Scholia in Euclidis phaenomena

Scholia in Euclidem

Scholia in Euclidem, Scholia in Euclidis phaenomena (scholia vetera), Menge, Teubner, 1916

17. Ἐὰν δὲ ἐν σφαίρᾳ p. 8,25 διὰ τὸ ιβʹ τοῦ Αὐτούκου. ἐκ τούτου δὲ δῆλον, ὅτι οἴ προδιωρισμένοι ἐπὶ τοῦ ιβʹ ἀργοὶ φανήσονται, εἴγε οὕτως κείσονται· ἐὰν ἐν σφαίρᾳ μένων κύκλος κύκλον μέγιστον τῶν ἐν τῇ σφαίρᾳ δίχα τέμνῃ, καὶ ὁ μένων μέγιστος ἔσται. ἐπεὶ δὲ ὁ Αὐτόλυκος οὐ δύναται ὁρᾶν μέγιστον, διὰ τοῦτο προξιορίζεται λέγων· ἐὰν ἐν σφαίρᾳ μένων κύκλος φερόμενόν τινα τῶν ἐν τῇ σφαίρᾳ κύκλων ἀεὶ δίχα τέμνει, ὁ δʼ ἕτερος αὐτῶν μήτε πρὸς ὀρθὰς ᾖ τῶ ἄξονι μήτε διὰ τῶν πόλων τῆς σφαίρας, ἑκάτερος αὐτῶν μέγιστος ἔσται.

18. Διὰ τὸ ιβʹ τοῦ Αὐτολύκου, εἰ γράφεται· ὁ δʹ ἔτερος αὐτῶν μήτε πρὸς ὀρθὰς ᾖ τῷ ἄξονι μήτε διὰ τῶν πόλων, ἀλλὰ μὴ γράφεται μηδέτερονʼ.

19. Τί ἐξαλλαγὴ τῆς περιφερείας ἢ ἡμισφαιρίου;

20. P. 10,3 τουτέστι τότε διέρχεταί τις περιφέρεια τὸ φανερὸν ἡμισφαίριον ἐξαλλάσσουσα τὴν κίνησιν ἀπὸ τοῦ [*](10. V3. 11. Vat p2. 12. V3lvv1. 13. V3lvv1. 14. V2 at2p2 15. V2B. 16. V2lB. 17. V2l. 18. BCM3. 19. VI. 20. V2l.) [*](9. μὴ εἶναι τὸν κόσμον Vat p. 27 πόλλων Μ.)

136
φανεροῦ ἡμισφαιρίου ἐς τὸ ἀφανὲς μεταμείβουσα, ὅταν —τὸ Ασημεῖον τὸ προηγούμενον, ἔστω δὲ ἡ ΑΒ θπεριφέρεια ἐπὶ τὴν ἀνατολὴν δείξασα — τὸ ἑπόμενον τὸ Β ἀνατείλῃκαὶ πρὸς δυσμὰς γενομένη κρύψασα τὸ ἡγούμενον σημεῖον τὸ Α ἐπικρύψῃ καὶ τὸ ἑπόμενον τὸ Β.