Paraphrases in Dioynsium Periegetam
Paraphrases in Dioynsium Periegetam
Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
809—819. Ἐκεῖσε τῆς μικροτέρας Φρυγίας ὁ πολὺς ἢ μέγας ἀγκὼν ἐπὶ τὸν Ἑλλήσποντον ἐπιτρέχει, ἡ δὲ ἑτέρα Φρυγία ἡ μεγάλη ἔνδοθεν ἐπὶ τοῖς ὕδασι τοῦ Σαγγαρίου ποταμοῦ κεῖται. Ἀλλ᾿ ἡ μὲν μεγάλη Φρυγία ἐπὶ τὴν ἀνατολὴν ἐκτέταται, ἱπποτρόφος οὖσα καὶ πλουσία, πρὸς δὲ τὴν δύσιν τὴν ἑτέραν ἴδοις, ἥτις ὑπὸ τοὺς ἄγαν θείους καὶ θαυμαστοὺς πόδας τῆς Ἴδης κεῖται, ὑπὸ τῷ εὐρὺ ῥέοντι Ξάνθῳ καὶ τῷ ἐκ τῆς Ἴδης κατερχομένῳ Σιμόεντι, τὴν ὑψηλὴν καὶ τοὺς ἀνέμους προσδεχομένην Ἴλιον ὑπὸ ταῖς πλευραῖς αὐτῆς ἔχουσα, τὴν λαμπρὰν καὶ ἐπίσημον πόλιν τῶν πάλαι γεγενημένων ἡμιθέων, ἣν ὅ τε Ποσειδῶν καὶ Ἀπόλλων ἔκτισε, καὶ ἡ Ἥρα καὶ ἡ Ἀθηνᾶ ἐπόρθησεν.
820—829. Μετὰ ταύτην δὲ τὴν Φρυγίαν ἡ Αἰολὶς γῆ παρατέταται παρὰ τὸν μέγαν Ἑλλήσποντον καὶ παρὰ τὸ χεῖλος, ἤγουν τὴν παραλίαν, τοῦ Αἰγαίου. Ἐφεξῆς δὲ μετὰ τὴν Αἰολίδα οἱ εὐδοξότατοι Ἴωνες κατοικοῦσιν, εἰσὶ δὲ καὶ αὐτοὶ παράλιοι· δι᾿ ἧστινος γῆς μέσος ὁ Μαίανδρος ταῖς λιπαραῖς αὐτοῦ συστροφαῖς κατέρχεται εἰς τὴν θάλασσαν, ἀναμεταξὺ τῆς Μιλήτου καὶ τῆς πλατυχώρου Πριήνης. Τούτων δὲ τῶν ἀμφοτέρων πόλεων πρὸς τὰ βόρεια μέρη ἴδῃς τὴν παραθαλασσίαν Ἔφεσον τὴν μεγάλην πόλιν τῆς Ἀρτέμιδος ὅπου ποτὶ τῇ θεᾷ ἐν τῇ ῥίζῃ τῆς πτελέας αἱ Ἀμαζονίδες βωμὸν κατεσκεύασαν μέγιστον καὶ ἐξαίσιον θαῦμα τοῖς ἀνθρώποις.
830—845. Ἐπὶ ταύταις δὲ ἡ Μήονία ἐπὶ τὴν ἀνατολὴν ἐκτέταται ὑπὸ τῷ ἠνεμόεντι ὄρει Τμώλῳ, ἀφ᾿ οὗ ὁ Πακτωλὸς διερχόμενος ταῖς συστροφαῖς αὑτοῦ ὁμοῦ χρυσὸν ἐπισύρων ἠχεῖ. Ἐπὶ τούτου δὲ ταῖς πλευραῖς ἐν τῇ τοῦ ἔαρος ὥρᾳ καθήμενος τὴν ὀξεῖαν ἢ μᾶλλον εἰπεῖν ἡδεῖαν φωνὴν τῶν κύκνων ἀκούσαις, οἵτινες αὐξομένης τῆς πόας ἔνθα κἀκεῖσε ἐπὶ τὸ ὕδωρ πλαζόμενοι νέμονται. Πολλοὶ γάρ εἰσι λειμῶνες, ὃ ἔστιν ἀνθοῦντα πεδία, ἐν τῇ Ἀσίᾳ, ἐξόχως δὲ καὶ ὑπὲρ πάντα περὶ τὸ Μαιάνδριον πεδίον, ὅπου ὁ Κάϋστρος ποταμὸς ἡσυχῆ καὶ ἠρέμα τὸ λαμπρὸν αὐτοῦ ὕδωρ ἀναβράζων ἐπιρρεῖ. Ἀλλ᾿ οὐδὲ τὰς γυναῖκας ἐκείνας μέμψῃ, αἵτινες περὶ τὸ θεῖον καὶ θαυμαστὸν ἐκεῖνο ἔδαφος ἐπὶ τῆς ὀσφύος τὴν ζώνην βαλοῦσαι θαυμαστὸν συστρεφόμεναι κύκλον ὀρχοῦνται, ἡνίκα τὰς χοροστασίας, ἤτοι τοὺς χοροὺς, τῷ Διονύσῳ ἐκπληροῦσιν· ἅμα δὲ αὐταῖς καὶ αἱ νέαι παρθένοι καθάπερ νεβροὶ συσκιρτῶσιν. Ἐπὶ ταύταις δὲ καὶ αἱ τῶν ἀνέμων πνοαὶ τοὺς ἐπιθυμητοὺς ἐπὶ τοῖς στήθεσιν αὐτῶν χιτῶνας κτυποῦσαι ἠχοῦσιν. Ἀλλὰ ταῦτα μὲν τοῖς Λυδοῖς ἀνθρώποις ἐν φροντίδι γενήσονται.
846—853. Τὴν δὲ ἐπὶ τὴν θάλασσαν κειμένην γῆν περὶ τὰς ἐκβολὰς τοῦ Ξάνθου, καλλίστου ἢ καλὰ ῥεύματα ἔχοντος ποταμοῦ, κατοικοῦσιν οἱ Λύκιοι· ὅπου τὰ ὄρη τοῦ Ταύρου βαθέα κρημνὰ ἔχοντος μέχρι τῆς Παμφυλίας φέρεται, Κράγον δὲ αὐτὸν καλοῦσιν. Ἐκεῖθεν δὲ πάλιν θεάσῃ περὶ τὸν ῥοῦν τοῦ Εὐρυμέδοντος ποταμοῦ ὑπεράνωθεν τῆς θαλάσσης Ἄσπενδον πόλιν, ὅπου τὴν Ἀφροδίτην ταῖς τῶν συῶν ἐξιλεοῦνται σφαγαῖς.
854—860. Ἄλλαι δὲ ἐφεξῆς τῆς Παμφυλίας ὑπάρχουσι πόλεις, ἥ τε Κώρυκος καὶ ἡ Πέργη καὶ ἡ ἀνεμώδης Φάσηλις. Μετὰ ταῦτα δὲ ἐπὶ τὴν ἀνατολικὴν μεσόγειον κατοικοῦσιν οἱ ἐν τοῖς πολέμοις ἐπιτήμονες καὶ ἐπικαμπῆ τόξα ἔχοντες Λυκάονες. Ἐπὶ τούτοις δὲ τῶν Πισιδέων πλουσία γῆ ἐστιν, ὅπου αἱ Πισιδικαὶ πόλεις, ἣ τε Τερμησσὸς καὶ ἡ Λύρβη καὶ ἡ Σέλγη, ἥντινα Σέλγην ὁ τῶν Ἀμυκλαίων, ἤτοι τῶν Λακώνων, λαὸς ὁ μεγαλώνυμος κατοικισθῆναι ἐποίησεν.
861—873. Ἐκεῖθεν δὲ, δηλονότι· ἀπὸ τῆς Πισιδίας, ἡ
874—880. Πολλαὶ δὲ τῶν Κιλίκων ἐφεξῆς ὑπάρχουσι πόλεις, ἣ τε Λυρνησσὸς καὶ ἡ Μαλλὸς καὶ ἡ Ἀγχιάλεια καὶ οἱ Σόλοι, αἱ μὲν κατὰ τὸ μεσόγειον, αἱ δὲ πλησίον αὐτῆς τῆς θαλάσσης. Ἐπὶ ταύτης δὲ τῆς Κιλικίας εἰσὶ καὶ οἱ Κομμαγηνοὶ, ἀπὸ Κόμμας χώρας οὕτως λεγόμενοι, καὶ αἱ τῆς Συρίας ἐκτεταμέναι καὶ περιμήκεις πόλεις ἐπὶ τῆς στρεπτῆς παραλίας· καὶ γὰρ ἐπὶ τὴν δύσιν στρέφεται ὁ ὁλκὸς, ἤτοι ἡ περιφέρεια καὶ ὁ κύκλος, τῆς λευκῆς θαλάσσης, μέχρι τοῦ ὑψηλοῦ καὶ παραθαλασσίου καὶ βαθυκρήμνου, ἤτοι τοῦ συμφύτου καὶ δασέος, Κασίου ὄρους.
881—886. Τὸν δὲ λοιπὸν πόρον τῶν γαιῶν τῆς Ἀσίας ῥᾳδίως σοι καὶ εὐκόλως προσείποιμι. Οὗτος δέ σοι ὁ λόγος ἐν ταῖς φρεσὶν ὑπαρχέτω, καὶ ἡ χάρις τῶν πονηθέντων τούτων ἔργων, ἤγουν ἡ τῶν ποιημάτων τούτων ὠφέλεια, μὴ φέροιτο τοῖς ἀνέμοις· εἰ γὰρ σαφῶς τοῦτον τὸν πόρον τῆς Ἀσίας συνίης, ταχέως ἂν καὶ ἄλλοις καλῶς καὶ ἐπισταμένως ἀγορεύσοις καὶ λέξοις τούς τε ποταμοὺς καὶ τὴν θέσιν τῶν πόλεων καὶ ἑκάστην χώραν.
887—893. Ἔστω μὲν οὖν τὸ λοιπὸν τῆς Ἀσίας σχῆμα τετράπλευρον καὶ ἰσοσκελὲς, τοῖς μακροῖς καὶ ἐπιμήκεσι πεδίοις ἡπλωμένον καὶ ἐκτεταμένον πρὸς ἀνατολήν. Ἐπὶ γὰρ τοῖς προλεχθεῖσι παῤ ἐμοῦ εἰπόντος ἀκούσας ἐπίστασαι Ταῦρον τὸ ὄρος πᾶσαν τὴν Ἀσίαν διαχωρίζειν ἢ μέσην διατέμνειν μέχρι τῶν Ἰνδῶν. Καὶ τοῦτο μὲν τὸ ὄρος ἐν τῷ τετραπλεύρῳ τὸ βορειότερον ἔστω· ὁ δὲ Νεῖλος ποταμὸς τὸ ἑσπέριον ἢ δυτικώτερον πλεῦρον ὑπαρχέτω· τὸ δὲ ἑῷον, ἤτοι τὸ ἀνατολικώτερον, ὁ Ἰνδικὸς ὠκεανός· τὸ δὲ νότιον ἡ Ἐρυθρὰ θάλασσα ἢ τὸ κῦμα τῆς Ἐρυθρᾶς θαλάσσης.
894—917. Διανοούμενος δὲ σκέπτου καθ᾿ ὃν τρόπον ἄρτι καὶ ἐπὶ τὰς ἀνατολὰς παραγενήσομαι, ἀπὸ τῆς Συρίας ὅθεν κατέλιπον ἀρξάμενος, οὐδαμῶς δέ μοί τις ἀνὴρ καθάπερ λόγου ψευσθέντος ἐπιμέμψοιτο. Ἀλλ᾿ ἡ μὲν Συρία πολλὰς πόλεις ἔχουσα ἐπὶ τὴν νοτίαν ἀνατολὴν ἀπὸ τῆς θαλάσσης εἰς ἤπειρον ἕρπει, ἣν καὶ ἐπωνύμως Κοίλην λέγουσι, διότι οἱ προνενευκότες καὶ ἐξέχοντες τῶν δρῶν τόποι μέσην καὶ ὑποκειμένην αὐτὴν ἔχουσι, τοῦ τε δυτικοῦ Κασίου καὶ τοῦ ἀνατολικοῦ Λιβάνου. Καὶ ταύτην μὲν Κοίλην λέγουσι· τρεῖς γάρ εἰσιν, ἥ τε Φοινίκη καὶ ἡ Παλαιστίνη καὶ ἡ Κοίλη, ἥν πολλοὶ καὶ πλούσιοι ἄνδρες ἔχουσιν· οὐχ ὁμοῦ δὲ ὡς ὁμώνυμοι ὄντες κατοικοῦσιν, ἀλλὰ κεχωρισμένως οἱ μὲν ἐν τῇ ἠπείρῳ, οἱ νῦν Ἄραβες καλούμενοι, αὐτοὶ γὰρ καὶ Σύριοι λέγονται· οἱ δὲ πλησίον τῆς θαλάσσης, οἱ καὶ Φοίνικες καλούμενοι, (ἐξ ἐκείνης τῆς γενεᾶς τῶν ἀνδρῶν, οἵτινες Ἐρυθραῖοι γεγένηνται, ἤγουν μέτοικοι τῶν Ἐρυθραίων, οἵτινες καὶ ταῖς ναυσὶν ἀπόπειραν ἐποιήσαντο τῆς θαλάσσης· πρῶτοι γὰρ τῆς θαλασσίας καὶ στρέμματα πολλὰ ἐχούσης ἐμπορίας μνείαν ἐποιήσαντο, καὶ τὴν ὑψηλὴν πορείαν τῶν ἀπλανῶν ἀστέρων ἐν τῷ οὐρανῷ διανοησάμενοι ἐσκέψαντο· οἵτινες Ἰόπην καὶ Γάζαν καὶ Ἐλαΐδα κατοικοῦσι, καὶ τὴν ἀρχαίαν Τύρον, καὶ τὴν ἐρατεινὴν ἢ καλὴν γῆν τῆς Βηρυτοῦ, καὶ Βύβλον τὴν πλησίον τῆς θαλάσσης, καὶ τὴν Σιδῶνα ἄνθη πολλὰ ἔχουσαν, κατοικουμένην ἐπὶ τοῖς ὕδασι τοῦ χαρίεντος Βοστρηνοῦ, καὶ τὴν πλουσίαν καὶ εὐδαίμονα Τρίπολιν, καὶ τὴν Ὀρθωσίδα, καὶ τὴν Μάραθον, καὶ τὴν Λαοδίκειαν, ἥτις ἐπὶ τοῖς αἰγιαλοῖς τῆς θαλάσσης κεῖται, καὶ τὰ Ποσιδήϊα ἔργα, ἀντὶ τοῦ τὴν Ποσείδιον πόλιν οὕτω καλουμένην, καὶ τὰ ἱερὰ, τουτέστι μεγάλα, τέμπη τῆς Δάφνης, ὅπου καὶ ἐπωνύμως τῷ Ἀντιόχῳ Ἀντιόχεια λέγεται.
918—922. Μέση δὲ τῶν εἰρημένων δύο πόλεων, τοῦ τε Ποσειδίου καὶ Δάφνης, ὑπάρχει ἡ Ἀπάμεια πόλις. Πρὸς δὲ τὴν ἀνατολὴν τῆς Ἀπαμείας πολὺς ὁ ὑγρὸς Ὀρόντης κατασύρεται, τήν τε Ἀντιόχου γῆν, ἤτοι τὴν Ἀντιόχειαν, μέσην διορίζων, ἢ παραρρέων μᾶλλον καὶ οὐ διορίζων. Ἅπασα δὲ ἡ τῶν τριῶν Συριῶν γῆ πλουσία τε καὶ εὔβοτος ὑπάρχει, καὶ πρὸς τὸ τρέφειν τὰ πρόβατα καὶ τὸν καρπὸν τοῖς δένδρεσιν αὔξειν.
923—932. Ταύτης δὲ τῆς Συρίας, οὐ τῆς Ἀντιοχείας, ἐπὶ τὸ πρόσω τοῦ νότου ὁδεύων τὸν ἐνδότατον πόρον ἢ μυχὸν τοῦ Ἀραβίου κόλπου θεάσῃ, ὅστις ἀναμεταξὺ τῆς Συρίας καὶ τῆς ἐπεράστου καὶ καλῆς Ἀραβίας συστρέφεται, ὀλίγον ἢ μικρὸν πρὸς ἀνατολὴν ἄχρι τῶν Ἐλανῶν. Ἐκεῖθεν δὲ ἀπὸ τῶν Ἐλανῶν πρὸς ἀνατολὰς ἡ τῶν εὐδαιμόνων λεγομένων Ἀράβων γῆ ἐπίκειται καταπολὺ ἀνερχομένη, διπλῇ θαλάσσῃ κατεχομένη, τῇ τε Περσίδι καὶ τῇ Ἀραβίᾳ, ἤγουν τῷ τε Περσικῷ καὶ Ἀραβικῷ κόλπῳ. Ἑκάστη δὲ αὐτῶν ἄνεμον ἔλαχεν, ἡ μὲν Ἀραβία θάλασσα τὸν ζέφυρον, ἡ δὲ Περσὶς τὰς ὁδοὺς ἢ τὸ κλίμα τοῦ εὔρου. Ἡ δὲ πέζα, ἤτοι τὸ τέλος καὶ ἡ βάσις αὐτῆς, νοτιωτέρα ἐπὶ τὴν ἀνατολὴν τετραμμένη ὑπὸ τῶν Ἐρυθραίων κυμάτων τοῦ ὠκεανοῦ κλύζεται, τουτέστιν ὑπὸ τῆς Ἐρυθρᾶς θαλάσσης.
933—953. Καὶ ταύτης δὲ τῆς Ἀραβίας τὴν θέσιν λέξω. Ἐξόχως γὰρ καὶ ὑπὲρ πασῶν πολύπλουτα καὶ λαμπρὰ κατοικοῦνται ἔθνη, ἐξοχώτατον δὲ καὶ ἐξαίρετο??
954—961. Ἀλλὰ πρῶτοι μὲν ὑπὸ τὴν ἀνάκλισιν, ἤτοι τὴν πλευρὰν, τοῦ Λιβάνου ὄρους πλούσιοι κατοικοῦσιν οἱ ἐπωνύμως λεγόμενοι Ναβαταῖοι, πλησίον δὲ Χαυλάσιοι, οἱ περὶ τὴν Χαύλαμι οὕτω καλουμένην γῆν, καὶ οἱ Ἀγρέες, ὑφ᾿ ὧν ἡ Χατραμὶς γῆ κατοικεῖται ἐξεναντίας τῆς Περσίδος γῆς· ὑπὸ δὲ τὸ πλευρὸν τῆς Ἐρυθρᾶς θαλάσσης οἵ τε Μινναῖοι καὶ οἱ Σάβαι κατοικοῦσι, καὶ πλησίον αὐτῶν οἱ Κλεταβηνοί. Τοσαῦτα μὲν περὶ τὴν Ἀραβίαν ἐξαίσια καὶ ἐπίσημα ἔθνη κατοικοῦσι, καὶ ἄλλα πάνυ πλεῖστα· μεγίστη γὰρ ἔμπροσθεν ἢ σφόδρα καὶ πάνυ ἐπὶ τὰ ἔμπροσθέν ἐστιν.
962—969. Πρὸς ἀντιπέραν δὲ ὑπὸ τὴν πνοὴν τοῦ ζεφύρου, ὅπου καὶ οἱ καταρράκται λέγονται εἶναι, τῶν ἐν ὄρεσι διαιτωμένων Ἐρεμβῶν λυπηρὰ καὶ ἀνιαρὰ γῆ φαίνεται, τουτέστι τῶν Τρωγλοδυτῶν Ἀράβων, οἵτινες τὸν βίον καὶ τὴν ζωὴν αὐτῶν ἐν ταῖς κατωρυχέσι πέτραις, ἤτοι σπηλαίοις, ἔθεντο, γυμνοὶ καὶ κτημάτων ἐνδεεῖς ὄντες· θαλπομένοις δὲ τῷ ἱδρῶτι τὸ κατάξηρον αὐτῶν σῶμα μελαίνεται. Ματαίως δὲ οὕτως καθάπερ θῆρες πλανώμενοι ἄλγη ἔχουσιν, οὐχ ὡς τῶν ἁβροβίων Ἀράβων γένος· καὶ γὰρ ἐπὶ πᾶσιν ἀνδράσιν ὁ δαίμων οὐ τὴν ἴσην δύναμιν ἐπὶ τῷ ὄλβῳ ἐθήκατο, τουτέστιν οὐκ ἐπὶ πᾶσιν ἀνθρώποις ὁ θεὸς τὴν ἴσην μοῖραν ἐν τῇ εὐδαιμονίᾳ τοῦ πλούτου ἔθηκεν.
970—976. Ὑπεράνω δὲ τοῦ Λιβάνου πρὸς τὰς αὐγὰς, ἤτοι τὴν ἀνατολὴν, τοῦ ἡλίου τῆς ἑτέρας Συρίας, τουνότι τοῦ Εὐξείνου πόντου, περὶ τὰς ἐκβολὰς τοῦ Θερμώδοντος ποταμοῦ.
977—982. Ἀπὸ δὲ τῶν ὑψηλῶν καὶ τραχέων αὐτῆς ὀρῶν πρὸς τὴν ἀνατολὴν τοῦ ἀπείρου, ἤτοι μεγίστου, ποταμοῦ Εὐφράτου ὁ ῥοῦς φαίνεται, ὅστις δὴ Εὐφράτης πρῶτον μὲν ἀπὸ τοῦ Ἀρμενίου ὄρους μακρὸς ἐπὶ νότον πορεύεται, πάλιν δὲ τοὺς ἀγκῶνας συστρέψας, ἐξεναντίας τοῦ ἡλίου πορευόμενος, μέσον τῆς Βαβυλῶνος περάσας εἰς τὸν Περσικὸν κόλπον τὸν ἀφρὸν αὑτοῦ ἀπερεύγεται, ταῖς ἐσχάταις ἐκβολαῖς ἐγγὺς τῆς Τερηδόνος ὁδεύων,
983—991. Μετὰ τοῦτον δὲ τὸν Εὐφράτην εἰς ἀνατολὴν Τίγρις ὁ ταχύτατος πάντων τῶν ποταμῶν καὶ καλὰ ῥεύματα ἔχων φέρεται, ὃς καὶ ἀπὸ τοῦ Νιφάτου ὄρους γεννᾶται, ἴσον ῥοῦν καὶ ὁμαλὸν κατὰ τὸ τάχος ἐλαύνων, τοσοῦτον ἄποθεν καὶ χωρὶς ὑπάρχων ἀπὸ τοῦ Εὐρράτου, ὁπόσον ἐπὶ ἑπτὰ ἡμέρας ὁδοιπόρος ἰσχυρὸς καὶ γενναῖος καὶ ταχὺς ὁδεύσειεν. Ὑπάρχει δέ τις λίμνη κατὰ τὸ μέσον κυκλοτερὴς τοῖς ὕδασιν, ὄνομα Θωνῖτις καλουμένη, ἐφ᾿ ἧστινος τὸ ἐνδότατον δύνων καὶ ὡς εἰς βάραθρον ἐμπεσὼν ὁ Τίγρις καταπολὺ ὑποκάτωθεν σύρεται· πάλιν δὲ ὑπόγειος ἐξ αὐτῆς ἀνατείλας ὀξύτερον ῥοῦν κάτω προπέμπει, διὰ τὸ πρανὲς, ἤτοι τὸ κατωφερὲς τῶν χωρίων· οὐδαμῶς ἂν ἐκείνου ἐπὶ πᾶσι τοῖς ποταμοῖς ταχύτερον κατόψει.
992—1000. Ὅση δὲ γῆ μεταξὺ κεῖται τοῦ τε Εὐφράτου καὶ Τίγριος, ταύτην οἱ περίοικοι Μεσοποταμίαν καλοῦσιν· οὐδαμῶς μέντοι τὰς νομὰς ἐκείνης τῆς χώρας βούκολος ἀνὴρ μέμψοιτο, οὐδ᾿ ὅστις τὸν κέρᾳ καὶ ὄνυξι χρώμενον Πᾶνα τῇ σύριγγι τιμῶν τοῖς ἐν ἀγρῷ αὐλιζομένοις προβάτοις ἕπεται, ἀλλ᾿ οὐδὲ τὴν ποικίλην καὶ πυκνὴν τῶν δένδρων φυτείαν φυτουργὸς ἀνὴρ τῶν καρπῶν ἀποδοκιμάσειεν ἢ ἀπορίψειεν, ἐπειδὴ τοιαύτη ὑπάρχει τῆς γῆς ἐκείνης ἡ ἄροσις ἐν τῷ αὔξειν τὴν πόαν καὶ διὰ τὸ κάλλος καὶ τὸ ἀνθηρὸν τῶν νομῶν. Ἐν αὐτῇ δὲ καὶ ἡ τῶν ἀνδρῶν γενεὰ ὅμοια καὶ παραπλησία τοῖς ἀθανάτοις θεοῖς κατὰ τὸ μέγεθος καὶ τὸ κάλλος αὔξεται.
1001—1016. Πρὸς βορρᾶν δὲ τῆς Μεσοποταμίας οἱ Ἀρμένιοι καλὴν καὶ εὐδαίμονα γῆν κατοικοῦσι καὶ οἱ μαχόμενοι ἐκ τῶν χειρῶν Ματιηνοὶ, εὐτραφεῖς καὶ ἰσχυροὶ καὶ πλούσιοι καὶ καλῶς τὰ τοῦ πολέμου μεμαθηκότες, ἐπὶ τοῖς τοῦ Καυκάσου ὄρεσι κεκλιμένοι παρὰ τοῦ Εὐφράτου ποταμοῦ. Πρὸς δὲ τὸν νότον ἡ μεγάλη πόλις Βαβυλὼν, ἥντινα χαλκοῖς καὶ ἰσχυροῖς τείχεσιν ἡ Σεμίραμις ἐστεφάνωσεν, ἐπὶ δὲ τὴν ἀκρόπολιν τῷ Βήλῳ, ἤτοι τῷ βασιλεῖ ἢ μᾶλλον τῷ Διὶ ἢ τοῦ Διὸς υἱῷ, μέγαν δόμον ἢ ναὸν ᾠκοδόμησεν ἢ ἱδρύσατο, τῷ χρυσῷ καὶ ἐλέφαντι καὶ ἀργύρῳ καλλωπίσασα καὶ ἐπιμελησαμένη. Καὶ ταύτης μὲν τὸ πεδίον πολὺ ἢ μέγιστον,