Commentarius In Apocalypsin

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ δευτέρου Ἀγγέλου, τὴν πτῶσιν Βαβυλῶνος κηρύσσοντος.

Καὶ ἄλλος δεύτερος Ἄγγελος ἠκολούθησε λέγων, ἔπεσεν ἔπεσε Βαβυλὼν ἡ πόλις ἡ μεγάλη, ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικε πάντα τὰ ἔθνη.

Τὸ δεύτερον οὐχ ἁπλῶς εἴρηται g. ἀλλ’ εἰς δήλωσιν τοῦ ἐναρξαμενου h τῶν τιμωρητικῶν ἀπειλῶν. ἐχομένως τούτων τῶν ἀπειλῶν, ἄλλος Ἄγγελος τὰς αὐτὰς ἐπιρρωννύων συμφορὰς παραγέγονε. τοῦτο γὰρ παρεμφαίνει τὸ ἀκολουθῆσαι. καὶ τι τὸ ἀκόλουθον τοῦ χρηματισμοῦ; “ ἔπεσε Βαβυλὼν ἡ μεγάλη. ” ὑπὸ i γὰρ τῇ ἐκβάσει τῶν προεπηγγελμένων k οὐδὲν πρὸς ὑστέρησιν τὸ μὴ πᾶσαν τὴν τοῦ παρόντος βίου σύγχυσιν πτώσει ὑποβληθῆναι, ᾔτουν ἀΦανισθῆναι. τι γὰρ ἂν ἄλλο ἡ πτῶσις παραστήσῃ ; ὥσπερ οὐδὲ ἡ Βαβυλὼν οὐδὲν ἕτερον εἰ μὴ τὴν σύγχυσιν. καὶ τίς ἡ Βαβυλών ; οὐκ ἄλλη, ἢ οὗτος ὁ φθαρτὸς κόσμος, ἐν ᾧ οὐδὲν ἄκρατον τοῦ ἀντικειμένου, καλὸν δὲ συμπέφυρται κακῷ, ταύτης δηλαδὴ τῆς Βαβυλῶνος l ὅσον οὔπω m κατασεισθείσης, οὐκ ἀλλόθεν [*](f Hoc Sch. caret B. g εἴρηται B. h ἐναρξαμένων B. i ἐπὶ Edd. k ἀπηγγελμένων Edd. l δηλ. τῆς Βαβ. om. B. m ἄλλοθεν πόθεν κατασ. Edd.)

391
πόθεν n ἣ τοῦ ἐξιστᾶν εἰδότος τῶν σοΦρονικῶν ἁπάντων ἀπαγαγοῦσα λογισμοῦ, ὃν εἰς οἶνον μετείληφε ὑπὸ ἀνεπιστρόφῳ ὁρμῇ βακχευόμενον· τοιοῦτον γὰρ ὁ θυμός. ἀφ’ οὗ καὶ τὸ παντὸς ἐξηνδραποδίσθαι περιγίνεται ἀγαθοῦ. πορνείαν δὲ οὐ μόνον οἶδεν ἡ γραφὴ τὴν πρὸς τὸ θῆλυ τοῦ ἄρρενος ἀσελγῆ συνδρομὴν, ἀλλὰ καὶ πᾶσαν τὴν ο ἀπὸ τοῦ ἀγαθοῦ ἔκκλισιν, εἴγε πιστὸν τὸ “ ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.” p ἐκ τούτων οὖν αὐτή τε κατασεισθεῖσα μεθ’ ὧν πεπότικε· καὶ γὰρ τῇ ὁρωμένῃ κτίσει, καὶ οἱ ἐνοικοῦντες αὐτὴν ἅτε τῷ ἐφημέρῳ ταύτης κάλλει δελεασθέντες, συνοίχονται οὐκ εἰς ἀνυπαρξίαν παντελῆ· τις γὰρ ὁ λόγος ; πρὸς ἀνακαινισμὸν δὲ, ὃν φησὶν καὶ Δαβὶδ διὰ τοῦ “ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.” ἀνακαινισμὸς θεοφιλῶς μὲν βεβιωκόσιν εὐφρόσυνος, ἁμαρτωλοῖς δὲ καὶ διαβόλῳ καὶ δαίμοσιν ὀλέθριος, διαιωνιζούσῃ παρατάσει συνεκτεινόμενος. καὶ ὅτι μὲν εἰς Βαβυλῶνα ὁ κόσμος οὗτος μετείληπται, δηλοῖ τὸ μεγάλη προστιθέμενον q οὐ πρὸς ἀντιδιαστολὴν γὰρ μικρᾶς τὸ μεγάλη, ἀλλ’ αὐτὸ τὸ ὂν εἰσηγούμενον r. εἰ δὲ καὶ πρὸς τὴν Χαλδαίαν Βαβυλῶνά τις κατευθύνειν ἐθέλει s τὸν λόγον, οὐδὲν διοίσει τῷ κατὰ ζῆλον ἐκείνης ματαιωθέντι κόσμῳ τοσαῦτα συνηντηκότα, αὐτὴν ἐκείνην t τὴν ἀρχέτυπον ὑποστῆναι, εἴπερ πρὸς τὸ αἴτιον πὰν τὸ ἐπ᾿ u ἐκείνου συμβαῖνον ἀναφέρεται.

Περὶ τρίτου Ἀγγέλου ἀσφαλιζομένου τὸν τοῦ Κυρίου λαὸν, μὴ δέξασθαι τὸν Ἀντίχριστον.

Καὶ τρίτος Ἄγγελος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλη, εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ, καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ πο- [*](n οὐκ ἀλλ. ποθ. om. Edd. usq. ad ἀγαθοῦ. o τὴν om. B. P Om. Edd. quse seq. usq. ad συνεκτεινόμενος. q διὰ τὸ μεγ. παρίσταται B. r εἰσηγουμένου B. s ἐθέλοι B. t ἐκείνην ὀνηθῆναι B. u πᾶν τὸ τοῖς ἐπ’ ἐκ. B.)

392
τηρίῳ τῆς ὀργῆς αὐτοῦ. βασανισθήσεται ἐν πυρὶ καὶ θειῳ ἐνώπιον τῶν ἁγίων Ἀγγέλων, καὶ ἐνώπιον τοῦ ἀρνίου. καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτοῦ εἰς αἰῶνα αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτὸς οἳ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.

Τὸ ἀκολουθεῖν εἴρηκεν ν, ὡς τὸ συνεχὲς καὶ ἀδιάσπαστον x καὶ ἀνένδοτον βουλόμενος παριστᾶν. ἡ δὲ μεγάλη φωνὴ τὸ ἐκπληκτικὸν καὶ τὸ διὰ πάσης χωρεῖν ἀκοῆς τὰ δηλούμενα σημαίνει y. ἡ δὲ τοῦ θηρίου προσκύνησις καὶ τὸ λαβεῖν αὐτοῦ τὴν σφραγῖδα, τὸ τὸν Ἀντίχριστον ἡγήσασθαι Θεὸν ὑποπτωτικῶς αὐτῷ προσανέχων, καὶ ἢ λόγῳ ἣ ἔργῳ τὰ καταθύμια τούτῳ διεξιέναι καὶ κηρύσσειν z. τοῦτο γὰρ τὸ ἐπὶ τοῦ a μετώπου καὶ τῆς χειρὸς χάραγμα σημαίνει b, ἀντὶ τοῦ λόγου τοῦ μετώπου c, καὶ ἀντὶ τοῦ ἔργου d τῆς χειρὸς παραληφθέντων. εἰκόνα δὲ τὴν δυσσεβῆ πολιτείαν καλεῖ, ἣν οἱ μετερχόμενοι ἔνδικον ἀποίσονται τὴν ἀντιμισθίαν. καὶ τίνα τὸ πιεῖν ἐκ τοῦ οἴνου τοῦ θυμοῦ ; οἶνον τὴν ὀργὴν, οὐκ ἀπὸ τῆς εὐφροσύνης ἔφασκεν e, ἀλλ’ ἐκ f τῆς σκοτώσεως καὶ τῆς παραφορᾶς· τοιοῦτο g γὰρ καὶ ὁ θυμός. ὃν ἄκρατον κέκρασθαί φησιν· τὸ ἄκρατον διὰ τὸ ἐν τῷ ᾅδη σχολάζειν μετάνοιαν. κεκράσθαι δὲ, ἀντὶ τοῦ ἐκχεῖσθαι h ἣ ἐπιδίδοσθαι. εἴρηται δὲ οὕτω καθ’ ὅτι ἐκ κεράτων i παρὰ τοῖς παλαιοῖς τὰ ποτήρια. j ἐπεὶ δέ τινες ἐδοκίμασαν τῷ κεκραμένῳ τῷ ἀκράτῳ συμβιβάζοντες. τὸ ἄκρατον θυμοῦ τῇ ἀνυπερβλήτῳ φιλανθρωπίᾳ τοῦ Θεοῦ μετριάζεσθαι εἰπόντες, κατὰ τὸ “ ἐὰν ἀνομίας παρατηρήσῃ, “ Κύριε, τίς ὑποστήσεται ; ” ἐκ τούτου γὰρ λαμβάνειν τῷ μὴ ἀκράτῳ θυμῷ Θεὸν χρῆσθαι τοῖς ἁμαρτάνουσι, καλῶς αὐτοῖς ἔχει τὸ ἐνθύμημα ἐν τῷ διαμειβομένῳ τοῦτο συντελούμενον αἰῶνι· ἐν [*](ν εἴρηται B. x ἀδιάσπαστον om. B. y σημαίνει om. B. z διεξιὼν καὶ κηρύσσων B. a τοῦ otli. B. b σῆμα σημαίνει B. c τὸ μέτωπον B. d τοῦ om. Edd. e φάσκων B. f ἀπὸ B. g τοιοῦτον B. h ἐγχεῖσθαι B. i Male ἑκάτερα Edd. j Quæ seq. om. Edd. usq. ad κόπου.)

393
ἐκείνῳ δὲ τῷ ἀκηράτῳ τε καὶ ἀδιαμείπτῳ κωφὸν, ἑκάστου τὸν μισθὸν λαμβάνοντος ἰσορρεπῆ τοῦ αὐτοῦ κόπου. Οἶνος δὲ θυμοῦ εἴρηται, ὡς καὶ εὐφραίνων οἶνος. ὡς γὰρ ὁ εὐφραίνων οἶνος λήθην ἐμποιεῖ τῶν δυσχερῶν, καθὸ καὶ εἴρηται “ οἶνος ἐν λύπῃ,” οὕτω καὶ νῦν οἶνος θυμοῦ εἴρηται ἡ κόλασις, ἐπακολούθημα τοῦ τῆς ἀσεβείας οἴνου· ὃς ἐξιστῶν τῶν συμΦρονικῶν τοῦ ἀμέτρως χρωμένου ἐπὶ πᾶν βοσκηματῶδες ἀκρατῶς πάθος ἐλαύνει.

Τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς. Επιτευκτικῶς j τὸ ἄκρατον τοῦ θυμοῦ, οἴνῳ ἀπείκασεν ἀκράτῳ κεκερασμένῳ ἐν τῷ ποτηρίῳ. ἄκρατος γὰρ οἶνος μεθύσκειν δύναται πλεῖον τοῦ κεκραμένου, ἐπεὶ καὶ κατὰ τὸν μέλλοντα αἰῶνα οἱ ἀνταποδιδόμενοι τῶν βεβιωμένων μισθοὶ, ἄκρατοι καὶ ἀμιγεῖς τοῦ ἐναντίου ἐλέου καὶ ἀγαθῶν ἔργων ἀειμνηστίας l, ὅτι καὶ ὁ ἐκεῖ βίος ἀληθὴς καὶ παντὸς ἁγνεύων τοῦ προσποιητοῦ καὶ ἐπιπλάστου. ἀλλ’ εἰ τοιοῦτος, πῶς κεκέρασται ἐν τῷ ποτηρίῳ ; ἢ δῆλον ὡς τὸ κεκερᾶσθαι οὐκ ἐπιμιξίαν τινὰ σημαίνει, ἀλλ’ ἐπίδοσιν ; ὡς ἃν οὕτω νοοῖτο. τοῦ κεκερασμένου, τουτέστι m τοῦ ἐπιδοθέντος ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς, τίς γὰρ καὶ φειδὼ ἐν ὀργῇ ; δι’ ὅπερ ἀκολούθως τῇ ὀργῇ, καὶ ἡ βάσανος ἐκ πυρὸς καὶ θείου ἀμφοῖν καυστικωτάτοιν, πυρὸς μὲν, φλέγειν πεφυκότος, τοῦ θείου δὲ ἀνερεθίζειν διαρκῶς εἰωθότος. τὸ δὲ ἐνώπιον τῶν ἁγίων Ἀγγέλων καὶ τοῦ ἀρνίου, τοῦτο βούλεται παριστᾷν, διὰ μὲν τῶν Ἀγγέλων, τὸ ἀδυσώπητον τὸ πρὸς τὴν βάσανον, n ἐπεὶ μηδὲ οὗτοι ἁμαρτίαις ὑπεύθυνοι· οἷς δέ τις ἀνάλωτος, οὐδὲ τὸ εὐμενὲς ἔχων ὀφθείη πρὸς τούτους οἵπερ ἕτοιμοι πρὸς τὸ τοῖς μεμισημένοις αὐτὸς ὑπάρξαι ὑπεύθυνος· διὰ μὲν οὖν τῶν Ἀγγέλων οὕτως· διὰ δὲ τοῦ ἀρνίου, ἀνάμνησιν φέροντος τῆς ὑπὲρ σωτηρίας ἀνθρώπων αὐτοῦ σφαγῆς, ὅπως αὐτὸν μὲν ο διὰ πυρὸς ἀγαπήσας ἐκδέδωκεν ἑαυτὸν, αὐτοὶ δὲ τῆς ἑαυτῶν ἀπαλλαγῆναι ἀπωλείας οὐδ’ ἥντινα φροντίδα πεποίηνται p. καπνὸν δὲ τοῦ βασανισμοῦ, ἣ τὴν πρὸς πάντας δήλωσιν τοῦ διὰ πυρὸς ἐκτελεῖσθαι τὴν τιμωρίαν, καπνὸς γὰρ πυρὸς τεκμήριον, ἣ τῶν ἀπὸ τοῦ [*](j ἔτι ἔπιτ’. B. k ἐλ. φημὶ B. l ἀμνηστίας B. m τοῦ κεκ. τουτέστι om. B. n Quae seq. om. Edd. usq. ad οὕτως. ο μὲν οὕτως B. p οὐκ ἐβουλήθησαν Edd.)

394
ἄσθματος κολαζομένων ἀναπεμπόμενον καὶ τῆς οἰμωγῆς οἱονεὶ νέφος, οὐ πρὸς ὀλίγον ἀλλ’ αἰωνίως ἀναβαῖνον· Τὸ καὶ Ἡσαΐας ὑπέφηνε, διὰ τοῦ ἀτελευτήτου σκώληκος καὶ τοῦ ἀσβέστου πυρός. τὸ δὲ ἀιδίως τοῦτο ἐκτελεῖσθαι διὰ τοῦ ἀδιαπαύτου τῆς ἐνεργείας τοῦ ἐν τῷ νυκτερινῷ καταστήματι καὶ ἡμερινῷ ᾐνίξατο, οὐκ ὄντων τούτων ἐκεῖ· τίς γὰρ καὶ χρεία ἡλιακῶν μεταβάσεων ἐν τῷ ἀφθάρτῳ βίῳ, ἐν ᾧτ’ οὐχ ὕπνου χρεία, οὐ καιρῶν ἐπιδημία, σπόρου καὶ θέρους καὶ καρπῶν συγκομιδῆς ; ὅτι μηδὲ ἄνθρωποι τούτων ἐπιδεεῖς, ἃ τὴν παροῦσαν οἶδεν φθαρτὴν συγκροτεῖν βιοτήν.

Ὧδε ὑπομονὴ τῶν ἁγίων ἐστὶν, οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ Θεοῦ, καὶ τὴν πίστιν Ἰησοῦ. καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης, γράψον, μακάριοι οἱ νεκροὶ, οἱ ἐν Κυρίῳ ἀποθνήσκοντες ἀπαρτὶ. ναὶ λέγει τὸ Πνεῦμα, ἵνα ἀναπαύσωνται ἐκ τῶν κόπων αὐτῶν· τὰ δὲ ἔργα αὐτῶν ἀκολουθεῖ μετ’ αὐτῶν.

Ἐν τούτῳ φησὶ τῷ καιρῷ τῷ τοῦ Ἀντιχρίστου ἡ ὑπομονὴ τῶν ἁγίων δείκνυται. εἶτα ὡς ἐξ ἐρωτήσεως λόγος ἐσχημάτισται. καὶ τίνες, φησὶν, οὓς λέγεις ἁγίους ὑπομονητικούς ; εἶτα ὡς ἀποκρινόμενος, οἱ τηροῦντες, φησὶ, τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ. οὗτοι r γὰρ καὶ πειρασμῶν παρόντων καὶ θανάτου, πάντα δεύτερα θήσονται τῆς τοῦ Θεοῦ ἀγάπης καὶ τῆς πίστεως Ἰησοῦ. οὐ διαιρῶν δὲ καὶ ἀποδιιστῶν τὴν εἰς Θεὸν πίστιν τῆς τοῦ Κυρίου πίστεως τοῦτο φησὶν, ἀλλ’ εἰσαγωγικώτερον τῷ λόγῳ χωρῶν οὕτω πρόεισιν. ἐπεὶ s γὰρ μόνοις Ἰουδαίοις ἡ τοῦ θείου εὐσεβὴς ὑπόληψις ἐνορᾶτο, ἀπὸ τῶν πολλῶν καὶ ματαίων θεῶν εἰς ἕνα Θεὸν περιιστᾶσα τὸ σέβασμα· ὁ δὲ Χριστὸς διὰ τὸ ἄνθρωπος ὁρᾶσθαι καὶ χρήματ’ ἵζειν, οὔπω τοῖς πολλοῖς ἐδόκει θείας φύσεως εἶναι θησαυρὸς ὑπερουσίως ἡνωμένος τῷ ὑπερουσίῳ u. διὰ τοῦτο διακριτικώτερον ταῖς ἐντολαῖς τοῦ Θεοῦ, τοῦ Ἰησοῦ πίστιν ὑπέστησεν. πλήν ἐστιν εἰπεῖν, ὡς μᾶλλον ἐντεῦθεν ἡ κατὰ Χριστὸν θεολογία κρατύνεται. εἰ γὰρ ταῖς ἐντολαῖς τοῦ Θεοῦ καὶ ἡ κατὰ Ἰησοῦν πίστις παρομαρτεῖ, τίς ἡ ἀνάγκη ἀνταναιρεῖν τῶν θείων ἐντολῶν [*](q His carent Edd. usq. ad fin. Schol. r οἱ γὰρ τοιοῦτοι B. s ἐπὶ Edd. t περὶ τοῦ θ. B. u Ult. om. Edd.)

395
τῶν τοῦ σοῦ τὸ ὁρώμενον ν ; μᾶλλον ἐκ τούτου τῶν ἐντολ ῶντὸ κράτος οἰκειουμένων· δι’ ἃς κατολιγωρουμένας, καὶ τὴν ἀνθρώπου εὐτελῆ φύσιν οὐκ ἀπηξίωσεν ὑποδύναι. ὡς ἃν δι’ ἑαυτοῦ ὑποδείξῃ, ὡς τῆς ἀνθρωπίνης οὐσίας οὐκ w ἀδυνατούσης πρὸς ἔργον ἀγαγεῖν τὰς ἐντολὰς x, ταύτῃ ἑαυτὸν ἥνωσεν ἐνανθρωπήσας. y ἀλλά γε δὴ καὶ τὸ “ ὧδε ἡ ὑπομονὴ” οὐκ ἀκαίρως παρείληπται· τὸ ἔντονον δὲ ἐπιρωννύων τῶν ὑπομένειν ἑλομένων ὡς ἐν τῷδε τῷ ῥέοντι καὶ βραχεῖ χρόνῳ τῆς ὑπομονῆς κροτηθείσης, αἰωνίας καὶ ἀκαταλύτου τῆς ἀντιδόσεως τεύξεται χαρᾶς καὶ εὐφροσύνης, οὐδ’ ἥτις οὐδ’ ὅση ἱκανοῦ παραστῆσαι θνητοῦ λόγου.

Ἡ ἀνενδεὴς σύνταξις τοῦ προκειμένου ῥητοῦ οὕτως. ὧδε ἡ ὑπομονὴ ἡ τῶν ἁγίων ἐστίν· ἵνα οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ Θεοῦ, καὶ τὴν πίστιν Ἰησοῦ τηρήσωσι.

Μακάριοι οἱ νεκροὶ, οἳ ἐν Κυρίῳ ἀποθνήσκοντες.

Ἡ ἐξ οὐρανοῦ φωνὴ, οὐ πάντας μακαρίζει τοὺς νεκροὺς, ἀλλὰ τοὺς ἐν· κυρίῳ ἀποθανόντας, “ τοὺς νεκρωθέντας τῷ κόσμῳ, καὶ τὴν “ νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντας.” ἐκείνοις γὰρ τῳ ὄντι η του σώματος ἔξοδος καὶ ἀνάπαυσις κόπων ἀπαλλάττουσα. ἡ δὲ τῶν ἔργων ἀκολούθησις στεφάνων ἀμαράντων καὶ βραβείων δόξης ὑπόθεσις, πολλῷ τῷ μέτρῳ ὑπερνικώντων τῶν ἐπάθλων τοὺς ἄθλους. διὸ καὶ Παῦλος ὁ θεῖός Φησι, “ οὐκ ἄξια “ τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκα- “ λύπτεσθαι εἰς ἡμᾶς.”

Ναὶ λέγει τὸ νεῦμα.

Ἡ σύνταξις οὕτως. τὸ Πνεῦμα λέγει, γράψον ἀπαρτὶ, ναὶ γράψον, οἱονεὶ ὑπολιχνεύων τοὺς ἀθλοῦντας τῇ ἐπαγγελίᾳ, τῆς ἐκλείψεως μὲν τῶν ἐπιμόχθων αὐτοῖς, ἐντυχίας z δὲ τῶν ἀναπανστικῶν ἀγαθῶν. ἅμα γὰρ τῷ ἀφανισμῷ τῶν κόπων, ἐπεισαχθήσεται ἡ διὰ τῶν ἔ· ἀντίδοσις. ὅτι μηδὲ ἄδικος ὁ Θεὸς λήθῃ παραπέμψαι τοὺς ἐναρέτους πόνους b.

[*](v τὸ ὁρωμ. om. Edd. w οὐκ om. Edd. x οὐκ ἀδυνάτους πρὸς ἔργον τὰς ἐντολάς B. y Quæ seq. om. Edd. z ἐντυχίαις B. a τὰ ἔργα B. b Ult. om. Edd.)
396

Οτι ὁ ἐν τῇ νεφέλῃ καθήμενος, τῷ δρεπάνῳ συντελεῖ τὰ ἐκ τῆς γῆς βλαστάνοντα.

Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκὴ, καὶ ἐπὶ τὴν νεΦέλην καθήμενον ὅμοιον υἱῷ ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεΦαλῆς αὐτοῦ στέφανον χρυσοῦν, καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ. καὶ ἄλλος Ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ κράζων ἐν φωνῇ μεγάλη τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης, πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθεν ἡ ὥρα θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς. καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τὴν νεφέλην τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.

c Ὅπερ ἤδη εἰρήκαμεν καὶ νῦν ὅτι μὴ τοῖς χρονικοῖς προσέχοντες διαστήμασι τὰ νῦν χρηματιζόμενα οὕτω νοῶμεν, ἣ ὡς ἄρτι ἀρχὴν λαμβάνοντα, ἢ εἶτα ἤδη γεγονότα εἰς μέλλοντα ἀφορίζει. οὐδὲν γὰρ περὶ τούτων σμικρολογητέον ἐκεῖνο προειληφόσιν, ὡς τὸ πάντως ἐσόμενον ὡς ἤδη γεγονὸς ὑποβάλλεται· ἣ νῦν τελούμενον ὡς οὕτως ὀφεῖλον καὶ περανθῆναι· διὸ καὶ νῦν οὕτω προῆκται τοῖς ἄρτι δεικνυμένοις τὰ μέλλοντα προβιβάζων. Νεφέλην οὖν λευκὴν ἑωρακέναι φησὶν, ἣ κατὰ τὴν ὑπολαβοῦσαν αὐτὸν ἀπὸ τῶν Ἀποστολικῶν ὀφθαλμῶν ἐν τῇ πρὸς τὸν Πατέρα αὐτοῦ ἀνόδῳ· ἣ ὡς τούτου ὄντος ὀχήματος Θεοῦ, καθὸ καὶ εἴρηται, ὑπὸ Δαβὶδ μὲν, “ νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ·’’ ὑπὸ Ἡσαΐου δὲ, “ ἰδοὺ “ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον· ἣν νεφέλην εἰς Μαρίαν τὴν ἀειπάρθενον ἐξειλήφασιν οἱ θεῖοι πατέρες, ἐκ γῆς μὲν οἷον ἐξατμισθεῖσαν, τουτέστι, τῆς περιγείου παχύτητος ἀποδράσασαν. κουφότης δὲ ταῖς οὐρανοδρόμοις ἀρεταῖς κατηρτισμένην d ἀποδίδοται e τῷ δι’ αὐτῆς ἐνδημῆσαι τὸν τοῦ Θεοῦ Υἱὸν εὐμοιρῆσαι f. ἢ νεφέλην ἀγγελικήν τινα δύναμιν διὰ καθάριον g καὶ μετέωρον h τῆς ἀγγελικῆς φύσεως, παρὰ τὸ καὶ [*](c Ηxc om. Edd. usque ad Αἴγυπτον. d κατητισμένη Edd. e ἀποδίδοται om. B. f εὐμοιρήσαντα Edd. g Κορίνθιον Edd. h μετεωρότερον Edd.)

397
λευκὴν i εἶναι. k ἐπεὶ καὶ ὁ ψαλμῳδός Φησι· “ ἐπέβη ἐπὶ χερουβιμ καὶ ἐπετάσθη l ἐπὶ πτερύγων ἀνέμων. ἐντεῦθεν καὶ ὁ Ἀκύλας τὴν νεφέλην πάχος ἐλαφρὸν ἐκδέδωκε· πάχος μὲν διὰ τὸ ὄχημα. τί γὰρ ἃν ἔσηται καὶ ὄχημα, μὴ παχύτητι τὸ ἑδραῖον παρέχον ; ἐλαφρὸν δὲ, διὰ τὸ μηδεμιᾷ καταφορτίζεσθαι ἁμαρτίᾳ· εἰ δέ τις τὸ πάχος ἀνάξιον εἰς ὑπόληψιν ἀγγελικῆς οἰόμενος οὐσίας, ἄστοχον τὴν περὶ τούτου ἔκληψιν θῆται ἅγν’ * * * * * τούτων πρὸς τὴν παντοκράτορα καὶ θείαν φύσιν, ἥτις μόγις καὶ νῷ μόνῳ ληπτή. * * * * * * καὶ πάχος αὐτῇ προσλογίζεσθαι ἐπὶ τῇ τοιαύτῃ νεφέλῃ· καἰ ὅμοιον υἱῷ ἀνθρώπου ἐποχεῖσθαι * * * * * * * * *

Ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν.

Ὁ στέφανος τὸν Κύριον Ἰησοῦν βασιλέα αἰνίττεται. βασιλεὺς γὰρ τῶν νοητῶν τε καὶ αἰσθητῶν ὁ Χριστός. χρυσοῦν δὲ τὸν στέφανον λέγει, ἐκ τῶν παρ’ ἡμῖν τιμίων τὸ ἔνδοξον ὑπογράφων. τὸ δὲ ἐν τῇ χειρὶ δρέπανον ἔχειν, τὸν ἐν τῇ ἐξουσίᾳ αὐτοῦ κεῖσθαι τὴν τοῦ αἰῶνος τούτου συντέλειαν παραδηλοῖ. m Αὐτὸς ὁ θερισμὸν τὴν τοῦ κόσμου συντέλειαν ἐκάλεσε. τί δ᾿ ἃν ἄλλο δρέπανον παρέξει εἰ μὴ θερισμόν ; ἀλλ’ ἐκεῖ μὲν ἐν τῷ Εὐαγγελίῳ τὴν τῶν πιστῶν συλλογὴν ἐδηλοῦτο, ἐνταῦθα δὲ τὴν συντέλειαν τῶν ἀνθρώπων, ἵνα εἴ τι μὲν εἴη ἐν αὐτοῖς ἀχυρῶδες καὶ ἀτελεσΦόρον πυρὸς ἄξιον, πυρὶ παραδοθῇ n. εἴ τι δὲ σιτῶδες, ταῖς θείαις ἀποθήκαις ταμειευθείη· δρεπάνου δὲ ὀξύτης ἢ τὸ ἀπαραίτητον καὶ ἀδυσώπητον δηλοῖ τῆς ὀργῆς, ἣ τὴν ταχυτῆτα τῆς ἐφόδου.

Καὶ ἄλλος Ἄγγελος ἐξῆλθεν κράζων.

Διὰ τί δὲ ἐξῆλθεν οὗτος ὁ Ἄγγελος κράζων ; περιφραστικῶς διὰ τούτων δηλοῦται ἡ ἱκεσία τῶν ο ἐπουρανίων δυνάμεων, ἐφιεμένων μὲν τὴν τῶν δικαίων τιμὴν, ὣν μιμησαμένων αὐτὰς ἐν τῇ προσκαίρῳ καίρῳ ζωῇ ἑαυτῶν, δίο καὶ φιλίως αὐτοῖς διετέθησαν· οὐκ ἀπαναινομένων δὲ τὴν τῶν ἀπεναντίων αὐτοῖς βεβιωκότων ἐκδικίαν θεάσα- [*](i λευκὸν Edd. k Om. Edd. quse seq. usque ad fin. Schol. sed in quibusdam evan. est script. Cod. B. l Cod. bis habet ἐπετάσθη. m Hxc om. Edd. usque ad δηλοῖ τῆς ὀργῆς cujus vice male habent διὰ τῆς ὀργ. n παραδοθεῖ Cod. ο πασῶν B.)

398
σθαι. διὸ καὶ εἴρηται “ ἕως ποτε, Κύριε, ἁμαρτωλοὶ καυχήσον- “ τᾶι ; ” διὸ ἐπισπεύδουσιν, ἐφ’ ᾧτ’ παύσασθαι μὲν τὰ κινούμενά τε καὶ ἀλλοιούμενα, φανερωθῆναι δὲ τὰ ἀναλλοίωτα καὶ ἀνακίνητα. p ἐπιδημησάσης οὖν τῆς ὥρας τοῦ θερισμοῦ καθ’ ἅπαν τὸ σπαρὲν τόπου ἔτυχεν ἀκμῆς φησι παραθεωρεῖν κομιδὴν καὶ * * * * * * * * * τῆς εὐσεβείας γεώργι * * εἰς λ καὶ ξ καὶ ρ τὴν καρποφορίαν τῷ γεωργῷ παρεχόμενον· λμ * * * κατὰ Μωυσέως νόμον εὐδοκιμηκότων χρόνων, ξ δὲ κατὰ τὸ διπλάσιον τῶν κατὰ τὸ * * * * * εἰσαγωγικώτερον μὲν τοῦ κατὰ Χριστὸν μυστηρίου τελεώτερον καὶ κατὰ διπλάσιον τῆς * * δοκομίας q. ρ δὲ κατὰ τὸ τελεώτατον τῆς Χριστιανικῆς ἀκριβείας· καθ’ ἣν ἀγῶνε * * ταύτην πολιτευσαμένοις καὶ τ * * θην ὑπερτείνοντες ἐξνηνύσθησαν Φύσιν.

Οτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς.

Τὸ ξηρανθῆναι τὸν θερισμὸν οὐκ ἄλλο δηλοῖ, ἣ τὸ ἐπιστῆναι τὸν τῆς συντελείας καιρὸν, ὅτε πεπανθεὶς, ὡς σῖτος ὥριμος, ὁ τῶν ἀνθρώπων σπόρος, ὁ μέν τοι εὐσεβείᾳ Φυτοκομισθεὶς r, τῶν θείων ταμιείων τῆς ἀποθέσεως ἀξιωθείη. ὁ δὲ ὑλομανήσας, καὶ οὐδὲν σιτῶδες καὶ τρόφιμον καὶ τοῦ θείου ἐπάξιον σπόρου ἀπενεγκάμενος, τῷ αἰωνίῳ πυρὶ ὑποβληθῇ. τι γάρ φησι τὸ ἱερὸν γράμμα ; “ ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.’’

Περὶ ἑτέρου Ἀγγέλου τρυγῶντος τὴν τῆς πικρίας ἄμπελον.

Καὶ ἄλλος Ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ. καὶ ἄλλος Ἄγγελος ἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου, ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρὸς, καὶ ἐφώνησεν ἐν κραυγῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων, πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ, καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασεν ἡ σταφυλὴ τῆς γῆς. καὶ ἐξέβαλεν ὁ [*](p Quæ seq. om. Edd. usq. ad fin. Schol. q Sic. r Φοιτοκομισθεὶς B.)

399
Ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησε τὴν ἄμπελον τῆς γῆς. καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ Θεοῦ τὸν μέγαν. καὶ ἐπατήθη ἡ ληνὸς ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων αχ΄.

Οὐ μάτην τὸ γνώρισμα τοῦ ἀποσταλέντος Ἀγγέλου, ὡς ἀπὸ τοῦ οὐρανίου ναοῦ s ἀπέσταλται, περὶ τοῦ πρὸ αὐτοῦ οὐδενὸς τοιούτου ἐπισημανθέντος, εἰ μὴ ὅτι μόνον ἀπὸ τοῦ ναοῦ ἀπεστάλη· ἐνταῦθα δὲ καὶ τοῦ τόπου παραληφθέντος, ἐν ᾧ ὁ ναός. φαμὲν οὖν ὡς ἐπειδὴ διάφοροι λατρεῖαι τῷ παντοκράτορι Θεῷ ὑπὸ τῶν ἀσωμάτων αὐτοῦ λειτουργῶν ἐκτελοῦνται. ὡν οἱ μὲν τῶν u κατὰ γῆν θυσιαστηρίων x ἔφοροι ἐκληρώθησαν, ἀφ’ οὗ θεοσέβεια τοῖς ἐπὶ γῆς κατηγγέλθη, ὃ δὴ y ἀπὸ Ἀβραὰμ καὶ Μωϋσέως μέχρι τῆς Χριστοῦ παρουσίας, καὶ ἐπ’ αὐτῆς παρατείνεται τὸ τοῦ παρόντος αἰῶνος συντελείας. εἰκότως ἐπ’ ἐκείνου μὲν, οὐδενὸς τοιούτου γέγονε μνεία, εἰ μήτις καὶ ἐπ’ ἐκείνου γνώρισμα λογίζοιτο τὴν τοῦ ἀρνίου μνείαν, οὗ χάριν τῆς ἐπὶ γῆς παρουσίας καὶ χρηματισμὸς Ἀγγέλων πρὸς ἀνθρώπους ὑπῆρξε, καὶ προκαταγγελία θεοφόρων ἀνδρῶν περὶ τὸ ἐπὶ γῆς ἐλεύσεως αὐτοῦ· ὡς ἃν οὖν ἐκδηλότερον γένηται, ὡς οὐ μόνον ἐπὶ γῆς λατρεῖαι, ἀλλὰ καὶ ἐν οὐρανῷ τῷ παντοκράτορι προσάγονται Θεῷ, ἀναγκαίως ἔπι τούτου του Ἀγγέλου καὶ τοῦ τόπου τῆς προεδρίας αὐτοῦ μνεία γέγονεν z. ὀξεῖ δέα δρεπάνῳ καὶ τοῦτον καθοπλίσθαι λέγει, τὸ σύντομον τῆς ἐκβάσεως ἐπισημαίνων.

Ἔχον ἐξουσίαν ἐπὶ τοῦ πυρός.

Τοῦτον ἐπὶ τῆς κολάσεως νόει τῶν ἀσεβῶν τετάχθαι. ἐξ οὗ μανθάνομεν ὡς πᾶσι τοῖς κτίσμασιν, ἀγγελικαὶ δυνάμεις ἐπιστατοῦσιν, ὕδατος, ἀέρος, καὶ ἄλλοις τισὶ μέρεσι. τοῦτον δὲ πυρὸς, τιμωρητικοῦ μέντοι, καὶ τῶν ὑπερτέρων Ἀγγέλων b ὄντα.

[*](s θυσιαστηρίου B. t ὁ τοῦ τόπου παρελήφθη B. u τοῖς B. x θυσιαστηρίοις B. y ἥτις B. z μν. γέγονεν om. B. a ὀξεῖ δὲ καὶ οὗτος δρεπ. καθώπλισται B. b ἀγγελ. οm. Edd.)
400

c Ἐφώνησεν ἐν κραυγῇ μεγάλῃ τῷ δρέπανον ἔχοντι.

Οὐ φωνῇ μεγάλῃ ἀλλὰ “ κραυγῇ.” ὡς τῆς μὲν φωνῆς τὸ ἁπλῶς αἰσθητὸν τῇ ἀκοῇ ἐνεργεῖν ἐχούσης, τῆς δὲ κραυγῆς καὶ ὁρμὴν ἐντιθείσης ζηλωτὴν τῇ ἐπιχειρήσει· οὕτως ἡ τῶν Σοδόμων κραυγὴ ἀπαθέστατον Θεὸν ὀργίλως αὐτοῖς διατεθῆναι παρέσχεν· καὶ οὐδὲ τῇ τοῦ Ἀβραὰμ ἐπὶ τὸ εὐμενέστερον ἀποκλίναι ἐντεύξει· οὕτως ἡ ἐπὶ Στεφάνῳ τῷ Διακόνῳ τῶν κυριοκτόνων κραυγὴ ᾠδήν τινα πραΰτητα ἐπιδέξασθαι τῷ ὑπερευχομένῳ τὴν ἐπ’ αὐτῷ αὐτῶν ἁμαρτίαν ἐν τῷ μηδαμῶς θέσθαι· κατὰ τὸν τοιγαροῦν τοῦτον κραυγῆς εἰλημμένης νοεῖν δίδωσιν ἐπισπεύδοντός ἐστι καὶ ἐπιρωννύντος πρὸς τὴν πρᾶξιν τὸν πρὸς ὃν ὁ λόγος, ἀλλὰ μὴ ἀναβοωμένως ἐπιχειρεῖν·

Καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς.

Ἡ τρύγησις d τῶν σταφυλῶν, τοὺς λίαν ἀνόμους αἰνίττεται, ἀφ’ ὧν τὸ ἐν τῇ χειρὶ Κυρίου ποτήριον μεθύσκεται e, τουτέστι, πληροῦται. οὐ πρὸς εὐφρόσυνον δὲ μέθην, ἣν ὁ τῶν ἀγαθῶν ταμίας ἐθίμως ἐπιδίδωσι, ἀλλὰ πρὸς τιμωρίαν· διὸ καὶ πίεσθαι φησὶ πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς. διὸ καὶ εἴρηται, “ καὶ τὸ ποτήριόν σου “ μεθύσκον με θήσει κράτιστον, οὐ πρὸς εὐφρόσυνον οὖν μέθη ἡ πλήρωσις. καὶ ὅτι τοῦτο ἡ ὀπτασία διαζωγραφεῖν βούλεται, δῆλον ἐξ οὗ οὔτε ὁ Κύριος αὐτὸς ἀξιοῖ τὴν συλλογὴν ποιήσασθαι, ὡς περὶ τῶν πρώτων, οὔτε τὸ μὲν εἰς τὰς ἀποθήκας, τὸ δὲ εἰς τὸ ἀτελεύτητον παραπέμπει πῦρ· ἀλλά τις τῶν Ἀγγέλων ὃς καὶ διὰ τὸ ὑπερβάλλον τῆς ἀσελγείας αὐτῶν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ Θεοῦ εὐθέως ἐμβάλλει, μηδὲ ἀπολογίας ἀξιῶν μηδὲ ἐρωτήσεως. f τῷ καταγόμῳ τῶν αὐτῶν ἀνομιῶν, εἰς τοῦτο τὴν τιμωρητικὴν τοῦ ἀγαθοῦ ἐπίδοσιν ἐμπαρέσχον.

Καὶ ἐξέβαλεν ὁ Ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν.

Εἰς τὴν γῆν τὸ δρέπανον βάλλεται τὸ ὑπὸ τοῦ Ἀγγέλου φερό- [*](c Hoc Sch. deest Edd. d τρύγη B. e ἐκμηεύσκεται B. f Ηæc om.)

401
μενον, τουτέστι, τὸ τιμωρητικὸν θέρος ἐκείνων ποιῆσαι τῶν περὶ γῆν ἰλυσπωμένων, ὅσα καὶ χοῖροι τὰ βορβορώδη ῥοφῶντες ἔργα. g Ὥσπερ ἐν τοῖς Εὐαγγελίοις ὁ δίκαιος κριτὴς, οὓς τὸ πρὸς τοὺς πένητας ἀκοινώνητον εἰς πῦρ ἀπεπέμψατο τὸ διαιωνίζον τῇ δικαίου κριτοῦ ἀποφάσει.

Καὶ ἐτρύγησε τὴν ἄμπελον τῆς γῆς.

h Ἐμφαντικώτερον τὴν ἄμπελον, ἥτις ἡ προσθήκη τῆς γῆς παριστᾷ, καὶ ὅτι ἀπεναντίας αὕτη ἡ ἄμπελος τῆς ἀπ’ Αἰγύπτου παρὰ τῷ θεοπάτορι μετεωρουμένης i. k καὶ τῆς ἀληθινῆς ἀμπέλου ἣν ἑαυτὸν εἶναι ὁ Σωτὴρ ἡμῶν Ἰησοῦς οὐκ ἀπηξίωσε καλέσαι, κλήματα τοὺς Ἀποστολοὺς ἔχουσαν. ἀπεναντίας δὲ πῶς; ὅτι ὥσπερ ἡ ἀπ’ Αἰγύπτου μεταρθεῖσα τῇ τῶν κλημάτων αὐτῆς ἐκτάσει γῆν ἅπασαν ἐπέσχεν καὶ θάλασσαν, καὶ τῇ σκιᾷ αὐτῆς τὰ ὄρη ἐκάλυψε, τουτέστι τὰ πρὸ αὐτῆς θεοσεβείας ὕψει τῶν χαμαιζήλων ἐθνῶν ἐνῳκισμένα, φημὶ δὲ τοὺς ἀπὸ Ἐνὼς ἕλκοντας τὴν κατὰ σάρκα Φατρίαν ἣ καὶ μέχρι διεσώθη τοῦ ἐπὶ τοῦ κατακλυσμοῦ Νῶε· καὶ ἀπὸ τούτου πάλιν μέχρι Φαλὲκ διαρκέσασαν· οὐκ ἔστιν ὅσον εὑρεῖν ὑπερεχούσης τῆς ἀπ’ Αἰγύπτου διὰ Μωϋσέως καὶ Ἀβραμιαίας γενεᾶς ἐξελκυσθείσης καὶ πρὸς θεοσέβειαν ὑπ’ αὐτοῦ κατηρτισμένης· ἣς ἀμπέλου, ὡς ἔφθημεν εἰπόντες, ἀπεναντίας τὴν κεχωρηκυίαν l ἄμπελον τῇ δυσσεβείᾳ τοὺς πρὸ αὐτῆς ἅπαντας καλύψασαν ἀσελγεῖς, ἅτε καὶ ὑπ’ αὐτοῦ τοῦ υἱοῦ τῆς ἀπωλείας Ἀντιχρίστου ἐκβακχευθέντας, ἀφειδῶς τρυγῆσαι κελεύεται ὁ Ἄγγελος. καὶ ἀποτόμως ἡ ἐπιχείρησις ὑπῆρξε.

Η ἀπὸ τῆς ληνοῦ ἔκροια εἰς αἷμα ἐλέχθη· κατὰ μὲν τὸ πρόχειρον οὕτως τοῦ ἀπὸ τῆς σταφυλῆς ἐκθλιβομένου ὑγροῦ καλουμένου, ὡς ἐπὶ τοῦ “ αἷμα σταφυλῆς ἔπινον οἶνον·” κατὰ δὲ τὸ μετὰ συνέσεως καλυπτόμενον, αἷμα καὶ ὁ φόνος εἴρηται, ὡς τὸ “ φωνὴ “ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ·’’ εἴρηται δὲ καὶ τιμωρία, ὡς ἐν τῷ “ οὐκ ἐπιστήσεις ἐφ’ αἵματι τοῦ πλησίον.”

[*](g His carent Edd. h Hoc Sch. initium abest Edd. usque ad ἀπεναν. i θεοπάτωρι μεταιρομένης B. k Qux seq. desunt Edd. l κεχαρηκυίαν Edd.)
402

Καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ Θεοῦ.

Ἀνθρωπινώτερον προβαίνει τῷ λόγῳ, τὸ ὑπερβάλλον πρὸς ἀσέλγειαν τῶν κατ’ ἐκεῖνο καιροῦ παραστῆσαι βουλόμενος. ἐπεὶ, τίς ἡ πίστις τὴν μακαρίαν καὶ ἀναλλοίωτον φύσιν πάθεσιν ἁλίσκεσθαι παραχωροῦσα m; τὸ n δὲ ἔξω τῆς πόλεως ο πατηθῆναι τοὺς βότρυας, πόλιν, τῶν κατὰ τὸν ἐνεστῶτα βίον ἐμπορικὸν πολίτευμα καλεῖ. ἐν ᾧ οὐδ’ ἔστιν ἐρεῖν ὅση διάθεσις τῶν ὠνίων καλῶν, ἀνταμειβομένων κακῶν καὶ κακῶν ἀγαθῶν. καὶ ἐπειδὴ μετὰ τὴν συντέλειαν τούτου, ἡ τῷ ὄντι ἀμοιβὴ τῶν πεπραγματευμένων ἀνθρώποις, εἰκότι λόγῳ ἔξω τῆς πόλεως εἴρηκε. ἐκ δὲ τοῦ λέγειν ὅτι ἐκ τῆς ληνοῦ αἷμα p τῇ συμπατήσει τῶν βοτρύων ἀπορρεῖ, βότρυας, τοὺς ἁμαρτωλοὺς περιλείπεται νοεῖν. διὸ καὶ τὸ αἷμα, εἰς τὰς πονηρὰς αὐτῶν πράξεις τροπολογεῖ q, τῆς δικαίας ἐπ’ αὐταῖς ἐκδικίας σαφοῦς ἅπασι γινομένης. καὶ οὕτω δικαία ὡς μηδὲ τοῖς ἄνωθεν εἰς ἐποψίαν ταχθεῖσιν Ἀγγέλοις r ὑπακοῦσαι, κωλύουσιν ὡς τισὶ χαλινοῖς ταῖς ἑαυτῶν συνεργίαις τοὺς ἀνθρώποι·ς ἀπὸ τῶν θεομισῶν πράξεων. οἱ καὶ τοσοῦτον ἐξῴστρησαν ὡς μὴ μόνον τὰς φυσικὰς ἐπ’ ἀγαθῶν κτήσει παρεσχημένας ὑπὸ τοῦ πλάστου ἐννοίας ἀτιμάσαι, ἀλλά γε δὴ καὶ τὰς ἀπὸ τῶν θείων Ἀγγέλων, οὓς ἵππους ἐθίμως καλεῖν φησιν, ὡς Ἀμβακοὺμ ὁ προφήτης· “ ἐπέβης Φάσκων “ ἐπὶ τοὺς ἵππους σου.” τοιγαροῦν καὶ πρὸς τοὺς θείους συνεργοὺς τοῦ δυσηνίου ἐπδεδειγμένου s, ἐκ πολλοῦ νῦν τοῦ περιόντος πρόφαντος ἅπασιν ἡ τούτων ἐξ ἀπειθείας μάστιξ καθίσταται. t καὶ ὅτι ἡ τῶν ἁγίων Ἀγγέλων ἐποψία οὐκ ἄρτι ἀλλ’ ἐξαρχῆς κτίσεως κόσμου, ὡς καὶ Μωυσῆς “ ἕστησε” Φάσκων, “ ὅρια ἐθνῶν, “ κατὰ ἀριθμὸν Ἀγγέλων ἐμπεδοῖ. διὰ τοῦτο νῦν ὁ χαλινὸς τῶν ἵππων ἄπο σταδίων ἴαχ’ γινώσκεται. του σταδίου οὐ διαστήματος νοουμένου, ἀλλ’ ἐποχῆς· ἥτις ἐποχὴ τῷ χ΄ ἔτει τῆς ζωῆς Νῶε διὰ κατακλυσμοῦ ἐγνωρίσθη· τὴν τελεωτάτην καθαρὰς ἁμαρτίαν ἣν ὡς τελεωτάτην ὁ ἐν ἀριθμοῖς τελεῖ δεκάδος ἑκατοστῆς συνηγμένος ὁ χιλιοστός. ἐλήφθη δὲ καὶ νῦν ὡς ἀπ’ ἐκείνης τῆς καθαιρέσεως [*](m παραχωρεῖν B. n τῷ Edd. o τῆς πόλεως ἔξω B p τὸ δὲ ἐκ τῆς ληνοῦ αἷμα ὃ B. q τροπολογεῖν ἐστι B. r ὡς ἃν ἀνθρώπους ἐπέχοιεν ὥς τισι χαλινοῖς σ. ἑαυτ. συνεργ. B. s τὸ δυσήνιον ἐπιδεδειγμένοι B. t Hæc absunt Edd. usque ad fin,)

403
δευτέρου κόσμου ἀρξαμένου· ὃς [διὰ πυρὸς] ἕξει τὴν καθαίρεσιν. ὕδατος ὁ πρῶτος κατὰ τὸ ὑπὸ τοὺς η * * θεωρημένον.

Περὶ τῶν ἑπτὰ Ἀγγέλων τῶν ἐπαγόντων τοῖς ἀνθρώποις τὰς πληγὰς πρὸ τῆς συντελείας. καὶ περὶ τῆς ὑαλίνης θαλάσσης, ἐν ᾗ τοὺς ἁγίους ἐθεάσατο.

1 Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν. Ἀγγέλους ἑπτὰ, ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ. καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρὶ, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου, καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ, καὶ ἐκ τοῦ χαράγματος αὐτοῦ, καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ, ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας τὰς κιθάρας τοῦ Θεοῦ, καὶ ᾄδουσι τὴν ᾠδὴν Μώσεως δούλου τοῦ Θεοῦ, καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου, λέγοντες· μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ. δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ἐθνῶν. τίς οὐ μὴ φοβηθῇ σε Κύριε, καὶ δοξάσει τὸ ὄνομά σου ; ὅτι μόνος ὅσιος· ὅτι πάντως τὰ ἔθνη ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.

Καὶ πῶς οὐ μέγα τὴν παγκόσμιον σημαῖνον καθαίρεσιν; πῶς δὲ οὐ θαυμαστὸν, Ἀγγέλοις ἰσαρίθμοις τὸν ἐξ ἑβδομάδος ἡμερῶν ἐναρξάμενον u συντελεῖσθαι κόσμον, καὶ εἰς τὸν αὐτὸν ἀριθμὸν ἀποτελευτᾷν, τοῖς τε τὸ καθαίρειν Ἀγγέλοις λαχοῦσι καὶ εἰς τὸ καθαίρειν ἔχουσι πληγάς ; ἑπτὰ δὲ αἱ πληγαί, θάλασσα ὑαλίνη x πῦρ, εἰκὼν τοῦ θηρίου y, καὶ τὸ θηρίον αὐτὸ, καὶ χάραγμα αὐτοῦ, καὶ ἀριθμὸς αὐτοῦ τοῦ ὀνόματος a, αὗται μὲν αἱ πληγαὶ, δι’ ὧν ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ. ἔσχαται δὲ, ὡς τοῖς νικῶσιν αὐτὰς [*](u ἐναρξαμένους B. x ὕαλοι Edd. y εἰκὼν, θήριον Edd. θηρίον αὐτὸ om. Edd. a ὀναμ. αὐτ. B.)

404
οὐκ ἔτι περιλειπομένου ἑτέρου ἀγῶνος. οἵ τε γὰρ τὸ ἀστάθμητον b τοῦ βίου τούτου, ὃ τοῖς πολλοῖς δι’ ἁλμυρίαν ξηραίνειν c οἶδε τὸ ἀναψῦχον, πᾶν νενικηκότες τῇ καρτερίᾳ, οἵτε λαμπρότησι καὶ ταῖς εὐδοξίαις τοῦ εὐθραύστου καὶ d κατὰ τὸ ὕαλον τοῦ e συντρίβεσθαι κεκληρωμένου κόσμου κατ’ οὐδὲν κεχειρωμένοι, οὐχ οἱ τοῦ πυρὸς τὴν καυστικὴν δύναμιν, ἀλλὰ τὴν φωτιστικὴν πεπορισμένοι, οὐχ οἱ τὴν εἰκόνα τοῦ θηρίου, ἢ τὸ θηρίον αὐτὸ, ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ καταπαλαῖσαι f δεδυστυχηκότες, ἀλλ’ ἀνδρικῶς νενικηκότες, οὗτοι τηνικάδε ἑστῶτες ἐπὶ τὴν ὑαλίνην θάλασσαν, σύμβολον ἐπιφερόμενοι τῆς ἑαυτῶν ἐν τῷ βίῳ g νεκρώσεως κατὰ τὸ ἀνενέργητον h τῶν ἐν αὐτῷ ἡδέων διαβιῶναι, ᾄδουσιν ὅσα εἰκὸς τοὺς νενικηκότας τῶν τοιούτων ἅδειν.

Ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας.

Τὸ ἑπτὰ, οὐκ ἐπ’ αὐτοῦ i τοῦ ἑβδοματικοῦ ἀριθμοῦ ἀκουστέον, ἀλλ’ ἐπὶ τοῦ πολλαπλασίου τέτακται· ὡς ὅταν λέγῃ “ ἀπόδος “ τοῖς γείτοσι ἡμῶν ἑπταπλασίονα,” ἀντὶ τοῦ πολλαπλασίονα· οὕτως οὖν καὶ νῦν τὰς πολλὰς οὖν κατὰ τῶν ἁμαρτωλῶν κολάσεις k ἠυτρεπισμένας παρείληπται l, δι’ ὧν ὁ θυμὸς τοῦ Θεοῦ πέρας λαμβάνει. αἵ τινες καὶ ἔσχαται ἐλέχθησαν. θυμὸν δὲ ἀκούων Θεοῦ, μὴ ὡς ἐμπαθοῦς ἄκουε τοῦ θείου, ἀλλ’ ὡς ἤδη εἴρηται, ὅτι ἀνθρωπίνως ἐχρήσατο τῷ λόγῳ· ἀλλ’ ἐπεὶ οὐκ εἶχεν ἄλλως m πὼς ὑποφῆναι n τὴν ὑπερβολὴν τῶν κατὰ ἀσέλγειαν τῶν ἁμαρτωλῶν ἔργων, ἅτε καὶ τὴν ἀπαθῆ φύσιν οἵων τε ὄντων κινεῖν, ἀνθρωπίνως ἐχρήσατο τῷ λόγῳ. ἡ ὑαλίνη δὲ θάλασσα, οὐκ ἃν ἄλλο σημαίνειν δοκοῖ, ἣ τὸ πολὺ μὲν, διὰ τοῦ θάλασσα, διὰ δὲ τοῦ ὑαλίνη, τὸ στιλπνὸν τε καὶ καθαρὸν τῶν τῆς ἐκεῖ μακαριότητος τοῦ βίου ἠξιωμένων. οδιὸ καὶ ἐκλάμψουσιν ὡς ὁ ἥλιος ταῖς ἀρεταῖς ἑαυτῶν· σύγκρατον δὲ πυρὶ τὴν τοιαύτην θάλασσαν, ἐπειδὴ κατὰ Παῦλον τὸν θεῖον αἱ ἐποικοδομαὶ τῶν ἐπὶ τὸν θεμέλιον ὃν αὐτὸς τέθεικεν * * διὰ πυρὸς ἀποίσονται τὸ δοκίμιον. αἱ μὲν ξυλώδεις καὶ χόρτῳ [*](b τὴν ἀσταθμήτου B. c ὃ ξήρ’. B. d εὐθράστου Cod. B. qui solus hæc habet. e τὸ B. f καταπ. αὐτοὺς B. g θνητῷ βίῳ h ἀνενεργήτως B. i οὐ τὸν αὐτὸν ἀριθμὸν σημαίνει B. k κολάσεις om. B. l αἰνίττεται Edd. m ἀλλ’ ἐπεὶ οὐκ εἶχεν ἄλλως om. B. n ἐμφῆναι βουλόμενος B. ο Hæc om.)

405
παραβαλλόμεναι καὶ καλάμῳ οἷαι αἱ τῶν ἁμαρτωλῶν πρὸς ἀφανισμὸν χωρῆσαι παντελῆ· αἱ δὲ χρυσῷ καὶ ἀργύρῳ καὶ λίθοις τιμίοις· αἱ τῷ χρυσῷ μὲν καὶ ἀργύρῳ ἀπεικασθεῖσαι πρὸς τῷ μονίμῳ καὶ στίλβοντι τὸ ἀξιέπαινον σχοῖεν καὶ ἀποδεκτὸν· αἱ δὲ πρὸς τιμαλφεῖς λίθους ἀπενεχθεῖσαι, οὐκ ἂν εἶεν ἄλλαι, ἢ αἱ κόπῳ μὲν καὶ ἱδρῶτι ἐξανυθεῖσαι θεοφιλῶς. τοῦ ἐπιδεκτικοῦ δὲ μὴ ἀστοχοῦσαι τὸ στίλβον ἀμαυρωθεῖσαι· εἰκὸς δὲ διὰ τοῦ πυρὸς καὶ τὴν θείαν καὶ τὴν τοῦ θείου Πνεύματος δόσιν σημαίνεσθαι. ἐν πυρὶ γὰρ ὤφθη Μωϋσεῖ, καὶ τοῖς Ἀποστόλοις ἐν εἴδει γλωσσῶν ἐπεφοίτησε πυρίνων.

Ἔχοντας τὰς κιθάρας τοῦ Θεοῦ, καὶ ἄδουσι τὴν ᾠδὴν Μωσέως.

Διὰ τοῦ εἰπεῖν p τὰς κιθάρας, τὴν τῶν ἐπὶ γῆς μελῶν αἰνίττεται q νέκρωσιν. Θεοῦ δὲ αὐτὰς εἶναι, καθότι οὐδεὶς τῶν σπουδαίων ἀνθρώπων τῆς θείας συμμαχίας χηρεύων r κατορθοῦται. s διὸ καὶ Δαβὶδ φησι, “ ἐκράτησας πρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ “ βουλῇ σου ὡδήγησάς με·” ἀλλὰ καὶ Παῦλος “ τὴν νέκρωσιν τοῦ “ Ἰησοῦ σώματι περιφέρειν” τοὺς πιστοὺς ἀσφαλιζόμενος, τί ἄν ἄλλο ἢ τὸ πρὸς ζῆλον τοῦ διδασκάλου τοὺς νεκροὺς ἑαυτοὺς τῇ ἁμαρτίᾳ κατηρτικότας οὕτως νομίζεσθαι τὸ εὐάρεστον αὐτῷ ἐκτελεῖν. ζηλῶν τινὰ τὰ πρὸς ἀρετὴν οὐχὶ καὶ συνεργὸν ἕξει τοῦ κατορθώματος· κἀκεῖνον ἐξευμενεῖ εὐάρεστον ἀνυποστόλως διαπραγματεύεται. τῆς τῶν μελῶν τοίνυν νεκρώσεως διὰ τῶν * * ῶν σημαινομένης ἀκολούθως καὶ ἡ ἐμμελὴς ὑπάρξει ζωὴ ἐν συμφωνίᾳ τῶν ἀρετῶν κρουομένη τῷ πλήκτρῳ τοῦ Πνεύματος· “ καὶ ᾄδουσι τὴν “ ᾠδὴν Μωϋσέως δούλου Κυρίου·’’ ἐκείνην πάντας εἰκός ἐστι νοῆσαι, ἣν ᾖσεν ἐπὶ t τῇ καταποντώσει Φαραὼ καὶ τῶν Αἰγυπτίων. ὡς γὰρ τῶ Μωϋσεῖ καὶ τοῖς μετ’ αὐτοῦ ἀπηλλάχθαι δουλείας τῶν Αἰγυπτίων ἡ καταπόντωσις παρέσχεν, οὕτω καὶ τοῖς νενικηκόσι τὸ θηρίον καὶ τὴν κατ’ αὐτὸ πραγματείαν τῶν μὲν πρὸ γόμου καὶ ἐν τῷ νόμῳ νικηφόρων ἡ ᾠδὴ, ὡς εἴρηται, ἐκ τῶν διὰ Μωϋσέως προστάγματι Θεοῦ ἐνηργημένων νοεῖται. ἡ δὲ τοῦ ἀρνίου ᾠδὴ τίς ἂν ἄλλη, εἰ μὴ ὑπ’ αὐτοῦ τοῦ χρηματίζοντος συντεθειμένη; ἣν καὶ [*](p διὰ τ. εἰπεῖν τ. κιθ. om. B. q αἰνίττεσθαι φαμεν. B. r χηρεῦον B. s ἐκείνη δὲ πάντως ἣν ᾖσε B. t ἐπὶ om. B.)

406
ᾄσουσιν οἱ ἀπὸ Χριστοῦ καὶ μετὰ Χριστὸν ὁσίως u πολιτευσάμενοι, τὴν ἀκατάπαυστον ἐν χάριτι x, τὸ μεγαλεῖον ἐξαγγέλλοντες τῷ ἀρνίῳ, ἤτοι τῷ Κυρίῳ Ἰησοῦ Χριστῷ, ᾠκονομημένης σωτηρίως ἡμῖν τῆς παντοκρατορικῆς δικαίας καὶ ἀληθινῆς ὁδηγίας. ἅπερ ὡς βασιλεὺς βάσις ὢν ἐλέους, πρὸς τὸ ἑαυτοῦ πλάσμα διὰ τῶν αὐτοῦ Ἀποστόλων εἰργάσατο. y καὶ εἴρηται τῷ Ἠσαΐᾳ, “ ἔσται ἡ “ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη “ ἐλπίσουσι.” τούτου χάριν καὶ ὁ χρηματισμὸς βασιλέα τε αὐτόν φησι τῶν ἐθνῶν, καὶ πάντα τὰ ἔθνη ἥξειν καὶ προσκυνήσειν ἐνώπιον αὐτοῦ.

Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ, καὶ ἐξῆλθον οἱ ἑπτὰ Ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγάς. οἳ ἦσαν ἐνδεδυμένοι λίνον καθαρὸν λαμπρὸν, καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς. καὶ ἓν ἐκ τῶν τεσσάρων ζώων ἔδωκε τοῖς ἑπτὰ Ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. καὶ ἐγεμίσθη ὁ ναὸς ἐκ τοῦ καπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ, καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν, ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ Ἀγγέλων.

Σκηνὴν ἐνταῦθα z, τὴν ἐν οὐρανοῖς a λέγει, ἧς καθ’ ὁμοίωσιν καὶ ὁ Μωϋσῆς b πῆξαι τὴν σκηνὴν τὴν κάτω προστάσσεται. “ ὅρα, φησὶ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ “ ὄρει.’’ ἐκ τούτου τοῦ ναοῦ ἀνοιχθέντος ἐξελεύσεσθαι τοὺς ζ΄ c Ἀγγέλους. d τέως μὲν γὰρ κατὰ τὸ πρὸς αὐτὸν ἐπὶ γῆς διατυπωθὲν ὑπὸ Μωϋσέως καὶ τὸ ἐν οὐρανοῖς ἀρχέτυπον σκῆνος ἀδύτου τρόπῳ πάντοθεν κατησφαλισμένον ἀπρόσοδον ἐχρημάτιζεν· ἐπεὶ δὲ καιρὸς καὶ τὰ τέως ἀθέατα ὁραθῆναι, καὶ πᾶσιν ἐντεθῆναι γνῶσιν ὅτι Κύριος **ματα ποιῶν ἐν τοῖς ἑκάστου τῶν χειρῶν [*](u αἰσίως Edd. x εὐχαριστίαν B. y Quse seq. om. Edd. z ἐντ’. φησιν B a ἐν οὐρ. τοῦ μαρτυρίου B. b τῷ Μωυσεῖ πῆξαι τὴν λάτω ὁ Θεὸς ἐχρημάτισεν B. c ζ΄ om. Edd. d Quæ seq. usque τίμιοι om. Edd.)

407
ἔργοις ἀκολουθεῖ καὶ ἡ πρὸς ἀξίαν σύλληψις. ἐξωρμημένοι ἐκ τῶν οὐρανίων ἀδύτων ὡς ἐκ βαλβῖδος οἱ τιμωροὶ. e πρὸ γὰρ τῆς τοῦ Χριστοῦ συγκαταβατικῆς πρὸς ἡμᾶς αὐτοῦ παρουσίας, ἡ γνῶσις τῶν προκειμένων ἀσυμφανὴς καὶ ἀνεπινόητος ἀνθρώποις. διὸ καὶ πρὸς ἐναργεστέραν τούτων πίστιν, ἐν τῷ τοῦ Κυρίου πάθει καὶ τὸ τοῦ ἐπὶ γῆς ναοῦ καταπέτασμα διαρρήγνυται ἄνωθεν ἕως κάτω, οἱονεὶ τὰ ἀπὸ καταβολῆς κόσμου κρυφιότητι συνεπτυγμένα θεῖα μυστήρια, τὸ ἀπὸ τοῦδε ἐκφανῆ πᾶσιν καὶ ἐνώπια κατέστη, οὐχ ἑνὶ ἔθνει θησαυριζόμενα, ἀλλὰ πᾶσιν ἔθνεσιν ἐκπομπευόμενα. μαρτυρίου δὲ σκηνὴ οὐ τῷ τυχόντι εἴρηται, ἀλλ’ ὅτι ἐκεῖθεν ὁ χρηματίζων Θεὸς τοῖς κατὰ νόμον ἱερεῦσι διεστέλλετο τὰ ποιητέα καὶ μὴ, μετὰ ἀκριβοῦς καὶ ἀνυποστόλου παραγγελίας, οὐκ ἀπὸ τοῦ νομικοῦ μαρτυρίου, ἀλλὰ τοῦ ἀρχετύπου καὶ ἀνθρωπείου.

f Καὶ ἐξῆλθον οἱ ἑπτὰ Ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγάς.

“ Ἑπτὰ” ἀντὶ τοῦ πολλαὶ παρελήφθησαν· πολλὰ γὰρ κατὰ τὸν τῆς συντελείας καιρὸν, ὡς ὁ Κύριος ἐν Εὐαγγελίοις εἴρηκεν, γενήσεται δεινὰ λιμῶν καὶ λοιμῶν καὶ σεισμῶν, καἰ τὰ πρὸς τούτοις ἀκόλουθα.

Οἳ ἦσαν ἐνδεδυμένοι λίνον καθαρόν.

g Ἐνδεδυμένοι λίνον καινὸν ἢ λίθον, καὶ γὰρ καὶ τοῦτον τινὰ τῶν ἀντιγράφων ἔχουσι. λίνον μὲν, διὰ τὸ μηδὲν ζωώδους ἐπάφεσθαι προσπαθείας, ἃ τὸ λαμπρὸν τῆς ζωῆς πέφυκεν ἀμαυροῦν. h λίθον δὲ, δεῖγμα τῆς καθαρᾶς αὐτῶν καὶ φωτεινῆς καὶ πρὸς τὸ καλὸν αὐτῶν πλαγίως ἐχούσης φύσεως· καθὼς καὶ ὁ Χριστὸς παρὰ τῷ Ἀμὼς Ἡσαΐᾳ, “ λίθος ἐμβεβλῆσθαι εἴρηται τῷ θεμελίῳ “ Σιών·” καὶ παρὰ τῷ Δαβὶδ, “ ὁ αὐτὸς οὗτος εἰς κεφαλὴν “ γωνίας ὑπάρξαι· κἂν ὑπὸ τῶν οἰκοδομούντων ἀποδεδοκίμασται·” ἐπεὶ καὶ θεμέλιος τῆς εὐσεβοῦς πίστεως ὁ Χριστὸς, καὶ συνεκτικὸς καὶ συναρμολογῶν τοὺς δύο λαοὺς τῶν ἐξ Ἰουδαίων καὶ ἐξ ἐθνῶν εἰς ἑνὸς Θεοῦ ζῶντος κατοικίας συμπλήρωσιν. τῇ οὖν πρὸς τοῦτον τὸν λίθον ἐγγύτητι καὶ τῶν ἀρετῶν τῇ λαμπρότητι [*](e Quae seq. om. B. usque ad fin. Schol. f Hoc Sch. deest Edd. g Sic Edd. λίνῳ φησὶν ἐνδεδύσθαι τοὺς ἁγίους διὰ τὸ μηδὲν ζωῶδες ἐπάγεσθαι. h Quæ seq. usque ad λαμπροῖς om.)

408
εἰκότως ὤφθησαν καὶ οἱ διακονοῦντες λίθοις περιεσταλμένοι λαμπροῖς. οἱ δὲ αὐτοὶ οὗτοι καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς τὸ ἐπιθυμητικὸν τοῦ σώματος μέρος, περὶ ὃ ἡ τοῦ ἐπιθυμητικοῦ κατάρχουσα καρδία κατῴκισται, οὐκ ἄνετον τοῦτο δηλαδὴ ἔχοντες τὸ μέρος καὶ μηδενὶ σωφροσύνης περισφιγγόμενον ζωστῆρι, ἀλλὰ σεμνῷ μάλα καὶ τιμίῳ ἀναστελλόμενον σφιγκτῆρι. τοιοῦτο γὰρ καὶ ὁ χρυσὸς, τῶν κατὰ γῆν ὑλῶν τὸ περισπούδαστον τε καὶ τιμαλφέστερον ἀνθρώποις.

i Καὶ ἓν ἐκ τῶν τεσσάρων ζώων.

Τὸ ἐκ τῶν τεσσάρων ζώων ἑνὸς ὧν ἔμπροσθεν πολὺς ὁ λόγος λαβεῖν τοὺς ζ΄ Ἀγγέλους τὰς χρυσᾶς φιάλας. τοῦτο καὶ ἐν τῷ Ἰεζεκιὴλ φησι δηλοῦται, τὸ ἐκ τῶν πρώτων ἀεὶ εἰς τὰ δεύτερα γνῶσιν τῶν πρακτέων ἀφικνεῖσθαι· καὶ παρὰ τῷ θείῳ Διονυσίῳ ἐστιν εὑρεῖν.

Ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ.

Καλῶς εἴρηκε χρυσᾶς φιάλας, τῆς τοῦ Θεοῦ ὀργῆς ἐμπεπλῆσθαι. τιμία γὰρ ἡ ὀργὴ] τὸ ἀγαθὸν καὶ συμφέρον ἐν αὐτῇ φέρουσα μᾶλλον ἢ τὸ δίκαιον, κἂν ἀνιῶνται οἱ κολαζόμενοι. k ὁ δὲ τοῦ Θεοῦ θυμὸς οὐκ ἐμπαθὴς, ὥσπερ πολλαχῶς ἡμῖν εἴρηται, δίκαιος δὲ, ὅτι καὶ ἀπαθὴς ὁ ἀφ’ οὑ. ὅθεν καὶ ζῶν εἴρηται πρὸς ἀντιδιαστολὴν τῶν παρὰ τοῖς ἔθνεσι νεκρῶν καὶ ἐμπαθῶν θεῶν. Καὶ ἐγεμίσθη ὁ ναὸς ἐκ τοῦ καπνοῦ.

Ὁ καπνὸς θείας ὀργῆς δεῖγμα, καθὸ καὶ τὸ, “ ἀνέβη καπνὸς “ ἐν ὀργῇ αὐτοῦ, εἴρηται. κἂν γὰρ μὴ καπνοῦ μνεία καὶ ἐνταῦθα, ἀλλὰ καὶ συνεκδοχικῷ τρόπῳ καὶ ὁ καπνὸς παρείληπται· οὔτε γὰρ καπνὸς l ἄνευ πυρὸς ὑφίσταται, οὔτε πῦρ m καπνοῦ δίχα. ἐντεῦθεν παρὰ τῷ Ἡσαΐᾳ ὁ παρὰ τῆς κραυγῆς τῶν Σεραφεὶμ καπνὸς τὸν οἶκον ἐμπλήσας ὀργῆς ἐστιν **σις τῆς κατὰ Ἱερουσαλὴμ τῶν πυρίνων δορυφόρων ἐκθυμιώμενος, τῷ τοῦ ἐπόχου ζήλῳ φλεγόμενος. ὑπ’ αὐτὸ δὲ ἐκ τῆς δόξης Θεοῦ καὶ τῆς δυνάμεως [*](i Hoc. Sch. carent Edd. j ὀργὴ τοῦ Θεοῦ B. k Hæc B. ὅπερ δὴ πολλαχοῦ ὑπεμνήσαμεν ἀποπαθῶς εἴρηται καὶ νῦν τῆς ἀλήπτου φύσεως πάθεσιν. ὅτι μήδ’ ἄλλως ἦν παραστῆσαι τὸ πρὸ * * l ὡς οὔτε καπνοῦ B. et mox ὑφισταμένου. m οὐ πυρὸς ἄνευ καπνοῦ B.)

409
γενέσθαι τὸν καπνὸν περίφρασιν ἔχει τινα. οὐ γὰρ διαστολὴ Θεοῦ καὶ τῆς δυνάμεως αὐτοῦ, αὐτοδύναμις γὰρ καὶ αὐτοδόξα ὁ Θεός.

Καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναόν.

Ἢ κατὰ τὸ γεγραμμένον αὐτὸ νοητέον, ἱν ᾐ, ἐκτελούμενος οὐδεὶς ἐν ὑποστήματι Κυρίου. εἰ γὰρ τοῦτο, σχολῇ γ᾿ ἃν ὑπενεγκοίη τὴν τούτου ὀργήν. ἣ τὸ μηδαμῶς τοὺς ἁγίους τῆς ἄνω Ἰερουσαλὴμ τυχεῖν λήξεως, καὶ τῆς ἐν τῷ ἐκεῖσε ναῷ ἱερουργίας, πρὶν ἢ τυχεῖν τοὺς ἀξίους τὰ διὰ μαρτυρίας ἐπίχειρα. τὰς δὲ ἑπτὰ πληγὰς ὁ τοῖς ἐπὶ συντελείᾳ τοῦ κόσμου εὑρισκομένοις προσαρμόττων, οὐκ ἃν ἁμάρτῃ n τοῦ πρέποντος. o φιλάνθρωπος γὰρ ὢν ὁ Θεὸς ὁλοκλήρου τιμωρίας μετριάζων τὴν κάκωσιν, κἀντεῦθεν τοῖς ἀξίοις ἐπαχθῆναι συγχωρήσει, διάτε Ἐνὼχ καὶ Ἠλιοῦ προφητῶν τὰς τιμωρητικὰς πληγάς. τῷ μὴ ἐξ ὁλοκλήρου, ὡς ἔφθημεν εἰρηκότες τοῖς ἀτελευτήτοις τοῦ μέλλοντος αἰῶνος διαστήμασιν ὑπέχειν τὴν βάσανον. ὅπερ οὐ τῆς ἀνυπερβλήτου περὶ ἡμᾶς φιλανθρωπίας Θεοῦ, τίς λογισμὸς Κυρίου ἀρνηθείη; “ἐπεὶ, “καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, χείλη ἀνύμνησε.

Ὅπως τῆς πρώτης φιάλης ἐκχυθείσης, ἕλκος κατὰ τῶν ἀποστατῶν γίνεται.

Καὶ ἤκουσα μεγάλης φωνῆς λεγούσης τοῖς ἑπτὰ Ἀγγέλοις, ὑπάγετε καὶ ἐκχέατε τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ Θεοῦ εἰς τὴν γῆν. καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς προσκυνοῦντας τῆ εἰκόνι αὐτοῦ.

Μεγάλη φωνὴ Ρ, οὐ τῇ ἀπηχήσει. (τίς γὰρ καὶ αἴσθησις τοῖς οὐδὲν αἰσθητοῦ προσδεομένοις;) ἀλλὰ μεγάλης q τῇ ἀνυποίστῳ [*](n ἁμάρτοι B. ο Quae seq. om. Edd. P φωνὴ om. B. q μεγάλοις Edd.)

410
σχεδὸν ταλαιπωρίᾳ r τῶν τιμωρουμένων. τὸ δὲ τὴν φωνὴν λέγειν, ἀντὶ τοῦ σημαίνειν εἴρηται s.

Ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν.

Φιάλην ἐνταῦθα καθάπερ ποτήριον, τὴν κολαστικὴν ἐνέργειαν ἐκληπτέον, ἧς ἐκχεθείσης, ἕλκος φησὶ πονηρὸν συμβῆναι· ἕλκος, τὴν ἐν καρδίᾳ σφύζουσαν ὀδύνην ἀλληγορῶν. ἐπὶ τὴν γῆν δὲ χεθηναι, “γην, τοὺς τῆ ματαιότητι τῶν γηίνων περισπωμένους ἀποκαλῶν. διὸ καὶ ἐπιφέρει πρὸς σαφήνειαν, τὸ, ἐπὶ τοὺς πονηροὺς ἀνθρώπους. πονηροὶ δὲ τίνες ἃν εἶεν, ἢ οἱ τὸ χάραγμα ἐπιφερόμενοι τοῦ θηρίου, ἐκ τοῦ ἀποστῆναι μὲν ἀπὸ Θεοῦ ζῶντος, τῷ Ἀντιχρίστῳ δὲ προσρυῆναι; t κ᾿ ἂν εἰ μηδεμιᾶς τυγχάνοιεν τοῦ θεοποιηθέντος αὐτοῖς σωτηρίας. χάραγμα δὲ, ὡς ἔφθημεν παραθέμενοι, τὸ γνώρισμα λέγει· ὥσπερ καὶ ἐπὶ χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ καλούμενα νομίσματα εἰς γνῶσιν τῶν ὠ * * * εἰσὶ βασιλέων τὰ ἐκτυπώματα τούτων ἐνσεσήμανται. εἰκόνα δὲ τοῦ θηρίου, τὸν Ἀντίχριστον λέγει, τουτέστι, τοῦ διαβόλου. ἐκ παραζηλώσεως εἰ καὶ ἀπατηλῆς τοῦ Κυρίου Ἰησοῦ πᾶν τὸ πλήρωμα τῆς θεότητος οὐσιωδῶς κατοικεῖ· τοῦτο γὰρ βούλεται δηλοῦν τὸ “σωματικῶς,” καθὸ καὶ τὸ διάφορον ἔσχε τῶν αὐτοῦ προφητῶν ἢ πνευματοφόρων ἀνδρῶν, οἷς κατ’ ἔμπνευσιν θείαν ἢ ἔλλαμψιν τὸ θεοφορεῖν περιγέγονεν. οὕτω καὶ τῷ Ἀντιχριστῷ πᾶν τὸ πλήρωμα τῆς Σατανικῆς οὐσιώσεως προσγεννήσεται, πλέον μάντεων καὶ προδεικτῶν καὶ τῆς τοιαύτης ἀπατηλῆς συμμορίας. ἑλκοῦσθαι δὲ τὸν καιρὸν τῆς συντελείας τοὺς ἐφ’ οὓς ἡ φιάλη ἐκχεθείη καὶ σωματικαῖς μάστιξιν, ἃς καὶ αὐτὸς ὁ * * Χριστὸς πρὸ τῆς συντελείας συμβῆναι τοῖς Ἀποστόλοις αὐτοῦ προηγόρευσε· δι’ ὧν φησι, “μελλήσετε ἀκούειν πολέμους “ ἀκοὰς πολέμων’’ καὶ τὰ ἑξῆς τούτων· ὧν μετ’ ὀλίγον καὶ ταῦτα ἐπιφέρει, “ ἔσται τότε θλίψις μεγάλη, οἷα οὐ γέγονεν ἀπ’ ἀρχῆς “ κόσμου ἕως τοῦ νῦν, οὐ δὲ μὴ γέννηται.’’ πρὸς γὰρ τῷ * * κλόνῳ ὑποσμύχοντι u τοὺς ἀνθρώπους διὰ τῆς ἀκοῆς, ἔτι καὶ σωματικαὶ ὀδύναι ταλαιπωρεῖν * * ονται τοὺς πονηρούς.

[*](r τῆς ταλαιπωρίας B. s σημαίνειν εἴληπται εἴρηται ἤδη. B. t Quæ seq. om. Edd. u ὑποσμοίχοντι Cod.)
411

Πληγὴ δευτέρα κατὰ τῶν ἐν θαλάσσῃ ἐπιτιμωμένων.

Καὶ ὁ δεύτερος Ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν, καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζῶσα ἀπέθανεν ἐν τῆ θαλάσσῃ.

Θάλασσαν, εἴτε τὸ ἄστατόν τις x τοῦ παρόντος αἰῶνος ἐκδέχεσθαι βούλεται, καθ’ ὃν y τὸ τηνικαῦτα ἔθνους ἐπ’ ἔθνος πολεμίως ἐγειρομένου καὶ ναυμαχιῶν συγροτουμένων καὶ πεζομαχιῶν θαλάσσᾳ καὶ γῇ, τῶν ἀποκτεινυμένων καὶ ποταμοὶ φοινίσσονται αἵματι, οὐδὲν ἀπεικὸς εἴτε καὶ θείᾳ δυνάμει πρὸς ἔλεγχον τῶν ἀπατωμένων τῆς εὐκολίας ὑπὸ τῶν ἁγίων προφητῶν Ἐνὼχ Ἡλία μεταβολὴ γένοιτο ὑδάτων εἰς αἷμα, καὶ ἐν Αἰγύπτῳ ὑπὸ Μωüσέως ὁ ποταμός· ὃ καὶ μᾶλλον τυχεῖν z ἡ ἐπιφορὰ τοῦ ῥητοῦ δίδωσιν, αἷμα φάσκοντος, οὐχὶ νεκροῦ, ἀλλ’ “ὡς νεκροῦ,’’ τοῦ “ὡς” μορίου οὐκ ἐνέργειαν, ἀλλ’ ὁμοιότητα ὡς ἐπίπαν παριστῶντος, οὐκ ἀποτυχόντως ἃν εἴη τοῦ σκοποῦ. “ νεκροῦ’’ δὲ τοῦ ἐσφαγμένου.

Εἴ τις τὴν ἀνάπτυξιν αἰσθητὴν ἐκλήψεσθαι οἴοιτο, οὐδὲν διοιστέον. ταῦτα δὲ συμβαίνειν μέλλεσθαι εἰς ἔνδειξιν τοῦ * * ἃν καὶ οἱ βέβαιοι τὴν πίστιν ταῖς παραδοξοσημείαις νεῖ καὶ ἀστήρικτοι φοβηθεῖεν τὴν κτίσιν ἀντιτασ[σο]μένην τῇ παρουσίᾳ τοῦ Ἀντιχρίστου ὁρῶντες. τοὺς πολέμους δὲ καὶ σφαγὰς διὰ τούτων εἰκὸς σημαίνεσθαι, τοῦ Γὼγ φημὶ καὶ Μαγώγ, καταλλήλων κινουμένων ἐν τοῖς τέτρασι μέρεσι τῆς γῆς, κατὰ βασιλέων βασιλεῖς καὶ ἐθνῶν ἐπὶ ἔθνη, ἀφ’ ὧν καὶ αἱ ναυμαχίαι καὶ αἱ πεζομαχίαι τῷ λύθρῳ τῶν αἱμάτων ἐπίσχωσι.

a Πᾶσα ψυχὴ ζῶσα.

“Ψυχὴ,” ἡ τῷ ψυχικῷ βίῳ συγκροτουμένη, ἥτις καὶ ἀνεπίδεκτος τῶν τοῦ Πνεύματος τοῦ Θεοῦ διατελοῦσα, ἐπιμωρίας τραχηλιάζεται, ὡς καὶ τῷ θείῳ Παύλῳ δοκεῖ, τῷ θεοπειθεῖ **ρ οὐ θάνατος ὁ παρὼν, ἀλλὰ ζωὴ πρὸς ἀνεπίμοχθον παραπέμπων καὶ ἀταλαίπωρον ζωήν.

[*](x ἀστάθμητον τοῦ Edd. y ἓν Edd. z στοιχεῖν B. a Hoc Sch. carent Edd.)
412

Οπως διὰ τῆς τρίτης, οἱ ποταμοὶ εἰς αἷμα μετακιρνῶνται.

Καὶ ὁ τρίτος ἐξέχεε φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ εἰς τὰς πηγὰς τῶν ὑδάτων, καὶ ἐγένετο αἷμα. καὶ ἤκουσα τοῦ Ἀγγέλου τῶν ὑδάτων λέγοντος, Δίκαιος εἶ ὁ ὣν καὶ ὁ ἦν ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας, ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς ἔδωκας πιιεῖν· ἄξιοι γάρ εἰσιν. καὶ ἤκουσα ἄλλου ἐκ τοῦ θυσιαστηρίου λέγοντος, Ναὶ Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.

b Κᾀντεῦθεν δείκνυται τοῖς στοιχείοις ἐπιτετάχθαι Ἀγγέλους. ὠν ἕνα τὸν ἐπὶ τῶν ὑδάτων ὑμνεῖν φησὶ τὸν Θεὸν, ἐπὶ τῆ κατ ἀξίαν καταδίκῃ τῶν παραβεβηκότων, οἳ τὰς χεῖρας τοῖς αἵμασιν ἐμόλυναν τῶν ἁγίων. καὶ πρὶν μὲν, μάλιστα δὲ τὸ τηνικαῦτα ἐν τῷ τοῦ Ἀντιχρίστου καιρῷ, ἀνθ’ ὧν τῇ τῶν αἱμάτων διαφόρῳ δίψῃ τοὺς τολμῶντας ἐκάλεσε. διαφθαρέντων γὰρ ποταμῶν καὶ συστημάτων τῶν πηγαίων, ποθὲν ἃν ἄλλοθεν τὴν δίψαν ἀκέσαιντο;

Καὶ ἤκουσα τοῦ Ἀγγέλου τῶν ὑδάτων.

Οὐ μόνον ἔφοροι τῶν ἐθνῶν κατὰ τὸν νομοθέτην Μωüσῆν αἱ θεῖαι δυνάμεις, ἀλλὰ καὶ τῶν κοσμικῶν στοιχείων, ὥσπερ ἡμῖν διὰ τῶν παρόντων ἡ θεόθεν αὕτη Ἀποκάλυψις εἰσηγεῖται. ἀπὸ τῶν αὐτῶν νοερῶν καὶ θείων πνευμάτων εἶναι μανθάνομεν ἐφόρους. παντοδύναμος γὰρ ὣν ὁ Θεὸς καὶ προνοῶν τῶν αὐτοῦ κτισμάτων ἀνενδεῶς, οὐ γὰρ τὸ θελῆσαι μόνον ἔργον ἐστὶ παριστάμενον, καὶ οὑ τῇ ὁρμῇ του βουλήματος οὐσιώθη τὸ πᾶν, πῶς ἃν ὁ τοιοῦτος δεηθείη τοῦ συνεργοῦ, καὶ προστὰς εὐεργεσίας συλληψομένου; ἀλλ’ ἐπειδὴ ὁ ἕτερον εὐεργετῶν ἀνενδέης ἦ, οὐ τοσοῦτον ἐκεῖνον ὅσον ἑαυτὸν ὠφελεῖ. ἔταξεν ὁ Θεὸς τῆς νοερᾶς αὐτοῦ διακοσμήσεως ὑπουργούς· ἀνενδεεῖς μὲν καὶ αὐτοὺς, ἅτε τὸ εἶναι καὶ αὐτοὺς τῷ πρὸς τὸ θεῖον ἐγγύτητι τὸ ἀνενδεὲς καταπλουτοῦντας, τῶν ἐπιγείων ἐνδείᾳ πιεζομένων ἀγαθωσύνης προνοητάς. ὃ καὶ [*](b Hoc Sch. deest Cod. B. c Quæ seq. om.)

413
Δανιὴλ ἐκδιδάσκει, τὸν Μιχαὴλ εἰσάγων τὸν Ἀρχάγγελον ἔφορον τοῦ Ἰουδαίων φύλου. ὥσπερ καὶ νῦν ἡ Ἀποκάλυψις **οτη τὸν ἐπὶ τῶν ὑδάτων Ἄγγελον τεταγμένον. ἐκ δ΄ γὰρ στοιχείων τῆς ἐπιγείου κτίσεως ἐμπεπηγυίας, ἀέρος, πυρὸς, γῆς τε καὶ ὕδατος· τὰ γὰρ οὐράνιά τινες εἰς πέμπτην φύσιν σώματος ἔταξαν διὰ τὴν κυκλοφορίαν· ἀὴρ γὰρ καὶ πῦρ καὶ ὕδωρ, τὴν κατ’ εὐθυωρίαν εἴληχε κίνησιν. τὰ μὲν οὑν τρία τῶν στοιχείων πῦρ καὶ γῆ καὶ ἀὴρ ἄφθονα, ἀὴρ εἰς ἀναπνόην, πῦρ εἰς θάλψιν, γῆ πρὸς τροφὴν ἅτε μητὴρ, καὶ πρὸς ταφήν· καὶ ἐπειδὴ καὶ ταῦτα, εἰ καὶ στοιχεῖα, πλὴν οὐχ ἁπλότητος ἐπειλημμένα, ὡς δῆλον ἀφ’ ὧν καὶ ἐξ ἀέρος ἀποθλιβομένου τῷ συγκρουσμῷ τῶν στερεωτέρων ὑλῶν καὶ ἀποθλίψει πῦρ ἀποπάλλεται· ἤδη δὲ καὶ ἐξ ὕδατος ἐν σκεύεσιν ὑάλου στεγομένου ἕλκεται πῦρ, ὅταν πρὸς ἥλιον μάλιστα ἀνίσχοντα ἀντιπρόσωπα γένωνται· ἀλλὰ τούτων μὲν ἀφθονία πολλὴ τῆς χρήσεως. μόνου δὲ τοῦ ποτίμου οὐ πάρεστιν ἐν πηγαῖς τε καὶ κρήναις καὶ φρέασι καὶ ποταμοῖς· καὶ τοῦ ἀερίου ὃ ταῖς νεφέλαις μετεωριζόμενον εὔκαιρον ἐκ θείου προστάγματος δίδωσιν ἡμῖν ὑετὸν, ὃ τρέφει πᾶν ζῶον. καὶ ἐπειδὴ οὐκ ἄφθονος τούτου ἡ παροχὴ, τέτακται τις τῶν θείων Ἀγγέλων οἱα ταμιοῦχος, ὡς ἀνενδεῶς τε τοῦτο καὶ σύμμετρον τῇ χρείᾳ παρέχη δεομένοις· διὸ πολλάκις ταῖς κακίαις ἡμῶν πρὸς ἀξίαν, ἢ ὑπερβλύζον ἢ * πτόμενον αὐχμοῖς καὶ λιμοῖς ἐπιφέρει τὴν κάκωσιν, τούτου, φησι, τοῦ Ἀγγέλου τοῦ ἐπὶ τῶν ὑδάτων, ἤκουσα ὅσα ἡ ἑξῆς ἀναπτύξει γραφή.

Δίκαιος εἶ ὁ ὣν καὶ ὁ ἦν ὁ ὅσιος.

Τὸ μὲν, “δίκαιος,” τὸ πρὸς ἀξίαν βραβεύειν δηλοῖ, τὸ δὲ “ὢν,” τὸ ἀτελεύτητον, τὸ δὲ “ ἠν, ” τὸ ἄναρχον, τὸ δὲ “ὅσιος,” τον u πάσης προσπαθείας θνητῆς. διὸ καὶ ταῦτα ἔκρινεν, ἴνα οἱ εκχεαντες αἵματα ἁγίων, αἷμα πίωσιν. ἁγίων δὲ τῶν ὑπὸ τῶν ὑπασπιστῶν τοῦ Ἀντιχρίστου κεκακωμένων. προφητῶν δὲ, Ἐνὼχ καὶ Ἠλία, ἐπεὶ καὶ αὐτοὺς ἀποκτενοῦσι. πῶς δὲ αἷμα πίωσιν; ἐξ ἀναγκαίου γὰρ οἱ ἐν πολέμοις παρὰ ποταμοὺς ἐστρατοπεδευκότες, μεμολυσμένον πολλάκις e αἵματι ὕδωρ πίνουσιν f ἐκ τῆς τῶν θνησκόντων αναιρεσεως.

[*](d τὸ B. e πολλάκις om. B. f πίονται B.)
414

Καὶ ἤκουσα ἄλλου ἐκ τοῦ θυσιαστηρίου.

Σύμφωνον τῷ Ἀγγέλῳ τῷ ἐπὶ τῶν ὑδάτων, ὁ ἐπὶ τοῦ θυσιαστηρίου g. στηρίου γ. τοῦτον δὲ, ἔστι μὲν νοεῖν καὶ αὐτὸν τὸν Χριστὸν, ὡς καὶ ἐν αὐτῷ καὶ δι’ αὐτοῦ προσφερομένων τῷ Θεῷ καὶ πατρὶ, τῶν λογικῶν ὁλοκαρπώσεων καὶ τῶν ζωσῶν θυσιῶν, ἃ προσφέρειν ἐκ τοῦ Ἀποστόλου ἐμάθομεν. ἔνι δὲ νοεῖν καὶ εἰς τὰς ἀγγελικὰς δυνάμεις ὡς ἀναγωγικὰς τῶν ἡμετέρων προσευχῶν καὶ τῶν πνευματικῶν ὁλοκαρπωμάτων. εἰρῆσθαι δὲ θυσιαστήριον ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον συνεκδοχικῷ τῷ τρόπῳ. ἐκ τούτου τοίνυν τοῦ λογικοῦ καὶ λειτουργικοῦ θυσιαστηρίου, τὴν φωνήν φησιν ἐνεχθῆναι, δικαιοῦσαν τὰ τοῦ Θεοῦ κρίματα πάντα λόγον καὶ νοῦν ὑπερβαίνοντα. h ἐπεὶ τοίνυν χαίρειν εἰκὸς καὶ ἑορτάζειν τὰς νοερὰς δυνάμεις, καὶ ἐπὶ τῇ ἀνταμοιβῇ τῶν ἑκάστῳ βεβιωμένων, καὶ ἐπὶ τῇ σωτηρίῳ ἐπιστροφῇ τῶν διὰ μετανοίας ἀναπαλαισάντων. ἀλλὰ καὶ ἐπ’ αὐτοῖς τοῖς διὰ τῆς παρούσης κολάσεως μετριωτέραν ἕξειν τὴν μέλλουσαν φιλανθρωπίαν Θεοῦ ἀπεκδεχομένοις· οὐ γὰρ τάξει Κύριος δὶς ἐπὶ τὸ αὐτό· σπουδῇ τὸ ἀπὸ τοῦδε τὴν σωτηρίαν ἐπεργασώμεθα.

i Ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.

“Ἀληθιναὶ, ” οὐ γὰρ ματαιότητι ἐπαγγελιῶν ἐκταράττουσαι ἢ ἐνηδύνουσαι ἐπὶ ψιλῶν ἀτελευτῶσι ῥημάτων, ἀλλὰ καὶ ἔργοις ἀπροσπάθεσι τὸ ἔμπρακτον ἀποφέρονται. “ κρίσεις” οὐ τὸ αὐτοκράτως ἐπελθὼν εἰς ἔκβασιν ἐπιφέρονται· τῷ λελογισμένῳ δὲ ἐξακριβούμενα τὸ ἀμεμφὲς ἐγκολπίζονται.

Ὅπως διὰ τῆς τετάρτης, κουματίζονται οἱ ἄνθρωποι.

Καὶ ὁ τέταρτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον, καὶ ἐδόθη αὐτῷ καυματίσαι ἐν πυρὶ τοὺς ἀνθρώπους· καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸ ὄνομα τοῦ Θεοῦ [*](g τὸ θυσιαστήριον B. h Om. Edd. ad fin. Schol. i Hoc. Sch. carent Edd.)

415
τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας. καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξιν.

Ταῦτα ὁποτέρως ἄν τις ἐκλάβοι, ἀλληγορίας λόγοις φημὶ, ἢ ἐνεργείᾳ πραγμάτων, οὐκ ἔξω τοῦ εἰκότος ἀπενεχθείη. εἴτε γὰρ ἥλιον τὸν τῆς ἡμέρας οἰηθείη δρόμον, καθ’ ὃν ἑκάστοτε τὰ δυσχερῆ καὶ κατάγχοντα τοὺς ἀσελγαίνοντας πρὸς ἐπιστροφὴν καταλήψεται· καθὸ καὶ εἴρηται “ ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας “ αὐτῶν ἄγξαι τῶν μὴ ἐγγιζόντων πρός σε.” ἣ καὶ ἥλιον αὐχμῷ καὶ συνοχῇ καὶ ἀπορίᾳ τῶν κατὰ πόλεμον χαλεπῶν τῷ παρ’ αὐτοῦ φλογμῷ δραστικώτερον καυματίσαντα, ὅτι καὶ ὁ αὐτὸς μαστίζει ἐπιστροφὴν αὐτοῖς μνώμενος, οὐδὲν διοίσει ἀφ ἑκατέρα; ἐκδοχῆς πρὸς ἓν καὶ τὸ αὐτὸ κατάλυμα τῆς ἐννοίας αὐλίζεσθαι. τῷ γοῦν μηδὲν ἐκ τούτων τῆς ἀξίας τῶν τοιούτων μαστίγων πρὸς ἐπιστροφὴν ἀπιδεῖν, ἀλλὰ διαφοροῦντας περί τε τὰς εὐεργεσίας, πέρι τε τὰς πρὸς ἐπιστροφὴν κολάσεις. ἀσεβὴς γὰρ ἐμπεσὼν εἰς βάθος κακῶ, καταφωνεῖ, ἐπήνεγκε πρὸς τὸ ἀνεπιστρόφῳ ἀνομίᾳ ἐπ’ ἀνομίᾳ προστιθέντες, τὸν Θεὸν ἐβλασφήμησαν· τοῦτο καὶ νῦν ὁρᾷν ἐστι. τοῖς γὰρ περισχοῦσιν ἡμᾶς ἐκ βαρβαρικῶν ἐφόδων κακοῖς ἀνοηταίνοντες, οὐ μόνον ἀπὸ τῶν πονηρῶν ἡμῶν ἐπιτηδευμάτων οὐκ ἐκκλίνομεν, ἀλλὰ καὶ τὴν ἀγαθότητα τοῦ Θεοῦ αἰτιώμεθα, ὡς ἡμῖν ταμιευσάσης τὰς τοιαύτας κακώσεις.

Τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας.

“ Ὄνομα” τὴν ὑπόληψιν καλεῖ· “ ὡς θαυμαστὸν τὸ καὶ πῶς ἐβλασφημήθη τὸ τοιοῦτον; ἐκ παραλογισμοῦ καταφρονήσας τῶν ἀσεβῶν· οὐκ ἃν γὰρ ἔμειναν τοῖς πονηροῖς αὐτῶν ἐπιτηδεύμασι, εἴγε τις ἐνυπῆλθεν αὐτοῖς φόβος κολάσεως ἀνταμοιβῇ τῶν ἀσελγῶν ἔργων· ἀλλὰ ταχέως τῶν πονηρῶν αὐτῶν * * * ἔργων ταῖς ἐντολαῖς ταῖς σωτηρίοις ἑαυτοῖς μεταπλαττόμενοι· οὐ γὰρ φόβος ἐντολῶν τηρη* *. “Ἐξουσίαν, ” τὴν τοῦ Κυρίου καλεῖ παρουσίαν, ὃς ἐπὶ τοῦτο τὴν δευτέραν αὐτοῦ παρουσίαν ποιεῖται, πρὸς τὸ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ποῖα ἔργα; ὧν τὴν ὑποθήκην αὐτὸς ἐν τῇ πρώτῃ αὐτοῦ παρουσίᾳ εἰσηγήσατο, καὶ δι ἑαυτοῦ καὶ διὰ τῶν ἁγίων αὐτοῦ Ἀποστόλων καὶ μαθητῶν.

416

Ὅπως διὰ τῆς πέμπτης πληγῆς, ἡ βασιλεία τοῦ θηρίου σκοτίζεται.

Καὶ ὁ πέμπτος Ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου, καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασσῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου, καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν, καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων ἀυτῶν.

k “Φιάλην,” τὴν ὀργὴν καλεῖ. εἰώθαμεν γὰρ ἐν τοῖς συμποσίοις φιάλαις δεξιοῦσθαι ἀλλήλους, τῷ ἐν αὐταῖς l τεθησαυρισμένῳ οἴνῳ τὴν εὐωχίαν κρατύνοντες οὑ ἀπεναντίας ἡ παροῦσα m φιάλη ἐκχεθεῖσα n προξενεῖ, (θυμοῦ γὰρ πλῆρες Θεοῦ τὸ εκχυθὲν ο ἐπὶ τὴν βασιλείαν τοῦ θηρίου. θρόνον γὰρ τὴν βασιλείαν φησί. ὡς τὸ τοῦ “ ὁ θρόνος σου ὁ Θεὸς,” ἀντὶ τοῦ ἡ βασιλεία σου αἰώνιος. θηρίον δὲ τὸν Ἀντίχριστον. ἐσκοτισμένην Ρ δὲ τὴν βασιλείαν αὐτοῦ φησιν q, ἣν ἡ τῆς φιάλης ἔκχυσις ἐποίησε, τῇ ὐπερβολῇ τῆς ὀδύνης. r ἐπεὶ καὶ πέφυκε τοῦτο συμβαίνειν τοῖς ἄγαν θλιβομένοις, ὡς ἐν σκότῳ δοκεῖν διάγειν· διὸ καὶ ὡς ἔκφρονές τινες τῶν ἑαυτῶν μελῶν τοῖς ὀδοῦσι σίνεσθαι, βραχιόνων, ἣ δακτύλων, ἣ καὶ γλωσσῶν ὡς νῦν· γλωσσῶν δὲ νῦν ὡς ὒ * * γουσῶν βλασφημίας. αἱ βλασφημίαι δὲ οὐ τὴν ἔκχυσιν αἰτιάσονται. οὐ γὰρ ἵνα βλασφημῶσιν ἡ ἔκχυσις, ἀλλ’ ἵνα τιμωρηθέντες ἀξίως τῶν ἑαυτῶν ἀσελγειῶν πρὸς ἐπιστροφὴν ἀποκλίνωσιν. οἱ τοὐναντίον ἐπιμανέστερον ἐξεβακχεύθησαν, μάλιστα ὅτι τὴν κατὰ τῇ ἀναμφιβόλως ἔγνω * * * τοῦ ὑπ’ αὐτῶν θεοποιηθέντος Ἀντιχρίστου. ὅτι πρὸς ἐπιστροφὴν οὐ πρὸς τιμωρίαν ἡ τῶν μαστίγων αὐτοῖς τῶν τοιούτων ἐπιφορὰ, τὰ ἑξῆς τοῦ προκειμένου παραστήσει. δύναιο δ᾿ ἃν καὶ βασιλείαν νοῆσαι, τοὺς ὑπὲρ τὴν βασιλείαν τοῦ Ἀντιχρίστου τεταγμένους s.

[*](k Schol. Cod. B. ita inc. τὰ μὲν γὰρ ἐν τοι συμποσίοις. 1 αὐτῷ τε B. m Edd. niale παρὰ σοῦ. n ἐκτεθεῖσα B. ο ἐκ θεοῦ Edd. p ἐσκοτωμένην B. q φησιν om. B. r Quæ seq. ad παραστήσει om. Edd. s Hoc om. B.)
417

Ἔνθεν δῆλον ὡς πρὸς μετάνοιαν, οὐ πρὸς τιμωρίαν ἡ τῶν ἀλγεινῶν ἔνεξις.

Ὅπως διὸ τῆς ἕκτης, ἡ ὁδὸς διὰ τοῦ Εὐφράτου τοῖς ὀπὸ ἀνατολῶν ἡλίου βασιλεῦσιν ἀνοίγεται.

Καὶ ὁ ἕκτος Ἄγγελος ἐξέχεεν αὐτοῦ τὴν φιάλην ἐπὶ τὸν ποταμὸν τὸν μέγαν Εὐφράτην, καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου. καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος, καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου, καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου, πνεύματα ἀκάθαρτα τρία ὡς βατράχους. εἰσὶ γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεια.

Ὀλιγωθῆναι φησὶ τὸν Εὐφράτην ποταμὸν, πρὸς πάροδον τῶν βασιλέων τῆς γῆς, εἰς τὸν κατάλληλον u πόλεμον. “ ἐγερθήσεται “ γάρ,’’ φησιν ὁ Κύριος ἐν Εὐαγγελίοις x “ ἔθνος ἐπὶ ἔθνος, “ σιλεία ἐπὶ βασιλείαν.’’ τούτους δὲ ἐκ τῶν· Σκυθικῶν μερῶν τοῦ Γὼγ καὶ Μαγώγ εἰκὸς, κατὰ τὸ μικρὸν κατόπιν ἐν ταύτῃ τῇ Ἀποκαλύψει φερόμενον. οὐκ ἀπογνωστέον δὲ καὶ τὸν Ἀντίχριστον ἐκ τῶν Ἀνατολικῶν μερῶν τῆς Πέρσιδος ὁρμᾶσθαι, ἔνθα ἡ φυλὴ τοῦ Δὰν ἐκ ῥίζης Ἑβραίων, ἅμα καὶ ἑτέροις βασιλεῦσιν ἢ μεγιστᾶσιν· ἐπεὶ καὶ κατὰ τούτων τὸ βασιλικὸν ἔσθ’ ὅτε τάττεται ὄνομα, ὡς ἐν τῷ y, “ παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, οὐκ μέν τοι βασιλέως τοῦ Πιλάτου. περαιοῦσθαι δὲ τὸν Εὐφράτην, ἢ ψυχικὸν ἢ σωματικὸν ἐπάξοντας θάνατον φησί· ψυχικὸν, διὰ τὸ ἐνεργείᾳ δαιμόνων καὶ παραχωρήσει Θεοῦ, μᾶλλον δὲ καὶ αὐτοῦ τοῦ Θεοῦ εἰς δοκίμιον τῶν ἑαυτοῦ θεραπόντων, οὐχ ὡς ἀγνοοῦντος, ἀλλ’ εἰς φανέρωσιν τοῖς ἄλλοις a τῶν ἑαυτῷ προσανεχόντων, ἢ μὴ, ἐξάγοντος τὰ τοιαῦτα συμβαίνειν b. σωματικὸν δὲ τῶν ἐκ γῆς [*](t Εὐφρ. ποτ. ὀλιγ. φὴ. B. u καταλλήλων B. x ἐν εὐαγγ. om. B. y ὄντως B. z οὐκ ὄντ’. μέντοι βᾶσ’. τ. Πιλ. om. B. a τοῖς ἄλλοις om. B. b ἔξαγ’. τὰ τοιαῦτ’. συμβ. om. B.)

418
ζώντων ἀξίων διαλελοιπέναι, ὡς μὴ καὶ αὐτὴν τοῖς μιαροῖς ἔργοις αὐτῶν ἐξαχρειοῦν, ἔργον οὖσαν ἀγαθοῦ ποιητοῦ καὶ χωρίον ἀνεπηρέαστον τοῖς ἐναμίλλως τοῦ πεποιηκότος βιοῦν ἡτοιμασμένοις.

Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος, καὶ ἑξῆς. πνεύματα ἀκάθαρτα τρία.

c Προσυπακουστέον τὸ, ἐξιόντα, ἵν᾿ ᾖ, εἶδον ἐκ τοῦ τῶν τριῶν, ἐξιόντα πνεύματα ἀκάθαρτα τρία, ὡς βατράχους. ἐκ τούτων δείκνυται, τὸν μὲν διάβολον, ὡς δράκοντα ἐν τῷ ἰδίῳ προσώπῳ δείκνυσθαι, τὸν Ἀντίχριστον δὲ ὡς θηρίον, τὸν ψευδοπροφήτην δὲ ἕτερον παρὰ τὸν Ἀντίχρίστον. καὶ δράκοντα μὲν τὸν διάβολον, d παρόσον τὰ θεῖα λόγια τοῦτον ἀρχὴν ἔφασαν πλάσματος Κυρίου ἐγκαταπαίζεσθαι ὑπὸ τῶν Ἀγγέλων αὐτοῦ. τί τούτου δηλοῦν βουλομένου; εἰς τελεωτάτην αἰσχύνην· ὡς μηδὲν τῇ πρωτουργῷ ὑποστάσει ὠφελημένου, ἀλλὰ τῷ δημιουργῷ ἀγαθοδότως παρισχημένῳ αὐτῷ πρὸς ἀφομοίωσιν τοῦ πεποιηκότος, φημὶ δὲ τῷ αὐθαιρέτῳ, οὐχ ὡς ἐχρῆν, εἰ μὴ κακοσχόλως παραχρησαμένῳ ἀφ οὗ καὶ δράκων ὠνόμασται· ἅτε σχολίοις τοῖς κινήμασι κεχρῆσθαι τοῖς καθ’ ὑπόστασιν ἀφορμημένος, ὥσπερ καὶ διάβολος ὡς διαβεβλημένως χρησάμενος πρὸς τὸν Ἀδὰμ τῷ Θεῷ διὰ τὸ κεχρῆσθαι σκολίοις τοῖς κινήμασιν. θηρίον δὲ τὸν Ἀντίχριστον. οὐ γὰρ ἀνθρωπίνως τὴν ἀνθρωπείαν ὐποδὺς e πρόεισι φύσιν, θηριωδῶς δέ. τὸν ψευδοπροφήτην δὲ, αὐτὸ τοῦτο ὅπερ ἐστι, ψεύδεα, κατὰ τὸν ποιητὴν f εἰπεῖν, “ εἰδότα ἐτύμοισιν ὁμοία. τούτων ἑκάστου τῶν στόμάτων, ἰσάριθμα φησὶν ἀποβλύζεσθαι ἀκάθαρτα πνεύματα βατράχοις ὅμοια, ἀλλ’ οὐ βατράχους g. πρῶτον, ὡς τῆς τραχείας τούτων βοῆς οὐ πρόστινα εἰς Θεὸν ὕμνον οἵας τε οὔσης παραλαμβάνεσθαι, ἀλλὰ ταραχὰς καὶ θορύβους h προσποριζούσης, ὡς ἔθος i ἀεὶ τῶν δαιμονίων καὶ τῶν ἁμαρτωλῶν τῷ βορβορώδει βίῳ καὶ διύγρῳ καὶ ἰλυώδει ἐμφιλοχωρούντων, ὥσπερ ἀπ’ ἐναντίας τῶν Θεῷ φίλων τῷ σκλήρῳ k χαιρόντων καὶ τῷ καρτερικῷ τῆς ψυχῆς, ὕμνοις καὶ ᾠδαῖς l καὶ ἐξομολογήσεσι μεγαλύνειν τὸν Θεόν. τῷ [*](c Quæ seq. usque ad βατράχους om. B. d Om. Edd. quae usq. ad τῷ Θεῷ. e ἡδὺς Edd. f τὸ ποιητικὸν B. g βάτραχοι B. h θρήνους B. i εἶτα καὶ ὡς ἀεὶ B. k κλήρῳ Edd. l ὑμν. κ, ᾠδ. κ. ἐξομ. μεγαλ. τ. Θεόν om. B.)

419
τριαδικῷ δὲ ἀριθμῷ καὶ οἱ φθορεῖς καὶ τὰ ἀπὸ τῶν στομάτων αὐτῶν ἐξοχετευόμενα δαιμόνια, ἵνα m τῷ ἀριθμῷ τούτῳ ἀνατῶσι n, ὡς ο τῇ πανυμνήτῳ ἁγίᾳ τριάδι εὐαρεστεῖσθαι.

Ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης τοῦ Θεοῦ τοῦ παντοκράτορος. ἰδοὺ ἔρχομαι ὡς κλέπτης. μακάριος ὁ γρηγορῶν, καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ, καὶ βλέπωσι τὴν ἀσχημοσύνην αὐτοῦ. καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραïστὶ Ἐρμαγεδών.

Ἐκπορεύεται πρὸς τὸ κατάλληλον Ρ συγκροτῆσαι πόλεμον. τὰ δὲ διὰ τῶν δαιμόνων, φησὶν, ἐνεργούμενα σημεῖα, τοῦ εἰς οἷστρον πολεμικὸν ἐμβάλλειν τοὺς βασιλεῖς σκοπὸν ἐμφαίνει τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης, ἥτις οὐκ ἄλλη, εἰ μὴ ἡ δευτέρα τοῦ Κυρίου παρουσία. περὶ ἧς καὶ Ἰωὴλ ὁ προφήτης φησὶ, “ πρὶν “ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.” καὶ πῶς οὐ μεγάλη r, ἡ τὰ ἑκάστῳ πεπραγμένα ἐκπέμπουσα s εἰς φῶς; οὐ πρὸς τὴν ἡμέραν δὲ ὁ πόλεμος, (τίς γὰρ πόλεμος ἀνθρώποις πρὸς ἡλιακοῦ δρόμου ἐπιστασίαν;) ἀλλὰ πρὸς τούτους, τὸν πόλεμον ποιεῖσθαι οἳ τῆς ἡμέρας ταύτης τῷ φόβῳ διηνεκῶς συγκροτούμενοι, τῆς τοῦ Θεοῦ μοίρας γεγόνασιν, ἐξ οὗ καὶ ἱμάτια σωτηρίας t ἐνεδύσαντο, καὶ χιτῶνα εὐφροσύνης, ἅτινα οὐκ ἄλλο ἣ αἱ θεοπρεπεῖς ἀρεταὶ, τῇ ἐκφανεῖ περιλάμψει, τὸν ἐντὸς u κατευφραίνουσαι ἄνθρωπον. διὸ καὶ τὸ “ φήμη ἀγαθὴ πιαίνει ὀστᾶ,” οἱονεὶ τῆς κατὰ Θεὸν ζωῆς ἐκστατικὰς δυνάμεις ἀναθάλλειν παρέχει εὐφρόσυνον ἀναψύχουσα τὰ ἐπιμόχθοις καμάτοις τοῖς διὰ Θεὸν ἐκπιεσμένα· ψυχὴν δ’ ὅτι καὶ τὴν ζωὴν ἐσθ’ ὅτε καλοῦμεν, ἐκεῖνος ἀγνοεῖ, ὃς καὶ τὸ, πάντα ὅσα ἔχει ἄνθρωπος δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ. ἀλλ’ ὅτι οὐχὶ τὴν ζωὴν ὑπολαμβ. * *.

[*](m ὡς om. B. n ἀπατῶεν B. ο ὡς om. B. P καταλλήλων B. q τοὺς βασ. om. B. r καὶ γὰρ ὄντως μεγ. B. s ἐκπομπεύουσα B. om. εἰς φῶς. t σωτηρίου B. u ἐκτὸς Edd.)
420

x Ἰδοὺ ἔρχομαι ὡς κλέπτης.

Κλέπτην ἠνέσχετο ἑαυτὸν ὀνομασθῆναι, διὰ τὸ ἄδηλον καὶ ἀπροσδόκητον τῆς ἐπελεύσεως τοῦ κρίνειν ἐρχομένου.

Μακάριος ὁ γρηγορῶν, καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ.

Ἐπέμεινε τῇ τροπῇ τοῦ κλέπτου. διὸ καὶ φυλακὴν καὶ ἐγρήγορσιν εἴρηκε γίνεσθαι τῶν ἱματίων, ὅπως μὴ ἀπόλωνται διὰ κενοδοξίας. ἱμάτια γὰρ τὰς ἀρετὰς καλεῖ, ἵνα μὴ τῇ τούτων ἀποβολῇ, γυμνοὶ εὑρεθέντες ἣ καὶ ῥυπῶντες, ἀνάξιοι κριθῶμεν τοῦ θείου γάμου. y ἢ τῆς ἀνθρωπίνης εὐτελοῦς εἰδεχθείας ἀπροσόδους ἡμᾶς τῶν θείων ἐπ’ * * λέων ποιούσης, ἣ καὶ τοῦ ῥυπῶντος τῆς εὐτελοῦς ἡμῶν φύσεως τῆς μετὰ τῶν Ἀγγέλων καὶ τῶν ἰσαγγέλως βεβιωκότων τῆς λαμπροφορίας πόρων ἡμᾶς ἀπελάσει.

Καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον.

Τὰ πονηρὰ λέγει πνεύματα ἔν τινι τόπῳ συμφορῆσαι τοὺς τηνικάδε ὑπ’ αὐτῶν ἀπατηθέντας. τόπον γὰρ νῦν, τὸν καιρὸν ἀκουστέον. z ὥσπερ καὶ ὅταν λέγῃ, “ οὐ σαλευθήσεται εἰς “ αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ.” τὸν γὰρ οὕτω ὡς κατὰ τὸν πάντα τῆς ἐπικαίρου ζωῆς χρόνον τῶν περιγείων ἁπάντων ἀνῳκισμένον, ὡς ἄλλην Ἱερουσαλὴμ κατοικεῖν τὸν κατ’ ἐκεῖνο χρόνου καιρόν· ιν ὥσπερ ἡ Ἱερουσαλὴν ὄρεσι περιστοιχιζεται κύκλῳ, οὕτω καὶ αὐτὸς ὑψηλοῖς καὶ οὐρανοβάμοσιν ἐννοίαις περικροτούμενος, ἀδιαλείπτως τὰ ἄνω φρονεῖ· “ οὗ,” κατὰ εἰπεῖν, “ ὁ Χριστός ἐστιν. τῷ καιρῷ τοίνυν τούτῳ οἱ ὑπὸ πνευμάτων ἀπατηθέντες καταλαμβανόμενοι, τεύξονται διακοπῆς. τοῦτο γὰρ ’ν ἡ Ἑβραικὴ λέξις εἰς τὴν Ἑλλάδα b διαπορθμευομένη νοεῖν παρέχει. καὶ τίς ἡ διακοπή; ἡ τοῦ θείου διαίρεσις χαρίσματος, ὅπερ ἀνθρώπῳ παντὶ παρὰ πᾶσαν τὴν παροῦσαν ζωὴν ἀναποβλήτως συμπαρεδρεῦον, ἐπίρρωσιν παρέχει ταῖς πρὸς τὰ κρείττω ἡμῶν ἀπονεύσεσιν. ἐπειδὰν δὲ ἡ ἀπὸ ὦ ἐνθένδε μετάβασις ἐπὶ τὰ ὄντως ἀληθῆ καὶ αἰώνια καὶ ἄμοχθα c [*](x Hæc om. Edd. usq. ad fin. Sch. y Hoc Sch. om. z Om. EHd. usque ad Χριστός ἐστιν. a ὁ Μαγεδὼν ut et in sacro text. Cod. B. b εἰς Ἕλληνα B. c Om. Edd.)

421
ἐπιστῇ κατὰ τὸν τοῦ θανάτου καιρὸν, ἐν οἷς ἀργὸν τὸ θεῖον χαρίσμα τῶν δι’ ἃ δέδοται εὑρεθῇ, διαιρεῖται τὸ ἀπὸ τοῦδε ἀφ’ οὗ λαβεῖν ἀξιωθέντος, νωθεία ἐργασίας τὴν ἀφαίρεσιν προεξένησεν, καὶ κατὰ τὴν εὐαγγελικὴν ἀποτομίαν, τὸ μέρος τοῦ καταδίκου μετὰ τῶν ὑποκριτῶν, ᾔτουν μετὰ τῶν οὐδὲν ὃ βλέπονται χρηματιζόντων, τίθεται. d ἐπεὶ καὶ αὐτὸς ἐν ὄψει τὸ εἶναι οὐκ ἀλήθειαν εὐμοίρησεν, διόπερ ὡς ἀφαιρεθεὶς τοῦ συναντιλήπτορος ἀργὴν τὴν καθ’ ᾅδου ζωὴν δυστυχεῖ· ἐξ οὗ καὶ Δαβίδ φησι, “ οὐκ ἔστιν “ τῷ θανάτῳ ὁ μνημονεύων σου. ἐν δὲ τῷ ᾅδῃ τις “ σοι ;” οὐ μνημονεύων οὗ μηδὲ ζῶν ἔσχε φροντίδα· πῶς δαὶ ὁ * αὐτὸς καὶ ἐξομολογήσεται οὗτος; μὴ μικροῦ, μὴ μεγάλου ἀξιωμένος ἀγαθοῦ, οἷς ἡ δόσις οἶδεν ἐπιβραβεύεσθαι φιλοτίμως.

Ἐξομολόγησις αἴνου διαφέρει, καθὸ ὁ μὲν αἶνος δόξαν εὐχάριστον ἐμφαίνει Θεοῦ, τοῦ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντος ἡμᾶς, καὶ πᾶσαν τὴν νοητὴν κτίσιν καὶ αἰσθητήν. ἐξομολόγησις δὲ χαριστηρίους φωνὰς ἀνθ’ ὧν δυσχερῶν ἐρρύσθη. ἐν οἷς οὖν ἐν τῷ ἅδῃ μετὰ τὴν ἀποβίωσιν οὐκ ἔστιν ἐργασίας καιρὸς, εἰκότως ἀργὸς πάσα η πέρι τὰ τοιαύτα πραγματεία.

Ὅπως διὰ τῆς ἑβδόμης, χάλαζα καὶ σεισμὸς κατὰ τῶν ἀνθρώπων γίνεται.

Καὶ ὁ ἕβδομος Ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα. καὶ ἐξῆλθε φωνὴ μεγάλη ἀπὸ τοῦ ναοῦ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θρόνου λέγουσα, γέγονε. καὶ ἐγένοντο ἀστραπαὶ καὶ βρονταὶ καὶ φωναὶ καὶ σεισμὸς μέγας, οἷος οὐκ ἐγένετο ἀφ’ οὗ οἱ ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμὸς οὕτω μέγας. καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσον.

Ἐπὶ τὸν ἀέρα οὗτος ἐξέχεεν, ὡς πάσης λοιμώδους διαφθορᾶς ἐκ τοῦ ἀέρος ὑφισταμένης, καὶ ἐν τούτῳ e ἀστραπῶν σελαγιζομένων [*](d Seqq, om. Edd. usq, ad fin. Cap. e περὶ αὐτὸν B.)

422
καὶ βροντῶν ἀπηχουμένων. ἀπὸ τοῦ οὐρανίου f δὲ ναοῦ ἡ φωνὴ γέγονε g οὗ ἀντίτυπος ὁ ὑπὸ Μωüσέως ἐν τῷ Σινᾶ ὄρει προστασσόμενος, καθ’ ὃ ὄρος καὶ τότε ἀστραπαὶ καὶ βρονταὶ καὶ φωνὴ σάλπιγγος ἠχούσης.

“ Μεγάλη·” ὅτι μηδὲ τῷ τυχόντι πραγματεύεται ταῦτα, ἀλλ’ εἰς ὁλόκληρον ἔθνος καὶ ἀπαραιτήτοις προστάγμασι· τοῦτο οὖν καὶ νῦν ἡ μεγάλη φωνὴ διατυποῦν βούλεται, ἡ ἀπὸ τοῦ οὐρανίου νάου, τουτέστιν, ἀπὸ τῶν θειοτέρως μυσταγωγουμένων, ὧν οὐκ ἄλλος κατάρχει, ἢ μόνος ὁ ὑπερουσίως ἁπάντων ὑπερκείμενος γενετάρχης Θεός. τοῦτο γὰρ ὁ θρόνος βούλεται παριστᾷν. καὶ τι φησιν ἡ φωνή; “ γέτγονεν·” ἐξ αὐτῆς γὰρ προστάξεως τὰ συντέλειαν κατευμεγεθεῖ.

Καὶ ἐγένοντο ἀστραπαὶ καὶ βρονταὶ καὶ φωναὶ καὶ σεισμὸς.

Ἀστραπαὶ καὶ βρονταὶ, ἀπ’ οὐρανοῦ. φωναὶ δὲ τῶν ἐπὶ γῆς ἀπὸ τοῦ δέους τῶν καταπληκτικῶν h γινομένων. σεισμὸς δὲ, κλόνος τῆς γῆς, ἐπεὶ καὶ τοῦτο ἐν τοῖς σημείοις τοῦ τέλους περιέχεται. ἢ σεισμὸν λέγει, τὴν μεταποίησιν καὶ μεταβολὴν τῶν φθαρτῶν ἐπὶ τὸ ἄφθαρτον, ὃ ἔσται ἀπὸ τῆς δευτέρας Χριστοῦ παρουσίας. τὸ δὲ, οἷος οὐ γέγονεν. οὐδέπω γὰρ τοιαύτη μεταλλαγὴ γέγονε φθαρτοῦ κόσμου ἐπὶ τὸ ἄφθαρτον καὶ διαιωνίζον. τούτου δὲ σεισμοῦ καὶ Ἀγγαῖος μέμνηται ὁ προφήτης, δι’ ὧν φησι, “ ἔτι ἅπαξ “ σείσω οὐ μόνον τὸν οὐρανὸν ἀλλὰ καὶ τὴν γῆν καὶ τὴν “ καὶ τὴν ξηρὰν, καὶ συσσείσω πάντα τὰ ἔθνη.” διὸ καὶ καὶ αὕτη ἡ Ἀποκάλυψις, ὅτι τοιοῦτος σεισμὸς μέγας οὐκ ἐγένετο ἐπὶ τῆς γῆς μέγας καὶ τηλικοῦτος, οὐκ ἐπὶ τοῦ κατακλυσμοῦ, οὐκ ἐπὶ τῆς Μωüσέως νομοθεσίας, οὐκ ἐπὶ τῆς Χριστοῦ παρουσίας. ἐθῶν γὰρ μόνον ἐναλλαγὴ ἐπὶ τούτων, ἀλλ’ οὐχὶ καὶ οὐσιῶν καὶ ὑποστάσεων ἄμειψις ἀπὸ τοῦ φθαρτοῦ καὶ προσκαίρου ἐπὶ τὸ ἄφθαρτον καὶ διαιωίζον.

Καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη.

Περὶ τῆς Ἱερουσαλὴμ εἰρῆσθαι τινὲς ἐξεδέξαντο ταῦτα, οὐχ [*](f φωνὴ δὲ μεγάλη ἀπ’. τ. οὐρ. ναοῦ B. g Om. Edd. usquc ad τουτέστιν. h καταπληκτικῶς B. i Om. quæ seq. Edd. ad fin.)

423
οὕτω πλήθει ἀνθρώπων καὶ κτισμάτων μεγαλοπρεπῶν τῷ μεγαλείῳ αὐχούσῃ, ὡς k τοῖς Χριστοῦ πάθεσι καὶ τῇ κατὰ Χριστὸν ἐπιδημίᾶ, καὶ τῇ περὶ αὐτὴν τῶν θεοπρεπῶν αὐτοῦ ἔργων πραγματείᾳ. δι’ ἃ καὶ ἀντιδιαστέλλεται τῶν λοιπῶν πόλεων, ἃς καὶ ἐθνικὰς τῆ γραφῇ ἔθος l καλεῖν. τοῦ γὰρ Ἰσραὴλ χωρὶς, τοὺς ἄλλους ἀνθρώπους ἔθνη εἴνθε m προσαγορεύειν. ταύτης δὲ ἡ εἰς τρία μέρη διαίρεσις τὸ τῶν ἐν αὐτῇ κατοικούντων σημαίνειν διάφορον βούλεται, Χριστιανῶν, Ἰουδαίων, Σαμαρειτῶν. ἢ Χριστιανῶν βεβαιοπίστων καὶ τῶν κατεσχηματισμένων φόβῳ τῶν εὐσεβῶν βασιλέων τὴν Χριστιανῶν κλῆσιν ἐπισπωμένων· καὶ Ἰουδαίων τῶν μηδόλως τὴν Χριστώνυμον κλῆσιν ἀνασχομένων, ἀλλ’ αὐθαιρέτῳ ὁρμῇ τῇ οἰκείᾳ πλάνῃ παρρησιαζομένων· οὓς ὁποῖος ἕκαστος καὶ τῶν ἀληθῶν καὶ τῶν παρεσχηματισμένων ἤλεγξε μὲν καὶ ἡ κατὰ τοὺς Ἑλληνικοὺς χρόνους Χριστιανοῖς ἐπομβρηθεῖσα ἐπήρεια. ἐλέγξει δὲ τηλαυγέστερον ὁ κατὰ τὸν τοῦ Ἀντιχρίστου τῆς παρουσίας χρόνος, πολὺν χειμῶνα κατὰ Χριστιανῶν ἀναριπίζων. οὐκ ἄκαιρον δὲ καὶ πόλιν μεγάλην τὸν παρόντα κόσμον ὑπολαμβάνειν εἰς τρία μέρη ἀφοριζόμενον· ὃν ἀπὸ τῆς Χριστοῦ παρουσίας εἰς τὸν τῆς Ἑλληνικῆς ἐπικρατείας καιρὸν εἰς τὴν τῆς ὑπὸ Χριστιανῶν βασιλέων ἐξουσίας, καὶ εἰς τὸν ὑπὸ τοῦ Ἀντιχρίστου ἐπιδημίας. πόλεις δὲ τῶν ἐθνῶν αἱ πίπτουσαι, ἤτοι αἱ διάφοροι περὶ τὴν εὐσεβῆ πίστιν ὑπολήψεις τῇ διαφωνίᾳ τὸ εὔπτωτον κληρούμεναι. ἣ καὶ αὐταὶ αἱ πόλεις· τῆς γὰρ γῆς μεταποιουμένης κατὰ τὸν ἀνακαινισμὸν, πῶς οἷον τε τὰς ἐν αὐτῇ πόλεις ἑστάναι μεμολυσμένας τῇ τῶν ἁμαρ- τωλῶν οἰκήσει;

Καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ, δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ· καὶ πᾶσα νῆσος ἔφυγε, καὶ ὄρη οὐχ εὑρέθησαν. καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν Θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα.

Τί διάφορος αὕτη καὶ ἑτέρα τῆς ἔναγχος εἰρημένης, δῆλον ἄπο [*](k ὅσον B. l τῷ τῆς γραφῆς ἔθει B. m ἔθνη φησι B.)

424
τε τοῦ ὡς ἐπεισόδιον παραβυσθῆναι τῷ λόγῳ. ἢ γὰρ ἃν ὡς ἐχομένως τῷ λόγῳ οὕτως προήχθη, καὶ ἡ αὐτὴ Βαβυλών· ἀλλ’ οὕτως. ὡς δὲ περὶ ἑτέρας καὶ ἐπιλελησμένης τῷ “ ἐμνήσθη” ἐχρήσατο· τῆς γὰρ μνήμης χρεία τῆς ὑπὸ γλῶσσαν ἐπικειμένης καὶ τῇ ἀπηχήσει ἐνστρεφομένης. Οὐκ ἀεὶ μνήμην ἐπ’ ἀγαθοῖς, ὡς ἐπὶ τοῦ “ ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ” ἀλλὰ κακοῖς· ὡς ἐπὶ τοῦ “ μνήσθητι, Κύριε, τῶν υἱῶν καὶ ἡ νῦν σημαινόμενον εἴληπται ἡ μνήμη.

Βαβυλῶνα, αὐτὴν n Ῥώμην λέγει τὴν παλαιὰν διὰ τὸ ἐν αὐτῇ κατὰ τοὺς Ἑλληνικοὺς χρόνους πολλοὺς τῶν ἁγίων μαρτύρων παθεῖν τὰ ἀνήκεστα, οὐ τὸν ἅπαντα κόσμον, κᾂν ἔχῃ τινὰ ἀποδοχὴν οὗτος ὁ λόγος. εἰρῆσθαι γὰρ αὐτὸν Βαβυλῶνα καὶ μεγάλην ἅτε ἐκ τῶν τοῦ βίου ο περισπασμῶν εἰκαίων τὸ μεγαλεῖον ἐσχηκότα. εἰ γὰρ ὁ κόσμος διὰ τῆς Βαβυλῶνος ὑπεσημάνθη, τίς ἡ διαστολὴ τῶν νήσων ἀπὸ τοῦ κόσμου, μέρος οὐσῶν τοῦ κόσμου καὶ αὐτῶν; λείπεται οὖν ἑτέραν Ρ ὑπονοεῖν Βαβυλῶνα εἰκότι λόγῳ. καὶ τίς αὕτη; οὐκ ἄλλη, ἢ ἡ Κωνσταντίνου, ἐν ᾗ πάλαι μὲν δικαιοσύνη ἐκοσμήθη q, νῦν δὲ ἐν αὐτῇ r φονευταὶ, ἐκ παραλλήλου ἁμίλλης, τῶν πολιτικῶν τὸ ἲς ἐκκλησιαστικοῖς ἐξισωθῆναι σπευδόντων s, μᾶλλον δὲ οὐκ ἰσωθῆναι, εἰ μήτις ἐξ αὐτῶν ἄρῃ τὸ ἀριστεῖον εἰς μείζονα t θείου θυμοῦ ἄναψιν. διὸ καὶ ἡ ἀπαθὴς φύσις παθαίνεσθαι ὑπωπτεύθη, ὡς καὶ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τῇ Βαβυλῶνι δοθῆναι. τίνες δὲ καὶ αἱ νῆσοι, τοῦ θείου τῶν λόγων ἀκούειν ἐστὶ, τὰς ἀπὸ τῶν ἐθνῶν ἐκκλησίας ἄρτι καθισταμένας καὶ τῆς ἁλμυρᾶς ἀπιστίας ἀνακυπτούσας πῆξιν, Φάσκοντος, λαμβανούσας. καὶ τίς ἡ φυγή; οὐκ ἄλλη εἰ μὴ ἡ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν καὶ ψυγῆναι τὴν ἀγάπην γενομένη. ἥτις ἀγάπη διὰ Θεὸν συνδήσασα τοὺς πιστοὺς, καὶ τῆς τῶν ἀπίστων ἀφελκύσασα συναυλίας, τῆς ἀγάπης ἐπινήχεσθαι παρέσχε θαλάσσῃ. ἧς ἐκλελοιπυίας, ἀνάγκη καὶ τὰς νήσους τοῦ εἶναι νήσους ἀποδιδράσκειν, ὑπὸ τῆς ἁλμυρᾶς ἀπιστίας τὸ ὑποβρύχιοι γενέσθαι δυστυχήσασαι. αἷς καὶ τὰ ὄρη τῶν ἐν αὐταῖς ἀπὸ τῶν περιγείων [*](n οὐ τὴν Edd. ο τῶν τ. βίου om. B. P ἑτέρῳ Edd. q ἐκοιμήθη B. r ἐν αὐτῇ om. B. s κατασπευδόντων B. t μείζονος B.)

425
μετεωρισθέντα φρονημάτων u ἀνθρωπίνων συνηφανίσθησαν τῇ τῶν συνοίκων παραζηλώσει, τῶν τὸ χαμερπὲς δυστυχούντων, καὶ τὸ ὑψηλὸν καὶ οὐράνιον φρόνημα ἀπολωλεκότων.

Καὶ χάλαζα μεγάλη καταβαίνει ἐκ τοῦ οὐρανοῦ.

Τὴν χάλαζαν οὐρανόθεν κατερράχθαί x φησιν ὡς θεήλατον ὀργήν. τὸ δὲ ταλαντιαῖον, τὸ τέλειον, διὰ τὴν ἐν ταῖς ἁμαρτίαις ἀκρότητα, ᾗ y ἐνάμιλλον καὶ ἡ τιμωρία πρὸς ἐπιστροφὴν ἐκκαλουμένη. z Οἱ δὲ σκληροκαρδιώτεροι καὶ τοῦ φ * * ὼ ἀπηλέγχθησαν· * περ ἐκεῖνος ποσῶς πληγαῖς μαλασσό[μενος] τὴν οἰκείαν ὠμο[λό]γει ἀσθένειαν καὶ ἀ[σέ]βειαν· οἱ δὲ καὶ ἐν τῷ μασι]ιγοῦσθαι ἐβλασ[φήμη]σαν. Τὰ χρονικὰ δὲ κἀνταῦθα διασημαινόμενα ἐκ παρωχημένου διαστήματος ἐπὶ ἐνεστῶτα μετεγγιζόμενα. ἀπὸ γὰρ τοῦ οὐχ εὑρέθησαν ἐπὶ τὸ καταβαίνει ἀπέκλινεν· ἐκεῖνο βουλομένου παριστᾶν, ὡς τούτου συμβαίνοντος, ἀνάγκη τοῦτο ἐπακολουθῆσαι· οἱ δὲ καὶ τῇ φοβερᾷ ταύτῃ καὶ πρὸς ἐπιστροφὴν κακώσει ἀναντιρρήτως βλασφημήσουσι. τοῦτο γὰρ ἡ τοῦ παρωχημένου ἔννοια παριστᾷ· τὸ πάντως ἐσόμενον ὡς γεγενημένον προ- φέρουσα.

Περὶ τοῦ ἑνὸς τῶν ἑπτὰ Ἀγγέλων δεικνύντος τῷ εὐαγγελιστῇ τὴν τῆς πόρνης πόλεως καθαίρεσιν καὶ περὶ τῶν ἑπτὰ κεφαλῶν, καὶ τῶν δέκα κεράτων.

Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ Ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησε μετ’ ἐμοῦ λέγων, δεῦρο δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης, τῆς καθημένης ἐπὶ τῶν ὑδάτων πολλῶν, μέσ’ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς. καὶ ἀπήνεγκέ με εἰς ἔρημον ἐν πνεύματι· καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, γέμον ὀνομάτων βλασφημίας, ἔχον κεφαλὰς ἑπτὰ, καὶ κέρατα δέκα.

[*](u μετεωρισθέντων φροντισμάτων B. x κατέρχεσθαι B. y ἧς B. z Hinc om. Edd. ad fin. Sch.)
426

Ἐπειδὴ ἐδεῖτο τῶν οἱ * * μένων αὐτῷ σύνεσιν, εὑρίσκει οὐκ ἄλλον ἢ τῶν ὑπουργούντων ἕνα τοῖς φρικτοῖς θεάμασιν, φησὶν αὐτῷ, “ δεῦρο δείξω σοι·” τὸ δεῦρο τῆς Ἑλληνικῆς τεχνολογίας τῆς χρονικῆς ἡμᾶς ἐξακριβούσης τῶν κατὰ παρακέλευσιν εἰσαγομένων ὑπάρχειν μόριον· ἐνταῦθα κλήσεως εἴληπται χρείαν επέχειν· ἐπείτοι, ὡς ἔφθημεν εἰρηκότες, ἐπ’ ἐλάχιστον μέλον τῆς τοιαύτης ἀκριβείας τοῖς τὸ πᾶν σπούδασμα τῆς ψυχικῆς σωτηρίας ποιουμένοις· καθὸ καὶ νῦν ἡ τοῦ λόγου πρόεισι δ[ιήγη]σις.

Κρίμα τὴν διαγωγὴν, τὴν διεξαγωγὴν καὶ τὴν διοίκησιν καλεῖ. πόρνην δὲ οὐχ οὕτω τὴν παλαιὰν Ῥώμην ἐπιτευκτικῶς χρὴ ἀκούειν, ὡς τὸν παρόντα κόσμον, ὃς καὶ αἵμασιν ἀμυθήτοις καὶ βασιλεῦσι πλείοσι Ῥώμης ἐνευθηνεῖται, ὡς ἐξ ἀρχῆς κεκρικόσι a πορνικῶς διακεῖσθαι, πορνείας οὐ τῆς αἰσχρᾶς συμπλοκῆς τῶν σωμάτων μόνης νοουμένης, ἀλλὰ καὶ πάσης ἀπὸ Θεοῦ b ἐκκλίσεως. καθὰ καὶ εἴρηται τὸ “ ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα “ ἀπὸ σοῦ, ” καὶ τὸ “ ἐπόρνευσαν τοῖς ἐπιτηδεύμασιν δὲ ἐξ ἀρχῆς οὗτος ὁ κόσμος πρόεισι, τίς ἀμφιβάλλει, ἐξ οὗ καὶ μεγάλη πόρνη ὡς ἐπὶ μεγάλοις ἀτοπήμασιν ἐνστρεφομένη εἴρηται· καὶ ἐπὶ τῶν ὑδάτων καθημένη, καὶ τοῦτο καὶ ἀπ’ αὐτοῦ τοῦ πράγματος ὁρᾶται· διὸ καὶ τὸ ψαλμικόν φησι λόγιον, “ αὐτὸς ἐπὶ “ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν τοῦ “ ἡτοίμασεν’’ ἀντὶ τοῦ ἕδρασεν νοουμένου· ἐπεὶ γὰρ τῇ οὐσίᾳ οὐχ οἷόν τε καθ’ ἑαυτὴν διαμένειν, μήτινος αὐτὴν κάτωθεν ὑπολαμβάνοντος καὶ ἀνέχοντος· τοῦτο παραστῆσαι βουλόμενος ὁ λόγος ἐπὶ θαλασσῶν φησι τεθεμελιῶσθαι τὴν γῆν· περὶ ἣν τὸ ἐνδιαίτημα τῷ φθαρτῷ τούτῳ βίῳ· ἅτε γὰρ θησαυρὸς οὖσα τῆς ὑγρᾶς οὐσίας, καὶ πᾶσαν τὴν ὑποστάθμην αὐτῆς ὑποδεχομένη, καὶ ἐξαυτῆς δίδωσιν ἔχειν τὸ εἶναι. τούτου δὲ ἔχοντος οὕτως, εἰκότως ἐπ’ αὐτὴν ἡδρᾶσθαι τὸ λόγιον φησι καὶ τεθεμελιῶσθαι, ὡς τοῦ θεμελίου τὸ εἶναι παρέχοντος, ὅπερ ἀπὸ τῶν ὑδάτων αὐτὴ χορηγεῖται, αν * κτίσις τις τοῦ θησαυρίσματος τὸ ἀπὸ τῆς ὑποστάθμης τῆς ὑγρᾶς οὐσίας τρόπον τινὰ τὸ εἶναι λαμβανούσης. καὶ ὅτι τοῦτο οὕτως, ἀκούειν ἐστὶ καὶ Μωüσέως ἐν τῇ κοσμοποιΐᾳ [*](a κεκρικῶς B. κεκρικότα Edd. b κρειττόνων ἀποστασίας B. c Quæ seq. usque ad βίος μεστός solus habet Cod. B.)

427
εἰσάγοντος τὸν Θεὸν λέγοντα, “ συναχθήτω τὸ ὕδωρ εἰς συναγω- “ γὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά.” οἱονεὶ γὰρ διηθήσεως τοῦ παχυτέρου τῶν ὑδάτων γενομένης καὶ πρὸς μίαν ὑπόστασιν χωρησάσης, αὐτῶν τε τῶν ὑδάτων γίνεται θησαυρὸς ἡ ξηρά· καὶ ὅτι ἐκ τῆς τούτων ὑποστάθμης τὸ εἶναι αὐτ. * * * * * * * καὶ κατὰ μὲν τὸν φυσικὸν λόγον οὕτως τὸ ἐπὶ ὑδάτων καθῆσθαι τὴν πόρνην· κατὰ δὲ τὸν θεωρητικόν τε καὶ τροπικὸν, ὃν καὶ μᾶλλον παραδεκτέον ἐνταῦθα· ὕδατα τὴν ὑγρὰν ἀκουστέον καὶ οὐδὲν σταθερὸν ἔχουσαν βιοτῆς, ἀλλὰ ταῖς ἀκαθάρτοις παλιρροίας διηνεκῶς δονουμένην, ὧν ὁ παρὼν βίος μεστός.

Ἕτεροι δέ τινες τῶν τὴν προσκειμένην Ἀποκάλυψιν ἐπισκεψαμένων d, πόρνην τὴν παλαιὰν ὑπειλήφασιν Ῥώμην, ἢ τὴν καθ’ ὅλου βασιλεία, μέχρι τῆς δευτέρας παρατείνουσαν τοῦ κυρίον παρουσίας. ὕδατα δὲ τὰ ἔθνη, ὦν ἄρχει τε καὶ ἄρξει, ἐπ’ αὐτῶν τοῦ ἱδρύσθαι τὸ κράτος ἔχουσα. ἀλλ’ εἰ καὶ διά τε τὸ παλαιὸν αὐτῆς κράτος ἀποβαλεῖν δυσχερὲς τοῦτο ὑπονοεῖν· οὐδὲν ἐμποδῶν ἐκ τούτου πολλῶν καὶ ἄλλων πόλεων εἰς τὸ ἀρχαῖον ἀξίωμα ἀναστρεψασῶν. ὅτι δὲ τὰ ὕδατα εἰς ἔθνη ἡ θεῖα γραφὴ οἰδεν ὑποβάλλειν e, ἄκουσον τοῦ θεοπάτορος, τὸ, “ ἀπὸ φωνῶν “ ὑδάτων πολλῶν,” εἰς ἔθνος f ἐκλαμβάνοντος. ἐπεὶ γὰρ βασιλεῦσαι τὸν Κύριον φάσκει εὐπρέπειαν ἐνδεδυμένον· ὅτι μηδὲ τῷ περιόντι τῆς ἐξουσίας τυραννικῶς οἶδεν χρῆσθαι, ἀλλὰ βασιλικῶς ἐπ’ εὐεργεσίᾳ, διὸ καὶ περιεζῶσθαί φησιν αὐτὸν, τουτέστι τὸ στεκτὸν τῆς δυνάμεως αὐτοῦ καθόσον οἷόν τε φέρειν θνητὴν νόησιν περιστείλαντα. ἀφ’ οὗ καὶ στερεωθῆναι τὴν οἰκουμένην περιγέγονε· “ τίς γὰρ ἱκανὸς τὸ κράτος ὑποδῦναι τῆς ὀργῆς αὐτοῦ;” Ἡ τοῦ Κυρίου βασιλεία τοιαύτη. τί δὲ ἡ τῶν “ πολλῶν;” ὑπερεπηρμένων· διό φησιν, “ ἐπῆραν ποταμοὶ φωνὰς, ποταμοὺς κατάρξαντας φάσκων, ὥσπερ Ἡσαΐας τὸν Ἀσσύριον ποταμὸν ὀνομάζει, ὁπηνίκα τὸν ποταμὸν λέγει τὸν μέγαν ἀνάγειν κατὰ τῆς Ἰερουσαλήμ. φωνὰς δὲ τὰς ὑπερηφάνους αὐτῶν καυχήσεις * τρίψεις δὲ τὰς συμ * * ρὰς τὰς λεηλασίας ἐπενέγκαιεν ἡ μεθ’ ὑπερηφανίας τῶν πολλῶν ὑδάτων ἤτοι ἐθνῶν ἐπιδρομή.

[*](d Ῥώμην τινες τῶν τὴν προκ. ἀποκαλ. ἐπισκεψ B. e ἔθνη λογιστέον Edd. f ἔθνη B. e Hinc usque ad fin. Sch om. Edd.)
428

Μεθ’ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς.

Οἱ βασιλεῖς τῆς γῆς οὗτοί εἰσιν οἱ γηίνοις φρονήμασι πρὸς τὸ συρφετὸν τοῦ παρόντος βίου κατακυλισθέντες. οἱ δ’ αὐτοὶ καὶ ἐμεθύσθησαν, τῷ μὴ ἐκ μικρᾶς καὶ τῆς τυχούσης χρήσεως, ἀλλ’ ἐκ πολλοῦ τοῦ περιόντος h, ἐμφορηθῆναι τῆς ἀσεβείας. τὸ μὲν ἀπ’ αὐτῆς κατασπευσάσης, τὸ δὲ καὶ αὐτοὶ τῆ τοῦ βίου ἡδυπαθείᾳ ἐκτραχηλισθέντες.

Καὶ ἀπήνεγκέ με εἰς ἔρημον ἐν πνεύματι.

Τὴν ἐσομένην ἐν τοῖς πνευματικοῖς ἐρήμωσιν ἡ θεωρία ἣν ὡς γυναῖκα i ἰδεῖν φησι διατεθηλυμένην καὶ ὡς πόρνην καὶ ἄνανδρον, μηδὲν ἔχουσαν σωφροσύνης γνώρισμα, ἀλλ’ ἔρημον παντὸς ἀγαθοῦ. τὸ δὲ ἐν πνεύματι ἀπενεχθῆναι, τί ἃν ἄλλο σημαίνοιεν, ἣ τὸ μὴ πραγματικῶς κατ’ ἐνέργειαν ταῦτα ὁρᾷν, ἀλλὰ θεωρητικῶς ἠξιῶσθαι; ἀφ’ οὗ καὶ ἄλλης γυναικὸς ἴνδαλμα χρηματισθῆναι ἐπὶ θηρίον κόκκινον καθημένην, γυναῖκα τὸν καιρὸν καθ’ ὃν ταῦτα διεξάγεται παριστῶν, καθ’ ὃν τῷ διαβόλῳ τῷ φονίῳ καὶ αἱμοχαρεῖ, (τοῦτο γὰρ τὸ κόκκινον χρῶμα διὰ πονηρῶν πράξεων ἐνεργούμενος k ἐπαναπαύεται, τῆς καθέδρας τοῦτο νοεῖν ὑποβαλλομένης. δι’ ὧν ἐνεργῶν ἀποστάτης ἐν ταῖς κατὰ Θεοῦ βλασφημίαις τὸ κράτος ἀποφέρεται. ὀνόματα δὲ βλασφημίας, τὸ τῷ Θεῷ πρέπον σέβας, τῷ διαβόλῳ ἀνατιθέναι l παριστᾷ. οὑς διάβολος διὰ τῶν υἱῶν τῆς ἀπειθείας ἑαυτῷ προσπορίζει.

Καὶ ἡ γυνὴ ἦν περιβεβλημένη προφυρᾶν καὶ κόκκινον, κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων, καὶ τῶν ἀκαθάρτων τῆς πορνείας τῆς γῆς· καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, Μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνειῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς. καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν τοῦ αἵματος τῶν ἁγίων, καὶ ἐκ τοῦ αἵματος [*](h περιόντος om. B, i πόρνην γυναῖκα B. k ἐνεργούμενος om. B. ἐπανατιθέναι B.)

429
τῶν μαρτύρων Ἰησοῦ. καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα. καὶ εἶπέ μοι ὁ Ἄγγελος, διὰ τί ἐθαύμασας;

Πορφύραν, διὰ τὸ κατ’ ἐξουσίαν ὡς ὑπὸ βασιλίδι πάντα τολμᾶσθαι. κόκκινον, διὰ τὸ πολλῶν ἁγίων αἵματα ἐκχεῖσθαι. κεχρυσωμένην δὲ, καὶ χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ὅτι, ὡς βασιλίδα ὁ λόγος ταύτην κοσμεῖ κόσμῳ βασιλείῳ. μεταξὺ γὰρ τῶν ἀπηνῶν καὶ ἐνεξουσιαζομένων ἐστὶν ἐνορᾷν τοῖς ἐπηρεαζομένοις ὡς m χρυσίον μὲν ἀκίβδηλον ἐπανθοῦσαν τὴν κατὰ Χριστὸν πίστιν. ὡς λίθον δὲ τιμαλφῆ τῇ διαφανείᾳ τὸ στερρὸν ἑαυτοῦ n ἐκπομπεύοντα τοῖς ἀγνοοῦσιν. ὡς μαργαρίτας δὲ, τῷ ἐκ τῆς πολυκύμονος τοῦ βίου o τῶν πειρασμῶν θαλάσσης ἀναδύναι, καὶ τῷ βασιλείῳ Χριστοῦ διαστήματι ἐναρμοσθῆναι. τὸ δὲ “ χρυσοῦν πο- “ τήριον,” χρυσοῦν μὲν διὰ τὸ τὸν καιρὸν ὡς βασιλείῳ κρατεῖσθαι p δυνάμει. ἐν τῇ χειρὶ δὲ, διὰ τὸ ἐνεργὸν τῶν ὑποτιθεμένων. ποτήριον δὲ, q ὡς φησι περὶ τοῦ Ἰὼβ “ πίνων μυκτηρισμὸν ἶσα ποτῷ·” ἴσως r εἰς ἔνδειξιν, ὅτι οὐ κατὰ κόρον, ἀλλ’ ἐν δίψῃ τῆς ἑαυτῶν ἀπωλείας τὴν κακίαν μετέρχονται. ὡς Δαβίδ φησι, “ ἔδραμον ἐν δίψει.” διὸ βδελύγματα ἑαυτῆς, τουτέστι, τὰ βδελυκτὰ τῷ Θεῷ ἐπιτηδεύματα ἐπλήθυναν, οἷς ἡ φιλαμαρτήμων πληθὺς ποτίζεται, ὡς ἡδὺ πόμα σπῶσα τὴν βδελυκτὴν τῆς ἁμαρτίας μέθην καὶ τῆς ἐκ Θεοῦ πορνείας τὴν βεβήλωσιν.

Καὶ τῶν ἀκαθάρτων τῆς γῆς.

Πορνεία γῆς, οἱ τοῖς γηΐνοις προστετηκότες. οὐ γὰρ πορνεύειν ἔδωκεν ἡ φύσις γῇ τῷ ἀψύχῳ καὶ ἀναισθήτῳ δημιουργήματι. τὸ δὲ ἐπὶ τὸ μέτωπον γεγράφθαι ὄνομα, τὸ ἀπηρυθριασμένως δηλοῖ πράττειν u τὰ ἀπαίσια. x διὸ καὶ ὡς μυστηρίου ἐκπομπὴν γίνεσθαι διὰ τὴν σύγχυσιν τῶν πραγμάτων τοῖς θεωρητικωτέροις ὡς Βαβυλῶνα δεῖ καλεῖσθαι, εἴτε τὸν καιρὸν καθὸν ταῦτα τελεῖται, ἣ καὶ αὐτὴν τὴν Ῥωμὴν τὴν παλαιὰν, ὡς καὶ Πέτρῳ τῷ θείῳ Ἀποστόλῳ δοκεῖ· καθ’ ἣν καὶ αἵματα πολλὰ μαρτύρων Χριστοῦ ἐχέθη· ἢ καὶ τὴν νέαν· ἐπεὶ καὶ ἐν αὐτῇ τῇ νέᾳ ἐν τοῖς καιροῖς τῶν [*](m τοῖς μὲν ὡς χρ. B. n ἑαυτῶν ἐκπομπεύοντας B. o τοῦδε B. mox πειρασμῶν τοῦ βίου. p κατακρατεῖσθαι B. q Hanc citat om. Edd. r ἴσως om. B. s δίψει B. t πῶμα B. u πράττειν om. B. x Hinc usque ad τ. ὀρθοδοξ. ἐχέθη om. Edd.)

430
Ἀρειανῶν πολλὰ αἵματα τῶν ὀρθοδόξων ἐχέθη. μητέρα δὲ τῶν πορνῶν καλῶν, διότι ὡς τὸ κράτος ἀναδεδεγμένην τῶν ἄλλων πόλεων, ἣν ἂν βούλῃ y πάλιν, εἴτε τὴν παλαιὰν Ῥώμην z, εἴτε τὴν νέαν, εἴτε τὸν καιρὸν τῆς ἐπιδημίας τοῦ Ἀντιχρίστου, οὐκ ἂν ἁμάρτῃς a τοῦ ἀληθοῦς· b ἐν πάσαις γὰρ αἵματα μαρτύρων ἐρύη, ὡς παρεθέμην, καὶ δήγε ἐν ταῖς ὑπ’ αὐτὰς τεκνωθείσαις· ὡς καὶ ἐπ’ αὐταῖς τὸ προφητικὸν ἐναρμόττειν τὸ “ ὡς μητὴρ καὶ θυγάτηρ,” ὡς γὰρ τῇ μητρὶ τὰ ἐπιτηδεύματα, οὕτως καὶ τὰ ἐξ αὐτῆς.

Τὴν γυναῖκα, ἣν ἂν καὶ βούλῃ ὡς προτεθεώρηται, εἴτε τὴν παλαιὰν Ῥώμην, εἴτε τὴν νέαν, εἴτε τὴν ὡς ἑνὶ σώματι [σαρ]κικῶς ἐκληφθεῖσαν βασιλείαν· ἐν ἑκάστῃ γὰρ τούτων οὐ μόνον κορέσθη τοῖς αἵμασι τῶν ἁγίων, ἀλλ’ ὡς ἐκμ ** καὶ ἀποβλύσαι αὐτῇ π[ερι]γέγονε· καὶ πρὶν μὲν ἀπὸ Ἄβελ μέχρις Ἰωάννου τοῦ βαπτιστοῦ, δαψιλέστερον δὲ ἀπὸ τῆς παρουσίας Χριστοῦ· ἥτις ἀρχὴ ἐστήσατο τὴν τῶν νηπίων μιαιφονίαν. διόπερ καὶ διεσταλμένως ἐξήγγειλε τοῦ αἵματος τῶν ἁγίων καὶ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ· ἃ καὶ τὴν μέθην ἐνειργάσαντο τῷ ὡς κατεπ ** σιν ῥυῆναι, Διοκλητιανοῦ μάλιστα καὶ τῶν ὁμοτρόπων αὐτῷ μιαι- φονούντων.

Καὶ ἐθαύμασα ἰδών.

Εἰκὸς ἦν c ἀγαθὸν ἄνδρα καὶ χρηστὸν καὶ πραΰτητι οὐδ’ ὅσῃ εἰπεῖν συγκροτούμενον, ἀγριότητα ὁρῶντα θηριωδῶν ἀνθρώπων, μὴ ὑπερβαλλούσῃ ἐκπλήξει κατάσχετον d γενέσθαι. τοῦτο γὰρ τὸ μέγα θαῦμα ἐμφαίνει. ὅτι δὲ ἁπλοϊκὸς τὸ ἦθος ὁ μακάριος οὗτος Ἰωάννης ὁ θεόλογος, ἡ περὶ αὐτοῦ ἱστορία διδάσκει.

Τοιαύτῃ ἐκπλήξει ἐλήφθη, ὡς καὶ αὐτὸς μὲν μὴ οἷός τε [γεν]έσθαι τὸ συμβὰν αὐτῷ ἐξαγγεῖλαι, ἀλλὰ τὸν ταῦτα παραδεικνύντα.

[*](γ καὶ βούλει om. πάλιν B. z Ῥώμην νοεῖν B. a ἁμάρτοι, B. b Qtiae seq. ad μιαιφονούντων om. Edd. c ἐπεὶ καὶ εἰκὸς B.)
431

Ὅπως ὁ Ἄγγελος τὸ ὁραθὲν αὐτῷ μυστήριον ἡρμήνευσεν.

Ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς, καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτὴν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα. τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ὑπάγει. καὶ θαυμάσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλέποντες ὅτι ἦν τὸ θηρίον καὶ οὐκ ἔστι, καὶ παρέσται. ᾧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσὶν, ὅπου ἡ γυνὴ κάθηται ἐπ’ αὐτῶν, καὶ βασιλεῖς εἰσὶν ἑπτά. οἱ πέντε ἔπεσον, ὁ εἷς ἐστὶν, ὁ ἄλλος οὔπω ἦλθε. καὶ ὅταν ἔλθῃ, ὀλίγον δεῖ αὐτὸν μεῖναι. καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἐστι, καὶ αὐτὸς ὄγδοός ἐστι, καὶ ἐκ τῶν ἑπτά ἐστι, καὶ εἰς ἀπώλειαν ὑπάγει.

“ Μυστήριον” ὅτι μυστικῶς δηλοῖ ταῦτα, τὰ ὡς ἐν εἰκόνι γραφόμενά σοι διὰ τῆς Ἀποκαλύψεως. ὡς πίνακι γὰρ προδιαγράφει τὰ μέλλοντα εἰρῆσθαι, σαφήνειαν τῷ λόγῳ περιποιῶν.

Θηρίον ὁ διάβολος, ἤρξατο κατὰ τὰ e ὥσπερ ὑπὸ πίνακι προεκτεθειμένα ἐντελῶς διεξιέναι. διό, φησιν, ἦν τὸ θηρίον, οὐ νῦν ὑφιστάμενον. ἀφ’ οὗ δῆλον, ὡς ὁ διάβολός ἐστιν. ἀρχὴ γὰρ πλασμάτων f τοῦ Κυρίου, κατὰ τὸ εἰρημένον. οὐκ ἔστι δὲ νῦν g, ὅτι ἀποκτανθεὶς τὰς ἐνεργείας τῇ τοῦ Χριστοῦ ἐπιδημίᾳ. οὐ γὰρ ὡς πρὸ ταύτης ἐνήργει υἱοὺς ἀνθρώπων καὶ θυγατέρας τοῖς ἑαυτοῦ δαίμοσι διὰ θυσιῶν παρασκευάζεσθαι, οὕτως ἤδη ταῦτα καὶ μετὰ τὴν Χριστοῦ παρουσίαν οἷός τε ἐνεργεῖν. διὸ καὶ προκεχρησμῴδηται “ τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαίαι εἰς τέλος ῥομφαίας τὰς ἐνεργείας καλῶν ὡς τιτρωσκούσας ὀλεθρίως τοὺς ἀνθρώπους h ἀνακαὶ [*](e οὐκ ἔστιν Edd. f πλάσματος κατὰ τὸ εἰρημ. B. g οὐκ ἐστι δὲ ἀποκτ. B. h Quæ seq. om. Edd. usque ad αἰωνίῳ πνρί.)

432
βαίνει δὲ ἐκ τῆς ἀβύσσου, εἰς ἢν μὴ ἀποπεμφθῆναι μὲν ἡ δέησις τῶν θερ***των αὐτοῦ δαιμόνων· ἅτε καὶ τοῦ κατάρχοντος αὐτῶν διαβόλον αὐτῷ τάγματι συγκατα**μένου, ἀλλ’ εἰς τὴν ἀγέλην τῶν χοίρων· οὗ καὶ γενομένου, καὶ τῆς ἀγέλης εἰς θάλασσαν ὑπ’ αὐ[τῶν] ἐκτιναχθείσης ἐναργὲς ἐφάνη, ὡς ὑποβρύχιοι γεγόνασιν ἀφανισθέντες τοῦ βίου· εἰ * * αὐτοὶ τέλεον· εἰς γὰρ γυμνάσιον τῶν ἀγωνιζομένων περιελείφθη τις τούτων μοῖρα τοῖς [περι]γείοις. αὐτὸς δ’ ὁ κατάρχων εἰς κρίμα ζόφου περιελείφθη, κατὰ Πέτρον τὸν μέγαν Ἀπόστολον * * μένου τῷ αἰωνίῳ πυρί. τῇ ἐπιδημίᾳ τοῦ Ἀντιχρίστου. i ὡς γὰρ οἱ οἰκειωθέντες ἀχώριστοι Χριστοῦ χρηματίζουσι, καθὸ καὶ εἴρηται πρὸς Φιλιππησίους τῷ ἁγίῳ Παύλῳ * * * * ἐν Φιλίπποις ὄντας καλῶν τοὺς ἁγίους διὰ τὸ ἐν Χριστῷ εἶναι, οὕτω καὶ ὁ Ἀντίχριστος κατ’ ἐνέργειαν ἐπιδημῶν τοῦ Σατανᾶ, συναναφέρεσθαι τούτῳ νοεῖται ὁ Σατανᾶς. ἔνθεν γὰρ ὁ Ἀντίχριστος τὸν Σατανᾶν ταῖς ἐνεργείαις αὐτοῦ ἐξιστῶν καὶ ἀπατῶν ἀνθρώπους φέρει ἐπ’ ὀλέθρῳ καὶ ἀπωλείᾳ καὶ ἑαυτοῦ καὶ τοῦ δι’ αὐτοῦ ἐνεργοῦντος καὶ τῶν ὀπαδῶν αὐτοῖς.

Καὶ εἰς ἀπώλειαν ὑπάγει.

Ἀπώλειαν εἰς ἣν ἀπιέναι μέλλει, οὐ τὴν εἰς τὸ μὴ εἶναι λέγει· ἀλλὰ τὴν διὸ γέγονε· γέγονε δὲ τὸ εἰς δόξαν τοῦ πεποιηκότος τελεῖν· “ ἔπλασε γὰρ” ὁ Ἐκκλησιάστης φησὶ, “ Κύριος τὸν ἀνθρω- “ πον εὐθῆ, καὶ αὐτοὶ ἐζήτησαν λόγους πονηρίας. ἀπώλειαν, οὐ τὴν ἀνυπαρξίαν, ἀλλὰ τὴν ἐν γεέννῃ κατάκρισιν λέγει. ὡς καὶ ὁ Κύριος αὐτός φησι “ φοβήθητε δὲ τὸν δυνάμενον καὶ ψυχὴν “ καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.”

Καὶ θαυμάσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς.

Θαυμάσονται τὴν τοῦ θηρίου παρουσίαν, οὐ μόνον ὅτι ἀπόλωλε καὶ πῶς ζῇ, ἀλλὰ καὶ ὅτι παραγέγονεν ἐν τέρασιν ἀπάτης. τίνες δὲ “ θαυμάσονται ” οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς. περὶ ὧν καὶ Ἡσαΐας φησίν. “ οὐ πεσούμεθα, ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες “ ἐπὶ γῆς.” γῆς. τοιοῦτοι δὲ οἱ ἀστήρικτον ἔχοντες τὴν βάσιν, ἅτε μὴ ἐπὶ τὴν πέτραν Χριστὸν τεθεμελιωμένοι. θαυμάσονται οὖν καὶ νῦν οὗτοι οἳ διὰ τὸ χαμερπὲς οὐδὲ k τῇ βίβλῳ τῶν ζώντων [*](i Quæ seq. non hab. Edd. k ἐπὶ τῇ β. Edd.)

433
ἐγράφησαν. ἐκ τούτου νοεῖν ἐστι τῷ εἰρηκέναι ἀπὸ καταβολῆς κόσμου αἰτίαν παριστᾷν τῆς Μωϋσέως ἐν τῇ γενέσει ἱστορίας· τοὺς μὲν ἀπὸ Σὴθ γενεαλογήσαντος, τοὺς ἀπὸ τοῦ Καῒν δὲ οὐ. θαυμάσονται οὖν, ὡς ἤδη εἴρηται, οἱ μὴ διὰ τὸ χαμερπὲς προστοιχειωθέντες ἀσφαλῶς ταῖς τοῦ Χριστοῦ περὶ αὐτοῦ προρρήσεσι, ληιζόμενοι πῶς τὴν ἀρχαίαν δυναστείαν καὶ ἀπέλαβε καὶ ἀνέλαβε. διὰ τοῦτο πλήρωμα τῆς ἀσεβείας αὐτοῦ ἔνοικον ἔχοντος Ἀντιχρίστου αὖθις τέλος ἄξιον λήψεται. ᾧ τινι δὲ ὁ νοῦς πνευματικῶν ὄντων τῶν ἑρμηνευομένων πνευματικῆς τῷ χρεία σοφίας τοῦ γνῶναι πῶς ἦν καὶ οὐκ ἔστι καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου. καὶ γὰρ τὸ του ὄντος χώρησαι εἰς τὸ μὴ ὂν, ἐνάντιον εἶναι δοκεῖ τῷ μέλλειν ἀναβαίνειν ἐκ τῆς ἀβύσσου πάλιν, εἰ μήτι οὕτω νοηθεῖ l ὥσπερ καὶ εἴρηται.

Ὁ ἔχων σοφίαν πνευματικὴν γνώτω πνευματικῶς τὰ λεγόμενα. Αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν.

Ἐλέγομεν ἤδη γυναῖκα κατὰ μὲν τὸν δημιουργικὸν λόγον τὴν γῆν νοεῖσθαι, ἐφ’ ᾗ τῷ κόσμῳ τούτῳ πᾶσα πραγματεία. κατὰ μὲν οὖν τὸν δημιουργικὸν λόγον, ἐξ ὑδάτων καὶ ἐν ὕδασιν ἔχει τὸ εἶναι ἡ γῆ οὖν ἔχουσα καὶ αὐτὴ τὰ ὕδατα. κατὰ δὲ τὸν θεωρητικὸν καὶ τροπικὸν ὁ φθαρτὸς οὗτος ἐστὶ κόσμος, διύγροις πράξεσι καὶ ἀστάτοις διεξαγόμενος καὶ τῷ ἑβδοματικῷ ἀριθμῷ ἐξαρχῆς εἰληχὼς τὸ συγκροτεῖσθαι ταύτῃ. καὶ νῦν τὰ ἑπτὰ ὄρη ἐφ’ ἃ λέγεται καθῆσθαι ἑπτάκις χιλιοστίαν **ωμεθα συντελεσθῆναι ταύτῃ διαρκοῦντα ζωῇ· τὴν μὲν οὖν πέμπτην χιλιετίαν συντελεσθῆναι ἤδη, τὴν ἕκτην δὲ ἐπιστῆναι, καθ’ ἣν καὶ ταῦτα ἡ προκειμένη διατρανοῖ Ἀποκάλυψις. ὄρη δὲ καὶ κεφαλὰς ἑπτὰ τόπους ἡγούμεθα ἐν ὑπεροχῇ καὶ δυναστείᾳ κοσμικῇ τοὺς λοιποὺς ἐξέχοντας, ἐφ’ οὓς κατὰ καιροὺς τὴν τοῦ κόσμου βασιλείαν ἐστηρίχθαι ἔγνωμεν. ὡς πρῶτον ἐν Νινευῇ τὴν τῶν Ἀσσυρίων ἀρχήν. δεύτερον ἐν Ἐκβατάνοις τὴν Μηδῶν δυναστείαν, ἀπὸ Ἀρβάκου κρατήσασαν τῶν Ἀσσυρίων, ὧν τὸν βασιλέα Σαρδανάπαλον κρατήσας ὁ Ἀρβάκης καθεῖλε. μετὰ τούτους ἐν Βαβυλῶνι τὸ Χαλδαίων κράτος ὑπερεῖχεν m, ὧν Ναβουχοδονόσορ ὁ βασιλεὺς [*](l Sic. m ὑπερεῖχεν om. B.)

434
ἐβασίλευσεν. εἶτα μετὰ τὴν τούτων καὶ τῶν Μήδων n κατάλυσιν, ἐν Σούσοις o ὑπὸ Κύρου τῆς Περσῶν βασιλείας καθισταμένης p· μετὰ δὲ τὴν ταύτης ὑπὸ Ἀλεξάνδρου καθαίρεσιν ἡ τῶν Μακεδόνων ὑπεισῆλθεν ἀρχή. ἐκ τούτων ἡ ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ τῶν Ῥωμαίων ἀρχὴ καὶ ἰσχὺς, ἐπὶ μὲν Αὐγούστου Καίσαρος μετὰ τοὺς πρώην βασιλεῖς αὐτῆς καὶ ὑπάτους μοναρχήσασα, ὑπὸ δὲ ἀσεβῶν μέχρι Κωνσταντίνου κατασχεθεῖσα. ὣν μετὰ τὴν κατάλυσιν εἰς τὴν νέαν Ῥώμην τὰ τῶν φιλοχρίστων βασιλέων μετηνέχθη βασιλεία. κατὰ δὲ τὴν αὐτὴν ἔννοιαν, καὶ τοὺς ἑπτὰ βασιλεῖς ἐκδεκτέον τῆς ἐναλλαγῆς τῶν γενῶν, ἀρσενικοῦ λέγω καὶ θηλυκοῦ, μηδὲν παρεμποδιζούσης τῆς διανοίας τὴν ταυτότητα q, εἰ ἐκεῖ μὲν θηλυκῶς τὰς κεφαλὰς, καὶ ἑπτὰ ὄρη οὐδετέρως, ἐνταῦθα δὲ βασιλεῖς ἑπτὰ ἐσήμανεν. οὐδὲν γὰρ ἡ γραφὴ περὶ τούτων εἴωθε μικρολογεῖσθαι. ἐπεὶ καὶ τὸν Ἐφραὶμ, ποτὲ μὲν ὡς παροιστρῶσαν δάμαλιν εἰσάγει· ποτὲ δὲ ὡς ἄνουν περι**σκει, ἃ εὐόδως πορεύεται· τράγος καὶ ἀλεκτρύων καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνεσι. διατί νῦν κεφαλῶν θηλυκῶς; πόλεις δηλοῖ· διὰ δὲ τῶν ὀρέων ἀναστήματα οὐδετέρως τοπικῶς τῆς λοιπῆς ὑπερανέχοντα γῆς, ἀλλὰ καιρικῶς δόξης ὑψώματι· καὶ βασιλεῖς δὲ ὁμοίως ἢ τοὺς δοξασθέντας τόπους τῇ βασιλικῇ προεδρείᾳ, ἣ τοὺς πρώτως ἐν ταῖς εἰρημέναις πόλεσι βασιλεύσαντας, ἑκάστου ἀντὶ πάσης τῆς ἀρχῆς λαμβανομένου· οἷον Νίνου τῆς r * * *

Καὶ τὰ δέκα κέρατα ἃ εἶδες, δέκα βασιλεῖς εἰσιν, οἵ τινες βασιλείαν οὔπω ἔλαβον, ἀλλ’ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσι μετὰ τοῦ θηρίου. οὗτοις μίαν ἔχουσι γνώμην καὶ τὴν δύναμιν καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν. οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσι, καὶ τὸ ἀρνίον νικήσει αὐτοὺς, ὅτι Κύριος κυρίων ἐστὶ, καὶ βασιλεὺς βασιλέων. καὶ οἱ μετ’ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί. καὶ λέγει μοι, τὰ ὕδατα ἃ [*](n δὲ κ. τ. Μηδ. om. B. o Σούσαις Edd. P τὴν Περσ. ἡγεμονίαν κτηθῆναι B. q ταὐτότητι B. r Hic intervenit lacuna in Cod. B. a V. 10. cap. xvii. ad v. 8. cap. xviii.)

435
εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶ, καὶ ἔθνη καὶ γλῶσσαι.

Τὰ δέκα κέρατα, δέκα βασιλεῖς εἶναι φασὶν ἐκ τῆς Ῥωμαίων ἀρχῆς ἀναστησομένους ἐν τοῖς ἐσχάτοις καιροῖς, ὧν ἐν μέσῳ ὁ Ἀντίχριστος ἀναστήσεται. τὸ δὲ μὴ τὸ λαβεῖν αὐτοὺς βασιλείαν ἀλλ’ ἐξουσίαν ὡς βασιλεῖς καὶ μίαν ὥραν, τὸ μὲν ὡς βασιλεῖς διὰ τὸ ἀνέδραστον καὶ σκιῶδες τῆς βασιλείας αὐτῶν φησι, τὸ δὲ μίαν ὥραν μετὰ τοῦ θηρίου, ὥραν, τὸ βραχὺ τοῦ χρόνου παριστᾷν βούλεται, ἤτοι δι’ οὗ ἡ τοῦ ἐνιαυτοῦ ὥρα συντελεῖται, καθ’ ἣν τῷ Ἀντιχρίστῳ τῷ ὑπερέχοντι ὑποταγήσονται. ἢ καὶ ὥραν, τὸν ἀπολαυστικὸν βίον νοητέον.

Καὶ τὸ ἀρνίον νικήσει αὐτοὺς, καὶ τὰ ἑξῆς.

Εἰκότως ὡς καὶ Κύριος κυρίων, καὶ βασιλεὺς βασιλέων, καὶ ὑπασπισταὶ αὐτοῦ κλητοὶ, τὴν κλῆσιν οὐ κατὰ τὸ ἐπιτυχὸν ἔχοντες, ἀλλὰ κατὰ τὸ καίριον καὶ διηκριβωμένον καὶ ἀμετάθετον. διὸ καὶ πιστοὶ, ὅτι ὁ πιστὸς ἑνὶ προσανέχει δεσπότῃ, οὐ δυνάμενος δυσὶ κυρίοις δουλεύειν.

α ὕδατα α ἔιδες.

Προείρηται ἡμῖν περὶ τούτων, τροπικῶς καὶ φυσικῶς τὴν γῆν εἶναι ἐξ ὑδάτων, καὶ ἐν ὕδασι διατελοῦσαν, ἐν ᾗ ὁ φθαρτὸς οὗτος καὶ διύγροις ἡδοναῖς διαγόμενος ἥδρασται κόσμος. πάντως δὲ οὐκ ἄλλως ἢ οὕτως παρὰ τὰ ἀνθρωπίνα γένη νοεῖται. ἅπερ ἔθνη εἰσὶ τῇ διαφόρῳ φωνῇ διαστελλόμενα, πρὸς δὲ τούτοις καὶ τὰ βασιλέων κράτη συντηρούμενα. τοῦτο γὰρ τὸ κέρας δηλοῦν βούλεται, ἀπὸ τῶν κερασφόρων ζώων λαβὼν τὴν χρῆσιν, ὅτι κἀκεῖνα τοῖς κέρασιν ἑαυτῶν συντηρεῖται, εἴπου δεήσει πρὸς ἕτερα ζῷα διεξάγεσθαι. ὥσπερ καὶ ἔθνεσι πρὸς ἔθνη αἱ τῶν βασιλέων διαταγαὶ τὸ καθ’ ἑαυτὰ διαμένειν παρέχουσι μὴ πρὸς ἐκφύλους κυριαρχίας σκεδάζεσθαι.

Καὶ τὰ δέκα κέρατα ἃ εἶδες ἐπὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν, καὶ γυμνὴν ποιήσουσιν αὐτὴν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί.

436
γὰρ Θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι ψὴν γνώμην αὐτοῦ. καὶ ποιῆσαι γνώμην μίαν, καὶ δοῦμαι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ ἄχρι τελεσθῶσιν οἱ λόγοι τοῦ Θεοῦ. καὶ ἡ γυνὴ ἢν εἶδες, ἐστὶν ἡ πόλις ἡ μεγάλη, ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.

Τὰ μὲν κέρατα τί δηλοῦν ἐθέλει, εἴρηται δή· θηρίον δὲ τὸν διάβολον. ἀδιαφορεῖ γὰρ κατὰ τὸ σημαινόμενον τοῦ θηρίου, πῆ μὲν, τὸν Ἀντίχριστον ὀνομάζων οὕτως, ἔσθ’ ὅτε δὲ τὸν Σατανᾶν. οἱ βασιλεῖς οὖν, φησὶν, οἱ τέως κατ’ ἐνέργειαν τοῦ Σατανᾶ φονίως τῷ ἀρνίῳ διατεθέντες, Θεοῦ ὑποθημοσύνῃ, μισήσουσι τὴν πόρνην, τὴν ἐν τῷ βίῳ ἀπολαυστικὴν δίαιταν, ἐρημώσουσι δὲ καὶ εἰδωλο- λατρείαν κα τεμενῶν καὶ μαντείων ἀλλοτριώσουσιν, καὶ τὰς σάρκας αὐτῆς τὰ πρὸς θυσίαν ἀναφερόμενα τῶν εἰδώλων ζῷα ἑαυτοῖς ταμιεύσουσι, καὶ πᾶσαν τὴν περὶ τὰ μάταια σπουδὴν ἀφανίσουσι, καὶ οὕτως ὥστε ὑπὸ πυρὸς δαπανηθεῖσαν νομίζεσθαι. καὶ πάντας κράζειν, ποῦ νῦν οἱ τῆς τότε ἐπὶ τὰ μάταια ἐπιμελείας ἐχόμενοι; ταῦτα δὲ πάντα, ὡς ἔφημεν παραθέμενοι, οὐκ ἂν ἀθεεὶ συμβῆναι φασὶν, ἀλλ’ ἐκ θείας ἐπισκοπῆς καὶ προνοίας.

Καὶ ποιῆσαι γνώμην μίαν.

Εἰ καὶ σύνδρομος ἡ τούτων γνώμη τῇ τοῦ Θεοῦ, ἀλλ’ ὡς Θεῷ μεμελημένη, κατὰ δὲ τὸ ἀνεξερεύνητον βάθος τῆς προνοίας αὐτοῦ συμβαίνουσα τοῖς συντελουμένοις. οὕτω τοιγαροῦν κατὰ τοιαύτην ὁμογνωμοσύνην τούτοις δοθεῖσαν ὑπὸ Θεοῦ, τῆς ἐξουσίας ἁπάσης παρασχεθείσης τῷ θηρίῳ, διατελήσει κρατοῦν τὸ θηρίον εἰς ὅπερ ἂν αἱ κατάλληλοι κρίσεις ἀπάξουσιν, αἱ διὰ τῶν λόγων ὑπεσημάνθησαν, δι’ ὧν λέγει, “ ἄχρι τελεσθῶσιν οἱ λόγοι τοῦ Θεοῦ.”

Καὶ ἡ γυνὴ ἣν εἶδες ἐστὶν ἡ πόλις ἡ μεγάλη.

Σαφέστερον τὴν γυναῖκα παριστῶν, ἀναλαμβάνει περὶ αὐτῆς λόγον, καί· φησιν ἐκείνην εἰναι τὴν ἔχουσαν τὸ κράτος ἐπὶ τῶν τοῖς γηίνοις προσανακειμένων· οὐ γὰρ καὶ πάντες οἱ ἐνοικοῦντες ἔπι τῆς γῆς ἤδη καὶ τοῖς γηίνοις προσδιαφθείρονται.

437

Περὶ ἑτέρου Ἀγγέλου τὴν πτῶσιν Βαβυλῶνος δηλοῦντος, καὶ οὐρανίου φωνῆς τὴν ἐκ τῆς πόλεως φυγὴν ἐντελλομένης, καὶ περὶ τῆς ἀποβολῆς τῶν τερπνων ὢν τὸ πρὶν ενεκτητο.

Μετὰ ταῦτα εἶδον Ἄγγελον ἄλλον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην. καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ, καὶ ἔκραξεν ἰσχυρᾷ φωνῇ λέγων, ἔ Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμόνων, καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ μεμισημένου, ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπώκασι πάντα τὰ ἔθνη. καὶ οἱ βασιλεῖς τῆς γῆς μετ’ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν. καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν, Ἔξελθε ἐξ αὐτῆς ὁ λαός μου, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε, ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ. καὶ ἐμνημόνευσε ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς.

Καὶ ἡ γῆ ἐφωτίσθη.

κἀντεῦθεν τῶν θείων δυνάμεων τὸ λαμπρὸν καὶ φωτιστικὸν πολλῷ τῷ μέτρῳ τὸ ἀστρῷον σέλας ὑπερνικῶν ἔστι νοεῖν μετὰ τὸ παρελθεῖν τὰ ἀμαυρὰ τοῦ φθαρτοῦ κόσμου παρρησιαζόμενον. Μεγάλην φησὶ τὴν τοῦ φωστῆρος εἶναι ἐξουσίαν, καὶ φωτίζειν τὴν περίγειον ἐκ τῆς δόξης αὐτοῦ. παραβαλλόμενα γὰρ τὰ οὐράνια καὶ ἄφθαρτα τοῖς γηΐνοις καὶ φθαρτοῖς, ὅσον τὸ ὑπερβάλλον τῆς δόξης παρίστησιν· ἰσχυρὰν δὲ τὴν φωνήν ἐμπεδοῖ τὸ ἔμπρακτον ἐμφαίνων τῶν δηλουμένων καὶ ἀπαράβατον. καὶ τί τοῦτο; “ἔπεσε Βαβυλὼν ἡ μεγάλη,” Βαβυλῶνα τὴν διέξοδον τοῦ φθαρτοῦ τούτου βίου λέγων.

Καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ μεμισημενου.

Εἰς ὄρνεα μεταλαμβάνει τοὺς δαίμονας διὰ τὸ ἄδηλον τῆς

438
ἐφόδου αὐτῶν τῆς κατὰ τῶν ἀνθρώπων, ἐπεὶ καὶ τῶν ὀρνέων ἡ ἔφοδος ἐξ ἀδήλου εἴωθεν ἐπιφοιτᾷν προσδοκίας. μεμισημένου δὲ εἴρηται οὐκ ἀλόγως. τίς γὰρ σωφρονῶν οὐ βδελύττεται τὴν μετὰ τῶν δαιμόνων ἀναστροφήν; δι’ ἣν καὶ βδελύγματα ὠνομάσθησαν.

Ἔξελεθε ἐξ αὐτῆς ὁ λαός μου.

Ἐξελθεῖν παρακελεύεται ἡ φωνὴ, οὓς ἔγνω Κύριος αὐτοῦ. ἐξελθεῖν δὲ, τὸ μὴ συναπολέσθαι δικαίους μετὰ ἀσεβῶν. ὡς γὰρ ἐπὶ τοῦ Λὼτ, τὸ, “ σώζων σῶζε τὴν σεαυτοῦ ψυχὴν,” ἀνυπερθέτως μέχρις ἃν τοῦ ὄρους, ἐπὶ γῆς οὐδαμοῦ ἠρεμῶν, ὁ Θεὸς αὐτῷ ἐνετείλατο, οὕτω κἀνταῦθα.

Καὶ ἐμνημόνευσεν ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς.

Ἀνθρωπίνως διασκευάζεται ταῦτα. ἐπὶ γὰρ Θεοῦ τῆς μακαρίας φύσεως καὶ πάθεσιν ἀπροσίτου, τὰ τοιαῦτα κἂν ἐννοεῖν περιττόν. ἐκεῖ γὰρ μνήμη, ὅπου καὶ λήθη. λήθη δὲ τοῦ δυνάμει παρεῖναι τὸ πραχθὲν, οὐκ ἔτι δὲ καὶ ἐνεργείᾳ σημαντικόν. Θεῷ δὲ οὐδὲν πρόσεστι δυνάμει, ἀλλ’ ἐνεργείᾳ.

Ἀπόδοτε αὐτῇ, ὡς καὶ αὐτὴ ἀπέδωκεν ὑμῖν· καὶ διπλώσατε αὐτῇ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασε, κεράσατε αὐτὴ διπλοῦν. ὅσα ἐδόξασεν ἑαυτὴν, καὶ ἐστρηνίασε, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. ὅτι ἐν τῇ καρδίᾳ αὑτῆς λέγει, ὅτι κάθημαι βασίλισσα, καὶ χήρα οὐκ εἰμὶ, καὶ πένθος οὐ μὴ ἴδω. διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος, καὶ πένθος, καὶ λιμός. καὶ ἐν πυρὶ κατακαυθήσεται. ὅτι ἰσχυρὸς Κύριος ὁ κρίνων αὐτήν.

Ἀνεπισήμαντον, παρὰ τίνος τὸ πρόσταγμα ἢ ὁ λόγος πρόεισιν. εἴη δ᾿ ἃν παρὰ τῶν δικαίων καὶ μαρτύρων τῶν κατ’ ἐκεῖνο καιροῦ, τῆς τοῦ Ἀντιχρίστου δηλαδὴ ἐπιδημίας ὑπὲρ Χριστοῦ ἐναθλησάντων, τοσαύτῃ ὠμότητι καὶ θηριωδίᾳ ὑπὸ τῶν τηνικαῦτα τῷ βίῳ ἐμπολιτευομένων ὑπουργῶν τοῦ Ἀντιχρίστου παραδοθέντων, ὥστε καὶ αὐτοὺς κᾂν εἰ θεομιμήτως προείλοντο ζῆν, ἀλλ’ οὖν διὰ τὸ ὑπερβάλλον τῶν κακώσεων ἐκνικηθῆναι ταῦτα προφέρειν. εἰρήκαμεν δὲ γυναῖκα τὸν ἐπὶ τοῦ Ἀντιχρίστου καιρὸν, οὐ πόλιν τινὰ

439
σημαίνειν. καὶ ποτήριον δὲ τὴν προαίρεσιν τῶν ἐμπολιτευομένων τῷ τότε βίῳ, οἳ τῇ δυναστείᾳ τοῦ Σατανᾶ γαυριῶντες, ἀμέτρῳ τῆ τῶν δεινῶν εὐθηνίᾳ, κατὰ τῶν ἀντικειμένων κατεχρήσαντο. καθὼς οὖν ἐποίησεν, ἀποδοθήτω αὐτὴ.

Ἀπόδοτε αὐτῇ διπλοῦν.

Οὐ τὸ διπλάσιον βούλεται τὸ διπλοῦν, ἀλλ’ ὅτι φιλάνθρωπος ὣν ὁ Θεὸς καὶ ἀγαθὸς καὶ πολὺ καταδεέστερον κολάζων, διπλᾶ οἴεται ἀποδεδωκέναι, καὶ ὅταν μέρος ἀποδῷ, καὶ οὐ μόνον διπλᾶ, ἀλλὰ καὶ ἑπταπλάσια· εἰ μή που τοῦτο οἰητέον ὡς οὐ Θεοῦ ἀπειλῆς. πῶς γὰρ ὁ λέγων, οὐκ ἐκδικήσει Κύριος δὶς ἐπὶ τὸ αὐτὸ, νῦν διπλάσια καὶ ἑπταπλάσια φησὶν ἐκδικεῖν; εἰ οὖν τὸ διπλοῦν καὶ ἑπταπλάσιον, οὐ τὸ κατ’ ἀξίαν σημαίνειν ὑποληπτέον, ἀλλὰ τὸ μετριώτερον, ἴσως ἄτοπον οὐδέν.

Ὅσα ἐδόξασεν ἑαυτὴν, καὶ ἐστρηνίασε.

Καθώς, φησι, δοξασθεῖσα καὶ κατασπαταλήσασα τοῦ παρόντος βίου, πρόνοιαν οὐ πεποίηται τοῦ θείου θελήματος, οὕτως ἀπόδοτε αὐτῇ. λέγει γὰρ, οὐκ ἔσομαι τοῦ βασιλεύειν ἐστερημένη.

Ἐν τῇ καρδίᾳ αὑτῆς.

Καρδίαν, τὸν ἔμμονον φησὶ τῶν τότε τὸν βίον συμπληρούντων, οὓς καὶ εἰς γυναῖκα ἐμυθοποίησε μαχλῶσαν.

Διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς.

* * * βιστῶν φησιν ὡς καὶ ὁ Κύριος δι’ ὧν λέγει τὴν ἡμέραν ὡς κλέπτην ἔρχεσθαι λαθραίως καὶ ἀφανῶς. ἣ οὖν ἀδόκητον δηλῶν καὶ ὀλίγον τοῦ καιροῦ, ᾧ ταῦτα συμβήσεται, ὥς τινες ἐν τῇ παλαίᾳ Ῥώμῃ· ἣ καὶ αὐτῆς ἡμ]έρας τὸν δρόμον ἐν ᾗ ταῦτα συμβήσεται. μετὰ γὰρ τὸ ἐγκρατεῖς αὐτῆς γενέσθαι τοὺς ἐχθροὺς, ἐξαρκεῖ καὶ μία ἡμέρα πᾶσαν κόλασιν ἐπαγαγεῖν τοῖς ἡττηθεῖσι t, καὶ πολυειδεῖς θανάτου τρόπους· δυνατοῦ ὄντος τοῦ Κυρίου, ὥσπερ τοῖς εὐαρεστοῦσιν αὐτῷ τὰ θυμήρη προσνέμειν, οὕτω καὶ κολάζειν ἀνεπιστρόφως ἐξαμαρτάνοντας. u καὶ οἱ μὲν πρὸς Ῥώμην τὴν παλαιὰν ἐναρμόζοντες τὴν θεωρίαν οὕτως· ἐπιτευκτικώτερον δὲ τῷ κόσμῳ τούτῳ συμβιβάζειν αὐτὰ πρόδρομα ἐσόμενα τὰς ἡμέρας [*](s Qiiae seq. post lac. supra not. habet Cod. B. t τῇ ἡττηθείσῃ Edd. u Seq. om. Edd.)

440
τοῦ Ἀντιχρίστου, τῆς ἐσχάτης αὐτοῦ συντελείας, καθ’ ἣν καὶ μόνος Κύριος τῇ ἀπερινοη * τοῦ δυναστεία ἰσχύρως ἐπεξιέναι καὶ δαίμοσι τοῖς κατὰ βασιλικὴν ἐξουσίαν ἐνυβρίσαι ἐνεστῶτι αἰῶνι, καὶ ἀνθρώποις ἀκρατῶς ἐνασελγαίνουσιν αὐτῷ κατὰ βασιλικὴν ἀκρότητα καὶ ἄσχετον σπατάλην κὴν ὐπερτεινουσ[ιν] εὐφρο- συνην.

Καὶ κλαύσουσι καὶ κόψονται ἐπ’ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς, οἱ με αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες, Οὐαὶ οὐαὶ ἡ πόλις ἡ μεγάλη Βαβυλὼν, ἡ πόλις ἡ ἰσχυρὰ, ὅτι ἐν μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου. καὶ οἱ ἔμποροι τῆς γῆς κλαύσουσι καὶ πενθήσουσιν ἐπ’ αὐτῇ, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράσει ἔτι. οὐκ ἔτι γόμον χρυσοῦ καὶ ἀργύρου, καὶ λίθου τιμίου καὶ μαργαρίτου, καὶ βυσσίνου, καὶ πορφυροῦ, καὶ σηρικοῦ, καὶ κοκκίνου. καὶ πᾶν ξύλον θύινον, καὶ πᾶν σκεῦος ἐλεφάντινον, καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου, καὶ χαλκοῦ, καὶ σιδήρου, καὶ μαρμάρου. καὶ κινάμωμον, καὶ θυμιάματα, καὶ μῦρον, καὶ λίβανον, καὶ ἔλαιον, καὶ οἶνον, καὶ σεμίδαλιν, καὶ σῖτον, καὶ πρόβατα, καὶ κτήνη, καὶ ἵππων καὶ ῥαιδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων. καὶ ἡ ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σου ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ οὐκ ἔτι οὐ μὴ εὕρῃς αὐτά.

Ἐπιμένει τῇ τροπολογίᾳ ὡς ἐκφαντικωτέραν γενέσθαι ἀπὸ τῆς πορνικῆς ἀκαθαρσίας τὴν πλημμέλειαν. τοὺς δαίμονας δὲ εἶναι τούτους ἔφαμεν καὶ μακρόθεν ἑστηκότας. αὐτοὶ γὰρ ἅτε Νόες, καὶ πρὸ τῆς πείρας v τὴν διέκβασιν εἰδέναι οἷοί τε εἰσὶ, καὶ ὡς ἀπὸ καπνοῦ τοῦ πυρὸς τὴν ὑπόστασιν συνιέναι. ἀλλ᾿ ἐρεῖ τις, εἰ καὶ αὐτοὶ οἱ ἐξοιστρήσαντες τοὺς ἀνθρώπους ἐπὶ τὰ ἀσχήμονα [*](v ἱκανοὶ τὴν ἔκβασιν εἰδέναι B. x Quӕ seq. om.)

441
κοινωνοὶ καὶ τῶν διὰ ταῦτα τιμωριῶν γενόμενοι, πῶς ἐλεύθεροι τούτων εἰσάγονται θρῆνον συνείροντες; ἐροῦμεν ὡς οὐδὲν ἄπορον μετόχους ὄντας βασάνων τινὰς προεγνωκότας ὅποι προάγει τὰ συνεργούμενα τῶν ἀγνοούντων προληπτικῶς ὀλοφύρεσθαι. τὸ δὲ οὐαὶ y, θρηνῶδες ἐστὶν ἐπίφθεγμα, εἰωθὸς ἐπὶ συμφοραῖς ἐνεργουμέναις ἐκφωνεῖσθαι z. διὸ καὶ νῦν μάλιστα τῷ παγκοσμίῳ καὶ ἀθρόῳ συμπτώματι μετακεχείρισται a. ἰσχυρὰν δὲ πόλιν αὐτήν φησιν, ὡς ἐξ ἀπείρου σχεδὸν χρόνου τὸ εἶναι διαλαβοῦσαν εἰς ἀδιάρρηκτον σύνδεσμον καὶ οὔποτε ἐλπισθέντα διαλυθῆναι.

Ἠλθεν ἡ κρίσις σου.

b Κρίσιν τὴν κατάκρισίν φησιν, τὸ ἀνταποδωμα, ἰσοστάσιον τῶν πεπραγμένων, ἐπάξιον τετολμημένων.

Καὶ οἱ ἔμποροι τῆς γῆς κλαύσουσι.

Ἐντεῦθεν ἀπαραγράπτως ἐκληπτέον τὰ χρησμῳδούμενα, οὐ περὶ Βαβυλῶνος, οὐ Ῥώμης τῆς παλαιᾶς, οὐ τῆς νέας, οὐκ ἄλλης τινὸς μιᾶς πόλεως, ἀλλὰ τοῦ σύμπαντος c τούτου φθαρτοῦ κόσμου, καθ’ ὃν οἱ τὰ πρόσκαιρα ἐμπορευόμενοι κλαυθμῷ καὶ πένθει ἁλώσονται, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράσει d. γόμον δὲ τὰ ἐπιτηδεύματα λέγει, περὶ ἃ εἰώθασιν οἱ ἄνθρωποι κατατρίβεσθαι. e λυθέντος γὰρ τοῦδε τοῦ αἰσθητοῦ συγκρίματος ἐν δικαίοις καὶ ἀδίκοις τὸ διαπονεῖσθαι ὑπῆρξε πρὸς ἐπηρείαν βελτιόνων καὶ χειρόνων· βελτιόνων μὲν τῶν βελτίστων· χειρόνων δὲ τῶν χειρίστων. ἐξ ἑκατέρων τούτων τῶν ἐμ]πόρων πένθος ἐνστῆναι φησιν, τῶν μὲν βελτίστων, ὅτι μὴ ἐπιπλέον τὸ γυμνάσιον πρού** εἰς μείζονος ἀντίδοσιν ἀγαθῆς ἐργασίας καὶ ἀμοιβήν· τῶν δὲ χειρίστων, ὅτι παρέστη ἄθροον ἡ καταξίαν τῶν ἀτόπων αὐτοῖς πράξεων ἀνταμοιβή.

Οὐκ ἔτι γόμον χρυσοῦ, καὶ τὰ ἑξῆς.

Εἰς γόμον τὰ ἐπιτηδεύματα φέρει, ὧν τῆς ἐπικαίρου ταύτης διαρρυείσης βιοτῆς, καθ’ ἣν καὶ ἡ ἐμπορία f τῶν ἐπιτηδευμάτων τὸ ἔμπρακτον ἀποφέρεται, οὐκ ἀπεικὸς τὸ πένθος ἐπεισιέναι. [*](y “ οὐαὶ, οὐαὶ, ἡ πόλις ἡ μεγάλη.” B. z ἀναφωνεῖσθαι B. a μετακεχείρεσθαι B. b Hoc Sch. carent Edd. c συμπ. εἶναι φθ. B. d ἀγοράζει B. e æ seq. om. Edd. usq. ad fin. Sch. f ἐμπορεία B.)

442
g εἰς χρυσὸν μὲν καὶ ἄργυρον ἐκεῖνα τῶν ἐπιτηδευμάτων ἀφομοιούμενα, ἃ τῷ διαιωνίζοντι πυρὶ, εἰ ἀνάλωτα διατηρηθείη, σκοπεῖται· εἰς λίθους δὲ τιμίους, ὅσα τὸ λαμπρὸν *υροῦσθαι δυστυχεῖ τῷ μὴ καθαρεύειν ἐπιδεικτικῆς ἀχρηστίας· εἰς μαργαρίτας δὲ, ὧν καὶ λαμπρὸν μετὰ τοῦ εἶναι εἰς ἀνυπαρξίαν χωρεῖ. πορφύρα δὲ καὶ βύσσος καὶ Σηρῶν νήματα κόκ]κῳ δεδευμένα καὶ κόχλῳ ἐκεῖνα τῶν ἐπιτηδευμάτων αἰνίττεσθαι, ὅσα τῷ εὐτελεῖ * κοῦντι τῆς κτήσεως τὸ μακάριον οἶδεν περιποιεῖν. εἰς ξύλον δὲ θύϊνον καὶ ἐλέφαν[τα] τούτων ἀναφερομένων, ὧν δυσπόρητος μὲν ἡ εὐπορία, φέρουσα δὲ κλέος τῶν κεκτημένων.

Ἰστέον δὲ ὅτι καὶ νῦν τὰ τῆς συντάξεως τοῦ λόγου ἡμαρτημένως κατὰ τὴν Ἑλλήνων συνήθειαν φέρεται· γόμον γὰρ εἰπὼν χρυσοῦ καὶ ἀργυροῦ καὶ λίθου τιμίου καὶ μαργαρίτου καὶ βυσσίνου καὶ πορφυροῦ καὶ σηρικοῦ καὶ κοκκίνου, οἶον εἰπεῖν κάτα ἀκόλουθον ὁμοιόπτωτον γενικὴν, οὐ τοῦτο μὲν, ἀλλ’ εἰς εὐθεῖαν ἀνέδραμεν, οὐκ αὐτῷ μέλον Ἑλληνικῆς εὐρυθμίας τῷ εἰς τὴν ὠφέλειαν δηλώσεως ἀσχολουμένῳ, οὐ περὶ τὸ εὔ[ρυθ].μον τοῦ ἤχου θορυ[βου]μένου· τὸ μὲν γὰρ ἀναγκαῖον, τὸ δὲ πέριττον. h τιμίαις δὲ ὕλαις ταῖς ἐν τῷ κόσμῳ, τοὺς ἐμβιοῦντας αὐτῷ ἐξομοιοῖ, ἀργύρῳ μὲν καὶ χρυσῷ, τοὺς διαρκεῖ τῇ καρτερίᾳ τοὺς πειρασμοὺς ὑποφέροντας τοῦ βίου, καὶ αὑτοὺς εἰς πῦρ εἰωθότας δαπανᾷν, εἰ καὶ κρειττόνων ἐλπίδι ἐναθλοῦντες τὸ ἀλώβητον ἔχουσι. τοιοῦτο γὰρ καὶ ὁ χρυσὸς καὶ ὁ ἄργυρος πρὸς τὸ ἔνυλον ἀποφαίνονται πῦρ. λίθῳ δὲ τιμίῳ καὶ μαργαρίταις, τοὺς ἐπιδεικτικῶς τῆ κατ’ ἀρετὴν κτήσει ἀποχρωμένους, οἳ τῇ τῶν περιστάσεων ἐφόδῳ τὸ λαμπρὸν ἀπημβλύνθησαν. βύσσῳ δὲ καὶ πορφύρᾳ καὶ τοῖς ἀπὸ Σηρῶν νήμασι, τοὺς ἐπὶ Χριστῷ τῷ ἄνθει τῶν ἐπαινουμένων καλλυνομένους. ξυλίνοις δὲ σκεύεσι καὶ τοῖς ἐκ ξύλου τοῦ τιμιωτάτου θυΐνου καὶ ἐλέφαντος καὶ κιναμώμου, τοὺς ἀποξενωμένῃ τῇ τοῦ βίου ἀσκήσει καὶ τοῖς πολλοῖς ἀνεπιφάντῳ χρησαμένους, φανερωθέντος δὲ τοῦ ἡδίστου ἀτμοῦ τῶν κατορθωμάτων, εὐφροσύνην οὐδ ὅσην εἰπεῖν καταλαβόντας πνευματικὴν, μετὰ τοῦ μηδὲ πυρὶ φθόνου ἁλῶναι οἵους τε εἶναι, ὡς οὐδὲ πυρὶ τῷ ἐνύλῳ κινάμωμον. [*](g Quæ seq. usque ad περιττὸν sic constituit Cod. B, h Quæ seq. usque ad τὸ δοκίμιον παρεχόμενα dedi ex Edd.)

443
χαλκῷ δὲ καὶ σιδήρῳ καὶ μαρμάρῳ, τοὺς χρυσοειδεῖς μὲν, νόθῳ δὲ χρωμένους τῷ πλούτῳ, ὡς καὶ σίδηρος τὸ στιλπνὸν, καὶ μάρμαρον τὸ στερρὸν, ὧν ἁπάντων τὸ πῦρ δοκιμαστικόν. καὶ οὕτω μὲν τὰ διὰ πυρὸς τὸ δοκίμιον παρεχόμενα. ἐλαίῳ δὲ καὶ οἴνῳ καὶ σεμιδάλει καὶ σίτῳ, τοὺς ἐν ἱλαρότητι καὶ εὔφρονι καταστήματι ψυχῆς τὸ τοῦ βίου πέλαγος διανηχομένους, οὐδὲν προσποιουμένους τῆς τῶν κακεντρεχῶν πολυπραγμοσύνης, ἄντε καὶ πολυτελεστέρα περιτυγχάνοιεν διαί[τᾳ] ἄντε καὶ χυδαιοτέρᾳ i. προβάτοις δὲ καὶ κτήνεσι παραβληθεῖεν οἱ τῷ τοῦ Θεοῦ ἀπειροπληθεῖ ἐλέῳ, ᾗ φησιν ὁ Δαβὶδ, σωζόμενοι. ἵπποις δὲ καὶ τοῖς διὰ τούτων ὀχήμασι k, ἃ ἡ παλαιὰ μὲν φωνὴ ἀγγάρους, ἡ δὲ τῶν Ἑλλήνων δημοσίους ἱπποστάθμους, ἡ δὲ τῶν Ῥωμαίων ῥαίδη, ἀφ’ οὗ καὶ τὸ ῥαιδάριος l τέτριπται, διὸ κἀνταῦθα τὸ ῥαιδῶν παρείληπται, ἐκείνους δηλοῦν βούλεται, οἳ τὴν ὁδὸν τῶν ἐντολῶν σου δραμόντες πρακτικῶς ᾀσματίζουσιν m.

Καὶ πᾶν σκεῦος ἐκ ξύλου.

n Οὐ πρὸς σολοικισμὸν τρεπόμενος ἀπὸ τῆς γενικῆς πτώσεως εἰς εὐθεῖαν μετέβη. ἀλλ’ ἐπειδὴ τοῖς σκεύεσιν ἔκ τινος εἰς τὸ εἶναι συμβαίνει λαμβάνειν, εἰπὼν πρῶτον τὰ ἐκ τινῶν τοῖς σκεύεσι πρόσεστι τὸ εἶναι, ἐπιφέρει μετὰ τοῦτο καὶ αὐτὰ τὰ ἐξ ὧν ἡ ὕπαρξις τοῖς σκεύεσι· τουτέστιν ἡ φυσικὴ τούτων ότης. ἤτοι τῷ περισπουδάστῳ κατηρτισμένη, ἢ τῷ ἀπεναντίας ὀλιγωρουμενη, η κα παντάπασιν αποστυγουμενη, ὡς χρυσὸς, ἄργυρος χαλκὸς, σίδηρος. χρυσὸς μὲν γὰρ καὶ ἄργυρος ἀνθρώποις περι- σπούδαστα, ὡσαύτως καὶ κιννάμωμον καὶ θυμίαμα καὶ λίβανον καὶ ἔλαιον καὶ οἶνος καὶ σεμίδαλις καὶ σῖτος. χαλκὸς δὲ καὶ σίδηρος καὶ μάρμαρον καὶ ἥττω τούτων ζηλωτὰ· πρόβατα δὲ καὶ κτήνη ὀλίγοις πρὸς κτῆσιν πεφρόντισται.

Χαλκῷ καὶ σιδήρῳ καὶ μαρμάρῳ τὸ εὐπόριστον παρεβλήθη τῶν ἐπιτηδευμάτων. ἃ τῇ δυνάμει τῶν ἐκπονούντων παραμετρηθέντα τὸ εἶναι λαμπρὰ ἐκληρώσατο. ὡσαύτως καὶ ὅσα εὐώδεσιν ἀτμοῖς τοῖς σωζομένοις καὶ ἀπολλυμένοις, ὡς καὶ Παύλῳ τῷ θείω δοκεῖ, [*](i Cod. B. unde haec dedi χυδεωτέρα. k σχήμασιν B. 1 ὁ βεραιδάριος B. m ἔδραμον πρακτικῷ ᾄσματι ζῶσιν B. n æ seq. dcdi e Cod. B.)

444
τὸ πρόσφορον ἀπονέμει. πρὸς τούτοις καὶ τὰ πρὸς ἔλαιον ἱλα- ρότητι, καὶ πρὸς οἷον τῇ εὐφροσύνῃ, καὶ σεμιδάλει καὶ σίτῳ ἀπεικαζομένοις, πολυτελεστέρῳ τὸ ζῆν καὶ κοινωτέρῳ κατὰ ἀρετὴν ἐκπορίζουσι, καὶ τοῖς προβατωδῶς καὶ κτηνωδῶς σωτήρια μετιοῦσι· περὶ ὧν καὶ εἴρηται τὸ “ ἀνθρώπους καὶ κτήνη σώσεις Κύριε.” ἵπποις δὲ καὶ τοῖς διὰ τῶν ἵππων ῥαίδοις συντελουμένοις. σημαίνει δὲ τὸ ῥαίδων τὰ ὀχήματα Ῥωμαικῇ λέξει. γλώσσῃ ῥαιδιοὺμ γὰρ οὗτοι τὸ ὄχημά φασι. οὗ ἡ πληθυντικὴ γενικὴ κατὰ συγκοπὴν ῥαίδων γέγονεν. ἵπποις τοίνυν καὶ ῥαίδοις ἀναφέρει τούτους, οἱ τῷ πλατυσμῷ τῶν τοῦ Θεοῦ ἐντολῶν, οἱονεὶ τῷ ἀστενοχωρήτῳ καὶ τῇ λειότητι τοῖς ἀπὸ Θεοῦ ῥοπῆς τῇ ἀνθρωπίνῃ καρδίᾳ ἐντυπουμένοις· δι’ ὧν ἵππων ἡ τῶν ἐντολῶν τοῦ Θεοῦ ὁδὸς ἐξανύεται. διὰ δὲ τὸ προσθεῖναι σώματα καὶ ψυχὰς ἀνθρώπων τὴν ἐνάργειαν παρεχομένου ἐστὶ τοῦ μὴ πρὸς μίαν πόλιν καὶ ταῦτα ἀφορίζεσθαι, ἀλλὰ περὶ τὴν πᾶσαν κτίσιν ἐν τῇ μετασκευάσει τῆς ἀπὸ τῆς φθορᾶς εἰς ἀφθαρσίαν αὐτῆς ἐσομένης.

Ἵππων, ἀντὶ τοῦ ὀχημάτων, ἵπποι εἰς ὀχήματα ἐπιτήδειοι καὶ σωμάτων καὶ ψυχῶν· τουτέστι κέ**οντες εἰς ἀναβάτας πεποιη- μένοι.

Καὶ ἡ ὀπώρα τῆς ἐπιθυμίας.

Ὀπώραν καὶ τὸν καιρὸν οἶδε καλεῖν ἡ συνήθεια. ἐπεὶ τοίνυν ἀπὸ τῆς φθορᾶς εἰς ἀφθαρσίαν μεταχωρεῖ τὰ ἀνθρώπινα ἀπαραλογίστως, ἄρα o καὶ τὰ πρὸς φθορὰν ἀποκλίνοντα συνεκλείψει ἀφανισθέντα εἰς ἅπαν. τοῦτο δὲ ἐπὶ πόλεως ἔτι ἐν τῷ ἐνεστῶτι ἐνθεωρουμένης συμβῆναι ἀδύνατον. κατὰ μὲν γὰρ τὸ μᾶλλον καὶ ἧττον p, οὐδεὶς ἀντείποι μὴ συμβῆναι, κατὰ δὲ τὸ εἰς ἅπαν, οὔ. ὥστε ἐκ περιουσίας ἀναιρεῖται ὁ πρὸς μίαν πόλιν συμβαίνειν βουλόμενος προκείμενον ἄλογος· ὁ δὲ πρὸς πᾶσαν τὴν κτίσιν ἀφορῶν τὸ κράτος ἀποφέρεται.

Καὶ ψυχὰς ἀνθρώπων.

Καταδουλοῦσά φησι, τοὺς ἐλευθέρους, ἄνθρωποι γὰρ ἀπὸ γενέσεως τῆς κατὰ πρόθεσιν ἁμαρτί[ας] δούλωτοι ὄντες· ποίας γὰρ οἱ μήπω τοῦ πολυμόχθου βίου τούτου μεταλαχόντες; διὸ οὔτε τῶν [*](o ἄα om. B. p καὶ πλέον καὶ ἔλαττον B.)

445
λιπαρῶν αὐτοῦ οἱονεὶ τῶν ἀπολαυστικῶν αὐτοῦ καὶ ἐνηδόνων μετεσχον. πω, ο μήπω ὢν τῶν ἐνυπαρχόντων ἐν χρήσει γενήσεται; ἐπεὶ οὖν τὸ φθαρτὸν τοῦτο τοῦ νῦν κόσμου εἰς ἀφθαρσίαν μετεσκευάσθη, τίς ἔτι λόγος λείψανά τινα τῆς φθορᾶς ἐνθεωρ[εῖσθαι] τῇ ἀφθαρσίᾳ;

Οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ’ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίοντες, καὶ πενθοῦντες καὶ λέγοντες, Οὐαὶ οὐαὶ ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος. καὶ πᾶς κυβερνήτης, καὶ πᾶς ἐπὶ τῶν πλοίων πλέων, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν, καὶ ἔον, βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, λέγοντες, τίς ὁμοία τῇ πόλει τῆ μεγάλη; καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες καὶ λέγοντες, Οὐαὶ οὐαὶ ἡ πόλις ἡ μεγάλη, ἐν ἧ ἐπλούτησαν πάντες οἱ ἔχοντες πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς. ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.

Ἐμπόρους δυνάμεις θείας, ἢ δαίμονας νοητέον, οἳ συνεργοὶ τοῖς οὐρανοῖς, πρὸς ὅπερ ἑκατέρους τὸ καταθύμιον. πόρρωθεν δὲ τούτοις ἑκατέρα ἡ στάσις, φησὶ, διὰ τὸν φόβον. ἀλλ’ Ἄγγελοι μὲν, διὰ τὸ τοῦ κριτοῦ αὐστηρὸν, ὅπερ ἡ τῶν ἁμαρτωλῶν ἀπείθεια προευπόρισεν. ἑωρῶμεν ἐν τοῖς μα**μᾶς τοῦ οἰκοδεσπότου ὀργιζομένου τοῖς κακούργοις τῶν δούλων. καὶ τοὺς εὐ[σχή]μονας καὶ εὐαρέσ[τους] πτοίᾳ συνεχομένους. μακρόθεν δὲ στῆναι τοὺς Ἀγγέλους καὶ δαίμονας· τὸ μηδὲν ὄν]των ὡς ἄνθρωποι φύσιν μὴ χωρῆσαι πρὸς συνδρομὴν ἀνθρώποις πά]ρεσχον γνωμικῇ προσθέσει πρὸς τὸ ἑκατέροις καταθύμιον ἀφορμῆσαι. τὸν φόβον δὲ τοῖς δαίμοσιν ἡ κοινωνία τῶν ἁμαρτωλῶν τῆς τιμωρίας ἐμποιήσει. ἣν ὑποσχεῖν ἡ τοῦ κριτοῦ ἀπόφασις ἐνδίκως καὶ τῷ τῆς τῶν ἁμαρτωλῶν ἐπιστασίας.

446

Οὐαὶ οὐαὶ ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον.

Ἀπὸ τῶν γνωρίμων τῶν ἐφυστεριζόντων παρέχει τὴν γνῶσιν. ἐπεὶ οὖν ἡ γνώριμος Βαβυλὼν, πολλῷ ἐξυβρίσασα πλούτῳ, ὑπ’ ὄψιν ἄγει τὰ πάθη, διὰ τοῦ ἐπ’ αὐτῇ βασιλείου θρόνου τὸ μέγεθος ὑπογράφων τῆς συμφορᾶς. καὶ οὐ μόνον τῷ πλούτῳ παριστᾷ καὶ τῇ τούτου ἀπωλείᾳ τὸ πένθος, ἀλλὰ καὶ τῷ τάχει τῆς διαφθορᾶς, τὸν ἐξ αἰῶνος πλοῦτον ἡμέρας βραχείας τῷ q διαστήματι ἀπολωλεκυίαν r. ἡ γὰρ τοῦ Κυρίου δευτέρα παρουσία, ὡς ἀστραπῆς ἐπελεύσεται τάχος, τὸν πολύμοχθον ἀφανίζουσα βίον.

Καὶ πᾶς κυβερνήτης, καὶ πᾶς ἐπὶ τῶν πλοίων πλέων.

Θαλάσσῃ τροπικῶς ὁ παρὼν βίος παρεβλήθη, ὡς πολλοῖς καὶ αὐτὸς πράγμασι κυμαινόμενος, ὑπὸ πνεύμασι μάλιστα δαιμονικῆς ἐπηρείας. εἰκότως δὲ καὶ πλοῖα ἐν αὐτῷ ὑπειλήφαμεν 8 τὰς τῶν ἐπισυμβαινόντων πραγμάτων ἐπιφορὰς, αἱς ὡσπερεὶ πλοίοις ἄνθρωποι χρώμενοι, τὸ τῆς ἑαυτῶν ζωῆς διαπλέουσι πέλαγος. κυβερνήτας δὲ, τούτους λογιστέον, τοὺς ἀσφαλῶς τῷ βίῳ χρωμένους. ναύτας δὲ καὶ πλωτῆρας καὶ θαλήττης t ἐργάτας, οὓς καὶ θαλαττίους σοφός τις ἐρεῖ, τοὺς περὶ τὰ τοῦ πολυκύμονος τοῦδε τοῦ κόσμου κεκμηκότας ἀνθρώπους, οἳ πάντες τὸ ἀπαραλόγιστον καὶ πάντως ἐσόμενον τοῦ βίου τούτου τέλος ἐννοηθέντες, καὶ πρὶν ἐπιστῇ, ἐφυλάξαντο u. τοῦτο γὰρ τὸ μακρόθεν ἑστάναι παρέχει νοεῖν. καὶ ὅτι τοῖς ἀτόποις ἐπιτηδεύμασι τῶν ἐνθαλαττευόντων ἀπαραιτήτως v πρὸς τοῦ δικαίου δημιουργοῦ, “ὃς ἔπλασεν ἐπὶ ἔργοις “ ἡμᾶς ἀγαθοῖς, ἡμεῖς δὲ ἐζητήσαμεν λόγους πονηρίας, ᾗ φησιν ὁ Ἐκκλησιάστης Σολομῶν· ἀπαραιτήτως τοιγαροῦν ἐπακολουθήσει ἡ τιμωρία x, ὥσπερ καπνῷ τὸ πῦρ, διὸ καὶ καπνῷ παρείκασε τὴν προσδοκίαν, δηλοῖ ὁ σωτὴρ αὐτὸς, λέγων, “ ὥσπέρ,” φησιν, “ ἡ “ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, “ οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.” πυρὶ δὲ τὸ [*](q βραχίστῳ B. r ἀπολωλεκυῖα B. s ὑπειλῆφθαι B. t θαλαττίους Edd. u ἐφυλ. om. B. v æc usque ad τοιγαροῦν om. Edd. x τῆς τιμωρίας τοῖς ἐργάταις τῆς πονηρίας B. y æ seq. om. B. usque ad πυρὶ δὲ.)

447
ἐξεταστικὸν πρὸς ἀκρίβειαν τῶν πεπραγμένων ἀφωμοίωται z. εἰκότως δὲ καὶ καταπληκτικὸν οὗτοι κεκράξονται, καὶ τὰ ἀκόλουθα τῶν θρηνῳδούντων ὑποστήσονται, χοῦν καταχεάμενοι τῶν κεφαλῶν, καὶ εἴτι ἄλλο τοῖς θρηνῳδοῦσιν ἀκόλουθον, ἐκτελοῦντες.

Τίς ὁμοία τῇ πόλει τῆ μεγάλῃ;

Οὐκ ἔστιν ἄλλην πόλιν εὑρεῖν, ὅτι μηδὲ ἄλλον δημιουργὸν, μηδὲ ἄλλον κόσμον. Βαβυλῶνα δὲ ἄλλην, καὶ ἐν Αἰγύπτῳ ἔστιν εὑρεῖν, καὶ ταύτῃ ὁμοίαν ἐν αὐτῇ Αἰγύπτῳ κατὰ τὸ Ἡρακλεωτικὸν Νείλου στόμα Ἀλεξάνδρειαν, καὶ κατ’ Εὐρώπην περὶ τὰ δυτικώτερα καὶ ἀρκτῷα Ῥώμην, καὶ κατὰ τὰ ἀνατολικώτερα τὴν ἐπὶ Βυζαντίῳ τῆς Κωνσταντίνου ἐπώνυμον.

Ἐν ἧ ἐπλούτησαν πάντες.

Ἐντεῦθεν ἀναμφίβολον ὅτι οὐ περὶ πόλεως ὁ λόγος μιᾶς, ἀλλὰ περὶ παντὸς τοῦδε τοῦ φθαρτοῦ συστήματός ἐστι λαβεῖν. οὔτε γὰρ Βαβυλὼν, οὐ Ῥώμη, οὐκ ἄλλη πόλις ἐκ πλοίων πορείας μόνον πλουτεῖ, εἰ μὴ μόνος οὗτος ὁ κόσμος. ἀλληγορικῶς γὰρ πλουτεῖ τὸν τῷ ὄντι πλοῦτον διαψύχων ἀνθρώπων, οἳ καθάπερ διὰ πλοίων ἀμετόχως ἁλμυρᾶς ἐπικλύσεως τὸν κοσμικὸν σάλον διανέοντες, ἀνενδεῆ ταύτην τὴν ῥηθεῖσαν πόλιν τὸν κόσμον a κατεστήσαντο τῆς ἀπὸ τῶν ἐντίμων ἐμπορίας. διὸ καὶ ὡς χωρίον ὑπάρχουσαν, καὶ ἔδαφος σωτηρίας, ἀφ’ οὗ καὶ ἀμοιβὰς εὕροντο τῶν πόνων, θρῆνον συνεκρότησαν θεασάμενοι ἀφανισμῷ παραπεμφθεῖσαν.

Εὐφραίνου ἐπ’ αὐτῇ οὐρανὲ, καὶ οἱ ἅγιοι, καὶ οἱ ἀπόστολοι, καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ Θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς. καὶ ᾖρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν, λέγων, Οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι. καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ φανῇ ἐν σοὶ ἔτι, καὶ φῶς λύχνου οὐ μὴ φανῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ [*](z ἀφωμ. om. B. a τὴν ῥηθ. πολ. τ. κοσμ. om. B.)

448
νυμφίου καὶ νύμφης, οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι. ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη, καὶ ἐν αὐτῇ αἵματα προφητῶν καὶ ἁγίων εὑρέθη, καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.

Καὶ ἀπὸ τούτου τὸ περὶ τοῦ κόσμου τὸν χρηματισμὸν εἶναι, οὐ περὶ μιᾶς πόλεως βεβαιούμεθα. τὸ δὲ μετὰ τὸν θρῆνον εἰς εὐφροσύνην τραπῆναι b, οὐ τῶν ἐν κόσμῳ τὸ δρᾶμα, ἀλλὰ τῶν οὐρανίων, ὡς ἤδη τοῦ ἐναγωνίου τόπου ἀφανισθέντος, οἳ ἐν τύπῳ c τὸν νικητήριον ἀναδησάμενοι στέφανον, ὅσον ἐν προφήταις, ὅσον ἐν Ἀποστόλοις, ὅσου ἐν ὁσίοις, ἐν ἱεράρχαις, καὶ εἴτι λοιπὸν σύστημα τῶν εὐαρεστησάντων Θεῷ, χαρᾶς ἀλήκτου, τὸ ἀπὸ τοῦδε μετάσχοιεν d, ἀκόπου καὶ ἀπραγματεύτου ζωῆς ἠξιωμένοι, πρὸς τοῦ κατ’ ἀξίαν εἰδότος κρῖναι e, τουτέστι βραβεύειν τῶν πόνων τὰ ἔπαθλα. εἰ δέ τι δεῖ καὶ παραδοξότερον ἐρεῖν, οὐδὲ τοῖς ἀστοχοῦσι διὰ πλημμελείας θείων βραβείων ἀποθύμιος ἡ τοῦ παρόντος κόσμου συντέλεια, λυθέντος χωρίου, ἐν ᾧ ἀνομίαν ἐπ’ ἀνομίᾳ προστιθέναι ἀφρό[νες] ἐδυστύχουν. ἀφ’ οὗ καὶ τῆς τοῦ Θεοῦ δικαιοσύνης διήμαρτον.

Ὅτι ἔκρινεν ὁ Θεὸς τὸ κρίμα.

Οἱονεὶ ἠκρίβωσε τὸ κατ’ ἀξίαν ἑκάστῳ ἀνταπόδωμα τῶν σωτη- ριων πονων.

Καὶ ἦρεν εἷς Ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν.

Διαφόροις τροπολογίαις ὑποβάλλει τὴν τοῦ φθαρτοῦ κόσμου συντέλειαν. διὸ πρὸς ταῖς εἰρημέναις καὶ ταύτην συνεπιφέρει f, μύλῳ g ἀπεικάζων αὐτὸν καταδύνοντι ὁρμήματι εἰς ὑγρὰν οὐσίαν. οὕτω δέ φησι τὸν τοιοῦτον καταδύνειν ἀθρόον, ὡς μηκέτι λείψανον αὐτοῦ ἐνορᾶσθαι· καὶ τὸν αὐτὸν τρόπον, καὶ τοῦτον εἰς παντελῆ ἀδηλίαν χωρῆσαι. καὶ ἵνα τοῦτο ἐκδηλότερον ᾖ, προστίθησι καὶ τὰ ἐν αὐτῷ ἐξ αἰῶνος ἐμπολιτευθέντα τρυφῆς παραίτια καὶ ἀσωτίας ὄχλον ἀναιρεθίζοντα.

[*](b προβῆναι B. c τούτῳ B. d μετάσχοιτε B. e κρίνειν B, f νῦν ἐπιφέρει B. g μύλωνι B.)
449

Ὅτι οἱ ἔμποροί σου.

Ἐμπόρους τοὺς συγκροτοῦντας τὸ ἐπὶ γῆς τοῦτο ἐλεεινὸν λέγει πανηγύριον, διὸ καὶ μεγιστᾶνας φησίν. οὐ γὰρ πενήτων τὸ ἁβροδίαιτον, οὐδεμιᾶς ἐξουσίας τὸ διαφόροις γοητείαις ὥσπερ Φαρμάκοις πάντα τὰ ἔθνη φαρμάσσειν, ἣ δυναστείαις καταδουλουμένους h, ἣ τυραννικῇ βίᾳ ἀφανιζομένους i, ἀφ’ ἧς καὶ αἵματα τῶν ἀνακειμένων Θεῷ χειμάρρου δίκην ἐχέθη, ὑπὸ μὲν k Ἰουδαίων, προφητῶν, ὑπὸ δὲ Ἑλλήνων, τῶν ἁγίων μαρτύρων ἀπὸ Ἄβελ καὶ μέχρι συντελείας τοῦ κόσμου.

Περὶ τῆς τῶν ἁγίων ὑμνῳδίας, κοὶ τοῦ τριπλοῦ Ἀλληλούϊα, ὅπερ ἔψαλλον ἐπὶ τῆ καθαιρέσει Βαβυλῶνος.

Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων, Ἀλληλούϊα· ἡ σωτηρία, καὶ ἡ τιμὴ, καὶ ἡ δύναμις, καὶ ἡ δόξα τῷ Θεῷ ἡμῶν, ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ, ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην, ἥτις διέφθειρε τὴν γῆν τὴν μεγάλην, ἥτις διέφθειρε τὴν γῆν ἐν πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς. καὶ δεύτερον εἴρηκεν, Ἀλληλούϊα, καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. καὶ ἔπεσον οἱ πρεσβύτεροι οἱ εἰκοσιτέσσαρες καὶ τὰ τέσσαρα ζωὰ, καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, λέγοντες, Ἀμὴν, Ἀλληλούϊα.

Ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ.

Ἀμύθητα γὰρ τὰ τάγματα τῶν ἁγίων Ἀγγέλων ἐστί· διὸ καί τις τῶν πατέρων τὰ ςθ πρόβατα σωζόμενα τοὺς Ἀγγέλους εἶναι, τὸ δὲ ἓν τοὺς ἀνθρώπους. ἀλλὰ καὶ Δανιὴλ χιλίας χιλιάδας καὶ μυριάδας τῶν λειτουργούντων εἰσάγει Θεῷ· ὡς φωνὴ γὰρ, ἀλλ’ οὐ [*](h καταδουλούμενα B. i ἀφανιζόμενα B. k μὲν om. B. 1 Hoc Sch. carent Edd.)

450
φωνήν. οὐ γὰρ αὐτόχρημα φωνὴ, ἀλλ’ ὡς φωνή. τίς γὰρ ἃν καὶ εἴη φωνὴ, ὧν φωνῆς ὄργανα οὐ δηλοῦται. καλῶς οὖν ὡς φωνὴν εἴρηκεν, ὁμοιωματικῷ χρησάμενος μορίῳ.

Ἀλληλούϊα σημαίνει τὸ ὑμνήσατε, αἰνέσατε τὸν Θεόν. ἄξιος γὰρ ὕμνου μὲν, ὡς προαγωγεὺς εἰς τὸ ὂν τῶν μὴ ὄντων· αἴνου δὲ, ὡς σωτηριωδῶς τῶν * ρηγμένων ὑποστήσαντος. εὐχαριστήριον τοίνυν m ᾄδουσιν ᾠδὴν ἐπὶ τῇ δικαιοκρισίᾳ n τοῦ Θεοῦ, ὅτι ἀσπροσωπολήπτως ὑπεξῆλθε τῇ πόρνῃ τῇ μεγάλῃ. λέγει δὲ τοὺς ἐν τῷ κόσμῳ τούτῳ. ο τὸ γὰρ τὸν κόσμον νοεῖν μόνην τὴν ὁρωμένην κτίσιν, ἥλιον λέγω καὶ ἄστρα καὶ τὰ τούτοις ἑξῆς οὐ κατὰ σκοποῦ βάλλοντός ἐστι· οἶδεν γὰρ ἡ γραφὴ καὶ διῃρημένως χρῆσθαι τῷ τοῦ κόσμου ὀνό[ματι] ὡς ὅταν λέγῃ, “τοῦ Κυρίου ἡ γῆ καὶ τὸ “πλήρωμα αύτῆς.” ἐπεὶ οὑν καὶ τὸ πλήρωμα εἰς κόσμον λελόγισται καὶ μάλιστα τοῦτο τῇ πλημμελείᾳ, καὶ ἡ ἄψυχος οὐ δία * * νει μαστιζομέν * οὕτως ὁ αἶνος ἐπὶ * δικία ἐπιτελεῖ· ἥτις συνέστη ἐπὶ * * νῇ οὐ τῇ ἀναισθή[τῳ], οὐ γὰρ ἃν ἥλιος ἣ ἄστρα νεύσει ἢ ἀὴρ ἢ γῆ τὸ πλήρωμα· καὶ ὅτι τοῦτο ἐχέγγυος ὅλως πι[στώσασθαι] τὴν διὰ τῆς πόρνης ἤτοι συστήματος καὶ τῇ γῆ· * * νον γενέσθαι τῆς διαφθορᾶς καὶ ἀνυπάρ ξεως] ἐν τῷ ἐκδικῆσαι διαθεῖναι τὸ αἷμα ἑ * * ρὸς αὐτῆς· πεπερασμένως εἰσήγαγε ἐμπολιτευόμενον καλεῖν πόρνην, ἀλλὰ τὸν αἰσθητὸν κόσμον καὶ ἄψυχον.

p Ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην.

Εἰ περὶ μιᾶς πόλεως ὁ λόγος, πῶς μία πόλις ἐξήρκεσε διαφ * * τὴν γῆν ἅπασαν;

Καὶ δεύτερον εἴρηκεν Ἀλληλούϊα.

Ἐπὶ τῷ πρώτῳ καὶ δεύτερον ἀλληλούϊα, καὶ ἐπὶ τούτῳ καὶ τρίτον. καὶ ἔμ κατωτέρῳ καὶ τρισσῇ τῇ τοῦ Ἀλληλούϊα ἀναφωνήσει, τὴν τρισυπόστατον ἀνυμνεῖσθαι τριάδα ὑπ’ αὐτῶν θεωρήσεις r. τίνες δὲ οἱ πρεσβύτεροι καὶ τὰ τέσσαρα ζῷα, προτεθεώρηται. καπνὸς δὲ ἀνέβη s, ἡ ἀποκειμένη τῆς τιμωρίας ἐλπὶς ἐξ [*](m τοιγαροῦν B. n δικαίᾳ κρίσει Β. ο Quæ seq. om. fin. Sch. P Et hoc Sch. carent Edd. q ὅτι B. r θεωρήσεις om. B. s ἀναβαίνει B.)

451
αἰῶνος ἀποκρεμαμένη τοῖς ἀξίως τῶν ἑαυτῶν πονηρῶν ἔργων ληψομένοις τὴν ἀμοιβήν t.

u Ἐν μέσῳ δὲ τὸ Ἀλλελούϊα διέκοψε τὸν εἱρμὸν τοῦ λόγου· ἐπεί τοιγε ἡ ἀκολουθία τῆς συντάξεως τοῦ λόγου αὕτη τυγχάνει, καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς, καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. εἴρηται δὲ καὶ τίς ὁ καπνὸς, ὅτι ἡ ἀπαράβατος πρὸ τοῦ ἀπ’ αἰῶνος καὶ εἰς ἀῶνα ἀτελευτήτου πυρός· οὗ ἐκ παραλλήλου καὶ ἡ τοῦ Ἀλληλούϊα δοξολογία ἀτελεύτητος τῷ ἀμὴν ἐπισφραγιζομένη, ὃ τὸ ἀληθὲς εἰς Ελλάδα γλῶσσαν μεταφερόμενον ἐμφανίζει, ἣ τὸ πρὸς τέλος ἀφῖχθαι, ᾔτουν γενέσεως ἤδη δεδράχθαι· καὶ τί γὰρ ἄλλο τῆς φθορᾶς εἰς ἀφθαρσίαν ἔσται μετεγγισθείσης;

v Καὶ ἔπεσον οἱ Πρεσβύτεροι.

Πρεσβύτεροι τῶν νοερῶν καὶ θείων δυνάμεων σύμβολον. τὰ δ ζῷα τὰ ἐκ τεσσάρων στοιχείων σωματικὴν ὕπαρξιν εἰληχότων, καὶ πρὸς ἀγγελικὴν κατάστασιν μεταταξαμένων.

“ x Τὰ Σεραφεὶμ γάρ’ ὡς Ἡσαΐας φησιν, “ τὸν ὑψηλὸν ἐπηρ- “ μένον Κύριον καθῆσθαι.” εἰ δὲ μὴ ἀπ’ αὐτοῦ τοῦ θρόνου τίς ἐθέλοι τὸν αἶνον προιέναι, τὸ τὰ Σεραφεὶμ τὸν θρόνον κυκλοῦν, οὐχ ἧττον καὶ οὗτος ἀπὸ τῶν Σεραφεὶμ ὁ αἶνος, ἐ[πεὶ] καὶ τοῦτο ὁ αὐτὸς Ἡσαΐας ἐξέφηνεν, ἐν τῷ τὸν θρόνον εἰπεῖν τὸ Σεραφεὶμ καὶ τὸ τρισάγιον Δ y κραυγὴν διάλληλον ἀναφωνεῖν εἰρηκὼς· τοῖς δούλοις δὲ πρὸς τῶν Σεραφεὶμ ἀνατίθεται ὁ αἷνος καὶ τοῖς Φοβουμένοις. οὐχ ὅτι ταῦτα οὐ δοῦλοι οἱ ἐκ προστάγματος τὸ εἶναι λαβόντες, ὡς Δαβίδ φησιν, “ὅτι αὑτὸς εἶπεν καὶ ἐγενήθησαν,” καὶ “ὅτι τὰ σύμπαντα δοῦλα σά, ἀλλὰ τὰ Σεραφεὶμ ἀΰλον κτίσιν συμπληροῦντα τῇ ἐνύλῳ ταύτῃ κελεύειν ἐκ προκοπῆς τὸ εἰς δουλεί[αν τε]τυχηκότας. διὸ ὁ προκαταρκτικὸς φόβῳ ἐστοιχειῶσε καὶ τὸ μικροὶ καὶ μεγάλοι ἀπολαχεῖν κατὰ μέτρον τῆς περιφόβου φιλοπονίας.

Καὶ φωνὴ ἐκ τοῦ θρόνου ἐξῆλθε λέγουσα, Αἰνεῖτε τὸν Θεὸν ἡμῶν πάντες οἱ δοῦλοι αὐτοῦ, καὶ οἱ Φοβού- [*](t λήψεσθαι ἀνταμοιβὴν B. u Quæ seq. om. Edd. v Hoc carent Edd. x Hinc seq. Cod. B. y Sic.)

452
μένοι αὐτὸν οἱ μικροὶ καὶ οἱ μεγάλοι. καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ, καὶ ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λέγοντας Ἀλληλούϊα, ὅτι ἐβασίλευσε Κύριος ὁ Θεὸς ἡμῶν ὁ παντοκράτωρ.

Θρόνος τοῦ Θεοῦ τὰ Σεραφίμ y. εἰ οὖν ἀπὸ τούτου ἡ φωνὴ, ἄρα καὶ ἀπὸ τῶν Σεραφίμ. ἢ εἰ καὶ μὴ τὸν θρόνον τις ἐθέλοι νοεῖν τὰ Σεραφὶμ, ἀλλὰ καὶ οὕτως z ἀπὸ τῶν Σεραφὶμ ὁ αἶνος. μετὰ τὸ τρισσὸν δὲ Ἀλληλούϊα, καὶ πάλιν Ἁλληλούϊα, ὡς καὶ παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ τὰ Σεραφεὶμ καὶ τρὶς εἰπόντα “ὁ “ ἅγιος,” εἰς μίαν συνέκλεισαν κυριότητα τὴν τρισσὴν ὁμολόγησαν σημαίνοντα· οἷα μὲν ταῖς ἰδιότησι, ᾔτουν ὑποστάσεσι ἢ] προσώποις, ἓν δὲ οὐσίᾳ· οὕτω κἀνταῦθα τρὶς τὸ Ἀλληλούϊα φθεγξάμεναι αἱ οὐρανίαι δυνάμεις, καθεκάστην τῶν τριῶν ὑποστάσεων τὸ σέβας ἀνατεθηκθῖαι, νῦν ἓν τῇ ἁγίᾳ τριάδι τὸ Ἀλληλουΐα προσᾴδουσι, παραδηλοῦσαι ὅτι ἐν μοναδικῇ οὐσίᾳ καὶ θεότητι ἡ ἁγία καὶ πανύμνητος ὑπάρχει τριάς.

Καὶ ὡς φωνὴν ὑδάτων πολλῶν.

Tὴν φωνὴν ταύτην, πολλοῦ ὄχλου ὑδάτων καταρρήξει καὶ βροντῶν ἰσχυρᾷ ἀπεικάζει διηχήσει, τὸ διαπρύσιον τοῦ ὕμνου τῶν οὐρανίων καὶ ἀναρίθμων παραδηλῶν δυνάμεων.

b Ὁ Θεὸς ἡμῶν ὁ παντοκράτωρ.

“Παντοκράτωρ·” πάντως καὶ πρὸ αἰώνων ἔχων τὸ κράτος, ὁ ποιητὴς ἁπάντων· τι οὖν βούλεται ἡ νῦν ὑμνολογία; νεαρὸν τὸ κράτος τὸ κατὰ πάντων ἐμφαίνουσα τὸ ἀνυπέρβλητον τῆς περὶ ἡμᾶς γνωμικῆς οἰκειώσεως τοῦ ὑπερπλήρους τῇ ἀγαθότητι· ὅτι τὰ ἡμέτερα ἅπαντα οἰκειώσατο· διὸ καὶ ὡς ὁ θεῖος Παῦλός φησι, τὸ “ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου,” ἰδιοποιήσασθαι οὐκ ἀπηξίωσε κρεμασθεὶς ἐπὶ ξύλου σταύρου· οὕτως καὶ τὸ τῶν ἐθνῶν ἀνυπότακτον οἰκειούμενος ἕως ὁ πολυσχιδὴς οὗτος συνίσταται κόσμος δοκεῖ τὸ πρὸς τὸν Πατέρα φέρειν ἀνυπότακτον· ἐπειδὰν δὲ τὸ διάφορον τοῦ νῦν κυκεῶνος συντελεσθὲν τὸ θεῖον θέλημα σω- [*](y σεραφεὶμ ubique B. z ἀλλ’ οὖν καὶ οὗτος B. a Hinc seq. cod. B. b Hoc Sch. carent Edd.)

453
τηρι * ἐκλάμψῃ, κατὰ τὴν ἀποκειμένην τοῦ Κυρίου παρουσίαν δευτέραν· τότε ἅτε διὰ πάσης τῆς ἀνθρωπίνης φύσεως ἐνεργῆ τὴν ἐπιφοίτησιν τοῦ θείου δεξαμένης θελήματος, καὶ τοῦ δοκοῦντος δι’ ἐμὲ ἀνυποτάκτου τῷ Υἱῷ ἐν ὑποπτώσει τῷ Πατρὶ νομισθείη· διὸ καὶ ἡ χαρὰ καὶ τὸ ἀγαλλίαμα ταῖς ὑπερκοσμίοις συσταίη δυνάμεσιν· αἳ καὶ εἰ ἐπὶ ἑνὶ ἁμαρτωλοῦ χαίρουσι σωτηρίᾳ, πόσῳ μᾶλλον ἐπὶ παγκοσμίῳ δικαιοδοσίᾳ; καὶ ἵνα παραστήσῃ τὸ τῆς πρὸς τοὺς σωζομένους ἀνακράσεως τοῦ Θεοῦ, γάμῳ παραβάλλει, καθὸ καὶ εἴρηται, “καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. τὸν γάμον δὲ τῷ ἀρνίῳ ἀφορίζει, καθότι καὶ αὐτὸς ὑπὲρ ἡμῶν ὡς ἀμνὸς ἤχθη εἰς θάνατον. διὸ καὶ τοῖς υἱοῖς Ἰσραὴλ τοῖς ἀπ’ Αἰγύπτου πρὸς τὴν ἐπηγγελμένην διάβασιν γῆς ὑπόμνησιν κατὰ τὴν ἡμέραν τοῦ Πάσχα, ἀρνίου θυσίαν προσέταξεν· ἐκεῖνο ὑπογράφων ὡς καὶ αὐτὸς κατὰ τὸ Πάσχα τὸ τυπικὸν σφαγιασθεὶς τὴν ἀπὸ τῆς φθορᾶς εἰς ἀφθαρσίαν ἡμῶν ὑποβάλλεται μετάβασιν.

Περὶ τοῦ μυστικοῦ γόμου, καὶ τοῦ δείπνου τοῦ ὀρνίου.

Χαίρωμεν καὶ ἀγαλλιώμεθα, καὶ δῶμεν τὴν δόξαν αὐτῶ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτὴν, καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καὶ καθαρόν· τὸ γὰρ βύσσινον, τὰ δικαιώματα τῶν ἁγίων ἐστί. καὶ λέγει μοι, γράψον, μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. νοι. καὶ λέγει μοι, οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ Θεοῦ εἰσι. καὶ ἔπεσον ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ, προσκυνῆσαι αὐτῷ· καὶ λέγει μοι, ὅρα μὴ, σύνδουλός σου εἰμὶ, καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ Θεῷ προσκύνησον. ἡ γὰρ μαρτυρία τοῦ Υἱοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας.

Καὶ δῶμεν τὴν δόξιν αὐτῷ.

Ὑποταγεντων αὐτῷ πάντων τῳ καὶ πρὸ τῆς σωτηριου πᾶσιν [*](c Hoc Sch. carent Edd.)

454
ἐνανθρωπήσεως καὶ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὡς Υἱὸς καὶ συνδημιουργὸς τῷ Πατρὶ καὶ τῷ Πνεύματι, καὶ μετὰ τὴν ἐνανθρώπησιν ὁμοίως πάντων βασιλεύοντος. οὐδὲ γὰρ ἐκ τῆς ἐνανθρωπήσεως ἠλαττώθη τι τῆς κατὰ πάντων ἀρχῆς. ἀλλ’ ἐπεὶ κατὰ τὸν θεῖον Ἀπόστολον πάντα παρὰ τὸν Κύριον οἰκειωσάμενον, ἵνα καὶ πάντων ἀποτίσας τὸ ὄφλημα ἡμῖν βραβεύσῃ τὸ εἰς ἀνεύθυνον· ὅτε καὶ τὸ διὰ τὴν παρακοὴν ἐπιτίμιον ἀργὸν χρηματίσει. τοῦτο δὲ οὐχ ὁ θάνατος; διὸ καὶ Παῦλος ἔσχατόν φησιν ἐχθρὸν καταργεῖσθαι τὸν θάνατον, εἰκότως αἱ δυνάμεις τὸ ἐβασίλευσεν ὁ Θεὸς ἡμῶν ᾄδουσιν· ὡς τότε τοῦ θανάτου καταργηθέντος φθορᾶς οἰχομένης τοῦ κόσμου, τὴν βασιλείαν τὴν ἐπὶ πᾶσιν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ Κύριος Ἰησοῦς Χριστὸς καὶ Θεὸς, βασιλείαν ἀνενδοίαστον κληρονομεῖ· τῶν μὲν ἐν τῇ κολάσει, τῶν δὲ κατὰ πρόσωπον πεμφθέντων τιμῇ καὶ δόξῃ· οὐ δι’ ἐσόπτρου καὶ αἰνίγματος, ἀλλ’ αὐτόχρημα καὶ ἀληθές.

Ὁ ἐν τῷ παρόντι πνευματικὸς γάμος τοῦ Κυρίου ἐπὶ τῇ πρὸς τὴν Ἐκκλησίαν μνηστείᾳ ἐστὶ, καὶ οὗτω d τέλειος γάμος. καὶ τοῦτο αἰνίττεται ὁ θεῖος e ἀπόστολος Κορινθίοις γράφων, “ ἡρμοσά- “ μὴν γὰρ ἡμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆναι τῷ Χριστῷ.’ ἔτι οὖν κατὰ τὸν] παρόντα μνηστείας πρᾶγμα, καὶ σύμβολον τῆς μνηστείας, * τοῦ ἡρμόσθαι α * τοῦ Πνεύματος ὃ Πνεῦμα δ * * θᾶ ὅταν μετὰ Χ * * ἐκ]κλησία. ὥσπερ μετὰ τῆς γυναῖκος σῶμα, οὕτως καὶ ὁ Χριστὸς μετὰ τῆς Ἐκκλησίας ἓν γέννηται Πνεῦμα, ὃ καὶ γάμος τέλειος, “ ἡνίκα ᾖ τὰ πάντα ἐν πᾶσι. ἐντεῦθεν καὶ ὁ αὐτὸς ἅγιος Ἀπόστολος τὸ τοῦ γάμου μυστήριον μ * * εἶναι καὶ εἰς Χριστὸν ἀναφέρεσθαι καὶ τὴν Ἐκκλησίαν· διὸ καὶ οἱ Ἄγγελοι ὑμνοῦντες, “ἦλθεν” φασὶν “ γάμος τοῦ ἀρνίου. τοῦτο γὰρ ἡ νῦν μνηστεῖα τῆς ἀποστολικῆς ἁρμόσεως πρὸ * άζεται, ὡς τοῦ γάμου κατὰ τὸ Εὐαγγέλιον, πῆ μὲν εἰς βασιλέως υἱὸν γάμῳ ἐκδίδομεν * *, πῆ δὲ εἰς παρθένων Φωτοφορίαν πρὸς παστάδα ἐπειγομένων τὴν ἀποκειμένην τοῖς ἀξίοις ἀποκατάστασιν.

Καὶ ἡ γυνὴ αὐτοῦ.

Γυναῖκα τὴν Ἐκκλησίαν ἀλληγορίας τρόπῳ καλεῖ, διὸ καὶ γάμος εἰσάγεται υἱοῦ, καὶ παρθένοι λαμπαδοφόροι f, ὧν αἱ μὲν διαρκεῖ [*](d οὔπω B. e θεσπέσιος ἀπ. Παῦλος B. f λυχνοφόροι B.)

455
χρησάμεναι τῷ ἐλαίῳ, τῆς εἰς τὸν νυμφῶνα g εἰσόδου ἠξίωνται, αἱ δὲ σπάνῃ h τούτου λειφθεῖσαι, θυραυλεῖν κατεκρίθησαν, ὥσπερ ἀμέλει καὶ ὁ μὴ γάμου ἔνδυμα ἠμφιεσμένος, ἔκπτωτος τῆς γαμικῆς ἀπεφάνθη τραπέζης· i μετάγε τῶν ἑαυτοὺς ἀναξίους ἀποφηνάντων ταῖς ἀσχολίαις τῶν βιωτικῶν μεριμνῶν περισπωμένους. ἀνθ’ ὣν οἱ ἄπο τῶν φραγμῶν καὶ τριόδων συνέστιοι τῳ οειπνοποιῳ ὤφθησαν οὐδὲν ἐλλιπόντες τὸ τοῖς φραγμοῖς παρεστάναι οἱονεὶ τοῖς ἀποτετειχισμένοις τοῖς πολλοῖς εἰς ἄβατον μυστήριον θ * * ὥσπερ οἱ ἀπὸ πρωίας ἀργοὶ μηδενὸς κεκληκότος· κληθέντες γὰρ ἑκάτερος οὐχ * * ρησαν· τὸ δ’ αὐτὸ καὶ οἱ παρόδιοι. δεδόσθαι δέ φησι τῇ γυναικὶ, τουτέστι, τῇ Ἐκκλησίᾳ, τὸ βύσσινον ἐνδύσασθαι, οἱονεὶ τὸ λαμπρόν. τοιοῦτον γὰρ καὶ ἡ βύσσος, φλοιὸν δένδρου Ἰνδικοῦ, εἰς λίνον κατειργασμένη. τοῦ λαμπροῦ τοίνυν διὰ τοῦ βυσσίνου δηλωθέντος, ὃ καὶ αὐτὸ ἡ προκειμένη Ἀποκάλυψις παριστῇ, τὸ λαμπρὸν εἰποῦσα καὶ καθαρὸν, τί ἃν ἄλλο ἐννοηθείη, ἢ αἱ ἀρεταί· αἷς τὸ λαμπρὸν καὶ λεπτὸν, τοῖς διανοήμασιν ἐξυφαίνεται τῶν θείων δικαιωμάτων; k δείπνῳ δὲ ἡ τῶν σωζομένων ἑορτὴ καὶ εὐφροσύνη παραβάλλεται παναρμονίῳ καὶ βασιλείᾳ οὐρανίῳ καὶ παραδείσῳ καὶ κόλποις Ἀβαὰμ καὶ νυμφῶνι καὶ γάμῳ· πολλῶν γὰρ ὄντων τῶν τοῦ μέλλοντος αἰῶνος ἀγαθῶν, πολυώνυμος τούτων προφέρεται μετοχή· δείπνῳ, διὰ τὸ ὑπερβάλλον τῆς εὐωχίας· βασιλείᾳ δὲ οὐρανῶν, διὰ τὸ ἔνδοξον αὐτῆς καὶ τίμιον· παραδείσῳ δὲ, διὰ τὸ ἀνελλιπὲς τῶν ἀγαθῶν ἁπάντων· κόλπῳ δὲ τοῦ Ἀβραὰμ, διὰ τὴν ἐκεῖ τῶν κεκμηκότων ἀνάπαυσιν. νυμφὼν δὲ καὶ γάμος οὐ μόνον διὰ τὴν ἄληκτον εὐφροσύνην, ἀλλὰ καὶ διὰ τὸ εἰλικρινὲς τῆς τοῦ Θεοῦ πρὸς ἀνθρώπους άγάπης καὶ ἀνόθου.

l Βθσσίνῳ παρεικάσθη τὰ τῶν ἁγίων δικαιώματα, διὰ τὸ ἰσχνὸν αὐτῶν καὶ λαμπρόν. λαμπρὸν μὲν, διὰ τὸ τῆς ζωῆς αὐτῶν ἄληπτον καὶ πολιτείας· ἰσχνὸν δὲ, διὰ τὸ τῶν Θεοῦ δογμάτων λεπτὸν καὶ διηκριβωμένον τοῖς νοήμασι.

Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι.

[*](S παστὸν B. h σπάνει B. i Hinc adj. B. usq. ad παρόδιοι. Inserit B. quæ seq. usq. ad ἀνόθου. 1 Hoc Sch. car.)
456

Καὶ δήγε καὶ μετὰ τὴν κλῆσιν m ἀπιόντες, ὡς δεῖ. πολλοὺς γὰρ ἴσμεν ἐν τῷ εὐαγγελίῳ κεκλημένους, ο παραιτησαμένους δὲ, ὡς καὶ πρὸ μικροῦ παρεθέμεθα, τὸ πνευματικὸν συμπόσιον· ἢ καὶ ἀπιόντας μὲν, ἔξω δὲ βαλλομένους, ὡς μὴ ἔχοντας ἔνδυμα γάμου· ἀλλὰ καὶ ὁ θεῖος Ἀπόστολος πολλοὺς εἴρηκε τοὺς κλητοὺς, ὀλίγους δὲ τοὺς ἐκλεκτούς. οὐ γὰρ ἡ πρὸς τὴν κλῆσιν ὁρμὴ ἐξαρκεῖ P, ἂν μὴ καὶ μεταχείρησις εὔδρομος ᾖ τῇ προθέσει· διὸ καὶ τοὺς τῆς κλήσεως λόγους τὸ ἀληθὲς ἐξ ἐμπράκτου φησι κεκτῆσθαι σπουδῆς. “ Οὗτοι οἱ λόγοι ἀληθινοί.”

Μῆ προσκύνει με.

Φησὶν ὁ Ἄγγελος, ὡς τὰ μέλλοντα προλέγοντα. οὐ γὰρ ἐμὸν τοῦτο τῆς προφητείας τὸ γνωρίσματ’, ἀλλὰ τῆς διὰ τὸν Χριστὸν ὁμολογίας τῶν συνδούλων μου. αὕτη γάρ ἐστι χορηγὸς τοῦ προφητικοῦ πνεύματος. s καὶ ἑτέρως δὲ νοητέον ὅτι διὰ τοῦτο ἡ προφητεία, ἵνα βεβαιω[θῇ] ἡ Χριστοῦ μαρτυρία, καὶ ἡ πίστις ἡ τοῦ Χριστοῦ ὑπὸ τῶν ἁγίων διαμαρτύρηται. διὸ μὴ τῷ συνδούλῳ προσκ]ύνει, ἀλλὰ τῷ πάντων ἔχοντι τὸ κράτος. καὶ ἐκ τούτων δὲ τὸ ταπεινὸν φρόνημα ἁγίων Ἀγγέλων μανθάνομεν, πῶς οὐ σφετερίζονται τὴν θείαν δόξαν κατὰ τοὺς ἁ * * ἃς δαίμονας, ἀλλὰ καὶ ταύτην τῷ δεσπότῃ προσφέρουσι· καὶ οὐκ ἐκ τούτου μόνου τῶν Ἀγγέλων ἐστὶν ἰδεῖν τοῦ φρονήματος μέτριον, ἀλλὰ καὶ ἀφ’ ὧν Ιούδας ὁ Ἀπόστολος τῇ Ἐπιστολῇ αὐτοῦ διέξεισι τὸν Ἀρχάγγελον Μιχαὴλ ἐπὶ τοῦ Μωϋσέως σώματος σωφρονολογοῦντα· κατάρατοι καὶ θεοστυγεῖς Ἕλληνες ἀκούοντες ὡς ἐστὶ δόγμα πη ἡμῖν θὲς * * ν ἁγίους Ἀγγέλους ἐπόπτας ἑκάστῳ ἀνθρώπων ἔθνει τε. τάχθαι πρὸς τοῦ Θεοῦ· καὶ Δανιὴλ πάλιν * * ν εἰσάγει ἄρχοντα βα] σιλείας Περσῶν ἐξεν]αντίας αὐτοῦ ἑ στηκό] τὰ καὶ ἐπιστρέφον[τα] πο]λεμῆσαι μετὰ ἄρχο]ντος Περσῶν καὶ * ν τῶν Ἑλλήνων. πα] λιν “ οὐκ ἔστιν, ἀν[τέχο]μενός μου ὑπὲρ τού]του εἰ “ μὴ Μιχαὴλ ἄρχων ὑμῶν. καὶ ἐν τῷ * ᾦ ἐκείνῳ “ ἀναστή[σεται] “ Μιχαὴλ ὁ ἄρχων ὁ μέ]γας ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ.” [*](m καὶ μ. τ. κλῆσιν om. B. n κέκλημ’. ἐν τοῖς εὐαγγελίοις B. ο Inserit B. usq. ad κλητοὺς. P ὡς μὴ τῆς, ὁρμῆς τῇς πρὸς τὴν κλῆσιν ἐξαρκούσης εἰς σωτηρίαν B. q Add. quse seq. B. r χάρισμα B. s Omnia quae seq. usq. ad Χριστιανοῖς ins. e Cod. B.)

457
ἀλλὰ καὶ ἐκκλησι * Ἀγγέλων προστατούν[τω]ν, ὡς ἔφθημεν, διὰ τῆς παρούσης Ἀποκαλύψεως συνετισθέντες· οἷς καὶ ὁ θεῖος συνεὶς τὸν λόγον Γρηγόριος ἐν τῷ Συντακτηρίῳ λόγῳ αὐτοῦ t, “χαίρετε φάσκων, “ Ἄγγελοι τῆς δὲ τῆς ἐκκλησίας. πείθομαι γὰρ ἄλλον “ ἄλλης προστατεῖν ἐκκλησίας, καθὼς ἡ Ἰωάννου με διδάσκει “ Ἀποκάλυψις.” ἀλλὰ καὶ τοῦ καθέκαστα ἀνθρώπου φρουροῦ * οσόντος Ἀγγέλου· διὸ καὶ τὸ “ παρεμβαλεῖ Ἄγγελος Κυρίου “ καὶ ῥύσεται αὐτούς.” καὶ δήγε καὶ Παύλου, “ οὐχὶ πάντες “εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ “τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν ” ἐκ τούτων πάντων παραθηγόμενοι, φασὶ πρὸς ἡμᾶς δογματίζοντες, ὡς μάτην ἡμῖν μαχίμως διαφέρεσθε τοὺς ἐθνάρχας θεοὺς παρεισάγουσιν. οὓς γὰρ ὑμεῖς Ἀγγέλους φατὲ, θεοὺς ἡμεῖς ὀνομάζομεν, οὐδὲ περὶ τὸ ὄνομα διαφερόμενοι, ἐπεὶ καὶ αὐτοὶ θεοὺς ὀνομάζετε, ὡς ὅταν εἰσάγητε Θεὸν ἐν συναγωγῇ θεῶν ἱστάμενόν τε καὶ διακρίνοντα, ἀλλὰ καὶ τοὺς κριτὰς θεοὺς ὀνομάζετε, ὡς ὅταν φάτε, “ θεοὺς οὐ κακολογή- “ σεις.” πρὸς οὓς λεκτέον· ὦ κατάρατοι, ἡμεῖς θεοὺς καὶ λέγομεν, ἐξ ἀρετῶν ὁρμαθοῦ τὸ θεῖον εὐτυχηκότας φαμὲν, οὐ τοὺς ἐπ’ ἔργων αἰσχρότητι διαβοήτους· ὡς Ἡρακλῆς ἐπὶ πορνείᾳ τῶν Θεστίον θυγατέρων καὶ ἐπὶ ἀδηφαγίᾳ, ἀφ’ οὗ καὶ Βουθύνας ἐλέχθη. καὶ Διόνυσος ἐπὶ γυναικικῇ ἐκλύσει, καὶ τὰ γυναικῶν ὑπὸ Κορύβου παθαινόμενος· ἐθνῶν δὲ προστασίαν, οὐ προσαγωγὴν θειότητος, ὡς Νῶε, ὡς Ἀβραὰμ, ὡς Μωϋσῆς, ὡς Ἰακὼβ, ὑπὸ Ἀγγέλων θείων μυούμενοι, ἀλλ’ ὡς ὑπὸ Ἄρεως τὰ φονικὰ τῶν ἐθνῶν καὶ ὑπὸ Ἀφροδίτης τὰ πορνικώτατα, ὡς οἱ Σαρακηνοί· οὔκουν ὅμοιά γε τὰ Ελλήνων Χριστιανοῖς.

Η γὰρ μαρτυρία τοῦ Υἱοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας.

Ἀντὶ τῆς ἀμοιβῆς τῆς διὰ Χριστὸν μαρτυρίας, τὸ προφητικόν ἐστι χάρισμα, ὥστε καὶ έμοὶ u φησὶν ὁ Ἄγγελος· τὸ προφητεύειν γὰρ διὰ τοὺς συνδούλους μου τοὺς μάρτυρας παρεσχέθη.

[*](t Ap. Greg. Naz. ed. Paris. 1609. t. i. Ρ. 516 C. sic leg. πρὸς δὲ τοὺς ἐφεστῶτας Ἀγγέλους, πείθομαι γὰρ ἄλλον ἄλλης προστατεῖν ἐκκλησίας ὡς Ἰωάννης διδάσκει με διὰ τῆς Ἁποκαλύψεως. u ὡς ἔστι καὶ ὅμοιον τῇ Edd.)
458

Πῶς τὸν χριστὸν ὁ εὐαγγελιστὴς ἔφιππον μετὰ δυνάμεων ἀγγελικῶν ἐθεάσατο σὺν φόβῳ.

Καὶ εἶδον τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ ἰδοὺ ἵππος λευκὸς, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν, πιστὸς καὶ ἀληθινὸς, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ· οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ, ὡς φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλὰ, ἔχων ὄνομα γεγραμμένον, ὃ οὐδεὶς οἶδεν, εἰ μὴ αὐτός. καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον ἐν αἵματι. καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, ὁ Λόγος τοῦ Θεοῦ. καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐπὶ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν, καθαρόν.

Τὸ ἠνεῷχθαι τὸν οὐρανὸν, δηλοῖ τὴν τοῦ ἐλπιζομένου κριτοῦ παρουσίαν ν ἐφεστηκέναι, ὥσπερ καὶ ἐνταῦθα ἐν τοῖς δικαστηρίοις παραπετασμάτων συνολκὴ τὴν τῶν ὑπευθύνων κρίσιν καὶ ἀπόφασιν ἐσχεδιάσθαι. ὁρᾷ δὲ αὐτὸν ἔποχον ἵππῳ λευκῷ, στρατηγικῶς ἐνεσκευασμένον, ὃν καὶ πιστόν φησι καὶ ἀληθινὸν, καὶ κρίνειν ἐν δικαιοσύνῃ x καὶ πολεμεῖν. ἵππῳ y μὲν διὰ τὸ τάχος τῆς épeleqysevw, λευκῷ z δὲ, διὰ τὸ φαιδρὸν καὶ ἀνεπισκίαστον τῶν κριμάτων ὑπ’ οὐδεμιᾷ δεδουλωμένον a προσωποληψίᾳ. ὥσπερ καὶ διὰ τοῦ προφήτου βοᾷ “ τὸ κρίμα μου ὡς φῶς ἐξελεύσεται.” πιστὸς δὲ καὶ ἀληθινὸς ὁ ἀναβάτης, περὶ οὗ καὶ Παῦλος φησὶ, “ πιστὸς μένει, ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. ὦστε ὁ αὐτὸς ἀληθινὸς κατὰ τοῦ αὐτοῦ εἴληπται· δύο προσηγοριῶν καθενομοσθεισῶν c πράγματος. τούτοις δὲ ὁ ἐποχούμενος ὁ κρίνων δικαίως, περὶ οὗ καὶ εἴρηται “τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου “ τῷ υἱῷ τοῦ βασιλέως· ὅς ἐστι τὸ * * κα Χριστὸς υἱὸς Σολομῶντος· εἰς ὃν καὶ ὁ ψαλμὸς ἀναφέρεται. καὶ κρίνων δικαίως ὅτι [*](v Hinc om. Edd. usque ad ἐσχεδιάσθαι. x ἐν δίκαιος. κρῖ. B. y ὁ δὲ ἐποχῶν ἵππος μὲν B. z λευκὸς δὲ B. a δουλουμένων Edd. b Quæ seq. om. Edd. usque ad fin. Schol. c)

459
καὶ τοῦ[το τέ]τακται τῷ ψαλμῷ, “ κρινεῖ” φάσκων “ τὸ λαόν “ σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχοὺς σώσει.’’ λαὸν τὸν ἀδιακρίτως ἀγαθοῦ καὶ φαύλου συμπεφορημένον ὄχλον, ᾧ καὶ διακρί[νειν δί]καιον ἀπονέμεται. ἐν κρίματι δὲ τοὺς πτωχοὺς, οἱονεὶ τοὺς σπανίζοντας. ἀγαθὸς ἐν κρίσει ἀντὶ τοῦ ἐν κατακρίσει.

d Καὶ ἐν δικαιοσύνῃ κρινεῖ.

ἔ γὰρ ἡ κρίσις ἀδίκως προβήσεται, οὐχ ὅπως κατὰ τυραννικὴν βίαν, ἀλλὰ καὶ κρίνει λελογισμένως, καὶ πολεμεῖ νοητοὺς καὶ αἰσθητοὺς * ὑπὲρ τῶν αὐτοῦ δούλων, ὡς δῆλον ἀπὸ τοῦ λέγοντος. “ περίζωσαι τὴν ῥομφαίαν σου εἰς μηρόν σου δυν[ατὲ τῇ] “ ὡραιότητι σου καὶ τῷ κάλ]λει σου, καὶ ἔντε[ινον καὶ] κατευ- “ ὀδοῦ καὶ β[ασιλεύ]ε ἕνεκεν ἀλη[θείας]. εἶτα προστιθεὶς, [“ τὰ “ βέ]λη σου ἡκονη[μένα] μένα] δυνατέ· λαοὶ [ὑποκά]τω σου πεσοῦν- “ τᾶι. οὕ]τω μὲν οὖν τῆ δι]καιοσύνῃ κρίνειν καὶ πολεμεῖν.

Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ.

Οὐχ ὅτι τοιοῦτος τῷ εἴδει περιγέγραπται, Θεὸς ὁ τὸν οὐρανὸν πληρῶν, καὶ μηδενὶ τόπῳ περιοριζόμενος, καὶ δή γε πρὸς τούτοις καὶ διαφόροις εἴδεσι τοῖς θείοις ὀπτανόμενος προφήταις, ἀλλ’ ὅτι δεῖ συγκαταβαίνειν τῇ ἀσθενείᾳ τῆς ἀνθρωπίνης κατανοήσεως. ἀφ’ οὗ καὶ δῆλον, ὡς οὐ σωματικοῖς χαρακτῆρσι διαστέλλεται ὁ Θεὸς, τοῖς δὲ καιροῖς καὶ τοῖς πράγμασιν ἀφομοιούμενος τυγχάνει e, ὥσπερ καὶ νῦν ἐπεὶ κρίσεως καιρὸς καὶ τῶν ἑκάστῳ βεβιωμένων ἡ κατ’ ἀξίαν ἀπόδοσις παρέστι f, τοὺς ὀφθαλμοὺς αὐτοῦ φλογὶ ἀπεικᾶσθαι ὁρῶμεν πυρὸς, ἐχούσῃ πρὸς τὸ Φωτιστικὸν g καὶ καυστικόν. φωτιστικὸν μὲν, Ἀγγέλοις καὶ δικαίοις, καυστικὸν δὲ, δαίμοσι καὶ ἁμαρτωλοῖς. τοῦτο δὲ καὶ Δαβίδ φησι, ἐν οἷς τὴν τοῦ Κυρίου φωνὴν, ᾔτουν τὸ πρόσταγμα, διακόπτειν φλόγα πυρὸς· τὰς ἐνεργείας λέγων τοῦ πυρὸς πρὸς τὸ * * ῶδες ὑποβάλλεσθαι.

Καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά.

Τὰ πολλὰ διαδήματα ἣ τῆς κατὰ ἐξουσίας ἐστὶ γνώρισμα, οὐρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. οὐρανίων μὲν, τῶν ἀγγελικῶν ταγμάτων i* περ ὅσα ὁ Δανιὴλ παριστᾷ τὸ ἀπειροπληθὲς [*](d Hoc Sch. car. Edd. e τυγχάνει om. B. f πάρεστι om. B. g φωτιστικῶ B. h Qaæ seq. ins. B. usq. ad ὑποβαλλ. i Hinc usque ad διάγνωσιν om. Edd.)

460
αὐτῶν διὰ τοῦ χίλιαι χιλιάδες καὶ μυριάδες τῶν ἐν ἀριθμοῖς ἀκροτήτων ὑποφήνας, ὁπηνίκα καὶ αὐτὸς κριτήριον καθίζ[ει] παγκοσμίου κρίσεως καὶ τελευταίας, καὶ βίβλους ἀνοιγομένας, τὴν τῶν ἑκάστῳ βεβιωμένων ἀνεπίληστον διάγνωσιν· ἐπιγείων δὲ, τῶν ἐν ἁγίοις συστημάτων καὶ τῶν ἐν βασιλεῦσι σκήπτρων· καταχθονίων δὲ, ἐπεὶ καὶ νεκρῶν ὥσπερ καὶ ζώντων κυριεύει κατὰ πάντων τὰ νικητήρια ἀποφερόμενος k.

Ὁ οὐδεὶς οἶδεν, εἰ μὴ αὐτός.

Τὸ ἄγνωστον τοῦ ὀνόματος, τὸ τῆς οὐσίας αὐτοῦ ἀκατάληπτον σημαίνει. ταῖς γὰρ οἰκονομίαις ὣν πολυώνυμος, ὡς ἀγαθὸς, ὡς ποιμὴν, ὡς ἥλιος, ὡς φῶς, ὡς ζωὴ, ὡς ἁγιασμὸς, ὡς ἀπολύτρωσις καὶ ταῖς ἀποφάσεσιν ὁμοίως, ὡς ἄφθαρτος, ἀόρατος, ἀναλλοίωτος, ἡ οὐσία ἀνώνυμος, αὐτῷ μόνῳ γνωστὴ, οὐ πρὸς Ἀβραὰμ, οὐ πρὸς Ἰσαὰκ, οὐ πρὸς Ἰακὼβ, οὐ πρὸς Μωϋσέως, οὐ πρὸς Ἰησοῦν τοῦ Ναυὶ, οὐ Μανώε· διὸ καὶ φησι, “ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς ὡς κρεῖττον ὂν ἀκοῇ ἀνθρώπου Χ**Θῆναι. διὸ καὶ τοῖς αὐτοῦ Ἁποστόλοις βαπτίζειν προστάσσων τὰ ἔθνη, εἰς σχετικὰ βαίνειν προσέταξεν, οὐ φυσικά· σχέσεως γὰρ ὀνόματα τὸ Υἱὸς καὶ Πατὴρ, οὐ φύσεως σημαντικὸν, καὶ οὔ τινι ἑτέρῳ.

Ἱμάτιον βεβαμμένον ἐν αἵματι.

Ἱμάτιον τοῦ Λόγου, ἡ ἄχραντος σὰρξ, ἡ βαφεῖσα ἐν τῷ τιμίῳ αὐτοῦ αἵματι. ἔφερεν γὰρ κἀν τῇ ὀπτασίᾳ σύμβολα τοῦ πάθους· ὡς κἀν τοῦ Ἡσαΐου δραματουργίᾳ. διὸ καὶ ὁ πυνθανόμενος αὐτοῦ, “ τι σου ἐρυθρὰ τὰ ἱμάτια ἐκζητεῖ. ἀλλ’ εἰκός ἐστι τινα ἀπαπορῆσαι, πῶς ὁ πρὸ μικροῦ ἀνώνυμος χρηματίσας, καὶ πᾶσιν ἄγνωστος κατὰ τὸ ὄνομα, νῦν ἐνταῦθα Λόγος ὀνομάζεται. ἣ οὖν πρὸς ἔνδειξιν τῆς υἱϊκῆς ὑποστάσεως καὶ τῆς ἐμπαθοῦς ἐκ πατρὸς γενήσεως ἐκληπτέον τοῦτο, καθάπερ ὁ ἡμέτερος λόγος ἐκ τοῦ νοῦ πρόεισιν, ἢ τῷ πάντων τοὺς λόγους ἐν ἑαυτῷ φέρειν, ἢ τὸ ἐξαγγελεὺς εἶναι τῆς πατρικῆς σοφίας τε καὶ δυνάμεως καὶ ἐξουσίας.

Καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει ἀυτῶ.

Ἀρχιστράτηγος ὢν τῶν οὐρανίων δυνάμεων, ὡς αὐτὸς Ἰησοῦ τῷ [*](k ἐπιφερόμενος Edd. 1 ὡς ἀπολυτρ. om. Edd.)

461
του Ναυῆ m ἐχρημάτισεν, εἰκότως ὀπαδοὺς κάτα τὴν στρατηγίαν συμπληροῦντας τὰ τάγματα ἔσχηκε, τὰ νῦν μάλιστα ἐπὶ πόλεμον τῶν ἀσεβῶν ὁρμώμενα n. ταῦτα δὲ ἀνθρωπίνως διεσκεύασται ἐν τῆ Ἀποκαλύψει, ὅτι μηδὲ ἄλλως ἦν δηλωθῆναι ταῦτα, θεῖά τε ὄντα καὶ τῇ ἐνούσῃ αὐτοῖς φύσει δηλωθῆναι ἀνθρώποις ἀνέφικτα· ἐκ τούτου γὰρ ἡ γνῶσις τοῖς ὁμοίοις ἐγγίνεται. ἱππόται δὲ καὶ ἵπποις ἔποχοι λευκοῖς παρίστανται, τῶν ἵππων μὲν τὸ ὀξὺ τῆς ἐπελεύσεως αἰνισσομένων, του δὲ λευκοῦ του ἐν τοῖς ἵπποις τὸ τοιούτοις ἐναγλαίζεσθαι τὰ οὐράνια ο τάγματα, ὅσοις τῆς συρφετοῦ; τῶν ἐπὶ γῆς μελανίας τὸ ἄχραντον ἐπανθεῖ. καὶ δή γε καὶ αὐτοὶ οἱ ἀναβάται λευκὴν ἀμπεχόμενοι τὴν ἀπὸ βύσσου στολὴν ἐπιδείκνυνται. τι γὰρ τῇ οὐρανίῳ καὶ θείᾳ φατρίᾳ τῶν ἐνύλων τε καὶ γηΐνων ἐνθεωρηθείη ἂν ἁρμοδιώτερον p; q ἀνθρωπίνως δὲ ἔφθημεν ταῦτα νῦν ἐνεσκεύασθαι, λέγω δὲ τὸν πόλεμον τῶν * * καὶ οὐρανίων ταγμάτων ὑπὸ ἀρχιστρατήγῳ τῷ Κυρίῳ καὶ Θεῷ Ἰησοῦ Χριστῷ συγκροτούμενον καὶ πρὸς πόλεμον· ἀλλ’ οὐ r πολέμου πρὸς ἰσοπαλεῖς ἐνισταμένου καὶ ἰσομάχους· τίς ἂν ἐνάμιλλος ὀφθείη ὧ πάντα δοῦλα; τῇ παρουσίᾳ τῇ μετ’ ὀργῆς οὐδὲν ἱκανὸν ὑποστῆναι τῶν γενητῶν. διὰ ταῦτα μὲν οὖν ὁ πόλεμος ὑπελήφθη δεδραματουργεῖσθαι. ἴσως εἰς ἔνδειξιν τοῦ μὴ αὐτομάτως καὶ τυχηρῶς, ἀλλὰ κε**μένως καὶ ὑπὸ θείᾳ **νίᾳ τοῦδε τοῦ παν** ἐξαγομένου.

Καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία δίστομος ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ. καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ παντοκράτορος. καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον, βασιλεὺς βασιλέων, καὶ Κύριος κυρίων.

Ἐκ τοῦ στόματος ἡ ῥομφαία διᾴττουσα s, τὸ διὰ προστάγματος θείου δηλοῖ τοῖς ἀσεβέσι καὶ ἁμαρτωλοῖς ἐπαχθῆναι τὴν κόλασιν. ἀμφίστομον δὲ τὴν ῥομφαίαν διὰ τὸ ἑκατέρωθεν ὀργῆς [*](m ναυὶ B. n ὁρμώμενος B. ο οὐράνια om. B. Ρ ἂν ἁρμοδ. om. B. q Hinc usque ad fin. Sch. om. Edd. r ἄλλου Cod. s διαλλάττουσα B.)

462
καὶ ἐλέου χωρεῖν τὰς ἀπὸ τοῦ θείου τῶν καταφρονητῶν τιμωρίας. ὀξεῖαν δὲ, διὰ τὸ ἀμελητὶ τὸ δραστήριον ἐπιφέρειν. s ὁ μὲν οὖν προφήτης τῷ μηρῷ δίδωσι τὴν ῥομφαίαν περιεζῶσθαι, τουτέστι τῷ ἀνθρωπίνῳ τοῦ Κυρίου Ἰησοῦ Χριστῷ καὶ Θεῷ· αὐτὸς γὰρ καὶ αἰτεῖ καὶ λαμβάνει. οὐχ ὁ συνα**ος τῷ Θεῷ καὶ Πατρὶ καὶ πάντα ὅσα τοῦ Πατρὸς ἀνυποστόλως ὄντα καὶ τοῦ Υἱοῦ. λαμβάνει δὲ διὰ τῆς [σιδ] ἦράς ῥάβδου, ἤτοι ὅτι τῇ τοῦ Κυρίου ἐνανθρωπήσει καὶ Ῥωμαίοις ἡ τοῦ παντὸς κόσμου περι**νε κυριότης διὸ καὶ τὰ δημόσια τέλη πᾶσιν ἀνθρώποις ὡς ὑπεξουσίοις προσενεμήθη. ἐπεὶ ἐπὶ τῇ τοῦ διὰ σαρκὸς ἐπιδημίᾳ τοῦ Κυρίου καὶ τῇ σιδηρᾷ ῥάβδῳ ἡ τοῦ παντὸς ἐξουσία ὑπῆρξεν, ἀσκόπως αὐτὸς εἴρηται διὰ τῆς ῥάβδου πατάξαι τὰ ἔθνη· ποιμαίνει δὲ καὶ δι’ αὐτῆς, εἴγε Κωνσταντίνου τοῦ Ῥωμαίων βασιλέως σχεδὸν ἐκλιπούσης τῆς κατὰ Χριστὸν πίστεως, πεπερασμένως εἰς πᾶν ἔθνος διεδόθη ὥσπερ ἀναβιοῦσα ἡ κατ’ αὐτὸν πίστις. ὅτι δὲ ὁ μηρὸς ἀνθρωπίνης γενέσεως φέρει τὴν γνῶσιν, ὡς προϋποθέμεθα, τὸ “ οὐκ “ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, “ ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται·” καὶ περὶ μὲν τῆς ἐν τῷ διστ]όμῳ ῥομφαίᾳ τοσαῦτα, οὐκ ἀκαίρως οἶμαι οὐδὲ περιττῶς. περὶ δὲ τοῦ ποιμανεῖν ἐν τῇ ῥάβδῳ τῇ σιδηρᾷ, οὕτω δοκῶ μοι· ὡς ἐν μὲν τῇ ῥομφαίᾳ πατάξαι, ὡς ἤδη εἴρηται τὰ ἐθνικῶς ἐπανῃρημένα, ἐν δὲ τῇ ῥάβδῳ ποιμανεῖ τούτους οὑς ἐν τάξει θρεμμάτων εὗρε ποιμαινομένους, ἐπὶ τόπον χλοῆς κατασκηνῶν καὶ ἐπὶ ὕδατος ἐκτρέφων ἀναπαύσεως, ἅτινα οἱ κατηξιωμένοι τῆς ἐκεῖσε μακαριότητος αἴσθεσθε.

Ἐν ῥάβδῳ σιδηρᾷ.

t Ὅτε μὲν ποιμαντικῆς χρεία καὶ πα**ντικῆς ῥάβδου πρὸς τὸ ποιμάναι τὰ ἔθνη, ῥάβδος εὐθύτητος, ἐφ’ ὕδωρ ἀναπαύσεως καὶ ἐπὶ *ην ἐκτρέφειν ἔχουσαν δίδοται· τὸ καὶ τὰ θρέμματα εὐπειθείᾳ κοσμεῖσθαι τῇ τοῦ ποίμενος **εσθαι πεφυκότα προνοίᾳ· ὅτε δὲ πρὸς ἀπείθειαν ἀποκλίνει θρασύτητι δαιμόνων οἰστρηλατούμενα, εἰς σιδηρᾶν μεταποιεῖται ῥάβδον, φέρουσαν τῇ ἀταξίᾳ τῶν ὑπο- [*](s Quæ seq. om. Edd. usque ad αἴσθεσθε. t Quse seq. dedi e God. B. usque ad Θεοῦ. dein id. Sch. ex Edd.)

463
κειμένων τὸ καταξίαν **αστικόν. όπερ τῷ ἐσχάτῳ καιρῷ τοῦτο ὅτε καὶ τὰ τῆς ἐπιστροφῆς εἰς περισσὸν ἀποπέμπεται, καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ. ἣ σιδηρᾶ ῥάβδος οὐ ποιμαντικὴ, ἀλλὰ θραῦσιν ἔχουσα τῶν πηλίνων τὸν βίον καὶ πρὸς συντριβὴν ἑτοίμων. τί οὖν ἐνταῦθα τὸ ποιμαντικὸν αὐτὴ δέδοται ; οὐκ ἀσκόπως οἶμαι, ἀλλ’ ὅτι τὸ ποιμαίνειν καὶ θηρίοις προσπολεμεῖν περιγίνεται. καὶ διὰ τοῦτο καὶ σιδηρᾶς ῥάβδου χρεία, τοῖς ἀνθισταμένοις ἀξίως τὸν ὄλεθρον ἐπιφερούσης. “ πατεῖ δὲ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ τίς ἕτερος, ἀλλ’ ἣ ὁ Χριστός u; αὐτὸς γὰρ διὰ τῆς κρίσεως καὶ ἀνταποδόσεως τῶν πονηρῶν x τὸ πατρικὸν ἐκπληροῖ θέλημα. “ οὐδὲ “ γὰρ ὁ Πατὴρ κρίνει oὐδένα,” κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου φωνὴν, “ ἀλλὰ τὴν κρίσιν ἅπασαν δέδωκε τῷ Υἱῷ.’’ καί τινος χάριν; ἅτε τοῦ Υἱοῦ τῇ ἐνανθρωπήσει ἁπάσης ὡδευκότος τῆς ἀνθρωπίνης ἀσθενείας καὶ πρὸς τὰ χείρω εὐμεταβόλου εἰς τὴν * * * ἐκφέρει τὴν τιμωρίαν. εἰ γὰρ ἐνάμιλλον τῇ παροράσει, τίς ὑποστήσεται ; ἦε καὶ τοῦτο φιλανθρωπίας καὶ συμπαθείας ἐσχάτης, τὸ μὴ κατὰ τὰς ἀνομίας ἡμῶν ποιῆσαι ἡμῖν, μηδὲ κατὰ τὰς ἀδικίας ἡμῶν ἀνταποδοῦναι ἡμῖν.

Καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ.

Τὸ ἱμάτιον, τὴν σάρκα αἰνίττεσθαι βούλεται, ὥσπερ καὶ διὰ Ἡσαΐου, ὅτε λέγει, “ διατὶ σου ἐρυθρὰ τὰ ἱμάτια ;” διὰ δὲ τοῦ μηροῦ, τὴν φύσιν τῆς σηκὸς, ὡς ἀληθῶς ἀνθρωπίνης οὔσης αὐτῆς καὶ οὐ κατὰ φαντασίαν. εἰς γὰρ παράστασιν τούτου λαμβάνεται παρὰ τῇ γραφῇ ὁ μηρός. δηλοῦν οὖν διὰ τούτου τῷ λόγῳ σκοπὸς, ὅτι ὁ καθ’ ὑπόστασιν ἑνωθεὶς Θεὸς y Λόγος ἀνθρώπων φύσει, καὶ σαρκικὴν ὑπομείνας γένησιν ἐκ τῆς ἁγίας παρθένου, οὐδὲν ἧττον παντοκράτωρ ὡς οὐρανίων ἄρχων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ αὐτῷ τῷ διὰ σαρκὸς χρηματίσαντι δέδοται βασιλεύειν βάσι, λέων καὶ κυριεύειν κυρίων· βασιλέων τῶν βασιλευσάντων κατὰ z παθῶν, κυρίων τῶν τὸ κῦρος καὶ· τὸ κράτος ἐχόντων κατὰ τῆς ἁμαρτίας τῇ τοῦ αὐτοῦ Χριστοῦ συναντιλήψει. μεθ᾿ οὗ καὶ συμβασιλεύσουσιν αἰωνίως κατὰ τὸ μέλλον καὶ ἀδιαδόχως.

[*](u τίς ἔρος ἀλλ’ ἢ ὁ Χρ. om. B. x τ. πον. om. Edd. y Θεὸς om. Edd. z τῶν παθ. B. Β. a τῶν τὸ κυρ. καὶ om. B.)
464

Καὶ εἶδον ἕνα Ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξε φωνῇ μεγάλῃ, λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι, δεῦτε συνάχθητε εἰς τὸν δεῖπνον τὸν μέγαν τοῦ Θεοῦ, ἵνα φάγητε σάρκας βασιλέων, καὶ σάρκας χιλιάρχων, καὶ σάρκας ἰσχυρῶν, καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ’ αὐτῶν, καὶ σάρκας πάντων τῶν ἐλευθέρων τε καὶ δούλων, καὶ μικρῶν καὶ μεγάλων. καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς, καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μέτα του στρατεύματος αὐτοῦ.

Ὅπερ ἔφθημεν εἰρηκότες, ὅτι τὰ θεῖα ἄυλα ὄντα καὶ νῷ μόνῳ ληπτὰ, ἐξ οὑ καὶ οὐχ οἱα άγνωσθηναι κα**γειαν τοῖς μὴ προεφωδευμένοις τισὶ πρὸς τὴν μάθησιν ποδηγοῦσιν· ἐκ τοῦ ὁμοίου γὰρ καὶ προεγνωσμένου τὸ ἀγνοούμενον πέφυκε θηρᾶσθαι· ἀκολούθως καὶ νῦν οὕτω πρόεισι τὰ προκείμενα τὴν ἐναλλαγὴν τῶν φθαρτῶν καὶ μεταποίησιν πρὸς ἀφθαρσίαν καὶ τὴν πρὸς ἀξίαν ἑκάστῳ ἀπονέμησιν τῶν ἔργων, ὑπὸ στρατηγικαῖς διατυπῶν ἐξοπλίσεσι καὶ ἑτοιμασίαις. διὸ καὶ Ἄγγελον ἑστῶτα προάγει ἐν τῷ ἡλίῳ, Ἄγγελον θεῖον κέλευσμα ἐμφανέστατα διοικούμενον, καὶ ὡς ἐν φωτὶ τὰ σωτήρια διαδηλοῦντα καὶ ἐξαγγέλλοντα. καὶ ἐπειδὴ τὰ θεῖα διατιθέμενα κεχρημάτισται b, ὡς καὶ Ἀμὼς Ἡσαΐας φησι, “ διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς,” οὐδεμίᾳ ὑπο**ζόμενα αἰτίας ε**ω κεχρῆσθαι σχήμ** [ὑ]ποτίθησιν c, ὅτι μηδὲ τηλαυγέστερον ἄλλο τῶν ὁρατῶν εἶχεν ἐρεῖν ὁ θεῖον κέλευσμα εἰς Ἄγγελον διατυπώσας, καὶ στρατοκήρυκος αὐτῷ ἐγχειρίζει ἐνέργειαν, δραστικωτέρᾳ προόδῳ πραγμάτων χρώμενος. τοῦτο γὰρ βούλεται παριστᾷν, ἡ μετὰ κραυγῆς μεγάλη φωνή. τὰς δὲ ἐν μεσουρανήματι, οἱονεὶ τὰς τῶν ἁγίων λέγει ψυχὰς, αἱ τῶν χαμαιζήλων ἀπαναστάσα κατὰ Παῦλον τὸν μέγαν, εἰς ἀπάντησιν τοῦ Κυρίου χωροῦσιν εἰς ἀέρα. καὶ Ἡσαΐας ὁ προφήτης, “ τινες “ οἵδε, φησιν, ὡς [ἀγέ]λαι πέτωνται, καὶ ὡς οἱ ἀετῶν.” πάντ* [*](b κεχρημάτισται om. B. c ὄχημα τούτῳ ἡ ἀποκάλυψις ὑποτίθησιν Edd.)

465
οὐδὲν νεοσσὸς ἀ* διαλλάσσει ὀρνέου, συγκαλεῖσθαι δὲ ὡς ἐπὶ δεῖπνον εὐφρόσυνον τῆς κατὰ τῶν ἀσεβῶν ἀσυγκροτήτου.

Δεῦτε συνάχθητε εἰς τὸν δεῖπνον.

Δεῖπνον, ἀλλ’ οὐ πόλεμον λέγει τὴν μετὰ τῶν ἁμαρτωλῶν τῶν δικαίων ἀντεξέτασιν. ἐπεὶ καὶ οὕτως ἔχει. τίς γὰρ τῷ ἰσχυρῷ ἱκανὸς ἀντιφέρεσθαι; εἰ δ’ ἄρα καὶ πόλεμος εἴρηται, πρὸς τὴν τῶν ἁμαρτωλῶν ὁρμὴν εἰρῆσθαι φαμὲν, οὐ πρὸς αὐτὸ τὸ ἔργον. δεῖπνον δὲ ὅλως εἴρηται, τὸ προηγούμενον θέλημα τοῦ Θεοῦ, ὃ καὶ εὐδοκία λέγεται, καὶ δεῖπνον τριπόθητον, τὸ πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. d τὸ μὲν οὖν προηγούμενον τοῦτο· μετὰ τοῦτο δὲ τὸ τοὺς ἐπίσπαστον ἑαυτοῖς πεποιηκόσι τὸ κολασθῆναι δι’ ἔργων ἀκαθα** σπουδὴν καὶ τὸ τυχεῖν τῆς κατ’ ἀξίαν σπουδῆς. ὅτι δὲ τὸ πατρικὸν θέλημα βρῶσιν οἶδεν καλεῖν, δῆλον ἀφ’ ὧν ὁ αὑτὸς “ ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ “ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. τοῦτο νῦν ἐνταῦθα δεῖπνον ὀνομάζεται Θεοῦ, τὸ τυγχάνειν ἕκαστον τῶν ἀνθρώπων ὧν ἐπεθύμησε τιμῆς ἀξίων ἤτι*ας. φαγεῖν δὲ σάρκας τοὺς κεκλημένους βασιλέων. σάρκας, τουτέστιν εὐφρανθῆναι τοὺς δαιτυ- μόνας] ἐπὶ τῷ ἀφανισμῷ καὶ τῇ κενοσπουδίᾳ τῆς αὐτῶν ἐν τῷ παρόντι βίῳ ἐξουσίας· ὡσαύτως καὶ χιλιάρ [χων], οἱ ἥττονες βασιλέων ηὐμοίρησαν εὐδαιμονίας. καὶ ἰσχυρῶν σάρκας καὶ ἵππων καὶ ἐπόχων καὶ ὀχ** καὶ ἐλευθέρων καὶ δούλων καὶ μικρῶν καὶ μεγάλων. σάρκας τὴν ἐν τῷ βίῳ τούτῳ τυχηρὰν ὑπόστασιν **κων, μεθ’ ἧς καὶ τὸν τῆς ζωῆς αὐτῶν διήνυσαν δίαυλον. αἵτινες σπονδαὶ ἀφανισμῷ προυχω* τῇ παραθέσει καὶ ἀντεξετάσει τῇ πρὸς τοὺς ἀπὸ τοῦ μεσουρανήματος πρὸς τὴν εὐωχίαν ἐκλή[θησαν]. διὸ καὶ εἴρηται τὸ “ ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται,” οἱονεὶ τὰ περὶ ἃ θυμήρως ἐσχήκασι σπουδάσματα εἰς ἀνυπαρξίαν ἀποτελευτῆσαι. “ ὁ γὰρ εἰς τὸ πνεῦμα σπείρων, φησι, “ εὑρήσει ζωήν.” “ ὁ δὲ εἰς καταφθοράν.” ἵππους δὲ καὶ ἀναβάτας καὶ ἐλευθέρους καὶ δούλους καὶ μικροὺς καὶ μεγάλους. ἵππους μὲν [θηλυ]μανεἰς, ἣ τοὺς ὑποβεβηκότας ἐν πονηροῖς, ἣ καὶ ἀμφότερα. ἀναβάτας δὲ τοὺς ἐκ κακι**χοντας ἀποκαλῶν, ὃ καὶ προβὰς διεσάφησεν εἰπὼν, [*](d Quæ seq. ad fin. Sch. om. Edd.)

466
διὰ μὲν ἐλευθέρων καὶ μεγάλων τοὺς ἐξουσιαστικῶς ἁμαρτάνοντας· διὰ δὲ τῶν δούλων καὶ μικρῶν τοὺς ἧττον πλημμελοῦντας ἣ κατα**μην ἣ καθ’ ἡλικίαν, ἢ δι’ ἀσθένειαν.

Ἵνα φάγητε σάρκας βασιλέων.

Βρῶσιν καλεῖ τὴν ἐπὶ τῇ πρὸς ἀξίαν τῶν βεβιωμένων αντέκτισιν, ὃ καὶ χαναὰμ οἶδεν ἐμποιεῖν τοῖς μὴ συναπαχθεῖσι. τὸ δὲ σάρκας βασιλέων καὶ χιλιάρχων, καὶ ἰσχυρῶν, καὶ ἵππων, καὶ ἀναβατῶν, ἐκεῖνα λέγει τροπικῶς τὰ περὶ ἃ ἐμπαθῶς ἐσχήκασι, σπουδῇ πάσῃ, ταῦτα μόνα οἰόμενοι τῆς ἀνθρωπίνης ζωῆς ὑπόστασιν, ἃ καὶ ἀφανισμῷ παραπεμφθείη τῇ τοῦ ἀφθάρτου βίου εὐωχικῇ ἐπιδημίᾳ.

ΑΛΛΩΣ ἐκ τῶν τοῦ Ἀνδρέου. Διὰ τῆς βρώσεως τῶν σαρκῶν σημαίνεται ὁ τῶν σαρκικῶν πάντων ἀφανισμὸς, καὶ ἡ τῶν ἀρχικῶν ἐπὶ γῆς ὀνομάτων ἔκλειψις. ἵππων δὲ μέμνηται οὐχ ὡς αὐτῶν ἀναστησομένων, ἀλλὰ διὰ μὲν τούτων ἢ τοὺς ὑποβεβηκότας ἐν πονηρίᾳ, ἢ καὶ ἀμφότερα· διὰ δὲ τῶν ἐπιβατῶν, τοὺς ἐν κακίᾳ προύχοντας αἰνιττόμενος. ὃ καὶ παρακατιὼν ἐσαφήνησεν εἰπὼν, ἐλευθέρων τε καὶ δούλων, μεγάλων καὶ μικρῶν· διὰ μὲν τῶν ἐλευθέρων καὶ μεγάλων, τοὺς μᾶλλον ἐξουσιαστικῶς ἁμαρτάνοντας, διὰ δὲ τῶν δούλων καὶ μικρῶν, τοὺς ἧττον πλημμελοῦντας, ἣ κατὰ γνώμην, ἣ κατὰ ἡλικίαν, ἣ κατὰ ἀσθένειαν.

Καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς, καὶ τὰ στρατεύματα αὐτῶν, καὶ τὰ ἑξῆς.

Επὶ μὲν τῆς κατὰ τὸν διάβολον καὶ τὸν Ἀντίχριστον e symboylografqiaw καὶ τοῦς f κατ’ αὐτοῦ πολέμους τῷ g διαβόλῳ στρατευομένους h, πληθυντικῶς εἰσάγει, βασιλέων κατάλογον διεξιὼν καὶ τῶν ὑπ’ αὐτῶν στρατευμάτων, διὰ τὸ πολυσχιδὲς τῆς ἁμαρτίας καὶ πολύγνωμον. καίτοι πόσον τοῦτο πρὸς τὴν ἀγγελιώτιδα πληθὺν καὶ τῶν ἰσαγγέλως πολιτευομένων ἐξεταζόμενον ἀνθρώπων. ἐπὶ δὲ τῆς μετὰ Χριστοῦ, ὃν ἔποχον ἵππῳ προσαγορεύει, ἑνικῶς μέμνηται τοῦ ἑπομένου αὐτῷ πλήθους, στράτευμα φήσας, ἐφ’ ἵππον μὲν διὰ τὸ βασίλειον καὶ τὸ τῆς ἐπελεύσεως τάχος. ἑνιαίῳ [*](e κ. τ. Ἀντιχρ. om. Edd. f τοῦ πολέμου B. g τοὺς τῷ B. h συστρατ. B.)

467
δὲ προφορᾷ τῶν ὀπαδῶν μετὰ τοῦ στρατεύματος *ῶν λέξας. διὰ τὸ μοναδικὸν τοῦ θελήματος αὐτοῦ καὶ τῆς γνώμης τῆς πρὸς τὸν Θεὸν λόγον, καὶ τῆς πρὸς αὐτὸν εὐαρεστήσεως τε καὶ κατορθώσεως.

Περ τοῦ Ἀντιχρίστου, κοὶ τῶν σὺν αὐτῷ βαλλομένων εἰς γέενναν.

Καὶ ἐπιάσθη τὸ θηρίον καὶ ὁ μετ’ αὐτοῦ Ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησε τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ, ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν καιομένην ἐν θείῳ. καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῆ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ. καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σάρκων ἀυτῶν.

Τῆς πολεμικῆς παρασκευῆς ἐξαγγελθείσης ἐν μετεώρῳ τῇ συμβολῇ τὸ πέρας ἐπηνέχθη τοῦ πολέμου· δι’ ὧν φησιν, καὶ “ ἐπιάσθη τὸ θηρίον· τοῦτο δὲ οὐκ ἀσκόπως ποιεῖ, ἀλλὰ τῷ συντετμημένῳ χρώμενος λόγῳ.

Θηρίον δὲ, πρὸ ἡμῶν, οἱ μὲν τὸν διάβολον ἐξεδέξαντο, οἱ δὲ τὸν Ἀντίχριστον. i περὶ δὲ τούτου καὶ ἡμεῖς εἰρήκαμεν. Ψευδοπροφήτην δὲ τοῦτον ὃν εἰς τύπον Ἰωάννου τοῦ βαπτιστοῦ ὁ διάβολος εἰς μίμησιν τῆς ἀληθινῆς Χριστοῦ ἐπιδημίας προοδοποιὸν τοῦ Ἀντιχρίστου. *θεν γὰρ τὸ ψεῦδος τὸ ἀληθὲς ὑπὸ νω** μετέρχεσθαι. διὸ τερατώδεσι σημείοις τοῦ Ἀντιχρίστου προδρα** ἠπάτησε τούτους τῷ γνωρίσματι σημείου ἐνεσημαν** καὶ υποπτώσει τοῦ διαβόλου εἰκόνος οὐκ ἄλλος εἰ μὴ Ἀντίχριστος τῆς τοῦ διαβόλου κατέστησαν ἑαυτοὺς μερίδος. ὡς γὰρ Ἰησοῦς Χριστὸς καὶ Θεὴ εἰκὼν τοῦ Θεοῦ ἀοράτου διὰ τῆς αὐτοῦ θεανδρικῆς ὑποστάσεως χρηματίζει, οὕτως καὶ ὁ ἀντὶ τοῦ κατ’ οὐσίαν ἀοράτου διαβόλου κατ’ ἐνέργειαν τῇ ὁρατῇ * * ὑποστάσει ἴν- [δαλμα] καὶ εἰκὼν χρηματίσει.

[*](i Quæ seq. usque ad κολαστ. ὑπετέθησαν om. Edd.)
468

[Δικαι]οσύνης ἄκρας τοῦτο τὸ ἕκαστον ἀπολαμβάνειν κατὰ τὰ ἔργα αὐτοῦ. διόπερ τοὺς μὲν ἀσωμάτους τουτέστι τὸν διάβολον, ὃν καὶ θηρίον καλεῖ μηδὲν ἥμερον προφαίνειν ἀλλ’ ἀγριότητος πλῆρες καὶ τὸν ψευδοπροφήτην. καὶ τοῦτον τινὲς εἰς τὸν Ἀντίχριστον μετειλήφασι φαντάζοντα τὸ σῶμα, ἀλλ’ οὐκ ἀληθῶς ἀμφιεννύμενον· ἀλλά τινα δαίμονα εἶναι αὐτὸν τὰ δευτερεῖα μετά γε τὸν διάβολον φερόμενον. τοὺς μὲν οὖν ἀσωμάτους πῦρ ὑπολαμβάνειν * * τί πυρὸς φλέγειν ἔχον διὸ ειῳ ἐξομοιοῦσθαι τῷ παρ’ ἡμῖν θεάφῳ (sic) λεγομένῳ. τούτους μὲν οὖν τοιαύτης ἀξιοῦσθαι καταδίκης. τοὺς δὲ λοιποὺς, οἳ τὸν πολεμικὸν συνεπλήρουν αὐτοῖς στόλον ἀνθρώπους τας θανάτῳ τὴν ἀξίαν ἀποτίνειν. θάνατος γὰρ ἐπὶ τοῦ Σατανᾶ ἁπλῆς φύσεως, εἶτα καὶ τοῦ Ἀντιχρίστου μηδαμῶς ἐνεργεῖν. εἴγε τοῦ συνθέτου διάλυσιν ἴσμεν τὸν θάνατον. διόπερ ὡς ἁπλῶν τὴν οὐσίαν μὴ πεφυκότων ἀποθνήσκειν τὸ πεφυκὸς πῦρ ὅτι * * τοῦτο πρὸς τιμωρίαν ὑποδέξεται. ῥομφαία δὲ ἡ ἀπὸ στόματος ἤτοι πρόσταγμα * * ὂν καὶ ἐνεργὲς καὶ τομώτερον πάσης ῥομφαίας διστόμου πρὸς τῷ φυσικῷ θανάτῳ καὶ τοῖς ᾅδου κολαστηρίοις ὑπετέθησαν.

Καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν.

Τὸ ἀργίαν καὶ ἀπραξίαν σχεῖν τῶν πονηρῶν ἐπιτηδευμάτων τὴν σύνθετον φύσιν, μετὰ τὴν διάλυσιν ἀποκτανεῖν φησι. τοῦτο δὲ ἡ ἁπλῆ καὶ ἀσύνθετος οὐκ οἶδεν οὐδὲ μετὰ τὴν κατάκρισιν τῶν ἐθίμων ἐξίστασθαι, ἅτε συνουσιωμένων αὐτῇ τῶν πρὸς ἃ τὴν ῥοπὴν k ἔσχεν l·

Καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν.

Ὄρνεα εἴρηται ἤδη ὡς τὰς ἀεροπόλους m ψυχὰς καλεῖν βούλεται, ἃς καὶ αὐτὰς οίδε τῇ παραθέσει τῶν σπουδαίων τε καὶ μὴ ἑκατέρων ἐνεργημάτων ὡσπερεὶ κόρον λαβεῖν. ὅπερ καὶ ὁ Θεὸς δι’ Ἡσαΐου φησιν, “ ἐγεννήθητε μοι εἰς πλησμο**.” ὡς οὖν ἐκεῖ οὕτω κἀνταῦθα προσκορὴς τοῖς ἁγίοις καὶ ἐπαχθὴς πᾶσα σαρκικὴ ΚΙΝΗΣΙΣ n.

[*](k πρ. ἃ τροπὴν Edd. 1 ἔσχηκεν B. m οὐρανοπόλους B. n Hic desinit cod. B.)
469

“Οπως ὁ Σατανᾶς ἐδέθη ἀπὸ τῆς Χριστοῦ παρουσίας μέχρι τῆς συντελείας. καὶ περὶ τῶν χιλίων ἐτῶν.

Καὶ εἶδον Ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ ἔχοντα τὴν κλεῖδα τῆς ἀβύσσου, καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ, καὶ ἐκράτησε τὸν δράκοντα τὸν ὄφιν τὸν ἀρχαῖον, ὅς ἐστιν ὁ διάβολος, καὶ ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην. καὶ ἔδησεν αὐτὸν χίλια ἔτη. καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισε καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ πλανᾷ ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. καὶ μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρὸν χρόνον.

Ἀνδρέου. Ἐνταῦθα τὴν ἐν τῷ δεσποτικῷ πάθει γεγενημένην τοῦ διαβόλου διηγεῖται καθαίρεσιν, ἐν ᾗ τὸν δοκοῦντα εἷναι ἰσχυρώτερος αὐτοῦ Χριστὸς ὁ Θεὸς ἡμῶν δήσας, ἡμᾶς, τὰ σκύλα αὐτοῦ, ἐκ τῶν χειρῶν αὐτοῦ ἐλυτρώσατο, καταδικάσας αὐτὸν εἰς τὴν ἄβυσσον. τοῦτο δὲ δείκνυται ἐκ τῶν δαιμόνων τῶν παρακαλούντων αὐτὸν μὴ πεμφθῆναι εἰς τὴν ἄβυσσον. ὅτι δὲ δέδεται, τεκμήριον ὁ τῆς εἰδωλολατρείας ἀφανισμὸς καὶ τῶν εἰδωλικῶν ναῶν ἡ καθαίρεσις, καὶ τῶν ἐπιβωμίων λύτρων ἡ ἔκλειψις, καὶ ἡ παγκόσμιος τοῦ θείου θελήματος ἐπίγνωσις. ὁ μέγας δὲ Ἰουστῖνος φησὶν ἐν τῇ πρώτῃ τοῦ Χριστοῦ παρουσίᾳ γνῶναι τὸν διάβολον, ὅτι καταδεδίκασται εἰς τὴν ἄβυσσον καὶ εἰς τὴν τοῦ πυρὸς γέενναν. δυνατὸν τοίνυν, ὡς οἷμαι, διὰ τῶν προλεχθέντων καὶ τὴν τοῦ Χριστοῦ κατὰ τοῦ διαβόλου νοεῖσθαι ἀπόφανσιν. ἄγγελον δὲ τῇ τοιαύτῃ ἀποφάνσει διακονούμενόν φησιν, ἵνα δείξη καὶ τῶν λειτουργικῶν δυνάμεων τοῦτον ἥττονα κατὰ δύναμιν, καὶ μάτην κατὰ τῆς τῶν πάντων κρατούσης ἀρχῆς θρασυνόμενον.

Αρεθα Ἐκ Τοῦ Αὐτοῦ. Κλεῖδα τὴν ἀσφαλῆ καὶ ἀπρόἴτον τῶν κατακρίτων κατοχὴν λέγει· ἄβυσσον δὲ τὴν ἀπέραντον εἰς διέκδοσιν, ἅλυσιν δὲ, τὴν καθεκτικὴν τῆς πονηρίας ἐνέργειαν. χίλια δὲ οὐ πάντως τὰ τοσαῦτα τῷ ἀριθμῷ νοεῖν εὔλογον. ἣ γὰρ τῶν πολλῶν, ἢ τοῦ τελείου σημαντικὸν τὸν τῶν χιλίων ἀριθμὸν

470
εἰκάζομεν. χίλια ἔτη τοίνυν, εἴτε τὰ ἀπὸ τῆς Χριστοῦ παρουσίας ἕως τῆς τοῦ Ἀντιχρίστου ἐνδημίας, εἴτε δεκάκις ἑκατὸν, εἴτε καὶ τούτων ἀποδέοντα, οὐχ ἡμῶν ἐστι γνῶναι τὸ ἀκριβὲς, ὅτι μηδὲ θνητῇ φύσει γνῶναι χρόνους ἣ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδία ἐξουσία.

Καὶ μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρὸν χρόνον.

Μίκρον χρόνον, ποῖον ; τοῦτον τὸν τῆς παρουσίας τοῦ Ἀντιἀντιχρίστου ὃν εἰς μικρὸν συνέστειλε, διὰ τὸ σφοδρὸν καὶ σχεδὸν ἀνύποπτον τῶν διὰ Χριστὸν κακουμένων, περὶ οὗ χρόνου καὶ ὁ Σωτῆρ’ ἐν Εὐαγγελίοις φησὶ, θλῖψιν συμβῆναι οἵαν οὐ γέγονεν ἐξ ἀρχῆς κόσμου. διὸ καὶ κολοβωθῆναι φησι τὰς ἡμέρας ταύτας διὰ τοὺς ἐκλεκτούς.