Scholia in Euclidis phaenomena

Scholia in Euclidem

Scholia in Euclidem, Scholia in Euclidis phaenomena (scholia vetera), Menge, Teubner, 1916

93. Γραφέντος διὰ τοῦ Κ μεγίστου κύκλου ἐφαπτομένου, οὗ καὶ ὁ ὁρίζων ἐφάπτεται κατὰ τὸ Ε, ὥστε ἀσύμπτωτον εἶναι τὸ ἀπὸ τοῦ Ϛ ἡμικύκλιον ὡς ἐπὶ τὰ Κ μέρη τῷ ἀπὸ τοῦ Ε, καθʼ ἐφάπτεται ὁ ὁρίζων τοῦ τροπικοῦ ἡμικυκλίου, ὡς ἐπὶ τὰ Ε, Π μέρη.

94. P. 68,11 ὥστε ἔχεις ἀποδεδειγμένον, ὅτι ἐν πλείονι χρόνῳ ἡ πρὸς τῇ συναφῇ τοῦ τροπικοῦ ἤτοι ἡ Β Κ, ἐν ἐλάσσονι δὲ ἐξῆς τούτου ἤτοι ἡ Κ Λ.