Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ἡ τιμή: — Mg
κρεῖσσον δὲ νίκαν μὴ κακόδοξον: τοῦτο πρὸς τὴν
Ἀνδρομάχην ὅτι δικαίαν καὶ ἔνδοξον κατὰ τῆς Ἑρμιόνης ἀπηνέγκατο νίκην οὐδὲν αὐτὴν ἀδικήσασα. ἡ μέντοι Ἑρμιόνη, εἰ ἐφόνευσεν αὐτὴν, ὥσπερ προέθετο, κακὴν καὶ ἄδοξον νίκην ⟨ἄν⟩ ἀπεφέρετο, ἥτις δυνάμει καὶ τυραννίδι σφάλλει τὸ δίκαιον, ἀντὶ τοῦ λύει: — MNOA.κρεῖσσον δὲ νίκαν: κρεῖσσον, φησὶ, μετὰ δικαιοσύνης νικᾶν ὡς ἡ Ἀνδρομάχη παρ’ ὅ μετὰ φθόνου καὶ δυναστείας, ὡς ἡ Ἑρμιόνη ἐβούλετο: — A
ξὺν φθόνῳ σφάλλειν: βέλτιον μὴ ἔχειν νίκην μετὰ κακοδοξίας, ἀντὶ τοῦ· βέλτιον δικαίως ἡττᾶσθαι ἤπερ θαρροῦντα βασκανίᾳ καὶ δυνάμει παραλύειν τὸ δίκαιον. τοῦτο δέ φησι διὰ τὸν Μενέλαον ἀδίκως φιλονεικήσαντα πρὸς Πηλέα καὶ αἱρούμενον κακοδοξεῖν βασκαίνοντα ἄντικρυς τῇ Ἀνδρομάχη: — MNO
παραλύειν: — Mg