Scholia in Dionysii Periegetae orbis descriptionem (scholia vetera)
Scholia in Dionysium Periegetam
Aristarchs Homerische Textkritik nach den Fragmenten des Didymos, Volume 2. Ludwich, Arthur, editor. Leipzig: Teubner, 1885.
ἄλλος] λείπει τὸ ἰσθμός. A.
ἄλλως· ἤτοι ὁ μὲν Λοκροῖο: τρεῖς εἰσι Λοκρίδες· ἡ τῶν Ἐπικνημιδίων, ὅθεν ἦν Αἴας, ἡ τῶν Ὀζολῶν καὶ ἡ τῶν Ἐπιζεφυρίων μέρος οὖσα τῆς Ἰταλίας χώρας. νῦν οὖν ἐπιθετικῶς ἐπὶ τοῦ ἀνέμου ἔλαβεν αὐτὸ παρʼ ἐσχατιὴν τοῦ Ἰταλικοῦ· εἰσὶ γὰρ ἐν τῇ Ἰταλίᾳ οἱ Ἐπιζεφύριοι Λοκροί, μεταξὺ τοῦ ζεφύρου καὶ τοῦ ποταμοῦ Λογγιβάρδων. V.
ἤτοι ὁ μὲν Λοκροῖο: ὅτι τὸ πρὸς ζέφυρον Ἀτλαντικὸν πέλαγος ὠκεανόν φησι καλεῖσθαι. ὥσπερ οὖν τὸν Θρηΐκιον βορρᾶν, οὕτω καὶ Λοκρὸν τὸν ζέφυρον κλητέον. B.
ἄλλως· εἰς τὸ πεπηγότα τε Κρόνιόν τε: τὸν πρὸς βορέην Κρόνιον κόλπον καλοῦσι· καὶ ἴσως ὅτι ὁ Κρόνος εἰς τὸ ψυχρὸν λαμβάνεται, ἢ διὰ τὴν ψύξιν· Κρόνῳ γὰρ τὸ ψυχρὸν ἀνατίθεται. Κρόνιον δὲ διὰ τὸ ἐρρῖφθαι τὰ αἰδοῖα τοῦ Κρόνου.
ἄμεινον δὲ διὰ τὴν ἄγαν ψύξιν· ψυχρὸν γὰρ τὸν Κρόνον οἱ ἀποτελεσματικοί φασι. δικαίως δὲ κατέψυκται ὁ ὑπερβόρειος ὠκεανός, μὴ παραμυθούμενος τῇ ἀγχιστείᾳ τοῦ ζωδιακοῦ κύκλου. ἡ δὲ παρʼ Ἀπολλωνίῳ [Arg. IV 327 u. ö.] Κρονία θάλασσα περὶ τοῦ ἐσωτάτου ἐστὶν Ἰονίου κόλπου, ἀπὸ Κρονίου κόλπου ἤτοι νήσου οὕτω καλουμένη. πολὺ γάρ ἐστι τὸ ἔξαλμα τῆς σφαίρας, καὶ ἐν χειμῶνι μεταξύ ἐστιν ὑπὸ γῆς κύκλος. BV. καὶ ὀλιγόωρος τότε ἐστὶν ἡ ἡμέρα. καὶ ἐν θέρει δὲ συννεφής ἐστιν ὁ ἀὴρ καὶ πόρρω ἐστὶ τοῦ ζωδιακοῦ ὁ ἀρκτικὸς κύκλος, τοῦτʼ ἔστιν ἡ καθʼ ἡμᾶς λέξις, ἥτις μεταξύ ἐστι πασῶν δυτικῶν ὡς καὶ τῶν ἀνατολικῶν· ἄρχεσθαι γὰρ ἀπὸ δύσεως. διότι οὐ ζωογονεῖ διὰ τὴν πολλὴν ψύξιν. V.εἰσὶν ὁμοῦ τὰ πελάγη· Ἀτλαντικόν, Λιγυστικόν, Τυρρηνικόν, Λιβυκόν, Μυρτῷον, Αἰγύπτιον, Παμφύλιον, Ἰκάριον, Αἰγαῖον, Ἑλλήσποντος, Μέλας κόλπος, Εὔξεινος πόντος, Κασπία, Ἐρυθρά· ὁμοῦ πάντα ιγ´. BLOV.
ἄλλοι δʼ αὖ καὶ νεκρὸν ἐφήμισαν εἵνεκʼ ἀφαυροῦ· ἀμφότερα διὰ τὸ ψυχρὸν τῶν τόπων· πήγνυται γάρ. καὶ λέγεται Κρόνιος πόντος, ὡς μέν τινές φασι, διὰ τὸ τὸν Κρόνον εἰς τὴν ψύξιν ἀλληγορεῖσθαι· νεκρὸν δὲ διὰ τὴν ἀπόστασιν τοῦ ἡλίου καὶ τὸ προσκεχωρηκέναι πρὸς τὰ νότια μέρη· τῇ γὰρ ἀπουσίᾳ τοῦ θερμοῦ τὰ ζωογονούμενα παύεται· ἢ λέγει, ὅτι διὰ τὸ ἀσθενὲς ἐκεῖ προσβάλλειν τὸν ἥλιον. διὰ πολλοῦ γὰρ χρόνου ὑπὲρ τὴν θάλασσαν ἐκείνην γίνεται, τουτέστι πλησιάζει. λάμπει μὲν γὰρ καθʼ ἑκάστην ἀδιαλείπτως διὰ τὸν πλεῖστον χρόνον. BV.
ἄγχι δʼ Ἐρυθραῖόν τε: ἴσως διὰ τὸ πυροῦσθαι μᾶλλον ὑπὸ τοῦ ἡλίου τὸ κλίμα. ἀμέλει καὶ Αἰθίοπες κατοικοῦσιν, ὅτι τὸ πρὸς νότιον μέρος ἐρυθραῖον. καὶ διατοῦτο ἔθνος Αἰθιοπικόν, ὡς παρακεῖσθαι μακρὸν ἀγκῶνα τῆς ἀοικήτου. BV. λέγει δὲ τὴν διακεκαυμένην. V.
αὐλὼν ἐκτέταται: ἡ ἐπέκτασις καὶ τὸ ἄπλωμα τῆς διακεκαυμένης ζώνης· εὐθὺς γὰρ πρὸς τὰ νότια δέχεται. BV.
ἄλλως· κόλπους δʼ ἔνθα: ἐκ τούτου δῆλον, ὡς ἀμφίδοξόν ἐστι τὸ σχῆμα· τὸ γὰρ ὧδε κἀκεῖσε πρὸς διαφόρους ἑαυτὸν ἀφιέναι κόλπους οὐκ ἀλλότριον ἡγοῦμαι τοῦ κύκλου· καὶ τὸ πολλοὺς μὲν εἶναι τοὺς ἐλάττονας, ἐξαιρέτους δὲ καὶ ὑπερβάλλοντας δ´. ὧν τὸν μὲν πρῶτον ἐκ δύσεως ὁρμῶντα προσάγεσθαι τῇ γῇ καὶ περατοῦσθαι τῇ Παμφυλίᾳ· δεύτερον δὲ τὸν Ὑρκάνιον ἐκ τοῦ Κρονικοῦ κόλπου πληρούμενον. ἔστι δὲ καὶ περὶ τούτου πάλιν ἀμφίβολος ἡ δόξα· τὴν γὰρ Κασπίαν ὁ Πτολεμαῖος ἐναποκλείων ἠπείρῳ νήσου φύσιν ἐξεναντίας τὴν φύσιν ὥριζε. καὶ ἴσως οἱ εἰσβάλλοντες ἐκεῖ ποταμοὶ θαλαττεύουσι διὰ τὴν ὕλην, ἀξενίᾳ τόπου μεταποιήσαντες ἀνάγκῃ τὸ πότιμον. ἢ τάχα διὰ τῶν ἀδήλων τόπων ὁ Κρόνιος ἑαυτὸν ἐκπέμπων ἀναδίδωσι πόρρω τὸν Ὑρκάνιον. BV. δύο δὲ νοτίους ἥττονας ἔχειν μὲν γένεσιν θαλάσσης Ἰνδικῆς, ὀνομάζεσθαι δὲ Περσικὸν καὶ Ἀραβικόν. V.
συρόμενος Λιβύηθεν: ὅτι ἀπὸ Γαδείρων ἀρχόμενος παύεται τῷ πρὸς τῇ Κιλικίᾳ κόλπῳ. BV. συρόμενος διὰ τῆς Λιβύης μέχρι τῆς Παμφυλίας. λέγει δὲ κατὰ τὸ εὐθύ. V. παραδὲ
κλίνεται γὰρ καὶ ποιεῖ τὸν Ἰόνιον κόλπον καὶ τὸ Αἰγαῖον πέλαγος μέχρι τοῦ Εὐξείνου πόντου. BV.ἄλλως· ὀλίγος μέν, φησι, συρόμενος, ὅμως δὲ κρείττων τῶν ἄλλων. λέγει δὲ κατὰ τὸ σφοδρὸν τῶν ἄλλων τοῦ ῥεύματος, ὡς καὶ ἐν τῷ περὶ αὐτοῦ λόγῳ φησί· τόσσος γὰρ πόρος ἐστὶν ἀμείλιχος [721]. BV. ἄλλως· ὡς πρὸς σύγκρισιν τῶν Γαδείρων μικρότερος εἴρηται, μείζων δὲ ὡς πρὸς τὸν Περσικὸν καὶ Ἀραβικὸν κόλπον. ἔστι δὲ καὶ Ὑρκάνιος, ἐκ τοῦ Κρονίου κόλπου πληρούμενος. BV. ἴσως διʼ ἀδήλων πόρων ἡ Κασπία ἐπὶ τὰ βόρεια ὀφείλει τετάχθαι ἐπὶ Σκυθίᾳ, ὡς καὶ Ἀπολλώνιος [Arg. III 859] περὶ Μηδείας
Κασπίῃ ἐνὶ κόχλῳ ἀμήσατο. Πτολεμαῖος δὲ δίκην νήσου περιέχεσθαι αὐτὴν τῇ γῇ φησι. BD.
τῶν δʼ ἄλλων: περὶ τοῦ Περσικοῦ κόλπου φησὶ καὶ τοῦ Ἰβηρικοῦ, ἐπεὶ ἀμφότεροί εἰσι νότιοι· εἷς μὲν ἀνατολικώύτερός ἐστιν ὁ Περσικός, ὁ δὲ Ἀραβικὸς καὶ Ἐρυθραῖος ὡς πρὸς σύγκρισιν τοῦ Περσικοῦ νοτιώτερος εἴρηται. B.
ἄλλος δʼ Ἀράβιος: ὁ Ἐρυθραῖος ὡς πρὸς σύγκρισιν νοτιώτερος εἴρηται τοῦ Περσικοῦ καὶ τῆς Κασπίας ἐναντίων ἑαυτοῖς καὶ κατορθῶς κειμένων· ἐν ᾗ πρὸς βορρᾶν εἰκὸς τὸ Ἐρυθραῖον νότιον καὶ τὸ Εὔξεινον νοτιώτερον. ἀμφοτέρων οὖν τούτων νοτιώτερος ὁ Ἀραβικός, ὃς καὶ Ἐρυθραῖος καλεῖται· πρὸς γὰρ τῇ διακεκσυμένῃ γῇ κεῖται ἐν τῷ νοτίῳ. B.
ἐγγύθι κόλπος: ἤτοι πρὸς δύσιν. μεταξὺ φέρεται τοῦ Ἀραβικοῦ ὄρους, ὡς κατὰ διάτρησιν. ἐνταῦθα τὸ ὕδωρ ἐπέρχεται διὰ παντὸς τοῦ χρόνου, καὶ ἀνακρουόμενον κατὰ παλίρροιαν αὖθις ὑποστρέφει, ὡς Ἡρόδοτός φησιν. ὅθεν Κλύσμα λέγεται. B.
Εὐξείνου πόντου νοτιώτερον: ἀντὶ τοῦ κατὰ νότιον μέρος ἐξ ἐναντίας τοῦ Εὐξείνου πόντου. εἴπομεν γὰρ τὴν ἑσπερίαν θάλασσαν περιτρεπομένην εἰς βορρᾶν μέχρι τοῦ Εὐξείνου πόντου διϊκνεῖσθαι, ὡς αὐτὸς λέγει. ὁ Ἀράβιος οὖν νοτιώτερος ὢν ἐναντίον τοῦ Εὐξείνου κεῖται. B.
περὶ τῆς ἀπὸ Γαδείρων ἕως Παμφυλίας θαλάσσης· ἔχει γὰρ εὐθὺς ἐκ τῶν δυτικῶν μερῶν ῥέουσα ἔνθεν μὲν Λιβύην, ἐκεῖθεν δὲ Εὐρώπην, εἶτα ἡ Ἀσία διαδέχεται μέχρι τοῦ Ἰωνικοῦ κόλπου. περὶ πελαγῶν· εἰσὶ γὰρ ὁμοῦ τὰ πελάγη ὅσα προεγράφησαν. B. Vgl. S. 584, 13 ff.
ἑστᾶσι μέγα θαῦμα: ἕξω τῶν Ἡρακλείων στηλῶν νῆσός ἐστι Γάδειρα. μέγα δέ φησι θαῦμα αὐτὰς τὰς Ἡρακλείας στήλας u. s. w. V.
τὸ δὲ ἀνέδραμε ποιητικῶς, ὡς τὸ
ἔχει δέ τε κίονας αὐτὸς μακράς, αἳ γαῖαν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν[Od. α 53]. CLOV.