In Aristotelis Sophisticos Elenchos Paraphrasis
Anonymi In Aristotelis Sophisticos Elenchos
Anonymi In Aristotelis Sophisticos Elenchos. In Aristotelis Sophisticos Elenchos Paraphrasis (Commentaria in Aristotelem Graeca 23.4). Hayduck, Michael, editor. Berlin: Reimer, 1884.
20. Καὶ περὶ μὲν τῆς ἐν ὁμωνύμοις καὶ ἀμφιβόλοις λύσεως ἀρκεῖ τοσαῦτα· φανερὸν δὲ ἐκ τούτων καὶ σύνθεσιν καὶ διαίρεσιν ὅπως λυτέον τὰ ἐκείνων ἑξῆς· εἰ γὰρ καὶ τρόπος ἴδιος ὁ παρὰ διαίρεσιν ἀφώρισταί | τις, ἀλλ’ οὐδὲν ἧττον ὁ παρὰ σύνθεσιν καὶ παρὰ διαίρεσίν ἐστι. τὸ γὰρ [*](100) αὐτὸ συντιθέμενον τῷδε διῄρηται ἀπὸ τοῦδε, οἷον ὁ Σωκράτης κάθηται, ὁ [*](3 τῷ om. M 6 παραλαμβάνειν MN 7 οὐδὲ ἄλλως M 8 οὐ] ὃν M 11 οὖν ΜΝ 12 τὸ (ante οὔ) om. M 29 τὸ om. MN 30 ὃ ἐπίστανται om. M τῶν (post δὲ) om. M 31 δὲ] ἐστὶ N: δὲ marg. N 32 ὅλως δὲ M 35 ὅπως — παρὰ διαίρεσιν (30) om. M 36 ἀφώρισται—διαίρεσιν (37) om. N τὸ δὲ Μ)
Τούτων οὕτως ἐχόντων ἐπείπερ οἱ ῥηθέντες παραλογισμοὶ παρὰ σύνθεσι καὶ διαίρεσιν, διαιρετέον τῷ ἀποκρινομένῳ τόδε ἀπὸ τοῦδε καὶ προσθετέον τῷδε, ἐναντίως ἢ ὡς ὁ σοφιστὴς πέπραχεν, ἢ καὶ συνημμένον ἐχέτω καθάπαξ καὶ ἀδιαίρετον κἀν τῷ τέλει ὡς ἐν ἀρχαῖς, καὶ ἔσται λύσας. οὐ γὰρ ταὐτὸν εἰσάπαν τὸ φάναι ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον· ἡ γὰρ [*](2 μόνω MN 3 ἂν — τοὐναντίον (4) om. MN σημαίνῃ ex σημαίνει corr. L 10 τοῦτο M 11 ἔιδες] εἴδους MN 14 ἐν del. Spengel 20 καὶ (ante τὸ) om. M τὸ om. N 24 στοιχείων ex συστοίχων corr. L 26 δέει L 27. 28 κλῆσι μαθεῖν] ὥσπερ ἐπὶ τοῦ κλῆμα καὶ κλίμα. τὸ μὲν γὰρ διὰ τοῦ ἡ σημαίνει τὴν ἄμπελον, τὸ δὲ διὰ τοῦ ι τὸ τμῆμα τῆς γῆς Alex. f. 46 30 οὐ om. N 31 τὸ (post σύνθεσιν) om. MN ἡ δὲ Μ)
21. Παρὰ δὲ προσῳδίαν λόγοι μὲν οὐκ εἰσὶν οὔτε τῶν γεγραμμένων οὔτε τῶν λεγομένων, πλὴν εἴ τινες ὀλίγοι γένοιντ’ ἄν, οἷον οὗτος ῾πότερον οὗ καταλύεις οἰκία;’ ναί. ῾ οὐκοῦν τὸ οὐ καταλύεις τοὐ καταλύεις ἀπόφασίς ἐστιν; ἡ οἰκία ἄρα ἀπ·όφασις.’ ὡς δὴ λυτέον, δῆλον· οὐ γὰρ τὸ αὐτὸ σημαίνει τὸ μὲν ὀξύτερον τὸ δὲ βραδύτερον ῥηθὲν καὶ μετὰ τόνου καὶ χωρίς.
22. Δῆλον δὴ καὶ πρὸς τοὺς παρὰ τὸ ὡσαύτως λέγοντας τὰ μὴ ταὐτά, οὓς δὴ καὶ παρὰ τὸ σχῆμα τῆς λέξεως ὀνομάζομεν, πῶς ἀπαντητέον, ἐπείπερ ἔχομεν ὡρισμένα τὰ γένη τῶν κατηγοριῶν τὰ πρῶτα καὶ ἀνωτάτω· τῷ γὰρ ταῦτα φύρειν εἰς ἄλληλα ὁ παραλογισμὸς γίνεται. ὁ μὲν γὰρ ὡς εἰπεῖν ἔδωκεν ἐρωτηθεὶς μὴ ὑπάρχειν τι τῶν ἐννέα μηδ’ ὅλως συμβεβηκὸς ὅσα τί ἐστι σημαίνει καὶ δηλοῖ οὐσίαν, ὁ δὲ ἔδειξεν αὐτὸ τοῦτο ὑπάρχειν τι τῶν πρός τι ἢ ποσῶν διὰ τὴν λέξιν καὶ τὴν κατὰ τὴν προφορὰν ὁμοιότητα· οἷον ῾ πότερον τὸ ζῶον καὶ τὸ φυτὸν οὐσία;᾿ ναί. ῾τί δέ, οὐχὶ καὶ οὐδέτερα;᾿ ναί. ῾καὶ τὸ ποσὸν δὴ καὶ τὸ ποιὸν καὶ τὸ διπλάσιον οὐδέτερα καὶ συμβεβηκότα.᾿ πάλιν ῾ἆρ᾿ ἐνδέχεται τὸ αὐτὸ ἅμα ποιεῖν τε καὶ πεποιηκέναι;᾿ οὔ. ῾ἀλλὰ μὴν ὁρᾶν γέ | τι ἅμα καὶ ἑωρακέναι τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ ἐνδέχεται. τί γὰρ κωλύει ὃν χθὲς Σωκράτην τεθέαμαι, καὶ νῦν τὸν αὐτὸν ὁρᾶν κατ’ εἶδος καὶ ἀριθμόν; ποιεῖν δὲ τὸ ὁρᾶν, πεποιηκέναι δὲ τὸ ἑωρακέναι ὡς κατὰ τὴν προφοράν. εἰ δὲ ταῦτα, κἀκεῖνα.’ ψεῦδος δέ· ὁρᾶν μὲν γὰρ καὶ ἑωρακέναι δυνατὸν καὶ διὰ τὴν ἄχρονον προσβολὴν τῆς αἰσθήσεως ἅμα γὰρ ᾔσθετο καὶ αἰσθάνεται) καὶ διὰ τὸ εἰρημένον, ποιεῖν δὲ καὶ πεποιηκέναι πῶς ἐγχωρεῖ; δυνατὸν μὲν γὰρ καὶ χθὲς πεποιηκέναι με ἅμαξαν καὶ νῦν ποιεῖν, ἀλλ’ οὐ τὴν αὐτὴν ἢ κατὰ ταὐτό. πάλιν ῾ ἆρ᾿ ἐστὶ τῶν πάσχειν ποιεῖν τι;’ οὔ. ‘τί δέ; οὐ τὸ τέμνεται, καίεται, αἰσθάνεται ὁμοίως λέγεται καὶ πάντα πάσχειν τι σημαίνει;’ ναί. ‘καὶ τὸ τέμνειν καί καίειν καὶ ὁρᾶν ὁμοίως λεγόμενα εἴη ἄν καὶ τῆς αὐτῆς διαθέσεως. ἀλλὰ μὴν τό γε ὁρᾶν αἰσθάνεσθαί τί ἐστιν, ὥστε καὶ πάσχειν· πάθος γὰρ ἡ αἴσθησις· ἐλέγομεν δὲ αὐτὸ καὶ ποιεῖν. ἔσται ἄρα τι τῶν πάσχειν ποιεῖν.’ εἰ δή τις ἐκεῖ δοὺς μὴ ἐνδέχεσθαι ἅμα τὸ αὐτὸ ποιεῖν καὶ πεποιηκέναι τὸ ὁρᾶν δὲ καὶ ἑωρακέναι φαίη ἐγχωρεῖν, οὔπω ἐλήλεγκται, εἰ μὴ λέγοι τὸ ὁρᾶν ποιεῖν τι ἀλλὰ πάσχειν· προσδεῖται γὰρ τούτου τοῦ ἐρωτήματος πρὸς τὸ γενέσθαι ἔλεγχον. οὐ γὰρ εἰ ἀμαθῶς ὑπὸ τοῦ ἀκούοντος ὑπολαμβάνεται [*](1 post εἶδος add. τοῖς N 3 ἁρμόττοι N 9 τοῦ καταλύεις om. Μ 10 δὴ] δὲ MN 12 λέγεσθαι Aristoteles 15 φέρειν N 15. 16 ἔδωκεν ὡς εἰπεῖν MN 18 ποσῶν] δοκούντων δὲ τί ἐστι σημαίνειν add. Aristoteles 21 τε om. M 23 σωκράτη MN 30 ἐστί τι Aristoteles 31 post τέμνειν add. ἄρα ΜΝ 35 δοὺς] δὴ MN 36 οὔπως N ἐλήλεκται LN)
Ὅμοιοι δὲ καὶ οἵδε οἱ λόγοι τούτοις, οἷον ῾ ἆρ᾿ ὅ τις ἔχων πρότερον ὕστερον μὴ ἔχει, ἀπέβαλε;᾿ ναί. ῾ ὁ δέκα ἀστραγάλους ἔχων καὶ ἀποβαλὼν ἕνα οὐχ ἕξει δέκα· τοσούτους ἄρα ἀπέβαλεν.’ ψεῦδος <δέ> ποιὸν γὰρ δοὺς ποσὸν συνεπέρανεν· ποιὸν γάρ τι τὸ εἰδος, εἴδη δὲ οἱ ἀριθμοί. τὸ μὲν οὖν εἶδος αὐτὸ τῆς δεκάδος, ὃ καὶ προέτεινεν ὁ σοφιστής, ἔφθαρται ἀποβληθέντος τοῦ ἑνὸς ἀστραγάλου (ἕτερος γὰρ ἀριθμὸς καταλέλειπται), τὸ μέντοι ποσὸν οὐχ ἅπαν· μεμένηκε γὰρ ἐννέα. ὥστε ὃ μὲν μὴ ἔχει πρότερον ἔχων, ἀποβέβληκεν, αὐτὸ δηλαδὴ τὸ τῆς δεκάδος εἶδος· ὅσα δὲ μὴ ἔχει ᾗ ὅσα, οὐκ ἀνάγκη τοσαῦτα ἀποβαλεῖν. ἐρωτήσας οὖν ῾ ὃ ἔχει᾿ συνάγει ἐπὶ τοῦ ὅσα· τὰ γὰρ δέκα ποσά. εἰ δὲ ἤρετο | ἐξ ἀρχῆς ἱεῖ τις μὴ ἔχει ὕστερον ὅσα εἶχε πρότερον, ἆρά γε ἀποβέβληκε τοσαῦτα; οὐδεὶς ἄν ἔδωκεν ἀλλ’ ἢ τοσαῦτα ἢ τούτων τι, τρία τυχὸν ἡ ἓν ἀπὸ τῶν δέκα. πάλιν ἐπὶ τῶν αὐτῶν ῾δοίη ἄν τις ὃ μὴ ἔχει;᾿ οὔ. ῾τί τί δέ; ὁ δοὺς ἕνα ἀστράγαλον δέκα ἔχων οὐ δέδωκεν, ὃ μὴ εἶχεν; οὐ γὰρ εἶχεν ἕνα μόνον. ἢ οὐ δέδωκεν ὃ οὐκ εἶχεν, ἀλλ’ ὡς οὐκ εἶχεν· μὴ γὰρ ἔχων ἕνα μόνον δέδωκεν ἕνα. τὸ δὲ μόνον οὔτ’ οὐσίαν ἡ ποσὸν ἢ ποιὸν σημαίνει, ἀλλ’ ὡς ἔχει πρός τι, οἷον ὅτι οὐ μετ’ ἄλλο), καὶ τρόπος τίς ἐστιν. ὥσπερ οὖν εἰ ἤρετο ῾ἆρ᾿ ὃ μή τις ἔχει δοίη ἄν ;’ μὴ φάντος δὲ προσθείη ῾ εἰ δοίη ἄν τις ταχέως, ὥστε καὶ δοίη ἄν τις ὃ μὴ ἔχει’, φανερὸν ἦν ὅτι οὐ συνελογίζετο τὸ γὰρ ταχέως οὐ τόδε διδόναι ἀλλ’ ὧδε διδόναι ἐστίν), οὕτω κἀκεῖ· ὡς δὲ μὴ ἔχει, δοίη ἄν τις, οἷον ἡδέως ἔχων δοίη ἄν λυπηρῶς.
Παρὰ τὸ σχῆμα τῆς λέξεως καὶ οἱ τοιοίδε πάντες· ῾ἆρ᾿ ᾗ μὴ ἔχει χειρὶ τύπτοι ἄν; καὶ ᾧ μὴ ἔχει ὀφθαλμῷ ἴδοι ἄν;᾿ οὔ. ῾τί δὲ ὁ διπλᾶ ἔχων χρώμενος δὲ τῷ παρ᾿ ἑκατέροις ἑνί; ὥστε ᾗ μὴ ἔχει χειρί οὐ γὰρ μίαν ἔχει μόνον) καὶ ᾧ μὴ ἔχει ὀφθαλμῷ οὐ γὰρ ἕνα μόνον) τύπτει καὶ ὁρᾷ.’ ψεῦδος δέ· οὐ γὰρ ᾧ οὐκ ἔχει, ἀλλ’ ὡς οὐκ ἔχει. πάλιν ῾ ἆρ᾿ ἔχει τις ὃ οὐκ ἔλαβεν;’ οὔ. ῾ ὁ μίαν παρά του ψῆφον λαβὼν ἔχων δὲ σὺν αὐτῇ [*](1 τὸ μὴ τετμηκέναι L 6 γὰρ] δὲ M 11 ταῦτα MN 14 ἄρα om. N δὲ addidi 15 δοὺς L: δὴ λαβὼν MN γάρ τοι M 19 ᾗ] ἡ L 21 πόσα L 24 δοὺς] μὴ MN 25 post δέκα add. δὲ MN 29 ἔχοι N 30 συλλογίζεται M: σιλογίζεται N 31 οὐ om. M ὧδε] ὄδι M 34. 35 χειρὴ N 34 ἴδοι] δοίη MN 36 τύπτοι N)
Ἔτι δ’ εἰσὶ καὶ οἵδε τῶν λόγων τοῦ αὐτοῦ σχήματος· ῾ ἆρ᾿ ὃ γέγραπται γέγραφέ τις;’ ναί. ῾ γέγραπται δὲ λόγος ὅτι νῦν σὺ κάθησαι ψευδής. ἦν δὲ ἀληθὴς ὅτε ἐγράφετο· ἅμα ἄρα ἐγράφετο ψευδὴς καὶ ἀληθής.᾿ ἢ τὴν μὲν πρότασιν ἠρώτησεν ἐπὶ ποσοῦ, ἐπὶ λόγου λέξεις ἔχοντος καὶ συλλαβὰς ὄντα ποσά, καὶ ἥντινα συλλαβὴν ἢ λέξιν γέγραφέ τις καὶ γέγραπται· τὸ δὲ συμπέρασμα συνῆξεν ἐπὶ ποιοῦ· τὸ γὰρ εἶναι ψευδῆ ἢ ἀληθῆ λόγον ἢ δόξαν οὐ τοσόνδε ἀλλὰ τοιόνδε· ὁ γὰρ αὐτὸς λόγος καὶ ἐπὶ τῆς δόξης. πάλιν ῾ὃ μανθάνει ὁ μανθάνων, τοῦτό ἐστιν ὃ μανθάνει;᾿ ναί. ῾μανθάνει δέ τις τὸ βραδὺ ταχύ· τὸ βραδὺ ἄρα ταχύ.᾿ λύσις ὅτι οὐχ ὃ μανθάνει ἀλλ’ ὡς μανθάνει εἴρηκεν, καὶ οὐ τὸ πρᾶγμα αὐτὸ ἠρώτηκεν, ἀλλὰ τὸν τρόπον ὅπως. καὶ ῾ ἆρ᾿ ὃ βαδίζει τις, πατεῖ;᾿ ναί. ῾ βαδίζει δέ τις ὅλην τὴν ἡμέραν· τὴν ἡμέραν ἄρα πατεῖ.᾿ ἢ οὐχ ὃ βαδίζει ἡ πρώτη πρότασις ἔλεγεν οὐ γὰρ πρόσκειται τὸ διάστημα), ἀλλ’ ὅτε βαδίζει, καὶ τὸν καιρὸν ἐδήλου καθ’ ὅν. πάλιν ᾿ ἆρ᾿ ὃ πέπωκέ τις, ἐκεῖνο πέπωκε;᾿ ναί. ῾ πέπωκε δέ τις κύλικα· κύλικα ἄρα ὅδε πέπωκεν.᾿ ἢ οὐ πέπωκε τὸ σκεῦος ἢ τὴν κύλικα ἀλλ’ ἐκ τῆς κύλικος. ἔτι ῾ πότερον ὅ τις οἶδεν ἢ μαθὼν ἢ εὑρὼν οἶδε;᾿ ναί. ῾ὁ Πλατῶν δὲ ὧν οἶδε, τὸ μὲν I εὗρε τὸ δὲ ἔμαθεν. ἃ δέ τις μήθ’ εὗρε [*](110) ov [*](4 τις om. M 12 κυρίως M ἔλυεν M 13 πάντως N γὰρ] δὲ M 15 μὴ supra add. L: om. MN ψεύδους N 16 οὐκ addidi ὅπερ om. L 19 λύουσις N 20 ὑμεῖς N 22 post δὲ add. νῦν MN 23 ὅτι MN 27 ποσόν L ὁ δὲ M 29 τὸ (post τις) om. M 35 alterum κύλικα om. M 36 μαθὸν N 37 δὲ (post Πλάτων) om. L εἶδε N)
23. Ὅλως δὲ ἐν τοῖς παρὰ τὴν λέξιν λόγοις ἀεὶ κατὰ τὸ ἀντικείμενον [*](112) ἔσται ἡ λύσις ἢ παρ’ ὅ ἐστι ὁ λόγος· οἷον εἰ παρὰ σύνθεσίν ἐστιν ὁ λόγος, διελόντι, εἰ δὲ παρὰ διαίρεσιν, συνθέντι· εἰ παρὰ προσῳδίαν ὀξεῖαν, ἡ περισπωμένη λύσις, καὶ εἰ παρὰ ψιλήν, ἡ δασεῖ, καὶ ὅλως εἰ παρὰ τόνον, τὸ ἄνευ τόνου. εἰ δὲ παρ’ ὁμωνυμίαν, τὸ ἀντικείμενον ὄνομα εἰπόντα λύειν· οἷον εἰ ἔμψυχον συμβαίνει συνάγειν τὸν σοφιστὴν ἐξ ὧν ἠρώτησεν ὁμωνύμων, λύειν ἀποφήσαντα μὴ τοιοῦτον δεδωκέναι ἀλλ’ ἄψυχον, καὶ τὸ ἔμπαλιν, ὡς εἴπερ ἐπὶ τοῦ διδάσκοντος ὁ λόγος εἴη τοῦ τε Πλάτωνος καὶ τοῦ βιβλίου· ἄμφω γὰρ διδάσκει, ὧν τὸ μὲν ἔμψυχον τὸ δὲ ἄψυχον. καὶ ἐπὶ τῆς ἀμφιβολίας δὲ καὶ ἐπὶ τῆς λέξεως ὁμοιότητος τὸ ἀντικείμενον ἔσται λύσις, οἷον ῾ ἆρ᾿ ἆρ’ ὃ μὴ ἔχει, δοίη ἄν τις;’ ἢ οὐχ ὃ μὴ ἔχει ἀλλ’ ὡς οὐκ ἔχει, οἷον ἕνα μόνον ἀστράγαλον· τοῦτο γὰρ καὶ ἀντίκειται. καὶ ὃ ἐπίσταται, μαθὼν ἢ εὑρὼν ἐκεῖνο καὶ οἶδεν ὡς ἐφ’ ἑνὸς ἀκουόμενον, ἀλλ’ οὐχ ἃ ἐπίσταται. καὶ πατεῖ οὐχ ὅτε βαδίζει χρόνον, ἀλλ’ ὃ βαδίζει διάστημα.
24. Πρὸς δὲ τοὺς παρὰ τὸ συμβεβηκὸς ἅπαντας μίαν καὶ κοινὴν λύσιν ἐπάξομεν καὶ οὐχ ὥσπερ ἕτεροι διαφόρους καὶ ἀσυμφώνους. ἐπεὶ | γὰρ [*](113) ἀδιόριστον καὶ οὐκ ἀκριβῶς ἔγνωσται, πότε τὸ τῷ κατηγορουμένῳ ὑπάρχον ὑπάρχει καὶ τῷ ὑποκειμένῳ πράγματι, ἀλλ’ ἐπ’ ἐνίων μὲν δοκεῖ καὶ φασί τὰ γὰρ οὐσιωδῶς τοῖς κατηγορουμένοις ἐνόντα καὶ καθ’ αὑτὸ καὶ ἐπὶ τῶν ὑποκειμένων διαβαίνει) τὰ δ’ ἄλλως ἔχοντα οὔ, τοῦτο δὴ καὶ πρὸς λύσιν ἐπάγειν ἀρκεῖ, ὡς οὐκ ἀναγκαῖον καὶ τῷ πράγματι συμβαίνειν ἅπαν ὃ καὶ τῷ κατηγορουμένῳ, ἀλλὰ τὰ μὲν τὰ δ’ οὔ, ὥς γε εἴρηται. συμβαλεῖται δὲ πρὸς λύσιν καὶ τὸ οἷον ἢ ὁποῖον ἀντερωτώμενον· ἐρωτῶντος γὰρ εἰ ὁ Σωκράτης λευκόν, ἵνα συναγάγῃ ὅτι χρῶμα, ἐπειδὴ τὸ λευκὸν διττὸν τό τε λελευκωμένον σῶμα καὶ ἡ λευκότης αὐτή, καὶ τὸ μὲν δοῦναι ἀληθὲς τὸ δὲ ψεῦδος, εἰ ἀντερωτήσαις οἷον λευκὸν αἰτεῖ λαβεῖν. ἐσεῖται συνειλημμένος ἀμφοῖν καὶ οὐ προβήσεται πεφωραμένα τὰ τῆς τέχνης αὐτῷ. εἰσὶ δὲ πάντες οἱ τοιοίδε τῶν λόγων παρὰ τὸ συμβεβηκός· ῾ἆρ᾿ οἶδας ὃ μέλλω σε ἐρωτᾶν;᾿ οὔ. ῾ἆρ᾿ οἶδας ὅτι ἡ ἀρετὴ ἀγαθόν;᾿ ναί. ῾τοῦτο δὲ μέλλω σε ἐρωτᾶν, ὥστ’ οἶδας ὃ μέλλω σε ερωτᾶν.᾿ πάλιν ῾ἆρ᾿ οἶδας τὸν προσιόντα κεκαλυμμένον;᾿ οὔ. ἀποκαλύψαντες δὲ δεικνύουσι τὸν Κορίσκον καὶ συνάγουσι τὸν αὐτὸν εἰδέναι καὶ μή. πάλιν ῾ὁ ἀνδριὰς ἔργον ἐστί;᾿ ναί. ῾τί δέ, καὶ σός;᾿ ναί. ἶσόν ἄρα ὁ ἀνδριὰς ἔργον. ἀλλὰ μὴν καὶ οὐ σός· τοῦ Φειδίου γάρ.᾿ πάλιν ῾τὰ ὀλιγάκις ὀλίγα ἀλίγα;᾿ ναί. ῾ἀλλὰ μὴν τὰ ἑκατὸν πρὸς τὰ δεκακισμύρια ὀλιγάκις ὀλίγα. τὰ ἑκατὸν | ἄρα ὀλίγα. ἀλλὰ μὴν καὶ πολλά.᾿ [*](114) φανερὸν ἐν ἅπασι τούτοις ὅτι οὐκ ἀνάγκη ἅπαν τὸ τῷ κατηγορουμένῳ ὑπάρχον καὶ κατὰ τοῦ ὑποκειμένου πράγματος ἀληθεύεσθαι. ἐν μόνοις γὰρ τοῖς κατὰ τὴν οὐσίαν ἀδιαφόροις καὶ ἓν οὖσιν ἅπαντα δοκεῖ ταὐτὰ ὑπάρχειν· τῷ δ’ ἀγαθῷ οὐ ταὐτόν ἐστιν ἀγαθῷ τε εἶναι καὶ μέλλοντι ἐρωτᾶσθαι, οὐδὲ τῷ προσιόντι ἢ κεκαλυμμένῳ προσιόντι τε εἶναι καὶ Κορίσκῳ. ὥστε [*](3 διελόντι] δηλονότι M 4 καὶ εἰ] καὶ ἡ N δρασεῖα M 6 συνάγον N 8 βυβλίου N 16 γὰρ] δὲ Μ 20 τοῦτο δὲ M 22 τὸ κατηγορουμένῳ N 23 ἐρωτῶντας LM 29 οὔ om. L 31 τὸν (aute αὐτὸν) om. MN ἐν] οὖν Μ: οὖν ἐν Ν)
Καὶ παρ’ ἡμῶν μὲν τὰ τοιάδε σοφίσματα οὕτω δήπου ἐκτεθειμένα λέλυνται λύουσι δέ τινες καὶ ἑτέρως ἀναιροῦντες τὴν ἐρώτησιν τῷ δέχεσθαι ἀληθεύειν τὸ συμπέρασμα· φασὶ γὰρ ἐνδέχεσθαι τὸ αὐτὸ πρᾶγμα καὶ εἰδέναι καὶ ἀγνοεῖν, ἀλλὰ μὴ κατὰ ταὐτό. τὸν οὖν προσιόντα οὐκ εἰδότες, τὸν δὲ Κορίσκον εἰδότες τὸ αὐτὸ εἰδέναι καὶ ἀγνοεῖν φασιν, ἀλλ’ οὐ κατὰ ταὐτό. καίτοι πρῶτον μέν, καθάπερ ἤδη εἴπομεν, δεῖ τῶν παρὰ ταὐτὸ πάντων καὶ ἐφ’ ἑνὸς εἴδους παραλογισμῶν τὴν αὐτὴν καὶ μίαν εἶναι διόρθωσιν· ἣν δὲ λέγουσιν, οὐκ ἐφαρμόττει πᾶσι τοῖς παρὰ τὸ συμβεβηκὸς σοφίσμασιν, ἀλλ᾿ οἷς μόνοις τὸ εἰδέναι πρόσκειται, ὡς ἐπὶ τῶν εἰρημένων, ἐπὶ δὲ τῶν ἄλλων οὔ, οἷον ἐπὶ τοῦ εἶναι ἤ πως ἔχειν ἐστίν. οὐδὲν δὲ κωλύει τὸν αὐτὸν λόγον | πλείους μοχθηρίας ἔχειν, ἀλλ’ οὐχ ἡ πάσης μοχθηρίας ἐμφάνισις [*](115) λύσις. ἐγχωρεῖ γὰρ ὅτι μὲν ψευδῆ συλλελόγισται δεῖξαί τινα, παρ’ ὃ δὲ μὴ δεῖξαι, οἷον τὸν Ζήνωνος λόγον, ὅτι οὐκ ἔστι κινηθῆναι, ἐλέγξειεν ἄν τις καὶ διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς οὕτως ἐπιχειρῶν· εἰ μὴ ἔστι κίνησις, οὐδ’ ἔσται τὸ ποθὲν ποῖ. εἰ μὴ τοῦτο, οὐδ᾿ ὁ ἥλιος ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς κινηθήσεται. ἔνθεν οὐδὲ ἡμέραι καὶ νύκτες ἔσονται. τοῦτο δὲ ἀδύνατον· ψεῦδος ἄρα τὸ μὴ εἶναι κίνησιν. ἀλλὰ κἀν μυριάκις οὕτως ἐλέγχων συλλελογισμένος ᾐ, οὔτε λύει καὶ ἁμαρτάνει· ἦν γὰρ ἡ λύσις ἐμφάνισις ψευδοῦς συλλογισμοῦ, παρ’ ὃ ψευδής· ὁ δὲ τὸ μὲν αἴτιον τῆς ἀπάτης παρῆκεν εἰπεῖν καὶ διὸ ἔψευσται (ἦν δὲ τὸ λαμβάνειν ἐνεργείᾳ ἡμίση τοῦ διαστήματος, ἃ δήπουθεν ἄπειρα καὶ ἀδιεξίτητα), εἶτα ἐλέγχειν οἴεται τῷ συνάγειν τὰ ἀντικείμενα. καὶ ὅστις γοῦν ἰσχύσας μὴ συλλελογίσθαι δείξει τὸ σόφισμα τῷ κατά τι τὴν συλλογιστικὴν ἐκκλίνειν παράδοσιν, τελεώτατα λέλυκε, κἄνπερ ἀληθὲς ἢ ψεῦδος ἐπιχειρῇ συνάγειν. ἴσως δὲ καὶ τοῦτο ἐπ’ ἐνίων οὐδὲν κωλύει συμβαίνειν· ἐν πλείστοις γὰρ ἤρκεσε τὸ συναγαγεῖν τὸ ἀδύνατον, πλὴν ἐπὶ τῶν Ζήνωνος λόγων δεῖ καὶ παρ’ ὅθεν εἰπεῖν. μεταφέροντες δὲ καὶ ἐπὶ τῶν προκειμένων λέγομεν ὡς ἐπ’ ἄλλων μὲν τοῦτο ἀληθεῦον δόξειεν ἂν τὸ κατ’ ἄλλο μὲν εἰδέναι κατ’ ἄλλο δὲ ἀγνοεῖν, οἷον τόδε ὅτι μὲν λευκὸν εἰδέναι, ὅτι δὲ μουσι|κὸν μὴ γνωρίζειν, [*](116) καὶ μὴ κατὰ ταὐτό· ἐπὶ δὲ τοῦ προσιόντος Κορίσκου οὔ· τό τε γὰρ προσιὸν οἶδεν ὅτι πρόσεισι καὶ τὸν Κορίσκον, εἰ καὶ μὴ ταὐτὰ μηδ’ ὡς ὲν.
Ὁμοίως δὲ ἁμαρτάνουσι καὶ οἱ τὸ ἕτερον σόφισμα λύοντες, τὸ συνάγον τὰ ἑκατὸν καὶ πολλὰ καὶ ὀλίγα, τῷ λέγειν ἅπας ἀριθμὸς καὶ πολὺς καὶ ὀλίγος πρὸς ἕτερον καὶ ἕτερον. δέον γὰρ λύειν καὶ ἀνθίστασθαι πρὸς τὸν ἐρίζοντα ὡς οὐκ ἀληθῶς συνεπέρανε, μᾶλλον συγχωροῦσιν.
[*](1 εἰ εἰδὼς MN εἶδα N 2 ἀλλ’ ἡ] ἀλλὰ MN 5 ἑτέραις N τὸ δέχεσθαι L 11 οὐχ ἁρμόττει MN 12 μόνον MN 13 πῶς ex πρὸς corr. N οὐδὲν γὰρ MN 18 ποῖ] τῆ L 27 ἐπιχειρῇ] ἐπέχει L 31 δόξειεν ex δείξειεν corr. L 32 μὴ om. N 37 τὸ λέγειν M)Ἔνιοι δὲ καὶ τῷ διττῷ λύουσιν ὥσπερ δὴ τὰ ὁμώνυμα. τὴν γὰρ ὅτι [*](116) σός ἐστιν οὗτος πολλαπλῆν τίθενται πρότασιν· ἢ γάρ, φασίν, υἱὸς ἢ πατὴρ ἢ κτῆμα ἢ δοῦλος. ὑπόθου δὲ παρ’ εἰδόσι προβαίνειν τὸ πρόβλημα. ἀλλ’ εἰ μὲν παρὰ τὸ πολλαχῶς λέγεσθαι καὶ μὴ κτὰ συμβεβηκὸς ὁ τοιοῦτος ἔλεγχος ἦν, φανερὸν ὡς ἔδει τοὔνομα ἢ τὸν λόγον πλείονα σημαίνειν· οὕτω γὰρ εἶχεν ἐπὶ τῶν ὁμωνύμων. νυνὶ δὲ οὐχ οὕτω· τὸ γὰρ εἶναι τόνδε τοῦδε τέκνον ὄντα δοῦλον οὐ διὰ τὸ πολύσημον, ἀλλὰ παρὰ τὴν τοιάνδε συμπέπτωκεν ἀγωγὴν τοῦ σοφίσματος, οἷον ῾ἆρ᾿ ἐστὶ τοῦτο σόν;᾿ ναί. ῾ἔστι δὲ τοῦτο τέκνον;᾿ ναί. ῾σὸν ἄρα τοῦτο τέκνον.᾿ οὐκ ἔστι δέ· συμβέβηκε γὰρ εἶναι καὶ σὸν καὶ τέκνον ἀλλ’ οὐ σὸν τέκνον.
Παραπλήσιον κἀκεῖνο τὸ συνάγον τῶν κακῶν τι εἶναι ἀγαθόν· ἡ γὰρ φρόνησίς ἐστιν ἐπιστήμη τῶν κακῶν τῷ τὸν φρόνιμον ἐπίστασθαι καὶ τὰ κακά. οὔκουν εἴ τις τὸ τοῦτο τούτων εἶ|ναι ἢ τὸ οὗτος τούτου πολλαχῶς [*](117) λέγεσθαι θείη, * * ὅτι καὶ ὁ λόγος ὁ τὸν ἄνθρωπον εἶναι τῶν ζώων λέγων ἕν τι δηλοῖ, ὅτι ζῶον ἀλλ’ οὐ κτῆμα, ὅ τε τὸν Πειραιᾶ τυχὸν ἢ Τάναγραν τῶν Ἀθηναίων λέγων οὐ πολλὰ σημαίνει, ἀλλ’ ὅτι κτῆμα. οὕτως οὐδ’ ὃς τὴν φρόνησιν τῶν κακῶν εἴποι, πολλὰ σημαίνει ἀλλ’ ὅτι ἐπιστήμη. ἐπεὶ δὲ μεγάλην διαφορὰν πρὸς τὰ σημαινόμενα κἀν ταῖς συντάξεσιν αἱ ἀποδόσεις τῶν πτώσεων φέρουσι, φθάνομεν δὲ πρὸς γενικὴν ἀποδεδωκέναι τὴν φρόνησιν τῶν κακῶν αὐτὴν φάμενοι, ὁ παρὰ τὸ πῆ καὶ ἁπλῶς ἀνέκυψε παραλογισμός· πῆ γὰρ δεδωκότων καὶ ὡς ἐπιστήμην ἁπλῶς τοῖς κακοῖς συνέταξαν. καὶ ἐνταῦθα μὲν πάνυ ἐξίτηλον τὸ τοῦ παραλογισμοῦ φάντασμα, ἐν ἑτέροις δὲ ἴσως ἐνδέχεταί τι ἀγαθὸν τ·ῶν κακῶν εἶναι. ἡ γὰρ ἀνδρεία καλὸν μὲν ὡς εὐκλείας ποιητική, δοκεῖ δέ τισι κακὸν διὰ τὰς ἐν πολέμῳ πληγάς. καὶ ἔτι μᾶλλον ἡ τῆς διττότητος ἐμφάνισις ἐπ’ ἐκείνου τοῦ ἀμφιβόλου τοῦ δοῦλον ἀγαθὸν μοχθηροῦ. τὸ γὰρ ἀγαθὸν ἢ ὡς ὄνομα ἐκλήψῃ κύριον ἢ ἐπὶ τρόπου θείης, καὶ τὸ μοχθηροῦ ὡσαύτως ἢ δεσπότου μοχθηροῦ ἢ τρόπου. ἴσως δέ σοι ἀκριβῶς σκεπτομένῳ οὐδ’ ἐνταῦθα ἡ διπλόη φανήσεται· οὐ γὰρ εἰ ἀγαθὸν καὶ τούτου, ἀγαθὸν τούτου ἅμα· δοῦλος γὰρ ὢν ἀγαθὸς μοχθηροῦ δεσπότου δηλαδή, ἀλλ’ οὐ τρόπου πονηροῦ· πρὸς γὰρ τὸν δεσπότην ὁ δοῦλος λέγεται. τὸ δὲ ἀγαθὸς ἀποκοπὲν καθ’ αὑτὸ πρὸς οὐδὲν ἀλλ᾿ I ἢ ὡς ποιὸν νοεῖται. ὥστ’ οὐδὲ τὸ τὸν ἄνθρωπον φάναι τῶν [*](118) ζώων εἶναι λέγεται πολλαχῶς, ἢ τὴν φρόνησιν τῶν κακῶν, ἢ κοινότερον εἰπεῖν τὸ τοῦτο τούτων· οὐ γάρ εἴ ποτέ τι σημαίνομεν ἀφελόντες, τοῦτο πολλαχῶς λέγεται. οὐ γὰρ πᾶν τὸ καθ’ αὑτὸ ἀποληφθὲν καὶ ὡρισμένον καὶ γνώριμον καὶ τούτου ἢ τούτων λεγόμενον πολλὰ σημαίνει. εἰ γὰρ τοῦτο ἦν, ἐπειδὴ τὸ ῾ μῆνιν ἄειδε θεά᾿ ἀφελόντες ὡρισμένως οἴδαμεν, ὅτι ἥμισυ στίχου ἐστὶ καὶ οὐ τῆς Ἰλιάδος, ὁ λέγων ὅτι δός μοι τὸ ῾ μῆνιν ἄειδε θεά᾿ [*](2 πολλαπλῆν corr. L: διπλῆν MN 6 τὸ δὲ M 9 ἄρα L 12 τῶν τὸ φρόνιμον N 13 post οὔκουν add. ὥσπερ MN 14 lacunam indicavi; deest καλῶς ἄν λέγοι vel tale aliquid, cf. Alex. f. 52v 17 εἴποι ἄν MN 19 φαίρουσι N 21 τοῖς ex τῆς corr. N 26 δοῦλον ἀγαθοῦ L 27 θήσεις MN τὸ μοχθηρὸν L 31 καθ’ αὐτὸν M 34 τούτων — τοῦτο om. M 34.35 τούτου πολλαχῶς L 38 στίχον M)
25. τοὺς δὲ παρὰ τὸ ἁπλῶς ἢ μὴ ἁπλῶς παραλογισμοὺς λυτέον σκοποῦντι τὸ συμπέρασμα πρὸς τὴν ἀντίφασιν, εἰ ἐνδέχεται τούτων τι πεπονθέναι. τὰ γὰρ ἐναντία καὶ τὰ ἀντικείμενα καὶ ἀπόφασιν καὶ φάσιν ἀπλῶς μὲν ἀδύνατον | ὑπάρχειν τῷ αὐτῷ· πῆ μέντοι ἑκάτερον ἢ ποῦ ἢ πῶς, ἢ [*](119) τὸ μὲν πῆ τὸ δὲ ἀπλῶς, οὐδὲν κωλύει. ὥστ’ εἰ τόδε μὲν ἀπλῶς τόδε δὲ πῆ, οὔπω ἔλεγχος, ὥσπερ ὁ Αἰθίοψ καὶ λευκὸς καὶ μέλας, τὸ μὲν ἁπλῶς καὶ κατὰ τὴν ἐπιφάνειαν, τὸ δὲ πῆ καὶ κατὰ τοὺς ὀδόντας. τό τε τοὺς γονεῖς θύειν καλόν που ἢ ἔν τισιν (ἐν Τριβαλλοῖς γάρ), οὐχ ἀπλῶς καὶ ἡ νόσος ἀγαθὸν καὶ κακόν, τὸ μὲν πρὸς τὸν ἐπιεικῆ, τὸ δὲ πρὸς τὸν κακοῦργον.
Καὶ ἔτι οἱ τοιοίδε λόγοι τοῦτ᾿ ἔχουσιν. ῾ἆρ᾿ ἆρ᾿ ἐνδέχεται τὸ μὴ ὂν εἶναι;᾿ οὗ. τί δέ, οὐ δοξαστόν ἐστιν; ἔστιν ἄρα τὸ μὴ ὄν.᾿ ὁμοίως δὲ καὶ τὸ ὂν οὐκ ἔσται· οὐ γάρ ἐστί τι τῶν ὄντων. ἄμφω δὲ ψευδῆ. οὔτε γὰρ ἀπλῶς ὂν τὸ μὴ ὄν, ἀλλ’ ὡς δοξαστὸν τῷ ὄντι προσήρτηται, οὔτ’ εἰ μὴ βοῦς ἢ ἵππος ἢ ἄλλο τι τῶν εἰδῶν, αὐτὸ τὸ ὂν ἤδη καὶ ἀπλῶς οὐκ ὄν, ἀλλὰ πῆ. πάλιν ῾ἆρ᾿ ἐνδέχεται τὸν αὐτὸν ἅμα ἐπιορκεῖν καὶ εὐορκεῖν;᾿ οὔ. ῾τί δέ; ὁ ὀμόσας ἐπιορκήσειν καὶ ἐπιορκήσας οὐκ εὐώρκησεν;᾿ ὡσαύτως ῾ἆρ᾿ ἐνδέχεται τὸν αὐτὸν ἅμα πείθεσθαι καὶ ἀπειθεῖν;᾿ ἀλλ᾿ οὔτε ἀπλῶς ὁ ἐπιορκῶν εὐορκεῖ, ἀλλὰ κατά τι καὶ πὴ, οὐδ’ ὁ ἀπειθῶν πείθεται ἀλλὰ τὶ πείθεται. ὅμοιος δὲ ὁ λόγος καὶ περὶ τοῦ ψεύδεσθαι τὸν αὐτὸν ἅμα καὶ ἀληθεύειν, οἷον ὁ Δίων λέγει τὸν ὀφθαλμὸν καὶ λευκὸν καὶ μέλανα, τοῦτο δὲ καὶ ψευδὲς καὶ ἀληθές· οὔτε γὰρ ἅπας λευκὸς οὔθ’ ἅπας μέλας. πάλιν ῾ ἐγὼ ψευδόμενος λέγω ἀλη|θῆ λόγον, ὅτι ἐγὼ ψεύδομαι·’ ἅμα γάρ, εἰ καὶ μὴ [*](120) πρὸς τὸ αὐτό, καὶ ἀληθεύω καὶ ψεύδομαι. καὶ διὰ τὸ μὴ εἶναι εὐθεώρητον, ποτέρως ἄν τις ἀποδοίη τὸ ἁπλῶς ἀληθεύειν ἢ ψεύδεσθαι, καὶ μάλιστα ἐν οἷς τὰ ἀντικείμενα ὁμοίως ὑπάρχει, ὡς ἐπὶ τοῦ ὀφθαλμοῦ, διελέσθαι δύσκολον φαίνεται. κωλύει δὲ αὐτὸν οὐδὲν ἁπλῶς μὲν εἶναι ψευδῆ, τῆ δὲ ἀληθῆ ἢ τινός, ἢ εἶναι ἀληθῆ τινά, ἀληθῆ δὲ μή. ὁμοίως δὲ ἐπὶ τῶν πρός τι καὶ ποῦ καὶ ποτέ· πάντες γὰρ οἱ τοιοῦτοι λόγοι παρὰ τοῦτο συμβαίνουσιν, οἷον ῾ἆρ᾿ ὑγεία καὶ ὁ πλοῦτος τό τ’ ἐν πόλει δύνασθαι οὐκ ἀγαθά;’ ναί. ῾ ἀλλ᾿ [*](1. 2 διττὸς L, cf. Alex. f. 53: διττὸν MN 5 οὗτος om. MN 7 τῷ ex Alex, addidi οὐ ex Alex, addidi 8 τυγχάνει M 12 καὶ φάσιν om. M 13 ἕτερον LM 18 ὁ νόσος Μ 21 ἐστιν] fort, ὄν L 35 ante ὁμοίως add. μὴ MM)
26. Τοῖς δὲ παρὰ τὸν ὁρισμὸν γινομένοις τοῦ ἐλέγχου, καθάπερ ὑπεγράφη πρότερον, ἀπαντητέον σκοποῦσι τὸ συμπέρασμα τὸ πρὸς τὴν ἀντίφασιν, ὅπως ἔσται, εἰ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ [*](1 τῷ] τὸ N πολιτευομένων N 3 τῷ δὲ μὴ L 6. 7 συλλελογίσθαι pr. L 9 ante οὐχὶ add. οὐ M 10 οὔκουν] οὐκ ὁ αὐτὸ M 14. 15 ὁ Σωκράτης M 21 κρίνη MN 22 δίκαιόν ἐστι ΜΝ 26 οὐ γὰρ] οὐδέ M 39 τὰ αὐτὰ MN)
27. τοὺς δὲ παρὰ τὸ αἰτεῖσθαι καὶ λαμβάνειν τὸ ἐν ἀρχῇ πυνθανομένω μέν, ἂν ᾖ δῆλον, οὐ δοτέον, οὐδ’ ἄν ἔνδοξον ᾖ, λέγοντα τἀληθές, οἷον εἰ δέοι λαβεῖν ἄψυχόν τι ζῶον καὶ ἐρωτᾷ, εἰ τὸ βιβλίον διδάσκει, οὐ δεῖ σε συγχωρεῖν τὴν ἀρχήν· λαβὼν γὰρ συμπερανεῖ, εἴπερ τὸ διδάσκον ἔμψυχον καὶ ἄνθρωπος· ἢ ἡ ψυχὴ ἀθάνατος, ὅτι ἄφθαρτος. ἀλλ’ εἰ μὲν ᾖ δῆλον, οὕτως ἀποκρίνεσθαι χρή· ἄν δὲ λαβὼν τὸ ἐν ἀρχῇ συλλογίσηται τὴν ἀντίφασιν διὰ τὴν μοχθηρίαν τῶν τοιούτων λόγων, εἰς τὸν ἐρωτῶντα μεταστρεπτέον τὴν μέμψιν ὡς οὐ καλῶς διειλεγμένον· ὁ γὰρ ἔλεγχος ἄνευ τοῦ ἐξ ἀρχῆς. ἔτι ῥητέον ὡς δέδοται οὐχ ὡς τούτῳ χρησομένου, ἀλλ᾿ ὡς πρὸς τοῦτο συλλογιουμένου τοὐναντίον ἢ ἐπὶ τῶν παρεξελέγχων ἔχει.
28. Καὶ τοὺς διὰ τοῦ παρεπομένου συμβιβάζοντας ἐπ’ αὐτοῦ τοῦ λόγου δεικτέον, ὡς παρὰ τὸ τὰ μὴ ἀντιστρέφοντα ὡς ἀντιστρέφοντα λαμβάνειν τὸ σόφισμα προβέβηκεν· οὐ γὰρ εἰ τόδε τῷδε ἕπεται, καὶ τῷδε τόδε ἕπεσθαι ἀνάγκη. ἔστι δὲ διττὴ τῶν ἑπομένων ἡ ἀκολούθησις. ἢ [*](124) γὰρ ὡς ἐν τῷ μέρει τὸ καθόλου, οἷον ἀνθρώπῳ ζῶον, ἢ κατὰ τὰς ἀντιθέσεις, ὡς εἴρηται· εἰ γὰρ τόδε ·τῷδε ἀκολουθεῖ, καὶ τῷ ἀντικειμένῳ τὸ ἀντικείμενον, οἷον εἰ τὸ πῦρ θερμόν, τὸ μὴ θερμὸν οὐδὲ πῦρ. παρ᾿ ὃ καὶ τὸν τοῦ Μελίσσου λόγον εὐθύνομεν ἁμαρτάνοντα· εἰ γὰρ τὸ γεγονὸς ἔχει ἀρχήν, φησί, τὸ ἀγένητον οὐχ ἕξει· ὥστ’ εἰ ἀγένητος ὁ οὐρανός, καὶ ἄπειρος. τὸ δ’ οὐκ ἔστιν· ἀνάπαλιν γὰρ ἐχρῆν οὑτωσί πως ‘εἰ τὸ γεγονὸς ἀρχὴν ἔχει, τὸ μὴ ἀρχὴν ἔχον οὐδὲ γέγονεν.᾿
29. Ὅσοι τε παρὰ τὸ προστιθέναι τι συλλογίζονται, οὓς καὶ μὴ παρὰ τοῦτο προσονομάζομεν, σκοπεῖν δεῖ εἰ ἀφαιρουμένου συμβαίνει μηδὲν ἧττον τὸ ἀδύνατον, κἄπειτα τοῦτο ἐμφανιστέον καὶ λεκτέον, ὡς ἔδωκα οὐχ ὡς δοκοῦν ἀλλ’ ὡς πρὸς τὸν λόγον καὶ τῷ μὴ δόξαι δυσκολαίνειν, καὶ πρὸς τούτοις οὐδὲ συντελεῖ τι πρὸς τὸν λόγον· οὐ γὰρ παρὰ τοῦτο ὁ ἔλεγχος.
[*](1 γὰρ ex δὲ corr. M 6 ὅτι ἕκαστον om. M 10 αὐτοῦ] sic LN, cf. 10,32 15 δέει L βυβλίον MN 18 εἴη MN 21 χρησομένῳ M 22 προεξελέγχων M 25 τῷδε (post καὶ) om. M 25. 26 τόδε τῶδε N 26 ἕπεσθαι ex ἕπεται corr. L 27 ἐν τῷ] sic libri: τῷ ἐν Aristoteles ἀνθρώπων M 28 τῳ ex τὸ corr. L 32 ἀνάπαλιν repetit N οὕτω δι’ πως L)30. Πρὸς δὲ τοὺς τὰ πλείω ἐρωτήματα ἓν ποιοῦντας εὐθὺς ἐν ἀρχῇ [*](124) πλείω καθ’ ἑνὸς οὔτε ἓν κατὰ πολλῶν ἀλλ’ ἓν καθ’ ἑνὸς φατέον ἢ ἀποφατέον, ὥσπερ δὴ καὶ ἐπὶ τῶν ὁμωνύμων ἐσημειούμεθα. καίτοι κἀκεῖ ποτὲ ἀμφοῖν ποτὲ δ’ οὐδετέρῳ ὑπῆρχε· τὸ μὲν γὰρ ἐπὶ Τροίαν στρατεῦσαι καὶ ἀμφοτέροις τοῖς Αἴασι, τὸ δὲ μονομαχῆσαι Θερσίτῃ οὐδενί· ὥστε | συμβαίη κἀνταῦθα πολλάκις καὶ μὴ ἁπλοῦ ὄντος τοῦ ἐρωτήματος τοῖς ἁπλῶς [*](125) ἀποκρινομένοις μηδὲν ἀπαντᾶν ἐκ τοῦ παραυτίκα ὑπεναντίωμα, καίπερ ἄλλως ἐκκλίνουσι τὴν παράδοσιν καὶ τὰ προδιωρισμένα ἡμῖν. ὅταν μὲν γὰρ ἢ ἓν κατὰ πολλῶν ἢ πολλὰ καθ’ ἑνὸς ἀληθῶς ἔστι κατηγορεῖν, τῷ ἁπλῶς δόντι τὸ ναὶ ἢ τὸ οὒ ὁ λόγος εὐώδωται (οὐ γὰρ ἐλέγχεται τό γε), πλὴν ὅσον διαλεκτικῶς· ὅταν δὲ τὸ κατὰ πολλῶν ἓν τῷ μὲν ὑπάρχῃ τῷ δὲ μή, ἢ πλείω κατὰ πλειόνων, καὶ τὰ μὲν τοῖσδε τὰ δὲ τοῖσδε, ἀμφότερα δὲ ἀμφοτέροις οὐχ ὑπάρχῃ, τότε δὴ εὐλαβητέον τὴν προχείρως ἀπόκρισιν καὶ τὴν ἀπλῶς καὶ ἀνενδοίαστον· τοῦ ναὶ ἢ τοῦ οὒ πρόεσιν. παραδείγματα δὲ οἱ τοιοίδε λόγοι· τὸ γὰρ μονομαχῆσαι τῷ μὲν τῶν Αἰάντων τῷ δ’ οὔ· καὶ τὸ μέν ἐστιν ἀγαθὸν τὸ δὲ κακόν, οἷον ἀνδρεία καὶ δειλία· τῷ ἐρωτῶντι πότερον ἡ ἀνδρεία καὶ δειλία ἀγαθὸν ἢ κακόν, καὶ ἄμφω δοῦναι ἀληθὲς καὶ οὐδέτερον· τὸ ἓν δὲ κατ’ ἀμφοτέρων ἢ τὰ δύο καθ’ ἑνὸς καταφῆσαι ἢ ἀποφῆσαι ψεῦδος· οὐ γάρ ἐστιν ἑκατέρου ἑκάτερον, οὐδὲ ἡ ἀνδρεία τῇ δειλίᾳ ταὐτίζεται, ἵν’ ἀπλοῦν ᾖ τὸ ἀγαθὸν ἢ κακὸν εἰσάπαξ καταφασκόμενον ἢ ἀποφασκόμενον. νυνὶ δὲ τῷ ἕτερα εἶναι, ὡς περὶ ἑνὸς δὲ κατηγορεῖν τὰ διάφορα τὸ ἄτοπον ἕπεται· τὸ γὰρ αὐτὸ ἀγαθὸν καὶ κακὸν γίνεται καὶ αὖ οὔτ’ ἀγαθὸν οὔτε κακὸν τῇ μεταμείψει τῶν κατηγορημάτων καὶ περιχωφήσει πρὸς ἄλληλα. ἔτι ἐπεὶ ἕκαστον τῶν ὄντων αὐτὸ ἑαυτῷ ταὐτόν, [*](120) ἄλλου δὲ ἕτερον, ἡ ἀνδρεία αὐτὴ ἑαυτῇ ταὐτὸν οὖσα ἔσται καὶ ἕτερον ἑαυτῆς, εἴπερ καὶ ἀγαθὸν καὶ κακὸν κατὰ τὴν ὑπόθεσιν, ταῦτα δὲ ἀλλήλων ἕτερα. ὁ αὐτὸς δὲ λόγος καὶ περὶ δειλίας. ἔτι εἰ τὸ μὲν ἀγαθὸν κακὸν οὐ γίνεται σῶζον τὴν φύσιν, οὔτ’ αὖ τὸ ἔμπαλιν, ἐνταῦθα δὲ τὸ κακὸν καὶ ἀγαθόν ἐστι, δύο τὸ ἓν γένοιτ’ ἄν· ἡ γὰρ δειλία κακὸν καὶ ἀγαθόν, τὸ μὲν τῇ φύσει τὸ δὲ τῇ κατηγορίᾳ. καὶ ἐπ’ ἀνδρείας ὁμοίως πλὴν άντικειμένως. διπλᾶ γοῦν ἀνθ’ ἁπλῶν ἀμφότερα ἔσται. ἔτι εἰ περὶ δύο μεγεθῶν ἀνίσων ὁ λόγος εἴη, ἐρωτῴη δέ τις πότερον τὸ δίπηχυ καὶ τὸ τρίπηχυ ἴσα ἐστὶν ἢ ἄνισα, τῷ ἁπλῶς δόντι τὸ τῆς ἀντιφάσεως ἕτερον συμβαίνει ἐξ ἀνάγκης ψεύδεσθαι· ἴσα <γὰρ> ταυτὶ καὶ ἄνισα, τὸ μὲν ἑαυιοῖς τὸ δὲ πρὸς ἄλληλα.
Ἐμπεσοῦνται μέντοι τὰ εἰρημένα, εἴ τις προσβιβάζει, καὶ εἰς ἑτέρας λύσεις. ἕλξοι γὰρ ἄν τις καὶ πρὸς τὴν ἀμφιβολίαν, καὶ κατὰ τὰς ἐκεῖ διορθώσεις ἐξετασθήσονται· τὸ γὰρ ἄμφω καὶ τὸ ἅπαντα ἴσως πλείω σημαίνει. οὔκουν οὐδὲ ἐν τούτοις τὸ αὐτὸ συμβαίνει φῆσαι καὶ ἀποφῆσαι [*](5 οὐτέρω N 6 οὐδενί] sic libri 7 συμβαίη ἂν M: συμβαίοι ἄν N 8 ἀπατᾶν M 11 τόγε — οὐ om. MN 15 ἀνενδοιάστως ΜΝ πρόρρησιν ΜΝ 17. 18 ἀνδρία ΜΝ 23 τὸ δὲ M 34 τὸ ἁπλῶς L 35 γὰρ addidi 36 προβιβάζει M οὐδὲ] δὲ L)
31. Καὶ τὰ μὲν περὶ τῶν ἐλέγχων πεπέρανται, καὶ περὶ τοῦ παράδοξα λέγειν ἱκανῶς ἐν τοῖς | οἰκείοις εἴρηται τόποις· περὶ δὲ τῶν ἀπαγόντων [*](127) εἰς τὸ τὸ αὐτὸ πολλάκις λέγειν, ὃ καὶ ἀδολεσχεῖν ἐκαλοῦμεν καὶ τρίτον εἶδος τῆς σοφιστικῆς πραγματείας ἐτίθεμεν. φανερὸν ὅπως λυτέον. ἐπεὶ γὰρ ὡς ἐπὶ πολὺ ἀπὸ τῶν πρός τι προὔβαινεν, οὐ δοτέον τῶν πρός τι λεγομένων αὐτὸ καθ’ αὑτὸ σημαίνειν τι ἐνεργείᾳ ἄνευ τοῦ συζύγου καὶ πρὸς ὃ λέγεται, ὥσπερ εἴρηται, οὐδ’ ὅλως τὰς κατηγορίας χωριζομένας καθ’ αὑτάς· τὸ μὲν γὰρ λέγειν διπλάσιον ἡμίσεος καὶ λέξει καὶ νοήματι τέλειον, τὸ δ’ ἁπλῶς διπλάσιον οὐδὲν σημαίνει. εἰ γὰρ καὶ ἐμφαίνεταί πως συνεπινοούμενον ἐν τῷ διπλασίῳ τὸ ἥμισυ, ἀλλ’ οὖν οὐχ ὅμοιον τό τε κεῖσθαι ἐνεργείᾳ καὶ τὸ νοεῖσθαι δυνάμει. καὶ γὰρ τὰ δέκα ἐν τοῖς ἑνὸς δέουσι δέκα ἐμφαίνεται καὶ συνεπινοεῖται καὶ τὸ ποιῆσαι ἐν τῷ μὴ ποιῆσαι καὶ ὅλως ἐν τῇ ἀποφάσει ἡ φάσις· ἀλλ’ ὅμως οὔτε τὰ ἐννέα δέκα ἢ ὅλως τὰ οὐ δέκα δέκα, ὥσπερ οὐδ’ οὐκ ἄνθρωπος ἄνθρωπος, ἢ λευκὸν τὸ μὴ λευκόν, κἄνπερ αἰ ἕξεις ἐν ταῖς στερήσεσι καὶ αἱ καταφάσεις ἐν ταῖς ἀποφάσεσιν· οὔτε τὸ διπλάσιον ἕξει καθάπαξ καὶ τὸ ἥμισυ, ὡς μηδὲν διαφέρειν προσκεῖσθαι ἢ ἐλλείπειν, ἀλλὰ διοίσει τῷ παντὶ καὶ τῷ ὅλῳ. οὐδὲν γὰρ ἴσως αὐτὸ καθ’ αὑτὸ σημαίνει, ὥσπερ οὐδὲ τὸ ἥμισυ κεχωρισμένον. εἰ δ’ ἄρα τι καὶ σημαίνει ἑκάτερον ἰδίως, ἀλλ’ οὐ ταὐτόν, ὥσπερ ὅταν ᾖ συνημμένον· ὡς γὰρ ἡ ἐπιστήμη πρός τι οὖσα οὐ σημαίνεται ἐν τῷ | εἴδει μὴ προσκειμένη, [*](128) οἷον ἐν τῇ ἰατρικῇ καίτοι τὰ γένη ἐν τοῖς εἴδεσιν εἶναι δοκεῖ), τῷ τὴν μὲν τινὸς λέγεσθαι τοῦ γὰρ ἐπιστητοῦ), τὰς δὲ κατὰ μέρος οὔ, οὕτω τοι καὶ ὁ διπλάσιον εἰπὼν ἢ μεῖζον ἢ μέγα ἢ ἕτερόν τι τῶν πρός τι οὐ λέγει καὶ τὸ ἀντικείμενον ἀποχρώντως. καὶ τὴν μὲν φαινομένην ἐκ τῶν πρός τι ἀδολεσχίαν οὕτω λύσομεν· τὴν δὲ ἐφ’ ὧν τὸ ὑποκείμενον εἰς τὸν ὁρισμὸν τοῦ κατηγορουμένου λαμβάνεται, ὥσπερ λέγομεν σιμότης κοιλότης ἐν ῥινί, τοῦτο λεκτέον ὡς οὐ τὸ αὐτὸ σημαίνει κἀνταῦθα χωρὶς λεγόμενον καὶ ἐν τῷ λόγῳ. τὸ γὰρ κοῖλον κοινῇ μὲν καὶ ἀδιορίστως οὐ μᾶλλον τὸ σιμὸν ἢ τὸ ῥαιβὸν δηλοῖ, προστιθέμενον δὲ τῇ ῥινὶ ἢ τῷ σκέλει οὐδὲν κωλύει ὡρισμένως τὸ σιμὸν σημαίνειν ἢ τὸ ῥαιβόν, καὶ διαφέρει οὐδὲν ῥὶς εἰπεῖν σιμὴ ἢ κοίλη. ἔτι οὐ δοτέον τὴν λέξιν κατ’ εὐθύ· ψεῦδος γὰρ τῷ μὴ εἶναι τὸ σιμὸν ῥῖνα κοίλην, ἀλλὰ ῥινὸς τοδὶ οἷον πάθος, ὥστε οὐδὲν ἄτοπον εἰ ἡ ῥὶς σιμὴ ῥίς ἐστιν ἔχουσα κοιλότητα ῥινός· οὐ γὰρ δὶς τὸ αὐτὸ κατὰ ταὐτὸ λέγει.
32. Περὶ δὲ τῶν σολοικισμῶν παρ’ ὅ τι μὲν φαίνονται συμβαίνειν, εἴπομεν πρότερον· παρὰ γὰρ τὸ τόδε καὶ τοῦτο· ταῦτα γὰρ κἄν ἐπ’ εὐθείας [*](2 μὴ om. pr. N post μιᾶς add. ὑποθέσεως μᾶλλον rursusque expungit N 2. 3 ἡ ἀποφάντος om. M 6 alterum τὸ om. L 7. 8 ἐπεὶ δὲ M 10 ὅλος N 11 μὲν om. MN 13 τῶ ἥμισυ L ἀλλ’ οὖ N 15 ἐν (ante τῇ) om. MN 17 ante οὐκ add. ὁ N 19 καθάπαξ scripsi: καθάπερ libri 25 τὴν] τἀς MN 28 λύσωμεν M 37 λέγειν N)
Ὅτι μὲν οὖν οἱ τοιοῦτοι τῶν λόγων οὐ συλλογίζονται σολοικισμόν, ἀλλὰ φαίνονται, καὶ διὰ τί φαίνονται καὶ πῶς ἀπαντητέον πρὸς αὐτούς, φανερὸν ἐκ τῶν εἰρημένων· ἣν γὰρ ἐν τοῖς κατὰ μέρος σολοικοφανέσι λύσιν ἐπήγομεν, ταύτῃ καὶ κοινῶς χρῆσθαι παρεγγυώμεθα.
33. Δεῖ δὲ κατανοεῖν ὅτι πάντων τῶν σοφιστικῶν λόγων οἱ μέν εἰσι ῥᾴους κατιδεῖν παρὰ τί καὶ ἐν τίνι εἴδει τῶν παραδεδομένων τρόπων παραλογίζονται τὸν ἀκούοντα, οἱ δὲ χαλεπώτεροι τοῦτο μαθεῖν, καὶ ταῦτα πολλάκις ὄντες οἱ αὐτοὶ ἐκείνοις. τὸ γὰρ παρὰ τὸ αὐτὸ εἶδος τυχὸν τῆς ὁμωνυμίας τοὺς μὲν εὐχερὲς καὶ φωρᾶσαι καὶ λῦσαι τοὺς δὲ οὔ. καλοῦμεν δὲ λόγους τοὺς αὐτοὺς τοὺς ὑφ’ ἓν εἶδος πίπτοντας. ἔτι ὁ αὐτὸς λόγος τοῖς μὲν ἐν τοῖς παρὰ τὴν λέξιν σοφίσμασι, τοῖς δὲ ἐν τοῖς ἐκτός, ἄλλοις δὲ παρ’ ἕτερόν τι δόξειεν εἶναι, τῷ μὴ τὸ συμπέρασμα ὁμοίως εἶναι δῆλον. ὥσπερ οὖν ἐν τοῖς παρὰ τὴν ὁμωνυμίαν τὰ μὲν καὶ τοῖς τυχοῦσίν ἐστι δῆλα, τὰ δὲ καὶ τοὺς ἐμπειροτέρους διαλανθάνει, καὶ ἐν τούτοις. ἐκεῖ γὰρ οἱ λόγοι σχεδὸν οἱ γελοῖοι πάντες εἰσὶ παρὰ τὴν λέξιν, οἷον ῾ ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον·’ ὁμώνυμον γὰρ τὸ ἐφέρε|το ἢ ὅτι ἐκομίζετο ἐπὶ [*](132) δίφρον ἢ ὅτι ἅρμα ἤλαυνεν. ἄγεται δὲ τοῦτο καὶ πρὸς τὴν ὁμοιοσχημοσύνην, τισὶ δὲ καὶ πρὸς τὴν ἀμφιβολίαν. καὶ πάλιν ᾿ ὅπου ὅπου στέλλεσθε; πρὸς τὴν κεραίαν.’ τὸ δὲ στέλλεσθαι πέμπεσθαί ἐστι· πρὸς τὴν κεραίαν ἄρα πέμπεσθε. διττὸν γὰρ τὸ στέλλεσθαι τό τε πέμπεσθαι καὶ τὸ συνάγειν τό ἱστίον χαλώμενον ἐπὶ τὴν κεραίαν. πάλιν ‘ποτέρα τῶν βοῶν ἔμπροσθεν τέξεται; οὐδετέρα, ἀλλ’ ὄπισθεν ἄμφω.’ καὶ ῾ καθαρὸς ὁ βορέας; οὐ δῆτα· ἀπέκτεινε γὰρ τὸν πτωχὸν καὶ τὸν ὠνούμενον.’ τό τε γὰρ ἔμπροσθεν καὶ ἐπὶ τοῦ χρόνου καὶ ἐπὶ τοῦ μέρους τοῦ σώματος λέγεται, καὶ καθαρὸν τόν τε ὑγιεινὸν καὶ τὸν ἀμόλυντον λέγομεν. καὶ ῾ ἆρ᾿ Εὔαρχος οὗτος; οὐ δῆτα, ἀλλ’ Ἀπολλωνίδης·’ τόν τε γὰρ εὖ ἄρχοντα εὔαρχον ἔλεγον καὶ τὸν Ἀπολλωνίδην. τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν ἄλλων σχεδὸν οἱ πλεῖστσι. σημεῖον δὲ τούτων καὶ ὡς λανθάνουσι καὶ τοὺς ἐπιστήμονας τῶν παρὰ τὴν ὁμωνυμίαν τινές, ὅτι μάχονται πολλάκις περὶ τῶν ὀνομάτων, οἷον πότερον ταὐτὸ σημαίνει κατὰ πάντων τὸ ὂν καὶ τὸ ἓν ἢ ἕτερον. τοῖς μὲν γὰρ δοκεῖ ταὐτὸ σημαίνειν ἄμφω, οἱ δὲ τὸν Ζήνωνος λόγον καὶ Παρμενίδου λύουσι διὰ τὸ πολλαχῶς φάναι τὸ ὂν λέγεσθαι καὶ τὸ ἕν. οὐ μόνον οὖν ἐπὶ τῶν ὁμωνύμων τοῦτο συμβαίνει, ὡς εἴρηται, ἀλλὰ καὶ ἐφ’ ἑκάστου τῶν ἄλλων· οἱ μὲν γὰρ ἔσονται ῥᾴους ἰδεῖν οἱ δὲ χαλεπώτεροι τῶν λόγων, καὶ λαβεῖν [*](2 ἔχεις λίθον M ἄρα λίθον LM ἣ] ἦ L 4 lacunam indicavi: ἀλλὰ τοῦτο, τὸ δὲ τοῦτο ὡς ἴσον τῷ τοῦτον δέδοται Alex. f. 59 10 παραδομένων 11 μαθεῖν scripsi: παθεῖν libii 14 ταὐτοὺς libri 18 διαλανθάνειν N 20 ὁμώνυμον — δίφρον (21) om. N ἐπὶ] ἐπὶ τοῦ ὤμου Alex. f. 59 23 ἄρα om. M 28 τοῦ μέρους L cf. Alex. f. 59: om. MN 35 σημαίνει N 36 ἓν — ὄν MN)
Ἔστι δὲ δριμὺς λόγος ὅστις ἀπορεῖν ποιεῖ μάλιστα· δάκνει γὰρ οὗτος [*](133) μάλιστα καὶ θορυβεῖ, ὡς τὰ ἐπιχειρήματα τό τε πέμπτον καὶ τέταρτον τοῦ ἐν τῷ Περὶ ἑρμηνείας τελευταίου τμήματος καὶ ὁ ἐν τοῖς Φυσικοῖς τὸν χρόνον ἀναιρῶν λόγος δριμύτατος τῷ δεικνύειν μηδὲν τῶν μερῶν αὐτοῦ μένειν· τὸ μὲν γάρ, φησί, παρώχηκε καὶ οὐκ ἔστι, τὸ δὲ μέλλει καὶ οὔπω, τὸ δὲ νῦν ἀμερές· ὥστ’ εἰ μὴ τῶν μερῶν τι, οὐδὲ τὸ ὅλον. ἀπορία δέ ἐστι διττή , ἡ μὲν ἐν τοῖς διαλεκτικοῖς, ὅτε ἀποροῦμεν, ποίαν τῶν προτάσεων ἀναιρετέον, ὡς καὶ τὸ συναχθὲν συναναιρῆσαι ψεῦδος, καὶ εἰ ἀμφοτέρας, εἴπερ ἐπ’ ἴσης ἔνδοξοι· ἡ δὲ ἐν τοῖς ἐριστικοῖς, πῶς εἴποι τις τὸ προταθὲν καὶ ὅπως φυλάξεται τὸν ὀχλοῦντα σοφιστήν. παράδειγμα τοῦ μὲν προτέρου ‘τὸ βιβλίον διδάσκει, τὸ διδάσκον ἔμψυχον· τὸ βιβλίον ἄρα ἔμψυχον.’ πάλιν ῾ εἰ῾ μηδεὶς τοῖχος ἀναπνεῖ ὅτι μὴ ζῶον, κἄν εἴ τι ζῶον, ἀναπνεῖ.’ ἀλλὰ μὴν μύρμηκες καὶ μέλιτται καὶ τὰ ἕτερα ἔντομα καὶ ζῷα καὶ οὐκ ἀναπνεῖ. οὐκ ἄρα ὁ τοῖχος ὅτι οὐ ζῶον οὐκ ἀναπνεῖ, ἀλλ’ ὅτι οὐκ ἔχει πνεύμονα· τοῦτο γὰρ ἐγγύτερον. τοῦ δὲ δευτέρου, ὡς εἴ τις ἐρωτῴη ῾ ὅσα τις μὴ ἔχει ἔχων πρότερον, ἆρα ἀποβέβληκε τοσαῦτα;’ πῶς οὖν ἄν τις ἐνταῦθα ἀποκριθῇ καὶ μὴ ἐλεγχθῇ, ἔχει ἀπορίαν. ὅθεν ἐν τοῖς διαλεκτικοῖς οἱ δριμύτεροι λόγοι μᾶλλον ζητεῖν ποιοῦσιν. ὡς ἄν δὲ περὶ | αὐτῶν σαφέστερον εἴποιμεν, ἔστι διαλεκτικὸς λόγος δριμύτατος [*](134) πρῶτος μὲν ὃς ἄν ἐξ ὅτι μάλιστα δοκούντων ὅτι μάλιστα ἔνδοξον ἀναιρῇ. εἷς γὰρ ὢν ὁ τὴν ἀντίφασιν συνάγων συλλογισμὸς καὶ τὸ μὴ ἀγαθὸν ἀγαθὸν λέγων μετατιθεμένης τῆς ἀντιφάσεως ἅπαντας ὁμοίους ἕξει τοὺς συλλογισμούς· ἀεὶ γὰρ ἐξ ἐνδόξων ὁμοίως ἔνδοξον ἀναιρήσει ἢ κατασκευάσει, διόπερ ἀπορεῖν ἀναγκαῖον. μάλιστα μὲν οὖν ὁ τοιοῦτος δριμύτατος ὡς ἐξ ἴσου τὸ συμπέρασμα ποιῶν τοῖς ἐρωτήμασιν κατὰ τὴν δόξαν καὶ δυσφορώτατος, ὡς ὁ τοῦ Καλλικλέους ἐν τῷ Γοργίᾳ μᾶλλον τὴν ἀδικίαν τῆς δικαιοσύνης αἱρετωτέραν τιθέμενος τῷ τὴν μὲν φύσει εἶναι καὶ πρεσβυτέραν καὶ παρὰ τοῖς ἀλόγοις τὸ γενναῖον αὐτῆς ἐκλάμπειν, τὴν δὲ ὑστέραν τὴν δικαιοσύνην καὶ θέσει· θέσις γὰρ ὁ νόμος. καὶ ὁ ἐν τῷ Φαίδωνι τὴν ψυχὴν κατασκευάζων ἀθάνατον διὰ τὴν παλιγγενεσίαν καὶ τὸ ἐκ τῶν νεκρῶν τοὺς ζῶντας γίνεσθαι, τὸ δὲ ὅτι τὰ ἐναντία ἐκ τῶν ἐναντίων. δεύτερος δὲ ὁ ἐκ προτάσεων μὲν ὁμοίως ἐνδόξων, τὸ μέντοι συμπέρασμα ἔχων ἐνδοξότερον, ὃ δὴ καὶ ἀπαγωγὴν ἐκαλοῦμεν, ὡς ἡ ἀρετὴ διδακτόν, εἴπερ καὶ ἐπιστήμη. οὗτος γοῦν ὁμοίως ποιήσει ἀπορεῖν, ὁποῖον τῶν ἐρωτημάτων ἀναιρετέον. τοῦτο δὲ τῶν ἄλλων χαλεπόν. ὅτι μὲν γὰρ ἀναιρετέον, δῆλον· ὁπότερον δέ, [*](4 τὸ τέταρτον καὶ ἕκτον ἐπιχείρημα Alex. f. (50, cf. Arist. de Interpr. 14 p. 23b 25 sqq., Ammon. de Interpr. f. 210vsqq. τό τε πέμπτον καὶ τέταρτον post τμήματος transponunt MN 5 ἐν τοῖς Φυσικοῖς] Phys. Δ 10 8 οὔπω ἐστίν Phys. p. 217 b 34 εἰ μὴ τῶν] εἰπὼν M 13. 14 βυβλίον MN 14 ἄρα om. L καὶ πάλιν MN 16 οὐ om. MN 19 ἀποκριθῇ ex ἀποκριθείη corr. L 21 εἴπομεν M 28 τοῦ] τοὺς N ἐν τῷ Γοργίᾳ] c. 38sqq., cf. p. 35,20sqq. 31 θέσει γὰρ MN ἐν τῷ Φαίδωνι] cap. 15 35 ἀπαγωγὴν] παραγωγὴν Alex. f. 60 Comment. Aristot. XXIII 4. Paraphr. in Sophist, elenchos.)
Ἐνίοτε μὲν οὖν ὁ μὴ συλλογισθεὶς λόγος εὐήθης ἐστίν, ἐὰν ᾖ λίαν ἄδοξα ἢ ψευδῆ τὰ λήμματα· ἐνίοτε δ’ οὐκ ἄξιος καταφρονεῖσθαι. ὅταν μὲν γὰρ ἐλλείπῃ τι τῶν τοιούτων ἐρωτημάτων, περὶ οὗ ὁ λόγος, καὶ μὴ πάσας τὰς κατασκευαστικὰς προτάσεις ἔχῃ μηδὲ πλῆρες συλλογισάμενος, εὐήθης ἐστὶν ὁ συλλογισμός· ὅταν δὲ τῶν ἔξωθεν , οὐκ εὐκαταφρόνητος οὐδαμῶς, ἀλλ’ ὁ μὲν λόγος ἐπιεικής, ὁ δὲ ἐρωτῶν ἠρώτησεν οὐ καλῶς. Ἔστι τε, ὥσπερ λύειν ὁτὲ μὲν πρὸς τὸν λόγον ὁτὲ δὲ πρὸς τὸν ἐρωτῶντα καὶ τὴν ἐρώτησιν ὁτὲ δὲ πρὸς οὐδέτερον τούτων, ὁμοίως καὶ ἐρωτᾶν ἔστι καὶ συλλογίζεσθαι καὶ πρὸς τὴν θέσιν καὶ πρὸς τὸν ἀποκρινόμενον καὶ πρὸς τὸν χρόνον παραιτούμενον, ὅταν ᾖ πλείονος δεομένη ἡ λύσις χρόνου ἢ τοῦ παρόντος. |
34. Ἐκ πόσων μὲν οὖν καὶ ποίων γίνονται τοῖς διαλεγομένοις οἱ [*](136) παραλογισμοί, καὶ πῶς δείξομεν ψευδόμενόν τε καὶ παράδοξα λέγειν ποιήσομεν, ἔτι δὲ πρὸ τούτων ἐκ τίνων συμβαίνει ὁ διαλεκτικὸς συλλογισμὸς καὶ πῶς ἐρωτητέον καὶ τίς ἡ τάξις τῶν ἐρωτημάτων, ἔτι δὲ πρὸς τί χρήσιμοι πάντες εἰσὶν οἱ τοιοῦτοι λόγοι, καὶ ὡς οἱ μὲν διαλεκτικοὶ πρὸς εὕρεσιν τῆς ἀληθείας, οἱ δὲ σοφιστικοὶ πρὸς τὸ μὴ ἀπατᾶσθαι, καὶ περὶ ἀποκρίσεως ἀπλῶς τε πάσης καὶ πῶς λυτέον τοὺς λόγους καὶ τοὺς συλλογισμούς, εἰρήσθω περὶ ἁπάντων ἡμῖν ταῦτα. λοιπὸν δὲ περὶ τῆς ἐξ ἀρχῆς προθέσεως ἀναμνήσασιν εἰπεῖν τι βραχὺ περὶ αὐτῆς καὶ τέλος ἐπιθεῖναι τοῖς εἰρημένοις.
Προειλόμεθα οὖν δύναμίν τινα εὑρεῖν συλλογιστικὴν περὶ τοῦ προβληθέντος ἐκ τῶν ὑπαρχόντων ὡς ἐνδοξοτάτων· τοῦτο γὰρ ἔργον τῆς διαλεκτικῆς καθ’ αὑτὴν καὶ πειραστικῆς. ἐπεὶ δὲ προκατασκευάζεται πρὸς 20 αὐτὴν ἡ πειραστικὴ διὰ τὴν τῆς σοφιστικῆς γειτνίασιν, ὡς οὐ μόνον πεῖραν δύναται λαβεῖν διαλεκτικῶς ἀλλὰ καὶ ὡς εἰδώς, διὰ τοῦτο οὐ μόνον τὸ λεχθὲν ἔργον ὑπεθέμεθα τῆς πραγματείας, τὸ λόγον δύνασθαι λαβεῖν, ἀλλὰ καὶ ὅπως λόγον ὑπέχοντες καὶ ἐρωτώμενοι ὄντες φυλάξωμεν τὴν θέσιν ὡς δι’ ἐνδοξοτάτων. τὴν δὲ αἰτίαν εἰρήκαμεν τούτων· ὁ γὰρ διαλεκτικὸς [*](137) ὥσπερ μὴ εἰδὼς ἐρωτᾷ. διὰ τοῦτο Σωκράτης διαλεκτικὸς ἄκρος ὢν [*](5 fort, οὐδὲν τὸ μὴ ἓν 6 παρὰ τὸ τὸ scripsi: τὸ παρὰ τὸ libri ψεῦδος MN 13 post πλῆρες add. ᾖ MN 16 ἔστι δὲ M 33 πειραστικῆς—ἡ (34) om. N προκατασκευάξεται LM Alex. f. 61: προσκατασκευάζεται N Aristoteles 34 πειραστικὴ ex πειραστικῆς corr. N 39 ἄκρως M)