Commentarius In Apocalypsin
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
“Οπως ὁ Σατανᾶς ἐδέθη ἀπὸ τῆς Χριστοῦ παρουσίας μέχρι τῆς συντελείας. καὶ περὶ τῶν χιλίων ἐτῶν.
Καὶ εἶδον Ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ ἔχοντα τὴν κλεῖδα τῆς ἀβύσσου, καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ, καὶ ἐκράτησε τὸν δράκοντα τὸν ὄφιν τὸν ἀρχαῖον, ὅς ἐστιν ὁ διάβολος, καὶ ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην. καὶ ἔδησεν αὐτὸν χίλια ἔτη. καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισε καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ πλανᾷ ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. καὶ μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρὸν χρόνον.
Ἀνδρέου. Ἐνταῦθα τὴν ἐν τῷ δεσποτικῷ πάθει γεγενημένην τοῦ διαβόλου διηγεῖται καθαίρεσιν, ἐν ᾗ τὸν δοκοῦντα εἷναι ἰσχυρώτερος αὐτοῦ Χριστὸς ὁ Θεὸς ἡμῶν δήσας, ἡμᾶς, τὰ σκύλα αὐτοῦ, ἐκ τῶν χειρῶν αὐτοῦ ἐλυτρώσατο, καταδικάσας αὐτὸν εἰς τὴν ἄβυσσον. τοῦτο δὲ δείκνυται ἐκ τῶν δαιμόνων τῶν παρακαλούντων αὐτὸν μὴ πεμφθῆναι εἰς τὴν ἄβυσσον. ὅτι δὲ δέδεται, τεκμήριον ὁ τῆς εἰδωλολατρείας ἀφανισμὸς καὶ τῶν εἰδωλικῶν ναῶν ἡ καθαίρεσις, καὶ τῶν ἐπιβωμίων λύτρων ἡ ἔκλειψις, καὶ ἡ παγκόσμιος τοῦ θείου θελήματος ἐπίγνωσις. ὁ μέγας δὲ Ἰουστῖνος φησὶν ἐν τῇ πρώτῃ τοῦ Χριστοῦ παρουσίᾳ γνῶναι τὸν διάβολον, ὅτι καταδεδίκασται εἰς τὴν ἄβυσσον καὶ εἰς τὴν τοῦ πυρὸς γέενναν. δυνατὸν τοίνυν, ὡς οἷμαι, διὰ τῶν προλεχθέντων καὶ τὴν τοῦ Χριστοῦ κατὰ τοῦ διαβόλου νοεῖσθαι ἀπόφανσιν. ἄγγελον δὲ τῇ τοιαύτῃ ἀποφάνσει διακονούμενόν φησιν, ἵνα δείξη καὶ τῶν λειτουργικῶν δυνάμεων τοῦτον ἥττονα κατὰ δύναμιν, καὶ μάτην κατὰ τῆς τῶν πάντων κρατούσης ἀρχῆς θρασυνόμενον.
Αρεθα Ἐκ Τοῦ Αὐτοῦ. Κλεῖδα τὴν ἀσφαλῆ καὶ ἀπρόἴτον τῶν κατακρίτων κατοχὴν λέγει· ἄβυσσον δὲ τὴν ἀπέραντον εἰς διέκδοσιν, ἅλυσιν δὲ, τὴν καθεκτικὴν τῆς πονηρίας ἐνέργειαν. χίλια δὲ οὐ πάντως τὰ τοσαῦτα τῷ ἀριθμῷ νοεῖν εὔλογον. ἣ γὰρ τῶν πολλῶν, ἢ τοῦ τελείου σημαντικὸν τὸν τῶν χιλίων ἀριθμὸν
Καὶ μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρὸν χρόνον.
Μίκρον χρόνον, ποῖον ; τοῦτον τὸν τῆς παρουσίας τοῦ Ἀντιἀντιχρίστου ὃν εἰς μικρὸν συνέστειλε, διὰ τὸ σφοδρὸν καὶ σχεδὸν ἀνύποπτον τῶν διὰ Χριστὸν κακουμένων, περὶ οὗ χρόνου καὶ ὁ Σωτῆρ’ ἐν Εὐαγγελίοις φησὶ, θλῖψιν συμβῆναι οἵαν οὐ γέγονεν ἐξ ἀρχῆς κόσμου. διὸ καὶ κολοβωθῆναι φησι τὰς ἡμέρας ταύτας διὰ τοὺς ἐκλεκτούς.