕρημα τοῦ κρείττονος τοῦ διδάξαντος τοὺς ἀνθρώπους λόγους ἀκούειν παρὰ τῶν πέλας: — MNOA
ἄλλως: σοφὸς ἄρα ἦν ὁ διδάξας μακροθυμεῖν καὶ ⟨τὰ⟩ ὑπὸ τῶν διαφερομένων ⟨λεγόμενα⟩ ἀκούειν περὶ ἑκάστου πράγματος: — A