Scholia in Dionysii Periegetae orbis descriptionem (scholia vetera)
Scholia in Dionysium Periegetam
Aristarchs Homerische Textkritik nach den Fragmenten des Didymos, Volume 2. Ludwich, Arthur, editor. Leipzig: Teubner, 1885.
ὁ γοῦν Διονύσιος οὗτος ἐγένετο κατὰ Νέρωνα τὸν τῶν Ῥωμαίων βασιλέα. ἄδηλον δὲ πόθεν γέγονε καὶ τίνων γονέων. CV.
ἄνεμοι εἰσὶ ιβ´· ἀπὸ μὲν τῆς ἀνατολῆς Ἀπηλιώτης, ἀπὸ δὲ δύσεως Ζέφυρος, ἀπὸ ἄρκτου Ἀπαρκτίας; ἀπὸ μεσημβρίας δὲ Νότος, μέσον δὲ ἀνατολῆς καὶ μεσημβρίας Εὖρος καὶ Εὐρόνοτος, ἀπὸ ἀνατολῆς ἐπὶ ἄρκτον Καικίας καὶ Βορρᾶς, ἀπὸ ἄρκτου ἐπὶ δύσιν Θρασκίας καὶ Ἰάπυξ, ἀπὸ δὲ μεσημβρίας ἐπὶ δύσιν Λιβόνοτος καὶ Λίψ. BV. (ἰστέον δὲ ὅτι ἄνεμοί εἰσι δώύδεκα, ἐγείρονται δὲ ἐκ τῶν τεσσάρων περάτων, ἀνατολῆς, δυσμοῦ, ἄρκτου καὶ μεσημβρίας· πρῶτος Ἀπηλιώτης, δεύτερος Καικίας, τρίτος Βορρᾶς ὁ καὶ Θρᾷξ, τέταρτος Ἀπαρκτίας, πέμπτος Θρασκίας, ἕκτος Ἰάπυξ, ἕβδομος Ζέφυρος, ὄγδοος Λίψ, ἔνατος Λιβόνοτος, δέκατος Νότος, ἑνδέκατος Εύρόνοτος δωδέκατος Εὖρος. L.)
Ἐξήγησις εἰς τὴν τοῦ Διονυσίου οἰκουμένης περιήγησιν εἰδικῶς γραφεῖσα. B.
ἀρχόμενος: (ἀρετῆς καὶ σπουδῆς ὁ παλαιὸς ἐπιμελούμενος) θεοῦ μὲν ποιητικοῦ παρῃτήσατο νῦν ἐπίκλησιν ἐπειγόμενος
συναποδημῆσαι τῷ λόγῳ. (ἐν τῷ προοιμίῳ δὲ τὴν ἑαυτοῦ ἀρετὴν ἐπιδείκνυσι κεφαλαιωδῶς διὰ βραχέος καὶ τὸν σκοπὸν αὐτοῦ ἐκδιδάσκων καὶ τὸν ἀκροατὴν διὰ τούτων προθυμιότερον ἐργαζόμενος.) μετʼ οὐ πολὺ δὲ προϊὼν συμπεριλαμβάνει τὰς Μούσας εὔνοιαν ἐπισπώμενος τῇ τέχνῃ· φησὶ γάρ· ὑμεῖς, ὦ Μοῦσαι, σκολιὰς ἐνέποιτε κελεύθους [62]. προθέμενος γὰρ θάλασσαν καὶ ποταμοὺς ιἄδειν, οἰκείως προτίθησιν ὠκεανοῖο, ὃς γένεσίς ἐστι τῶν στοιχείων· κατὰ γὰρ Ἡράκλειτον πάντα ἐκ ῥοῆς καὶ στάσεώς ἐστιν. ABCV. τάξις τῆς περιηγήσεως, ἢ περὶ ὁρισμῶν, περὶ ὠκεανοῦ, περὶ Εὐρώπης, περὶ κόλπων, περὶ νήσων, περὶ Λιβύης, περὶ Ἀσίας. A.ἀρχόμενος γαῖάν τε: περιέχει ἡ γῆ μὲν πόλεις, ὠκεανὸς δὲ τοὺς ποταμοὺς καὶ θαλάσσας. εὔλογον οὖν ἡγήσατο ἀπὸ τοῦ περιέχοντος τὴν γῆν ποιήσασθαι τὴν ἀρχήν, τουτέστιν ὠκεανοῦ. ABCV. διαιροῦσι δὲ τὴν οἰκουμένην εἰς δύο, εἰς Ἀσίαν καὶ Εὐρώπην, ὑποδιαιροῦσιν δὲ Εὐρώπην εἰς Λιβύην, ὡς Διονύσιος. ABCV. (ὀνομάσας τοίνυν τὴν γῆν, πρῶτον περὶ
τοῦ ὠκεανοῦ ὡς περιέχοντος) τὴν γῆν διαλαμβάνει, ἔπειτα περὶ τῶν πελαγῶν, εἶτα περὶ τῆς γῆς διαλαβὼν ἄρχεται ἀπὸ Λιβύης, εἶτα περὶ Εὐρώπης, ἐπεὶ καὶ αὐτῆς θέσεώς ἐστιν· εἴγε καὶ πρότερον εἰς Ἀσίαν καὶ Εὐρώπην διῄρουν τὴν πᾶσαν γῆν, τὴν Λιβύην τῇ Εὐρώπῃ προσνέμοντες. εἶτα τῶν νήσων μνημονεύσας ἐπὶ πᾶσι τὴν Ἀσίαν καταλέγει. ABC.τριχῶς ἡ γραφὴ τοῦ πόλιας· κοινῶς μὲν μετὰ ῑ·, Ἰωνικῶς δὲ η̄, κατὰ παλαιὰν δὲ Ἰωνικὴν διάλεκτον ὀξύτονον. V.
ἄκριτα] τὰ διὰ τὸ πλῆθος κρίνεσθαι ἤγουν χωρίζεσθαι μὴ δυνάμενα. D.
ὠκεανοῖο] τοῦ περιέχοντος πάντα. A il (d. i. inter lineas).
ἐν γὰρ ἐκείνῳ] ὑπʼ ἐκείνου ἢ διʼ ἐκείνου. A il.
πᾶσα χθών: ἤτοι χθὼν ἐστεφάνωται τῷ ὠκεανῷ, ἢ ὑπὸ τοῦ ὠκεανοῦ ἐστεφάνωται· κατὰ γὰρ Πτολεμαῖον καὶ Ἵππαρχον ἄμφω τῶν νοτίων [so] ὠκεανὸς καταρρέων διʼ ἀμφοτέρων παύεται. A.
πᾶσα χθὼν ἅτε νῆσος ἀπείριτος ἐστεφάνωται: οὐ σὺν τῇ ἀοικήτῳ ἀκουστέον· οἰκουμενικὸν γὰρ τὸ σύνταγμα. ABC. Ἐρατοσθένους δὲ ὢν ζηλωτὴς κύκλῳ περιέχεσθαι τὴν γῆν φησιν ὑπὸ τοῦ ὠκεανοῦ. BC. ὥσπερ νῆσος ἐστεφάνωται. A il.
οὐ μὲν πᾶσα: οὐ πᾶσα ἡ γῆ διόλου κυκλοτερής, ἀλλὰ κατά τι μέρος, ὀξυτέρα δὲ πρὸς ἑκατέραν ὁδόν, δυτικήν τε καὶ
ἀνατολικήν. ABCV. οἱ δὲ γράφουσιν εὐρυτέρη, ἵνα ᾖ τὸ διαμφὶς εὐρυτέρη ἀντὶ τοῦ εἰς νότια καὶ βόρεια. ACV. πρὸς δὲ τὸ ἠελίοιο κελεύθους σφενδόνῃ εἰοικυῖα, ἵνα τοὺς πόδας τῆς σφενδόνης, τὴν ἕω καὶ δύσιν, ἐκλαμβάνωμεν, τὰ δὲ μέσα καὶ πλάγια τῆς σφενδόνης τὰ νότια καὶ βόρεια μέρη. οἱ δὲ κυκλοτερῆ διόλου· φασὶ γὰρ σφαιροειδῆ εἶναι τὴν γῆν. ACV.διαπρὸ] διόλου. A il. περίδρομος] στρογγύλη. A il.
διαπρὸ περίδρομος: οὐ περὶ δρόμου διόλου, ἀλλʼ ἀμφοτέρωθεν πλατεῖα οὖσα, ἤτοι πρὸς βορρᾶν καὶ νότον, ὀξυτέρα ἐστὶ πρὸς ἀνατολὴν καὶ δύσιν, σφενδόνῃ ὁμοία. BC.
διαμφὶς] ἀμφοτέρωθεν. A il.
ὡς ἑκατέρωθεν ἐκ τῶν ἀνατολῶν καὶ δυσμῶν εἰς ὀξὺ κωνοειδῶς λήγειν. A il.
ὀξυτέρη: ἡ ἐπιπολάζουσα γραφὴ καὶ ἐν πᾶσιν ὡς εἰπεῖν εὑρισκομένη τοῖς ἀντιγράφοις εὐρυτέρη ἐστίν, ἥτις ἐναντία παντελῶς καὶ τῷ σφενδόνῃ (ἐστὶν) ἐοικυῖα. ACV. ὀξυτέρη βεβαυῖα ἀντὶ τοῦ βαίνουσα καὶ προερχομένη. BC.
σφενδόνῃ εἰοικυῖα] κωνοειδής. A il.
ἑ] ταύτην. A. il.
μίαν δέ ἑ καίπερ ἐοῦσαν: τρισσῶς καὶ τοπικῶς διενείματο τρισσῶν ἠπείρων ὁνομιασίας αὐτῇ διατιθέμενος. BC.
ἠπείροισι] γαίαις A il.
ἀλλʼ ἤτοι Λιβύη μέν: ἡ μὲν Λιβύη, φησίν, ἄποθεν ἔχει τῆς Εὐρώπης τὸν ὅρον, τά τε Γάδειρα καὶ τὸ στόμα τοῦ Νείλου, ἀλλὰ κατὰ μὲν τὰ Γάδειρα διορίζεται ὑπὸ τῆς Εὐρώπης, κατὰ δὲ τὸ στόμα τοῦ Νείλου ὑπὸ τῆς Ἀσίας. ἄποθεν δέ φησι τῆς Εὐρώπης διὰ τὸ ὁρίζειν τὰ διὰ μέσου πελάγη, ἅπερ ἐν τοῖς ἐφεξῆς γνωσόμεθα. BV.
ἀπʼ Εὐρώπης ἔχει οὖρον: ἄποθεν τῆς Εὐρώπης, κατα μηδὲν μέρος συνάπτουσα τῇ Εὐρώπῃ. BCV.
ἀπʼ Εὐρώπης] ἄποθεν· λέγει δὲ τὰ ἐν μεσοπελάγει. A il.
ἔχει οὖρον] ὅρισμα, διαχώρισμα λοξόν. A il.
λοξὸν] κυρτοειδῆ, κυκλούμενον. A il. λοξὸν δέ, ὅτι τραπέζιόν ἐστι τὸ σχῆμα τῆς Λιβύης. BCV. διὰ τὸ τὸν Νεῖλον χωρίζειν τὴν Λιβύην ἀπὸ τῆς Εὐρώπης, ἀρχομένην μὲν ἐξ αὐτῶν τῶν Γαδείρωον, λήγουσαν δὲ παρὰ τὸ Ἡρακλεωτικὸν στόμα. Λιβύη δὲ ἐκλήθη διὰ τὸ κατάξηρον, οἱονεὶ λιφύη τις οὖσα καὶ λιβύη· Εὐρώπη δὲ διὰ τὸ εὖρος, ἤγουν τὸ πλάτος· Ἀσία δὲ διὰ τὴν ὑγρασίαν· ἄσις γὰρ λέγεται ἡ ὑγρασία. BC.
γραμμῇσι] διατυπώσεσι. A il.
λοξὸν ἐπὶ γραμμῇσιν: ἡ Λιβύη, φησίν, ἄποθεν ἔχει τῆς Εὐρώπης τὸν ὅρον, τά τε Γάδειρα καὶ τὸ στόμα τοῦ Νείλου. λοξὸν ἐπὶ ταῖς γραμμαῖς, ἀντὶ τοῦ τὴν πλευρὰν τὴν μεταξὺ
τῶν δύο ἄκρων ἀπολαμβανομένην λοξὴν ἔχουσα, τουτέστι τὴν ἀπὸ Γαδείρων μέχρι τοῦ Νείλου. λοξὸν δὲ διὰ τὸ κατὰ πολλὰ μέρη οἷον κολποῦσθαι καὶ κυρτοειδῆ φαίνεσθαι καὶ περιάγνυσθαι τῷ σχήματι. V. παροιμία· ὄνυχι τὴν ὑπʼ οὐρανὸν περιγράφειν καὶ κέγχρῳ τὸν οὐρανὸν παραβύειν. V (ausserhalb der Scholienreihe).Γάδειρά τε καὶ στόμα Νείλου: ὅτε ἐπανῆκε φέρων τὰ χρύσεα μῆλα ὁ Ἡρακλῆς, πεξὸς διέβη τὴν Λιβύην, ὅπως τε αὐτὴν καὶ πᾶσαν τὴν Ἀσίαν θεάσαιτο. εἰς Ἄμμωνος δὲ ναὸν ἧκε καὶ ἐκεῖσε μεγαλοπρεπῶς ἔθυσε τῷ δαίμονι. κἀκεῖθεν διέβη εἰς Αἴγυπτον, ἀφʼ οὗ τὸ στόμα Ἡράκλειον καλεῖται. BC.
ἔνθα βορειότατος: τὸ ἔσχατον μέρος τῆς Αἰγύπτου. γρ. δὲ καὶ θερειότατος· τὸ αὐτὸ δὲ σημαίνει· τῷ γὰρ θέρει τὰ βόρεια μέρη παροδεύει ὁ ἥλιος, ὥστε καὶ διὰ τοῦ θερειοτάτου τὸ βορειότατον σημαίνεται. BCV.
βορειότατος] βορεινός. A il.
μυχὸς] τὰ ἔσχατα μέρη. A il. μυχὸν γάρ φησιν ἐνταῦθα τὴν ἐκβολὴν καὶ τὸ στόμα τοῦ Νείλου. καὶ οὐκ ἄτοπον· τὸ γὰρ αὐτὸ πρὸς διάφορον σχέσιν ἄλλοτε ἄλλως νοοῖτο, ὥστε καὶ τοῦτο πρὸς τὰ νότια εἶναι. BCV.
τέμενος] σιτοφόρος γῆ. A. il.
περίπυστον] ἐξάκουστον. A il.
Ἀμυκλαίοιο] ἐξ Ἀμύκλης πόλεως D.
Εὐρώπην δʼ Ἀσίης: δείξας τῆς Λιβύης τοὺς ὅρους ἄνεισιν ἐπὶ τὰς ἄλλας ἀποδιαιρῶν τὴν Ἀσίαν ἀπὸ τῆς Κύρώπης. καὶ τούτου αἰτιόν φησι τὸν Τάναϊν, ὃς παρὰ τοῖς ἐνοικοῦσι Σίλις λέγεται. εἴρηται δὲ καὶ Τάναϊς διὰ τὸ τεταμένως ῥεῖν. Ἀρτεμίδωρος δέ φησι τὰ δύο στόμια τοῦ Τανάϊδος διέχειν αὐτὸν σταδίους ζ´. BCV. τὸ μὲν γὰρ αὐτοῦ εἰς Μαιώτιδα λίμινην ἐκρεῖ, τὸ δὲ εἰς Σκυθίαν. τὸ δὲ νότιον μέρος ὅριόν ἐστιν ὁ Ἑλλήσποντος· τὸ δὲ τελευταῖον ὅριον τῆς Εὐρώπης καὶ τοῦ Πόντου ἐστὶ τῆς θαλάσσης τῆς διοριζούσης τὴν Εὐρώπην τελευταῖον εἰς τὸν Νεῖλον. V.
Τάναϊς] διὰ τὸ τεταμένως ῥεῖν. A il.
ὅς ῥά θʼ ἑλισσόμενος: ἀναφέρεται εἰς Σκυθίαν πρὸς βορρᾶν, ὡς μέχρι τοῦ Ἑλλησπόντου τὰ βόρεια ὁρίζοντος οὐ.
τὸ μὲν γὰρ πρὸς βορέην ἤτοι πρὸς τὰ βόρεια μέρη τῆς Εὐρώπης, ὧν ὁ ποταμὸς ἢ ὅριον ὑποτίθεται τὸν Ἑλλήσποντον, νοτιώτερον δὲ κεῖσθαι τὸν Νεῖλον· ἀντίκεινται γὰρ ἀλλήλοις οἱ ποταμοί. ὁ μὲν γὰρ Τάναϊς ἐκ βορείου φερόμενος ἐπιβάλλει τῇ λίμνῃ, ὁ δὲ Νεῖλος ἀπὸ νότου φυλάττει τῇ χώρᾳ τὴν πίστιν τοῦ ῥεύματος. B.
νότιον δὲ μεσούριον: τὸ δὲ νοτιώτερον μέρος ὅριόν ἐστιν ὁ Ἑλλήσποντος· τὸ δὲ τελευταῖον ὅριον τῆς Εὐρώπης καὶ τοῦ Πόντου ἐστὶ τῆς θαλάσσης τῆς διοριζούσης τὴν Κὐρώπην τελευταῖον εἰς τὸν Νεῖλον. ἄλλως· τὸ μέσον ὅριον, οἱονεὶ τὸ διαχώρισμα. B. Vgl. Zeile 7 ff.
μεσούριον] τῆς Εὐρώπης μέσον ὅριον Ἑλλήσποντος· τὸ Ἡρακλεωτικὸν στόμιον. A il.
σῆμα] σημεῖον. A il. ὑπερτέταται] ὑπερεκτείνεται. A il.
ἐς στόμα Νείλου] ὁ Νεῖλος τε σλ. so A il.
νοσφίζουσιν] χωρίζουσιν. A il.
ἰσθμὸς] στενὴ γῆ μεταξὺ δύο θαλασσῶν. A il. τὸν ἰσθμὸν οἱ μὲν τὸν Καύκασον, οἱ δὲ τὴν ἑῴαν Ἰβηρίαν φασίν· ἄμεινον δὲ αὐτὴν ἀκούειν ἢ μεταξὺ Κόλχων καὶ τῆς Ἀλβανίας διαιροῦσα τὸν Εὔξεινον καὶ τὴν Ὑρκανίαν θάλασσαν. τοῦτον τὸν ἰσθμόν φησι τὸν μεταξὺ τῆς Κασπίας θαλάσσης καὶ τοῦ Εὐξείνου πελάγους διαιρεῖν τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης, λήγοντα εἰς Ἀραβίαν καὶ εἰς τὴν Αἴγυπτον. BV.
κεῖνον] ἐκεῖνον. A. ηὐδάξαντο] εἶπον. A. il.