In Aristotelis Sophisticos Elenchos Paraphrasis
Anonymi In Aristotelis Sophisticos Elenchos
Anonymi In Aristotelis Sophisticos Elenchos. In Aristotelis Sophisticos Elenchos Paraphrasis (Commentaria in Aristotelem Graeca 23.4). Hayduck, Michael, editor. Berlin: Reimer, 1884.
5. Οἱ μὲν οὖν παρὰ τὸ συμβεβηκὸς παραλογισμοί εἰσιν, ὅτε ἀξιοῖ τις, ὅ τι οὖν ὑπάρχει τῷ κατηγορουμένῳ, τοῦτο καὶ τῷ ὑποκειμένῳ ἐξ ἀνάγκης ὑπάρχειν· οἷον τὸ ζῶον κατηγορεῖται μὲν τοῦ ἀνθρώπου, πολλὰ δὲ αὐτῷ συμβέβηκε, τὸ γένος εἷναι, τὸ δισύλλαβον, τὸ ἔμψυχον, τὸ αἰσθητικόν. εἰ οὖν πάντα ἐξ ἀνάγκης κατὰ τοὐ ἀνθρώπου καὶ ὁμοτίμως κατηγορεῖσθαι δώσομεν, πολλὰ συμβαίνει τὰ ἄτοπα· πάντα γὰρ ἄν οὕτως ἔσται ταὐτά, καὶ αἱ οὐσίαι συμβεβηκότα καὶ τὸ ἔμπαλιν, καὶ σώματα τὰ ἀσώματα. ἀλλ’ οὐχ ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου αὐτῷ ῥηθήσεται, ἀλλ’ ὅσα οὐσιώδη τέ ἐστι καὶ εἰς τὸν ὁρισμὸν· παραλαμβάνεται. βάνεται. ὥστε οὐ καλῶς φασιν οἱ σοφισταί, εἰ ὁ Κορίσκος ἕτερον ἀνθρώπου, αὐτὸς ἑαυτοῦ ἕτερος· ἔστι γὰρ ἄνθρωπος· ἢ εἰ Σωκράτης ἕτερος, ὁ δὲ Σωκράτης ἄνθρωπος, ἕτερος ἀνθρώπου. ἄγονται δὲ τὰ σοφίσματα οὕτω· ὁ Κορίσκος ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Κορίσκου, ὁ Κορίσκος ἄρα ἕτερος Κορίσκου, καὶ αὐτὸς ἑαυτοῦ χωρίς. πάλιν ὁ Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Σωκράτους, ὁ Σωκράτης ἄρα ἕτερος αὐτοῦ. οἱ γὰρ παραλογισμοὶ ὲν μὲν τῇ ἐλάττονι προτάσει τὸν συγκατατεταγμένον τῷ Κορίσκῳ καὶ Σωκράτει μερικὸν ἐλάμβανον ἄνθρωπον, ἐν δὲ τῇ μείζονι τὸν ἀκατάτακτον καὶ κοινόν· συμβέβηκε δὲ τούτῳ μὴ Κορίσκῳ μηδὲ Σωκράτει εἶναι. ὅσα μέντοι οὐσιωδῶς ἔνεισιν ἐν τῷ καθόλου, πάντα καὶ τοῖς ὑπ’ αὐτῷ ὑπάρξει ἀτόμοις, τὰ δ’ ἄλλως οὔ. σαφέστερα δὲ ταῦτα· ἄρ’ οὐχ ὁ [*](2 τρίτον M 4 τὰ ἄρα―γίνεσθαι om. P 5 ἔχοιεν ex ἔχειεν corr. L 8 διττὸν P 12 τὼς ἐντὸς N 14 πότε LP 15 τὸ (post παρὰ) om. P 18 ὅτι P: ὅταν MN 19 ὅτοι οὖν P: ὅτι ἂν MN ὑπάρχῃ M τῶν ὑποκειμένων P 22. 23 δώσομεν κατηγορεῖσθαι MN 23 ἂν om. ΜΝ 24 συμβεβηκότα καὶ] deficit P 27 εἰ] καὶ M 28 ἔστι δὲ M σωκράτους N 30. 32 ἄρα om. L 32 αὐτοῦ L: αὐτοῦ MN, at cf. 2, 39)
Καὶ παρὰ μὲν τὸ συμβεβηκὸς οὗτοι· τοὺς δὲ παρὰ τὸ πῆ καὶ ἀπλῶς ἤδη λέγομεν, μικρὰ δ’ ἅπα πρότερον περὶ τῶν κατηγορουμένων διαληψόμεθα πρὸς σαφήνειαν. πᾶσα κατηγορία ἢ ἓν καθ’ ἑνός ἐστιν, ἢ πολλὰ κατὰ πολλῶν, ἢ πολλὰ καθ’ ἑνός, ἢ ἓν κατὰ πολλῶν. παρίεμεν δὲ τὰ κατὰ τὴν ὁμωνυμίαν ἐνταῦθα, ἵνα μὴ ὁ λόγος συγχέηται. ἐπεὶ δὲ τῶν πολλῶν καὶ καθ’ ἑνὸς κατηγορουμένων τἄλλα γὰρ ὡς ἧττον ἡμῖν συμβάλλοντα πρὸς τὸ προκείμενον ἀφύων, ὥσπερ καὶ τὰ ὁμώνυμα) τὰ μὲν καὶ ἰδίως καὶ ὁμοῦ κατηγορεῖσθαι δύναται, τὰ δὲ ἰδίως μόνον, τὰ δὲ συνθέτως, ζητοῦμεν τὴν διαφοράν· κατὰ γὰρ τοῦ ἀνθρώπου καὶ τὸ ἔμψυχον καὶ τὸ ζῶον καὶ τὸ λογικὸν καὶ τὸ θνητὸν ἰδίως ἕκαστον ἀληθὲς εἰπεῖν καὶ ὁμοῦ πάντα, κατὰ δὲ τοῦ Σίμωνος τὸ σκυτεὺς καὶ τὸ ἀγαθὸς ἰδίως μὲν ἀληθές, σύνθεντα δὲ ψεῦδος· ἦν γὰρ ὁ Σίμων ἀγαθὸς μὲν τὸν τρόπον, ἀφυὴς δὲ τὴν τέχνην. πάλιν κατὰ τοῦ νεκροῦ ἀνθρώπου καὶ τῆς λιθίνης χειρὸς ἢ νηὸς τὸ μὲν ὅλον τοῦτο λιθίνην χεῖρα ἢ νῆα καὶ ἄνθρωπον νεκρὸν συνημμένα καὶ ὁμου εἰπεῖν ἐγχωρεῖ, ἰδίως δὲ τὸν νεκρὸν ἄνθρωπον | εἰπεῖν ἢ τὸν λίθον χεῖρα ἢ νῆα ψεῦδος. καὶ ὁ Αἰθίοψ λευκὸς τοὺς ὀδόντας, ἁπλῶς δ’ οὗ. ἐκεῖνα δὲ πρὸς ταῦτα δεῖ εἰπεῖν, ὡς ὅσα μὲν οὐσιωδῶς κατηγορεῖται καὶ καθ αὑτὸ καὶ μή τινα πρὸς ἄλληλα ἐναντίωσιν ἔχει, ταῦτα καὶ ἰδίως καὶ ὁμοῦ κατηγορηθήσεται πλὴν διοίσει κἀν τῇ συνθέσει τῷ τρόπῳ, ὡς ἀπὸ τῶν καθολικωτέρων ἐπὶ τὰ μερικώτερα ἐρχομένων, τὸ ἀνάπαλιν δ’ οὔ· περιττὸν γὰρ ἄνθρωπον εἰπόντα τὸν Σωκράτην προστιθέναι καὶ λογικὸν ζῶον, ὥσπερ ἐγχωροῦντος ἄνθρωπον εἶναι, μὴ ταῦτα δέ· ἔνεισι γὰρ ἐν τοις ειοεσι τὰ γένη καὶ ἐν τοῖς μερικοῖς τὰ κοινά), ἐφ’ ἃ δέ ἐστιν ἀντίφασις ἢ ἐκ τῶν ὀνομάτων ἢ ἐκ τῶν λόγων, ἡνωμένως μὲν κατηγορεῖν ἐγχωρεῖ διῃρημένως δ’ οὔ. καὶ ἀντίφασις μὲν ἐν ὀνόμασιν ὡς ἐκείνως ἄνδρα καὶ οὐκ ἄνδρα τὸν εὐνοῦχον εἰπεῖν, καὶ τὴν νυκτερίδα ὄρνιν καὶ οὐκ ὄρνιν, ἐν τοῖς πράγμασι δὲ ὡς ἄνθρωπος καὶ νεκρὸς καὶ χεὶρ καὶ λίθος· τὰ μὲν γὰρ ἔμψυχά καὶ ζῶντα, τὰ δ’ οὔ. ἔτι ἔστιν ἃ καὶ τῶν διὰ μέσου ἄλλου, ὃ καθ’ αὑτὸ κατηγορεῖται, ἑτέρου κατὰ συμβεβηκὸς κατηγορουμένων, καίπερ μὴ ἔχοντα ἀντίφασιν, ὅμως οὐκ ἄν ἰδίως λεχθεῖεν χωρισθέντα τοῦ δι᾿ οὗ καὶ καθ οὗ κατ’ οὐσίαν ἐλέγετο, οἷον Ὅμηρος ποιητής ἐστιν. ἀρ’ οὗν καὶ ἔστιν ἁπλῶς; οὔ· τέθνηκε γὰρ πάλαι. τὸ γὰρ ἔστι τοῦ ποιητοῦ μὲν καθ’ αὑτὸ [*](2 ἄρα om. L 3 ὁ κύων κτλ. cf. Plat. Euthyd. p. 298D.sq. 4 συμβέβηκε] ἤδη καὶ ἐνεργεία ἐκεῖνο ἐστί· ἡ γὰρ ἂν ἦν τὸ ὄρει δένδρον πλοῖον δυνάμει addit et rursus expungit N 7 λέγομεν sic libri πρότερον ex πρότερα corr. N 9 παρίεμεν] περὶ μὲν 10 Μ 10 ἐπὶ δὲ Μ 11 συμβαίνοντα N 15 ἐθνητὸν N 23 ταῦτα δὲ ἰδίως LM 24 διοίσῃ N κὰν M 30 ἀντίφασιν LM 32 γὰρ] δὲ M 33 ὃ] fort, οὗ; cf. v. 37 37 τεθνηκως N τοῦ ᾦ ποιητοῦ MN)
Οἱ δὲ γίνονται παρὰ τὸ μὴ διωρίσθαι μηδ’ ἀκριβοῦσθαι τί ἐστι συλλο- γισμὸς ἀληθὴς ἢ τί ἐστιν ἔλεγχος, οὓς καὶ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν λέγειν εἰώθαμεν. ἔλεγχος τοίνυν ἐστὶ | κυρίως ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος, ἀλλὰ πράγματος, καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ καὶ ἑνός, ἐκ τῶν δοθέντων. ἐξ ἀνάγκης, μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ, κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ. εἰ γὰρ μέλλοιμεν ἐλέγχειν τὸν ἡμῖν προσδιαλεγόμενον εἴ τι μὴ καλῶ.ς λέγοι, δεῖ τοῦτον εἰς ἀντίφασιν περιαγαγεῖν ἔχουσαν τοὺς εἰρημένους προσδιορισμούς, καὶ πρῶτον τὸ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου εἶναι καὶ κατηγορουμένου. ὁ γὰρ λέγων Σωκράτης διαλέγεται, Πλατῶν οὐ δια- λέγεται, ἢ Σωκράτης κάθηται, Σωκράτης οὐ καθεύδει, οὐ ποιεῖ ἀντίφασιν. τὸ μὲν γὰρ ἐπ’ ἄλλου καὶ ἄλλου, τὸ δὲ ἄλλο καὶ ἄλλο. καὶ μὴ ὀνόματος δὲ δεῖ μόνον προσεῖναι ταὐτότητα ἀλλὰ καὶ πράγματος· τί γάρ, εἰ κοινωνεῖ μὲν ὀνόματι, μὴ κοινωνεῖ δὲ πράγματι, οἷα τὰ ὁμώνυμα; οὐ γὰρ ἄν ποιήσοι ἀντίφασιν· ὁ γὰρ εἰπὼν κύνα ὑλακτεῖν ἢ μὴ ἀληθεύει, τὸ μὲν ἐπὶ τοῦ χερσαίου φέρων τὸ δὲ ἐπὶ τοῦ θαλαττίου. καὶ οὐκ ἐπὶ τῶν ὁμωνύμων εὐλαβεῖσθαι δεῖ τοῦτο μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν συνωνύμων· τὸ γὰρ ζῶον περιπατεῖ καὶ ζῶον οὐ περιπατεῖ ἄμφω ἀληθῆ καὶ συνώνυμα. ἐκ δὲ τῶν δοθέντων ἐξ ἀνάγκης καὶ μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ. προστέθειται διὰ τοὺς τὸ μὴ αἴτιον τιθέντας ὡς αἴτιον, καὶ διὰ τοὺς αἰτοῦντας τὸ ἐν ἀρχῇ· οἱ μὲν γὰρ οὐκ ἐξ ὧν ὁ προσδιαλεγόμενος δίδωσι, συμπεραίνουσιν, [*](1 τοῦ] τὸ L 2 τὸ δέμησυ N 6 ὁ om. M 10 ἡ ἄμφω N 11 ἀνδρία MN 15 ἀποκρινάμενοι ΜΝ 16 ἀπεκρινάμεθα MN 17 ἠκριβῶσθαι MN 19 ἔλεγχον L 24 περιάγειν M 26 λέγω N 29 ταυτότητας M 30 οἷον M 34 καὶ―περιπατεῖ in marg. add. N2: om. L: καὶ om. M συνώνυμα] ἐνδέχεται γὰρ τὸ μὲν περιπατεῖν τὸ δὲ μὴ τὸ ζῶον (sic) ἀλλ’ οὐ ταὐτά εἰσί in marg. add. N2 ἐκ γὰρ L 35 προστέθηται N)
Πενταχῶς δὲ συμβαίνει γίνεσθαι καὶ τοὺς τὸ ἐν ἀρχῇ αἰτοῦντας, ὥσπερ ἐν τοῖς τοπικοῖς εἴρηται. φανερώτατα μὲν καὶ πρῶτον, εἴ τις αὐτὸ τὸ προκείμενον εἰς δεῖξιν λάβοι ὡς ὁμολογούμενον. οὐκ αὐτὸ μέντοι κατὰ τὰς συλλαβὰς ἢ τὰ στοιχεῖα τὸ μεταληφθησόμενον ἔσται (πῶς γὰρ ἂν λήσοι;) ἀλλὰ κατὰ δύναμιν, ὡς ἐπὶ τῶν πολυωνύμων ἔχει καὶ ἐν ὅσοις τὸ ὄνομα καὶ ὁ λόγος ταὐτὸν σημαίνει. πρὸς γὰρ τὸν ζητοῦντα εἴπερ ὁ ἄνθρωπος θνητός, εἰ δοίη τις, διότι καὶ βροτός, ἢ ἡ ψυχὴ ἀθάνατος, ὅτι ἀνώλεθρος, τὸ | εἰρημένον ποιεῖ. δεύτερον δὲ ὅταν κατὰ μέρος δέον ἀποδεῖξαι τὸ καθόλου τις λάβοι, οἷον ἐπιχειρῶν ὅτι τῶν ἐναντίων μία ἐπιστήμη καθόλου τῶν ἀντικειμένων μίαν εἶναι ἀξιώσει, τὰ δ’ ἐναντία ἀντικείμενα· δοκεῖ γὰρ ὃ ἔδει αὐτὸ καθ’ αὑτὸ δεῖξαι, μετ’ ἄλλων λαβεῖν πλειόνων ὡς ὁμολογούμενον. καὶ τρίτον ὅταν γένηται τὸ ἐναντίον, εἴ τις καθόλου δεῖξαι προκειμένου κατὰ μέρος αἰτήσειεν, οἷον εἰ προκειμένου πάντων τῶν ἐναντίων μίαν εἶναι ἐπιστήμην δεῖξαι τῶνδέ τινων ἀξιώσειεν, οἷον βαρέος καὶ ὀξέος τὴν μουσικήν· δοκεῖ γὰρ καὶ οὗτος ὃ μετὰ πλειόνων ἔδει δεῖξαι, καθ’ αὑτὸ χωρὶς αἰτεῖσθαι. πάλιν εἴ τις διελὼν αἰτεῖται τὸ πρόβλημα, οἷον εἰ δέον ἅμα δεῖξαι τὴν ἰατρικὴν ἐπιστήμην ὑγιεινοῦ καὶ νοσώδους, χωρὶς ἑκατέρου αὐτὴν ἀξιώσειεν, εἰ δὲ τοῦτο, καὶ ἄμφω. καὶ πέμπτον εἴ τίς τι τῶν ἑπομένων ἀλλήλοις ἐξ ἀνάγκης αἰτήσαιτο· ἑπόμενα δὲ ἐνταῦθα ὥσπερ ἐκεῖνα, εἰ ἡ διάμετρος ἀσύμμετρος τῇ πλευρᾷ, καὶ ἡ πλευρὰ ἀσύμμετρος τῇ διαμέτρῳ· ἕπεται τῷ ἑτέρῳ τὸ ἕτερον. εἰ οὖν τις διὰ θατέρου πειραθείη δεῖξαι τὸ ἕτερον, τὸ ἐν ἀρχῇ ᾔτηται. φαίνονται δὲ ἐλέγχειν ἐν τοῖς τοιούτοις οἱ σοφισταὶ διὰ τὸ μὴ δύνασθαι τοὺς προσδιαλεγομένους συνορᾶν τὸ ταὐτὸν καὶ τὸ ἕτερον·
Ὁ δὲ παρὰ τὸ ἑπόμενον ἔλεγχος γίνεται, ὅταν τὰ μὴ ἀντιστρέφοντα ὡς ἀντιστρέφοντα λαμβάνηται. πάσης γὰρ κατηγορίας ἢ ἐπὶ πλέον ἢ ἐπ’ ἴσης οὔσης, καὶ τῆς μὲν ἐπ’ ἴσης ἀντιστρεφούσης, ὡς ἐπὶ τῶν ὁρισμῶν 29 [*](2 εἴποι M 7 παραλαγεὶν N 11 τούτῳ] τοῦτο N 14 ἐν τοῖς τοπικοῖς] Θ 13 18 εἴπερ] sic libri 19 θνητός] λογικός L 21 λάβη MN 26 ὀξέως L 31 αἰτήσοιτο MN 34 ἓν ἀρχῇ M αἰτεῖται MN 35 καὶ τὸ om. M: τὸ om. N)
Ἕκτος δὲ τρόπος ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθέμενος, ὃς καὶ μὴ παρὰ τοῦτο ἐν ἑτέροις ὠνόμασται. γίνεται δὲ ὅταν προσληφθῇ τὸ ἀναίτιον ὡς παρ’ ἐκεῖνο γινομένου τοῦ ἐλέγχου· συμβαίνει δὴ τὸ τοιοῦτον ἔνι τοῖς εἰς τὸ ἀδύνατον συλλογισμοῖς· ἐν τούτοις γὰρ ἀναίρειν τι δεῖ τῶν κειμένων· ἐὰν οὖν καταριθμηθῇ ἐν τοῖς ἄλλοις ἐρωτήμασι τοῖς καὶ ἀναγκαιοτέροις, καὶ χρησιμωτέροις πρὸς ἐξαπάτην τῷ σοφιστῇ πρὸ του συμπεράσματος δι᾿ οὗ συμβαίνει τὸ ἀδυνατον, δόξει παρὰ τοῦτο γίνεσθαι πολλάκις ὁ ἔλεγχος· εἰ γάρ τις ὠίη τῶν σοφιστῶν τὸ ζῶον παντὶ λευκῷ, εἶτα μὴ συνομολο- γούντων ἡμῶν πειρᾶται ἐλέγχειν, καὶ δὴ λήψεται τὸ ἀντιφατικῶς ἀντικείμενον τῆς ἡμετέρας προτάσεως μιμούμενος τὸν ἀληθῆ ἔλεγχον· φήσει γὰρ ὡς εἰ ψεῦδος τὸ τὸ ζῶον παντὶ λευκῷ, ἀληθὲς δήπου τὸ μὴ παντί, καὶ οὐκ ὅν δήπου τῷ ἀληθεῖ ἄτοπόν τι ἕψεται, καὶ συλλογίζεται οὕτως· τὸ ζῶον οὐ παντὶ λευκῷ καθ’ ὑμᾶς, τὸ λευκὸν παντὶ πτηνῷ, τὸ πτηνὸν παντὶ κόρακι, τὸ λευκὸν ἄρα παντὶ κόρακι, τὸ ζῶον ἄρα οὐ παντὶ κόρακι. ἀλλὰ μὴν τοῦτο ψεῦδος. ψευδὴς ἄρα καὶ ἡ ὑπόθεσις ᾗ τὸ ἀδύνατον ἠκολού|θησεν, αὕτη δ’ ἦν ἡ τὸ ζῶον οὐ παντὶ λευκῷ· λείπεται ἀληθὲς εἶναι τὸ παντί. ἀλλ’ οὐ παρὰ τοῦτο οὐδὲν γὰρ ἧττον συμβαίνει τὸ ψεῦδος καὶ λείποντος), ἀλλὰ παρὰ τὴν λέγουσαν πρότασιν τὸ λευκὸν παντὶ πτηνῷ. πάλιν ἡμῶν λεγόντων ‘ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ’, ὁ σοφιστὴς ἀναιρῶν οὕτω λέγει, ὡς, εἰ ἀληθές, οὐχ ἕξει τι τῶν ἑπομένων ἀδύνατον, νυνὶ δὲ ἕπεται, οὐκ ἄρα ἀληθές. ἔχει γὰρ οὕτως· εἰ γὰρ τῇ φθορᾷ ἡ γένεσις ἐναντίον ἡ καθόλου τῇ καθόλου, καὶ τῇ τινὶ φθορᾷ τὶς γένεσις ἐναντίον ἔσται· τὶς δὲ φθορὰ ὁ θάνατος· ἕξει ἄρα τινὰ γένεσιν ἐναντίον, ἐναντίον δὲ θανάτῳ οὐκ ἄλλο ἀλλ’ ἢ ζωή, ὥστ’ ἔσται ἡ ζωὴ τὶς γένεσις. εἰ δὲ τοῦτο, καὶ τὸ ζῆν ἔσται γίνεσθαι καὶ τὸ ζῶον, ᾗ ζῇ, γίνεται. ἀλλὰ μὴν τοῦτο ἀδύνατον· ἀδύνατον ἄρα καὶ τὸ λέγειν τὴν ψυχὴν καὶ ζωὴν ταὐτόν. ἀλλ’ οὐ παρὰ τοῦτο, οὐδὲ τοῦτο τοῦ ψεύδους αἴτιον ἀφαιρεθέντος γὰρ πάλιν τὸ ἄτοπον ἔσται), ἀλλὰ τὸ τιθέναι τὸν θάνατον φθοράν· οὐ γὰρ ὁ θάνατος φθορὰ ἀλλὰ διάλυσις καὶ χωρισμὸς ψυχῆς ἀπὸ σώματος, τοῦτο δὲ οὐ φθορά. οὐ γὰρ ἅπαν τὸ χωρισθὲν ἤδη καὶ ἔφθαρται, ὡς ἐπὶ σίτου καὶ κριθῆς καὶ τῶν ὁμοίων ἔχει· ᾤχετο δ’ ἄν καὶ τὸ σῶμα καὶ ἡ ψυχὴ φθαρέντα τῷ θανάτῳ, νῦν δὲ διαμένει· καὶ ζωὴ μὲν ἐναντίον ἔσται τινὶ λύσει ὅπερ ὁ θάνατος, φθορὰ δὲ τῷ ἀψύχῳ σώματι. ἀσυλλόγιστοι μὲν οὖν οὐκ εἰσὶν οἱ τοιοῦτοι λόγοι, πρὸς δὲ τὸ προκείμενον ἀσυλλόγιστοι, καὶ λανθάνει πολλάκις οὐχ ἧττον αὐτοὺς τοὺς ἐρωτῶντας τὸ τοιοῦτον.
Οἱ μὲν οὗν παρὰ τὸ ἑπόμενον καὶ παρὰ τὸ μὴ αἴτιον τοιοῦτοι, τὸ δὲ παρὰ τὸ τὰ δύο ἐρωτήματα ἢ καὶ πλείω ἓν ποιεῖν γίνεται, ὅταν λανθάνῃ πλείω ὄντα καὶ ὡς ἑνὸς ὄντος ἀποδοθῇ ἀπόκρισις μία. καὶ ἐπ’ ἐνίων μὲν ῥᾴδιον ἰδεῖν [*](1 ὃς] ἁ MN 3 δὴ] δὲ Spengel 4 δεῖ om. L 8. 9 συγχωρούντων MN 12 ἀληθῆ N 13 καθ’ ἡμᾶς MN 14 τὸ λευκὸν―κόρακι in marg. add. L μὴν] μὲν M 15 ᾗ] ἢ Μ 16 ἡ om. MN 21 ἀληθὴς Ν εἰ δὲ Μ γένησις N 28 φθορὰ] φθορὰν N 31 καὶ τῷ N 33 φθωρὰ N 36 ἑπόμενον―τὸ δὲ παρὰ in ras. L)
6. Ἢ δὴ οὕτω διαιρετέον τοὺς φαινομένους συλλογισμοὺς καὶ ἐλέγχους, ὡς τοὺς μὲν παρὰ τὴν λέξιν τίθεσθαι, τοὺς δὲ παρὰ τὰ πράγματα καὶ τῆς λέξεως ἐκτός, καὶ τοσούσδε κατ’ εἴδη καὶ τοιούσδε προσονομάζειν, ὥσπερ δὴ καὶ ἐκτέθεινται, ἢ πάντας ἀνακτέον εἰς τὴν τοῦ ἀληθοῦς ἐλέγχου ἄγνοιαν, ἀρχὴν ταύτην ποιησαμένους. ἔστι γὰρ ἅπαντας ἀναλῦσαι τοὺς λεχθέντας εἰς τὸν τοῦ ἐλέγχου διορισμόν· παρὰ γὰρ τὸ ἀγνοεῖν τοὺς προσ- διαλεγομένους, ὁπόσα φυλάττεσθαι χρὴ τὸν ἀληθῶς ἐλέγξοντα καὶ ποῖα, τόπον οἱ σοφισταὶ πρὸς ἀπάτην εὑρίσκουσι. καὶ πρῶτον μὲν καθ’ ἓν τοῦτο πάντας ἀνάξομεν, εἴπερ πάντες ἀσυλλό|γιστοι, ὁ δὲ ἔλεγχος συλλογισμός τις· δεῖ γὰρ ἐκ τῶν κειμένων συμβαίνειν· τὸ συμπέρασμα, ὥστε λέγειν ἐξ ἀνάγκης ἀλλὰ μὴ φαίνεσθαι. ἔπειτα καὶ κατὰ μέρη τοῦ διορισμοῦ. ἐπεὶ γὰρ ὁ ἀληθὴς ἔλεγχος ἀντίφασίς ἐστι τοῦ αὐτοῦ καὶ ἑνὸς ὀνόματος καὶ πράγματος, τῶν δὲ ἐν τῇ λέξει σοφισμάτων τὰ παρὰ τὸ διττόν, οἷον ἡ ὁμωνυμία καὶ ἀμφιβολία καὶ ἡ ὁμοιοσχημοσύνη σύνηθες γάρ, ὡς κἀν τοῖς ἔμπροσθεν ἐλέγετο) πάντα ταῦτα ὡς τόδε τι σημαίνει καὶ ἕν, τὸ κύων, τὸ [*](4 ὅταν τις] ὅστις M τύπτῃ N Arist. 5 ἄνθρωπον τύπτῃ N 7 μόνοις M 9 ἀγα- θῶν ex ἀγαθὸν corr. N 10 σοφροσύνη N 15. 16 τί δὲ MN 20 ἔχοντα N πεφυκότα N οὐχὶ―ἔχειν (21) om. N 23 βλέπων N 37 δὲ om. MN 39 ἐγένετο M Comment. Aristot. XXIII 4. Paraphr. in Sophist. elenchos. 2)
Καὶ οὕτω μὲν οἱ ἐν τῇ λέξει ἓξ παραλογισμοὶ παρὰ τὸν πρῶτον διορισμὸν εἰς τὴν τοῦ ἐλέγχου ἀνήχθησαν ἄγνοιαν· οὐδεὶς γὰρ τὸ αὐτὸ τοῦ αὐτοῦ κατέφησε καὶ ἀπέφησεν· οἱ δὲ παρὰ τὸ συμβεβηκός, ἵνα καὶ πρὸς τοὺς ἐκτὸς τῆς λέξεως ἀπίδωμεν παραλογισμούς, ὁρισθέντος τοῦ συλλογισμοῦ φανεροὶ γίνονται διαμαρτόντες. τὸν δὲ αὐτὸν ὁρισμὸν δεῖ καὶ τοῦ ἐλέγχου εἶναι ὅνπερ καὶ τοῦ συλλογισμοῦ, πλὴν προσκεῖσθαι τὴν ἀντίφασιν· ἔστι γὰρ ἔλεγχος συλλογισμὸς ἀντιφάσεως ἐχούσης τοὺς εἰρημένους διορισμούς. εἰ οὖν μὴ ἔστι συλλογισμὸς τοῦ συμβεβηκότος, οὐδὲ ἔλεγχος ἐγχωρεῖ εἶναι ἀπὸ τοῦ συμβεβηκότος. οὐκ ἔστι δέ· οὐ γὰρ εἰ τούτων ὄντων ἀνάγκη τόδε εἶναι, καὶ τοῦδε τόδε, ἤδη ἀνάγκη καὶ τὸ πρῶτον τῷ ἐσχάτῳ ἐνεῖναι, οἷον εἰ τοῦ κύκνου † λευκοῦ ὄντος, τὸ δὲ χρῶμα, οὐκ ἤδη ὁ κύκνος χρῶμα. οὐδ’ εἰ τὸ τρίγωνον δυοῖν ὀρθαῖν τὰς τρεῖς γωνίας ἴσας ἔχει, συμβέβηκε δὲ αὐτῷ σχήματι | εἶναι ἢ πρώτῳ ἢ ἀρχῇ, ἤδη καὶ πᾶν σχῆμα τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει· πάλαι γὰρ τὸ οὕτω λέγειν ἐλήλεγκται· οὐ γὰρ ᾗ σχῆμα οὐδ’ ᾗ πρῶτον, ἀλλ’ ᾗ τρίγωνον ἡ ἀπόδειξις πρόεισιν. πρῶτον δὲ καὶ ἀρχὴ τῶν σχημάτων τὸ τρίγωνον, εἴπερ τούτῳ τἄλλα καὶ συντίθεται καὶ διαλύεται. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὥστε εἰ ὁ ἔλεγχος συλλογισμός τις, οὐκ ἄν εἴη ἔλεγχος κατὰ συμβεβηκὸς ἀληθής. ἀλλὰ παρὰ τοῦτον καὶ οἱ τεχνῖται καὶ ὅλως οἱ ἐπιστήμονες ὑπὸ τῶν ἀνεπιὄρος [*](5 L 6 μέλλοι MN 7 ὅρους N 7. 11 δοὺς] fort, δόντος 9 κἄν M 11 post γὰρ add. εἰ L ἐν τῇ προτάσει MN συμπεράνοιτο libri 14 εἴ τις om. M 15 τοιῶνδε ἐκ τοιόνδε corr. L 23 ἁμαρτάνοντες MN δὲ] γὰρ Aristoteles 26 οὐδὲ―συμβεβηκότος (27) om. N 27 συμβεβηκότες L 28 τὸ ex τῷ corr. L 29 λευκοῦ ὄντος] ὄντος λευκόν ἐστιν Spengel 30 δύο ὀρθαῖς MN 33 αὐδὴ πρῶτον N 35 καὶ διαλύεται om. M 37 τεχνηταὶ N)
Οἱ δὲ παρὰ τὸ πῆ καὶ ἁπλῶς παραλογισμοὶ ἀνάγονται εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν καὶ αὐτοί, ὅτι οὐ τοῦ αὐτοῦ ἡ κατάφασις καὶ ἀπόφασις· τοῦ γὰρ πῆ λευκοῦ τὸ πῆ οὐ λευκόν, τοῦ δὲ ἁπλῶς λευκοῦ τὸ ἁπλῶς οὐ λευκὸν ἀπόφασις. εἰ οὖν δόντος τὸ πὴ εἶναι λευκὸν τὸν Αἰθίοπα ὡς ἁπλῶς εἰρημένον λαμβάνει, οὐ ποιεῖ ἔλεγχον· οὐ γὰρ ἐκ τῶν δεδομένων συλλογί- ζεται, φαίνεται δὲ διὰ τὴν ἄγνοιαν τοῦ τί ἐστιν ἔλεγχος.
Φανερώτατα δὲ πάντων οἱ πρότερον λεχθέντες παραλογισμοί, λέγω δὴ τοὺς περὶ τὴν λέξιν, παρὰ τὸν τοῦ ἐλέγχου γίνονται διορισμόν, διὸ καὶ οὕτω προσηγορεύθησαν· παρὰ γὰρ τοῦ λόγου τὴν ἔλλειψιν καὶ τὸ ὑπερβαίνειν τῶν ἐν | τῷ τοῦ ἀληθοῦς ἐλέγχου ὁρισμῷ τηρουμένων ἡ φαντασία τῆς 38 ἀπάτης γίνεται. διαιρουμένοις οὖν οὐτῶ τοῖς τοιούτοις σοφίσμασι κοινὸν.
ἐπὶ πᾶσι θετέον τὴν τοῦ ὁριστικοῦ λόγου ἔλλειψιν.
Πάλιν δὲ ἐπὶ τοὺς ἐκτὸς τῆς λέξεως ἐρχόμενοι λέγομεν, ὡς καὶ οἱ λαμβάνοντες τὸ ἐν ἀρχῇ καὶ οἱ τὸ ἀναίτιον ὡς αἴτιον τιθέμενοι δῆλοι διὰ τοῦ ὁρισμοῦ τοὐ ἀληθοῦς ἐλέγχου ὡς παρὰ τὴν τούτου ἄγνοιαν καὶ τὴν ἔλλειψιν γίνονται. δεῖ γὰρ ἐν τοῖς κυρίως συλλογισμοῖς τὸ συμπέρασμα γίνεσθαι τῷ ταῦτα εἶναι καὶ ὡς ἀπ’ αἰτίων γεννᾶσθαι τῶν προτάσεων ἕτερον ὂν ἐκείνων, ὅπερ οὐκ ἦν ἐν τοῖς ἀναιτίοις, καὶ μὴ συναριθμεῖσθαι τὸ ἐξ ἀρχῆς, ὅπερ οὐκ ἔχουσιν οἱ παρὰ τὴν αἴτησιν τοῦ ἐν ἀρχῇ.
Οἱ δὲ παρὰ τὸ ἑπόμενον μέρος εἰσὶ τοῦ συμβεβηκότος, καὶ εἰ ἐκεῖνοι πίπτουσι τοῦ διορισμοῦ ἐκτός, καὶ οὗτοι· οὗ γὰρ τὸ ὅλον, καὶ τὸ μέρος. διαφέρουσι δὲ καὶ ἀλλήλων τῷ τοὺς μὲν κατὰ συμβεβηκὸς περαίνειν ἁπλῶς καὶ μὴ ἀντιστρέφειν, τοὺς δὲ παρὰ τὸ ἑπόμενον ἀντιστρέφειν, καὶ ὥσπερ δὶς τὸ αὐτὸ λαμβάνειν τῇ μεταποιήσει. διὰ τοῦτο καὶ τὸν μὲν ἐφ’ ἑνὸς λέγομεν τὸν δὲ ἐν πλείοσι· τὰ γὰρ ἑνὶ ταὐτὰ καὶ ἀλλήλοις ἀξιοῦμεν. ἔστι δ’ οὐ πάντως ἀληθῶς· οὐ γάρ, εἰ ὁ κύκνος λευκόν, καὶ τὸ λευκὸν πάντως κύκνος. ἢ πάλιν ὡς ἐν τῷ Μελίσσου λόγῳ | τὸ αὐτὸ εἶναι λαμβάνει τὸ γεγονέναι καὶ ἀρχὴν ἔχειν· ἐπεὶ γάρ, φησί, τὸ γεγονὸς καὶ τὸ πεπερασμένον εἰσὶ ταὐτὰ τῷ ἔχοντι ἀρχήν, ἔσται λοιπὸν καὶ τὸ γεγονὸς καὶ τὸ ἔχον ἀρχὴν ταὐτά. ἢ τὸ ἴσοις γίνεσθαι καὶ τὸ αὐτὸ μέγεθος λαμβάνειν· οὐ γάρ, εἰ τὰ τὸ αὐτὸ κατὰ ποσὸν μέγεθος λαμβάνοντα ἴσα γίνεται, καὶ τὰ ἴσα γινόμενα ἓν μέγεθος λαμβάνει, οἷον εἴπερ Σωκράτης καὶ Θεαίτητος ἴσοι τρι- πήχεις γὰρ ἄμφω), ἤδη που καὶ ἓν κατ’ ἀριθμὸν καὶ ταὐτὸν μέγεθος ἔχουσιν. ἐπὶ πᾶσι γὰρ τὸ ἑπόμενον καθόλου ὡς ἰσάζον λαμβάνει. ἐπισκεπτόμενοι δὲ καὶ ἄλλως οἱ τοιοῦτοι παραλογισμοὶ τὸ ἀσύστατον ἔχουσιν. δύο γὰρ καταφάσεις ἐν δευτέρῳ λαμβάνουσι σχήματι.
[*](2 οὐ om. M δεῖ] δὴ L 10 λέγω δὴ post λέξιν ponit L 11 περὶ LN Alex.: παρὰ M 14 οὕτω om. MN 18 ἔλεγχον M 20 ἀπ’ om. M 21 ἐν τοῖς ἐναντίοις M 24 οὐ γὰρ N 30 ἐν τὰ M 32 ἔχοντι] ἔχειν L 33 ἴσους N: ἴσως M)Οἱ δὲ παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν ἐν τῷ μὴ διαρθροῦν ἡμᾶς τὸν τῆς προτάσεως λόγον. πρότασις γάρ ἐστιν ἡ ἓν καθ’ ἑνὸς, κατηγοροῦσα ἢ ἀποφάσκουσα· ἑκάτερος γὰρ τῶν κειμένων ὅρων ἓν ἀξιοῦται σημαίνειν πρᾶγμα, οἷον ἄνθρωπος καὶ λεῦκον ἕνος ἑκάτερος έσται δηλωτικὸς καὶ οὐ πλειόνων. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. εἰ οὖν μία πρότασις ἡ ἓν καθ’ ἑνὸς ἀξιοῦσα, καὶ ἁπλῶς ἔσται πρότασις ἡ τοιαύτη ἐρώτησις. ἐπεὶ δὲ συλλογισμὸς ἐκ προτάσεων, ἡ δὲ πρότασις ἓν καθ’ ἑνός, φανερὸν ὅτι καὶ οὗτος ἔσται ἐν τῇ ἐλέγχου ἀγνοίᾳ· φαί|νεται γὰρ εἶναι πρότασις ἡ οὐκ οὖσα πρότασις. ἄν τοίνυν πλειόνων ἐρωτημάτων προτεθέντων παρὰ τοῦ σοφιστοῦ ἐποιήσατο τὴν ἀπόκρισιν ὁ προσδιαλεγόμενος ὡς πρὸς μίαν ἐρώτησιν, ἔσται ἔλεγχος· εἰ δὲ μὴ δέδωκε φανερῶς, ἀλλὰ φαίνεται τῷ σιωπῆσαι ἢ τῷ διστάσαι, φαινόμενος. ὥστε πάντες οἱ τρόποι πίπτουσιν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν. τί δὲ κωλύει καὶ πάλιν ἀναλαβεῖν καὶ δὶς τὰ αὐτὰ διὰ τὸ σαφέστερον ἐπελθεῖν καὶ λύσιν τινὰ μετρίαν πρὸ τῆς ἀκριβεστέρας καὶ μείζονος κἀντεῦθεν δοῦναι τοῖς παραλογισμοῖς; οἱ μὲν οὖν παρὰ τὴν λέξιν, ὡς εἴρηται, πεσοῦνται πάντες ἐκτὸς τοῦ διορισμοῦ, ὅτι οὐκ ἀληθῆ συν- άγουσιν ἀντίφασιν, ὅπερ ἦν τοῦ κυρίως ἐλέγχου, ἀλλὰ φαινομένην· τὸ γὰρ κύων ὑλακτεῖ, κύων οὐχ ὑλακτεῖ οὐκ ἀντίφασις, ὡς συναληθεύουσα ἐπ’ ἄλλου καὶ ἄλλου λαμβανομένη· οἱ δ’ ἄλλοι παρὰ τὸν τοῦ συλλογισμοῦ ὁρισμὸν ἐλλείψαντός του τῶν παρατετηρημένων οἷς ὅ τε ἀπλῶς συνίσταται συλλογισμὸς καὶ ὁ ἀληθὴς ἔλεγχος.
7, Γίνεται γοῦν ἡ ἀπάτη ἐν τοῖς παρὰ τὴν λέξιν σοφίσμασι τῶν μὲν παρὰ τὴν ὁμωνυμίαν καὶ τὸν ἀμφίβολον λόγον τῷ μὴ δύνασθαι διαιρεῖν ἡμᾶς τὸ πολλαχῶς λεγόμενον. ὁ γὰρ συναισθόμενος, κατὰ πόσων σημαινομένων τὸ κύων ἢ τὸ σιγῶντα φέρεται, καὶ διελόμενος ἧττον ἐν τοῖς τοιούτοις ἀπατηθήσεται· ἐργῶδες δὲ τοῦτο ποιεῖν αὐτίκα καὶ τοῖς εἰς ἄκραν ἕξιν λογικὴν | ἀφιγμένοις. ἔστι γὰρ ἃ κἀκείνοις οὐκ εὔπορον διελεῖν ἁγωνιζομένοις ἀθρόως, οἷον τὸ ὄν, τὸ ἓν καὶ τὸ ταὐτόν. ἴσως δ’ ἄν διαιρεθεῖεν τό τε ὂν ἐν τοῖς δέκα γένεσι καὶ ἐν τῷ δυνάμει καὶ ἐνεργείᾳ, καὶ ταὐτόν τι ἕτερον ἑτέρῳ πάλιν ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ· κατὰ τὰ αὐτὰ δὲ καὶ τὸ ἕν. τῶν δ’ αὖ περὶ τὴν σύνθεσιν καὶ διαίρεσιν ἡ ἀπάτη τῷ μηθὲν οἴεσθαι διαφέρειν συντιθέμενον τὸν λόγον ἢ διαιρούμενον καὶ καταφρονεῖν ὡς οὐδὲν πρᾶγμα· τὸ δὲ διαφέρει πάμμεγα. καὶ ἴσως ἔν τισι ταὐτὸν καὶ ἡνωμένος καὶ διῃρημένος ὁ λόγος σημαίνει ὡς ἐπὶ τῶν ὁρισμῶν ἔχει, οὐκ ἐπὶ πάντων δέ. ὁμοίως δὲ καὶ τῶν παρὰ τὴν προσῳδίαν ἡ ἀπάτη· οὐ γὰρ ἄλλο δοκεῖ σημαίνειν τοῖς ἐρωτωμένοις ἀνιέμενος καὶ ἐπιτεινόμενος ὁ λόγος. ἐπ’ οὐδενὸς γὰρ ἢ οὐκ ἐπὶ πολλῶν τὸ τοιοῦτον εὕροι τις ἄν· ἐπὶ γὰρ τῶν πλείστων πρὸς τὴν διαφορὰν τοῦ τόνου ἢ τοὐ πνεύματος καὶ ἡ τῆς λέξεως ἀκολουθεῖ σημασία. Θάλης μὲν γὰρ καὶ Θαλῆς ταὐτὸν σημαίνει· [*](1 τὸ om. LN 4 σημαίνει M 9 ἂν] sic libri 12 τὴν om. M 14 ἀπελ- θεῖν LM πρὸς N 20 παρατηρημένων M 22 οὖν MN 23 τὸν ex τῶν corr. L 25 φέρεται] φαίνεται N 27 λογικὸν M 32 διαφέρει M 35 τὴν om. MN 37 τὸ τοιοῦτον om. MN)
8. ἐπεὶ δ’ ἔχομεν παρ’ ὅσα γίνονται οἱ φαινόμενοι συλλογισμοί, ἔχομεν καὶ παρ’ ὁπόσα οἱ σοφιστικοί· ταὐτὸν γὰρ ἄμφω, ἢ μικρὸν τὸ διάφορον. παρὰ δὲ τοὺς τρισκαίδεκα τρόπους ἐκεῖνοι· παρὰ τοσούτους καὶ οὗτοι. καλῶ δὲ σοφιστικὸν καὶ φαινόμενον ἔλεγχον οὐ μόνον τὸν ἁμαρτόντα τοῦ εἴδους τοὐ συλλογιστικοῦ, ὡς ἂν ἐκ δύο μερικῶν ἢ ἀποφατικῶν ἔν τινι τῶν σχημάτων ἢ ἐξ ὅλων καταφατικῶν ἐν τῷ μέσῳ πλεκόμενον, ἀλλὰ καὶ τὸν ὑγιαίνοντα μὲν ἐν τούτῳ, φαινόμενον δὲ καὶ οἰκεῖον τοῦ πράγματος ὡς ἄν ἐκ τῶν ἀρχῶν τῆς προκειμένης ἐπιστήμης ἀγόμενον, μὴ μέντοι διὰ τέλους τοῦτο φυλάττοντα, ἀλλὰ τοῖς ἀληθέσιν ἔξω ψευδῆ παρενείροντα. εἰσὶ δ’ οὗτοι οὓς καὶ πειραστικοὺς ἐν τοῖς κατ’ ἀρχὰς ὡριζόμεθα. τὸ γὰρ δεικνύειν τὴν μίαν τοῦ τριγώνου πλευρὰν μείζονα τῶν λοιπῶν ἐναντίον ἢ τὸ ἀληθὲς ἔχει· παντὸς γὰρ τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζονές εἰσι πάντη μεταλαμβανόμεναι. πῶς μὲν γεωμετρικὸς ὁ λόγος, τῷ ἀπλῶς τρίγωνα λαμβάνειν καὶ γραμμὰς ἐκτείνειν καὶ κύκλους περιάγειν, τῷ δ’ αὖ ἄγειν μὴ ὡς ἂν ἀχθεῖεν, καὶ γράφειν μὴ ὡς ἄν γραφεῖεν οὐ γεωμετρικός. ὅθεν συνθλίβει μὲν ὁ πειραστικὸς εἰς ἀντιφάσεις τὸν προσποιύμενόν του ἐπιστήμονα εἶναι καὶ ἐπ’ ὠφελείᾳ ἔστιν οἷς ἀφαιρεῖται γὰρ αὐτῶν τὴν ματαίαν δοξοσοφίαν), φαινόμενος δέ, ὥς γε εἴρηται, οἰκεῖος τοῦ πράγματος πάντη οὐκ ἔστιν· οὐ γὰρ ἂν ἴσχυσεν ἐλέγξαι τοιοῦτος ὁ παρὰ Πλάτωνι εὐθύφρων καὶ Γοργίας. ἐπεὶ δὲ ἡ διαλεκτικὴ ἐκ τῶν κοινοτάτων ἀρχῶν καὶ ἐνδόξων λαμβάνει, ἐδείχθη δὲ καὶ ἡ πειραστικὴ ἐκ τῶν προσεχῶν τῇ κατὰ μέρος ἐπιστήμῃ καὶ ἰδίων, εἴη ἄν τις ἐν ταύταις κοινωνία, καὶ ἔστιν ἡ πειραστικὴ μέρος τῆς διαλεκτικῆς, καὶ δύναται ψεῦδος συλλογίζεσθαι δι’ ἄγνοιαν τοῦ διδόντος τὸν λόγον. διαφέρουσι δὲ ἀμφότεραι τῆς σοφιστικῆς ὡς αἱ μὲν δῆλον ποιοῦσιν ἀντίφασιν συλλογιζόμεναι τῆς τοῦ ἀποκρινομένου θέσεως οὐ γὰρ ἐρωτῶσιν ὁμώνυμα καὶ ἀμφίβολα καὶ τοιαῦτά τινα), οἱ μέντοι σοφισταὶ ἄν ποτε καὶ συλλογίζονται τὴν ἀντίφασιν, οὐ ποιοῦσι δῆλον εἰ ἀγνοεῖ ὁ προσδιαλεγόμενος· καὶ γὰρ τὸν εἰδότα ἐμποδίζουσι τούτοις τοῖς λόγοις· ὁμώνυμα γὰρ ἐρωτώντων καὶ ἀμφίβολα οὐδεὶς οἶδε τῶν ἀκροωμένων, εἰ τὴν ἀντίφασιν συνάγουσι.
[*](1 ὥσπερ οὐδὲν M προσημαίνει L 4 ὡς om. M 6 τῷ] τὸ M παραφθέντος MN 7 τὸ M 9 ταὐτὰ MN 9. 10 τι διάφορον MN 11 ἀμαρτάνοντα M 12 συλλογισμοῦ M μερικὸν N 12. 13 ἔν τινι τῷ σχήματι M 13 καταφατικῶν ex καταφατικὸν corr. N 14 τὸν] τῶν N τοῦτο N 18 δεικνύναι MN 21 ἐκτείνυν L 24 ἀπ’ N αὐτὸν L 26 τοιοῦτος] fort. τοιούτως 29 μετὰ μέρος Μ ἐν ex ἀν corr. L: κἀν N: κἂν Μ 34 συλλογίζωνται MN)Τοσαῦτα γοῦν παρειπόντες πάλιν ἀνιόντες λέγομεν. ὅτι μὲν οὗν ἔχοἐντεῦθεν· ἐντεῦθεν· παρ’ ὅσα γὰρ φαίνεται τοῖς ἀκούουσιν ὡς ἠρωτημένα συλλελογί- σθαι καλῶς, παρὰ ταῦτα κἄν τῷ ἀποκρινομένῳ δόξει. ἀπατηθήσεται δὲ ὁ ἀκροατὴς ἢ διὰ τὴν ὁμωνυμίαν ἢ ἀμφιβολίαν ἢ ἄλλο τι τῶν | ἀπηριθμημένων, καὶ ὁ ἀποκρινόμενος παρά τι τούτων κατασεσοφίσθαι δόξει· ὃ γὰρ μὴ ἐρωτώμε.νός τις ἔνδοθεν καὶ σιγῶν καλῶς ἠρωτῆσθαι ἐνόμισε καὶ συνένευσε, κἄν ἐρωτηθεὶς θείη, καὶ ἄλλῳ ἐρωτωμένῳ μὴ διδόντι δυσχερανεῖ. οἱ γὰρ ἀκροαταὶ ἐν ταῖς διαλέξεσι κριταὶ τῆς νίκης τοῖς ἀγωνιζομένοις κάθηνται· ὡς γοῦν οὗτοι διατεθῶσι, τοῖς λόγοις τὸ κῦρος ἕπεται. πλὴν ἐπί τινων διὰ τὸ πρόδηλον, οἷον ἐν τοῖς παρὰ ·τὴν λέξιν καὶ τὸν σολοικισμὸν συμπεραινομένου τοῦ σοφιστοῦ οὐκ ἄφωνοι μένουσιν οὔθ’ οἱ ἀκροαταὶ οὔθ’ οἱ ἀποκρινόμενοι, ἀλλ’ ἅμα συμβαίνει προσερωτᾶν αὐτοὺς τὸ ἐνδεὲς καὶ τὸ ψεῦδος ἐμφανίζειν, οἷον ὁ Σωκράτης καθήμενος βαδίζει ἐλέγξει γάρ, ὡς παρείθη τὸ δύναται), καὶ ἔστιν ἄρα λίθον· οὔ φασιν, ἀλλ’ ἔστι λίθος. εἰ οὖν οἱ παραλογισμοὶ τῆς ἀντιφάσεως παρὰ τὸν φαινόμενον ἔλεγχόν εἰσι, δῆλον ὅτι παρὰ τοσαῦτα ἄν καὶ τῶν ψευδῶν εἴησαν συλλογισμοί. ὁ δὲ φαινόμενος ἔλεγχος παρὰ τὴν ἔκπτωσιν τῶν μορίων τοῦ ἀληθοῦς, καὶ εἴπερ οὐκ ὄχλος τὰ αὐτὰ διὰ τὸ σαφὲς πολλάκις λέγειν, ἐπεὶ ἀληθὴς ἔλεγχός ἐστιν ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνὸς καὶ τἄλλα, φανείη ἄν ψευδὴς ἔλεγχος ἑκάστου τῶν μορίων ἐκλείποντος τῶν κατὰ τὸν ἀληθῆ. οἷον ὁ παρὰ τὸ μὴ αἴτιον τιθέμενος ὡς αἴτιον καὶ ἀπάγων εἰς τὸ ἀδύνατον οὐκ ἐκ τῶν κειμένων ἤχθη οὐδὲ τῷ ταῦτα εἶναι συμ|βέβηκεν βέβηκεν (ἔδει δέ), καὶ ὁ τὰς δύο ἐρωτήσεις μίαν ποιῶν παρὰ τὴν πρότασιν, ὅ τε κατὰ συμβεβηκὸς παρὰ τὴν ἔλλειψιν τοῦ καθ’ αὑτό τούτῳ συνυπήχθη καὶ ὁ παρὰ τὸ ἑπόμενον)· ἔτι τὸ μὴ ἐπὶ τοῦ πράγματος ἀλλ’ ἐπὶ ψιλοῦ τοῦ λόγου καὶ τοῦ ὀνόματος συνάγειν τὴν ἀντίφα- σιν, ὡς ἐπὶ τῶν ὁμωνύμων καὶ ὁμοιοσχημόνων καὶ ἀμφιβόλων καὶ τῶν παρὰ προσῳδίαν, ὅ τε κατὰ σύνθεσιν καὶ διαίρεσιν παρά τε τὸ ἐνδεῆ ληφθῆναι τὸν] ἐν τῷ συμπεράσματι #x003E; κατηγορούμενον τῆς πρώτης θέσεως καὶ τὸ φύρειν τὸ δυνάμει καὶ ἐνεργείᾳ. παρὰ τὴν ἔλλειψιν δὲ καὶ τοῦ τῆς προτά- σεως ὅρου καὶ τοῦ συλλογισμοῦ ὁ παρὰ τὸ πῆ καὶ ἁπλῶς· οὐ γὰρ ἐκ τῶν δοθέντων. πῆ γὰρ ἢ ποῦ ἢ πρός τι ἢ ποτὲ δοθέντος εἶναι ἢ μὴ εἶναι ἁπλῶς ἐπάγει, ἢ τὸ ἔμπαλιν, καὶ κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτό. ἔτι παρὰ τὸ μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ ὁ τὸ ἐν ἀρχῇ λαμβάνων. ὥστ’ ἔχομεν, παρ’ ὅσα μὲν γίνονται οἱ παραλογισμοί· παρὰ πλείω δὲ οὐκ ἂν εἶεν, παρὰ δὲ τὰ εἰρημένα ἔσονται πάντες.
Ὑπὲρ ἁπάντων δὲ κοινῶς ἀποφαινόμενοι λέγομεν ὡς πᾶς σοφιστικὸς ἔλεγχος ἢ συλλογισμὸς οὐχ ἁπλῶς ἐστι συλλογισμὸς ἢ ἔλεγχος, ἀλλὰ πρός [*](1 ὅτι―ἔχομεν om. M: οὖν om. N 4 κἀν L δόξει L: δόξειεν MN δὲ om. M 10 γοῦν] ἄν οὖν MN 11 τὴν om. MN 17 συλλογισμοί] παρ’ ὅσα καὶ ὁ φαινόμενος ἔλεγχος add. Aristoteles 23 ἔδει δέ om. M 29 τὸν dclevi, cf. p. 7, 16: τῶν N τὸ addidi 30 φέρειν N 33 ἀπάγοι N 34 συναριθμούμενον M ὁ—ἀρχῇ om. N 35 μὲν om. MN γὰρ οὐκ ΜΝ)
9. Οἱ μὲν οὖν ψευδεῖς ἔλεγχοι καὶ συλλογισμοὶ τοσοῦτοι τῷ ἀριθμῷ καὶ τοιοίδε· ἔχομεν δὲ καὶ τὴν διδασκαλικὴν αὐτῶν μέθοδον. τῶν μέντοι ἀληθινῶν ἐλέγχων οὔτ’ ἐπιστήμη τις εὕρηται ἕως νῦν, οὔτε καθ’ ὅσους τρόπους διῄρηνται. τὸ δὲ αἴτιον, ὡς ἐν τοῖς προοιμίοις ἐλέγετο· παρὰ τοσούτοις γὰρ οἱ ἀληθεῖς ἔλεγχοι, παρ’ ὅσοις αἱ ἀποδείξεις. πᾶσαν γὰρ ἀπόδειξιν κατ’ εὐθεῖαν ἔστι καὶ διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς περᾶναι, ἣν δήπου καὶ ἀληθινὸν ἐτίθεμεν ἔλεγχον· οἷον εἰ σύμμετρον ἔφησεν τὴν πλευρὰν τῇ διαμέτρῳ, ἀποδείξει ὅτι ἀσύμμετρος. καὶ ἐπὶ σαφεστέρων, ὁ ἄνθρωπος λογικόν, τὸ λογικὸν ζῶον, ὁ ἄνθρωπος ἄρα ζῶον· τοῦτο ἀπόδειξις. εἴ τις γοῦν ἐνίσταιτο μὴ ἀληθὲς λέγων τὸ συμπέρασμα, ἐλέγχοντες αὐτὸν τὸ τοὐ συμπεράσματος λαμβάνομεν ἀντικείμενον, ὅπερ καὶ τίθεται, τὸ οὐ πᾶς ἅνθρωπος ζῶον, καὶ μίαν τῶν κειμένων προτάσεων τὴν ἄνθρωπος λογικόν, καὶ συνάγομεν ἐν τρίτῳ σχήματι ἀδύνατόν τι καὶ ἄτοπον· ἀναιροῦμεν γάρ τι τῶν ὁμολογουμένως ἀληθῶν. εἰ γὰρ οὐ πᾶς ἄνθρωπος ζῶον, πᾶς δὲ ἄνθρωπος λογικόν, οὐ πᾶν λογικὸν ζῶον. ἀλλὰ | μὴν ὑπέκειτο καὶ πᾶν. οὐκ ἄρα ἀληθὴς ἡ ἔνστασις ἡ οὐ πᾶς ἄνθρωπος ζῶον· παρ’ ἐκείνην γὰρ τὸ ἀδύνατον. ἀληθὲς ἄρα τὸ πᾶς ἄνθρωπος ζῶον, ὅπερ ἐξ ἀρχῆς ἦν. εἰσὶ μὲν οὖν οἱ ἀληθεῖς ἔλεγχοι κατὰ τὰς ἀποδείξεις, αἱ δὲ κατὰ τὰς ἐπιστήμας, καὶ παμπληθεῖς ἐν ἑκάστῃ. πολλαὶ δὲ αἱ ἐπιστῆμαι καὶ οὔπω πεπέρανται· ὅσαι γὰρ ἐν τῷ λείποντι τοῦ χρόνου φανήσονται, προσθήκη ταῖς οὔσαις ἔσονται.. χρόνος γὰρ ἐκ περιττοῦ, καὶ ἐν ἑκάστῳ γένοιτ’ ἄν καὶ ἐν τῷ παντί, ἥ τε τῶν πραγμάτων τοῦτο προσαναγκάζει φύσις ἀνεξάλειπτον ἔχουσα καὶ τὴν φθορὰν καὶ τὴν γένεσιν. ὥστε οὐ δεῖ πειρᾶσθαι ἀφωρισμένως λαμβάνειν, παρ’ ὁπόσα ἐλέγχονται οἱ ἀληθῶς ἐλεγχόμενοι, ἄνευ τῆς τῶν ὄντων ἐπιστήμης ἁπάντων. τοῦτο δ’ οὐδεμιᾶς ἐστι τέχνης, οὐδέ τις οἶδε τά τε ὄντα τά τ’ ἐσόμενα τὰ προεόντα τε, θεὸς δ’ ἄν τοῦτο μόνος ἔχοι τὸ γέρας. εἰ οὖν μὴ οἷόν τε πάντα τὸν αὐτὸν εἰδέναι ἄνθρωπον, παρὰ δὲ τὰς ἐν ἑκάστῃ ἐπιστημονικὰς οἱ ἀληθεῖς ἔλεγχοι ἄλλοι μὲν γὰρ παρὰ τὰς ἐν γεωμετρίᾳ ἀρχάς, καὶ παρὰ τὰς ἐν ἰατρικῇ ἕτεροι καὶ παρ’ ἄλλας ἄλλοι), οὐδὲ κοινήν τινα μέθοδον αὐτῶν ἀποδοῦναι δυνατόν. καὶ τί δεῖ ἐπὶ τούτων προσαπορεῖν; μικροῦ δεῖν οὐδ’ οἱ ψευδεῖς ἐν ὡρισμένοις· ἐν ἀπείροις γὰρ καὶ οὗτοι. οἱ γὰρ πειραστικοὶ καὶ κατὰ μέρος ἄπειροι τῷ καθ’ ἑκάστην [*](1 ἂν δὲ MN λάβη M: λαβεῖ N 2 ὁ παρὰ—δεικνύειν καὶ (3) om. L 10 διύφηνται M 11 τοσούτους M ὅσους M 13 ἀληθῆ MN 13. 14 τῇ διαμέτρῳ τὴν πλευρὰν MN 14 ἐπισαφἐστερον L 17 τὸ ἀντικείμενον L 20 ὁμολογουμένων M 24 οἱ om. MN 29 γένεσι N ἀφωρισμένον M 32 ἐσσόμενα M πρό τ’ ἐόντα MN, cf. Hom. II. I, 70 ἔχοι ex ἔχει corr. N 33 οἶον] οἴ L 34 ἐπιστημονικὰς] ἐπιστήμῃ ἀρχὰς Spengel, cf. v. 35 3,3 ἑτέρα MN ἄλλη MN)
10. Καὶ ἡμεῖς μὲν οὕτω τοὺς τῶν σοφιστῶν ἐλέγχους κατ’ εἴδη καὶ κατὰ γένος διῃρήκαμέν τε καὶ ἐδιδάξαμεν καὶ πρώτην αὐτῶν ἐκείνην καὶ κοινοτάτην διαίρεσιν πεποιήμεθα, καὶ τοὺς μὲν αὐτῶν παρὰ τὴν λέξιν τοὺς δὲ ἐκτὸς τῆς λέξεως ὠνομάκαμεν. ἀλλ’ εἰσὶν οἳ τούτοις μὲν οὐ στοιχοῦσιν, ἑτέραν δὲ παρ’ αὐτῶν καὶ καινοτέραν τὴν ἀνωτάτω ποιοῦνται διαφοράν· τοὺς μὲν γάρ φασιν εἶναι πρὸς τοὔνομα τοὺς δὲ πάρα τὴν διάνοιαν· ταύτα δὲ εἰ μὴ ταὐτὰ ἀλλ’ ἕτερα, καὶ εἰ πάσας ἔχει τὰς ἀποδεδομένας τῶν σοφισμάτων ἰδέας. καὶ ἐπὶ πᾶσιν εἰ καλῶς οὕτω λέγεται καὶ διῄρηται, ἐπισκεψώμεθα λογικώτερον. καὶ πρῶτον μὲν ἄτοπον τὸ ὑπολαμβάνειν ἄλλους μὲν εἶναι πρὸς τοὔνομα λόγους, ἑτέρους δὲ παρὰ τὴν διάνοιαν, ἀλλ’ οὐ τοὺς αὐτούς. τί γάρ ἐστι τὸ μὴ πρὸς τὴν διάνοιαν ἀλλ’ ἢ ὅταν μὴ χρῆται τῷ ὀνόματι ὁ ἐρωτῶν ἐπὶ τῇ ἐννοίᾳ ἐκείνῃ καὶ ἐφ’ ᾧ σημαινομένῳ ὁ ἐρωτη- θεὶς διανοούμενος ἔδωκεν; τὸ δ’ αὐτὸ τοῦτό ἐστι καὶ πρὸς τοὔνομα· ψιλὸν γὰρ ὥσπερ περιστρέφει τὸ ὄνομα διαφόροις ἐφαρμόττων πράγμασιν. ὡς ἂν δὲ σαφέστερα ἃ λέγομεν γένοιτο, ἐπὶ τῶν ὁμωνύμων | γυμνάσωμεν. πρὸς γὰρ τὸν ἐρωτήσαντα ‘ἆρά γε ὁ κύων ὑλακτεῖ;’ ἢ ‘ὁ ἀετὸς πτηνόν;’ εἴ τις δώσει οἰόμενος ἐρωτᾶσθαι περὶ τοῦ χερσαίου ἢ τοῦ ἐν· ἀέρι, ὁ δὲ μὴ ἐπὶ τούτοις χρῆται ἀλλὰ μεταφέρει τὸ ὄνομα ἐπὶ τοὺς θαλαττίους, εἶτα δεικνύει τὸν ἀποκριθέντα ψευδόμενον, εἰς ἓν τὰ εἰρημένα συνάγεται· ἥ τε γὰρ διάνοια ἑκατέρων διάφορος καὶ οὐ πρὸς τὸ αὐτό, καὶ τὸ μεταπῖπτον διὰ τὸ πλεῖστα σημαίνειν τὸ ὄνομα τῆς πλάνης αἴτιον. εἰ δὲ μὴ. τὸ ὄνομα σημαίνει πλείω, ἢ καὶ σημαῖνον ὡς ἓν δηλοῦν ὑπὸ τοῦ ἐρωτῶντος καὶ ἀποκρινομένου ὑπολαμβάνεται, ἀπάτη μὲν οὐκ ἔσται, πάλιν δὲ ταὐτὸν ἔσται ἄμφω· οἷον τὸ ἓν καὶ τὸ ὂν ἴσως πολλὰ σημαίνει, ὁ μέντοι Παρμενίδης καὶ χηνῶν ἓν ἄμφω καὶ καθ’ ἑνὸς σημαινομένου τιθέμενοι εἰ ἕτερος ὑφ’ ἑτέρου προσηρωτᾶτο, εἰ ἓν τὸ ὂν καὶ μονοειδές, καὶ ὁ διδοὺς ἓν εἶναι χηνῶν καὶ ὁ λαμβάνων Παρμενίδης ἀμφότεροι καὶ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν ἀλλήλων διειλεγμένοι εἴησαν. εἰ δέ τις πολλὰ οἴεται σημαίνειν καὶ ἐρωτήσει, οὐ πρὸς τὴν διάνοιαν αὐτοῦ δῆλον ὅτι ἀπηντηκὼς ἔσται ὁ ἀποκριθεὶς ἕν, ὥς γε εἴρηται. καὶ τοῦτο μὲν οὕτως. ἔπειτα δὲ τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν οὐκ ἐπὶ πάντας φθάνει τοὺς παραλογισμούς, ἀλλὰ περὶ μόνους τούτους ὅσοι πλείω σημαίνουσιν. εἶεν δ’ ἂν τῶν ἐντὸς τῆς λέξεως μόνοι οἱ κατὰ τὸ ὁμώνυμον καὶ ἀμφίβολον οἵ τε παρὰ προσ- ῳδίαν καὶ κατὰ τὴν ὁμοιο|σχημοσύνην. ἄλλως τε οὐδ’ ἐν τούτοις αὐτοῖς ἀεὶ τὸ αἴτιον ἐν τῇ λέξει, ἵν’ ᾖ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν, ἀλλ’ ἔστιν ὅτε πρὸς τὸ ποιὸν εἶναι τὸν ἐρωτῶντα ἢ ἀποκρινόμενον. οἰηθείη γὰρ ἄν τις τό τε μονοειδὲς πολύσημον καὶ τὸ ἔμπαλιν, ὡς δὲ ἔχει, καὶ δώσει καὶ ἀπολήψεται. ἔτι εἰ ἀποδέδεικται τοὺς αὐτοὺς εἶναι τοὺς παρὰ τὴν διάνοιαν τοῖς πρὸς τοὔνομα, πάντας δὲ ἐκεῖνοι τῇ διαιρέσει συνέχειν ᾤοντο, [*](11 ἀλλ’ ἡ N 11. 12 τῶν ὀνομάτων N 12 καὶ om. MN σημαίνω L ὁ om. N 17 γερσαίου L 21 πλεῖστα] sic libri: πλείω recte Spengel τὸ (post σημαίνειν) om. L 23 ἀποκριναμένου L 29 ὁ] μὴ MN 34 καὶ οἱ κατὰ MN)
Ἀλλὰ δὴ ὅθεν ἦλθεν ὁ λόγος, ἐπανιτέον, καὶ ἔτι προσωτέρω τοὺς ἐλέγχους ἀγάγωμεν τὴν τῶν οὕτω διαιρούντων ἐπὶ πλέον δόξαν εὐθύνοντες. πότερον οἱ ἐν τοῖς μαθήμασι παραλογισμοί, οἳ καὶ πειραστικοὶ λέγονται, κατὰ τὴν τοῦ ἐρωτωμένου εἰσὶ διάνοιαν ἢ οὔ; ἀλλὰ πῶς ἄν εἶεν; εἰ γάρ τις καίπερ εἰδὼς ὡς τὸ τρίγω|νον σημαίνει πολλά, τό τε σκαληνὸν καὶ ἰσοσκελὲς καὶ ἰσόπλευρον, εἶτα ἐρωτηθεὶς εἰ παντὸς τριγώνου αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις, καταφήσει βλέπων πρὸς μόνον τὸ ἰσοσκελές, ὁ μέντοι σοφιστὴς συμπεράνῃ ἐπὶ τοῦ σκαληνοῦ τὴν ἀντίφασιν τούτου γὰρ οὐκ ἴσαι), οὐκ ἂν εἴη διειλεγμένος ὁ ἐρωτήσας κατὰ τὴν τοὐ ἀποκρινομένου διάνοιαν. καὶ ἔτι μᾶλλον, εἰ πολλὰ σημαίνει τοὔνομα, ὁ δὲ μὴ νοεῖ μηδ’ [*](4 παρὰ τὴν σύνθεσιν MN εἰσηγμένης MN 10 τὰς om. MN 11 ἀληθοῦς om. MN 13 ἔστι δὲ M 18 post ἀμφοῖν add. ἢ ἐν θατέρῳ MN 20 ἄλληπτοι N 26 τις (ante ταχέως) om. M 27 ἄρα ὃ MN 37 συμπερανεῖ MN 38 διηλεγμένος LN)
Καὶ τοσούτων εἰρημένων ἔτι ἐνίστανται φάσκοντες ὡς ἔστιν ἀναλῦσαι τοὺς ἐλέγχους ὡς εἰς. ἀρχὰς κοινὰς εἰς ταῦτα, εἴπερ κατὰ διαίρεσιν αἱ ἐρωτήσεις προτείνοιντο. ἔσται δὲ τοῦτο οὕτως· ἆρ’ ἔστι σιγῶντα λέγειν ἢ οὔ; ἢ ἔστι μὲν ὡς οὔ, ἔστι δ’ ὡς ναί; ἀπλῶς μὲν γὰρ ὁ σιγῶν οὐ λέγει, τρόπον δὲ ἄλλον ἔστι σιγῶντα λέγειν τὰ ἄφωνα δήπου καὶ ἄψυχα πράγματα. ἀλλὰ καὶ πάλιν οὐδ’ οὕτως ἔσται ἃ λέγουσιν· οὔτε γὰρ δια- φορὰν αὐτοῖς τὰ τῆς διαιρέσεως ἕξουσιν, οὔτε τοὺς τρόπους τῶν σοφισμάτων κατὰ κοινόν τι συνέξουσιν. εἰ γὰρ καὶ μετὰ διαιρέσεως ὁ λόγος προβαίη καὶ ὁ μὲν μηδαμῶς δοίη τὸν σιγῶντα λέγειν, ὁ δὲ συνάξει ὡς δυνατόν, ἀπλῶς | μὲν ὁ λόγος ἔσται πρὸς τοὔνομα, ὁ μέντοι ἐρωτήσας πάλιν ἔσται 57 διειλεγμένος παρὰ τὴν τοῦ ἐρωτωμένου διάνοιαν. οὐκ ἄρα οὐδ’ ἐντεῦθεν ἔστι τι γένος λόγων τὸ παρὰ τὴν διάνοιαν, ἀλλά τινες τῶν παρὰ τὴν λέξιν ἔσονται καὶ κατὰ τοὔνομα κἄ παρὰ τὴν διάνοιαν, οἱ πλεῖστοι δ’ οὔ, ὡς πολλάκις εἴρηται, οὐδεὶς δὲ τῶν ἐκτὸς οὔθ’ ὁ παρὰ σύνθεσιν καὶ διαίρεσιν.
Ἔπειτα καὶ τὸ ἀξιοῦν οὕτως ἐρωτῶντας διαιρεῖν πῶς ἂν ἔχοι καλῶς; πρῶτον μὲν γὰρ ἔστιν ὅτε ὁ ἐρωτῶν οὐκ οἶδε, ποσαχῶς ἔχει τὸ ἐρωτώμενον· ὃ δὲ μὴ οἶδε, πῶς ἄν διέλοι; εἶτα καὶ χωρίς ἐστι τὸ διδάσκειν τοῦ διαλέ- γεσθαι, καὶ τὸ μὲν τοῦ καθαρῶς φιλοσοφοῦντος καὶ τὴν ἀχλὺν τῆς ἀγνοίας ἀπὸ τῆς ψυχῆς αἴροντος τῷ ἀνακαθαίρειν καὶ διαρθροῦν τὰ προσπίπτοντα, τὸ δὲ τοῦ διαλεκτικοῦ, ὃς οὐ διδάσκει ἀλλ’ ἐρωτᾷ· προσποιεῖται γὰρ μὴ εἰδέναι. τὸ γοῦν ἐγκελεύειν τοῖς διαλεγομένοις διαιρεῖν φύρειν ἐστὶ τὴν τάξιν καὶ τῶν πραγμάτων συγχεῖν τὴν διαφοράν. ὃ δ’ ἄν μὴ τῷ διαλεκτικῷ δοίη τις, σχολῇ γ’ ἂν τῷ σοφιστῇ, ὃς εἰ μὴ καὶ τὰ δῆλα κρύψει καὶ πρὸς πᾶν ἀγνῶτι τῷ προσδιαλεγομένῳ χρήσαιτο, λήσεται διεφθορώς τὴν τέχνην. τὸ γὰρ κεφάλαιον τῆς ἐπιστήμης αὐτῷ νικήσαι πρὸς ἀπάτην ἐστί, διαιρῶν μέντοι φανερὸν ποιήσει ὡς ἔχει τὸ πρᾶγμα τῷ μήτ’ ἐσκεμμένῳ μήτε εἰδότι μήθ’ ὑπολαμβάνοντι, ὅτι ἄλλως λέγεται. ἀλλ’ ἡμεῖς μὲν οὕτω, οἱ δὲ τοσοῦτον πρόσκεινται ὡς προσαναγ|κάζειν καὶ τὰ μὴ διπλᾶ, ἀλλ’ ἑνὸς ὄντα σημαντικὰ καὶ ταῦτα προάγειν κατὰ διαίρεσιν. τί γὰρ κωλύει ταῦτα, φασί, τοῦτο παθεῖν; ὡς ἐπ’ ἐκείνων τῶν προβλημάτων ‘ἆρα ἴσαι αἱ τέσσαρες μονάδες ταῖς δυσὶ δυάσιν ἢ οὔ;’ καὶ ὁμώνυμον μὲν ἐν τούτοις οὐδέν, οὐδὲν δ’ ἧττον, φασί, διαίρεσις ἔσται· ὡδὶ μὲν γὰρ ἔσονται ἴσαι, ὡδὶ δ’ οὔ. ἁπλῶς μὲν γὰρ αἱ τέσσαρες μονάδες ὡς ὅλον ταῖς δυσὶ δυάσιν, ἢ ἑκατέρα τῶν δυάδων ταῖς τέσσαρσι μονάσι καθάπαξ οὐκ ἴσαι. καὶ πάλιν, ἆρα τῶν [*](2. 16 διηλεγμένος ΜΝ 11 ὃ λέγουσιν N 13 προβάση N 15 μέντοι] μέν τι N 17 τὴν λέξιν―παρὰ (18) om. MN 19 οὐδεὶς γὰρ N παρὰ τὴν σύνθεσιν MN 24 αἴροντος ἀπὸ τῆς ψυχῆς M: αἴροντες ἀπὸ τῆς ψυχῆς N 28 γ’ ἂν] δ’ ἄν M 31 ποιήσεις N 35 ἐκκείνων N ἴσαι om. M 38 δυσὶ―ταῖς (39) ora. M ἑκάτερα L)
11. Καὶ πρὸς τούτοις, εἰ τὸ φάναι καὶ ἀποφάναι ἀξιοῦμεν τοῦ ἀποδεικνύντος εἶναι καὶ διδάσκοντος, τί ποτε δώσομεν τῷ διαλεγομένῳ καὶ πεῖραν λαμβάνοντι; δεῖ γὰρ διαφέρειν· ἔστι γὰρ ἡ πειραστικὴ διαλεκτική τις, ὡς εἴρηται, διὸ περὶ πάντων ἐπισκοπεῖ καὶ θεωρεῖ οὐ τὸν εἰδότα τὴν | ἐπιστήμην καὶ ἀκριβῶς ἔχοντα, ἐξ ἧς τὸ πρόβλημα, ἀλλὰ τὸν ἀγνοοῦντα μὲν προσποιούμενον δέ. εἰ δὲ δεῖ περὶ τούτων καὶ πλέον εἰπεῖν, ὁ μὲν κατὰ τὰ κοινὰ τὸ πρᾶγμα θεωρῶν καὶ ἀληθῶς ἔνδοξα κοινὰ δὲ ἢ τὰ δο- κοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς) διαλεκτικός, ὁ δὲ τοῦτο φαινομένως ποιῶν σοφιστικὸς καὶ ἐριστικός. διττὸς δὲ οὗτος, ὅ τε βεβλαμ- μένος τῷ σχήματι καὶ μὴ σώζων τὸ εἶδος, ὃς καὶ κυρίως ἐριστικός, κἄν ἀληθὲς ᾖ τὸ συμπέρασμα τοῦ γὰρ διὰ τί ἀπατητικός ἐστιν, ὥσπερ ὁ Καινεὺς ἐποίει συνάγων τὸ πῦρ ἐν πολλαπλασίονι ἀναλογίᾳ δύο καταφάσεις λαβὼν ἐν δευτέρῳ σχήματι, ἢ ἐν τρίτῳ τὸ πάντα σοφὸν σπουδαῖον εἶναι, ὅτι ὁ Πιττακὸς ἄμφω), καὶ δεύτερος ὁ μὴ ὢν κατὰ τὴν ἑκάστου μέθοδον παραλογισμὸς ὅμως δοκῶν εἷναι τοῖς ἀπειροτέροις ἐκ τῶν οἰκείων τῆς τέχνης ἀρχῶν. τὰ γὰρ ψευδογραφήματα παραλογισμοὶ μέν εἰσιν, οὐκ ἐριστικοὶ δέ, εἴπερ δεῖ τηρεῖν τὴν διαφοράν· οὐ γὰρ ὅ τι ἐστὶ ψευδογράφημα περὶ ἀληθές τι, τοῦτο ἐριστικόν ἐστιν, ἀλλὰ κατὰ τὸ κοινὸν ἔσται παραλόγισμα, τὴν μέντοι κατ’ εἶδος οὐκ ἀπολέσει διαφοράν. τοιοῦτοι δὲ οἷον τὸ τοῦ ῾ Ιπποκράτους τοῦ Χίου ψευδογράφημα ἐπὶ τὸν τοῦ κύκλου τετραγωνισμὸν καὶ τὸ τοῦ Ἀντιφῶντος. ὁ μὲν γὰρ ἐν κύκλῳ περιγράψας τετράγωνον τὰ μέσα ἐμβάδα τῶν τετραγωνικῶν πλευρῶν καὶ τῆς τοῦ κύκλου περιφερείας καταναλῶσαι ᾤετο | διὰ γραφῆς τριγώνων ἰσοσκελῶν, ὡς ἄν τοῦτο λαβὼν ἕξει καὶ τὸ ἐπίλοιπον τοῦ τετραγώνου τοῦτο δ’ ἦν ὁ κύκλος) τῷ ὡς ἓν ἀμφότερα τὸ ὅλον εἶναι τετράγωνον. ἀλλὰ τοῦτο ἀδύνατον τῷ τὸ μέγεθος εἰς ἄπειρα εἶναι διαιρετόν. ὁ μέντοι Ἀντιφῶν ἐπεχείρει διὰ τῶν μηνίσκων ἑτέρως· ἐπεὶ δὲ πραγματειωδεστάτη ἡ τοιαύτη ἀπόδειξις τοῖς ἀγεωμετρήτως ὑμῶν ἐντυγχάνουσιν, παρεῖται. ὅμως μέντοι ἀμφότεροι ὡς ἁπλῶς ἐκ γεωμετρίας τοὺς λόγους ποιούμενοι οὐκ ἐριστικοὶ ἀλλὰ τὸ ὅλον τοῦτο πειραστικοί. ὁ δέ γε Βρύσων κατὰ κοινόν τι τετραγωνίζειν ἐπιχειρῶν καὶ οὐ κατὰ τὸ [*](3 ἑτέρου τοῦ διδάσκει N 7 κατὰ τὸν Πλάτωνα] Soph. p. 254 a 9 εἰ] εἰς N καὶ ἀποφάναι om. N 15 κατὰ τὸ πρᾶγμα θεωρῶν τὰ κοινὰ Aristoteles 17. 18 βεβλαμένος N ὂς] ὡς Μ ᾗ τὸ] εἰ L τὰ δὲ ΜΝ δεῖ] δὴ Ν 26 τὸ ού om. ΜΝ 28 τοῦ κίου L: τοῦ χρ N ἐπὶ] ἐπεὶ N 32 ἕξοι M 34 Ἀντι- φῶν] ῾ Ιπποκράτης ΜΝ; recte quidem, si rem ipsam spectes, sed cf. p. 30,30 Alex. f. 30b)
Τούτων οὕτω διαιτηθέντων πάλιν ὡς ἓν τὸν ἐριστικὸν λαμβάνοντες καὶ σοφιστικὸν ζητοῦμεν ἰδεῖν, πῶς ποτε πρὸς τὸν διαλεκτικὸν ἔχει. ἔχει δὲ ὡς ὁ ψευδογράφος πρὸς τὸν γεωμέτρην ὁ ἐριστικὸς καὶ σοφιστικὸς πρὸς τὸν διαλεκτικόν· ἐκ γὰρ τῶν αὐτῶν τῇ διαλεκτικῇ παραλογίζεται, καlθάπερ ὁ ψευδογράφος τὸν γεωμέτρην ἐκ τῶν γεωμετρικῶν. φθάνει δὲ ὁ ἐριστικὸς κἀν τοῖς μαθήμασιν ἄλλον τρόπον ἢ ὁ πειραστικός. ὁ γὰρ ψευδογράφος εἰ μὲν ἐκ τῶν ἀρχῶν πρόεισι τῶν γεωμετρικῶν, τὸ ὅλον τοῦτο πειραστικὸς συλλογισμὸς ἐν μαθήμασιν· εἰ δὲ ἀπό τινων κοινοτέρων καὶ ὑπερβαινόντων καὶ πολλοῖς ἁρμοζόντων γένεσιν, ἐριστικός· σώζει γὰρ τὸ πρόσχημα. ὥστε ὁ μὲν διὰ τῶν μηνίσκων τοῦ Ἀντιφῶντος τετραγωνισμὸς καὶ ὁ τοῦ ῾Ιπποκράτους οὐκ ἐριστικοὶ ἐν τούτῳ, ὁ δὲ τοὐ Βρύσωνος πάντως, καὶ τοὺς μὲν οὐκ ἔστι μετενεγκεῖν ἄλλη ἢ πρὸς μόνην γεωμετρίαν διὰ τὸ ἐκ τῶν ἰδίων ἀρχῶν, τὸν δὲ πρὸς πολλά· ᾧ γὰρ χρῆται ὡς ἀξιώματι, φθάνει καὶ ἐν τοῖς [*](6 τὸ δὲ M 13 συλλογισμοὺς om. MN 15 εἶδος τις N 17 post γὰρ add. καὶ M 20 τῆς] τοῖς N ἐριστικὴ N 23 διὸ φαινομένης om. N 29 γεωμετρικὸν MN 32 κἀν M 37 ἐριστικὸς MN 38. 39 ἰδίων εἶναι ἀρχῶν Aristoteles 39 ὧδε γὰρ M)
Τρόποι μὲν οὖν οὗτοι τῶν σοφιστικῶν ἐλέγχων· ὅτι δ’ ἐστὶ τοῦ δια- λεκτικοῦ θεωρῆσαι περὶ τούτων καὶ γνῶναι, ὅθεν καὶ ὅπως γίνονται, καὶ αὐτὸν δύνασθαι ποιεῖν καὶ ἐλέγχειν καὶ ἀπατᾶν, οὐ χαλεπὸν ἰδεῖν. ἡ γὰρ περὶ τὰς προτάσεις | μέθοδος ἅπασαν ἔχει ταύτην τὴν θεωρίαν· τῷ γὰρ τὰς ἀληθῶς ἐνδόξους εἰδέναι ἕπεται καὶ τὰς φαινομένας.
12. Καὶ περὶ μὲν τῶν ἐλέγχων εἴρηται τῶν φαινομένων, τὸ δὲ ψευδόμενόν τι δεῖξαι καὶ τὸν λόγον εἰς ἄδοξόν τι ἀγαγεῖν τοῦτο γὰρ ἦν δεύτερον τῆς σοφιστικῆς προαιρέσεως) γίνεται κατὰ τόπους ἢ τρόπους δέκα. καὶ πρῶτος μὲν ὁ ἐκ τοῦ πυνθάνεσθαί πως καὶ διὰ τῆς ἐρωτήσεως συμβαίνων μάλιστα. τὸ γὰρ πειρᾶσθαι συσκιάζειν τὰ πολλὰ καὶ πρὸς κρύψιν ἄγειν ὡς ἐπὶ τὸ πολὺ τοῦτο ποιεῖν ἐστιν.
Δεύτερος ὁ ἀόριστος· τὸ γὰρ πρὸς μηδὲν ὁρίσαντα κείμενον πρόβλημα ἐρωτᾶν θηρευτικόν ἐστι τούτου· εἰκῆ γὰρ λέγοντες ἁμαρτάνουσι μᾶλλον, εἰκῆ δὲ λέγουσιν, ὅταν μηδὲν ἔχωσι προκείμενον, εἰς ὃ ποιοῦνται τοὺς [*](1 ἔχοι ex ἔχει corr. N 2 ἀποπειρᾶν M εἰδότος ex εἰδότας corr. N 7 γένους ὡρισμένου MN 1 1 τὸν κοινῶν N 13 ἀτεχνῶς L οὗ ἀτέχνως M 14 τὰ αὐτὰ N: ταῦτα M 19 post τινά add. εἰ MN οἵαν L, ut p. 172b 1 libri omnes Bekkeri: οἷαι MN 21 ἑνός τι L 22 ὁ ἐριστικός MN 25 αὐτὸν] οὐ τὸν M ἀπαντᾶν MN 20 τὸ γὰρ MN 27 ἔπεται] ἕτερον MN 28 Περὶ τοῦ ψεύδεσθαι καὶ παραδοξολογεῖν marg. L 31 ἐκ] διὰ MN 33 ἀνά- γειν M)
Τρίτος τὸ ἐρωτᾶν πολλὰ καὶ πλείω τῶν ἀναγκαίων καὶ ἱκανῶν, κἄν ὡρισμένον ᾖ, πρὸς ὃ διαλέγεται. οὐδὲν γὰρ ἧττον καὶ οὕτως ἄξει εἰς ἄδοξον τῷ ἐκκρούεσθαι τῷ πλήθει τὸν ἐρωτώμενον καὶ μὴ ἔχειν, πρὸς ὅπερ φυ- λάξεται. οἷον εἰ πρόκειται λαβεῖν ὡς οὐκ ἔστι χρόνος, ἐρωτᾶ ῾ ἆρ᾿ ἔστι κίνησις;’ καὶ τοῦτο λαβὼν ἐπάξει λοιπόν ῾ καὶ ἐξ Ἀθηνῶν εἰς Θήβας κινη- θήσεταί τις, ὁ δὲ κι·νούμενος διάστημά τι κινεῖται. τοιγαροῦν ὁ κινούμενος εἰς Θήβας πρῶτον τὸ ἥμισυ τοῦ διαστήματος κινηθήσεται καὶ τὸ τοῦ ἡμίσεος ἥμισυ καὶ τούτου δ’ αὖ πάλιν τὸ ἥμισυ, καὶ οὕτω δὴ προβαίνων ἔσται. ἀλλὰ μὴν τὰ τοῦ διαστήματος ἡμίση ἄπειρα, τὰ δὲ ἄπειρα ἀδιεξίτητα. οὐκ ἔστιν ἄρα ἐξ Ἀθηνῶν εἰς Θήβας ἐλθεῖν. ὥστε οὐδὲ κίνησις ἔσται, καὶ εἰ τοῦτο, οὐδὲ χρόνος· ὁ γὰρ χρόνος μέτρον κινήσεως.’
Τέταρτος τὸ τὰ δοκοῦντα λέγειν ἀξιοῦν ποιεῖ τινα εὐπορίαν τοῦ εἰς ἄδοξον ἀγαγεῖν ἢ εἰς ψεῦδος, ἐάν τε ἐρωτώμενος φῇ ἢ ἀποφῇ τι τούτων, ἄγειν πρὸς ἃ εὐπορεῖ ἐπιχειρήματος. οἷον ἐπεὶ δοκεῖ ὁ πλούσιος τοῖς πολλοῖς εὐδαίμων, ἐρωτᾷ ὁ σοφιστής ῾ ἆρ᾿ οὐχ ὁ πλούσιος εὐδαίμων;’ ναί. οὕτω γὰρ δοκεῖ τοῖς πολλοῖς. ῾ τί δέ; Ἀρχέλαος ὁ Περδίκκα ὁ τύραννος οὐ πλού- σιος;’ ναί. ῾ εὐδαίμων ἄρα. ἀλλὰ μὴν καὶ δυστυχέστατος πάντων ἀνθρώπων· τοὺς γὰρ γονεῖς καὶ τοὺς ἀδελφοὺς ἀπέκτεινεν ἐπὶ τῇ προσλήψει τῆς τυραννίδος.᾿ καὶ καταφήσας μὲν οὕτω παρα|λελόγισται ἄξαντος τοῦ σοφιστοῦ ἐπὶ τὸν Ἀρχέλαον, ἐν ᾧ ἐπιχειρημάτων εὐπόρησε· μὴ δόντος δὲ περιστήσεται ἐπισείων τὴν τῶν πολλῶν δόξαν τε καὶ συνήθειαν εὐδαίμονα τιθεμένην τὸν πλούσιον. πλὴν ἧττον δύνανται κακουργεῖν ἐνταῦθα οἱ σοφισταί, ὅταν ᾖ ὡρισμένον, πρὸς ὃ διαλέγεται, ἢ ὅταν ἀόριστον. εἰ μή τι ἄλλο, ἐν τούτοις γοῦν ἐπὶ τέλει συμπεραναμένου τοῦ σοφιστοῦ συνιεὶς ὁ παραλογισθεὶς δύναται ἀπαιτῆσαι, τί τοῦτο πρὸς τὸ προκείμενον, καὶ τί συμβάλλεται πρὸς τὸ ἐν ἀρχῆ.
Πέμπτος τόπος καὶ στοιχεῖον τοῦ τυχεῖν ψεύδους ἤ τινος ἀδόξου τὸ μηδεμίαν εὐθὺς ἐρωτᾶν θέσιν μηδὲ δῆλον ποιεῖν τὸ βούλημα ὡς ἐπηρεάσων εἴη, ἀλλὰ μᾶλλον σκήπτεσθαι ἀγνοεῖν καὶ ἐρωτᾶν χάριν τοῦ μαθεῖν. χώραν οὖν ἐπιχειρήματος ἡ σκῆψις ποιεῖ· ἀσκεπτότερον γὰρ οὕτω καὶ προχειρότερον ὁ ἐρωτώμενος δώσει.
[*](1 παρ’ ἑαυτοῦ M 2 ἀδήλους M βουλόμενον M 4 χειρῶδες utrobique M ante ἐσθίειν add. δὲ MN 5 ὁ cm. M 7 έστιν MN 12 λαβὸν N καὶ cm. N 13 κινῆται N 14 τοῦ διαστήματος — ἡμίσεος ἥμισυ (15) cm. M τὸ τοῦ] τοῦτο N 15 τούτου] τοῦτο M 18 ὁ δὲ χρόνος M 20 ἐὰν γὰρ JIX 21 ἄγει MN 23 οὐ] ὁ N 24 ἀλλὰ μὴ M 30 πρὸς ἁ Μ 35 θέσιν] θεῖναι M 36 σκέπτεσθαι MX 37 σκέψις MN 38 δώσει ὁ ἐρωτώμενος MN Comment. Aristot. XXIIl 4 Paraphr. in Sophist. elenchos. 3)Ἕκτος, ὃ δὴ καὶ μόνοις τοῖς σοφισταῖς, τὸ ἄγειν εἰς τοιαῦτα πρὸς ἃ " εὐπορεῖ λόγων. ἔστι δὲ τοῦτο ποιεῖν καὶ καλῶς καὶ μὴ καλῶς, ὡς ἐλέχθη ποότερον ἐν τοῖς τοπικοῖς. τὸ γὰρ ἐξίστασθαί τινα τοῦ προκειμένου καὶ ἐπ’ ἄλλα διατρίβειν καλῶς μὲν γένοιτ’ ἄν, ὅταν μὴ συγχωρῆταί τις πρότασις ἐρωτωμένη ἀναγκαία οὖσα καὶ συντελοῦσα πρὸς τὴν ἀπόδειξιν· τότε γὰρ ἐξίστασθαι μὲν ἀνάγκη, σπεύδειν δὲ πρὸς κατασκευὴν τῆς προτάσεως. οἷον προκειμένου ὡς ἡ ἡδονὴ οὐκ ἀγαθόν, σπεύδων ὁ ἐρωτῶν δεῖξαι τοὐναν- τίον ὅτι ἀγαθὸν ἐρωτήσει ῾ἆρα ἡ ἡδονὴ οἰκεῖον;’ μὴ δόντος δὲ τοῦ κρινομένου ἀναγκάζεται ἐκστῆναι τοῦ προκειμένου καὶ τοῦ κατασκευάζειν τὴν ἡδονὴν ἀγαθὸν εἶναι, καὶ ἐρωτᾷ τὰ πρὸς σύστασιν τῆς εἰρημένης προτάσεως, οἷον ῾ἆρά γε ἡ ἡδονὴ κατὰ φύσιν;’ ναί. ῾ τὸ δὲ κατὰ οἰκεῖον;’ ναί. ῾ ἡ ἡδονὴ ἄρα οἰκεῖον. τὸ δὲ οἰκεῖον ἀγαθόν, ὥστε καὶ ἡ ἡδονή.’ οὐ καλῶς δ’ ἂν γένοιτο, εἴ τις διὰ μακροῦ δεικνύει τὸ δι’ ὀλίγων δείκνυσθαι πεφυκὸς μὴ οὔσης ἀνάγκης, ὥσπερ ὁ μέλλων δεῖξαι τὴν ψυχὴν καὶ λογικὴν καὶ ἄλογον οὕτω· ῾ ἆρα οὐχ ἡ ψυχὴ γινώσκει τὸν ἥλιον καὶ σφαιροειδῆ τὸν οὐρανόν; τί δέ; οὐ πέμπτον σῶμά ἐστιν ὁ οὐρανός; τί δέ; ὁ ἥλιος οὐ κινεῖται κύκλῳ; ἄρα τὸ γινώσκειν ταῦτα πάντα καὶ λογίζεσθαι λογικῆς ἐστι.’ ῾ πάλιν οὐκ ἔστιν ὀρεκτόν, οὗ ἡ ψυχὴ ἀρέγεται;᾿ ναί. ‘τὸ δὲ ὀρεκτὸν οὐ κινεῖ τοιάνδε κίνησιν;᾿ ναί. ῾ ὀρέξεις δὲ ἐν τῇ ψυχὴ οὐχὶ θυμὸς καὶ ἐπιθυμία, αἳ καὶ ἐν ἀλόγοις;’ ναί. ῾ ἡ ψυχὴ ἄρα καὶ λογικὴ καὶ ἄλογος.’ ταῦτα διὰ μακροῦ καὶ ἀσυντελῆ τὰ πλείω. ἦν γὰρ τοῦτο καὶ ἄλλως δεῖξαι καὶ μᾶλλον ἐγγυτέρως τῷ τὰ διὰ μακροῦ ἐν βραχεῖ συναιρῆσαι· ῾ πότερον ἡ ψυχὴ λογίζεται;’ ναί. ῾ τί δέ; οὐχὶ καὶ τὰ τῶν ἀλόγων ἔχει πάθη τὸ θυμοῦσθαι καὶ ἐπιθυμεῖν;’ ναί. ἰὴ ψυχὴ ἄρα καὶ λογικὴ καὶ ἄλογος.᾿ καὶ ταῦτα μὲν ἐν τούτοις· ἡμεῖς δὲ φθάνοιμεν κἀν τοῖς τοπικοῖς διελόντες, καθ’ ὅσα τοῦ προκειμένου ἐξίστασθαι δεῖ· ἢ γὰρ ὄγκου χάριν ἢ ἐπαγωγῆς καὶ τοὐ δοθῆναι τὸ καθόλου ἢ πρὸς τὸ σαφέστερον γενέσθαι τὸν λόγον ἢ μὴν πρὸς κρύψιν καὶ τὸ λαθεῖν.
Ἕβδομος τόπος πρὸς τὸ παράδοξα λέγειν ὁ ἀπὸ τῶν αἱρέσεων, τὸ σκοπεῖν, ἐκ τίνος γένους καὶ ποίας αἱρέσεως ὁ προσδιαλεγόμενός ἐστι, καὶ ἐπεὶ ἑκάστη ιδιόν τι πρεσβεύει παρὰ τὰς ἄλλας καὶ ἔστιν ὃ διαφέρει τοῖς τε γὰρ Πλατωνικοῖς αἱ ἰδέαι καὶ τοῖς Ἀριστοτελικοῖς τὸ πέμπτον σῶμα καὶ ἄλλοις ἄλλο τι ἀφωρισμένως ἐδογματίζετο), ἐρωτᾶν ὃ τοῖς πολλοῖς οὗτοι λέγουσιν ἄδοξον ἔστι γὰρ ἑκάστοις τὸ ἴδιον), οἷον τοὺς Περιπατητικούς, εἰ ἐκ τεσσάρων στοιχείων ὁ οὐρανός· εἰ γὰρ μὴ ὁμολογοῖεν, † ἔσονται λέγειν παρὰ τὴν δόξαν τῶν πολλῶν. στοιχεῖον δὲ πρὸς ταῦτα καὶ μέθοδος τὸ τὰς ἑκάστων εἰληφέναι θέσεις ἐν ταῖς προτάσεσι. λύσις δὲ τὸ ἐμφανίζειν ὡς οὐ διὰ τὸν λόγον συμβαίνει τὸ ἄδοξον· οὐ γὰρ δι’ αὐτὸ τὸ πέμπτον [*](1 ὃς δὴ MN 3 ἐν τοῖς τοπικοῖς] Β 5 4 ἄλλα om. M 6 ἀνάγκης L 11 ναί om. L δὲ om. M 11 δείξε.ιν MN 15 οὐχ ἡ] οὐχὶ L 17 κινῆται N 18 οὗ] οὐ M 19 οὐ θυμὸς MN 22 ἐγγυτέρως] sic libri 23 ἀλόγων ex ἄλλων corr. N 25 κἀν τοῖς τοπικοῖς] Θ 1 p. 155b21 28 τὸ] τοῦ L λαβεῖν MN 31 ἔστιν ᾧ MN 34 τῆς περιπατητικοῖς L 35 ἔσονται λέγοντες Spengel 38 δι’ αὐτὸ ex διὰ τὸ corr. N)
Ὄγδοος δὲ τρόπος ὁ ἐκ τῶν βουλήσεων καὶ τῶν φανερῶν δοξῶν. οὐ γὰρ ταὐτὰ βούλονταί τε καὶ | φασίν, ἀλλὰ λέγουσι μὲν τοὺς εὐσχημονεστάτους τῶν λόγων, βούλονται δὲ τὰ φαινόμενα λυσιτελεῖν, οἷον τὸ τεθνάναι καλῶς μᾶλλον δεῖν φασιν ἢ τὸ ζῆν ἡδέως, καὶ πένεσθαι δικαίως ἢ πλουτεῖν αἰσχρῶς, βούλονται δὲ τἀναντία. τὸν μὲν οὖν λέγοντα κατὰ τὰς βουλήσεις εἰς τὰς φανερὰς δόξας ἀκτέον, τὸν δὲ κατὰ ταύτας εἰς τὰς αποκεκρυμμενας· ἀμφοτέρως γὰρ ἀναγκαῖον παράδοξα λέγειν· ἢ γὰρ πρὸς τὰς φανερὰς δόξας ἢ πρὸς τὰς ἀφανεῖς ἐροῦσιν ὑπεναντίον.
Ἔννατος, ὃς δὴ καὶ πλεῖστος καὶ ἰσχυρότατος <εἰς> τὸ ποιεῖν λέγειν, τὸ ἐπιχειρεῖν ἀπὸ τοῦ κατὰ φύσιν καὶ κατὰ νόμον, ὅπερ ὁ Καλλικλῆς ἐν τῷ Γοργίᾳ γέγραπται ποιῶν τῷ Πλατωνικῷ διαλόγῳ περὶ τῆς δικαιοσύνης πρὸς τὸν Σωκράτην, καὶ οἱ ἀρχαῖοι δὲ πάντες ᾤοντο. δεῖ οὖν πρὸς μὲν τὸν εἰπόντα κατὰ φύσιν κατὰ νόμον ἀπαντᾶν, πρὸς δὲ τὸν κατὰ νόμον ἐπὶ τὴν φύσιν ἄγειν· ἀμφοτέρως γὰρ λέγειν εἶναι παράδοξα. ἦν δὲ τὸ μὲν κατὰ φύσιν αὐτοῖς τὸ ἀληθές, τὸ δὲ κατὰ νόμον τὸ τοῖς πολλοῖς δοκοῦν. ὥστε δῆλον ὅτι καὶ οἱ πάλαι ὥσπερ καὶ οἱ νῦν ἢ ἐλέγχειν ἢ παράδοξα λέγειν τὸν ἀποκρινόμενον ἐπεχείρουν ποιεῖν. κατεσκεύαζε δὲ ὁ Καλλικλῆς τὴν ἀδικίαν καὶ τὴν πλεονεξίαν καλόν, ὅτι πρεσβύτερον, τοῦτο δὲ ὅτι κατὰ φύσιν, τῷ τὴν ἰσχύν, ὑφ’ ἧς ἀδικοῦσι λέων καὶ λύκος καὶ ἱέραξ καὶ ὅσα ἄλλα τῶν ζώων ἁρπακτικὰ καὶ σαρκοβόρα, ὑπὸ φύσεως ἔχειν, τά τε αὖ ἀσθενῆ φύσει τὸ κακῶς πάσχειν ἔχειν, τῷ μὴ ἑαυτοῖς ἀρκεῖν. ἡ μέντοι γε δικαιοσύνη κατὰ νόμον καλὸν καὶ δεύτερον τῆς ἀδικίας, ὥστε καὶ τὸν νόμον δειλῶν ἀνθρώπων ἔλεγεν εὕρημα.
Δέκατος τὸ ὥσπερ ἀντιφατικῶς ἐρωτᾶν. ἔνια γὰρ τῶν ἐρωτημάτων ἔχει τὸ ἀμφοτέρως ἄδοξον εἶναι τὴν ἀπόκρισιν, οἷον πότερον τοῖς σοφοῖς ἢ τῷ πατρὶ πείθεσθαι δεῖ, καὶ τὰ συμφέροντα πράττειν ἢ τὰ δίκαια, καὶ πότερον τὸ ἀδικεῖσθαι αἱρετώτερον ἢ τὸ βλάπτειν καὶ ἀδικεῖν· τούτων γὰρ τὰ μὲν δοκεῖν τοῖς πολλοῖς τὰ δὲ τοῖς σοφοῖς, ὥστ’ εἰ μὲν ὁ ἐρωτώμενος ἀποδοίη, ὡς οἱ περὶ λόγους ἀρέσκονται, εἰς τὰ τοῖς πολλοῖς ἄγειν, ἐὰν δ’ ὡς οἱ πολλοί, ἐπὶ τὰ τοῖς σοφοῖς. φασὶ γὰρ οἱ μὲν ἐξ ἀνάγκης τὸν εὐδαί- μονα δίκαιον εἶναι, τοῖς δὲ πολλοῖς ἄδοξον τὸ βασιλέα μὴ εὐδαιμονεῖν. ἔστι δὲ τὸ εἰς τὰ οὕτως ἄδοξα συνάγειν τὸ αὐτὸ τῷ πρὸ αὐτοῦ τῷ ἄγειν εἰς τὴν κατὰ φύσιν καὶ κατὰ νόμον ὑπεναντίωσιν· ὁ μὲν γὰρ νόμος δόξα τῶν πολλῶν, οἱ δὲ σοφοὶ κατὰ φύσιν καὶ κατ’ ἀλήθειαν λέγουσι.
[*](2 τὸ om. M τοῦτο δὴ L 4 τρόπος] sic libri: τόπος Spengel τῶν (post καὶ) om. M 7 πένθεσθαι M 12 εἰς ex Alex. f. 33 v addidi: τοῦ ποιεῖν Spengel 14 ἐν τῷ Γοργία] e. 38 sqq. 16 ἀπατᾶν M 17 γὰρ] δὲ M 19 ὥστε φανερὸν MN παλαιοὶ M 20 post δὲ add. καὶ MN 21 καὶ] κατὰ M ὅτι πρεσβύτερον om. N 31 πολλοῖς — σοφοῖς] σοφοῖς —πολλοῖς MN 34 δίκαιον cm. M)13. Καὶ τὰ μὲν παράδοξα ἐκ τούτων δεῖ ζητεῖν τῶν τόπων, περὶ δὲ τοῦ ποιῆσαι ἀδολεσχεῖν τόποι δύο. ὃ μέντοι λέγομεν τὸ ἀδολεσχεῖν, εἰρήκαμεν ἤδη. ἔστι γὰρ τὸ ἀναγκάζεσθαι πολλάκις λέγειν τὸ αὐτὸ· πάντες δὲ οἱ μετὰ μικρὸν ῥηθησόμενοι λόγοι τοῦτο βούλονται ποιεῖν· καὶ στοιχεῖον μὲν ὥσπερ κοινὸν πάσης ἀδολε|σχίας τὸ οἴεσθαι ἐλάχιστον ἢ μηδὲν διαφέρειν τὸ ὄνομα τὸν λόγον εἰπεῖν· τὸ δὲ ἔστι μὲν ὡς ἔστι δ᾿ ὡς οὔ, καὶ, τὸ μὲν ἐνεργείᾳ τὸ δὲ δυνάμει. διπλάσιον γὰρ καὶ διπλάσιον ἡμίσεος ταὐτὸ· λόγος γὰρ τοῦ διπλασίου τὸ εἶναι ἡμίσεος. ὥστε εἴ τις τὸ διπλάσιον ἡμίσεος εἴποι διπλάσιον, ἠδολέσχησε· δυνάμει γὰρ οὕτως εἶπεν, ὡς τὸ διπλάσιον ἡμίσεος ἡμίσεος. καὶ ἐπὶ συλλογισμοῦ· τὸ μέγεθος τόδε τοῦδε διπλάσιον, τὸ διπλάσιον ἡμίσεος διπλάσιον, ἄρα τὸ μέγεθος τόδε τοῦδε διπλάσιον ἡμίσεος· ἡμίσεος ἡμίσεος. ὁ γὰρ διπλάσιον εἰπὼν δυνάμει καὶ τὸ ἥμισυ λέγει τῷ τὰ πρός τι λεγόμενα ἢ νοούμενα συνεισάγειν καὶ τὰ πρὸς ἃ λέ- γεται. ὥστε ὁσάκις ἐρρέθη τὸ διπλάσιον, τοσαυτάκις καὶ τὸ ἥμισυ· δὶς δὲ εἴρηται τὸ διπλάσιον ἐν τῇ μείζονι προτάσει· τοσαυτάκις ἄρα καὶ τὸ ἥμισυ καὶ νοηθήσεται καὶ λεχθήσεται. κεῖται δὲ καὶ ἐνεργείᾳ ἅπαξ, καὶ συναφθὲν τρὶς ἔσται εἰρημένον. πάλιν ἡ ἐπιθυμία ἔφεσις, τοῦτο δὲ ὄρεξις ἡδέος, ἔστιν ἄρα ἡ ἐπιθυμία ὄρεξις ἡδέος ἡδέος ἡδέος. ὡς ἐν γένει μέντοι ἡ ἐπιθυμία τῇ ὀρέξει, ἄμφω δὲ πρός τι,. καὶ ὁ εἰπὼν ἐπιθυμίαν ἢ ὄρεξιν δυνάμει λέγει καὶ τὸ ἡδέος· κεῖται δὲ καὶ ἐνεργείᾳ, ὥστε τρὶς τὸ ἡδὺ ῥηθήσεται ἐν τῷ συμπεράσματι.
Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι τῶν λόγων ἔν τε τοῖς πρός τι, ὅσα μὴ μόνον τὰ γένη ἀλλὰ καὶ τὰ εἴδη πρός τι λέγεται καὶ πρὸς τὸ αὐτὸ καὶ ἓν | ἀποδίδοται ὄνομά τε καὶ πτῶσιν, οἷον ἥ τε ὄρεξις τινὸς ὄρεξις, καὶ ἡ ἐπιθυμία τινὸς ἐπιθυμία τοῦ γὰρ ἡδέος ἄμφω), καὶ τὸ διπλάσιον τινὸς διπλάσιον ἡμίσεος γάρ)· ἀλλὰ καὶ ἐν ἐκείνοις, ὧν μὴ ὄντων πρός τι κατηγορουμένων δὲ κατ’ οὐσίας τινός, ἧς καί εἰσι ταῦτα πάθη καὶ ἕξεις, παραλαμβάνεται ἐν τῷ ὁρισμῷ αὐτῶν ἡ ὑποκειμένη αὐτοῖς οὐσία· οἷον ἡ σιμότης καὶ τὸ περιττὸν οὐ πρός τι, πάθη μέντοι τινὰ καὶ ἕξεις τῶν ὑποκειμένων, ἡ μὲν τῆς ῥινός, τὸ δὲ τοῦ ἀριθμοῦ. ἐν γοῦν τοῖς αὐτῶν ὁρισμοῖς λαμβάνομεν καὶ τὰ ὑποκείμενα· σιμότης γάρ ἐστι κοιλότης ἐν ῥινί, καὶ περιττὸν ἀριθμὸς μονάδι διαφέρων ἀρτίου. ὥστε ὁ ῥῖνα σιμὴν εἰπὼν ἢ τὸν τρία περιττὸν ἀριθμὸν ἠδολέσχησε· δὶς γὰρ ἐν ἑκατέροις ἔφθεγκται τὸ αὐτό, τῷ ἐνεῖναι δυνάμει κἀν τῷ σιμῷ τὴν ῥῖνα καὶ τῷ περιττῷ τὸν ἀριθμόν· καὶ ὁ λέγων ἥδε ἡ ῥὶς σιμή τοῦτο δὲ κοίλανσις ῥινός, συμπερανεῖ ῾ ἔστιν ἄρα ῥὶς ῥὶς κοίλη.᾿ ἀπαντήσοι δ’ ἄν τις κἀνταῦθα πρὸς ταῦτα, ὡς ἐρχῆν δήπου τὸν σοφιστὴν προπυνθάνεσθαι τὸν προσδιαλεγόμενον, εἰ σημαίνειν οἴεταί τι καθ’ αὑτὸ τὸ διπλάσιον χωρὶς τοῦ ἡμίσεος ἢ μή, δόντος δὲ σημαίνειν προσ- θεῖναι, πότερον τὸ αὐτὸ ὃ κἀν μετὰ τοῦ ἡμίσεος, ἢ ἕτερον, καὶ φήσαντος [*](1 περὶ δὲ] περὶ τοῦ ἀδυλεσχεῖν marg. L 7 ἡμίσεως ubique M 8 ἡμίσεος (post εἶναι) ex ἡμίσεως corr. N 12 ἥμισυ] ἡμίσει (sic) L 13 νοούμενα ἢ λεγόμενα MN 18 ἡδέος seinci tantiun rcpetit M 20 ὦν] ὧς L 27 οὐσίαν M 32 διαφέρων ex διαφέρον corr. N 31 κἀν Μ 37 προσπυνθάνεσθαι Aristoteles)
14. εἰπόντας οὖν καὶ περὶ τούτων τοσαῦτα λείπεται λέγειν καὶ περὶ σολοικισμοῦ· τοῦτο γὰρ ἦν ἔσχατον τῆς σοφιστικῆς προαιρέσεως. ὅπερ οἷον μέν ἐστιν εἴρηται πρότερον, τὸ ποιῆσαι τῇ λέξει βαρβαρίζειν. ἔστι δὲ τοῦτο καὶ ποιεῖν ἀληθῶς, ὡς ὅταν τις ἁμαρτάνῃ περὶ τὴν κλῆσιν ἢ τὰ στοιχεῖα ἢ τὰς προσῳδίας, ἢ μὴ ποιῶν φαίνεται ποιεῖν, ὡς ἐπὶ τῶν σοφιστῶν, ἢ ποιεῖ μέν, μὴ δοκεῖ δ’ αὑτῷ, καθάπερ ὁ Πρωταγόρας τὸν μῆνιν οὐλόμενον λέγων οὐκ ἐδόκει αὑτῷ σολοικίζειν, ἀλλὰ τοὺς λέγοντας τὴν μῆνιν καὶ τὴν οὐλομένην. εἰ δὲ ταῦτα, κἄν τέχνῃ δύναταί τις τοῦτο ποιεῖν καὶ συλλο- γισμῷ λαμβάνειν· διὸ πολλοὶ τῶν λόγων οὐ συλλογιζόμενοι σολοικισμὸν φαίνονται συλλογίζεσθαι, καθάπερ ἐν τοῖς ἐλέγχοις.
᾿Αρχὴ δὲ τῶν σολοικισμῶν καὶ ὥσπερ στοιχεῖον τῆς φαινομένης ἀπάτης ἡ τῶν οὐδετέρων ὀνομάτων χρῆσις, καὶ τούτων τὰ εἰς ο καὶ εἰς ον μάλιστα λήγοντα, ὡς τὸ ἄλλο, τοῦτο, ἐκεῖνο, καὶ τὰ ἐν ὑποτακτικοῖς ἰσοδυναμοῦντα ἄρθροις, ὡς τὸ ὅ, ὅπερ, ἅ, ἅττα· μέσα γὰρ ὄντα τῆς τε τῶν ἀρρένων καὶ θηλειῶν σημασίας, ἔτι δὲ καὶ τὴν αὐτὴν πτῶσιν ἔχοντα ὀρθὴν καὶ αἰτιατικὴν ἄδηλον ποιεῖ προφερόμενα ἐν τῇ συντάξει, ποίου γένους ἢ πτώσεως τυγχάνει σημαντικά. τὸ μὲν γὰρ οὗτος ἄρρεν σημαίνει, τὸ δὲ αὕτη | θῆλυ, τὸ δὲ τοῦτο τό τε μεταξὺ καὶ ἐκείνων ἑκάτερον. τί τοῦτο; Καλλιόπη, ξύλον, Κορίσκος· ἐφήρμοσε γὰρ τοῖς τρισί. τοῦ μὲν οὖν ἄρρενος καὶ τοῦ θήλεος διαφέρουσιν αἱ πτώσεις ἀλλήλων ἐν ἑκατέρῳ, καὶ ἰδίως ἑκάστη τῇ προφορᾷ ἀφορίζεται, γενικὴ δοτικὴ καὶ αἰτιατική· ἐν μέντοι τοῖς οὐδετέροις ἐκτὸς τῆς γενικῆς καὶ δοτικῆς αἱ ἄλλαι ταὐτίζονται, ὅπερ δὴ καὶ αὐτὸ οὐ μικρὰ συνδίδωσι πρὸς τὸ παραλογίσασθαι. ὡς γοῦν πολλάκις δοθέντος τοῦτο συνελογίσθη τοῦτον, οὕτω κἀνταῦθα πάλιν τὸ προταθὲν κατ’ εὐθεῖαν εἰς αἰτιατικὴν ἐξελήφθη. ἔτι τοῦ ἔστι καὶ τοῦ εἶναι καὶ τῶν ἑκατέροις συστοίχων ἡ τοιάδε χρῆσις καὶ σύνταξις πλεῖστον ὅσον συμβάλλεται πρὸς τὸ γενέσθαι σολοικισμόν· τὸ μὲν γὰρ ὁριστικὸν εὐθείᾳ συντάσσεται, τὸ δὲ ἀπαρέμφατον αἰτιατικῇ, οἷον ἔστι τοῦτο Κορίσκος, εἶναι τοῦτο Κορίσκον· ἀλλαττόμενα δὲ σολοικίζει. καὶ ἐπὶ τῶν λεγομένων σκευῶν, ἐχόντων δὲ ἄρρενος ἢ θηλείας κλῆσιν, ὡς ἀσκὸς καὶ κλίνη· οἰκεία γὰρ τῶν σκευῶν κατάληξις ἐν οὐδετέροις ἡ εἰς τυγχάνει καὶ οἷον ξύλον, σχοινίον. καὶ τρόπον τινὰ ὅμοιός ἐστιν ὁ σολοικισμὸς τοῖς παρὰ τὸ τὰ μὴ ὅμοια ὁμοίως λεγομένοις ἐλέγχοις, οὓς καὶ παρὰ τὸ σχῆμα τῆς λέξεως ὀνομάζομεν. ὡς γὰρ ἐν ἐκείνοις ἐπὶ τῶν πραγμάτων, τούτοις ἐπὶ τῶν ὀνομάτων συμπίπτει τὸ σολοικίζειν. φανερὸν οὖν ὡς ὁ σολοικισμὸς ἐκ τῶν εἰρημένων πτώσεων συλλογίζεται.
[*](4 εἰπόντας] εἰ πάντας M 8 φαίνεται scripsi: φαίνηται libri 9 ποιεῖ scripsi: ποιῇ libri δοκῆ N 10 τοῖς λέγουσι MN 11 δύναται L Alex.: δύναιτο MN ποιεῖν τοῦτο MN 14 τῆς ἀπάτης τῆς φαινομένης MN 18 ἔχων τὰ N 25 αὐτὸ om. MN 20 ante τοῦτο add. τοῦ MN 34 καὶ v] τὸ N 38 σολοικισμὸς] συλλογισμὸς MN)Εἴδη μὲν οὖν ταῦτα τῶν ἀγωνιστικῶν λόγων καὶ μέρη τῶν εἰδῶν καὶ τρόποι οἱ εἰρημένοι. ὃ | δὲ ἐν τοῖς τοπικοῖς εἴρηται, ὡς οὐ τὰς ἀρχὰς τῶν ἐπιχειρημάτων εὑρεῖν καθάπαξ ἀρκεῖ, ἀλλὰ καὶ ἐρωτηματίσαι τοιώσδε μεγάλα συμβάλλεται πρὸς τὸ ῥᾷον τυχεῖν συμπεράσματος, τοῦτο δὴ κἀνταῦθα λέγομεν. διαφέρει γὰρ οὐ μικρόν, ἐὰν ταχθῇ πως τὰ περὶ τὴν ἐρώτησιν πρὸς τὸ λανθάνειν καὶ ἀπατᾶν τὸν ἐρωτώμενον. ὅθεν ἐφεξῆς τοῖς εἰρημένοις περὶ τούτων ἄν εἴη λεκτέον πρῶτον.
15. Ἔστι δὲ πρὸς τὸ ἐλέγχειν καὶ παραλογίζεσθαι ἓν μὲν μῆκος· χαλεπὸν γὰρ ἅμα πολλὰ συνορᾶν καὶ φυλάττεσθαι. εἰς δὲ τὸ μῆκος τοῖς εἰρημένοις ἐν τοῖς τοπικοῖς στοιχείοις χρηστέον τῷ τε μὴ μόνον τὰς συνακτικὰς προτάσεις τοῦ συμπεράσματος καὶ ἀναγκαίας ἐρωτᾶν, ἀλλὰ καὶ τὰς μὴ συμβαλλομένας παρεμβάλλειν καὶ καταποικίλλειν τὸν λόγον παρα- βολαῖς τε καὶ παραδείγμασι. δεύτερον δὲ τάχος τῷ συνεχεῖς τὰς ἐρωτήσεις καὶ συντόμους ποιεῖσθαι· ὑστερίζοντες γὰρ ἧττον προορῶσι. τρίτον ὀργὴ καὶ φιλονεικία· ταραττόμενοι γὰρ ἧττον δύνανται φυλάττεσθαι πάντα. στοι- χεῖα δὲ τῆς ὀργῆς τό τε φανερὸν ἑαυτὸν ποιεῖν βουλόμενον ἀδικεῖν καὶ τὸ παρὰ πάντας ἀναισχυντεῖν. ἔτι τε τὸ ἐναλλὰξ τιθέναι τὰ ἐρωτήματα συμβάλλεται πρὸς τὸ λαθεῖν. οὐ γὰρ τὰς ἀναγκαίας καὶ συνακτικὰς αὐτόθεν τοῦ συμπεράσματος προτάσεις ἐφεξῆς ἢ | πρώτας θήσομεν, οὐδὲ τοὺς συλλογισμοὺς κατὰ τάξιν συμπλέξομεν, ὥσπερ ἄν καὶ μηδενὸς ἐφεστῶτος, ἀλλ’ ἐπεμβαλοῦμεν καὶ τὸ συνεχὲς διακόψομεν καὶ πρὸς τὸ λυσιτελοῦν διαθήσομεν. ἔτι συντελεῖ πρὸς ἀπάτην, ἐάν τις πρὸς τὸ αὐτὸ πλείους ἔχῃ λόγους καὶ τοὺς ἐναντίους καὶ οὕτως καὶ οὐχ οὕτως κατασκευάζειν δυνατούς· ἅμα γὰρ συμβαίνει τῷ ἀποκρινομένῳ ἢ πρὸς πλείω ἢ πρὸς τἀναντία ποιεῖσθαι τὴν φυλακήν, λάθοι δ’ ἄν δοὺς ἐν πλείοσι μεριζόμενος ὃ μὴ ἂν ἄλλως ἔχων. δείξει γάρ τις τὴν ἡδονὴν ἀγαθόν, καὶ ὅτι κατὰ φύσιν, καὶ ὅτι πάντα αὐτῆς ἐφίεται· καὶ αὖ ὅτι οὐκ ἀγαθὸν τῷ γένεσιν εἶναι εἰς φύσιν αἰσθητὴν καὶ ἐμποδίζειν τῷ φρονεῖν. ὅλως δὲ πάντα τὰ πρὸς κρύψιν λεχθέντα πρότερον χρήσιμα καὶ πρὸς τοὺς ἀγωνιστικοὺς λόγους καὶ σοφιστικούς· ἡ γὰρ κρύψις τοῦ λαθεῖν χάριν, τὸ δὲ τῆς ἀπάτης.
Πρὸς δὲ τοὺς ἀνανεύοντας ἅττ’ ἄν οἰηθῶσιν εἶναι πρὸς τὸν λόγον, ἐξ ἀποφάσεως ἐρωτητέον ὡς τοὐναντίον βουλόμενον, (οἷον μὴ οὕτω ῾ ἆρά γε ἡ ἡδονὴ κατὰ φύσιν;’ ἀλλ’ οὕτω ῾ ἆρ᾿ οὐ δοκεῖ σοι ὡς οὐκ ἔστιν ἡ ἡδονὴ κατὰ φύσιν;’ εἴπερ γὰρ ἀνανεύσει τὴν κατάφασιν, τίθησιν ἣν ζητοῦμεν), καὶ ἐξ ἴσου ποιοῦντα τὴν ἐρώτησιν· ἀδήλου γὰρ ὄντος τοῦ τί βούλεται λαβεῖν ἧττον δυσκολαίνουσιν, οἷον ‘ἀρά γε ἡ ἡδονὴ κατὰ φύσιν ἢ παρὰ φύσιν;᾿ ὅταν δὲ ἐπὶ τῶν μερῶν διδῷ τις | τὸ καθ’ ἕκαστον, ἐπάγοντα τὸ καθόλου πολλάκις οὐκ ἐρωτητέον, ἀλλ’ ὡς δεδομένῳ χρηστέον· ἐνίοτε γὰρ καὶ αὐτοὶ οἴονται δεδωκέναι καὶ τοῖς ἀκούουσι φαίνονται διὰ τὴν τῆς [*](2. 10 ἐν τοῖς τοπικοῖς] Θ 1 4 ῥᾷον om. MN 6 ἀπαντᾶν M 15 πάντες Aristoteles 16 τῆς ex τοῖς corr. N 17 πάντων M ἔτι δὲ M 20 συμπλάζομεν M 21 τὸ utrobique om. M 22 ἔχῃ ex ἔχει corr. N 25 post ἔχων add. δοίη MN 26 εἰδονὴν N 27 αὖ] οὖν M 35 εἰδήλου N)
Ἔτι δὲ σφόδρα πολλάκις ποιεῖ ἐληλέγχθαι καὶ τὸ σοφιστικὸν συκοφάν- τημα τῶν ἐρωτώντων, τὸ μηδὲν συλλογισαμένου μὴ ἐρώτημα ποιεῖν τὸ τελευταῖον, ἀλλὰ συμπεραντικῶς καὶ ἀποφαντικῶς ἐπάγειν ὡς συλλελογισμένους, οἷον οὐκ ἄρα τὸ καὶ τό, ὡς ποιεῖ Μέλισσος· τὸ παρὰ τὸ ὂν οὐκ ὄν φησι, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν. τάς τε γὰρ προτάσεις ψευδεῖς λαμβάνει τὰ γὰρ ὄντα πολλὰ τῇ ἐναργείᾳ καὶ οὐκ ἔδει μοναδικῶς προφέρειν, καὶ τὸ λευκὸν οὐκ ὂν μέν, ὅτι μὴ ποσόν, οὐχ ἧττον δὲ ὄν) καὶ ὃ μὴ συνελογίσατο, συνεπέρανε.
Σοφιστικὸν καὶ τὸ κειμένου παραδόξου τὸ φαινόμενον ἀξιοῦν ἀποκρίνε- σθαι προσκειμένου τοῦ δόξαντος ἐξ ἀρχῆς, καὶ τὴν ἐρώτησιν τοιούτων οὕτω ποιεῖσθαι ῾ πότερόν σοι δοκεῖ τόδε, ἢ οὔ;’ οἷον κειμένου παραδόξου ὡς· τὸ φονεύειν καὶ ἀδικεῖν εὐδαιμονεῖν ἐστιν, ἡμεῖς ἐρωτῶμεν ἐπὶ τὸν Ἀρχέλαον, εἰ βασιλεὺς ὢν μὴ εὐδαίμων ἐστί, καὶ προσαναγκάζομεν τὸ δο- κοῦν εἰπεῖν, καὶ καταφήσαντος μὲν τὸ κείμενον πρότερον συνεισάγεσθαι· ἐν γὰρ τῷ Ἀρχελάῳ καὶ τὸ ἀδικεῖν καὶ εὐδαιμονεῖν φονεύσαντι τοὺς οἰκείους καὶ πλουτοῦντι καὶ βασιλεύοντι), μὴ δόντος δὲ ἐπὶ τὴν δόξαν τῶν πολλῶν ἀκτέον. ἀνάγκη γάρ, ἄν ᾖ τὸ ἐρώτημα ἐξ | ὧν ὁ συλλογισμός, ἢ ἔλεγχον [*](81) ἢ παράδοξον γίνεσθαι, δόντος μὲν ἔλεγχον, μὴ δόντος δὲ μηδὲ δοκεῖν φά- σκοντος ἄδοξον. μὴ θαρρούντως δὲ ἀποφαινομένου ἀλλ’ ἐνδοιάζοντος καὶ τὸ ἴσως προστιθέντος καὶ τάχα ἐλεγχοειδές.
[*](4 φησιν om. MN 15 δέει L πότερον om. MN 16 δέει L 20 ἐληλέχθαι libri 22 καὶ ἀποφαντικῶς om. M 25 ἐνεργεία MN 28 τὸ φαινόμενον — παραδόξου (30) om. MN 29 τῶν τοιούτων Aristoteles 34 καὶ τὸ εὐδαιμονεῖν N 38 μὴ] μηδὲ MN 39 προστιθεμένου MN)Ἔτι. καθάπερ ἐν τοῖς ῥητορικοῖς ἑκατέρως τοῖς λόγοις ἐπιχειροῦμεν καὶ [*](81) τὰ αὐτὰ κατασκευάζομεν καὶ ἀνασκευάζομεν, καὶ ἐν τοῖς ἐλεγκτικοῖς ὁμοίως τὰ ἐναντιώματα θεωρητέον ἢ πρὸς τὰ ὑφ’ αὑτοῦ λεγόμενα ἢ πρὸς οὓς ὁμολογεῖ καλῶς λέγειν ἢ πράττειν, ἔτι πειρᾶσθαι δεικνύναι τὸν προσδιαλεγόμενον ἐναντία τιθέμενον πρὸς τοὺς δοκοῦντας τοιούτους καὶ περὶ ἕκαστα ἀγαθοὺς ἢ πρὸς τοὺς ὁμοίους ἢ πρὸς τοὺς πλείστους ἢ πρὸς πάντας·. οἷον εἰ ἰατρός, ὡς τοῖς ἀρίστοις τῶν ἰατρῶν ἀντιλέγει ἢ τοῖς φρονίμοις, ἢ ὧν δοκεῖ πᾶσιν ἢ τοῖς πλείστοις. ἔτι ὥσπερ ἐν τοῖς καθ’ ὁμωνυμίαν οἱ ἄπο· κρινόμενοι ποιοῦσι πολλάκις ἐλεγχόμενοι διαιροῦσι γὰρ ὕστερον συναισθόμενοι τῆς ἀπάτης τὸ διττόν, καὶ ὡς ἐπ’ ἄλλου σημαινομένου δεδώκασιν ἢ ὃ συνῆξεν ὁ ἐρωτῶν), οὕτω καὶ τοὺς ἐρωτῶντας χρηστέον ποτὲ τούτῳ πρὸς τοὺς ἐνισταμένους τῶν ἐρωτωμένων ὡς οὐκ ἐλεγχομένους, ἄν ὡδὶ μὲν συμβαίνῃ ὡδὶ δὲ μή, ὅτι οὕτως εἴληφε καὶ προέτεινεν ὃ συνήγαγεν, οἷον ὁ Κλεοφῶν ποιεῖ ἐν τῷ Μανδροβούλῳ τῷ Πλατωνικῷ διαλόγῳ. ·ἐπεὶ δὲ προ·ἰόντος τοῦ λόγου πολλάκις οἱ ἐρωτώμενοι ἐρωτῶντες γίνονται, εἰ [*](82) συναίσθοιντο πρότασιν ἀναγκαίαν ληφθῆναι καὶ πρὸς κατασκευὴν τοῦ προ- βλήματος, καὶ ἐπιχειροῦσιν ἀνασκευάσαι, δεῖ τοὺς ἐρωτῶντας ἀφισταμένους τοῦ λόγου τὰ λοιπὰ τῶν ἐπιχειρημάτων ἐπιτέμνειν· εἰ δ’ αἴσθοιντο δι’ ὃ γίνεται, προενίστασθαι καὶ προαγορεύειν, ὡς οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὸν καιρὸν καὶ τῷ μὴ τρίβεσθαι εἰς οὐδέν. ἐπιχειρητέον δὲ ἐνίοτε καὶ πρὸς ἕτερα τοῦ κειμένου, ἐκεῖνο ἐκβαλόντας, ἐὰν μὴ ἔχωμεν πρὸς αὐτὸ ἐπιχειρεῖν. ὅπερ ὁ Λυκόφρων ὁ σοφιστὴς πεποίηκε προβληθέντος αὐτῷ λύραν ἐγκωμιάζειν· ἐπεὶ μὴ εἶχεν, ὃ πρὸς τὴν ὀργανικὴν εἴπῃ, ἀνέδραμε πρὸς τὴν ἐν οὐρανῷ καὶ τὴν λυρικὴν μετελάβετο ποίησιν, ἐν ᾧ πολλοὺς ἐπαίνων λόγους ἐφεύρηκεν. καὶ ὁ Ἰσοκράτης ἐπαινῶν τὴν ῾ Ελένην ἐπὶ τοὺς ἐραστὰς αὐτῆς ἔκλινε καὶ δι’ ἐκείνων ἐθαύμασεν· οὐ γὰρ εἶχεν ἐκ τῶν κατ’ αὐτήν. καὶ ὁ Πρωταγόρας ἐν τῷ ὁμωνύμῳ διαλόγῳ ποτὲ μὲν μύθους διέξεισι ποτὲ δὲ περὶ ποιημάτων, ἐν οἷς εὐπορεῖν ἐπιχειρημάτων ἠδύνατο. καὶ ἐπ’ ἐκείνου· σπεύδοντες γὰρ πρὸς ἀνασκευὴν τοῦ τὸν φιλόσοφον πολυπράγμονα εἶναι ἀντὶ τούτου τὸ φιλοπράγμονα εἶναι μεταλαμβάνομεν, ἐπεὶ μὴ ἐκεῖθεν εὐπορεῖν ἦν, καὶ οὕτω συντίθεμεν ῾ ὁ φιλόσοφος πολυπράγμων, οὗτος δὲ φιλοπράγμων, ὁ δὲ φιλίως καὶ σχετικῶς πρός τε τὴν ὕλην | καὶ τὰ πράγματα διακείσεται· [*](83) ὁ φιλόσοφος ἄρα πρὸς τὰ τῇδε συνίσχεται. ἀλλὰ μὴν τοῦτο ψεῦδος· ψεῦδος ἄρα καὶ τὸ πολυπράγμονα εἶναι, ἤγουν ζητητικὸν καὶ τῶν ὄντων ἐρευνητήν.’ ἐπεὶ δὲ πολλάκις οἱ ἀποκρινόμενοι μήτε παντελῶς ἀπαρνούμενοι τὰ προτεινόμενα μήτε διδόντες ἀπαιτοῦσι τὸν ἐρωτῶντα ἀποδεῖξαι ἣν ἠρώτησε πρό- τασιν, καὶ δοκεῖ καὶ τοῖς ἀκροαταῖς δεῖν ἀποδιδόναι τὴν αἰτίαν, δεῖ μὴ ἐπὶ τὸ καθόλου τὸν ἔλεγχον ἄγειν, ἀλλὰ περὶ τὰ καθ’ ἕκαστα διατρίβειν· τὸ [*](1 ἑκατέροις MN 2 καὶ ἀνασκευάζομεν om. N 6 ante πάντας add. τοὺς MN 7 ἀντιλέγειν M ὧν L, cf. Alex. f. 37: ἅ MN 13 συμβαίνῃ ex συμβαίνει corr. L ὃ] ἡ MN 14 ποιεῖν N μανδραβούλω libri τῷ Πλατωνικῷ διαλόγῳ] cf. I. Bywater Journal of Philol. XII 25 16 καὶ om. MN 20 τὸ MN 21 ἐκλαβόντας Αristoteles 23 εἴποι MN 29 ἀνασκευεῖν N 32 φιλίας καὶ σχετικῆς M καὶ πρὸς τὰ MX 37 τοῖς ex ταῖς corr. N)
16. ᾿Εξ ὧν μὲν οὖν αἱ ἐρωτήσεις καὶ πῶς ἐρωτητέον ἐν ταῖς ἀγωνιστικαῖς διατριβαῖς καὶ | σοφιστικαῖς, εἴρηται· περὶ δὲ ἀποκρίσεως [*](84) καὶ πῶς χρὴ λύειν καὶ τί, καὶ πρὸς τίνα χρῆσιν οἱ τοιοῦτοι τῶν λόγων ὠφέλιμοι, μετὰ ταῦτα λεκτέον.
Χρήσιμοι οὖν εἰσι πρὸς φιλοσοφίαν διὰ δύο. πρῶτον μὲν γὰρ ὡς ἐπὶ τὸ πολὺ γινομένους περὶ τὴν λέξιν ἐντριβεῖς ἄμεινον ἔχειν ποιοῦσι πρὸς τὸ ποσαχῶς ἕκαστον λέγεται, καὶ ποῖα ὁμοίως καὶ ποῖα ἑτέρως ἐπί τε τῶν ὀνομάτων καὶ τῶν πραγμάτων συμβαίνει. δεύτερον δὲ πρὸς τὰς καθ’ ἑαυτὸν ζητήσεις, ὡς κἀν τοῖς προοιμίοις εἴρηται· ὁ γὰρ ὑφ’ ἑτέρου παραλογιζόμενος ῥᾳδίως καὶ τοῦτο μὴ διαισθανόμενος κἄν αὐτὸς ὑφ’ αὑτοῦ τοῦτο πάθοι πολλάκις. τρίτον δὲ καὶ τὸ λοιπὸν ἔτι πρὸς δόξαν, τὸ περὶ πάντα γεγυμνάσθαι δοκεῖν καὶ μηδενὸς ἀπείρως ἔχειν. τὸ γὰρ κοινωνοῦντα λόγων ψέγειν λόγους μηδὲν ἔχοντα διορίζειν περὶ τῆς φαυλότητος αὐτῶν ὑποψίαν δίδωσι τοῦ δοκεῖν δυσχεραίνειν οὐ διὰ τὸ ἀληθὲς. ἀλλὰ διὰ τὴν ἀπειρίαν.
᾿Αποκρινόμενον δὲ πῶς ἀπαντητέον πρὸς τοὺς τοιούτους λόγους, φανερόν, εἴπερ ὀρθῶς εἰρήκαμεν πρότερον, ἐξ ὧν εἰσιν οἱ παραλογισμοί, καὶ τὰς ἐν τῷ πυνθάνεσθαι πλεονεξίας ἱκανῶς διείλομεν. οὐ ταὐτὸ δέ ἐστι λαβόντα τὸν λόγον κατὰ σχολὴν ἰδίᾳ καὶ καθ’ αὑτὸν ἰδεῖν καὶ λῦσαι τὴν μοχθηρίαν, καὶ ἐρωτώμενον αἴφνης ἀπαντᾶν δύνασθαι ταχέως. ὃ γὰρ ἴσμεν, πολ|λάκις [*](85) μετατιθέμενον ἀγνοοῦμεν. ἔτι δ’ ὥσπερ ἐν τοῖς ἄλλοις τὸ θᾶττον καὶ τὸ βραδύτερον ἐκ τοῦ γεγυμνάσθαι γίνεται μᾶλλον, οὕτω καὶ ἐπὶ τῶν λόγων ἔχει, ὥστε, ἂν δῆλον μὲν ἡμῖν ᾖ, ἀμελέτητοι δ’ ὦμεν, ὑστεροῦμεν τῶν καιρῶν πολλάκις. ἔτι συμβαίνει ποτέ, καθάπερ ἐν τοῖς διαγράμμασι, καὶ ἐν τοῖς λόγοις. καὶ γὰρ ἐκεῖ ἀναλύσαντες καὶ τὰς προτάσεις εὑρόντες τὰς τοῦ θεωρήματος δεικτικὰς συνθεῖναι πάλιν καὶ εἰς σχῆμα ἀγαγεῖν ἀδυνατοῦμεν· οὐ γὰρ ἔχομεν εὐπετῶς ἰδεῖν ποία μείζων ἢ ἐλάττων διὰ τὴν ἀπειρίαν. καὶ ἐπὶ τῶν λόγων δὲ πλείονας ἁμαρτίας ἔστιν ὅτε τοῦ σοφίσματος ἔχοντος ἀποροῦμεν ἰδεῖν, ὅθεν ὁ ἔλεγχος. διὰ τοῦτο αἵ τε πρὸς ἄλλους συνεχεῖς διαλέξεις καὶ γυμνασίαι καὶ αἱ καθ’ αὑτοὺς συζητήσεις ἰδίᾳ περὶ τῶν εἰς ἑκάτερα λόγων τοῦ τοιοῦδε προβλήματος μεγάλην ἐν τοῖς τοιούτοις [*](1 μερ·ιστῶν MN 3 λόγον] λέγειν Spengel 9 διαφερόντων N 12 εἴρηται οm. N 15 ante οὖν add. μὲν MN 21 πάθοι ex πάθη corr. N 30 θᾶττον] θάτερον τὸ (post καὶ) om. L 36. 37 ἀπορίαν M)
17 Πρῶτον οὖν, ὥσπερ συλλογίζεσθαι φαμεν ἐνδόξως ποτε μᾶλλον ἢ ἀληθῶς προαιρεῖσθαι δεῖν ὅταν γὰρ μὴ ταῖς ἀληθέσι τῶν προτάσεων τὸν προσδιαλεγόμενον ἑπόμενον ἔχωμεν, καὶ ἐκ τῶν οἰκείων δοξῶν χειρώσασθαι ἐπειγόμεθα), οὕτω καὶ λυτέον ποτὲ μᾶλλον ἐνδόξως ἢ κατὰ τὸ ἀληθές, καὶ πρὸς τὸν ἀκροατὴν ἢ κατὰ τὸ πρᾶγμα· ὅλως γὰρ πρὸς τοὺς ἐριστικοὺς μαχητέον | οὐχ ὡς ἐλέγχοντας ἀλλ’ ὡς φαινομένους· οὐ γάρ [*](86) φαμεν συλλογίζεσθαί γε ἢ ἐλέγχειν αὐτούς· ἀλλὰ πρὸς τὸ μὴ δοκοῦν διορθωτέον. εἰ γάρ ἐστιν ὁ κυρίως ἔλεγχος ἀντίφασις μὴ ὁμώνυμος ἔκ τινων προτάσεων ἀληθῶν συναγόμενος, ὁ μὴ τοιοῦτος κενὸς ἄν εἴη δήπου, καὶ παροπτέος ὡς μὴ ἔχων ὑπόστασιν. ὁ δὲ σοφιστικὸς τοιοῦτος· οὐκ ἔδει γοῦν πράγματ’ ἔχειν ἡμᾶς διαιροῦντας αὐτοῦ τὰ ἀμφίβολα καὶ ὁμώνυμα, καθάπαξ ἀποβαλόντας, ὡς καὶ μὴ ὄντα συλλογισμόν. ἐπεὶ δὲ οὐ τὴν ἡμετέραν κρίσιν περὶ τοῦ πράγματος ἐν· τοῖς τοιούτοις ἐκφάναι ἐπισκοποῦμεν, ἀλλ’ ἣν ἕτεροι περὶ ἡμᾶς εὐλαβούμεθα, διὰ τοῦτο καὶ διαιρετέον καὶ διαλυτέον οὐδενὸς ἄλλου χάριν ἢ ὅτι τὸ συμπέρασμα φαίνεται ἐλεγχοειδὲς κἂν τοῖς ἀπειφοτέροις ἐληλέγχθαι δόξαιμεν. οὔκουν τοῦ ἐλεγχθῆναι ἐν τοῖς τοιούτοις φροντιστέον ἀλλὰ τοῦ δοκεῖν, ἐπεὶ τό γε ἐρωτᾶν ἀμφίβολα καὶ τὰ παρὰ τὴν ὁμωνυμίαν, ὅσαι τε ἄλλαι παρακρούσεις, καὶ τὸν ἀληθινὸν ἔλεγχον ἀφανίζει καὶ τὸν ἐλεγχόμενον ἄδηλον ποιεῖ. εἰ μὲν οὖν ὁ ἐρωτῶν πρῶιον διελὼν τὸ ὁμώνυμον ἢ τὸ ἀμφίβολον, εἶθ’ οὕτω προήνεγκε τὴν ἐρώτησιν, οὐκ ἄν ἄδηλος ἦν ὁ ἔλεγχος, εἴτε ὢν εἴτε δοκῶν· νυνὶ δὲ ὡς ἓν τὰ πολλὰ προτείνας καὶ ὃ μὴ ἔλαβε συμπεραίνων ἄδηλον τίθησιν, οὐδ’ ἂν ἐπὶ τοῦ δοθέντος συνάγει τὴν ἀντίφασιν, ὁμώνυμον δὲ ᾖ, ἀληθὴς ἔλεγχος οὗ|τος ἔσται· φθείρεται γὰρ κἀν τούτῳ ἡ τάξις τοῦ διαλέγεσθαι. ἀλλ’ ἐπεὶ [*](87) ἔξεστιν ἐπὶ τέλει τῷ ἀποκρινομένῳ συμπεραινομένου τοῦ σοφιστοῦ λέγειν καταφῆσαι μὴ ὅπερ ἀποφάσκειν ἄρτι τὸν σοφιστήν, ἔνστασις αὐτόθεν ἔσται καὶ λύσις τοῦ παρακρούσματος. ἔτι εἰ διῄρει ἐρωτῶν ὁ σοφιστὴς τὰ ὁμώνυμα, ἐγίνετ’ ἄν ἕτερόν τι, ὃ ἐπιζητοῦσιν οἱ διαλεγόμενοι νῦν μὲν ἧττον, πρότερον δὲ μᾶλλον, τὸ δὲ ἦν τὸ μοναχῶς ἀποκρίνεσθαι τὸ ναὶ ἢ τὸ οὔ, ἀλλὰ μὴ ἄμφω, ἢ καὶ ἐνδοιάζειν λέγοντας τάχα, ἴσως, δοκεῖ. νῦν δὲ διὰ τὸ μὴ καλῶς ἐρωτᾶν τοὺς πυνθανομένους μηδὲ διαστέλλειν τὰ σημαινόμενα ἀνάγκη προσαποκρίνεσθαί τι τὸν ἐρωτώμενον καὶ μὴ μέρος ἀλλ’ ὅλην τὴν ἀντίφασιν ἀποδιδόναι μετ’ ἐνδοιασμοῦ ῾ ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ’, διορθοῦντα τὴν μοχθηρίαν τῆς πτώσεως· ἐπεὶ διελομένου γε ἱκανῶς τίς φθόνος μὴ τὸ ναὶ ἢ τὸ οὒ λέγειν τὸν ἀποκρινόμενον.
Καὶ ἡμεῖς μὲν οὕτω περὶ τούτων διαγινώσκομεν τὸ μηδέν τῷ ὄντι ἔλεγχον εἶναι σοφιστικὸν ἡ τῷ δόξαι· εἰ δέ τις ἑτέρως ἔχει καὶ ὑπολαμβάνει [*](3 συλλογίζεσθαι ex συλλογίζεται corr. N 6 ἐπειγόμεθα om. N 7 ἢ om. M 13 διαιροῦντα L 15 ἐκφῆναι MN 18 ἐληλέχθαι libri 21 ἐμφανίζει MN 25 συνάγῃ M corr. N 28 ἀπέφασκεν Spengel 30 ἐπιζητοῦμεν MN 31 μοναχὸς N)
Ἐπεὶ δὲ ἄδηλος μέν ἐστιν ὁ ἐρωτώμενος ὁμώνυμόν τι ἢ ἀμφίβολον καὶ μὴ διορισάμενος, πότερον ἐλήλεγκται ἢ οὐκ ἐλήλεγκται, δέδοται δὲ ἐν τοῖς λόγοις τὸ διελεῖν, φανερὸν ὅτι τὸ μὴ διελόντα δοῦναι τὴν ἐρώτησιν ἀλλ’ ἀπλῶς ἁμάρτημά ἐστι· ὥστε κἂν μὴ αὐτὸς ὁ ἐρωτώμενος ἐλήλεγκται κατὰ νοῦν, ἀλλ’ ὅ γε λόγος αὐτῷ ἐληλεγμένῳ ἔοικε, καὶ μᾶλλον ἀγνοεῖν δόξει τοῖς ἀκροαταῖς διὰ τὸ μὴ διαιρῆσαι πρότερον. ὥστε λύσις ἡ κυριωτάτη [*](1 συζυγίαν σοφιστικὴν MN 4 συκοφαντίσουσιν N 16 ὑπάρχῃ MN 19 οὐ γὰρ] οὐδὲ M 20 ἑνὸς] ἓν L 26 τὸν τινὰ] sic libri: τὸ τινὰ Aristoteles τινὰς L, qui tamen in marg. corr. τινὰ 29 τήν τε] τήνδε M 30 δὲ om. L 31. 32 κεχρήμεθα] καὶ χρώμεθα M 35. 37 ἐλήλεκται libri)
Εἰ δὲ τὰ δύο ἐρωτήματα καὶ τρία καὶ πολλὰ μὴ ἓν ἐποίει τις ἐρώτημα ἑνὶ συγκλείων ὀνόματι, οὐδ’ ἄν ὁ παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν ἐγίνετο παραλογισμός, ἀλλ’ ἢ ἔλεγχος ἀληθὴς ἢ οὐδέν. τί γὰρ διαφέρει ἐρωτῆσαι, εἰ Καλλίας καὶ Θεμιστοκλῆς μουσικοί εἰσιν, ἢ εἰ ἀμφοτέροις ἓν ὄνομα ἦν ἑτέροις οὖσιν, ὅπερ πάσχουσι τὰ ὁμώνυμα; εἰ γὰρ πλείω δηλοῖ τοὐ ἑνὸς πράγματα τὸ ἓν ὄνομα, πλείω καὶ. ἠρώτησεν. εἰ οὖν μὴ ὀρθὸν πρὸς δύο ἐρωτήσεις μίαν ἀπόκρισιν ἀξιοῦν λαμβάνειν ἀπλῶς, φανερὸν ὅτι οὐδενὶ προσήκει τῶν ὁμωνύμων ἀποκρίνεσθαι ἁπλῶς, οὐδ’ εἰ κατὰ πάντων ἀληθὲς τὸ προτεινόμενον, εἰς ὃ καὶ ἀξιοῦσί τινες δεῖν τῶν τῆς ἀντιφάσεως τὸ ἓν ἀποκρίνεσθαι. ἡ γὰρ διαλεκτικὴ ἐρώτησις ἀποκρίσεως ἐστιν αἴτησις ὡς μία πρὸς μίαν, ὥστε οὐκ αὐτόθεν καταφήσαιμεν ἢ ἀποφήσαιμεν πρὸς τὸν ἐρωτῶντα, εἰ Αἴας καὶ Ἀγαμέμνων καὶ Διομήδης ἐπὶ Τροίαν ἐστράτευσαν· οὔτε γὰρ ἓν τὸ ἐρώτημα, κἄν ἀληθὲς δέ, οὐ δοτέον διὰ τὸν συνεθισμόν. ὁμοίως δὲ καὶ εἴ τις ἤρετο, ὁ Κορίσκος καὶ ὁ Καλλίας πότερον οἴκοι εἰσὶν ἢ οὐκ | οἴκοι, εἴτε παρόντων ἀμφοῖν εἴτε μὴ παρόντων· ἀμφοτέρως [*](91) γὰρ πλείους αἱ προτάσεις· οὐ γὰρ εἰ ἀληθὲς. εἰπεῖν, διὰ τοῦτο μία ἐρώτησις. ἐγχωρεῖ γὰρ καὶ μυρία ἕτερα ἐρωτηθέντα ἐρωτήματα ἅπαντα ἢ ναὶ ἢ οὒ ἀληθὲς εἶναι λέγειν, ἀλλ’ ὅμως οὐκ ἀποκριτέον μιᾷ ἀποκρίσει· ἀναιρεῖται γὰρ τὸ διαλέγεσθαι. τούτοις γοῦν ὅμοιον ὡς εἰ καὶ τεθείη τὸ αὐτὸ ὄνομα τοῖς ἑτέροις. εἰ γοῦν τὸ πολλάκις ῥηθὲν εὖ ἔχει καὶ μὴ δεῖ πρὸς δύο ἐρωτήσεις μίαν ἀπόκρισιν διδόναι, φανερὸν ὡς οὐδὲ ἐπὶ τῶν ὁμωνύμων τὸ ναὶ ἢ τὸ οὒ λεκτέον· οὐδὲ γὰρ ὁ εἰπὼν ἀποκέκριται ἀλλὰ μάτην ἄλλως εἴρηκεν. ὅμως μέντοι νομίζονται ἐν τοῖς διαλεγομένοις καὶ τοῖς ἀπειροτέροις τῶν ἀκροατῶν τὸ ναὶ ἢ τὸ οὒ ὄντως δεδωκέναι διὰ τὸ λανθάνειν τὸ συμβαῖνον ἐν τοῖς· ὁμωνύμοις.
Ὡς γοῦν οὐκ ὄντες ἔλεγχοί τινες δοκοῦσιν εἶναι τὸ γὰρ ἅπαν ἐνταῦθα συνάγομεν κατὰ τὸν αὐτὸν τρόπον), καὶ λύσεις δόξουσιν εἶναί τινες οὐκ οὖσαι λύσεις, ἃς δή φαμεν ἐνίοτε δεῖν φέρειν ἢ τὰς ἀληθεῖς ἐν τοῖς ἀγωνιστικοῖς λόγοις καὶ ἐριστικοῖς καὶ τῇ πρὸς τὸ διττὸν ἀπαντήσει. ἀποκριτέον δὲ ἐπὶ μὲν τῶν δοκούντων τὸ ἔστω λέγοντα, καὶ δὴ ·οὕτως ἥκιστ’ ἄν γένοιτο παρεξέλεγχος. ἐὰν δέ τι παράδοξον ἀναγκάζηται λέγειν, ἐνταῦθα μάλιστα προσθετέον τὸ δοκεῖν· οὕτω γὰρ οὔτ’ ἔλεγχος οὔτε παράδοξον γίνεσθαι [*](3 ταῦτα M 4 μὴ] μοι N 5 περὶ τοῦτο M 6 ἐπιδέδοται L 12 τὰ om. M 13 ἐρώτησεν LM 19 αἶαν M διομήδης καὶ ἀγαμέμνων MN 20 οὔτε δὲ M δέ] ἐστὶ N 22. 23 ἀμφοτέρους N 23 εἰ om. MN: supra add. L 25 ἡ ναὶ] τὸ ναὶ MN 26 τούτοις] τοῦτο Aristoteles 27 ἔχοι LN 35 δεῖν] μᾶλλον δεῖν Aristoteles)
Ἐξειργομένῳ δέ σοι παρὰ τοῦ ἐρωτῶντος ἀπάντων καὶ ἀποκλειομένῳ τῷ πανταχόθεν ἠσφαλίσθαι καὶ πεφράχθαι ἐκεῖνον προορώμενον τὰς εἰσόδους ὡς ἔμπειρον πολλῶν ὄντα λόγων καὶ διαλέξεων πορευτέον ἐπ’ ἐκεῖνο ὃ καταλέλειπται, καὶ ὅτι μὴ καλῶς δέδειχεν ἰσχυριῇ ἀπαντῶν κατὰ τὸν προειρημένον περὶ τῶν ὁμωνύμων διορισμόν.
Ἐν μὲν οὖν τοῖς κυρίως λεγομένοις ῥήμασιν, οἷον κύων, ἵππος, ἄνθρωπος οὐδὲν γὰρ τούτων τοῖς ὑποκειμένοις αὐτῶν οἰκειότερον) ἀνάγκη ἀποκρίνεσθαι τὸ ναὶ ἢ τὸ οὔ, ἢ ἀπλῶς καὶ ἀδιαιρέτως ἢ μετὰ διαιρέσεως, εἴπερ εἴη ὁμώνυμον. ἃ δὲ μὴ αὐτοτελῶς προάγομεν ἀλλὰ συνεπινοοῦντες τίθεμεν καὶ ἀπὸ κοινοῦ λαμβάνομεν, οἷον ὅσα μὴ σαφῶς ἀλλὰ κολοβῶς ἐρωτᾶται, ἐν τούτοις παρὰ τοῦτο συμβαίνει ὁ ἔλεγχος δηλαδὴ τὴν ἔλλειψιν, οἷον ῾ἆρα ὃ ἄν ᾖ Ἀθηναίων κτῆμα Ἀθηναίων; καὶ ὃ Λακώνων κτῆμα Λακώνων;᾿ ναί. ἀλλὰ μὴν ὁ ἄνθρωπός ἐστι τῶν ζώων. τί οὖν; κτῆμα ὁ ἄνθρωπος τῶν ζώων; τὸν γὰρ ἄνθρωπον τοῦ ζώου λέγομεν, οὐχ ὅτι κτῆμα, ἀλλ’ ὅτι εἶδος· καὶ Λύσανδρον τῶν Λακώνων, ὅτι Λάκων. εἰ δὲ ῾ὃ᾿ Ἀθηναίων κτῆμα, κτῆμα Ἀθηναίων ἐστίν᾿ ἠρωτᾶτο, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, οὐδὲν ἄν συνέβαινεν ἄτοπον.
[*](1 ἡ γὰρ N 2 τῶ ζητουμένῳ L 6 καὶ ἄλλως MN 10 ἐδόθει N 12 ἐν τοῖς τοπικοῖς] Θ 1 p. 156b 25 15 ἀνδρία MN 18 ἐπειδὴ MN 23 ἐκεῖνον Spengel: ἐκεῖνο libri 25 τὸν ex τῶν corr. Ν 20 διορισμένον L 28 ἀποκειμένοις M 31 ἀποκεινοῦ N 33 ὃ (ante Λακώνων) 0111. MN 34 τί — ζώων (35) om. N 36 Λύσανδρος N 38 ἂν om. L)Ὅταν δὲ ἐπὶ γένους καὶ εἴδους καὶ ἡγουμέ|νου καὶ ἑπομένου αἵρεσις [*](94) προτεθείη ὁπότερον ἀποκρίνεσθαι, τὸ μερικώτερον καὶ ἔλαττον δοῦναι μᾶλλον ἄν συμβουλεύσαιμι· χαλεπώτερον γὰρ ἐκ τῶν μερικῶν συλλογίσασθαι, ὅσῳ ῥᾷστον ἐκ τῶν καθόλου. ὁ γὰρ τὰ κοινὰ λαβὼν καὶ τὰ μέρη ἔχει· δυοῖν γὰρ ὄντοιν θατέρου μὲν ὄντος ἐξ ἀνάγκης καὶ θάτερον εἶναι δοκεῖ, θατέρου δὲ τοῦτο μὴ ἐξ ἀνάγκης. ἀπαντητέον δὲ καὶ τοῦτο πρὸς τὸν ἐρωτῶντα, ὅταν αὖ ἐπὶ τῶν αὐτῶν ὁ λόγος εἴη· δόντος γὰρ τοῦ ἀποκρινομένου τὴν ψυχὴν εἶδος ὡς εἰπεῖν ἁρμονίας, ἐὰν ἐπιχειρῇ ἀνασκευάσαι ὅτι τῷ μέν ἐστιν ἐναντίον τῷ δ’ οὐκ ἔστι τῇ γὰρ ἁρμονίᾳ ἡ ἀναρμοστία ἀντίκειται, τῇ δὲ ψυχῇ οὐδὲν οὐσίᾳ οὔσῃ), κἂν ὁ λόγος ἀληθὴς ᾖ, ὅμως ἐνστατέον εἶναι κἀν τῇ ψυχὴ ἐναντίον, μὴ ὠνομάσθαι δέ. Ἐπεὶ δ’ ἔνια μὲν ὧν λέγουσιν οἱ πολλοὶ τὸν μὴ συγχωροῦντα ψεύδεσθαι ἂν φαῖεν ταῦτα δὲ τὰ ἐναργῆ καὶ ἐγγύτερα πρὸς τὴν αἴσθησιν) ἔνια δ’ οὔ, οἷον ὅσα διὰ τὸ ἀδηλότερον ἀμφιδοξοῦσι πότερον γὰρ φθαρτὴ ἢ ἀθάνατος ἡ ψυχὴ τῶν ζώων οὐ διώρισται τοῖς πολλοῖς), ἐν τούτοις οὖν εἰ συνορᾶν ἔχεις ὃ βούλεται ὁ ἐρωτῶν, αὐτὸς δὲ τὸ ἕτερον, ἐκεῖνόν τε ἐμποδίσεις βλάψας εἰς τὸ συμπέρασμα, καὶ ἔγκλημά σοι οὐδὲν ἐπὶ τῶν ἀμφιβόλων ὃ βούλει λαμβάνοντι. ἔτι ἐν τοῖς αὐτοῖς ἐπεὶ ἄδηλον ὁποτέρως εἴωθε λέγεσθαι τὸ προτεινόμενον, πότερον ὡς αἱ γνῶμαι καλοῦσι γὰρ | γνώμας [*](95) καὶ τὰς ἀληθεῖς δόξας καὶ δοκούσας ἢ τοῖς πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς καὶ τὰς καθόλου ἀποφάσεις, ὡς ἡ διάμετρος ἀσύμμετρος τῇ πλευρᾷ), κἄν μὴ τὸ ναὶ ἢ τὸ οὒ ἀφωρισμένως ἀποδοίη τις ἀλλ’ ὡς περὶ ἀδήλου καὶ αὐτὸς σκέπτοιτο, οὐδεὶς ἐπείξει λόγος πρὸς τὴν ἀπόκρισιν. ἔτι ἔνθα τὸ ἀληθὲς ἀμφιδοξεῖται, μεταφέρων ἄν τις ἐπὶ τὸ ἐναργέστερον καὶ ἐν ᾧ οὐδὲν ἧττον τὸ προκείμενον ἕψεται, λάθῃ περὶ τούτων τῇ ἀμείψει τῶν ὀνομάτων δράσας ὃ προὔθετο. διὰ μὲν γὰρ τὸ ἄδηλον εἶναι ὁποτέρως ἔχει τὸ ἀληθές, οὐ δόξει σοφίζεσθαι, διὰ δὲ τὸ ἀμφιδοξεῖν οὐ δόξει ψεύδεσθαι. ἡ γὰρ μεταφορὰ ποιήσει τὸν λόγον ἀνεξέλεγατον, οἷον ἐπεὶ περὶ ψυχῆς τὸ αὐτοκίνητον ἀληθὲς μέν, ἀμφιδοξεῖται δέ, εἴ τις μεταλάβοι ἀντὶ τούτου τὸ ἀεικίνητον, τὸ εἰρημένον ἐποίησεν. ἐναργέστερον γὰρ καὶ μᾶλλον συγκεχώρηται, οὐδὲν δ’ ἧττον ἐν τούτῳ καὶ τὸ αὐτοκίνητον καὶ ἀθάνατον συνεκφατινεται.
Ἔτι ὅσα ἄν τις ἀμφιδοξοῦντα προαισθάνοιτο τῶν ἐρωτημάτων προενστατέον καὶ προαγορευτέον, ὡς οὐχ οὕτως ἔχει ὡς αὐτὸς βούλει· οὕτω γὰρ ἂν τὸν πυνθανόμενον μάλιστα συμπερᾶναι κωλύσειε μόνον οὐ δεσμὸν τοῖς χείλεσιν ἐπιθέμενος.
18. Ἤδη δὲ καὶ τὴν τῆς λύσεως μέθοδον τῶν σοφισμάτων παραδοῦναι προτεθυμήμεθα, καίτοι κἀν ταῖς ἀρχαῖς ἐκθέμενοι καὶ ἕκαστον παραδιδόν|τες τῶν τρόπων τὴν αἰτίαν ὅθεν τὸ ψεῦδος ἐφερμηνεύομεν· τοῦτο δὲ 96 [*](5 μὲν — θατὲρου om. N 6 τὸν om. M τὸ μὲν Ν 11 κἂν τῇ] κἀντῆ Ν: πάντη M 16 ἕτερον] λαμβάνεις add. Spongel 16 17 ἐμποδίζεις M 18 ὃ] ἣ N: ἧ Μ 25 λάθῃ L: λάθοι MN 28 ἀνεξέλεκτον N 29 μέν 0111. ΜΝ 35 κωλύσεις N: κωλύσῃς M 37 καὶ om. M 39 fort. ἐφηρμηνεύομεν)
19. τεσσάρων δ’ ὄντων τρόπων, ἐξ ὧν τὰ πολλαχῶς λεγόμενα συνίστασθαι εἴωθεν ἢ γὰρ ὁ λόγος ἢ τοὔνομα δηλοῖ πλείονα, ἢ ὅταν οὕτως εἰωθότες ὧμεν λέγειν, ἔτι ὅταν συντεθὲν μὲν πλείω σημαίνῃ ἀπολελυμένον δ’ οὔ, ὡς τὸ ἐπίσταται γράμματα, καὶ τέταρτον ὅταν τὸ ἀνάπαλιν, οἷον νεκρὸς ἄνθρωπος), οἱ μὲν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν ἔλεγχοι σφάλλουσιν, ὅτι περ οἱ μὲν ἔχουσι τῶν ὀνομάτων τι πλείω σημαῖνον, πάντως δὲ δήπου διὰ τοῦτο καὶ τὸν λόγον, οἱ δὲ τὸν λόγον αὐτόθεν πολλαχῶς σημαίνοντα· τό τε γὰρ κύων πορεύεται ὁμώνυμον καὶ πολλὰ σημαίνει δηλοῖ γὰρ καὶ τὸν νηχόμενον καὶ τὸν βαδίζοντα), τό τε σιγῶντα λέγειν ἰδίως ὁ λόγος ἅπας διττὸς καὶ ἀμφίβολος. ὅμοιον καὶ τὸ συμπέρασμα ἐκείνου τοῦ προβλήματος τὸ μὴ συνεπίστασθαι τὸν ἐπιστάμενον· οὐδὲν γὰρ ἐν τούτῳ τῶν ὀνομάτων πολύσημον, ἀλλ’ ἓν τῶν | ἠρωτημένων ἀμφ·ίβολον. [*](98) ἠρωτᾶτο δὲ τὸ σόφισμα ἐπὶ παιδὸς ἢ ἰδιώτου οὕτως ῾ ἆρ᾿ ὁ ἐπιστάμενος λέγειν συνεπίσταται ἃ λέγει;’ ναί φησιν· ἀληθὲς γὰρ ἐπὶ τῶν ἐπιστημόνων. [*](2 ἐπεξίομεν LN ἐπεὶ μὲν γὰρ M 3 ἔψεσται N: ἕψεται corr. N ἡ τὴν M 5 ἀνῃρηκὼς post προτάσεων (4) transponunt MN 9 ἐνελόντα Μ 11 ἐπὶ τῶν M 13 ἠρωτημένων] ἠμμάτων N καὶ τὸ M 18 ἦτα N 24 γὰρ om. L 27 σημαίνῃ ex σημαίνει corr. LN 33 τὸν utrobique ex τὸ coit. N 38 ἁ λέγειν N ἐπιστημένων Μ)