Paraphrases in Dioynsium Periegetam

Paraphrases in Dioynsium Periegetam

Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

170—173. Ἀρτίως δὲ ἁπάσης τῆς ἠπείρου, ὃ ἔστι τῆς γῆς, μορφὴν λέξω, ἵνα εὔφραστον αἴσθησιν καὶ εὐσύνοπτον γνῶσιν καίπερ μὴ ἰδὼν ἔχῃς. Ἐκ τούτου γὰρ τοῦ εἰδέναι σε τὰ τῆς γῆς σχήματα καὶ μέτρα παῤ ἀνδρὶ μὴ γινώσκοντι καὶ ἀνεπιστήμονι ἢ μηδὲν εἰδότι ἕκαστα φανεροποιῶν καὶ κατὰ μέρος καὶ ἁρμοδίως λέγων ἐντιμότερος ἂν ὑπάρχοις καὶ αἰδοῦς καὶ ἐντροπῆς ἄξιος.

174—183. Καὶ ἡ μὲν Λιβύη ἐκτεινομένη ἐπὶ τὸν νότον πορεύεται, φημὶ δὲ ἐπὶ τὴν νοτίαν ἀνατολὴν, ἤτοι χειμερινὴν, παραπλησία κατὰ τὸ εἶδος τραπεζίῳ, σχήματι γεωμετρικῷ τετραπλεύρῳ, ἀπὸ Γαδείρων ἀρξαμένη, ἤτοι τοῦ Ἡρακλεωτικοῦ πορθμοῦ, ὅπου ἡ ἄκρα τῆς Λιβύης ὀξυνθεῖσα ἐκτείνεται μέχρι τοῦ ὠκεανοῦ. Τὸν δὲ πλατύτερον αὐτῆς ὁρισμὸν τελειοῖ πλησίον τῆς Ἀραβικῆς θαλάσσης, ὅπου τῶν ἑτέρων ἤτοι τῶν ἄλλων Αἰθιόπων ἐστὶν ἡ γῆ. Ὧντινων Αἰθιόπων ἐγγύς ἐστι καὶ ἡ τῶν Ἐρεμβῶν ἤτοι Τρωγλοδυτῶν χώρα. Διὰ δὲ τὸ πολύχροον καὶ ποικίλον αὐτῆς οἱ κατοικοῦντες ἐκεῖ ἄνδρες ὁμοίαν παρδάλει καλοῦσι διψώδης γὰρ ὅλη καὶ κατάξηρός ἐστιν, ἔνθα κἀκεῖσι μελαίναις φολίδεσι κατάστικτος, καὶ ὥσπερ λεπίσιν ὑπὸ τῆς ξηρασίας πεποικιλμένη. Καὶ γάρ ἐστι μελάγγεως καὶ ψαμμώδης καὶ ἀργιλλώδης.

184—194. Ἀλλ᾿ ἐπὶ μὲν τὴν ἐσχάτην γωνίαν τοῦ τετραπλεύρου ἐκείνου σχήματος τῆς Λιβύης ἐγγὺς τῶν Ἡρακλεωτικῶν στηλῶν οἱ Μαυρούσιοι κατοικοῦσιν. Ἐπὶ τούτοις δὲ τῶν Νομάδων τὰ πολλὰ ἔθνη παράκεινται, ὅπου οἱ Μασαισύλιοι καὶ οἱ ἄγριοι καὶ ἀνέστιοι Μασυλῆες σὺν τοῖς παισὶν αὐτῶν τὴν γῆν καὶ τὰς

412
ὕλας βόσκονται, ζητοῦντες βίον ἀπρεπῆ καὶ κακὸν καὶ θηριώδη. Οὐ γὰρ ἐν πείρᾳ τοῦ ἀροτριᾶν ἐκεῖνοι γεγένηνται· ἐκείνοις οὐδαμῶς ποτε τῆς ἁμάξης ὁ τερπνὸς συρμὸς καὶ ἦχος ἀκούεται, οὐδὲ ὁ μυκηθμὸς τῶν βοῶν εἰς τὴν ἔπαυλιν ἐρχομένων, ἀλλ᾿ οὕτως ματαίως καθάπερ θῆρες ἐπὶ τὰ δρυοφόρα χωρία πορεύονται, ἄπειροι καὶ ἀμαθεῖς καὶ ἄμοιροι τῶν ἀμπέλων ἢ ἀμπελουργίας, καὶ τοῦ ἀμήτου, ἤτοι τοῦ θέρους, ἀνήκουστοι.

193—200. Ἐπὶ τούτοις ἡ Καρχηδὼν πολύευκτον ἢ εὐχαρῆ ὅρμον περιέχει, ἡ πρότερον μὲν οὖσα τῶν Φοινίκων, νῦν δὲ τῶν Λιβύων, ἣν δὴ μυθεύονται ῥινῷ βοὸς μετρηθῆναι. Ἐφεξῆς δὲ ἡ μικροτέρα Σύρτις τὸν ἄγαν ταχέα ῥεύματα ἔχοντα ὁλκὸν συστρέφει. Μετὰ ταύτην δὲ ἄλλη ἀπλήρωτος ἢ μεγίστη, εὐρυτέραις προχοαῖς καὶ μείζοσιν ἐκβολαῖς ὡς ὑπὸ βάρους τῶν κυ μάτων βαρυνομένη, πρὸς ἀνατολὰς σύρεται.

201—204. Ἐκεῖ δὲ αὐξανομένου ἢ ἐγειρομένου τοῦ Τυρσηνικοῦ πελάγους καὶ τῆς θαλάσσης ἀναδιδομένης, ἄλλοτε μὲν πλημμυρὶς ἀνίσταται, ἄλλοτε δὲ ταῖς ξηραῖς ψάμμοις ἡ ἀναρρόφησις καὶ ἀναχώρησις ἐπιτρέχει, ὡς φαίνεσθαι αὐτὴν ὑποχωροῦσαν. Μέση δὲ ἢ ἀναμέσον ἀμφοτέρων Σύρτεων πόλις ἵσταται ἢ κεῖται Νεάπολις καθ᾿ Ἕλληνας καλουμένη, ἐφ᾿ ἧς ὑπεράνω οἱ Λωτοφάγοι κατοικοῦσιν, ἄνδρες φιλόξενοι γεγονότες. Ἐκεῖσε δήποτε πλανώμενος ὁ δόλια ἢ ὁ ποικίλα καὶ συνετὰ βουλευόμενος ἦλθεν Ὀδυσσεύς.

205—215. Περὶ δὲ τὴν χώραν ἐκείνην καὶ τῶν Νασαμώνων ἀνδρῶν τὰ οἰκήματα ἀφανισθέντα θεάσῃ, οὕστινας ἀσεβοῦντας καὶ μὴ φροντίζοντας τοῦ Διὸς ἡ τῶν Ῥωμαίων αἰχμὴ ἢ ὁ Ῥωμαϊκὸς πόλεμος ἀπώλεσεν. Ἐπὶ τούτοις δὲ οἱ Ἀσβύσται μεσόγειοι ἢ μέσην γῆν ἔχοντες ὑπάρχουσι, καὶ τοῦ Λιβυκοῦ θεοῦ τοῦ Ἄμμωνος ἱερὸν ἐν ἀμμώδει χώρᾳ, καὶ Κυρήνη πόλις ἵππους καλλίστους ἔχουσα, Λακεδαιμονίων ἀνδρῶν ἀποικία. Πλησίον δὲ τῆς Κυρήνης πρὸς τὴν Αἴγυπτον οἱ Μαρμαρίδαι εἰσίν. Ὑπεράνωθεν δὲ οἱ Γαιτοῦλοί εἰσι, καὶ πλησίον τῆς Γαιτούλων χώρας οἱ Νίγρητες κατοικοῦσιν.

216—227. Ἑξῆς δὲ ἐπὶ τούτοις εἰσὶν οἱ Φαυρούσιοι, ὑπέρ ὧντινων γῆν οἱ Γαράμαντες πολλοὶ καὶ ἄπειροι κατοικοῦσιν. Ἐν δὲ τοῖς ἐνδοτάτοις μέρεσι τῆς ἠπείρου ἔσχατοι πάντων οἱ Αἰθίοπες οἰκοῦσιν ἐπ᾿ αὐτοῦ τοῦ ὠκεανοῦ, παρὰ τὰ κοιλώματα ἢ τὰ δάση καὶ ἕλη τῆς ἐσχάτης Κέρνης. Πρὸ τούτων τῶν προειρημένων Αἰθιόπων ἐξέχουσι τὰ ὑψηλὰ ὄρη τῶν αἰθαλέων Βλεμμύων, τουτέστι Μαύρων ἐθνῶν, ἤγουν Αἰθιόπων. Ἀπεκεῖθεν τοῦ εὐτραφεστάτου καὶ λιπαρωτάτου Νείλου τὰ ὕδατα κατέρχεται ὅστις δὴ ἀπὸ τῆς Λιβύης πολὺς, τουτέστι μέγας, ἤδη πρὸς ἀνατολὰς ῥέων Σῖρις ὑπὸ τῶν Αἰθιόπων καλεῖται, διὰ τὸ ἀνέρχεσθαι αὐτὸν τότε καὶ πλημμυρεῖν, ὅταν ἡ ἐπιτολὴ τοῦ ἄστρου, ἤτοι Σειρίου, γένηται. Οἱ δὲ τὴν Συήνην κατοικοῦντες μεταστρέψαντες τὸ ὄνομα αὐτοῦ Νεῖλον ἔθεντο. Ἀπὸ τούτων δὲ τῶν Βλεμμύων ἐπὶ τὰ ὄρεια μέρη ἄλλοθεν ἀλλαχόσε ἐκτεινόμενος διὰ ἑπτὰ ἐπισήμων καὶ περιψενῶν στομάτων (ἅτινά εἰσι ταῦτα· Ἡρακλεωτικόν, Βολβιτικόν, Σεβεννιτικόν, Μενδήσιον, Πηλουσιακόν, Κανωβικόν, Θερμουτιακόν Πηλούσιον, Κανωβικὸν ὃ καὶ Ἡρακλεωτικόν, Σεβεννιτικόν, Σαϊτικόν, Μενδήσιον, Βολβίτινον καὶ Βουβαστικόν) ἐκπίπτει εἰς τὴν θάλασσαν, τὴν λιπαρὰν γῆν τῆς Αἰγύπτου τοῖς ὕδασι πιαίνων.

228—241. Οὐδεὶς γὰρ τῶν ἄλλων ποταμῶν τῷ Νείλῳ παραπλήσιος καὶ ὅμοιος τυγχάνει, οὐ μὲν κατὰ τὸ μέγεθος, ἀλλὰ κατὰ τὴν αὔξησιν καὶ τὴν ἄρδευσιν, οὔτε συρφετώδη χόρτον ἐπὶ γῆν βάλλειν, οὔτε πάλιν τον πλοῦτον τῆς γῆς ἐκείνης αὐξῆσαι. Ὅστις καὶ τὴν Λιβύην ἀπὸ τῆς Ἀσίας διαμερίζει ἢ ἀφορίζει, τὴν μὲν Λιβύην πρὸς Λίβα ἄνεμον, τὴν δὲ Ἀσίαν πρὸς ἀνατολὰς ἔχων. Παροικοῦσι δὲ τῷ Νείλῳ τῶν πλουσιών ἢ εὐκλεῶν Αἰγυπτίων γένος, οἵτινες καὶ πρῶτον τὰς τέχνας τοῦ βίου εὗρον, καὶ πρῶτοι τοῦ ἐπιθυμητοῦ ἀρότρου ἀπόπειραν ἐποιήσαντο, καὶ ὑπὲρ εὐθείας αὔλακος ἔσπειραν, πρῶτοι δὲ καὶ ταῖς γραμμαῖς καὶ τοῖς κύκλοις τὸν οὐρανὸν διεμέτρησαν, τὸν λοξὸν δρόμον τοῦ ἡλίου ἐν τῷ ζωδιακῷ τῷ νετ σκεψάμενοι καὶ βουλευσάμενοι. Καὶ τούτων δὲ τῶν Αἰγυπτίων τῆς χώρας τὰ πέρατα καὶ τὴν μορφὴν, ἤτοι εἶδος καὶ σχῆμα, λέξομαι. Οὐ γὰρ μικρᾶς καὶ αὐτὴ τιμῆς ἔτυχεν, ἀλλ᾿ οὐδὲ κατὰ τὸ μέγεθος ὀλίγη ὑπάρχει, μάλιστα δὲ τῶν ἄλλων εὐτραφεῖς καὶ καλοὺς λειμῶνας ἔχει καὶ κάλλιστα πάντα φύει.

242—253. Τὸ μὲν οὖν σχῆμα τῆς Αἰγύπτου τρίγωνόν ἐστι, πρὸς τὰ βόρεια μέρη καὶ τὴν ἔσω θάλασσαν πλατύ, ἐπὶ δὲ ἀνατολὴν ὀξὺ καὶ μέχρι τῆς βαθεῖς κρημνοὺς ἢ καταράκτας ἐχούσης, ἤτοι ὑψηλῆς, Συήνης ἑλκόμενον, καὶ τοῖς ἀμφοτέροις ὄρεσι τῶν Αἰθιόπων καὶ Ἀράβων κύκλῳ ἀσφαλῶς περιεσκεπασμένον, ὑφ᾿ ὧντινων δρῶν τὰ ὕδατα τοῦ Νείλου, καλλίστου ποταμοῦ, κατέρχεται. Καὶ ταύτην μὲν τὴν Αἴγυπτον πολλοί τε καὶ εὐδαίμονες ἄνδρες ἔχουσιν· ὅσοι μὲν τὴν μεγαλόδοξον Θήβην κατοικοῦσι, πόλιν ἀρχαίαν, τὴν ἑκατὸν πύλας ἔχουσαν, ὅπου καὶ ὁ Μέμνων τὴν οἰκείαν μητέρα Ἠῶ, ὃ ἔστι τὴν ἡμέραν, ἀνατέλλουσαν ἀσπάζεται καὶ ὅσοι τὴν μεσόγειον ἑπτὰ πόλεις ἔχουσαν κατοικοῦσι, καὶ ὅσοι πρὸς τὰ νότια μέρη ἐπὶ τοῖς αἰγιαλοῖς τῆς θαλάσσης τὴν Αἰγυπτιακὴν παραλίαν ἕως τῆς Σερβωνίτιδος λίμνης κατοικοῦσιν.

254—269. Ταύτης οὖν τῆς Αἰγύπτου πρὸς μὲν τὸν ζέφυρον ἡ Μακεδονικὴ πόλις, τουτέστιν ἡ Ἀλεξάνδρεια, κεῖται, ὅπου τοῦ Σινωπίτου μεγάλου Διὸς ἱερὸν πολυτελεῖ καὶ πολυτιμήτῳ χρυσῷ κεκοσμημένον ἐστίν· οὐδαμῶς ἂν ἐκείνου θαυμασιώτερον ναὸν ἐν τοῖς ἀνθρώποις θεάσῃ, οὐδὲ πλουσιωτέραν ἄλλην πόλιν. Ὅτου αἱ ὑψηλαὶ σκοπιαὶ φαίνονται τῆς Μακεδονίας Εἰδοθέας, τουτέστιν ἡ Φάρος ἡ κατ᾿ Ἀλεξάνδρειαν. Μετὰ ταύτην, ἤγουν τὴν Αἴγυπτον, ἐπὶ τὴν ἀνατολὴν περὶ τὸ Κάσιον ὄρος τὸ Πηλούσιόν ἐστι, πόλις ἀπὸ Πηλέως

413
οὕτω λεγομένη, ἣν ἄνδρες κατοικοῦσιν ἐξόχως τὴν ναυτικὴν μεμαθηκότες. Οὗτοι δὲ οἱ Πηλουσιῶται οὐδαμῶς τῆς Λιβύης ἀλλὰ τῆς Ἀσίας ἔθνεσιν ἐναριθμοῦνται, ὡς ἔξω τῆς Αἰγύπτου καὶ τοῦ ἑπταστόμου Νείλου τὴν πόλιν οἰκοῦντες. Ἄλλοι δὲ πλεῖστοι τήνδε τὴν γῆν κατοικοῦσιν, οἱ μὲν ἐπὶ τῷ ὠκεανῷ, οἱ δὲ ἐν τοῖς μεσογείοις, οἱ δὲ περὶ τῆς μεγάλης καὶ πλατείας Τριτωνίδος λίμνης τὰ κύματα, ἥτις μέσον τῆς Λιβύης τὸν πλατὺν αὐτῆς κόλπον ἀμφέλκεται ἢ περισύρεται. Τοιαύτη μὲν τῆς Λιβύης ἡ μορφὴ καὶ τὸ σχῆμά ἐστιν.

270—280. Εἰ δὲ καὶ τῆς Εὐρώπης τὸν τύπον ἐθέλεις ἰδεῖν, οὐδαμῶς σε κρύψω κἀκεῖνον. Ὁ αὐτὸς δὲ ὁρισμός ἐστι τῆς Λιβύης, οἷον καὶ τῆς Εὐρώπης, ἄλλ᾿ οὗτος μὲν ἐπὶ τὰ ἀρκτῶα μέρη ἔστραπται, ὡς βορειοτέραν εἶναι τὴν Εὐρώπην, καὶ ἀντιπροσώπως τῷ αὐτῷ σχήματι τοσοῦτον ἐπὶ τὴν ἀνατολὴν πάλιν ἐπισύρεται, ὅσον καὶ ἡ πρὸς νότον ἀντικειμένη Λιβύη πρὸς ὅρον ἢ πέρας ἀνατολικὸν προχωρεῖ. Ἀμφότεραι δὲ, δηλονότι αἱ ἐκτάσεις τῆς Εὐρώπης καὶ τῆς Λιβύης, ἴσην ἔχουσι τὴν ἐσχάτην βάσιν ἐπὶ τὴν Ἀσίαν, ἡ μὲν πρὸς τὸν βορρᾶν, ἡ δὲ πρὸς τὸν νότον. Ἐὰν δὲ τὰς ἀμφοτέρας ταύτας, τήν τε Εὐρώπην καὶ τὴν Λιβύην, μίαν θείης γῆν, ὄντως κώνου σχῆμα ὑπάρχει, ὡς ἀμφοτέρων τῶν πλευρῶν ἴσων ὄντων· καὶ τὸ μὲν ὀξὺ τοῦ κώνου ἐστι πρὸς δύσιν, ὅθιν ἀποξύνεται ἥ τε Λιβύη καὶ ἡ Εὐρώπη, τὸ δὲ πλατὺ, ἤγουν ἡ βάσις, πρὸς ἀνατολὴν, τὸ μέσον ἢ κοινὸν μεθόριον πρὸς τῇ Ἀσίᾳ· τούτου χάριν τῶν ἀμφοτέρων ἠπείρων τὸν πόρον καὶ ἔκτασιν ἰδὼν ῥᾳδίως καὶ εὐκόλως καὶ τῆς Εὐρώπης πέρατα καὶ ὅρους καταλάβοις.

281—287. Ἧστινος Εὐρώπης τὴν ἐσχάτην γωνίαν πλησίον τῶν Ἡρακλεωτικῶν στηλῶν τῶν μεγαλοψύχων Ἰβήρων, ἤγουν Ἱσπανῶν, ἔθνη οἰκοῦσιν, ἐπὶ τὸ μῆκος τῆς ἠπείρου, ἤγουν χώρας, τετραμμένα· ὅπου τοῦ βορείου ὠκεανοῦ ψυχρὸς ῥοῦς κέχυται, ὅπου καὶ οἱ Βρετανοὶ καὶ τὰ λευκὰ ἢ καλὰ ἔθνη τῶν πολεμικῶν Γερμανῶν κατοικοῦσι παρεκτεινόμενα καὶ ἐφαπλούμενα ἐπὶ τὰς ἄκρας καὶ τὰς ἐξοχὰς τοῦ Ἑρκυνίο δρυμοῦ. Τὴν δὲ γῆν ἐκείνην, δηλονότι τὴν Ἰβηρίαν, τῷ σχήματι βοείῃ βύρσῃ ὁμοίαν εἶναι λέγουσιν.