Paraphrases in Dioynsium Periegetam

Paraphrases in Dioynsium Periegetam

Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

283—301. Ἐπὶ τούτοις δὲ τοῖς Ἴβηρσι τὸ Πυρηναῖον ὄρος ἐστὶ καὶ τὰ οἰκήματα τῶν Κελτῶν, πλησίον τῶν πηγῶν τοῦ καλλιρρόου Ἠριδανοῦ, ἐφ᾿ οὗτινός ποτε ταῖς ἐκβολαῖς κατὰ τὴν ἔρημον νύκτα αἱ Ἡλιάδες ἐθρήνησαν κλαίουσαι τὸν Φαέθοντα, ἀδελφὸν αὐτῶν ὄντα. Ἐκεῖσε δὲ οἱ τῶν Κελτῶν παῖδες ἐπὶ ταῖς αἰγείροις καθεζόμενοι τοῦ χρυσαυγέος ἠλέκτρου δάκρυα ἢ ἀποσταλάγματα συλλέγουσι καὶ σωρεύουσιν. Μετὰ τοῦτον δὲ ἐφεξῆς ἡ τῶν Τυρρηνῶν χώρα ὑπάρχει. Πρὸς ταύτης δὲ τῆ ἀνατολῇ ἀναφαίνεται ἡ τῆς Ἄλπιος ὄρους ἀρχή. Ἐπὶ δὲ τὸ μέσον αὐτῆς, δηλονότι τῆς Ἄλπιος, σύρεται, ὃ ἔστι διέρχεται, τὰ ὕδατα τοῦ Ῥήνου ποταμοῦ, πρὸς τὸ ἔσχατον χεῦμα τοῦ βορείου ὠκεανοῦ, εἰς ἐκεῖνον γὰρ ἐκβάλλει. Ἐφεξῆς δὲ ἐπὶ τῷ Ῥήνῳ ἐπεκτείνεται, ἤγουν τὰς πηγὰς ἔχει, ὁ μέγας Ἴστρος, ὅστις ἐστὶν ὁ Δάνουβις, ἐπὶ τὴν ἀνατολὴν ἐστραμμένος, πλησίον τοῦ Εὐξείνου πόντου, εἰς ὃν πάντα τὸν ἀφρὸν τοῦ ὕδατος ἐρεύγεται ἢ ἐκβάλλει διὰ πέντε στομάτων, συστρεφόμενος περὶ τὴν Πεύκην νῆσον, ἣν ὁ Ἴστρος ἀποτελεῖ.

302—319. Ἐπὶ μὲν τὸ βόρειον αὐτοῦ μέρος πολλοὶ λίαν καὶ πάνυ ἐφαπλούμενα κέχυνται ἔθνη ἕως τοῦ στόματος τῆς Μαιώτιδος λίμνης, Γερμανοὶ, Σαρμάται, Γέται τε ὁμοῦ καὶ Βαστάρναι καὶ ἡ τῶν Λακῶν πολλὴ καὶ ἀπλήρωτος γῆ, καὶ οἱ ἄλκιμοι ἢ δυνατώτατοι Ἀλανοὶ καὶ οἱ Ταῦροι, οἵτινες ἐπὶ τὸν δεινὸν τοῦ Ἀχιλλέως δρόμον οἰκοῦσι, στενὸν ὁμοῦ καὶ μακρὸν, καὶ ἐπ᾿ αὐτὸ τὸ στόμα τῆς λίμνης. Ὑπερράνω δὲ τούτων ἐκτέταται τῶν πολυΐππων Ἀγαυῶν τὸ ἔθνος, ὅπου οἱ Μελάγχλαινοι καὶ οἱ τοὺς ἵππους ἀμέλγοντες ἄνδρες, καὶ οἱ Νευροὶ οἱ ταχεῖς καὶ ἰσχυροὺς πόδας ἔχοντες καὶ οἱ Γελωνοὶ καὶ οἱ Ἀγάθυρσοι· ὅπου τοῦ Βορυσθένους ποταμοῦ τὸ ἐκτεταμένον ὕδωρ ἔμπροσθεν τοῦ Κριοῦ μετώπου τῷ Εὐξείνῳ πόντῳ μίσγεται, ὡς ἐκ γραμμῆς τινος ἢ κατὰ διάμετρον ἐξεναντίας τῶν Κυανέων ἤτοι Συμπληγάδων πετρῶν. Ἐκεῖθεν καὶ τοῦ Ἀλδήσκου καὶ τοῦ Παντικάπου ποταμῶν τὰ ὕδατα ἐν τοῖς Ῥιπαίοις ὄρεσι τῆς Σκυθίας κεχωρισμένα μετὰ ἤχου ῥέουσιν. Παρὰ δὲ ταῖς ἐκβολαῖς τούτων πλησίον τοῦ πεπηγότος Κρονίου ὠκεανοῦ, τῆς νεκρᾶς οὕτω καλουμένης θαλάσσης, ὁ ἤλεκτρος αὔξεται ὁ ἡδεῖαν καὶ καλὴν τὴν λαμπηδόνα ἔχων, οἷά τις αὐγή ἐστι σελήνης ἀρχομένης. Πλησίον δὲ ὑπὸ τοῖς ψυχροῖς Ἀγαθύρσοις καὶ τὸν λαμπρότατον ἴδοις ἀδάμαντα.

320—329. Τοσοῦτοι μὲν γεγόνασιν οἱ κατοικοῦντες πρὸς τὸν βορρᾶν τοῦ Ἴστρου ποταμοῦ. Πρὸς δὲ τὸν νότον εἰσὶν οἱ Γέρραι καὶ τὰ ἰσχυρὰ καὶ ἀσφαλῆ πολίσματα τῶν Νωρικίων, καὶ οἱ Παννόνιοι καὶ οἱ Βούλγαροι βορειότεροι τῶν Θρακῶν, καὶ αὐτοὶ οἱ Θρᾷκες πολλὴν καὶ ἄπειρον γῆν ἔχοντες, οἱ μὲν ἐπὶ ταῖς πλευραῖς τῆς Προποντίδος, οἱ δὲ ὑπὲρ τὸν Ἑλλήσποντον τὸν ἄγαν ταχέα ῥεύματα ἔχοντα, οἱ δὲ ὑπὲρ αὐτῆς τῆς πολυταράχου ἢ πολυκινήτου καὶ πολυηχέος καὶ μεγάλα κύματα ἐχούσης Αἰγαίης θαλάσσης. Ὅπου κατὰ τὴν ὑψηλὴν κορυφὴν τῆς Παλλήνης, τοῦ Θρᾳκικοῦ ὄρους, ὁ καλὸς λίθος ἀστέριος φύεται καθάπερ τις ἀστὴρ λάμπων, καὶ ὁ λυχνίτης τῇ φλογὶ τοῦ πυρὸς παραπλήσιος καὶ ὅμοιος.

330—344. Καὶ τοσαῦτα μὲν ἔθνη περὶ τὸν Ἴστρον ποταμὸν κατοικοῦσι. Τὸν δὲ λοιπὸν πόρον τῆς Εὐρώπης καλῶς διανοούμενος βλέπε, ὅστις ἐκ τριγώνου πλευρᾶς πρὸς τὴν ἀνατολὴν ἐρχόμενος ἀπὸ τῶν δυτικῶν ἐπὶ τὰ ἑῷα ἐκτείνεται, τὴν μὲν τῶν Ἰβήρων, τὴν δὲ τῶν Ἐλλήνων, τὴν δὲ τῶν ἀγαθῶν Ῥωμαίων. Ἀλλ᾿ ἡ ἐσχάτη μὲν τῶν λαμπροτάτων ἐστὶν Ἰβήρων, ἡ γειτνιῶσα καὶ πλησιάζουσα τῷ ἑσπερίῳ ὠκεανῷ. Καὶ ἐν αὐτῇ ἐστιν ἡ ἄκρα, μία τῶν Ἡρακλεωτικῶν στηλῶν, ἡ Ἀλύβη καλουμένη. Ὑπεράνω δὲ ταύτης τῆς

414
Ἀλύβης ἡ εὐδαίμων Ταρτησὸς τῶν πλουσίων καὶ ῥύδην τὸν πλοῦτον ἐχόντων ἀνδρῶν χώρα, καὶ οἱ Κεμψοὶ, οἵτινες ὑπὸ τὸν πόδα τοῦ Πυρηναίου ὄρους κατοικοῦσι, τοῦ χωρίζοντος τοὺς Κελτοὺς καὶ τοὺς Ἴβηρας. Εἰς τὸ μέσον δὲ τῶν ἀμφοτέρων γαιῶν τῶν Ἰβήρων καὶ τῶν Ἑλλήνων ἐξήπλωται ἢ παράκειται ἡ ἐπὶ πολὺ ἐκτεταμένη γῆ τῶν Ῥωμαίων, τουτέστιν ἡ Ἰταλία. Καὶ ταύτην μὲν μέσην διαχωρίζει τὸ Ἀπέννιον καλούμενον ὄρος, ὀρθὸν καθάπερ ὑπὸ στάθμης ἰθυθέν· οὐδαμῶς ἂν ἐκεῖνο ἐπιστήμων ἀνὴρ τῆς σοφῆς Ἀθηνᾶς ὑπηρέτης, ὃ ἐστι σοφὸς τεχνίτης, μέμψοιτο· ἄρχεται δὲ πρὸς βορρᾶν ἀπὸ τῆς Ἄλπιος ὄρους, καὶ λήγει ἐπὶ τὸν Σικελικὸν πορθμόν.

345—356. Πολλὰ δὲ περὶ τὸ Ἀπέννιον ὄρος ἑκατέρωθεν ἔθνη οἰκοῦσιν, οἵτινά σοι ῥᾳδίως καὶ εὐκόλως πάντα καταλέξω· ἄρξομαι δὲ ἀπὸ τῆς δυτικῆς πλευρᾶς ἐκ τοῦ βορέου. Πρῶτοι μὲν ἐκεῖ εἰσιν οἱ Τυρρηνοὶ, μετ᾿ αὐτοὺς δὲ τὰ ἔθνη τῶν Πελασγῶν, οἵτινές ποτε ἀπὸ τῆς Κυλλήνης, τοῦ Ἀρκαδικοῦ ὄρους, ἐπὶ τὴν ἑσπερίαν θάλασσαν ἀποβάντες ἐνταῦθα σὺν τοῖς Τυρρηνοῖς ἀνδράσι δράσι κατῴκησαν. Μετὰ τούτους δέ ἐστι τὸ ἔθνος τῶν λαμπροτάτων Λατίνων, τὸ μερίμνας πολλὰς παρέχον τοῖς ἐναντίοις, ἤγουν τὸ δεινὸν καὶ πολεμικὸν, ἐπέραστον καὶ καλὴν γῆν κατοικοῦντες. Διὰ μέσης δὲ χώρας τῶν Λατίνων ῥεῖ ὁ Θύμβρις ποταμὸς καὶ τὸν καθαρὸν αὐτοῦ ῥοῦν εἰς τὴν θάλασσαν βάλλει, Θύμβρις ὁ κάλλιστος καὶ βασιλικώτατος πάντων τῶν ἄλλων ποταμῶν, ὅστις εἰς δύο διαχωρίζει τὴν ἐπιθυμητὴν καὶ ἔνδοξεν Ῥώμην, τὸν μέγαν οἶκον, ἤγουν τὸ βασίλειον, τῶν ἐμῶν βασιλέων, τὴν μητέρα πασῶν τῶν πόλεων, τὴν πλουσίαν καὶ εὐδαίμονα χώραν.

357—363. Ἐπὶ ταύτῃ δὲ τῇ Λατίνων χώρᾳ ἡ τῶν Καμπανῶν ἐστι λιπαρὰ γῆ, ὅπου ὁ οἶκος, ἤγουν ἡ πόλις, τῆς ἁγνῆς Παρθενόπης, μιᾶς τῶν Σειρήνων, ἡ πολλὰ τῶν σταχύων δράγματα ἔχουσαν, τουτέστιν ἡ σιτοφόρος, ἥντινα Παρθενόπην ὁ πόντος τοῖς ἰδίοις κόλποεις ἐδέξατο· κατέρριψε γὰρ ἑαυτὴν εἰς τὸν πόντον. Πρὸς δὲ τὸ νότιον μέρος ὑπὸ τὴν Σειρηνίδα πέτραν λίαν καὶ πάνυ κατὰ πολὺ τοῦ Σιλάρου, ποταμοῦ Πευκεντίνου, ἐκβολαὶ φαίνονται. Πλησίον δέ εἰσιν οἱ Λευκανοὶ καὶ οἱ Βρέντιοι ἄνδρες τὸ λοιπὸν μέρος τῆς Ἰταλίας μέχρι τῆς Λευκῆς πέτρας κρατοῦντες καὶ κατοικοῦντες.

364—374. Ἐκεῖθεν δὲ, ὃ ἔστιν ἀπὸ τῆς Λευκῆς πέτρας, ἐπὶ τὸν βορρᾶν ἡ ἄκρα τοῦ ζεφύρου, ἤγουν τὸ Ζεφύριον ἀκρωτήριον, φαίνεται, καὶ ἐπ᾿ αὐτοῦ οἱ Λοκροὶ οἱ Ἐπιζεφύριοι κατοικοῦσιν, οἵτινες τοῖς προτέροις χρόνοις ἀπὸ Λοκρίδος τῆς Ἐπικνημίδος τῆς πατρίδος αὐτῶν φεύγοντες ἐπὶ τὴν Ἰταλίαν παρεγένοντο ταῖς οἰκείαις δεσποίναις μιγέντες, δοῦλοι ὄντες· ὧντινων τὸ γένος ἀρτίως ἐστὶν ἐπὶ ταῖς ἐκβολαῖς τοῦ Ἅληκος ποταμοῦ. Μετὰ δὲ τούτους ἐφεξῆς εἰσιν οἱ Μεταπόντιοι· ἐγγὺς δὲ αὐτῶν ἡ ἐπιθυμητὴ καὶ καλῶς κατοικουμένη πόλις τοῦ πολυστεφάνου Κρότωνος ἐπὶ ταῖς ἐκβολαῖς ταῖ ?? ?? Αἰσάρου. Ἐκεῖσε δὲ τὸν μέγαν ἢ τὸν ὑψηλὸν τῆς Δακ??άδος Ἥρας ναὸν θεάσῃ. Ἔστι δὲ κἀκεῖσε ἡ ἀπὸ τοῦ Διὸς μεγάλην ὀργὴν δεξαμένη ἀθλία καὶ ταλαίπωρος Σύβαρις, τοὺς ἐνοικοῦντας ἢ πολίτας ἑαυτῆς ἀπολωλότας κλαίουσα, ἤγουν ἔρ?? οὖσα, διὰ τὸ ἐπὶ τοῖς ἀναθήμασι τοῦ Ἀλφειοῦ ὑπὲρ τὰ δίκαιον μανέντας αἰσχρῶς ἀσεβῆσαι.

375—383. Μετὰ τούτους δὲ τοὺς Συβαρίτας οἱ Σαυνῖται τὴν μέσην γῆν, ἤγουν τὴν μεσόγειον χώραν, οἰκοῦσι, καὶ τὰ ταχέα ἔθνη τῶν Μαρσῶν, ὑπεράνωθεν τοῦ Σιλάρου ποταμοῦ. Τάρας δὲ παραλία πόλις πλησίον τῆς θαλάσσης κεῖται, ἥν ποτε ὁ τῶν Λκκεδαιμονίων ἰσχυρὸς πόλεμος ἔκτισεν· ἢ ἣν οἱ Ἀμυκλαῖοι ἐπόρθησαν. Ἐφεξῆς δὲ ἐπὶ τούτοις ἡ Καλαβρία ἡ χώρα ἐστὶ τά τε τῶν Ἰαπύγων ἔθνη μέχρι τῆς παραθαλασσίας πόλεως Ὑρίου, ὅπου τὸ Ἀδριατικὸν πέλαγος σύρεται ἐπὶ τὸν ἐφεξῆς ὄντα Ἀκυλήϊον κόλπον, τὸ ἐνδότερον μέρος ὄντα τοῦ Ἀδρίου, ὅπου Ἀκύλη πόλις ἐστίν. Ἐκεῖ καὶ ἡ Τεγεστραίων πόλις οἰκεῖται ἐπὶ τοῖς ἐνδοτάτοις μέρεσιν, ἤγουν ἐν τῷ μυχῷ τοῦ Ἀδριατικοῦ πελάγους. Τοσαῦτα μὲν ἔθη τὴν Ἰταλίαν κατοικεῖ.

384—397. Ἐκεῖθεν δὲ πρὸς ἀνατολὰς σύρεται ἢ τὴν θάλασσαν ἐπερεύγεται ὁ Ἀδρίας κόλπος, τοὺς αἰγιαλοὺς τῶν Λιβυρνίδων νήσων ὑποξύων, καὶ περὶ ἅπασαν τὴν ὑψηλὴν ἢ ἰσχυρὰν τῶν Ὑλλείων χώραν, ἤτο χερρόνησον, ὁπόση τῷ ἰσθμῷ πλησίον ἐπίκειται, καὶ ταῖς ἀκταῖς τῶν Βουλιμέων. Ἐπάγουσα δὲ καὶ ἀπλήρωτον ῥεῦμα τὴν Ἰλλυρικὴν γῆν περιστρέφεται ἕως τῆς ἄκρας τῶν ὑψηλῶν ὀρῶν, τῶν καλουμένων Κεραυνίων διὰ τὸ πλῆθος τῶν ἐκεῖσε πιπτόντων κεραυνῶν. Περὶ ἐκεῖνον δὲ τὸν κόλπον ἴδοις ἂν καὶ τὸν μεγαλόδοξον τύμβον, περὶ ὃν ἡ τοῦ Κάδμου καὶ τῆς Ἁρμονίας τῆς γυναικὸς αὐτοῦ φήμη λέγεται. Ἐκεῖσε γὰρ εἰς σκολιῶν ὄφεων γένος ἠλλάχθησαν, ἤγουν εἰς ὄφεις μετεβλήθησαν, ὁπόταν ἀπὸ τοῦ Ἰσμηνοῦ ποταμοῦ τῆς Βοιωτίας ἢ τῶν Θηβῶν ἐπὶ τὸ γῆρας παρεγένοντο, τουτέστιν ὅτε ἐγήρασαν καὶ ἔμελλον λιπαροῦ βίου καὶ ἐπιμελείας ἀξιοῦσθαι, μετὰ τὰ ἐν Θήβαις ἀτυχήματα. Ἐκεῖσε αὐτοῖς οἱ θεοὶ σημεῖον ἄλλο ἔθεσαν· περὶ μέν γὰρ τὴν χώραν ἐκείνην δύο πέτραι ἀμφοτέρωθεν ἐστηριγμέναι εἰσὶν, αἵτινες ἀμφότεραι κινούμεναι ἀλλήλαις συνέρχονται, ὁπόταν τις ἀρχὴ ἐπικυλιομένου κακοῦ τοῖς πολίταις γίνεται, ἤγουν σημαίνουσι τῶν μελλόντων κακῶν τὴν ἀρχήν.

398—402. Πρὸς δὲ τὸν νότον ἢ τὰ νότια μέρη πορρωτάτω ὑπὲρ τὴν εὔγειον Θρᾴκην καὶ τὴν Ὠρικίαν χώραν ἡ τῆς Ἑλλάδος ἀρχὴ κατὰ πολὺ ἀνερχομένη προσεγγίζει, διπλῇ θαλάσσῃ διεζωσμένη ἢ περιεχομένη, τῇ Αἰγαίᾳ δηλονότι καὶ τῇ Σικελικῇ. ἄνεμον δὲ ἑκάστη ἔλαβεν, ἡ μὲν Σικελικὴ τὸν ἐσπέριον ἢ δυτικὸν, ὃν καὶ ζέφυρον καλοῦσιν, ἡ δὲ Αἰγαία τὸν εὖρον.

403—422. Πελοπόννησος δὲ ἕπεται ἢ ἐπακολουθεῖ, ὁμοία πλατάνου φύλλῳ μυουρίζοντι, ἤγουν λεπτοτάτῳ

415
κατὰ τὸ ἄκρον δίκην μυὸς οὐρᾶς. Πρὸς γὰρ τὸν βορρᾶν ὁ ἰσθμὸς στενούμενος τῷ κλάδῳ τῷ προσπεφυκότι τῷ φύλλῳ ἔοικε, καὶ ἐπὶ τὴν κοινὴν βάσιν τῆς Ἑλλάδος τὴν Πελοπόννησον ἐπιστηρίζει· ἡ δὲ χώρα τῆς Πελοποννήσου φύλλῳ πολυστρόφῳ ὁμοία θαλασσίοις κόλποις ἔνθα κἀκεῖσε περιέχεται καὶ πρὸς μὲν τὴν δύσιν ταύτης τῆς γῆς, ἤγουν ἐν τῷ δυτικῷ μέρει τῆς Πελοποννήσου, ἡ Τριφυλὶς χώρα οὕτως καλουμένη ἐστὶν, ὅπου ὁ κάλλιστος καὶ ἐπιθυμητότατος τῶν ποταμῶν ὁδεύει Ἀλφειὸς, ταῖς προχοαῖς, ἤγουν ταῖς πηγαῖς καὶ τῷ ῥεύματι, σχιζόμενος τοῦ Μεσσηνίου Εὐρώτου· οἵτινες ἀμφότεροι ποταμοὶ ἀπὸ τῆς Ἀσέας τὰ ῥεῖθρα αὐτῶν ἀναδιδόασι, τουτέστιν ἀπὸ τῆς Ἀσέας ῥέουσιν, ἀλλ᾿ ὁ μὲν Ἀλφειὸς τὴν τῶν Ἠλείων, ὁ δὲ Εὐρώτας τὴν Λακώνων χώραν τέμνει καὶ διαρρεῖ. Κατὰ δὲ τὴν μέσην Πελοποννησον οἱ Ἀρκάδες Ἀπιδανεῖς κοιλην, ἤγουν κυρτὴν, γῆν κατοικοῦσιν ὑπὸ τοῦ ὑψηλοῦ ὄρους τοῦ Ἐρυμάνθου· ὅπου ὁ Μέλας καὶ ὁ Κρᾶθις καὶ ὁ ὑγρὸς Ἰάων ποταμοὶ ῥέουσιν, ὅπου καὶ ὁ ἀρχαῖος Λάδων τοῖς ὕδασι πλατύνεται· μέγας γὰρ ποταμός ἐστιν. Πλησίον δὲ τῶν Ἀρκάδων ἡ τῶν Ἀργείων ἐστὶν ἄροσις, ἤγουν ἡ χώρα ἣν γεωργοῦσι, καὶ ἡ γῆ τῶν Λακώνων, ἡ μὲν τῶν Ἀργείων ἐπὶ τὴν ἀνατολὴν, ἡ δὲ Λακωνικὴ ἐπὶ τὸν νότον ὁρῶσα. Περὶ δὲ τὰ στενὰ τοῦ Ἰσθμοῦ δύο θάλασσαι κτυποῦσιν ἥ τε Κορινθία καὶ ἡ Σαρωνικὴ, καὶ ἡ μὲν Κορινθία ἐξ ἐναντίας τῆς Ἐφύρης, ὃ ἔστι τῆς Κορίνθου πόλεως πρὸς δύσιν ἐστὶν, ἀπὸ τοῦ Ἀδριατικοῦ πελάγους, ἡ δὲ Σαρωνικὴ πρὸς ἀνατολάς ἐστι συρομένη.

423—428. Ἔμπροσθεν δὲ ταῦ Ἰσθμοῦ ὡς πρὸς ἀνατολὰς ἡ Ἀττικὴ γῆ ἐστιν, ὃ ἔστιν αἱ Ἀθῆναι· ἀνὰ μέσον δὲ τῶνδε κατέρχεται ὁ θεῖος ποταμὸς Ἰλισσὸς, ὅτου καὶ ὁ Βορρᾶς ποτε ὁ τῆς Θρᾴκης βασιλεὺς ἥρπασε τὴν Ὠρείθυιαν. Ἐπὶ ταύτῃ δὲ τῇ Ἀττικῇ ἡ τῶν Βοιωτῶν χώρα ἐστὶ καὶ τῶν Λοκρῶν ἠροτριασμένη γῆ. Μετὰ τοὺς Βοιωτοὺς δὲ καὶ τοὺς Λοκροὺς ἡ Θεσσαλία καὶ αἱ πόλεις τῆς Μακεδονίας εἰσίν. Ἐπὶ ταύταις δὲ πάλιν φαίνονται αἱ κορυφαὶ τοῦ χιονώδους Αἵμου τοῦ Θρᾳκικοῦ ὄρους.