Scholia in Euclidis optica (scholia vetera)
Scholia in Euclidem
Scholia in Euclidem, Scholia in Euclidis optica, Heiberg, Teubner, 1895
74. Ἐν γὰρ τῷ αὐτῷ τμήματί εἰσιν p. 82, 23 ὑπὸ γὰρ τῶν αὐτῶν ἀκτίνων περιέχεται.
75. Πρὸς ὀρθάς p. 84, 2 σημείωσαι, ὅτι, εἰ πρὸς ὀρθὰς ἕστηκεν ἐξ ἀρχῆς, πρὸς ὀρθὰς φερέσθω.
76. Ἐὰν δὲ ἀπό p. 84, 22 ὅτι ἴσα τὰ τρίγωνα πάντα γίνονται τά τε ὑπὸ τῆς ἀκτῖνος καὶ τῶν εὐθειῶν περιεχόμενα καὶ τοῦτο --- τοῦ παρόντος βιβλίου.
77. Τὸ αὐτό p. 88, 3 ἤτοι ἡ ΑΒ, ΕΓ, ∠Ζ· αἱ αὐταὶ γὰρ ἴσαι ἐλήφθησαν.
78. Ἡμίσεια ἡ ὑπὸ ΒΕΑ p. 88, 8 διὰ τὸ λδ΄ τοῦ α΄ τῶν Στοιχείων· δίχα γὰρ τέτμηται τὸ παραλληλόγραμμον ὑπὸ τῆς ΕΒ εὐθείας.
79. Μέγιστον δέ p. 88, 15 φανήσεται γὰρ εὐρυχωροτέρα ἡ πρὸς τῷ Ε γωνία, εἰ ἐκ τοῦ Α διάμετρος ἀχθείη πρὸς τὸ μέρος τοῦ Β.
80. Πᾶσαι γὰρ αἱ p. 90, 7 ἴσα γὰρ τὰ τρίγωνα τὰ ὑ πὸ τῆς ἀκτῖνος τοῦ ὄ μματος καὶ τῶν ἀπὸ τοῦ κέντρου καὶ τῆς ΑΒ περιεχόμενα.
81. Μέση ἀνάλογον p. 92, 23 ὥστε τὸ ὑπὸ τῶν ἄκρων ἴσον τῷ ἀπὸ τοῦ μέσου.