In Aristotelis Sophisticos Elenchos Paraphrasis
Anonymi In Aristotelis Sophisticos Elenchos
Anonymi In Aristotelis Sophisticos Elenchos. In Aristotelis Sophisticos Elenchos Paraphrasis (Commentaria in Aristotelem Graeca 23.4). Hayduck, Michael, editor. Berlin: Reimer, 1884.
5. Οἱ μὲν οὖν παρὰ τὸ συμβεβηκὸς παραλογισμοί εἰσιν, ὅτε ἀξιοῖ τις, ὅ τι οὖν ὑπάρχει τῷ κατηγορουμένῳ, τοῦτο καὶ τῷ ὑποκειμένῳ ἐξ ἀνάγκης ὑπάρχειν· οἷον τὸ ζῶον κατηγορεῖται μὲν τοῦ ἀνθρώπου, πολλὰ δὲ αὐτῷ συμβέβηκε, τὸ γένος εἷναι, τὸ δισύλλαβον, τὸ ἔμψυχον, τὸ αἰσθητικόν. εἰ οὖν πάντα ἐξ ἀνάγκης κατὰ τοὐ ἀνθρώπου καὶ ὁμοτίμως κατηγορεῖσθαι δώσομεν, πολλὰ συμβαίνει τὰ ἄτοπα· πάντα γὰρ ἄν οὕτως ἔσται ταὐτά, καὶ αἱ οὐσίαι συμβεβηκότα καὶ τὸ ἔμπαλιν, καὶ σώματα τὰ ἀσώματα. ἀλλ’ οὐχ ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου αὐτῷ ῥηθήσεται, ἀλλ’ ὅσα οὐσιώδη τέ ἐστι καὶ εἰς τὸν ὁρισμὸν· παραλαμβάνεται. βάνεται. ὥστε οὐ καλῶς φασιν οἱ σοφισταί, εἰ ὁ Κορίσκος ἕτερον ἀνθρώπου, αὐτὸς ἑαυτοῦ ἕτερος· ἔστι γὰρ ἄνθρωπος· ἢ εἰ Σωκράτης ἕτερος, ὁ δὲ Σωκράτης ἄνθρωπος, ἕτερος ἀνθρώπου. ἄγονται δὲ τὰ σοφίσματα οὕτω· ὁ Κορίσκος ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Κορίσκου, ὁ Κορίσκος ἄρα ἕτερος Κορίσκου, καὶ αὐτὸς ἑαυτοῦ χωρίς. πάλιν ὁ Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Σωκράτους, ὁ Σωκράτης ἄρα ἕτερος αὐτοῦ. οἱ γὰρ παραλογισμοὶ ὲν μὲν τῇ ἐλάττονι προτάσει τὸν συγκατατεταγμένον τῷ Κορίσκῳ καὶ Σωκράτει μερικὸν ἐλάμβανον ἄνθρωπον, ἐν δὲ τῇ μείζονι τὸν ἀκατάτακτον καὶ κοινόν· συμβέβηκε δὲ τούτῳ μὴ Κορίσκῳ μηδὲ Σωκράτει εἶναι. ὅσα μέντοι οὐσιωδῶς ἔνεισιν ἐν τῷ καθόλου, πάντα καὶ τοῖς ὑπ’ αὐτῷ ὑπάρξει ἀτόμοις, τὰ δ’ ἄλλως οὔ. σαφέστερα δὲ ταῦτα· ἄρ’ οὐχ ὁ [*](2 τρίτον M 4 τὰ ἄρα―γίνεσθαι om. P 5 ἔχοιεν ex ἔχειεν corr. L 8 διττὸν P 12 τὼς ἐντὸς N 14 πότε LP 15 τὸ (post παρὰ) om. P 18 ὅτι P: ὅταν MN 19 ὅτοι οὖν P: ὅτι ἂν MN ὑπάρχῃ M τῶν ὑποκειμένων P 22. 23 δώσομεν κατηγορεῖσθαι MN 23 ἂν om. ΜΝ 24 συμβεβηκότα καὶ] deficit P 27 εἰ] καὶ M 28 ἔστι δὲ M σωκράτους N 30. 32 ἄρα om. L 32 αὐτοῦ L: αὐτοῦ MN, at cf. 2, 39)
Καὶ παρὰ μὲν τὸ συμβεβηκὸς οὗτοι· τοὺς δὲ παρὰ τὸ πῆ καὶ ἀπλῶς ἤδη λέγομεν, μικρὰ δ’ ἅπα πρότερον περὶ τῶν κατηγορουμένων διαληψόμεθα πρὸς σαφήνειαν. πᾶσα κατηγορία ἢ ἓν καθ’ ἑνός ἐστιν, ἢ πολλὰ κατὰ πολλῶν, ἢ πολλὰ καθ’ ἑνός, ἢ ἓν κατὰ πολλῶν. παρίεμεν δὲ τὰ κατὰ τὴν ὁμωνυμίαν ἐνταῦθα, ἵνα μὴ ὁ λόγος συγχέηται. ἐπεὶ δὲ τῶν πολλῶν καὶ καθ’ ἑνὸς κατηγορουμένων τἄλλα γὰρ ὡς ἧττον ἡμῖν συμβάλλοντα πρὸς τὸ προκείμενον ἀφύων, ὥσπερ καὶ τὰ ὁμώνυμα) τὰ μὲν καὶ ἰδίως καὶ ὁμοῦ κατηγορεῖσθαι δύναται, τὰ δὲ ἰδίως μόνον, τὰ δὲ συνθέτως, ζητοῦμεν τὴν διαφοράν· κατὰ γὰρ τοῦ ἀνθρώπου καὶ τὸ ἔμψυχον καὶ τὸ ζῶον καὶ τὸ λογικὸν καὶ τὸ θνητὸν ἰδίως ἕκαστον ἀληθὲς εἰπεῖν καὶ ὁμοῦ πάντα, κατὰ δὲ τοῦ Σίμωνος τὸ σκυτεὺς καὶ τὸ ἀγαθὸς ἰδίως μὲν ἀληθές, σύνθεντα δὲ ψεῦδος· ἦν γὰρ ὁ Σίμων ἀγαθὸς μὲν τὸν τρόπον, ἀφυὴς δὲ τὴν τέχνην. πάλιν κατὰ τοῦ νεκροῦ ἀνθρώπου καὶ τῆς λιθίνης χειρὸς ἢ νηὸς τὸ μὲν ὅλον τοῦτο λιθίνην χεῖρα ἢ νῆα καὶ ἄνθρωπον νεκρὸν συνημμένα καὶ ὁμου εἰπεῖν ἐγχωρεῖ, ἰδίως δὲ τὸν νεκρὸν ἄνθρωπον | εἰπεῖν ἢ τὸν λίθον χεῖρα ἢ νῆα ψεῦδος. καὶ ὁ Αἰθίοψ λευκὸς τοὺς ὀδόντας, ἁπλῶς δ’ οὗ. ἐκεῖνα δὲ πρὸς ταῦτα δεῖ εἰπεῖν, ὡς ὅσα μὲν οὐσιωδῶς κατηγορεῖται καὶ καθ αὑτὸ καὶ μή τινα πρὸς ἄλληλα ἐναντίωσιν ἔχει, ταῦτα καὶ ἰδίως καὶ ὁμοῦ κατηγορηθήσεται πλὴν διοίσει κἀν τῇ συνθέσει τῷ τρόπῳ, ὡς ἀπὸ τῶν καθολικωτέρων ἐπὶ τὰ μερικώτερα ἐρχομένων, τὸ ἀνάπαλιν δ’ οὔ· περιττὸν γὰρ ἄνθρωπον εἰπόντα τὸν Σωκράτην προστιθέναι καὶ λογικὸν ζῶον, ὥσπερ ἐγχωροῦντος ἄνθρωπον εἶναι, μὴ ταῦτα δέ· ἔνεισι γὰρ ἐν τοις ειοεσι τὰ γένη καὶ ἐν τοῖς μερικοῖς τὰ κοινά), ἐφ’ ἃ δέ ἐστιν ἀντίφασις ἢ ἐκ τῶν ὀνομάτων ἢ ἐκ τῶν λόγων, ἡνωμένως μὲν κατηγορεῖν ἐγχωρεῖ διῃρημένως δ’ οὔ. καὶ ἀντίφασις μὲν ἐν ὀνόμασιν ὡς ἐκείνως ἄνδρα καὶ οὐκ ἄνδρα τὸν εὐνοῦχον εἰπεῖν, καὶ τὴν νυκτερίδα ὄρνιν καὶ οὐκ ὄρνιν, ἐν τοῖς πράγμασι δὲ ὡς ἄνθρωπος καὶ νεκρὸς καὶ χεὶρ καὶ λίθος· τὰ μὲν γὰρ ἔμψυχά καὶ ζῶντα, τὰ δ’ οὔ. ἔτι ἔστιν ἃ καὶ τῶν διὰ μέσου ἄλλου, ὃ καθ’ αὑτὸ κατηγορεῖται, ἑτέρου κατὰ συμβεβηκὸς κατηγορουμένων, καίπερ μὴ ἔχοντα ἀντίφασιν, ὅμως οὐκ ἄν ἰδίως λεχθεῖεν χωρισθέντα τοῦ δι᾿ οὗ καὶ καθ οὗ κατ’ οὐσίαν ἐλέγετο, οἷον Ὅμηρος ποιητής ἐστιν. ἀρ’ οὗν καὶ ἔστιν ἁπλῶς; οὔ· τέθνηκε γὰρ πάλαι. τὸ γὰρ ἔστι τοῦ ποιητοῦ μὲν καθ’ αὑτὸ [*](2 ἄρα om. L 3 ὁ κύων κτλ. cf. Plat. Euthyd. p. 298D.sq. 4 συμβέβηκε] ἤδη καὶ ἐνεργεία ἐκεῖνο ἐστί· ἡ γὰρ ἂν ἦν τὸ ὄρει δένδρον πλοῖον δυνάμει addit et rursus expungit N 7 λέγομεν sic libri πρότερον ex πρότερα corr. N 9 παρίεμεν] περὶ μὲν 10 Μ 10 ἐπὶ δὲ Μ 11 συμβαίνοντα N 15 ἐθνητὸν N 23 ταῦτα δὲ ἰδίως LM 24 διοίσῃ N κὰν M 30 ἀντίφασιν LM 32 γὰρ] δὲ M 33 ὃ] fort, οὗ; cf. v. 37 37 τεθνηκως N τοῦ ᾦ ποιητοῦ MN)
Οἱ δὲ γίνονται παρὰ τὸ μὴ διωρίσθαι μηδ’ ἀκριβοῦσθαι τί ἐστι συλλο- γισμὸς ἀληθὴς ἢ τί ἐστιν ἔλεγχος, οὓς καὶ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν λέγειν εἰώθαμεν. ἔλεγχος τοίνυν ἐστὶ | κυρίως ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος, ἀλλὰ πράγματος, καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ καὶ ἑνός, ἐκ τῶν δοθέντων. ἐξ ἀνάγκης, μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ, κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ. εἰ γὰρ μέλλοιμεν ἐλέγχειν τὸν ἡμῖν προσδιαλεγόμενον εἴ τι μὴ καλῶ.ς λέγοι, δεῖ τοῦτον εἰς ἀντίφασιν περιαγαγεῖν ἔχουσαν τοὺς εἰρημένους προσδιορισμούς, καὶ πρῶτον τὸ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου εἶναι καὶ κατηγορουμένου. ὁ γὰρ λέγων Σωκράτης διαλέγεται, Πλατῶν οὐ δια- λέγεται, ἢ Σωκράτης κάθηται, Σωκράτης οὐ καθεύδει, οὐ ποιεῖ ἀντίφασιν. τὸ μὲν γὰρ ἐπ’ ἄλλου καὶ ἄλλου, τὸ δὲ ἄλλο καὶ ἄλλο. καὶ μὴ ὀνόματος δὲ δεῖ μόνον προσεῖναι ταὐτότητα ἀλλὰ καὶ πράγματος· τί γάρ, εἰ κοινωνεῖ μὲν ὀνόματι, μὴ κοινωνεῖ δὲ πράγματι, οἷα τὰ ὁμώνυμα; οὐ γὰρ ἄν ποιήσοι ἀντίφασιν· ὁ γὰρ εἰπὼν κύνα ὑλακτεῖν ἢ μὴ ἀληθεύει, τὸ μὲν ἐπὶ τοῦ χερσαίου φέρων τὸ δὲ ἐπὶ τοῦ θαλαττίου. καὶ οὐκ ἐπὶ τῶν ὁμωνύμων εὐλαβεῖσθαι δεῖ τοῦτο μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν συνωνύμων· τὸ γὰρ ζῶον περιπατεῖ καὶ ζῶον οὐ περιπατεῖ ἄμφω ἀληθῆ καὶ συνώνυμα. ἐκ δὲ τῶν δοθέντων ἐξ ἀνάγκης καὶ μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ. προστέθειται διὰ τοὺς τὸ μὴ αἴτιον τιθέντας ὡς αἴτιον, καὶ διὰ τοὺς αἰτοῦντας τὸ ἐν ἀρχῇ· οἱ μὲν γὰρ οὐκ ἐξ ὧν ὁ προσδιαλεγόμενος δίδωσι, συμπεραίνουσιν, [*](1 τοῦ] τὸ L 2 τὸ δέμησυ N 6 ὁ om. M 10 ἡ ἄμφω N 11 ἀνδρία MN 15 ἀποκρινάμενοι ΜΝ 16 ἀπεκρινάμεθα MN 17 ἠκριβῶσθαι MN 19 ἔλεγχον L 24 περιάγειν M 26 λέγω N 29 ταυτότητας M 30 οἷον M 34 καὶ―περιπατεῖ in marg. add. N2: om. L: καὶ om. M συνώνυμα] ἐνδέχεται γὰρ τὸ μὲν περιπατεῖν τὸ δὲ μὴ τὸ ζῶον (sic) ἀλλ’ οὐ ταὐτά εἰσί in marg. add. N2 ἐκ γὰρ L 35 προστέθηται N)
Πενταχῶς δὲ συμβαίνει γίνεσθαι καὶ τοὺς τὸ ἐν ἀρχῇ αἰτοῦντας, ὥσπερ ἐν τοῖς τοπικοῖς εἴρηται. φανερώτατα μὲν καὶ πρῶτον, εἴ τις αὐτὸ τὸ προκείμενον εἰς δεῖξιν λάβοι ὡς ὁμολογούμενον. οὐκ αὐτὸ μέντοι κατὰ τὰς συλλαβὰς ἢ τὰ στοιχεῖα τὸ μεταληφθησόμενον ἔσται (πῶς γὰρ ἂν λήσοι;) ἀλλὰ κατὰ δύναμιν, ὡς ἐπὶ τῶν πολυωνύμων ἔχει καὶ ἐν ὅσοις τὸ ὄνομα καὶ ὁ λόγος ταὐτὸν σημαίνει. πρὸς γὰρ τὸν ζητοῦντα εἴπερ ὁ ἄνθρωπος θνητός, εἰ δοίη τις, διότι καὶ βροτός, ἢ ἡ ψυχὴ ἀθάνατος, ὅτι ἀνώλεθρος, τὸ | εἰρημένον ποιεῖ. δεύτερον δὲ ὅταν κατὰ μέρος δέον ἀποδεῖξαι τὸ καθόλου τις λάβοι, οἷον ἐπιχειρῶν ὅτι τῶν ἐναντίων μία ἐπιστήμη καθόλου τῶν ἀντικειμένων μίαν εἶναι ἀξιώσει, τὰ δ’ ἐναντία ἀντικείμενα· δοκεῖ γὰρ ὃ ἔδει αὐτὸ καθ’ αὑτὸ δεῖξαι, μετ’ ἄλλων λαβεῖν πλειόνων ὡς ὁμολογούμενον. καὶ τρίτον ὅταν γένηται τὸ ἐναντίον, εἴ τις καθόλου δεῖξαι προκειμένου κατὰ μέρος αἰτήσειεν, οἷον εἰ προκειμένου πάντων τῶν ἐναντίων μίαν εἶναι ἐπιστήμην δεῖξαι τῶνδέ τινων ἀξιώσειεν, οἷον βαρέος καὶ ὀξέος τὴν μουσικήν· δοκεῖ γὰρ καὶ οὗτος ὃ μετὰ πλειόνων ἔδει δεῖξαι, καθ’ αὑτὸ χωρὶς αἰτεῖσθαι. πάλιν εἴ τις διελὼν αἰτεῖται τὸ πρόβλημα, οἷον εἰ δέον ἅμα δεῖξαι τὴν ἰατρικὴν ἐπιστήμην ὑγιεινοῦ καὶ νοσώδους, χωρὶς ἑκατέρου αὐτὴν ἀξιώσειεν, εἰ δὲ τοῦτο, καὶ ἄμφω. καὶ πέμπτον εἴ τίς τι τῶν ἑπομένων ἀλλήλοις ἐξ ἀνάγκης αἰτήσαιτο· ἑπόμενα δὲ ἐνταῦθα ὥσπερ ἐκεῖνα, εἰ ἡ διάμετρος ἀσύμμετρος τῇ πλευρᾷ, καὶ ἡ πλευρὰ ἀσύμμετρος τῇ διαμέτρῳ· ἕπεται τῷ ἑτέρῳ τὸ ἕτερον. εἰ οὖν τις διὰ θατέρου πειραθείη δεῖξαι τὸ ἕτερον, τὸ ἐν ἀρχῇ ᾔτηται. φαίνονται δὲ ἐλέγχειν ἐν τοῖς τοιούτοις οἱ σοφισταὶ διὰ τὸ μὴ δύνασθαι τοὺς προσδιαλεγομένους συνορᾶν τὸ ταὐτὸν καὶ τὸ ἕτερον·
Ὁ δὲ παρὰ τὸ ἑπόμενον ἔλεγχος γίνεται, ὅταν τὰ μὴ ἀντιστρέφοντα ὡς ἀντιστρέφοντα λαμβάνηται. πάσης γὰρ κατηγορίας ἢ ἐπὶ πλέον ἢ ἐπ’ ἴσης οὔσης, καὶ τῆς μὲν ἐπ’ ἴσης ἀντιστρεφούσης, ὡς ἐπὶ τῶν ὁρισμῶν 29 [*](2 εἴποι M 7 παραλαγεὶν N 11 τούτῳ] τοῦτο N 14 ἐν τοῖς τοπικοῖς] Θ 13 18 εἴπερ] sic libri 19 θνητός] λογικός L 21 λάβη MN 26 ὀξέως L 31 αἰτήσοιτο MN 34 ἓν ἀρχῇ M αἰτεῖται MN 35 καὶ τὸ om. M: τὸ om. N)
Ἕκτος δὲ τρόπος ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθέμενος, ὃς καὶ μὴ παρὰ τοῦτο ἐν ἑτέροις ὠνόμασται. γίνεται δὲ ὅταν προσληφθῇ τὸ ἀναίτιον ὡς παρ’ ἐκεῖνο γινομένου τοῦ ἐλέγχου· συμβαίνει δὴ τὸ τοιοῦτον ἔνι τοῖς εἰς τὸ ἀδύνατον συλλογισμοῖς· ἐν τούτοις γὰρ ἀναίρειν τι δεῖ τῶν κειμένων· ἐὰν οὖν καταριθμηθῇ ἐν τοῖς ἄλλοις ἐρωτήμασι τοῖς καὶ ἀναγκαιοτέροις, καὶ χρησιμωτέροις πρὸς ἐξαπάτην τῷ σοφιστῇ πρὸ του συμπεράσματος δι᾿ οὗ συμβαίνει τὸ ἀδυνατον, δόξει παρὰ τοῦτο γίνεσθαι πολλάκις ὁ ἔλεγχος· εἰ γάρ τις ὠίη τῶν σοφιστῶν τὸ ζῶον παντὶ λευκῷ, εἶτα μὴ συνομολο- γούντων ἡμῶν πειρᾶται ἐλέγχειν, καὶ δὴ λήψεται τὸ ἀντιφατικῶς ἀντικείμενον τῆς ἡμετέρας προτάσεως μιμούμενος τὸν ἀληθῆ ἔλεγχον· φήσει γὰρ ὡς εἰ ψεῦδος τὸ τὸ ζῶον παντὶ λευκῷ, ἀληθὲς δήπου τὸ μὴ παντί, καὶ οὐκ ὅν δήπου τῷ ἀληθεῖ ἄτοπόν τι ἕψεται, καὶ συλλογίζεται οὕτως· τὸ ζῶον οὐ παντὶ λευκῷ καθ’ ὑμᾶς, τὸ λευκὸν παντὶ πτηνῷ, τὸ πτηνὸν παντὶ κόρακι, τὸ λευκὸν ἄρα παντὶ κόρακι, τὸ ζῶον ἄρα οὐ παντὶ κόρακι. ἀλλὰ μὴν τοῦτο ψεῦδος. ψευδὴς ἄρα καὶ ἡ ὑπόθεσις ᾗ τὸ ἀδύνατον ἠκολού|θησεν, αὕτη δ’ ἦν ἡ τὸ ζῶον οὐ παντὶ λευκῷ· λείπεται ἀληθὲς εἶναι τὸ παντί. ἀλλ’ οὐ παρὰ τοῦτο οὐδὲν γὰρ ἧττον συμβαίνει τὸ ψεῦδος καὶ λείποντος), ἀλλὰ παρὰ τὴν λέγουσαν πρότασιν τὸ λευκὸν παντὶ πτηνῷ. πάλιν ἡμῶν λεγόντων ‘ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ’, ὁ σοφιστὴς ἀναιρῶν οὕτω λέγει, ὡς, εἰ ἀληθές, οὐχ ἕξει τι τῶν ἑπομένων ἀδύνατον, νυνὶ δὲ ἕπεται, οὐκ ἄρα ἀληθές. ἔχει γὰρ οὕτως· εἰ γὰρ τῇ φθορᾷ ἡ γένεσις ἐναντίον ἡ καθόλου τῇ καθόλου, καὶ τῇ τινὶ φθορᾷ τὶς γένεσις ἐναντίον ἔσται· τὶς δὲ φθορὰ ὁ θάνατος· ἕξει ἄρα τινὰ γένεσιν ἐναντίον, ἐναντίον δὲ θανάτῳ οὐκ ἄλλο ἀλλ’ ἢ ζωή, ὥστ’ ἔσται ἡ ζωὴ τὶς γένεσις. εἰ δὲ τοῦτο, καὶ τὸ ζῆν ἔσται γίνεσθαι καὶ τὸ ζῶον, ᾗ ζῇ, γίνεται. ἀλλὰ μὴν τοῦτο ἀδύνατον· ἀδύνατον ἄρα καὶ τὸ λέγειν τὴν ψυχὴν καὶ ζωὴν ταὐτόν. ἀλλ’ οὐ παρὰ τοῦτο, οὐδὲ τοῦτο τοῦ ψεύδους αἴτιον ἀφαιρεθέντος γὰρ πάλιν τὸ ἄτοπον ἔσται), ἀλλὰ τὸ τιθέναι τὸν θάνατον φθοράν· οὐ γὰρ ὁ θάνατος φθορὰ ἀλλὰ διάλυσις καὶ χωρισμὸς ψυχῆς ἀπὸ σώματος, τοῦτο δὲ οὐ φθορά. οὐ γὰρ ἅπαν τὸ χωρισθὲν ἤδη καὶ ἔφθαρται, ὡς ἐπὶ σίτου καὶ κριθῆς καὶ τῶν ὁμοίων ἔχει· ᾤχετο δ’ ἄν καὶ τὸ σῶμα καὶ ἡ ψυχὴ φθαρέντα τῷ θανάτῳ, νῦν δὲ διαμένει· καὶ ζωὴ μὲν ἐναντίον ἔσται τινὶ λύσει ὅπερ ὁ θάνατος, φθορὰ δὲ τῷ ἀψύχῳ σώματι. ἀσυλλόγιστοι μὲν οὖν οὐκ εἰσὶν οἱ τοιοῦτοι λόγοι, πρὸς δὲ τὸ προκείμενον ἀσυλλόγιστοι, καὶ λανθάνει πολλάκις οὐχ ἧττον αὐτοὺς τοὺς ἐρωτῶντας τὸ τοιοῦτον.
Οἱ μὲν οὗν παρὰ τὸ ἑπόμενον καὶ παρὰ τὸ μὴ αἴτιον τοιοῦτοι, τὸ δὲ παρὰ τὸ τὰ δύο ἐρωτήματα ἢ καὶ πλείω ἓν ποιεῖν γίνεται, ὅταν λανθάνῃ πλείω ὄντα καὶ ὡς ἑνὸς ὄντος ἀποδοθῇ ἀπόκρισις μία. καὶ ἐπ’ ἐνίων μὲν ῥᾴδιον ἰδεῖν [*](1 ὃς] ἁ MN 3 δὴ] δὲ Spengel 4 δεῖ om. L 8. 9 συγχωρούντων MN 12 ἀληθῆ N 13 καθ’ ἡμᾶς MN 14 τὸ λευκὸν―κόρακι in marg. add. L μὴν] μὲν M 15 ᾗ] ἢ Μ 16 ἡ om. MN 21 ἀληθὴς Ν εἰ δὲ Μ γένησις N 28 φθορὰ] φθορὰν N 31 καὶ τῷ N 33 φθωρὰ N 36 ἑπόμενον―τὸ δὲ παρὰ in ras. L)
6. Ἢ δὴ οὕτω διαιρετέον τοὺς φαινομένους συλλογισμοὺς καὶ ἐλέγχους, ὡς τοὺς μὲν παρὰ τὴν λέξιν τίθεσθαι, τοὺς δὲ παρὰ τὰ πράγματα καὶ τῆς λέξεως ἐκτός, καὶ τοσούσδε κατ’ εἴδη καὶ τοιούσδε προσονομάζειν, ὥσπερ δὴ καὶ ἐκτέθεινται, ἢ πάντας ἀνακτέον εἰς τὴν τοῦ ἀληθοῦς ἐλέγχου ἄγνοιαν, ἀρχὴν ταύτην ποιησαμένους. ἔστι γὰρ ἅπαντας ἀναλῦσαι τοὺς λεχθέντας εἰς τὸν τοῦ ἐλέγχου διορισμόν· παρὰ γὰρ τὸ ἀγνοεῖν τοὺς προσ- διαλεγομένους, ὁπόσα φυλάττεσθαι χρὴ τὸν ἀληθῶς ἐλέγξοντα καὶ ποῖα, τόπον οἱ σοφισταὶ πρὸς ἀπάτην εὑρίσκουσι. καὶ πρῶτον μὲν καθ’ ἓν τοῦτο πάντας ἀνάξομεν, εἴπερ πάντες ἀσυλλό|γιστοι, ὁ δὲ ἔλεγχος συλλογισμός τις· δεῖ γὰρ ἐκ τῶν κειμένων συμβαίνειν· τὸ συμπέρασμα, ὥστε λέγειν ἐξ ἀνάγκης ἀλλὰ μὴ φαίνεσθαι. ἔπειτα καὶ κατὰ μέρη τοῦ διορισμοῦ. ἐπεὶ γὰρ ὁ ἀληθὴς ἔλεγχος ἀντίφασίς ἐστι τοῦ αὐτοῦ καὶ ἑνὸς ὀνόματος καὶ πράγματος, τῶν δὲ ἐν τῇ λέξει σοφισμάτων τὰ παρὰ τὸ διττόν, οἷον ἡ ὁμωνυμία καὶ ἀμφιβολία καὶ ἡ ὁμοιοσχημοσύνη σύνηθες γάρ, ὡς κἀν τοῖς ἔμπροσθεν ἐλέγετο) πάντα ταῦτα ὡς τόδε τι σημαίνει καὶ ἕν, τὸ κύων, τὸ [*](4 ὅταν τις] ὅστις M τύπτῃ N Arist. 5 ἄνθρωπον τύπτῃ N 7 μόνοις M 9 ἀγα- θῶν ex ἀγαθὸν corr. N 10 σοφροσύνη N 15. 16 τί δὲ MN 20 ἔχοντα N πεφυκότα N οὐχὶ―ἔχειν (21) om. N 23 βλέπων N 37 δὲ om. MN 39 ἐγένετο M Comment. Aristot. XXIII 4. Paraphr. in Sophist. elenchos. 2)
Καὶ οὕτω μὲν οἱ ἐν τῇ λέξει ἓξ παραλογισμοὶ παρὰ τὸν πρῶτον διορισμὸν εἰς τὴν τοῦ ἐλέγχου ἀνήχθησαν ἄγνοιαν· οὐδεὶς γὰρ τὸ αὐτὸ τοῦ αὐτοῦ κατέφησε καὶ ἀπέφησεν· οἱ δὲ παρὰ τὸ συμβεβηκός, ἵνα καὶ πρὸς τοὺς ἐκτὸς τῆς λέξεως ἀπίδωμεν παραλογισμούς, ὁρισθέντος τοῦ συλλογισμοῦ φανεροὶ γίνονται διαμαρτόντες. τὸν δὲ αὐτὸν ὁρισμὸν δεῖ καὶ τοῦ ἐλέγχου εἶναι ὅνπερ καὶ τοῦ συλλογισμοῦ, πλὴν προσκεῖσθαι τὴν ἀντίφασιν· ἔστι γὰρ ἔλεγχος συλλογισμὸς ἀντιφάσεως ἐχούσης τοὺς εἰρημένους διορισμούς. εἰ οὖν μὴ ἔστι συλλογισμὸς τοῦ συμβεβηκότος, οὐδὲ ἔλεγχος ἐγχωρεῖ εἶναι ἀπὸ τοῦ συμβεβηκότος. οὐκ ἔστι δέ· οὐ γὰρ εἰ τούτων ὄντων ἀνάγκη τόδε εἶναι, καὶ τοῦδε τόδε, ἤδη ἀνάγκη καὶ τὸ πρῶτον τῷ ἐσχάτῳ ἐνεῖναι, οἷον εἰ τοῦ κύκνου † λευκοῦ ὄντος, τὸ δὲ χρῶμα, οὐκ ἤδη ὁ κύκνος χρῶμα. οὐδ’ εἰ τὸ τρίγωνον δυοῖν ὀρθαῖν τὰς τρεῖς γωνίας ἴσας ἔχει, συμβέβηκε δὲ αὐτῷ σχήματι | εἶναι ἢ πρώτῳ ἢ ἀρχῇ, ἤδη καὶ πᾶν σχῆμα τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει· πάλαι γὰρ τὸ οὕτω λέγειν ἐλήλεγκται· οὐ γὰρ ᾗ σχῆμα οὐδ’ ᾗ πρῶτον, ἀλλ’ ᾗ τρίγωνον ἡ ἀπόδειξις πρόεισιν. πρῶτον δὲ καὶ ἀρχὴ τῶν σχημάτων τὸ τρίγωνον, εἴπερ τούτῳ τἄλλα καὶ συντίθεται καὶ διαλύεται. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὥστε εἰ ὁ ἔλεγχος συλλογισμός τις, οὐκ ἄν εἴη ἔλεγχος κατὰ συμβεβηκὸς ἀληθής. ἀλλὰ παρὰ τοῦτον καὶ οἱ τεχνῖται καὶ ὅλως οἱ ἐπιστήμονες ὑπὸ τῶν ἀνεπιὄρος [*](5 L 6 μέλλοι MN 7 ὅρους N 7. 11 δοὺς] fort, δόντος 9 κἄν M 11 post γὰρ add. εἰ L ἐν τῇ προτάσει MN συμπεράνοιτο libri 14 εἴ τις om. M 15 τοιῶνδε ἐκ τοιόνδε corr. L 23 ἁμαρτάνοντες MN δὲ] γὰρ Aristoteles 26 οὐδὲ―συμβεβηκότος (27) om. N 27 συμβεβηκότες L 28 τὸ ex τῷ corr. L 29 λευκοῦ ὄντος] ὄντος λευκόν ἐστιν Spengel 30 δύο ὀρθαῖς MN 33 αὐδὴ πρῶτον N 35 καὶ διαλύεται om. M 37 τεχνηταὶ N)
Οἱ δὲ παρὰ τὸ πῆ καὶ ἁπλῶς παραλογισμοὶ ἀνάγονται εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν καὶ αὐτοί, ὅτι οὐ τοῦ αὐτοῦ ἡ κατάφασις καὶ ἀπόφασις· τοῦ γὰρ πῆ λευκοῦ τὸ πῆ οὐ λευκόν, τοῦ δὲ ἁπλῶς λευκοῦ τὸ ἁπλῶς οὐ λευκὸν ἀπόφασις. εἰ οὖν δόντος τὸ πὴ εἶναι λευκὸν τὸν Αἰθίοπα ὡς ἁπλῶς εἰρημένον λαμβάνει, οὐ ποιεῖ ἔλεγχον· οὐ γὰρ ἐκ τῶν δεδομένων συλλογί- ζεται, φαίνεται δὲ διὰ τὴν ἄγνοιαν τοῦ τί ἐστιν ἔλεγχος.
Φανερώτατα δὲ πάντων οἱ πρότερον λεχθέντες παραλογισμοί, λέγω δὴ τοὺς περὶ τὴν λέξιν, παρὰ τὸν τοῦ ἐλέγχου γίνονται διορισμόν, διὸ καὶ οὕτω προσηγορεύθησαν· παρὰ γὰρ τοῦ λόγου τὴν ἔλλειψιν καὶ τὸ ὑπερβαίνειν τῶν ἐν | τῷ τοῦ ἀληθοῦς ἐλέγχου ὁρισμῷ τηρουμένων ἡ φαντασία τῆς 38 ἀπάτης γίνεται. διαιρουμένοις οὖν οὐτῶ τοῖς τοιούτοις σοφίσμασι κοινὸν.
ἐπὶ πᾶσι θετέον τὴν τοῦ ὁριστικοῦ λόγου ἔλλειψιν.
Πάλιν δὲ ἐπὶ τοὺς ἐκτὸς τῆς λέξεως ἐρχόμενοι λέγομεν, ὡς καὶ οἱ λαμβάνοντες τὸ ἐν ἀρχῇ καὶ οἱ τὸ ἀναίτιον ὡς αἴτιον τιθέμενοι δῆλοι διὰ τοῦ ὁρισμοῦ τοὐ ἀληθοῦς ἐλέγχου ὡς παρὰ τὴν τούτου ἄγνοιαν καὶ τὴν ἔλλειψιν γίνονται. δεῖ γὰρ ἐν τοῖς κυρίως συλλογισμοῖς τὸ συμπέρασμα γίνεσθαι τῷ ταῦτα εἶναι καὶ ὡς ἀπ’ αἰτίων γεννᾶσθαι τῶν προτάσεων ἕτερον ὂν ἐκείνων, ὅπερ οὐκ ἦν ἐν τοῖς ἀναιτίοις, καὶ μὴ συναριθμεῖσθαι τὸ ἐξ ἀρχῆς, ὅπερ οὐκ ἔχουσιν οἱ παρὰ τὴν αἴτησιν τοῦ ἐν ἀρχῇ.
Οἱ δὲ παρὰ τὸ ἑπόμενον μέρος εἰσὶ τοῦ συμβεβηκότος, καὶ εἰ ἐκεῖνοι πίπτουσι τοῦ διορισμοῦ ἐκτός, καὶ οὗτοι· οὗ γὰρ τὸ ὅλον, καὶ τὸ μέρος. διαφέρουσι δὲ καὶ ἀλλήλων τῷ τοὺς μὲν κατὰ συμβεβηκὸς περαίνειν ἁπλῶς καὶ μὴ ἀντιστρέφειν, τοὺς δὲ παρὰ τὸ ἑπόμενον ἀντιστρέφειν, καὶ ὥσπερ δὶς τὸ αὐτὸ λαμβάνειν τῇ μεταποιήσει. διὰ τοῦτο καὶ τὸν μὲν ἐφ’ ἑνὸς λέγομεν τὸν δὲ ἐν πλείοσι· τὰ γὰρ ἑνὶ ταὐτὰ καὶ ἀλλήλοις ἀξιοῦμεν. ἔστι δ’ οὐ πάντως ἀληθῶς· οὐ γάρ, εἰ ὁ κύκνος λευκόν, καὶ τὸ λευκὸν πάντως κύκνος. ἢ πάλιν ὡς ἐν τῷ Μελίσσου λόγῳ | τὸ αὐτὸ εἶναι λαμβάνει τὸ γεγονέναι καὶ ἀρχὴν ἔχειν· ἐπεὶ γάρ, φησί, τὸ γεγονὸς καὶ τὸ πεπερασμένον εἰσὶ ταὐτὰ τῷ ἔχοντι ἀρχήν, ἔσται λοιπὸν καὶ τὸ γεγονὸς καὶ τὸ ἔχον ἀρχὴν ταὐτά. ἢ τὸ ἴσοις γίνεσθαι καὶ τὸ αὐτὸ μέγεθος λαμβάνειν· οὐ γάρ, εἰ τὰ τὸ αὐτὸ κατὰ ποσὸν μέγεθος λαμβάνοντα ἴσα γίνεται, καὶ τὰ ἴσα γινόμενα ἓν μέγεθος λαμβάνει, οἷον εἴπερ Σωκράτης καὶ Θεαίτητος ἴσοι τρι- πήχεις γὰρ ἄμφω), ἤδη που καὶ ἓν κατ’ ἀριθμὸν καὶ ταὐτὸν μέγεθος ἔχουσιν. ἐπὶ πᾶσι γὰρ τὸ ἑπόμενον καθόλου ὡς ἰσάζον λαμβάνει. ἐπισκεπτόμενοι δὲ καὶ ἄλλως οἱ τοιοῦτοι παραλογισμοὶ τὸ ἀσύστατον ἔχουσιν. δύο γὰρ καταφάσεις ἐν δευτέρῳ λαμβάνουσι σχήματι.
[*](2 οὐ om. M δεῖ] δὴ L 10 λέγω δὴ post λέξιν ponit L 11 περὶ LN Alex.: παρὰ M 14 οὕτω om. MN 18 ἔλεγχον M 20 ἀπ’ om. M 21 ἐν τοῖς ἐναντίοις M 24 οὐ γὰρ N 30 ἐν τὰ M 32 ἔχοντι] ἔχειν L 33 ἴσους N: ἴσως M)Οἱ δὲ παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν ἐν τῷ μὴ διαρθροῦν ἡμᾶς τὸν τῆς προτάσεως λόγον. πρότασις γάρ ἐστιν ἡ ἓν καθ’ ἑνὸς, κατηγοροῦσα ἢ ἀποφάσκουσα· ἑκάτερος γὰρ τῶν κειμένων ὅρων ἓν ἀξιοῦται σημαίνειν πρᾶγμα, οἷον ἄνθρωπος καὶ λεῦκον ἕνος ἑκάτερος έσται δηλωτικὸς καὶ οὐ πλειόνων. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. εἰ οὖν μία πρότασις ἡ ἓν καθ’ ἑνὸς ἀξιοῦσα, καὶ ἁπλῶς ἔσται πρότασις ἡ τοιαύτη ἐρώτησις. ἐπεὶ δὲ συλλογισμὸς ἐκ προτάσεων, ἡ δὲ πρότασις ἓν καθ’ ἑνός, φανερὸν ὅτι καὶ οὗτος ἔσται ἐν τῇ ἐλέγχου ἀγνοίᾳ· φαί|νεται γὰρ εἶναι πρότασις ἡ οὐκ οὖσα πρότασις. ἄν τοίνυν πλειόνων ἐρωτημάτων προτεθέντων παρὰ τοῦ σοφιστοῦ ἐποιήσατο τὴν ἀπόκρισιν ὁ προσδιαλεγόμενος ὡς πρὸς μίαν ἐρώτησιν, ἔσται ἔλεγχος· εἰ δὲ μὴ δέδωκε φανερῶς, ἀλλὰ φαίνεται τῷ σιωπῆσαι ἢ τῷ διστάσαι, φαινόμενος. ὥστε πάντες οἱ τρόποι πίπτουσιν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν. τί δὲ κωλύει καὶ πάλιν ἀναλαβεῖν καὶ δὶς τὰ αὐτὰ διὰ τὸ σαφέστερον ἐπελθεῖν καὶ λύσιν τινὰ μετρίαν πρὸ τῆς ἀκριβεστέρας καὶ μείζονος κἀντεῦθεν δοῦναι τοῖς παραλογισμοῖς; οἱ μὲν οὖν παρὰ τὴν λέξιν, ὡς εἴρηται, πεσοῦνται πάντες ἐκτὸς τοῦ διορισμοῦ, ὅτι οὐκ ἀληθῆ συν- άγουσιν ἀντίφασιν, ὅπερ ἦν τοῦ κυρίως ἐλέγχου, ἀλλὰ φαινομένην· τὸ γὰρ κύων ὑλακτεῖ, κύων οὐχ ὑλακτεῖ οὐκ ἀντίφασις, ὡς συναληθεύουσα ἐπ’ ἄλλου καὶ ἄλλου λαμβανομένη· οἱ δ’ ἄλλοι παρὰ τὸν τοῦ συλλογισμοῦ ὁρισμὸν ἐλλείψαντός του τῶν παρατετηρημένων οἷς ὅ τε ἀπλῶς συνίσταται συλλογισμὸς καὶ ὁ ἀληθὴς ἔλεγχος.
7, Γίνεται γοῦν ἡ ἀπάτη ἐν τοῖς παρὰ τὴν λέξιν σοφίσμασι τῶν μὲν παρὰ τὴν ὁμωνυμίαν καὶ τὸν ἀμφίβολον λόγον τῷ μὴ δύνασθαι διαιρεῖν ἡμᾶς τὸ πολλαχῶς λεγόμενον. ὁ γὰρ συναισθόμενος, κατὰ πόσων σημαινομένων τὸ κύων ἢ τὸ σιγῶντα φέρεται, καὶ διελόμενος ἧττον ἐν τοῖς τοιούτοις ἀπατηθήσεται· ἐργῶδες δὲ τοῦτο ποιεῖν αὐτίκα καὶ τοῖς εἰς ἄκραν ἕξιν λογικὴν | ἀφιγμένοις. ἔστι γὰρ ἃ κἀκείνοις οὐκ εὔπορον διελεῖν ἁγωνιζομένοις ἀθρόως, οἷον τὸ ὄν, τὸ ἓν καὶ τὸ ταὐτόν. ἴσως δ’ ἄν διαιρεθεῖεν τό τε ὂν ἐν τοῖς δέκα γένεσι καὶ ἐν τῷ δυνάμει καὶ ἐνεργείᾳ, καὶ ταὐτόν τι ἕτερον ἑτέρῳ πάλιν ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ· κατὰ τὰ αὐτὰ δὲ καὶ τὸ ἕν. τῶν δ’ αὖ περὶ τὴν σύνθεσιν καὶ διαίρεσιν ἡ ἀπάτη τῷ μηθὲν οἴεσθαι διαφέρειν συντιθέμενον τὸν λόγον ἢ διαιρούμενον καὶ καταφρονεῖν ὡς οὐδὲν πρᾶγμα· τὸ δὲ διαφέρει πάμμεγα. καὶ ἴσως ἔν τισι ταὐτὸν καὶ ἡνωμένος καὶ διῃρημένος ὁ λόγος σημαίνει ὡς ἐπὶ τῶν ὁρισμῶν ἔχει, οὐκ ἐπὶ πάντων δέ. ὁμοίως δὲ καὶ τῶν παρὰ τὴν προσῳδίαν ἡ ἀπάτη· οὐ γὰρ ἄλλο δοκεῖ σημαίνειν τοῖς ἐρωτωμένοις ἀνιέμενος καὶ ἐπιτεινόμενος ὁ λόγος. ἐπ’ οὐδενὸς γὰρ ἢ οὐκ ἐπὶ πολλῶν τὸ τοιοῦτον εὕροι τις ἄν· ἐπὶ γὰρ τῶν πλείστων πρὸς τὴν διαφορὰν τοῦ τόνου ἢ τοὐ πνεύματος καὶ ἡ τῆς λέξεως ἀκολουθεῖ σημασία. Θάλης μὲν γὰρ καὶ Θαλῆς ταὐτὸν σημαίνει· [*](1 τὸ om. LN 4 σημαίνει M 9 ἂν] sic libri 12 τὴν om. M 14 ἀπελ- θεῖν LM πρὸς N 20 παρατηρημένων M 22 οὖν MN 23 τὸν ex τῶν corr. L 25 φέρεται] φαίνεται N 27 λογικὸν M 32 διαφέρει M 35 τὴν om. MN 37 τὸ τοιοῦτον om. MN)
8. ἐπεὶ δ’ ἔχομεν παρ’ ὅσα γίνονται οἱ φαινόμενοι συλλογισμοί, ἔχομεν καὶ παρ’ ὁπόσα οἱ σοφιστικοί· ταὐτὸν γὰρ ἄμφω, ἢ μικρὸν τὸ διάφορον. παρὰ δὲ τοὺς τρισκαίδεκα τρόπους ἐκεῖνοι· παρὰ τοσούτους καὶ οὗτοι. καλῶ δὲ σοφιστικὸν καὶ φαινόμενον ἔλεγχον οὐ μόνον τὸν ἁμαρτόντα τοῦ εἴδους τοὐ συλλογιστικοῦ, ὡς ἂν ἐκ δύο μερικῶν ἢ ἀποφατικῶν ἔν τινι τῶν σχημάτων ἢ ἐξ ὅλων καταφατικῶν ἐν τῷ μέσῳ πλεκόμενον, ἀλλὰ καὶ τὸν ὑγιαίνοντα μὲν ἐν τούτῳ, φαινόμενον δὲ καὶ οἰκεῖον τοῦ πράγματος ὡς ἄν ἐκ τῶν ἀρχῶν τῆς προκειμένης ἐπιστήμης ἀγόμενον, μὴ μέντοι διὰ τέλους τοῦτο φυλάττοντα, ἀλλὰ τοῖς ἀληθέσιν ἔξω ψευδῆ παρενείροντα. εἰσὶ δ’ οὗτοι οὓς καὶ πειραστικοὺς ἐν τοῖς κατ’ ἀρχὰς ὡριζόμεθα. τὸ γὰρ δεικνύειν τὴν μίαν τοῦ τριγώνου πλευρὰν μείζονα τῶν λοιπῶν ἐναντίον ἢ τὸ ἀληθὲς ἔχει· παντὸς γὰρ τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζονές εἰσι πάντη μεταλαμβανόμεναι. πῶς μὲν γεωμετρικὸς ὁ λόγος, τῷ ἀπλῶς τρίγωνα λαμβάνειν καὶ γραμμὰς ἐκτείνειν καὶ κύκλους περιάγειν, τῷ δ’ αὖ ἄγειν μὴ ὡς ἂν ἀχθεῖεν, καὶ γράφειν μὴ ὡς ἄν γραφεῖεν οὐ γεωμετρικός. ὅθεν συνθλίβει μὲν ὁ πειραστικὸς εἰς ἀντιφάσεις τὸν προσποιύμενόν του ἐπιστήμονα εἶναι καὶ ἐπ’ ὠφελείᾳ ἔστιν οἷς ἀφαιρεῖται γὰρ αὐτῶν τὴν ματαίαν δοξοσοφίαν), φαινόμενος δέ, ὥς γε εἴρηται, οἰκεῖος τοῦ πράγματος πάντη οὐκ ἔστιν· οὐ γὰρ ἂν ἴσχυσεν ἐλέγξαι τοιοῦτος ὁ παρὰ Πλάτωνι εὐθύφρων καὶ Γοργίας. ἐπεὶ δὲ ἡ διαλεκτικὴ ἐκ τῶν κοινοτάτων ἀρχῶν καὶ ἐνδόξων λαμβάνει, ἐδείχθη δὲ καὶ ἡ πειραστικὴ ἐκ τῶν προσεχῶν τῇ κατὰ μέρος ἐπιστήμῃ καὶ ἰδίων, εἴη ἄν τις ἐν ταύταις κοινωνία, καὶ ἔστιν ἡ πειραστικὴ μέρος τῆς διαλεκτικῆς, καὶ δύναται ψεῦδος συλλογίζεσθαι δι’ ἄγνοιαν τοῦ διδόντος τὸν λόγον. διαφέρουσι δὲ ἀμφότεραι τῆς σοφιστικῆς ὡς αἱ μὲν δῆλον ποιοῦσιν ἀντίφασιν συλλογιζόμεναι τῆς τοῦ ἀποκρινομένου θέσεως οὐ γὰρ ἐρωτῶσιν ὁμώνυμα καὶ ἀμφίβολα καὶ τοιαῦτά τινα), οἱ μέντοι σοφισταὶ ἄν ποτε καὶ συλλογίζονται τὴν ἀντίφασιν, οὐ ποιοῦσι δῆλον εἰ ἀγνοεῖ ὁ προσδιαλεγόμενος· καὶ γὰρ τὸν εἰδότα ἐμποδίζουσι τούτοις τοῖς λόγοις· ὁμώνυμα γὰρ ἐρωτώντων καὶ ἀμφίβολα οὐδεὶς οἶδε τῶν ἀκροωμένων, εἰ τὴν ἀντίφασιν συνάγουσι.
[*](1 ὥσπερ οὐδὲν M προσημαίνει L 4 ὡς om. M 6 τῷ] τὸ M παραφθέντος MN 7 τὸ M 9 ταὐτὰ MN 9. 10 τι διάφορον MN 11 ἀμαρτάνοντα M 12 συλλογισμοῦ M μερικὸν N 12. 13 ἔν τινι τῷ σχήματι M 13 καταφατικῶν ex καταφατικὸν corr. N 14 τὸν] τῶν N τοῦτο N 18 δεικνύναι MN 21 ἐκτείνυν L 24 ἀπ’ N αὐτὸν L 26 τοιοῦτος] fort. τοιούτως 29 μετὰ μέρος Μ ἐν ex ἀν corr. L: κἀν N: κἂν Μ 34 συλλογίζωνται MN)Τοσαῦτα γοῦν παρειπόντες πάλιν ἀνιόντες λέγομεν. ὅτι μὲν οὗν ἔχοἐντεῦθεν· ἐντεῦθεν· παρ’ ὅσα γὰρ φαίνεται τοῖς ἀκούουσιν ὡς ἠρωτημένα συλλελογί- σθαι καλῶς, παρὰ ταῦτα κἄν τῷ ἀποκρινομένῳ δόξει. ἀπατηθήσεται δὲ ὁ ἀκροατὴς ἢ διὰ τὴν ὁμωνυμίαν ἢ ἀμφιβολίαν ἢ ἄλλο τι τῶν | ἀπηριθμημένων, καὶ ὁ ἀποκρινόμενος παρά τι τούτων κατασεσοφίσθαι δόξει· ὃ γὰρ μὴ ἐρωτώμε.νός τις ἔνδοθεν καὶ σιγῶν καλῶς ἠρωτῆσθαι ἐνόμισε καὶ συνένευσε, κἄν ἐρωτηθεὶς θείη, καὶ ἄλλῳ ἐρωτωμένῳ μὴ διδόντι δυσχερανεῖ. οἱ γὰρ ἀκροαταὶ ἐν ταῖς διαλέξεσι κριταὶ τῆς νίκης τοῖς ἀγωνιζομένοις κάθηνται· ὡς γοῦν οὗτοι διατεθῶσι, τοῖς λόγοις τὸ κῦρος ἕπεται. πλὴν ἐπί τινων διὰ τὸ πρόδηλον, οἷον ἐν τοῖς παρὰ ·τὴν λέξιν καὶ τὸν σολοικισμὸν συμπεραινομένου τοῦ σοφιστοῦ οὐκ ἄφωνοι μένουσιν οὔθ’ οἱ ἀκροαταὶ οὔθ’ οἱ ἀποκρινόμενοι, ἀλλ’ ἅμα συμβαίνει προσερωτᾶν αὐτοὺς τὸ ἐνδεὲς καὶ τὸ ψεῦδος ἐμφανίζειν, οἷον ὁ Σωκράτης καθήμενος βαδίζει ἐλέγξει γάρ, ὡς παρείθη τὸ δύναται), καὶ ἔστιν ἄρα λίθον· οὔ φασιν, ἀλλ’ ἔστι λίθος. εἰ οὖν οἱ παραλογισμοὶ τῆς ἀντιφάσεως παρὰ τὸν φαινόμενον ἔλεγχόν εἰσι, δῆλον ὅτι παρὰ τοσαῦτα ἄν καὶ τῶν ψευδῶν εἴησαν συλλογισμοί. ὁ δὲ φαινόμενος ἔλεγχος παρὰ τὴν ἔκπτωσιν τῶν μορίων τοῦ ἀληθοῦς, καὶ εἴπερ οὐκ ὄχλος τὰ αὐτὰ διὰ τὸ σαφὲς πολλάκις λέγειν, ἐπεὶ ἀληθὴς ἔλεγχός ἐστιν ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνὸς καὶ τἄλλα, φανείη ἄν ψευδὴς ἔλεγχος ἑκάστου τῶν μορίων ἐκλείποντος τῶν κατὰ τὸν ἀληθῆ. οἷον ὁ παρὰ τὸ μὴ αἴτιον τιθέμενος ὡς αἴτιον καὶ ἀπάγων εἰς τὸ ἀδύνατον οὐκ ἐκ τῶν κειμένων ἤχθη οὐδὲ τῷ ταῦτα εἶναι συμ|βέβηκεν βέβηκεν (ἔδει δέ), καὶ ὁ τὰς δύο ἐρωτήσεις μίαν ποιῶν παρὰ τὴν πρότασιν, ὅ τε κατὰ συμβεβηκὸς παρὰ τὴν ἔλλειψιν τοῦ καθ’ αὑτό τούτῳ συνυπήχθη καὶ ὁ παρὰ τὸ ἑπόμενον)· ἔτι τὸ μὴ ἐπὶ τοῦ πράγματος ἀλλ’ ἐπὶ ψιλοῦ τοῦ λόγου καὶ τοῦ ὀνόματος συνάγειν τὴν ἀντίφα- σιν, ὡς ἐπὶ τῶν ὁμωνύμων καὶ ὁμοιοσχημόνων καὶ ἀμφιβόλων καὶ τῶν παρὰ προσῳδίαν, ὅ τε κατὰ σύνθεσιν καὶ διαίρεσιν παρά τε τὸ ἐνδεῆ ληφθῆναι τὸν] ἐν τῷ συμπεράσματι #x003E; κατηγορούμενον τῆς πρώτης θέσεως καὶ τὸ φύρειν τὸ δυνάμει καὶ ἐνεργείᾳ. παρὰ τὴν ἔλλειψιν δὲ καὶ τοῦ τῆς προτά- σεως ὅρου καὶ τοῦ συλλογισμοῦ ὁ παρὰ τὸ πῆ καὶ ἁπλῶς· οὐ γὰρ ἐκ τῶν δοθέντων. πῆ γὰρ ἢ ποῦ ἢ πρός τι ἢ ποτὲ δοθέντος εἶναι ἢ μὴ εἶναι ἁπλῶς ἐπάγει, ἢ τὸ ἔμπαλιν, καὶ κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτό. ἔτι παρὰ τὸ μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ ὁ τὸ ἐν ἀρχῇ λαμβάνων. ὥστ’ ἔχομεν, παρ’ ὅσα μὲν γίνονται οἱ παραλογισμοί· παρὰ πλείω δὲ οὐκ ἂν εἶεν, παρὰ δὲ τὰ εἰρημένα ἔσονται πάντες.
Ὑπὲρ ἁπάντων δὲ κοινῶς ἀποφαινόμενοι λέγομεν ὡς πᾶς σοφιστικὸς ἔλεγχος ἢ συλλογισμὸς οὐχ ἁπλῶς ἐστι συλλογισμὸς ἢ ἔλεγχος, ἀλλὰ πρός [*](1 ὅτι―ἔχομεν om. M: οὖν om. N 4 κἀν L δόξει L: δόξειεν MN δὲ om. M 10 γοῦν] ἄν οὖν MN 11 τὴν om. MN 17 συλλογισμοί] παρ’ ὅσα καὶ ὁ φαινόμενος ἔλεγχος add. Aristoteles 23 ἔδει δέ om. M 29 τὸν dclevi, cf. p. 7, 16: τῶν N τὸ addidi 30 φέρειν N 33 ἀπάγοι N 34 συναριθμούμενον M ὁ—ἀρχῇ om. N 35 μὲν om. MN γὰρ οὐκ ΜΝ)
9. Οἱ μὲν οὖν ψευδεῖς ἔλεγχοι καὶ συλλογισμοὶ τοσοῦτοι τῷ ἀριθμῷ καὶ τοιοίδε· ἔχομεν δὲ καὶ τὴν διδασκαλικὴν αὐτῶν μέθοδον. τῶν μέντοι ἀληθινῶν ἐλέγχων οὔτ’ ἐπιστήμη τις εὕρηται ἕως νῦν, οὔτε καθ’ ὅσους τρόπους διῄρηνται. τὸ δὲ αἴτιον, ὡς ἐν τοῖς προοιμίοις ἐλέγετο· παρὰ τοσούτοις γὰρ οἱ ἀληθεῖς ἔλεγχοι, παρ’ ὅσοις αἱ ἀποδείξεις. πᾶσαν γὰρ ἀπόδειξιν κατ’ εὐθεῖαν ἔστι καὶ διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς περᾶναι, ἣν δήπου καὶ ἀληθινὸν ἐτίθεμεν ἔλεγχον· οἷον εἰ σύμμετρον ἔφησεν τὴν πλευρὰν τῇ διαμέτρῳ, ἀποδείξει ὅτι ἀσύμμετρος. καὶ ἐπὶ σαφεστέρων, ὁ ἄνθρωπος λογικόν, τὸ λογικὸν ζῶον, ὁ ἄνθρωπος ἄρα ζῶον· τοῦτο ἀπόδειξις. εἴ τις γοῦν ἐνίσταιτο μὴ ἀληθὲς λέγων τὸ συμπέρασμα, ἐλέγχοντες αὐτὸν τὸ τοὐ συμπεράσματος λαμβάνομεν ἀντικείμενον, ὅπερ καὶ τίθεται, τὸ οὐ πᾶς ἅνθρωπος ζῶον, καὶ μίαν τῶν κειμένων προτάσεων τὴν ἄνθρωπος λογικόν, καὶ συνάγομεν ἐν τρίτῳ σχήματι ἀδύνατόν τι καὶ ἄτοπον· ἀναιροῦμεν γάρ τι τῶν ὁμολογουμένως ἀληθῶν. εἰ γὰρ οὐ πᾶς ἄνθρωπος ζῶον, πᾶς δὲ ἄνθρωπος λογικόν, οὐ πᾶν λογικὸν ζῶον. ἀλλὰ | μὴν ὑπέκειτο καὶ πᾶν. οὐκ ἄρα ἀληθὴς ἡ ἔνστασις ἡ οὐ πᾶς ἄνθρωπος ζῶον· παρ’ ἐκείνην γὰρ τὸ ἀδύνατον. ἀληθὲς ἄρα τὸ πᾶς ἄνθρωπος ζῶον, ὅπερ ἐξ ἀρχῆς ἦν. εἰσὶ μὲν οὖν οἱ ἀληθεῖς ἔλεγχοι κατὰ τὰς ἀποδείξεις, αἱ δὲ κατὰ τὰς ἐπιστήμας, καὶ παμπληθεῖς ἐν ἑκάστῃ. πολλαὶ δὲ αἱ ἐπιστῆμαι καὶ οὔπω πεπέρανται· ὅσαι γὰρ ἐν τῷ λείποντι τοῦ χρόνου φανήσονται, προσθήκη ταῖς οὔσαις ἔσονται.. χρόνος γὰρ ἐκ περιττοῦ, καὶ ἐν ἑκάστῳ γένοιτ’ ἄν καὶ ἐν τῷ παντί, ἥ τε τῶν πραγμάτων τοῦτο προσαναγκάζει φύσις ἀνεξάλειπτον ἔχουσα καὶ τὴν φθορὰν καὶ τὴν γένεσιν. ὥστε οὐ δεῖ πειρᾶσθαι ἀφωρισμένως λαμβάνειν, παρ’ ὁπόσα ἐλέγχονται οἱ ἀληθῶς ἐλεγχόμενοι, ἄνευ τῆς τῶν ὄντων ἐπιστήμης ἁπάντων. τοῦτο δ’ οὐδεμιᾶς ἐστι τέχνης, οὐδέ τις οἶδε τά τε ὄντα τά τ’ ἐσόμενα τὰ προεόντα τε, θεὸς δ’ ἄν τοῦτο μόνος ἔχοι τὸ γέρας. εἰ οὖν μὴ οἷόν τε πάντα τὸν αὐτὸν εἰδέναι ἄνθρωπον, παρὰ δὲ τὰς ἐν ἑκάστῃ ἐπιστημονικὰς οἱ ἀληθεῖς ἔλεγχοι ἄλλοι μὲν γὰρ παρὰ τὰς ἐν γεωμετρίᾳ ἀρχάς, καὶ παρὰ τὰς ἐν ἰατρικῇ ἕτεροι καὶ παρ’ ἄλλας ἄλλοι), οὐδὲ κοινήν τινα μέθοδον αὐτῶν ἀποδοῦναι δυνατόν. καὶ τί δεῖ ἐπὶ τούτων προσαπορεῖν; μικροῦ δεῖν οὐδ’ οἱ ψευδεῖς ἐν ὡρισμένοις· ἐν ἀπείροις γὰρ καὶ οὗτοι. οἱ γὰρ πειραστικοὶ καὶ κατὰ μέρος ἄπειροι τῷ καθ’ ἑκάστην [*](1 ἂν δὲ MN λάβη M: λαβεῖ N 2 ὁ παρὰ—δεικνύειν καὶ (3) om. L 10 διύφηνται M 11 τοσούτους M ὅσους M 13 ἀληθῆ MN 13. 14 τῇ διαμέτρῳ τὴν πλευρὰν MN 14 ἐπισαφἐστερον L 17 τὸ ἀντικείμενον L 20 ὁμολογουμένων M 24 οἱ om. MN 29 γένεσι N ἀφωρισμένον M 32 ἐσσόμενα M πρό τ’ ἐόντα MN, cf. Hom. II. I, 70 ἔχοι ex ἔχει corr. N 33 οἶον] οἴ L 34 ἐπιστημονικὰς] ἐπιστήμῃ ἀρχὰς Spengel, cf. v. 35 3,3 ἑτέρα MN ἄλλη MN)