Scholia in Euclidis phaenomena

Scholia in Euclidem

Scholia in Euclidem, Scholia in Euclidis phaenomena (scholia vetera), Menge, Teubner, 1916

21. Εὐῦεῖά ἐστιν p. 10,20 διὰ τὸν ὅρον τῶν Ὀπτικῶν def. I.

22. Μετακινηθέντος p. 10,24 πῶς μετακινηθείσης τῆς διόπτρας καὶ τοῦ ζῳδιακοῦ ὁραθήσεται ὁ Λέων; καὶ μὴν ἀφʼ ἧς περιφερείας ἀνατέλλει ὁ Καρκίνος, ἀπʼ ἐκείνης καὶ ὁ Δέων ἀνατέλλει, ὥστε οὐ μετακινηθήσεται ἡ διόπτρα διὰ τὸ ἀπὸ τῆς τοῦ Καρκίνου ἀρχῆς ἀνατολῆς ἀνατέλλειν καὶ τὸν Λέοντα. ἰστέον οὗν, ὅτι ἀνατολὴ ἐνταῦθα οὐ τὴν ὅλην ἀρχὴν τοῦ ζῳδίου ὑπὲρ τὸν ὁρίζοντα λέγει ἀνάβασιν, ἀλλὰ τὴν τῆς ἀρχῆς καὶ μόνην αὐτοῦ, ἐπειδὴ ἡ δύσις οὐ τὴν ὅλην ὑπὸ ὁρίζοντα κατάβασιν τοῦ Δέοντος, ἀλλὰ τοῦ προηγουμένου σημείου τὴν δύσιν. ἐπεὶ τοίνυν, κἂν ἀπὸ τῆς αὐτῆς περιφερείας τοῦ ὁρίζοντος τὰ ζῴδια τὴν ἀνάβασιν ποιῶνται, ὁ Καρκίνος δηλαδὴ καὶ ὁ Λέων ἀπὸ ἄλλου καὶ ἄλλου σημείου τὰς ἀρχὰς τῆς ἀνατολῆς ποιοῦνται. ἔνθα μὲν γὰρ ἡ ἀρχὴ τοῦ Λέοντος πρώτως ἀνατέλλει, ἐκεῖθεν τὸ τέλος τοῦ Καρκίνου φαίνεται· ἔνθα δὲ πάλιν τὸ τοῦ Λέοντος τέλος ἀναφερόμενον δείκνυται, ἐκεῖθεν πάλιν πρώτως ἡ ἀρχὴ ἀνατέλλει τοῦ Καρκίνου ζῳδίου. διὰ τοῦτο μετακινεῖσθαι λέγει ὁ Εὐκλείδης τὴν διόπτραν καὶ ἐξ ἄλλου καὶ ἄλλου [*](21. V2CB. 22. V2].) [*](6."κρυ- in legi non potest. 17. Post Λέοντα comp. obscurum et deinde lac. 2—3 lilt. V. 23. Καρκίνος·]κο- (sic) V.)

137
σημείου τὰς ἀρχὰς τῶν ζῳδίων τοῦ Καρκίνου καὶ τοῦ Δέοντος ἀνατελλούσας, ἃς ἀρχὰς βούλεται καὶ κατοοπτεύειν τὸν διορῶντα. τοῦτο τοίνυν καὶ ἐπὶ τῶν δύσεων τῶν ζῳδίων. κἂν γὰρ ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς τόπου ὁρίζοντος τμήματος ὅτε Λέων καὶ ὁ Καρκίνος δύνουσι ἀπʼ ἄλλου καὶ ἄλλου σημείου, τὰς ἀρχὰς καὶ τὰ τέλη αὐτῶν κρύπτουσι τὰ ζῴδια. ἔνθα μὲν γὰρ ἡ ἀρχὴ τοῦ Λέοντος, δύνει ἐκεῖσε τὸ τέλος τοῦ Καρκίνου· ἔνθα δὲ τὸ τέλος τοῦ Δέοντος, ἐκεῖσε ἡ τοῦ Καρκίνου ἀρχή ἐστιν.

23."Ἀνατέλλων p. 12,1 ἀρχὴν ποιούμενος τῆς ἀνατολῆς.

24. ∠ύνων p. 12,3 ἀρχὴν ποιούμενος τῆς δύσεως.