Commentarius In Apocalypsin
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῶν ἡτοιμασμένων θρόνων τοῖς φυλάξασι τὴν χριστοῦ ὁμολογίαν.
Καὶ εἶδον θρόνους καὶ ἐκάθισαν ἐπ’ αὐτοὺς, καὶ κρίμα ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ, καὶ διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ οἵ τινες οὐ προσεκύνησαν τὸ θηρίον οὐδὲ τὴν εἰκόνα αὐτοῦ, καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν, καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ Χριστοῦ τὰ χίλια ἔτη.
Τοὺς ἁγίους Ἀποστόλους φησὶ θεωρεῖν, δι’ ὧν τὰ ἔθνη συνετισθέντα τῷ διδασκαλικῷ λόγῳ ἔζησαν, καὶ συνεβασίλευσαν Χριστῷ χίλια ἔτη. περὶ μὲν οὖν τῶν χιλίων ἐτῶν εἴρηται. οὗτοι οὑν οἱ ἅγιοι Ἀπόστολοι καθίσουσιν, ὡς ἡ ὑπόσχεσις τοῦ Κυρίου φησὶ, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ, τουτέστι κατακρίνοντες. τῇ παραθέσει γὰρ τῶν ὁμογενῶν ὅταν διαφορὰ ἐν αὐτοῖς ὁρᾶται κατὰ τὸ χεῖρον καὶ βέλτιον, οἱ τῷ χείρονι ἐνεχόμενοι, οὐ τῆς τυχούσης ἄξιοι τιμωρίας, ὅτι μὴ τοῖς ὁμογενέσιν ἐναμιλλῶννυ κατωρθοκότες. κρίμα τοίνυν δοθῆναι αὐτοῖς ἀντὶ τοῦ κατακρίνειν, ὡς μὴ μόνον ἐθελήσαντας τῷ εὐεργέτῃ Χριστῷ ἀκολουθῆσαι τοῖς προφητικοῖς ἑπόμενοι χρησμοῖς, ἀλλ’ ἤδη καὶ ἀπεναντίας
Καὶ οὐκ ἔλαβον τὸ χάραγμα.
Τὸ χάραγμα, γνώρισμά φησι. καθὸ καὶ ἐπὶ τοῦ Χριστοῦ εἴρηται τὸ, “ ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.” ὡς γὰρ ἐκεῖ ἐπὶ τὸ πρόσωπον φῶς εἰς γνώρισμα τῶν θεοφιλῶν ἐνσημαίνεται, οὕτως ἐπὶ τῶν ἀσεβῶν ἀναίδεια ἐπὶ τῶν μετώπων ἐγχαράττεται, ἀπαρακαλύπτως καὶ ἀνυποστόλως ἐμφανιζομένων ὁποῖοι τινές εἰσιν. καὶ ἵνα τοῦτο ἐμφαντικώτερον ᾖ, ταῖς ἀτόποις τῶν ἑαυτῶν πράξεων τὸ γνώρισμα ἐβεβαίωσαν· ἡ χεὶρ γὰρ τὴν πρᾶξιν αἰνίττεται, ὥσπερ καὶ ὁ ποῦς τὸν ὁρισμόν. καθὸ εἴρηται, “ μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλοῦ μὴ “ σαλεύσει με.” ἐπεὶ οὖν οὐχ ἑάλωσαν οὗτοι, οὔτε δι’ ἀναιδείας ἐντυπούμενοι τῷ πονηρῷ, οὔτε δι’ ἔργων, εἰκότως καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ Χριστοῦ, ἄχρι συντελείας τοῦ αἰῶνος. ὡς γὰρ ὁρῶμεν, καὶ ὑπὸ βασιλέων πιστῶν καὶ ἀρχόντων προσκυνούμενοι, καὶ κατὰ πάσης σωματικῆς ἀσθενείας καὶ δαιμονικῆς ἐνεργείας τὴν θεόσδοτον χάριν ἐπιδείκνυνται. ἐπεὶ γάρ, φησιν, οὐ προσεκύνησαν τῷ θηρίῳ καὶ τῇ εἰκόνι αὐτοῦ, διὰ τοῦτο καὶ ἔζησαν, τουτέστι, ζώντων ἔργα ἐνήργησαν, τὰς θαυματουργείας δηλονότι. θηρίον δὲ καὶ εἰκόνα τοῦ θηρίου καὶ δράκοντα τὸν διάβολον φησὶ καὶ τὸν Ἀντίχριστον, καὶ τὸν ψευδοπροφήτην.