In Aristotelis Sophisticos Elenchos Paraphrasis
Anonymi In Aristotelis Sophisticos Elenchos
Anonymi In Aristotelis Sophisticos Elenchos. In Aristotelis Sophisticos Elenchos Paraphrasis (Commentaria in Aristotelem Graeca 23.4). Hayduck, Michael, editor. Berlin: Reimer, 1884.
10. Καὶ ἡμεῖς μὲν οὕτω τοὺς τῶν σοφιστῶν ἐλέγχους κατ’ εἴδη καὶ κατὰ γένος διῃρήκαμέν τε καὶ ἐδιδάξαμεν καὶ πρώτην αὐτῶν ἐκείνην καὶ κοινοτάτην διαίρεσιν πεποιήμεθα, καὶ τοὺς μὲν αὐτῶν παρὰ τὴν λέξιν τοὺς δὲ ἐκτὸς τῆς λέξεως ὠνομάκαμεν. ἀλλ’ εἰσὶν οἳ τούτοις μὲν οὐ στοιχοῦσιν, ἑτέραν δὲ παρ’ αὐτῶν καὶ καινοτέραν τὴν ἀνωτάτω ποιοῦνται διαφοράν· τοὺς μὲν γάρ φασιν εἶναι πρὸς τοὔνομα τοὺς δὲ πάρα τὴν διάνοιαν· ταύτα δὲ εἰ μὴ ταὐτὰ ἀλλ’ ἕτερα, καὶ εἰ πάσας ἔχει τὰς ἀποδεδομένας τῶν σοφισμάτων ἰδέας. καὶ ἐπὶ πᾶσιν εἰ καλῶς οὕτω λέγεται καὶ διῄρηται, ἐπισκεψώμεθα λογικώτερον. καὶ πρῶτον μὲν ἄτοπον τὸ ὑπολαμβάνειν ἄλλους μὲν εἶναι πρὸς τοὔνομα λόγους, ἑτέρους δὲ παρὰ τὴν διάνοιαν, ἀλλ’ οὐ τοὺς αὐτούς. τί γάρ ἐστι τὸ μὴ πρὸς τὴν διάνοιαν ἀλλ’ ἢ ὅταν μὴ χρῆται τῷ ὀνόματι ὁ ἐρωτῶν ἐπὶ τῇ ἐννοίᾳ ἐκείνῃ καὶ ἐφ’ ᾧ σημαινομένῳ ὁ ἐρωτη- θεὶς διανοούμενος ἔδωκεν; τὸ δ’ αὐτὸ τοῦτό ἐστι καὶ πρὸς τοὔνομα· ψιλὸν γὰρ ὥσπερ περιστρέφει τὸ ὄνομα διαφόροις ἐφαρμόττων πράγμασιν. ὡς ἂν δὲ σαφέστερα ἃ λέγομεν γένοιτο, ἐπὶ τῶν ὁμωνύμων | γυμνάσωμεν. πρὸς γὰρ τὸν ἐρωτήσαντα ‘ἆρά γε ὁ κύων ὑλακτεῖ;’ ἢ ‘ὁ ἀετὸς πτηνόν;’ εἴ τις δώσει οἰόμενος ἐρωτᾶσθαι περὶ τοῦ χερσαίου ἢ τοῦ ἐν· ἀέρι, ὁ δὲ μὴ ἐπὶ τούτοις χρῆται ἀλλὰ μεταφέρει τὸ ὄνομα ἐπὶ τοὺς θαλαττίους, εἶτα δεικνύει τὸν ἀποκριθέντα ψευδόμενον, εἰς ἓν τὰ εἰρημένα συνάγεται· ἥ τε γὰρ διάνοια ἑκατέρων διάφορος καὶ οὐ πρὸς τὸ αὐτό, καὶ τὸ μεταπῖπτον διὰ τὸ πλεῖστα σημαίνειν τὸ ὄνομα τῆς πλάνης αἴτιον. εἰ δὲ μὴ. τὸ ὄνομα σημαίνει πλείω, ἢ καὶ σημαῖνον ὡς ἓν δηλοῦν ὑπὸ τοῦ ἐρωτῶντος καὶ ἀποκρινομένου ὑπολαμβάνεται, ἀπάτη μὲν οὐκ ἔσται, πάλιν δὲ ταὐτὸν ἔσται ἄμφω· οἷον τὸ ἓν καὶ τὸ ὂν ἴσως πολλὰ σημαίνει, ὁ μέντοι Παρμενίδης καὶ χηνῶν ἓν ἄμφω καὶ καθ’ ἑνὸς σημαινομένου τιθέμενοι εἰ ἕτερος ὑφ’ ἑτέρου προσηρωτᾶτο, εἰ ἓν τὸ ὂν καὶ μονοειδές, καὶ ὁ διδοὺς ἓν εἶναι χηνῶν καὶ ὁ λαμβάνων Παρμενίδης ἀμφότεροι καὶ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν ἀλλήλων διειλεγμένοι εἴησαν. εἰ δέ τις πολλὰ οἴεται σημαίνειν καὶ ἐρωτήσει, οὐ πρὸς τὴν διάνοιαν αὐτοῦ δῆλον ὅτι ἀπηντηκὼς ἔσται ὁ ἀποκριθεὶς ἕν, ὥς γε εἴρηται. καὶ τοῦτο μὲν οὕτως. ἔπειτα δὲ τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν οὐκ ἐπὶ πάντας φθάνει τοὺς παραλογισμούς, ἀλλὰ περὶ μόνους τούτους ὅσοι πλείω σημαίνουσιν. εἶεν δ’ ἂν τῶν ἐντὸς τῆς λέξεως μόνοι οἱ κατὰ τὸ ὁμώνυμον καὶ ἀμφίβολον οἵ τε παρὰ προσ- ῳδίαν καὶ κατὰ τὴν ὁμοιο|σχημοσύνην. ἄλλως τε οὐδ’ ἐν τούτοις αὐτοῖς ἀεὶ τὸ αἴτιον ἐν τῇ λέξει, ἵν’ ᾖ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν, ἀλλ’ ἔστιν ὅτε πρὸς τὸ ποιὸν εἶναι τὸν ἐρωτῶντα ἢ ἀποκρινόμενον. οἰηθείη γὰρ ἄν τις τό τε μονοειδὲς πολύσημον καὶ τὸ ἔμπαλιν, ὡς δὲ ἔχει, καὶ δώσει καὶ ἀπολήψεται. ἔτι εἰ ἀποδέδεικται τοὺς αὐτοὺς εἶναι τοὺς παρὰ τὴν διάνοιαν τοῖς πρὸς τοὔνομα, πάντας δὲ ἐκεῖνοι τῇ διαιρέσει συνέχειν ᾤοντο, [*](11 ἀλλ’ ἡ N 11. 12 τῶν ὀνομάτων N 12 καὶ om. MN σημαίνω L ὁ om. N 17 γερσαίου L 21 πλεῖστα] sic libri: πλείω recte Spengel τὸ (post σημαίνειν) om. L 23 ἀποκριναμένου L 29 ὁ] μὴ MN 34 καὶ οἱ κατὰ MN)
Ἀλλὰ δὴ ὅθεν ἦλθεν ὁ λόγος, ἐπανιτέον, καὶ ἔτι προσωτέρω τοὺς ἐλέγχους ἀγάγωμεν τὴν τῶν οὕτω διαιρούντων ἐπὶ πλέον δόξαν εὐθύνοντες. πότερον οἱ ἐν τοῖς μαθήμασι παραλογισμοί, οἳ καὶ πειραστικοὶ λέγονται, κατὰ τὴν τοῦ ἐρωτωμένου εἰσὶ διάνοιαν ἢ οὔ; ἀλλὰ πῶς ἄν εἶεν; εἰ γάρ τις καίπερ εἰδὼς ὡς τὸ τρίγω|νον σημαίνει πολλά, τό τε σκαληνὸν καὶ ἰσοσκελὲς καὶ ἰσόπλευρον, εἶτα ἐρωτηθεὶς εἰ παντὸς τριγώνου αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις, καταφήσει βλέπων πρὸς μόνον τὸ ἰσοσκελές, ὁ μέντοι σοφιστὴς συμπεράνῃ ἐπὶ τοῦ σκαληνοῦ τὴν ἀντίφασιν τούτου γὰρ οὐκ ἴσαι), οὐκ ἂν εἴη διειλεγμένος ὁ ἐρωτήσας κατὰ τὴν τοὐ ἀποκρινομένου διάνοιαν. καὶ ἔτι μᾶλλον, εἰ πολλὰ σημαίνει τοὔνομα, ὁ δὲ μὴ νοεῖ μηδ’ [*](4 παρὰ τὴν σύνθεσιν MN εἰσηγμένης MN 10 τὰς om. MN 11 ἀληθοῦς om. MN 13 ἔστι δὲ M 18 post ἀμφοῖν add. ἢ ἐν θατέρῳ MN 20 ἄλληπτοι N 26 τις (ante ταχέως) om. M 27 ἄρα ὃ MN 37 συμπερανεῖ MN 38 διηλεγμένος LN)
Καὶ τοσούτων εἰρημένων ἔτι ἐνίστανται φάσκοντες ὡς ἔστιν ἀναλῦσαι τοὺς ἐλέγχους ὡς εἰς. ἀρχὰς κοινὰς εἰς ταῦτα, εἴπερ κατὰ διαίρεσιν αἱ ἐρωτήσεις προτείνοιντο. ἔσται δὲ τοῦτο οὕτως· ἆρ’ ἔστι σιγῶντα λέγειν ἢ οὔ; ἢ ἔστι μὲν ὡς οὔ, ἔστι δ’ ὡς ναί; ἀπλῶς μὲν γὰρ ὁ σιγῶν οὐ λέγει, τρόπον δὲ ἄλλον ἔστι σιγῶντα λέγειν τὰ ἄφωνα δήπου καὶ ἄψυχα πράγματα. ἀλλὰ καὶ πάλιν οὐδ’ οὕτως ἔσται ἃ λέγουσιν· οὔτε γὰρ δια- φορὰν αὐτοῖς τὰ τῆς διαιρέσεως ἕξουσιν, οὔτε τοὺς τρόπους τῶν σοφισμάτων κατὰ κοινόν τι συνέξουσιν. εἰ γὰρ καὶ μετὰ διαιρέσεως ὁ λόγος προβαίη καὶ ὁ μὲν μηδαμῶς δοίη τὸν σιγῶντα λέγειν, ὁ δὲ συνάξει ὡς δυνατόν, ἀπλῶς | μὲν ὁ λόγος ἔσται πρὸς τοὔνομα, ὁ μέντοι ἐρωτήσας πάλιν ἔσται 57 διειλεγμένος παρὰ τὴν τοῦ ἐρωτωμένου διάνοιαν. οὐκ ἄρα οὐδ’ ἐντεῦθεν ἔστι τι γένος λόγων τὸ παρὰ τὴν διάνοιαν, ἀλλά τινες τῶν παρὰ τὴν λέξιν ἔσονται καὶ κατὰ τοὔνομα κἄ παρὰ τὴν διάνοιαν, οἱ πλεῖστοι δ’ οὔ, ὡς πολλάκις εἴρηται, οὐδεὶς δὲ τῶν ἐκτὸς οὔθ’ ὁ παρὰ σύνθεσιν καὶ διαίρεσιν.
Ἔπειτα καὶ τὸ ἀξιοῦν οὕτως ἐρωτῶντας διαιρεῖν πῶς ἂν ἔχοι καλῶς; πρῶτον μὲν γὰρ ἔστιν ὅτε ὁ ἐρωτῶν οὐκ οἶδε, ποσαχῶς ἔχει τὸ ἐρωτώμενον· ὃ δὲ μὴ οἶδε, πῶς ἄν διέλοι; εἶτα καὶ χωρίς ἐστι τὸ διδάσκειν τοῦ διαλέ- γεσθαι, καὶ τὸ μὲν τοῦ καθαρῶς φιλοσοφοῦντος καὶ τὴν ἀχλὺν τῆς ἀγνοίας ἀπὸ τῆς ψυχῆς αἴροντος τῷ ἀνακαθαίρειν καὶ διαρθροῦν τὰ προσπίπτοντα, τὸ δὲ τοῦ διαλεκτικοῦ, ὃς οὐ διδάσκει ἀλλ’ ἐρωτᾷ· προσποιεῖται γὰρ μὴ εἰδέναι. τὸ γοῦν ἐγκελεύειν τοῖς διαλεγομένοις διαιρεῖν φύρειν ἐστὶ τὴν τάξιν καὶ τῶν πραγμάτων συγχεῖν τὴν διαφοράν. ὃ δ’ ἄν μὴ τῷ διαλεκτικῷ δοίη τις, σχολῇ γ’ ἂν τῷ σοφιστῇ, ὃς εἰ μὴ καὶ τὰ δῆλα κρύψει καὶ πρὸς πᾶν ἀγνῶτι τῷ προσδιαλεγομένῳ χρήσαιτο, λήσεται διεφθορώς τὴν τέχνην. τὸ γὰρ κεφάλαιον τῆς ἐπιστήμης αὐτῷ νικήσαι πρὸς ἀπάτην ἐστί, διαιρῶν μέντοι φανερὸν ποιήσει ὡς ἔχει τὸ πρᾶγμα τῷ μήτ’ ἐσκεμμένῳ μήτε εἰδότι μήθ’ ὑπολαμβάνοντι, ὅτι ἄλλως λέγεται. ἀλλ’ ἡμεῖς μὲν οὕτω, οἱ δὲ τοσοῦτον πρόσκεινται ὡς προσαναγ|κάζειν καὶ τὰ μὴ διπλᾶ, ἀλλ’ ἑνὸς ὄντα σημαντικὰ καὶ ταῦτα προάγειν κατὰ διαίρεσιν. τί γὰρ κωλύει ταῦτα, φασί, τοῦτο παθεῖν; ὡς ἐπ’ ἐκείνων τῶν προβλημάτων ‘ἆρα ἴσαι αἱ τέσσαρες μονάδες ταῖς δυσὶ δυάσιν ἢ οὔ;’ καὶ ὁμώνυμον μὲν ἐν τούτοις οὐδέν, οὐδὲν δ’ ἧττον, φασί, διαίρεσις ἔσται· ὡδὶ μὲν γὰρ ἔσονται ἴσαι, ὡδὶ δ’ οὔ. ἁπλῶς μὲν γὰρ αἱ τέσσαρες μονάδες ὡς ὅλον ταῖς δυσὶ δυάσιν, ἢ ἑκατέρα τῶν δυάδων ταῖς τέσσαρσι μονάσι καθάπαξ οὐκ ἴσαι. καὶ πάλιν, ἆρα τῶν [*](2. 16 διηλεγμένος ΜΝ 11 ὃ λέγουσιν N 13 προβάση N 15 μέντοι] μέν τι N 17 τὴν λέξιν―παρὰ (18) om. MN 19 οὐδεὶς γὰρ N παρὰ τὴν σύνθεσιν MN 24 αἴροντος ἀπὸ τῆς ψυχῆς M: αἴροντες ἀπὸ τῆς ψυχῆς N 28 γ’ ἂν] δ’ ἄν M 31 ποιήσεις N 35 ἐκκείνων N ἴσαι om. M 38 δυσὶ―ταῖς (39) ora. M ἑκάτερα L)
11. Καὶ πρὸς τούτοις, εἰ τὸ φάναι καὶ ἀποφάναι ἀξιοῦμεν τοῦ ἀποδεικνύντος εἶναι καὶ διδάσκοντος, τί ποτε δώσομεν τῷ διαλεγομένῳ καὶ πεῖραν λαμβάνοντι; δεῖ γὰρ διαφέρειν· ἔστι γὰρ ἡ πειραστικὴ διαλεκτική τις, ὡς εἴρηται, διὸ περὶ πάντων ἐπισκοπεῖ καὶ θεωρεῖ οὐ τὸν εἰδότα τὴν | ἐπιστήμην καὶ ἀκριβῶς ἔχοντα, ἐξ ἧς τὸ πρόβλημα, ἀλλὰ τὸν ἀγνοοῦντα μὲν προσποιούμενον δέ. εἰ δὲ δεῖ περὶ τούτων καὶ πλέον εἰπεῖν, ὁ μὲν κατὰ τὰ κοινὰ τὸ πρᾶγμα θεωρῶν καὶ ἀληθῶς ἔνδοξα κοινὰ δὲ ἢ τὰ δο- κοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς) διαλεκτικός, ὁ δὲ τοῦτο φαινομένως ποιῶν σοφιστικὸς καὶ ἐριστικός. διττὸς δὲ οὗτος, ὅ τε βεβλαμ- μένος τῷ σχήματι καὶ μὴ σώζων τὸ εἶδος, ὃς καὶ κυρίως ἐριστικός, κἄν ἀληθὲς ᾖ τὸ συμπέρασμα τοῦ γὰρ διὰ τί ἀπατητικός ἐστιν, ὥσπερ ὁ Καινεὺς ἐποίει συνάγων τὸ πῦρ ἐν πολλαπλασίονι ἀναλογίᾳ δύο καταφάσεις λαβὼν ἐν δευτέρῳ σχήματι, ἢ ἐν τρίτῳ τὸ πάντα σοφὸν σπουδαῖον εἶναι, ὅτι ὁ Πιττακὸς ἄμφω), καὶ δεύτερος ὁ μὴ ὢν κατὰ τὴν ἑκάστου μέθοδον παραλογισμὸς ὅμως δοκῶν εἷναι τοῖς ἀπειροτέροις ἐκ τῶν οἰκείων τῆς τέχνης ἀρχῶν. τὰ γὰρ ψευδογραφήματα παραλογισμοὶ μέν εἰσιν, οὐκ ἐριστικοὶ δέ, εἴπερ δεῖ τηρεῖν τὴν διαφοράν· οὐ γὰρ ὅ τι ἐστὶ ψευδογράφημα περὶ ἀληθές τι, τοῦτο ἐριστικόν ἐστιν, ἀλλὰ κατὰ τὸ κοινὸν ἔσται παραλόγισμα, τὴν μέντοι κατ’ εἶδος οὐκ ἀπολέσει διαφοράν. τοιοῦτοι δὲ οἷον τὸ τοῦ ῾ Ιπποκράτους τοῦ Χίου ψευδογράφημα ἐπὶ τὸν τοῦ κύκλου τετραγωνισμὸν καὶ τὸ τοῦ Ἀντιφῶντος. ὁ μὲν γὰρ ἐν κύκλῳ περιγράψας τετράγωνον τὰ μέσα ἐμβάδα τῶν τετραγωνικῶν πλευρῶν καὶ τῆς τοῦ κύκλου περιφερείας καταναλῶσαι ᾤετο | διὰ γραφῆς τριγώνων ἰσοσκελῶν, ὡς ἄν τοῦτο λαβὼν ἕξει καὶ τὸ ἐπίλοιπον τοῦ τετραγώνου τοῦτο δ’ ἦν ὁ κύκλος) τῷ ὡς ἓν ἀμφότερα τὸ ὅλον εἶναι τετράγωνον. ἀλλὰ τοῦτο ἀδύνατον τῷ τὸ μέγεθος εἰς ἄπειρα εἶναι διαιρετόν. ὁ μέντοι Ἀντιφῶν ἐπεχείρει διὰ τῶν μηνίσκων ἑτέρως· ἐπεὶ δὲ πραγματειωδεστάτη ἡ τοιαύτη ἀπόδειξις τοῖς ἀγεωμετρήτως ὑμῶν ἐντυγχάνουσιν, παρεῖται. ὅμως μέντοι ἀμφότεροι ὡς ἁπλῶς ἐκ γεωμετρίας τοὺς λόγους ποιούμενοι οὐκ ἐριστικοὶ ἀλλὰ τὸ ὅλον τοῦτο πειραστικοί. ὁ δέ γε Βρύσων κατὰ κοινόν τι τετραγωνίζειν ἐπιχειρῶν καὶ οὐ κατὰ τὸ [*](3 ἑτέρου τοῦ διδάσκει N 7 κατὰ τὸν Πλάτωνα] Soph. p. 254 a 9 εἰ] εἰς N καὶ ἀποφάναι om. N 15 κατὰ τὸ πρᾶγμα θεωρῶν τὰ κοινὰ Aristoteles 17. 18 βεβλαμένος N ὂς] ὡς Μ ᾗ τὸ] εἰ L τὰ δὲ ΜΝ δεῖ] δὴ Ν 26 τὸ ού om. ΜΝ 28 τοῦ κίου L: τοῦ χρ N ἐπὶ] ἐπεὶ N 32 ἕξοι M 34 Ἀντι- φῶν] ῾ Ιπποκράτης ΜΝ; recte quidem, si rem ipsam spectes, sed cf. p. 30,30 Alex. f. 30b)
Τούτων οὕτω διαιτηθέντων πάλιν ὡς ἓν τὸν ἐριστικὸν λαμβάνοντες καὶ σοφιστικὸν ζητοῦμεν ἰδεῖν, πῶς ποτε πρὸς τὸν διαλεκτικὸν ἔχει. ἔχει δὲ ὡς ὁ ψευδογράφος πρὸς τὸν γεωμέτρην ὁ ἐριστικὸς καὶ σοφιστικὸς πρὸς τὸν διαλεκτικόν· ἐκ γὰρ τῶν αὐτῶν τῇ διαλεκτικῇ παραλογίζεται, καlθάπερ ὁ ψευδογράφος τὸν γεωμέτρην ἐκ τῶν γεωμετρικῶν. φθάνει δὲ ὁ ἐριστικὸς κἀν τοῖς μαθήμασιν ἄλλον τρόπον ἢ ὁ πειραστικός. ὁ γὰρ ψευδογράφος εἰ μὲν ἐκ τῶν ἀρχῶν πρόεισι τῶν γεωμετρικῶν, τὸ ὅλον τοῦτο πειραστικὸς συλλογισμὸς ἐν μαθήμασιν· εἰ δὲ ἀπό τινων κοινοτέρων καὶ ὑπερβαινόντων καὶ πολλοῖς ἁρμοζόντων γένεσιν, ἐριστικός· σώζει γὰρ τὸ πρόσχημα. ὥστε ὁ μὲν διὰ τῶν μηνίσκων τοῦ Ἀντιφῶντος τετραγωνισμὸς καὶ ὁ τοῦ ῾Ιπποκράτους οὐκ ἐριστικοὶ ἐν τούτῳ, ὁ δὲ τοὐ Βρύσωνος πάντως, καὶ τοὺς μὲν οὐκ ἔστι μετενεγκεῖν ἄλλη ἢ πρὸς μόνην γεωμετρίαν διὰ τὸ ἐκ τῶν ἰδίων ἀρχῶν, τὸν δὲ πρὸς πολλά· ᾧ γὰρ χρῆται ὡς ἀξιώματι, φθάνει καὶ ἐν τοῖς [*](6 τὸ δὲ M 13 συλλογισμοὺς om. MN 15 εἶδος τις N 17 post γὰρ add. καὶ M 20 τῆς] τοῖς N ἐριστικὴ N 23 διὸ φαινομένης om. N 29 γεωμετρικὸν MN 32 κἀν M 37 ἐριστικὸς MN 38. 39 ἰδίων εἶναι ἀρχῶν Aristoteles 39 ὧδε γὰρ M)
Τρόποι μὲν οὖν οὗτοι τῶν σοφιστικῶν ἐλέγχων· ὅτι δ’ ἐστὶ τοῦ δια- λεκτικοῦ θεωρῆσαι περὶ τούτων καὶ γνῶναι, ὅθεν καὶ ὅπως γίνονται, καὶ αὐτὸν δύνασθαι ποιεῖν καὶ ἐλέγχειν καὶ ἀπατᾶν, οὐ χαλεπὸν ἰδεῖν. ἡ γὰρ περὶ τὰς προτάσεις | μέθοδος ἅπασαν ἔχει ταύτην τὴν θεωρίαν· τῷ γὰρ τὰς ἀληθῶς ἐνδόξους εἰδέναι ἕπεται καὶ τὰς φαινομένας.
12. Καὶ περὶ μὲν τῶν ἐλέγχων εἴρηται τῶν φαινομένων, τὸ δὲ ψευδόμενόν τι δεῖξαι καὶ τὸν λόγον εἰς ἄδοξόν τι ἀγαγεῖν τοῦτο γὰρ ἦν δεύτερον τῆς σοφιστικῆς προαιρέσεως) γίνεται κατὰ τόπους ἢ τρόπους δέκα. καὶ πρῶτος μὲν ὁ ἐκ τοῦ πυνθάνεσθαί πως καὶ διὰ τῆς ἐρωτήσεως συμβαίνων μάλιστα. τὸ γὰρ πειρᾶσθαι συσκιάζειν τὰ πολλὰ καὶ πρὸς κρύψιν ἄγειν ὡς ἐπὶ τὸ πολὺ τοῦτο ποιεῖν ἐστιν.
Δεύτερος ὁ ἀόριστος· τὸ γὰρ πρὸς μηδὲν ὁρίσαντα κείμενον πρόβλημα ἐρωτᾶν θηρευτικόν ἐστι τούτου· εἰκῆ γὰρ λέγοντες ἁμαρτάνουσι μᾶλλον, εἰκῆ δὲ λέγουσιν, ὅταν μηδὲν ἔχωσι προκείμενον, εἰς ὃ ποιοῦνται τοὺς [*](1 ἔχοι ex ἔχει corr. N 2 ἀποπειρᾶν M εἰδότος ex εἰδότας corr. N 7 γένους ὡρισμένου MN 1 1 τὸν κοινῶν N 13 ἀτεχνῶς L οὗ ἀτέχνως M 14 τὰ αὐτὰ N: ταῦτα M 19 post τινά add. εἰ MN οἵαν L, ut p. 172b 1 libri omnes Bekkeri: οἷαι MN 21 ἑνός τι L 22 ὁ ἐριστικός MN 25 αὐτὸν] οὐ τὸν M ἀπαντᾶν MN 20 τὸ γὰρ MN 27 ἔπεται] ἕτερον MN 28 Περὶ τοῦ ψεύδεσθαι καὶ παραδοξολογεῖν marg. L 31 ἐκ] διὰ MN 33 ἀνά- γειν M)
Τρίτος τὸ ἐρωτᾶν πολλὰ καὶ πλείω τῶν ἀναγκαίων καὶ ἱκανῶν, κἄν ὡρισμένον ᾖ, πρὸς ὃ διαλέγεται. οὐδὲν γὰρ ἧττον καὶ οὕτως ἄξει εἰς ἄδοξον τῷ ἐκκρούεσθαι τῷ πλήθει τὸν ἐρωτώμενον καὶ μὴ ἔχειν, πρὸς ὅπερ φυ- λάξεται. οἷον εἰ πρόκειται λαβεῖν ὡς οὐκ ἔστι χρόνος, ἐρωτᾶ ῾ ἆρ᾿ ἔστι κίνησις;’ καὶ τοῦτο λαβὼν ἐπάξει λοιπόν ῾ καὶ ἐξ Ἀθηνῶν εἰς Θήβας κινη- θήσεταί τις, ὁ δὲ κι·νούμενος διάστημά τι κινεῖται. τοιγαροῦν ὁ κινούμενος εἰς Θήβας πρῶτον τὸ ἥμισυ τοῦ διαστήματος κινηθήσεται καὶ τὸ τοῦ ἡμίσεος ἥμισυ καὶ τούτου δ’ αὖ πάλιν τὸ ἥμισυ, καὶ οὕτω δὴ προβαίνων ἔσται. ἀλλὰ μὴν τὰ τοῦ διαστήματος ἡμίση ἄπειρα, τὰ δὲ ἄπειρα ἀδιεξίτητα. οὐκ ἔστιν ἄρα ἐξ Ἀθηνῶν εἰς Θήβας ἐλθεῖν. ὥστε οὐδὲ κίνησις ἔσται, καὶ εἰ τοῦτο, οὐδὲ χρόνος· ὁ γὰρ χρόνος μέτρον κινήσεως.’
Τέταρτος τὸ τὰ δοκοῦντα λέγειν ἀξιοῦν ποιεῖ τινα εὐπορίαν τοῦ εἰς ἄδοξον ἀγαγεῖν ἢ εἰς ψεῦδος, ἐάν τε ἐρωτώμενος φῇ ἢ ἀποφῇ τι τούτων, ἄγειν πρὸς ἃ εὐπορεῖ ἐπιχειρήματος. οἷον ἐπεὶ δοκεῖ ὁ πλούσιος τοῖς πολλοῖς εὐδαίμων, ἐρωτᾷ ὁ σοφιστής ῾ ἆρ᾿ οὐχ ὁ πλούσιος εὐδαίμων;’ ναί. οὕτω γὰρ δοκεῖ τοῖς πολλοῖς. ῾ τί δέ; Ἀρχέλαος ὁ Περδίκκα ὁ τύραννος οὐ πλού- σιος;’ ναί. ῾ εὐδαίμων ἄρα. ἀλλὰ μὴν καὶ δυστυχέστατος πάντων ἀνθρώπων· τοὺς γὰρ γονεῖς καὶ τοὺς ἀδελφοὺς ἀπέκτεινεν ἐπὶ τῇ προσλήψει τῆς τυραννίδος.᾿ καὶ καταφήσας μὲν οὕτω παρα|λελόγισται ἄξαντος τοῦ σοφιστοῦ ἐπὶ τὸν Ἀρχέλαον, ἐν ᾧ ἐπιχειρημάτων εὐπόρησε· μὴ δόντος δὲ περιστήσεται ἐπισείων τὴν τῶν πολλῶν δόξαν τε καὶ συνήθειαν εὐδαίμονα τιθεμένην τὸν πλούσιον. πλὴν ἧττον δύνανται κακουργεῖν ἐνταῦθα οἱ σοφισταί, ὅταν ᾖ ὡρισμένον, πρὸς ὃ διαλέγεται, ἢ ὅταν ἀόριστον. εἰ μή τι ἄλλο, ἐν τούτοις γοῦν ἐπὶ τέλει συμπεραναμένου τοῦ σοφιστοῦ συνιεὶς ὁ παραλογισθεὶς δύναται ἀπαιτῆσαι, τί τοῦτο πρὸς τὸ προκείμενον, καὶ τί συμβάλλεται πρὸς τὸ ἐν ἀρχῆ.
Πέμπτος τόπος καὶ στοιχεῖον τοῦ τυχεῖν ψεύδους ἤ τινος ἀδόξου τὸ μηδεμίαν εὐθὺς ἐρωτᾶν θέσιν μηδὲ δῆλον ποιεῖν τὸ βούλημα ὡς ἐπηρεάσων εἴη, ἀλλὰ μᾶλλον σκήπτεσθαι ἀγνοεῖν καὶ ἐρωτᾶν χάριν τοῦ μαθεῖν. χώραν οὖν ἐπιχειρήματος ἡ σκῆψις ποιεῖ· ἀσκεπτότερον γὰρ οὕτω καὶ προχειρότερον ὁ ἐρωτώμενος δώσει.
[*](1 παρ’ ἑαυτοῦ M 2 ἀδήλους M βουλόμενον M 4 χειρῶδες utrobique M ante ἐσθίειν add. δὲ MN 5 ὁ cm. M 7 έστιν MN 12 λαβὸν N καὶ cm. N 13 κινῆται N 14 τοῦ διαστήματος — ἡμίσεος ἥμισυ (15) cm. M τὸ τοῦ] τοῦτο N 15 τούτου] τοῦτο M 18 ὁ δὲ χρόνος M 20 ἐὰν γὰρ JIX 21 ἄγει MN 23 οὐ] ὁ N 24 ἀλλὰ μὴ M 30 πρὸς ἁ Μ 35 θέσιν] θεῖναι M 36 σκέπτεσθαι MX 37 σκέψις MN 38 δώσει ὁ ἐρωτώμενος MN Comment. Aristot. XXIIl 4 Paraphr. in Sophist. elenchos. 3)Ἕκτος, ὃ δὴ καὶ μόνοις τοῖς σοφισταῖς, τὸ ἄγειν εἰς τοιαῦτα πρὸς ἃ " εὐπορεῖ λόγων. ἔστι δὲ τοῦτο ποιεῖν καὶ καλῶς καὶ μὴ καλῶς, ὡς ἐλέχθη ποότερον ἐν τοῖς τοπικοῖς. τὸ γὰρ ἐξίστασθαί τινα τοῦ προκειμένου καὶ ἐπ’ ἄλλα διατρίβειν καλῶς μὲν γένοιτ’ ἄν, ὅταν μὴ συγχωρῆταί τις πρότασις ἐρωτωμένη ἀναγκαία οὖσα καὶ συντελοῦσα πρὸς τὴν ἀπόδειξιν· τότε γὰρ ἐξίστασθαι μὲν ἀνάγκη, σπεύδειν δὲ πρὸς κατασκευὴν τῆς προτάσεως. οἷον προκειμένου ὡς ἡ ἡδονὴ οὐκ ἀγαθόν, σπεύδων ὁ ἐρωτῶν δεῖξαι τοὐναν- τίον ὅτι ἀγαθὸν ἐρωτήσει ῾ἆρα ἡ ἡδονὴ οἰκεῖον;’ μὴ δόντος δὲ τοῦ κρινομένου ἀναγκάζεται ἐκστῆναι τοῦ προκειμένου καὶ τοῦ κατασκευάζειν τὴν ἡδονὴν ἀγαθὸν εἶναι, καὶ ἐρωτᾷ τὰ πρὸς σύστασιν τῆς εἰρημένης προτάσεως, οἷον ῾ἆρά γε ἡ ἡδονὴ κατὰ φύσιν;’ ναί. ῾ τὸ δὲ κατὰ οἰκεῖον;’ ναί. ῾ ἡ ἡδονὴ ἄρα οἰκεῖον. τὸ δὲ οἰκεῖον ἀγαθόν, ὥστε καὶ ἡ ἡδονή.’ οὐ καλῶς δ’ ἂν γένοιτο, εἴ τις διὰ μακροῦ δεικνύει τὸ δι’ ὀλίγων δείκνυσθαι πεφυκὸς μὴ οὔσης ἀνάγκης, ὥσπερ ὁ μέλλων δεῖξαι τὴν ψυχὴν καὶ λογικὴν καὶ ἄλογον οὕτω· ῾ ἆρα οὐχ ἡ ψυχὴ γινώσκει τὸν ἥλιον καὶ σφαιροειδῆ τὸν οὐρανόν; τί δέ; οὐ πέμπτον σῶμά ἐστιν ὁ οὐρανός; τί δέ; ὁ ἥλιος οὐ κινεῖται κύκλῳ; ἄρα τὸ γινώσκειν ταῦτα πάντα καὶ λογίζεσθαι λογικῆς ἐστι.’ ῾ πάλιν οὐκ ἔστιν ὀρεκτόν, οὗ ἡ ψυχὴ ἀρέγεται;᾿ ναί. ‘τὸ δὲ ὀρεκτὸν οὐ κινεῖ τοιάνδε κίνησιν;᾿ ναί. ῾ ὀρέξεις δὲ ἐν τῇ ψυχὴ οὐχὶ θυμὸς καὶ ἐπιθυμία, αἳ καὶ ἐν ἀλόγοις;’ ναί. ῾ ἡ ψυχὴ ἄρα καὶ λογικὴ καὶ ἄλογος.’ ταῦτα διὰ μακροῦ καὶ ἀσυντελῆ τὰ πλείω. ἦν γὰρ τοῦτο καὶ ἄλλως δεῖξαι καὶ μᾶλλον ἐγγυτέρως τῷ τὰ διὰ μακροῦ ἐν βραχεῖ συναιρῆσαι· ῾ πότερον ἡ ψυχὴ λογίζεται;’ ναί. ῾ τί δέ; οὐχὶ καὶ τὰ τῶν ἀλόγων ἔχει πάθη τὸ θυμοῦσθαι καὶ ἐπιθυμεῖν;’ ναί. ἰὴ ψυχὴ ἄρα καὶ λογικὴ καὶ ἄλογος.᾿ καὶ ταῦτα μὲν ἐν τούτοις· ἡμεῖς δὲ φθάνοιμεν κἀν τοῖς τοπικοῖς διελόντες, καθ’ ὅσα τοῦ προκειμένου ἐξίστασθαι δεῖ· ἢ γὰρ ὄγκου χάριν ἢ ἐπαγωγῆς καὶ τοὐ δοθῆναι τὸ καθόλου ἢ πρὸς τὸ σαφέστερον γενέσθαι τὸν λόγον ἢ μὴν πρὸς κρύψιν καὶ τὸ λαθεῖν.
Ἕβδομος τόπος πρὸς τὸ παράδοξα λέγειν ὁ ἀπὸ τῶν αἱρέσεων, τὸ σκοπεῖν, ἐκ τίνος γένους καὶ ποίας αἱρέσεως ὁ προσδιαλεγόμενός ἐστι, καὶ ἐπεὶ ἑκάστη ιδιόν τι πρεσβεύει παρὰ τὰς ἄλλας καὶ ἔστιν ὃ διαφέρει τοῖς τε γὰρ Πλατωνικοῖς αἱ ἰδέαι καὶ τοῖς Ἀριστοτελικοῖς τὸ πέμπτον σῶμα καὶ ἄλλοις ἄλλο τι ἀφωρισμένως ἐδογματίζετο), ἐρωτᾶν ὃ τοῖς πολλοῖς οὗτοι λέγουσιν ἄδοξον ἔστι γὰρ ἑκάστοις τὸ ἴδιον), οἷον τοὺς Περιπατητικούς, εἰ ἐκ τεσσάρων στοιχείων ὁ οὐρανός· εἰ γὰρ μὴ ὁμολογοῖεν, † ἔσονται λέγειν παρὰ τὴν δόξαν τῶν πολλῶν. στοιχεῖον δὲ πρὸς ταῦτα καὶ μέθοδος τὸ τὰς ἑκάστων εἰληφέναι θέσεις ἐν ταῖς προτάσεσι. λύσις δὲ τὸ ἐμφανίζειν ὡς οὐ διὰ τὸν λόγον συμβαίνει τὸ ἄδοξον· οὐ γὰρ δι’ αὐτὸ τὸ πέμπτον [*](1 ὃς δὴ MN 3 ἐν τοῖς τοπικοῖς] Β 5 4 ἄλλα om. M 6 ἀνάγκης L 11 ναί om. L δὲ om. M 11 δείξε.ιν MN 15 οὐχ ἡ] οὐχὶ L 17 κινῆται N 18 οὗ] οὐ M 19 οὐ θυμὸς MN 22 ἐγγυτέρως] sic libri 23 ἀλόγων ex ἄλλων corr. N 25 κἀν τοῖς τοπικοῖς] Θ 1 p. 155b21 28 τὸ] τοῦ L λαβεῖν MN 31 ἔστιν ᾧ MN 34 τῆς περιπατητικοῖς L 35 ἔσονται λέγοντες Spengel 38 δι’ αὐτὸ ex διὰ τὸ corr. N)
Ὄγδοος δὲ τρόπος ὁ ἐκ τῶν βουλήσεων καὶ τῶν φανερῶν δοξῶν. οὐ γὰρ ταὐτὰ βούλονταί τε καὶ | φασίν, ἀλλὰ λέγουσι μὲν τοὺς εὐσχημονεστάτους τῶν λόγων, βούλονται δὲ τὰ φαινόμενα λυσιτελεῖν, οἷον τὸ τεθνάναι καλῶς μᾶλλον δεῖν φασιν ἢ τὸ ζῆν ἡδέως, καὶ πένεσθαι δικαίως ἢ πλουτεῖν αἰσχρῶς, βούλονται δὲ τἀναντία. τὸν μὲν οὖν λέγοντα κατὰ τὰς βουλήσεις εἰς τὰς φανερὰς δόξας ἀκτέον, τὸν δὲ κατὰ ταύτας εἰς τὰς αποκεκρυμμενας· ἀμφοτέρως γὰρ ἀναγκαῖον παράδοξα λέγειν· ἢ γὰρ πρὸς τὰς φανερὰς δόξας ἢ πρὸς τὰς ἀφανεῖς ἐροῦσιν ὑπεναντίον.
Ἔννατος, ὃς δὴ καὶ πλεῖστος καὶ ἰσχυρότατος <εἰς> τὸ ποιεῖν λέγειν, τὸ ἐπιχειρεῖν ἀπὸ τοῦ κατὰ φύσιν καὶ κατὰ νόμον, ὅπερ ὁ Καλλικλῆς ἐν τῷ Γοργίᾳ γέγραπται ποιῶν τῷ Πλατωνικῷ διαλόγῳ περὶ τῆς δικαιοσύνης πρὸς τὸν Σωκράτην, καὶ οἱ ἀρχαῖοι δὲ πάντες ᾤοντο. δεῖ οὖν πρὸς μὲν τὸν εἰπόντα κατὰ φύσιν κατὰ νόμον ἀπαντᾶν, πρὸς δὲ τὸν κατὰ νόμον ἐπὶ τὴν φύσιν ἄγειν· ἀμφοτέρως γὰρ λέγειν εἶναι παράδοξα. ἦν δὲ τὸ μὲν κατὰ φύσιν αὐτοῖς τὸ ἀληθές, τὸ δὲ κατὰ νόμον τὸ τοῖς πολλοῖς δοκοῦν. ὥστε δῆλον ὅτι καὶ οἱ πάλαι ὥσπερ καὶ οἱ νῦν ἢ ἐλέγχειν ἢ παράδοξα λέγειν τὸν ἀποκρινόμενον ἐπεχείρουν ποιεῖν. κατεσκεύαζε δὲ ὁ Καλλικλῆς τὴν ἀδικίαν καὶ τὴν πλεονεξίαν καλόν, ὅτι πρεσβύτερον, τοῦτο δὲ ὅτι κατὰ φύσιν, τῷ τὴν ἰσχύν, ὑφ’ ἧς ἀδικοῦσι λέων καὶ λύκος καὶ ἱέραξ καὶ ὅσα ἄλλα τῶν ζώων ἁρπακτικὰ καὶ σαρκοβόρα, ὑπὸ φύσεως ἔχειν, τά τε αὖ ἀσθενῆ φύσει τὸ κακῶς πάσχειν ἔχειν, τῷ μὴ ἑαυτοῖς ἀρκεῖν. ἡ μέντοι γε δικαιοσύνη κατὰ νόμον καλὸν καὶ δεύτερον τῆς ἀδικίας, ὥστε καὶ τὸν νόμον δειλῶν ἀνθρώπων ἔλεγεν εὕρημα.
Δέκατος τὸ ὥσπερ ἀντιφατικῶς ἐρωτᾶν. ἔνια γὰρ τῶν ἐρωτημάτων ἔχει τὸ ἀμφοτέρως ἄδοξον εἶναι τὴν ἀπόκρισιν, οἷον πότερον τοῖς σοφοῖς ἢ τῷ πατρὶ πείθεσθαι δεῖ, καὶ τὰ συμφέροντα πράττειν ἢ τὰ δίκαια, καὶ πότερον τὸ ἀδικεῖσθαι αἱρετώτερον ἢ τὸ βλάπτειν καὶ ἀδικεῖν· τούτων γὰρ τὰ μὲν δοκεῖν τοῖς πολλοῖς τὰ δὲ τοῖς σοφοῖς, ὥστ’ εἰ μὲν ὁ ἐρωτώμενος ἀποδοίη, ὡς οἱ περὶ λόγους ἀρέσκονται, εἰς τὰ τοῖς πολλοῖς ἄγειν, ἐὰν δ’ ὡς οἱ πολλοί, ἐπὶ τὰ τοῖς σοφοῖς. φασὶ γὰρ οἱ μὲν ἐξ ἀνάγκης τὸν εὐδαί- μονα δίκαιον εἶναι, τοῖς δὲ πολλοῖς ἄδοξον τὸ βασιλέα μὴ εὐδαιμονεῖν. ἔστι δὲ τὸ εἰς τὰ οὕτως ἄδοξα συνάγειν τὸ αὐτὸ τῷ πρὸ αὐτοῦ τῷ ἄγειν εἰς τὴν κατὰ φύσιν καὶ κατὰ νόμον ὑπεναντίωσιν· ὁ μὲν γὰρ νόμος δόξα τῶν πολλῶν, οἱ δὲ σοφοὶ κατὰ φύσιν καὶ κατ’ ἀλήθειαν λέγουσι.
[*](2 τὸ om. M τοῦτο δὴ L 4 τρόπος] sic libri: τόπος Spengel τῶν (post καὶ) om. M 7 πένθεσθαι M 12 εἰς ex Alex. f. 33 v addidi: τοῦ ποιεῖν Spengel 14 ἐν τῷ Γοργία] e. 38 sqq. 16 ἀπατᾶν M 17 γὰρ] δὲ M 19 ὥστε φανερὸν MN παλαιοὶ M 20 post δὲ add. καὶ MN 21 καὶ] κατὰ M ὅτι πρεσβύτερον om. N 31 πολλοῖς — σοφοῖς] σοφοῖς —πολλοῖς MN 34 δίκαιον cm. M)13. Καὶ τὰ μὲν παράδοξα ἐκ τούτων δεῖ ζητεῖν τῶν τόπων, περὶ δὲ τοῦ ποιῆσαι ἀδολεσχεῖν τόποι δύο. ὃ μέντοι λέγομεν τὸ ἀδολεσχεῖν, εἰρήκαμεν ἤδη. ἔστι γὰρ τὸ ἀναγκάζεσθαι πολλάκις λέγειν τὸ αὐτὸ· πάντες δὲ οἱ μετὰ μικρὸν ῥηθησόμενοι λόγοι τοῦτο βούλονται ποιεῖν· καὶ στοιχεῖον μὲν ὥσπερ κοινὸν πάσης ἀδολε|σχίας τὸ οἴεσθαι ἐλάχιστον ἢ μηδὲν διαφέρειν τὸ ὄνομα τὸν λόγον εἰπεῖν· τὸ δὲ ἔστι μὲν ὡς ἔστι δ᾿ ὡς οὔ, καὶ, τὸ μὲν ἐνεργείᾳ τὸ δὲ δυνάμει. διπλάσιον γὰρ καὶ διπλάσιον ἡμίσεος ταὐτὸ· λόγος γὰρ τοῦ διπλασίου τὸ εἶναι ἡμίσεος. ὥστε εἴ τις τὸ διπλάσιον ἡμίσεος εἴποι διπλάσιον, ἠδολέσχησε· δυνάμει γὰρ οὕτως εἶπεν, ὡς τὸ διπλάσιον ἡμίσεος ἡμίσεος. καὶ ἐπὶ συλλογισμοῦ· τὸ μέγεθος τόδε τοῦδε διπλάσιον, τὸ διπλάσιον ἡμίσεος διπλάσιον, ἄρα τὸ μέγεθος τόδε τοῦδε διπλάσιον ἡμίσεος· ἡμίσεος ἡμίσεος. ὁ γὰρ διπλάσιον εἰπὼν δυνάμει καὶ τὸ ἥμισυ λέγει τῷ τὰ πρός τι λεγόμενα ἢ νοούμενα συνεισάγειν καὶ τὰ πρὸς ἃ λέ- γεται. ὥστε ὁσάκις ἐρρέθη τὸ διπλάσιον, τοσαυτάκις καὶ τὸ ἥμισυ· δὶς δὲ εἴρηται τὸ διπλάσιον ἐν τῇ μείζονι προτάσει· τοσαυτάκις ἄρα καὶ τὸ ἥμισυ καὶ νοηθήσεται καὶ λεχθήσεται. κεῖται δὲ καὶ ἐνεργείᾳ ἅπαξ, καὶ συναφθὲν τρὶς ἔσται εἰρημένον. πάλιν ἡ ἐπιθυμία ἔφεσις, τοῦτο δὲ ὄρεξις ἡδέος, ἔστιν ἄρα ἡ ἐπιθυμία ὄρεξις ἡδέος ἡδέος ἡδέος. ὡς ἐν γένει μέντοι ἡ ἐπιθυμία τῇ ὀρέξει, ἄμφω δὲ πρός τι,. καὶ ὁ εἰπὼν ἐπιθυμίαν ἢ ὄρεξιν δυνάμει λέγει καὶ τὸ ἡδέος· κεῖται δὲ καὶ ἐνεργείᾳ, ὥστε τρὶς τὸ ἡδὺ ῥηθήσεται ἐν τῷ συμπεράσματι.
Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι τῶν λόγων ἔν τε τοῖς πρός τι, ὅσα μὴ μόνον τὰ γένη ἀλλὰ καὶ τὰ εἴδη πρός τι λέγεται καὶ πρὸς τὸ αὐτὸ καὶ ἓν | ἀποδίδοται ὄνομά τε καὶ πτῶσιν, οἷον ἥ τε ὄρεξις τινὸς ὄρεξις, καὶ ἡ ἐπιθυμία τινὸς ἐπιθυμία τοῦ γὰρ ἡδέος ἄμφω), καὶ τὸ διπλάσιον τινὸς διπλάσιον ἡμίσεος γάρ)· ἀλλὰ καὶ ἐν ἐκείνοις, ὧν μὴ ὄντων πρός τι κατηγορουμένων δὲ κατ’ οὐσίας τινός, ἧς καί εἰσι ταῦτα πάθη καὶ ἕξεις, παραλαμβάνεται ἐν τῷ ὁρισμῷ αὐτῶν ἡ ὑποκειμένη αὐτοῖς οὐσία· οἷον ἡ σιμότης καὶ τὸ περιττὸν οὐ πρός τι, πάθη μέντοι τινὰ καὶ ἕξεις τῶν ὑποκειμένων, ἡ μὲν τῆς ῥινός, τὸ δὲ τοῦ ἀριθμοῦ. ἐν γοῦν τοῖς αὐτῶν ὁρισμοῖς λαμβάνομεν καὶ τὰ ὑποκείμενα· σιμότης γάρ ἐστι κοιλότης ἐν ῥινί, καὶ περιττὸν ἀριθμὸς μονάδι διαφέρων ἀρτίου. ὥστε ὁ ῥῖνα σιμὴν εἰπὼν ἢ τὸν τρία περιττὸν ἀριθμὸν ἠδολέσχησε· δὶς γὰρ ἐν ἑκατέροις ἔφθεγκται τὸ αὐτό, τῷ ἐνεῖναι δυνάμει κἀν τῷ σιμῷ τὴν ῥῖνα καὶ τῷ περιττῷ τὸν ἀριθμόν· καὶ ὁ λέγων ἥδε ἡ ῥὶς σιμή τοῦτο δὲ κοίλανσις ῥινός, συμπερανεῖ ῾ ἔστιν ἄρα ῥὶς ῥὶς κοίλη.᾿ ἀπαντήσοι δ’ ἄν τις κἀνταῦθα πρὸς ταῦτα, ὡς ἐρχῆν δήπου τὸν σοφιστὴν προπυνθάνεσθαι τὸν προσδιαλεγόμενον, εἰ σημαίνειν οἴεταί τι καθ’ αὑτὸ τὸ διπλάσιον χωρὶς τοῦ ἡμίσεος ἢ μή, δόντος δὲ σημαίνειν προσ- θεῖναι, πότερον τὸ αὐτὸ ὃ κἀν μετὰ τοῦ ἡμίσεος, ἢ ἕτερον, καὶ φήσαντος [*](1 περὶ δὲ] περὶ τοῦ ἀδυλεσχεῖν marg. L 7 ἡμίσεως ubique M 8 ἡμίσεος (post εἶναι) ex ἡμίσεως corr. N 12 ἥμισυ] ἡμίσει (sic) L 13 νοούμενα ἢ λεγόμενα MN 18 ἡδέος seinci tantiun rcpetit M 20 ὦν] ὧς L 27 οὐσίαν M 32 διαφέρων ex διαφέρον corr. N 31 κἀν Μ 37 προσπυνθάνεσθαι Aristoteles)
14. εἰπόντας οὖν καὶ περὶ τούτων τοσαῦτα λείπεται λέγειν καὶ περὶ σολοικισμοῦ· τοῦτο γὰρ ἦν ἔσχατον τῆς σοφιστικῆς προαιρέσεως. ὅπερ οἷον μέν ἐστιν εἴρηται πρότερον, τὸ ποιῆσαι τῇ λέξει βαρβαρίζειν. ἔστι δὲ τοῦτο καὶ ποιεῖν ἀληθῶς, ὡς ὅταν τις ἁμαρτάνῃ περὶ τὴν κλῆσιν ἢ τὰ στοιχεῖα ἢ τὰς προσῳδίας, ἢ μὴ ποιῶν φαίνεται ποιεῖν, ὡς ἐπὶ τῶν σοφιστῶν, ἢ ποιεῖ μέν, μὴ δοκεῖ δ’ αὑτῷ, καθάπερ ὁ Πρωταγόρας τὸν μῆνιν οὐλόμενον λέγων οὐκ ἐδόκει αὑτῷ σολοικίζειν, ἀλλὰ τοὺς λέγοντας τὴν μῆνιν καὶ τὴν οὐλομένην. εἰ δὲ ταῦτα, κἄν τέχνῃ δύναταί τις τοῦτο ποιεῖν καὶ συλλο- γισμῷ λαμβάνειν· διὸ πολλοὶ τῶν λόγων οὐ συλλογιζόμενοι σολοικισμὸν φαίνονται συλλογίζεσθαι, καθάπερ ἐν τοῖς ἐλέγχοις.
᾿Αρχὴ δὲ τῶν σολοικισμῶν καὶ ὥσπερ στοιχεῖον τῆς φαινομένης ἀπάτης ἡ τῶν οὐδετέρων ὀνομάτων χρῆσις, καὶ τούτων τὰ εἰς ο καὶ εἰς ον μάλιστα λήγοντα, ὡς τὸ ἄλλο, τοῦτο, ἐκεῖνο, καὶ τὰ ἐν ὑποτακτικοῖς ἰσοδυναμοῦντα ἄρθροις, ὡς τὸ ὅ, ὅπερ, ἅ, ἅττα· μέσα γὰρ ὄντα τῆς τε τῶν ἀρρένων καὶ θηλειῶν σημασίας, ἔτι δὲ καὶ τὴν αὐτὴν πτῶσιν ἔχοντα ὀρθὴν καὶ αἰτιατικὴν ἄδηλον ποιεῖ προφερόμενα ἐν τῇ συντάξει, ποίου γένους ἢ πτώσεως τυγχάνει σημαντικά. τὸ μὲν γὰρ οὗτος ἄρρεν σημαίνει, τὸ δὲ αὕτη | θῆλυ, τὸ δὲ τοῦτο τό τε μεταξὺ καὶ ἐκείνων ἑκάτερον. τί τοῦτο; Καλλιόπη, ξύλον, Κορίσκος· ἐφήρμοσε γὰρ τοῖς τρισί. τοῦ μὲν οὖν ἄρρενος καὶ τοῦ θήλεος διαφέρουσιν αἱ πτώσεις ἀλλήλων ἐν ἑκατέρῳ, καὶ ἰδίως ἑκάστη τῇ προφορᾷ ἀφορίζεται, γενικὴ δοτικὴ καὶ αἰτιατική· ἐν μέντοι τοῖς οὐδετέροις ἐκτὸς τῆς γενικῆς καὶ δοτικῆς αἱ ἄλλαι ταὐτίζονται, ὅπερ δὴ καὶ αὐτὸ οὐ μικρὰ συνδίδωσι πρὸς τὸ παραλογίσασθαι. ὡς γοῦν πολλάκις δοθέντος τοῦτο συνελογίσθη τοῦτον, οὕτω κἀνταῦθα πάλιν τὸ προταθὲν κατ’ εὐθεῖαν εἰς αἰτιατικὴν ἐξελήφθη. ἔτι τοῦ ἔστι καὶ τοῦ εἶναι καὶ τῶν ἑκατέροις συστοίχων ἡ τοιάδε χρῆσις καὶ σύνταξις πλεῖστον ὅσον συμβάλλεται πρὸς τὸ γενέσθαι σολοικισμόν· τὸ μὲν γὰρ ὁριστικὸν εὐθείᾳ συντάσσεται, τὸ δὲ ἀπαρέμφατον αἰτιατικῇ, οἷον ἔστι τοῦτο Κορίσκος, εἶναι τοῦτο Κορίσκον· ἀλλαττόμενα δὲ σολοικίζει. καὶ ἐπὶ τῶν λεγομένων σκευῶν, ἐχόντων δὲ ἄρρενος ἢ θηλείας κλῆσιν, ὡς ἀσκὸς καὶ κλίνη· οἰκεία γὰρ τῶν σκευῶν κατάληξις ἐν οὐδετέροις ἡ εἰς τυγχάνει καὶ οἷον ξύλον, σχοινίον. καὶ τρόπον τινὰ ὅμοιός ἐστιν ὁ σολοικισμὸς τοῖς παρὰ τὸ τὰ μὴ ὅμοια ὁμοίως λεγομένοις ἐλέγχοις, οὓς καὶ παρὰ τὸ σχῆμα τῆς λέξεως ὀνομάζομεν. ὡς γὰρ ἐν ἐκείνοις ἐπὶ τῶν πραγμάτων, τούτοις ἐπὶ τῶν ὀνομάτων συμπίπτει τὸ σολοικίζειν. φανερὸν οὖν ὡς ὁ σολοικισμὸς ἐκ τῶν εἰρημένων πτώσεων συλλογίζεται.
[*](4 εἰπόντας] εἰ πάντας M 8 φαίνεται scripsi: φαίνηται libri 9 ποιεῖ scripsi: ποιῇ libri δοκῆ N 10 τοῖς λέγουσι MN 11 δύναται L Alex.: δύναιτο MN ποιεῖν τοῦτο MN 14 τῆς ἀπάτης τῆς φαινομένης MN 18 ἔχων τὰ N 25 αὐτὸ om. MN 20 ante τοῦτο add. τοῦ MN 34 καὶ v] τὸ N 38 σολοικισμὸς] συλλογισμὸς MN)Εἴδη μὲν οὖν ταῦτα τῶν ἀγωνιστικῶν λόγων καὶ μέρη τῶν εἰδῶν καὶ τρόποι οἱ εἰρημένοι. ὃ | δὲ ἐν τοῖς τοπικοῖς εἴρηται, ὡς οὐ τὰς ἀρχὰς τῶν ἐπιχειρημάτων εὑρεῖν καθάπαξ ἀρκεῖ, ἀλλὰ καὶ ἐρωτηματίσαι τοιώσδε μεγάλα συμβάλλεται πρὸς τὸ ῥᾷον τυχεῖν συμπεράσματος, τοῦτο δὴ κἀνταῦθα λέγομεν. διαφέρει γὰρ οὐ μικρόν, ἐὰν ταχθῇ πως τὰ περὶ τὴν ἐρώτησιν πρὸς τὸ λανθάνειν καὶ ἀπατᾶν τὸν ἐρωτώμενον. ὅθεν ἐφεξῆς τοῖς εἰρημένοις περὶ τούτων ἄν εἴη λεκτέον πρῶτον.