Scholia in Euclidis phaenomena

Scholia in Euclidem

Scholia in Euclidem, Scholia in Euclidis phaenomena (scholia vetera), Menge, Teubner, 1916

95. ΡΛ p. 68,4 ὅτι δὲ ἡ ΡΛ καὶ τῆς Ξα μείζων ἐστὶν ἢ ὁμοία, δῆλον. ἐπεὶ γὰρ ἐφεξῆς μείζων ἐστὶν ἡ Ηα τῆς αἵ, ἡ δὲ αβ τῆς βΞ, μείζων ἔσται καὶ ἡ Ηα τῆς βΞ· κοινῆς προσκειμένης τῆς αβ μείζων ἐστὶν ἡ Ηβ τῆς αΞ, ὥστε καὶ μείζων ἢ ὁμοία ἡ Ηβ τῆς σΞ. μοία δὲ ἡ Ηβ τῇ ΡΛ· μεταξὺ γὰρ τῶν ἀσυμπτώτων ἡμικυκλίων· μείζων ἄρα ἢ ὁμοία ἡ ΡΛ τῆς αΞ. ἐλάττων δὲ ἢ ὁμοία ἐδείχθη ἡ ΡΛ τῆς ΗΞ, ὥστε ἡ τῇ ΡΛ ὁμοία τιθεμένη ἀπὸ τοῦ μεταξὺ τῶν α σημείων πεσεῖται ὡς ἡ Ξε.

96. ΚΛ περιφέρεια p. 70,10 αὕτη γάρ ἔστι ἡ Ογ εταβᾶσα.