Commentarius In Apocalypsin

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῶν ἡτοιμασμένων θρόνων τοῖς φυλάξασι τὴν χριστοῦ ὁμολογίαν.

Καὶ εἶδον θρόνους καὶ ἐκάθισαν ἐπ’ αὐτοὺς, καὶ κρίμα ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ, καὶ διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ οἵ τινες οὐ προσεκύνησαν τὸ θηρίον οὐδὲ τὴν εἰκόνα αὐτοῦ, καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν, καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ Χριστοῦ τὰ χίλια ἔτη.

Τοὺς ἁγίους Ἀποστόλους φησὶ θεωρεῖν, δι’ ὧν τὰ ἔθνη συνετισθέντα τῷ διδασκαλικῷ λόγῳ ἔζησαν, καὶ συνεβασίλευσαν Χριστῷ χίλια ἔτη. περὶ μὲν οὖν τῶν χιλίων ἐτῶν εἴρηται. οὗτοι οὑν οἱ ἅγιοι Ἀπόστολοι καθίσουσιν, ὡς ἡ ὑπόσχεσις τοῦ Κυρίου φησὶ, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ, τουτέστι κατακρίνοντες. τῇ παραθέσει γὰρ τῶν ὁμογενῶν ὅταν διαφορὰ ἐν αὐτοῖς ὁρᾶται κατὰ τὸ χεῖρον καὶ βέλτιον, οἱ τῷ χείρονι ἐνεχόμενοι, οὐ τῆς τυχούσης ἄξιοι τιμωρίας, ὅτι μὴ τοῖς ὁμογενέσιν ἐναμιλλῶννυ κατωρθοκότες. κρίμα τοίνυν δοθῆναι αὐτοῖς ἀντὶ τοῦ κατακρίνειν, ὡς μὴ μόνον ἐθελήσαντας τῷ εὐεργέτῃ Χριστῷ ἀκολουθῆσαι τοῖς προφητικοῖς ἑπόμενοι χρησμοῖς, ἀλλ’ ἤδη καὶ ἀπεναντίας

471
τούτων χωρῆσαι. κατακριθῆναι δὲ καὶ διὰ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ Θεοῦ, τουτέστι, διὰ τὴν εἰς Θεὸν πίστιν, οἱ τινες τὸν διὰ σιδήρου ὑπήνεγκαν θάνατον. ἣ καὶ τροπικῶς τὸ πεπελεκισθῆναι περὶ τῶν νεκρωσάντων τὰ μέλη ἑαυτῶν τὰ ἐπὶ τῆς γῆς.

Καὶ οὐκ ἔλαβον τὸ χάραγμα.

Τὸ χάραγμα, γνώρισμά φησι. καθὸ καὶ ἐπὶ τοῦ Χριστοῦ εἴρηται τὸ, “ ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.” ὡς γὰρ ἐκεῖ ἐπὶ τὸ πρόσωπον φῶς εἰς γνώρισμα τῶν θεοφιλῶν ἐνσημαίνεται, οὕτως ἐπὶ τῶν ἀσεβῶν ἀναίδεια ἐπὶ τῶν μετώπων ἐγχαράττεται, ἀπαρακαλύπτως καὶ ἀνυποστόλως ἐμφανιζομένων ὁποῖοι τινές εἰσιν. καὶ ἵνα τοῦτο ἐμφαντικώτερον ᾖ, ταῖς ἀτόποις τῶν ἑαυτῶν πράξεων τὸ γνώρισμα ἐβεβαίωσαν· ἡ χεὶρ γὰρ τὴν πρᾶξιν αἰνίττεται, ὥσπερ καὶ ὁ ποῦς τὸν ὁρισμόν. καθὸ εἴρηται, “ μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλοῦ μὴ “ σαλεύσει με.” ἐπεὶ οὖν οὐχ ἑάλωσαν οὗτοι, οὔτε δι’ ἀναιδείας ἐντυπούμενοι τῷ πονηρῷ, οὔτε δι’ ἔργων, εἰκότως καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ Χριστοῦ, ἄχρι συντελείας τοῦ αἰῶνος. ὡς γὰρ ὁρῶμεν, καὶ ὑπὸ βασιλέων πιστῶν καὶ ἀρχόντων προσκυνούμενοι, καὶ κατὰ πάσης σωματικῆς ἀσθενείας καὶ δαιμονικῆς ἐνεργείας τὴν θεόσδοτον χάριν ἐπιδείκνυνται. ἐπεὶ γάρ, φησιν, οὐ προσεκύνησαν τῷ θηρίῳ καὶ τῇ εἰκόνι αὐτοῦ, διὰ τοῦτο καὶ ἔζησαν, τουτέστι, ζώντων ἔργα ἐνήργησαν, τὰς θαυματουργείας δηλονότι. θηρίον δὲ καὶ εἰκόνα τοῦ θηρίου καὶ δράκοντα τὸν διάβολον φησὶ καὶ τὸν Ἀντίχριστον, καὶ τὸν ψευδοπροφήτην.

Τί ἐστιν ἡ πρώτη ἀνάστασις, κοὶ τίς ὁ δεύτερος θάνατος.

Καὶ οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. αὕτη ἡ ἀνάστασις ἡ πρώτη. μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῆ πρώτῃ. ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλ’ ἔσονται ἱερεῖς τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ, καὶ βασιλεύσουσι μετ’ αὐτοῦ χίλια ἔτη.

472

Νεκροὺς δὲ καλεῖ, τοὺς ἐν τῇ ἀπιστίᾳ μεμενηκότας. ὥσπερ γὰρ δύο ζωὰς, οὕτω καὶ δύο θανάτους, ἤγουν νεκρώσεις, ἐκ τῆς θείας γραφῆς διδασκόμεθα. ἔστιν οὖν ἡ μὲν πρώτη ζωὴ ἡ μετὰ τῆς ἐντολῆς παράβασιν πρόσκαιρος καὶ σαρκικὴ, ἡ δὲ μετὰ τὴν θείων ἐντολῶν τήρησιν ἐπηγγελμένη ζωὴ αἰώνιος. καὶ θάνατοι δὲ ὁμοίως δύο· ὁ μὲν σαρκικὸς καὶ πρόσκαιρος, ὁ δὲ δι’ ἁμαρτημάτων ἔκτισιν ἐν τῷ μέλλοντι αἰῶνι ἐπαγόμενος, ἀτελεύτητος καὶ ἀίδιος, ὅπερ ἐστιν ἡ τοῦ πυρὸς γέεννα. ἀλλά γε καὶ νεκρῶν διαφορὰς γινώσκομεν. οἱ μὲν φευκτοὶ, περὶ ὧν φησι καὶ ὁ προφήτης, “οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν. οἱ δὲ ἐπαινετοὶ, οἱ διὰ Χριστὸν τὰς ἡδυπαθεῖς τοῦ σώματος πράξεις ἀπεκτιννύντες, τὴν νέκρωσιν τοῦ Ιησοῦ ἐν τῷ σώματι περιφέροντες. ἡ δὲ δευτέρα ἀνάστασις, ἡ καθολική ἐστι τῶν σωμάτων, ἥτ’ ἲς ἀνάστασις ἀρχὴ τῆς μελλούσης αὐτοῖς κολάσεως γίνεται. κατὰ δὲ τὸν τὴν πρώτην εὐδαιμονησάντων ἀνάστασιν οὐκ ἔχει ἐξουσίαν ὁ δεύτερος ἀπὸ τῆς ἁμαρτίας πρὸς τιμωρίαν ἀποκαθιστῶν θάνατος, ἀλλ’ ἔσονται ἱερεῖς τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ. χίλια δὲ, οὐ τὰ τῷ δεκάδι ἀριθμῷ τὸν ἑκατὸν συντελούμενα, ἀλλ’ ἐπειδὴ ὁ δέκατος ἀριθμὸς πρῶτος ἀριθμὸς τέλειος ἐκ μονάδων συνέστη, εἷτα πάλιν αὐτὸς τῷ δεκαδκῷ διαστήματι τὸν ἑκατὸν ἀπετέλεσε, καὶ πάλιν οὗτος ἐπὶ τῶν δέκα πολυπλασιασθεὶς ἀπὸ τούτων τὴν σωρίδα τοῦ χίλια συνεστήσατο, ἐκ τελείου πρὸς τελειότερον καταντήσας, εἰκότως τῷ ὑπερτελεῖ Θεῷ τὸ τέλειον τῆς μετὰ ἀνθρώπων συνδιατριβῆς ἀφωρίσατο· οὐχ ὅτι πάντως τοσοῦτον τῷ ἀριθμῷ, ἀλλὰ διὰ τοῦ τελείου τοῦτο ἐμφανίζων, ὡς πᾶν ὁ ἃν χρόνου διάστημα διεξοδευθῇ μετὰ τῆς ἀνθρώπων τοῦ Χριστοῦ συναναστροφῆς, οὐκ ἂν τοῦτο τῷ ἀτελεῖ προσνεμηθείη.

Περὶ τοῦ Γὼγ καὶ Μαγώγ.

Καὶ μετὰ τὰ χίλια ἔτη λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ τὸν Μαγῶγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ

473
ἀριθμὸς ὡσεὶ ἄμμος τῆς θαλάσσης. καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς, καὶ ἐκύκλωσαν τὴν παρεμβολὴν τῶν ἁγίων, καὶ τὴν πόλιν τὴν ἠγαπημένην. καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ, καὶ κατέφαγεν αὐτούς. καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου, ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης. καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χίλια ἔτη.

Τὸν ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας χρόνον, μέχρι τοῦ Ἀντιχρίστου λέγει, οὕ τινος λυθέντος, εἰσάγει λοιπὸν καὶ τὰ ἔθνη καὶ τόπους τῆς οἰκουμένης, καθ’ οὓς τὰ τῆς συνήθους αὐτῷ ἐπιδείξεται ἀπάτης, καὶ πρὸς τίνων καὶ κατὰ τίνων ὡς ἀφηγουμένων ὁ πόλεμος οὗτος συσταίη. ἔθνη μὲν οὖν, τὰ εὐεξαπάτητα λέγει· τόπους δὲ, τοὺς ὑπὸ τὴν ὑπ’ οὐρανὸν, οὓς καὶ τέσσαρας γωνίας ὀνομάζει τῆς γῆς, τὰς τέσσαρας λήξεις τῆς οἰκουμένης οὕτω καλῶν, ἀπὸ τῶν ἡλιακῶν φορῶν οὕτω κληθείσας, καὶ τῶν κατὰ ἀστέρας τινὰς οἰκειώσεων. ἐπεὶ τοίνυν ἔθνη μὲν ταῦτα, μεθ’ ὣν ὁ πόλεμος μέλλει σύγ’ κροτεῖσθαι, καὶ χῶρος οὗτος ἐν ᾦ ἤδη καὶ τοὺς καθηγουμένους εἰσάγει, ὥσπερ πολεμάρχης ὁ Γὼγ καὶ Μαγῶγ, ὃν καὶ Ἰεζεχιὴλ προφητεύει ἐπ’ ἐσχάτου καιροῦ έλευσόμενον σὺν δυνάμει βαρείᾳ. ἀλλ’ Ἰεζεχιὴλ μὲν κατὰ τῆς Ἱερουσαλὴμ, ἡ προκειμένη δὲ Ἀποκάλυψις πρὸς τὴν τῆς οἰκουμένης ὅλην ἐρήμωσιν. εἷναι δὲ ταῦτα, τινὲς μὲν Σκυθικὰ ἔθνη ἔφασαν Ὑπερβόρεια, πολλάκις καὶ ἀπὸ τῶν οἰκείων ἐθνῶν μεταναστάντα, καὶ διαφθείραντα μὲν οἷς ἐπῆλθε, τοσαυτάκις δὲ διαφθαρέντα ἀπὸ τούτων τῆς ἐπιδρομῆς, καὶ Σκυθόπολιν ἐν Παλαιστίνῃ ὀνομασθῆναι, καὶ Γότθων μοίραν τινὰ κατὰ μέρη τῆς Ἀσίας στρατιωτικήν τε σύστασιν οὕτω καλεῖσθαι, καὶ Θαϊφάλους, καὶ Γοτθογραίκους, ἅπερ κοινῷ λόγῳ καλοῦμεν Οὐννικά· πάσης δὲ ἐπιγείου βασιλείας εἷναι δυνατώτερα καὶ πολεμικώτερα. ἐπέχεσθαι δὲ θείᾳ χειρὶ κοσμοκρατορῆσαι ἄχρι τῆς τοῦ διαβόλου λύσεως, ὥσπερ ἐνταῦθα προδιαγγέλλεται. τινὲς δὲ τὸν Γὼγ ἐκ τῆς Ἑβραίδος γλώσσης ἀθροίζοντα, ἣ ἄθροισμα ἑρμηνεύουσι, τὸν

474
δὲ Μαγὼγ, ἐπηρμένον. ὥστε δι’ ἑκατέρου τοῦ τε ἀθροίζειν καὶ τοῦ ἐπαίρεσθαι, μέγα καὶ ὑπερήφανον ἐμφαίνειν κακὸν τὴν τούτου τοῦ ἔθνους ἐπέλευσιν ἐμπορίζειν τοῖς καθ’ ὧν ἡ ἐπέλευσις, ὡς ἤδη εἰρήκαμεν. τὸν προρηθέντα τῆς χιλιετίας χρόνον, τινὲς μὲν τὰ τρία ἥμισυ ἔτη τὰ ἀπὸ τοῦ βαπτίσματος τοῦ Χριστοῦ μέχρι τῆς αὐτοῦ εἰς οὐρανὸν ἀναβάσεως οὐκ οἷδ' ὅπως ἐξειλήφασι. μεθ’ ἃ λυθῆναι τὸν διάβολον ὑπενόησαν. ἕτεροι δὲ μετὰ τὴν συμπλήρωσιν τῶν ἑξακισχιλίων ἐτῶν τὴν πρώτην ἀνάστασιν τῶν νεκρῶν δίδοσθαι μόνοις τοῖς ἁγίοις ἔφασαν, ἵνα ἐν τῇ γῇ ταύτῃ ἐν ἡ τὴν καρτερίαν ἐπεδείξαντο, τρυφῆς καὶ δόξης ἀπολαύσωσιν ἔτη χίλια. καὶ μετὰ τοῦτο τὴν καθόλου ἀνάστασιν οὐ δικαίων μόνον, ἀλλὰ καὶ ἁμαρτωλῶν. ὅτι μὲν οὖν οὐδὲν τούτων ἡ Ἐκκλησία δέδεκται, περιττόν ἐστι καὶ λέγειν. ἡμεῖς τοίνυν ἀκούοντες τοῦ Κυρίου πρὸς τοὺς Σαδδουκαίους λέγοντος, ὅτι ὡς ἄγγελοι τοῦ Θεοῦ ἐν οὐρανῷ, οὕτως οἱ δίκαιοι ἔσονται, καὶ τοῦ Ἀποστόλου φήσαντος, ἡ βασιλεία τοῦ Θεοῦ οὐκ ἔστι βρῶσις καὶ πόσις, τὸν τοῦ εὐαγγελικοῦ κηρύγματος χρόνον τὴν χιλιετίαν ἐξελάβομεν. ὡς γὰρ προγέγραπται, οὐκ ἀνάγκη τοσαῦτα τῷ ἀριθμῷ νοῆσαι τὰ χίλια. οὐδὲ γὰρ τὸ ἐν τοῖς ᾄσμασιν εἰρημένον, “ ἀνὴρ θήσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυ- “ ρίους,” καὶ πάλιν, “ οἱ χίλιοι τῷ Σολομῶντι, καὶ οἱ διακόσιοι τοῖς “ τηροῦσι τὸν καρπὸν αὐτοῦ,” τὸν ἀριθμὸν τοῦτον ἐδήλωσεν, ἀλλὰ τὸ πλῆθος καὶ τὸ ἐν καρποφορίᾳ τέλειον, ὥσπερ κἀνταῦθα ἡ ἐν τελειότητι καρποφορία τῆς πίστεως σημαίνεται. μεθ’ ἣν ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἄνθρωπος τῆς ἀδικίας ἐλεύσεται, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλὰ ταύτῃ εὐδοκήσαντες, κατὰ τὸν Ἀπόστολον, καὶ κατὰ τὸ δεσποτικὸν λήιον φῆσαν, “ ἐγὼ ἐλήλυθα ἐπὶ τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ “ ἐδέξασθέ με. ἄλλος ἐπὶ τῷ ὀνόματι τῷ οἰκείῳ ἐλεύσεται, καὶ “ ἐκεῖνον λήψεσθε.” τότε τοίνυν, ὡς εἴρηται, λυόμενος ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, πλανήσει πάντα τὰ ἔθνη, καὶ τὸν Γὼγ καὶ τὸν Μαγὼγ κινήσει εἰς πόλεμον πρὸς τὴν τῆς οἰκουμένης ἐρήμωσιν·

Ὡν ὁ ἀριθμὸς ὡσεὶ ἄμμος τῆς θαλάσσης.

Ὡς ἐκ φωλεῶν τινῶν θῆρες ἄγριοι, οὕτω, φησὶν, ἐκ τῶν οἰκείων τόπων ὑπὸ τοῦ διαβόλου καὶ τῶν τούτου δαιμόνων στρατηγούμενοι

475
ἐν τῇ γῇ καταπλατυνθήσονται, καὶ τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν ἠγαπημένην πόλιν, δηλαδὴ τὴν ἁπανταχοῦ Ἐκκλησίαν τῆ κυκλώσει καὶ περιλήψει ἐκπορθήσουσι. πλὴν οὐκ εἰς μακρὰν, εἴτε πυρὶ ὁρατῷ, ὡς οἱ δύο πεντηκόνταρχοι ἐπὶ Ἡλίου, εἴτε καὶ τῆ Χριστοῦ ἐνδόξῳ παρουσίᾳ, τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, τῷ οἵᾳ πυρὶ καθαρτικῷ ταῖς ὕλαις προσομιλεῖν πεφυκότι, αὐτούς τε τοὺς ἀσεβεῖς, καὶ τὸν στρατηγὸν αὐτῶν διάβολον καταφάγεται.

Περὶ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ τῆς κοινῆς ἀναστάσεως καὶ κρίσεως.

Καὶ εἶδον θρόνον μέγαν λευκὸν, καὶ τὸν καθήμενον ἐπ’ αὐτὸν, οὗ ἀπὸ προσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανὸς, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. καὶ εἶδον τοὺς νεκροὺς ἑστῶτας τοὺς μικροὺς καὶ τοὺς μεγάλους ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνοίχθησαν. καὶ ἄλλο βιβλίον ἠνεῴχθη, ὅ ἐστι τῆς ζωῆς. καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν. καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς· καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν. καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός. καὶ εἴτις οὐχ εὑρέθη ἐν τῷ βιβλίῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς.

Λευκὸς μὲν ὁ θρόνος, ὅτι καὶ ἀμιγὴς μελανίας ἁμαρτιῶν τῶν ὑπὸ τῷ σκότῳ συντελουμένων πᾶσα πρᾶξις ἁγίων, ἐν οἷς ἐνθρονίζεται Θεός. μέγας δὲ, ὅτι καὶ ὁ ἔποχος τούτου, περὶ οὗ καὶ Δαβὶδ τὸ, “ μέγας ὁ Κύριος ἡμῶν,” ἐμελῴδει.

Οὗ ἀπὸ προσώπου ἔφυγεν ἡ γῆ.

Ἡ φυγὴ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, οὐ τοπικὴν σημαίνει μετανάστασιν. ποῦ γὰρ καὶ χωρήσουσιν ; ἀλλὰ φυγὴν τὴν ἀπὸ τῆς

476
φθορᾶς εἰς ἀφθαρσίαν καὶ μετάστασιν, καὶ τὴν ἐσχάτην τοῦ Κυρίου παρουσίαν, καθ’ ἣν τὸ θνητὸν ἡμῶν τοῦτο σῶμα ἐνδύεται ἀφθαρσίαν, καὶ ἀνακαινισθήσεται τὸ πρόσωπον τῆς γῆς.

Καὶ εἶδον τοὺς νεκρούς.

Νεκροὺς ἢ πάντας ἀνθρώπους, ὡς τὴν τοῦ σώματος νέκρωσιν ὑπομείναντάς φησιν, ἢ τοὺς νεκρωθέντας τοῖς παραπτώμασι. μεγάλους δὲ καὶ μικροὺς, ἢ τοὺς τῇ ἡλικίᾳ τοῦτο ὄντας, ἢ τοὺς μᾶλλον καὶ ἧττον τὰ τῆς νεκρώσεως ἔργα πράξαντας, καὶ ἀναλόγως κολασθησομένους ταῖς πράξεσι· ἡ μεγάλους μὲν τοὺς δικαίους, μικροὺς δὲ καὶ οὐτιδανοὺς τοὺς ἁμαρτωλοὺς, διὰ ψυχῆς ἔργων εὐτέλειαν.

Καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ.

τὴν τελευταίαν καὶ κοσμικὴν ἀνάστασιν ὅπως ἔσται ἀξηγούμενος, ταῦτα διέξεισιν. ἐπεὶ γάρ τινες ἀπιστοῦντες αὐτὴν ἔσεσθαι, φασὶ, μὴ οἵαν τε γενέσθαι ἐν τοῖς αὐτοῖς σώμασιν, ἃ ἐξ αἰῶνος φθαρέντα εἰς τὸ μὴ εἷναι ἐχώρησαν, τοῦτο νῦν ἐπανορθούμενος ὁ λόγος φησὶν, ὅτι ὡς τὰ σώματα ἐπὶ τὴν ἀρχὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἷναι προῆλθον, οὐκ ἐξ αὐτομάτου, ἀλλ’ ἐκ τῶν τεσσάρων στοιχείων, ὕδατος, πυρὸς, ἀέρος, γῆς, οὕτως εὐλόγως εἰς αὐτὰ πάλιν ἀναλυθέντα, ἐκ τούτων αὖθις τὴν σύμπηξιν ἀναλήψονται. ἐπεὶ δὲ τοῦτο, καὶ συνδρομὴ πάλιν τῶν καταρχὰς μερῶν εἰς ὑπόστασιν τῶν ἀνθρώπων, διὰ τοῦτό φησι τὴν θάλασσαν, ἤτοι τὴν ὑδατώδη οὐσίαν, ἀποβλύσαι τὸ πρὸς αὐτὴν χωρῆσαν ὑγρόν. Θάνατον δὲ τὴν γεώδη, ἐπεὶ καὶ εἴρηται περὶ αὐτῆς τὸ, “ εἰς χοῦν “ θανάτου κατήγαγές με.” χοῦς δὲ, ὅτι γῆ, τίς νοῦν ἔχων ἀγνοεἶ ; ᾅδην δὲ, τὸν ἀέρα καλεῖ, τῷ μὴ ἔχειν χαρακτῆρα διὰ μανότητα οὐσίας. ὡσαύτως δὲ καὶ τὸ πῦρ. ᾅδην δὲ λέγει, ἀπὸ τοῦ εἰς ἀιδίαν καὶ ἀφάνειαν, οἷς ἂν ἐπέλθῃ, τούτους ἐμβαλεῖν.

Καὶ ὁ θάνατος καὶ ὁ ᾅδης.

Θάνατον καὶ ᾅδην τοὺς ἄξια τιμωρίας ἐργασαμένους καλεῖ, ὡς συμπληροῦντας τὸν τοῦ δευτέρου θανάτου ὅμιλον.

477

Περὶ καινῶν οὐρανοῦ τε καὶ γῆς, καὶ τῆς ἄνω Ἱερουσαλήμ.

Καὶ εἶδον οὐρανὸν καινὸν, καὶ γῆν καινήν. ὁ γὰρ πρῶτος οὐρανὸς, καὶ ἡ πρώτη γῆ ἀπῆλθον, καὶ ἡ θαλασσα θάλασσα οὐκ ἔστιν ἔτι. καὶ τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ, ἀπὸ τοῦ Θεοῦ ἡτοιμασμένην μένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης, ἰδοὺ ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ’ αὐτῶν, καὶ αὐτοὶ λαὸς αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς μετ’ αὐτῶν ἔσται. καὶ ἐκλείψει πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι, οὔτε πένθος, οὔτε κραυγὴ, οὔτε πόνος οὐκ ἔσται ἔτι· ὅτι τὰ πρῶτα ἀπῆλθε.

Τοῦτο οὐ τὴν ἀνυπαρξίαν δηλῶν τῆς κτίσεως φησὶν, ἀλλὰ τὸν ἀνακαινισμὸν τὸν ἐπὶ τὸ βέλτιον· ὃν καὶ ὁ θεῖος μελῳδῶν Δαβὶδ προηγόρευσε δι’ ὧν ἦδε, πάντας ὡς ἱμάτιον παλαιωθήσεσθαι, καὶ ὡσεὶ περιβόλαιον ἐλαθῆναι καὶ ἀλλαγῆναι. τὸ γὰρ παλαιωθὲν ἀνακαινιζόμενον, οὐ τῆς οὐσίας ἀφανισμὸν, ἀλλὰ τοῦ γήρως καὶ τῶν ῥυτίδων λαμβάνει ἀποῦσιν. σημειωτέον δὲ, ὅτι περὶ μὲν οὐρανοῦ καὶ γῆς εἰπὼν ὅτι ἀπῆλθεν, οἱονεὶ οὐκ εἰς τὸ μὴ ὃν ἐχώρησεν, ἀλλὰ μετέβη, οὐδὲν δὲ τῶν μεταβαινόντων ἐξ οὗ εἰς ὃ, ἤδη καὶ πάντη διόλωλεν, ἀλλὰ τῇ ἀφ’ οὗ εἰς ὃ μετελεύσει, ἀνεμορφώθη,) τὰ μὲν τοῦ καταληφθέντος ἀπέβαλε, τὰ δὲ τοῦ πρὸς ὃ μετέβη ἀνεδέξατο.

Ἀνδρέου. Περὶ δὲ τῆς θαλάσσης φησὶν ὅτι ἡ θάλασσα οὐκ ἔτι ἐστί. τίς γὰρ χρεία θαλάσσης μὴ δεομένων ἀνθρώπων τοῦ πλεῖν αὐτήν ; ἣ δι’ αὐτῆς πορίζεσθαι τὰ ἐν ταῖς μακρὰν κειμέναις χώραις γεωργούμενα ἀγώγιμα ;

Καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.

Εἰ κόσμος οὗτος ὁ αἰσθητὸς, οὐκ ἄλλο τι, ἢ τὸ ἐξ οὐρανοῦ, καὶ γῆς, καὶ τῶν ἐν τῷ μέσῳ σύστημά ἐστι καὶ σύγκριμα, τοῦ

478
οὐρανοῦ πάντως καὶ τῆς γῆς ἀνακαινισθέντων, ὡς ἤδη παρεθέμεθα, πάντως καὶ τὰ συμπληροῦντα τὸ τοιοῦτο σύστημα οὐκ ἀμοιρήσει τοῦ ἀνακαινισμοῦ. τί οὖν ἡ θάλασσα μόνη τῶν ἐν μέσῳ φύσεων οὖσα, οὐ μόνον ἠστόχησε τοῦ ἀνακαινισμοῦ ἀλλὰ καὶ πάντη τοῦ εἷναι ; εἰ δὲ λέγει τίς ὅτι τῶν ἐμπλεόντων οὐκ ὄντων, ἀνάγκη μηδὲ αὐτὴν χρηματίζειν ὅπερ ἐστι νῦν, εἰκότως· τὸ δὲ εἰς παντελῆ ἀνυπαρξίαν ἐλθεῖν αὐτὴν ἐᾷν ἐξ ἡμισείας ἐπιτελοῦντος τὸν ἀνακαινισμόν ἐστι. τι οὖν ἐστι πρὸς τοῦτο ἐρεῖν ; ἢ πάντως ἐκεῖνο, ὡς ἐπειδὴ θαλάσσῃ ὡμοίωσεν ὁ θεοπάτωρ τὸν παρόντα κόσμον, ἀναγκαίως, ἴνα μή τις τῷ ἀνακαινισμῷ τοῦ οῦρανοῦ καὶ τῆς γῆς, καὶ τὴν κατ’ αὐτὰ τύρβην ὑποβάλοι, διὰ τοῦ τελείως ἀφανισμοῦ τῆς θαλάσσης, κατὰ τὴν τροπολογίαν τοῦ Δαβὶδ ἐκεῖνα ἐσημείωσε καὶ ἐξείλετο, ὡς φρούδου καὶ ταύτης κατὰ τὸν ἀνακαινισμον ἐσομένης.

Καὶ τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καινήν.

Παλαί’ μέν, φησιν, Ἱερουσαλὴμ τὸ ἁγιώτατον σκήνωμα ἐνομίζετο, ἐν ᾗ καὶ ὁ ναὸς καὶ πάντα τὰ τῆς θεογνωσίας μυστήρια τεθησαύρισται. αὕτη δὲ νῦν καινὴ οὐκ ἔξω λόγου, ἐφόσον τῇ τοῦ Κυρίου παρουσίᾳ ἐκεῖνα τῇ παλαιότητι ἠχρειοῦτο. ἀνάγκη ἄρα καινὴν τοῦ παντὸς καινοποιήσει Ἱερουσαλὴμ ἐμφανισθῆναι, καὶ ἐξ οὐρανοῦ κατιοῦσαν, ὁπόθεν καινοποιὸς Κήιος Ἰησοῦς Χριστός. Ἱερουσαλὴμ μὲν οὖν καινὴν, διὰ τοῦτο. πόλιν δὲ, ὡς οἰκητήριον πάντων Ἀγγέλων καὶ ἀνθρώπων ἐσομένην. ὑπὸ δὲ τοῦ Θεοῦ ἡτοιμᾶσθαι. τί γάρ τις τῶν σωτηρίων ἑαυτῷ κατορθοῖ, τῆς ἀπὸ τοῦ Θεοῦ συναντιλήψεως ἀμοιρῶν ; τροπικῶς δὲ καὶ μεγαλοπρεπῶς ὡς νύμφην κεκόσμηκεν, ὡς ἃν ἐκ τῶν αἰσθητῶς λεγομένων, εἰς τὴν νοητὴν τῶν ἁγίων μακαριότητα καὶ διαγωγὴν τὸν νοῦν παραπέμψωμεν τὸν ἡμέτερον.

Καὶ αὐτὸς ὁ Θεὸς μετ’ αὐτῶν ἔσται.

Τοῦτο σαφέστερον ὁ Ἀόστολος δηλῶν ἔλεγεν, “ ἔπειτα ἡμεῖς “ οἱ ζῶντες οἱ περιλειπόμενοι ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάν- “ τῇσιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. ἐν ταύτῃ οὖν τῆ σκηνῇ τῇ ἀχειροποιήτῳ οὐκ ἔσται κλαυθμὸς οὔτε δάκρυον τὰ σύστοιχα τῷ ἐπικήρῳ βίῳ, οὔτε πόνος, (τὴν τῶν

479
ἁγίων λέγω κακοπάθειαν, ἣν ὑπέστησαν ἐν τῷ μοχθηρῷ τούτῳ βίῳ.) ἐν ἐκείνῳ δὲ τῷ μέλλοντι, ἐπεὶ ὡς ἀφθάρτῳ ἀπέδρα λύπη καὶ ὀδύνη καὶ στεναγμὸς, ἀργὰ ταῦτα πάντα καὶ περιττά.

Ὅτι τὰ πρῶτα ἀπῆλθε.

Τὰ πρῶτα, τὰ ἀπὸ τῆς παραβάσεως Ἀδὰμ τῇ φθορᾷ ὑποβληθέντα, εἴτε ὀχληρὰ καὶ ἐπώδυνα τοῖς θεοφιλέσι δι’ ἀρετὴν εὐπορούμενα, εἴτε δι’ ἀλαζονείαν καὶ ἀφροσύνην τοῖς θεοβλαβέσιν ἐπακολουθοῦντα, πάντα ἀπῆλθε.

Περὶ ὧν εἶπεν ὁ ἐν τῷ θρόνῳ καθήμενος καὶ ὁραθείς.

Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ, ἰδοὺ πάντα καινὰ ποιῶ. καὶ λέγει μοι, γράψον, ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοὶ τοῦ Θεοῦ εἰσί. καὶ εἶπέ μοι, γέγονα ἐγὼ τὸ Α καὶ τὸ Ω, ἀρχὴ καὶ τέλος. ἐγὼ τῷ διψῶντι δώσω αὐτῷ ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς, δωρεάν. ὁ νικῶν, δώσω αὐτῷ ταῦτα, καὶ ἔσομαι αὐτῷ Θεὸς, καὶ αὐτὸς ἔσται μοι υἱός. τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἁμαρτωλοῖς καὶ ἐβδελυγμένοις, καὶ φονεῦσι, καὶ πόρνοις, καὶ φαρμακοῖς, καὶ εἰδωλολάτραις, καὶ πᾶσι τοῖς ψευδέσι, τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείω, ὅ ἐστι θάνατος ὁ δεύτερος.

Θρόνος ἐστὶ τοῦ Θεοῦ, οἱ ταῖς ἀρεταῖς ἑαυτοὺς τούτου ὄχημα καταστήσαντες. περὶ ὧν καὶ ὁ ἔποχος τούτων τὸ, “ ἐνοικήσω,” ἔφη, “ ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω.”

Ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοὶ τοῦ Θεοῦ εἰσι.

Μὴ νόμιζε, φησὶν, ὧ Ἰωάννη, τῇ τοῦ μεγέθους τῶν καινοποιουμένων ἀλλοιώσει, ὡς καθ’ ὑπερβολὴν φαντασίας, ὑποπεσεῖν ψευδεῖ τινὶ ἐκβάσει τὰ λεγόμενά σοι. τοσοῦτον γὰρ ἀληθῆ, ὥστε καὶ γραφῇ καταθέσθαι σε ταῦτα παρεγγυῶμαι εἰς ἀνεπίληστον τοῦ ὅτι γενήσεται. ἀληθινοὶ γὰρ καὶ πιστοὶ οἱ λόγοι, ὡς ὑπ’ αὐτῆς ἐκφερόμενοι τῆς τῷ ὄντι ἀληθείας. ἀρχὴ δὲ καὶ τέλος Χριστὸς,

480
ὁ καὶ τὸ Α καὶ τὸ Ω ἑαυτῷ ἀναθείς· ἀρχὴ, ὡς πρῶτος διὰ τὴν θεότητα· τέλος δὲ, ὡς ἀπὸ τῆς πρώτης τῶν ἀσωμάτων κτίσεως, μέχρι τῶν τελευταίων ἀνθρώπων τὴν οἰκείαν ἐκτείνων πρόνοιαν. τῷ διψῶντι δὲ ἡ μὲν ἐπαγγελία δοθῆναι ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς, ἀλλὰ διψῶντι τὴν δικαιοσύνην, ὡς καὶ ὁ Χριστός φησιν. “ μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ “ χορτασθήσονται·” ἐκ τῆς πηγῆς δὲ τοῦ ὕδατος τῆς ζωῆς ἡ τῆς δίψης ἀνάκτησις ἐπαγγέλλεται, ἥτις πηγὴ, οὐκ ἄλλη, εἰ μὴ ὁ Χριστός. δωρεὰν δὲ ἡ χορηγία τοῦ τοιούτου ὕδατος ὑπισχνεῖται, καίτοι ἀλλαχοῦ τὴν εἰς τὴν ζωὴν ἀπάγουσαν ὁδὸν κόπῳ καὶ βίᾳ πολλῇ εὑρέσθαι λέγοντος. τί οὖν ἐνταῦθα τὸ, δωρεὰν αἰνίττεται ; ἢ τὸ μὴ ἔχειν παραμετρεῖσθαι τὰ πρόσκαιρα τοῖς διαιωνίζουσι· περὶ ὧν καὶ Παῦλος φησὶν, “ οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν “ καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.” Τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις, καὶ ἑξῆς.

Δειλοὺς καλεῖ, τοὺς ἑκουσίῳ ἀσθενείᾳ πρὸς τὰ ἀπολαυστικὰ τοῦ παρόντος αἰῶνος ἀποκλίναντας, τῷ μηδὲν αἱρήσεσθαι ἀνδρικὸν ἐπανελέσθαι· τῶν θηλυπρεπῶν ἀτιμάζων οὕτω τὸ ἔκλυτον τῆς ναυσίας. πᾶσι δὲ τοῖς ψευδέσιν, ἀλλ’ οὐ τοῖς ψεύσταις, ὡς τούτου τοῦ ῥήματος συμπεριλαμβάνοντος καὶ τὸ ἐνεργεῖν περὶ τὰ ἐνεργούμενα. περὶ τίνα γὰρ ὁ ψεύστης τὴν σπουδὴν ἀπασχολήσει, ἢ περὶ τὰ ψευδῆ καὶ τὸ φυσικὸν νοθεύοντα κάλλος τοῖς ἀπατηλοῖς ἐρεθίσμασιν ;

Περὶ τοῦ Ἀγγέλου δεικνύντος αὐτῷ τὴν τῶν ἁγίων πόλιν κοὶ τὸ ταύτης τεῖχος, σὺν ταῖς πυλῶσι διαμετροῦντος.

Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ Ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας γεμούσας ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησε μετ’ ἐμοῦ λέγων, δεῦρο, δείξω σοι τὴν γυναῖκα τὴν νύμφην τοῦ ἀρνίου. καὶ ἀπήνεγκέ με ἐν πνεύματι, ἐπ’ ὄρος μέγα καὶ ὑψηλόν. καὶ ἔδειξέ μοι τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἐκ τοῦ Θεοῦ, ἔχουσαν τὴν δόξαν τοῦ Θεοῦ·

481
καὶ ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι, ἔχουσάν τε τεῖχος μέγα καὶ ὑψηλόν.

Οὕς πρὸ τούτου τιμωροὺς εἰσηγεῖτο, νῦν ἀπεναντίας προφέρει καὶ ὡς ἰατροὺς, ποτὲ μὲν τέμνειν ἀφωρμημένους, ποτὲ δὲ φάρμακα ἐπιπάσσοντας ἥπια. ὁ γὰρ τότε τὴν πληγὴν τοῖς ἀξίοις ἐπάγων, νῦν τὴν μακαριότητα τῆς Ἐκκλησίας τῶν ἁγίων ὑποδείκνυσι. πληγῶν δὲ τῶν ἐσχάτων, οὐ τῷ χρόνῳ τὸ ἔσχατον ἐχούσας λέγει, ἀλλὰ τῶν πρὸς κάκωσιν, τὸ ἀκμαῖον ἐπιφέρειν εἰδυίας. νύμφην δὲ τοῦ ἀρνίου καλῶς τὴν γυναῖκά φησιν. ὅτε γὰρ ὡς ἀμνὸς ἐσφαγιάσθη Χριστὸς, τότε αὐτὴν τῷ οἰκείῳ αἵματι ἐνυμφεύσατο. ὥσπερ γὰρ τοῦ Ἀδὰμ καθεύδοντος διεπλάσθη ἡ γυνὴ τῇ τῆς πλευρᾶς ἀφαιρέσει, οὕτω καὶ τοῦ Χριστοῦ ἐν τῷ σταυρῷ ἑκουσίως διὰ θανάτου ὑπνώσαντος, τῇ ἐκχύσει τοῦ ἐκ τῆς πλευρᾶς αἵματος ἡ Ἐκκλησία συστᾶσα, τῷ παθόντι δι’ ἡμᾶς ἥρμοσται.

Καὶ ἀπήνεγκέ με ἐν πνεύματι.

Καλῶς τὸ ἐν πνεύματι. οὐ γὰρ ἐκτὸς πνευματικῆς χάριτος ἀνθρώπινός τις νοῦς ὑψώθη, ὡς ἐν περινοίᾳ γενέσθαι τῆς τῶν ἁγίων δόξης. εἰκότως δὲ ἡ Ἐκκλησία ἡ ὑπερκόσμιος τῶν ἁγίων ζωὴ καὶ πολιτεία εἰς ὄρος μέγα καὶ ὑψηλὸν παρεδείκνυτο. οὐδὲν γὰρ παρ’ αὐτοῖς χθαμαλὸν ἢ ταπεινὸν καὶ χαμαίζηλον, ἀλλὰ πάντα ὑψηλὰ καὶ ἐπηρμένα.

Καὶ ἔδειξέ μοι τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ.

Ἀπὸ τῆς τῶν αἰνιγμάτων ἀδηλίας τὴν νομικὴν λατρείαν τεθέαται ὁ εὐαγγελιστὴς καταβαίνουσαν, οὐ τοπικὴν κατάβασιν, ὅτι μηδὲ τὸ ἀπὸ τῆς Ἱερουσαλὴμ καταβαίνοντας εἰσάγειν κατὰ τὴν ἐν Εὐαγγελίοις παραβολὴν, τοπικὴν εἰσηγεῖται κατάβασιν, ἀλλὰ γνώσεως θείων δογμάτων μετάβασιν. ἐνταῦθα δὲ ἐπεὶ καὶ Θεὸς τῆς δόξης συλλαμβανόμενος, πρὸς οὐδὲν ταπεινὸν ἡ κατάβασις, εἰ μὴ τῆς ἀδηλίας καὶ κρυφιότητος ἡ φανέρωσις, οὐχ ὑπὸ ἀνθρωπίνῃ ὁρμῇ, ὡς ἐν τῇ παρεμβολῇ, ἀλλ’ ἐκ Θεοῦ ῥοπῆς συντε- συντελουμενη.

482

Καὶ ὁ φωστὴρ αὐτῆς.

Φωστῆρα τὸν Χριστὸν καλεῖ. λίθῳ δὲ τιμιωτάτῳ ἀπεικάζεται ὁ φωστὴρ, ὅτι καὶ λίθῳ ἰάσπιδι παραβάλλεται τὸ τεῖχος τῆς ἀπ’ οὐρανοῦ Ἱερουσαλήμ. χλοερὰ δὲ ἡ ἰάσπις, τὸ φερέσβιον καὶ ζωοδῶρον ἐμφαίνουσα τῆς προνοίας τοῦ Χριστοῦ, οὗ περιοχὴ τὸ τεῖχος τὸ ἐξ ἰάσπιδος συντετελεσμένον, ὃ καὶ ὁρατὸν ἀνθρώποις ὡς καὶ αἰσθήσει ληπτόν. τὸ τεῖχος μὲν οὖν ἰάσπιδι ὡράθη λίθῳ συντετελεσμένον, διὰ τὸ χλοερὸν τοῦ χρώματος. χλόη γὰρ ἡγεῖται πάσης ἐπιγείου τροφῆς. ἀλλὰ καὶ κρυσταλλίζουσα ἡ ἰάσπις τοῦ τείχους τὸ καθαρὸν καὶ ἄμωμον αἰνιττομένη τοῦ περιεχομένου. ἀλλὰ καὶ ὑψηλόν φησι τοῦτο καὶ μέγα. οὐ γὰρ ἐν ταπεινοῖς καὶ χαμαιζήλοις ὁ ὕψιστος εὐαρεστεῖ κατοικεῖν, ἀλλ’ ὅσοις μετάρσια τὰ φρονήματα, καὶ τῆς οὐρανίου ἐχόμενα σεμνότητος. τὸ δὲ τοῦ φωστῆρος εἶδος, λίθῳ μὲν παραβάλλεται τιμιωτάτῳ, οὐ μέν τοι καὶ τὴν ἰδέαν ὁποῖος ἐνδείκνυται, ὅτι μηδὲ θνητοῖς καὶ ἀφθάρτοις τὰ θειότατα καὶ αἰσθήσει ἀδούλωτα πέφυκεν ὑποδειγματίζεσθαι.

Ἔχουσαν πυλῶνας δώδεκα, καὶ ἐπὶ τοῖς πυλῶσιν Ἀγγέλους δώδεκα. καὶ ὀνόματα ἐπιγεγραμμένα, ἅ ἐστιν ὀνόματα τῶν δώδεκα φυλῶν υἱῶν Ἰσραήλ. ἀπὸ ἀνατολῶν, πυλῶνες τρεῖς· καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς· καὶ ἀπὸ νότου πυλῶνες τρεῖς· καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς. καὶ τὸ τεῖχος τῆς πόλεως ἔχον θεμελίους δώδεκα, καὶ ἐπ’ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα Ἀποστόλων τοῦ ἀρνίου.

Οὐδὲν ἐκ τούτων περισκελὲς νόημα εἰς σαφήνειαν μεθελκόμενον τυγχάνει. ὅ τε γὰρ ἀριθμὸς σαφῶς τοὺς Ἀποστόλους Κυρίου ὐποφαίνει· ἥ τε χρεία τῶν πυλώνων ὡς εἰσαγόντων εἰς τὸ ζωῆς ταμιεῖον τοὺς αὐτοῦ Ἀποστόλους παριστᾷ, δι’ ὧν τὰ ἔθνη τῷ Χριστοῦ ταμιείῳ εἰσήχθησαν. Ἀγγέλους δὲ δώδεκα ἐπὶ τῶν πυλώνων καθιστᾶσιν, οὓς τοὺς Ἀποστόλους ἐξειλήφασι, δι’ ὧν ἡ εἴσοδος ἡμῶν, καὶ ἡ πρὸς τὸν Πατέρα προσαγωγὴ ἐνήργηται ἐπὶ συνεργίᾳ Ἀγγέλων ἰσαρίθμων τῶν προυχόντων, καὶ μᾶλλον τῇ ἐπιστασίᾳ ἀφωρισμένων τῶν δώδεκα φυλῶν τοῦ Ἰσραὴλ κατὰ τὴν

483
ἀγχιστείαν τὴν ἐν ἁγιότητι θεμελιωθεῖσαν. καὶ μάλα εἰκότως· εἰ γὰρ ἑκάστῳ τῶν πιστῶν, Ἄγγελον ἕπεσθαι πεπιστεύκαμεν, πολλῷ μᾶλλον τοῖς θεμελίοις τοῖς τῆς Εκκλησίας, καὶ τοῦ εύαγγελικοῦ λόγου σπορεῦσιν, Ἀγγέλους συνεργοὺς πρὸς τὸ εὐαγγελικὸν κήρυγμα νοεῖσθαι ἀκόλουθον.

Καὶ ὀνόματα ἐπιγεγραμμένα.

Ἐπὶ μὲν τῆς Μωϋσέως λατρείας τὰ τῶν ἀρχιφύλων ὀνόματα ἐπὶ τῆς ἐπωμίδος γεγράφθαι πρόσταγμα. ἐν δὲ τῇ κατὰ Κύριον Ἰησοῦν διαθήκῃ τοῦ νέου Ἰσραὴλ τὰ ὀνόματα ἐπὶ τοῖς πυλῶσι, τουτέστι, τοῖς εἰσαγωγοῦσι, περὶ ὣν καὶ εἴρηται, “ ἀπαγγελῶ τὸ “ ὄνομά σου τοῖς ἀδελφοῖς μου·” ὄνομα τὸ κατὰ τὴν πίστιν τὴν κατὰ Χριστὸν μυστήριον λέγων, ὃ οὐκ εἰς ἀπόρρητον ἐχεμυθίαν, ἀλλ’ εἰς ἅπασι προὖπτον προβάλλεσθαι ὑπισχνεῖται. ἀναλόγως δὲ ταῖς ἀπὸ Ἰακὼβ φυλαῖς καὶ οἱ πυλῶνες, ὅτι μηδὲ πάντα κατήργηται τὰ τῆς παλαιᾶς τῇ κατὰ Χριστὸν πίστει, ἀλλ’ ὅσον τὰ νηπιώδη τῆς ἀνδρικῆς καταστάσεως ἀσθενέστερα.

Ἅ ἐστιν ὀνόματα τῶν δώδεκα φυλῶν Ἰσραήλ.

Τοὺς πιστοὺς καλέσας Ἰσραὴλ, ἐπιμεμένηκε καὶ τῷ τοῦ πληρώματος αὐτῶν ἀριθμῷ. δώδεκα γὰρ φυλὰς εἰπὼν, ἃς δὴ καὶ κατὰ τὴν τριάδα διῃρῆσθαι τῷ τετραμερεῖ τοῦ κόσμου σχήματι, καὶ ἰσαρίθμους τοῦ σταυρικοῦ σημείου τῇ διαστολῇ κατὰ τριπλασιασμὸν, δῆλον, καὶ τὰ ἀφωρισμένα μέρει ἀποφήνας, τούτων καὶ τρισὶ πάλιν πυλῶσιν ἕκαστον εἰληχέναι τὴν εἴσοδον δαιγράφει. οὐ γάρ ἐστι τῆς τοῦ ἐσταυρωμένου Κυρίου μυήσεως κατευμεγεθῆσαι, μὴ τῇ ὑπερθέῳ τριάδι τὸ εἰσαγώγιμον εἰληχότα. ἅπαντα γὰρ τοῦ κόσμου τὰ πέρατα οἱ θεῖοι Ἀπόστολοι διειληφότες, τριάδα τε ὁμοούσιον τοῖς ἔθνεσι κηρύξαντες, ἐβάπτισαν εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.

Καὶ ἐπ’ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα Ἀποστόλων τοῦ ἀρνίου.

Τοὺς δώδεκα Ἀποστόλους ἤδη καλῶς ποιῶν διεσάφησεν, ὅτι τοὺς δώδεκα Ἀποστόλους δηλοῦν ὁ σκοπὸς, οὓς καὶ πυλῶνας καὶ θεμελίους φησί. θεμελίους, ὡς τῆς κατὰ Χριστὸν πίστεως τὴν ὑποβάθραν αὐτοὺς καταθεμένους. πυλῶνας δὲ, ὡς δι’ αὐτῶν ἤδη,

484
ἤγουν διὰ τοῦ κηρύγματος αὐτῶν, τὸ εἰσαγώγιμον τῆς κατὰ Χριστὸν πίστεως εὑρίσκει.

Καὶ ὁ λαλῶν μετ’ ἐμοῦ εἶχε μέτρον, κάλαμον χρυσοῦν, ἵνα μετρήση τὴν πόλιν, καὶ τοὺς πυλῶνας αὐτῆς, καὶ τὸ τεῖχος αὐτῆς. καὶ ἡ πόλις τετράγωνος κεῖται, τὸ μῆκος αὐτῆς, ὅσον τὸ πλάτος. καὶ ἐμέτρησε τὴν πόλιν τῷ καλάμῳ ἐπὶ σταδίους δώδεκα χιλιάδων . τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστί. καὶ ἐμέτρησε τὸ τεῖχος αὐτῆς ρμδ πηχῶν, μέτρον ἀνθρώπου, ὅ ἐστιν Ἀγγέλου. καὶ ἦν ἡ ἐνδόμησις τοῦ τείχους αὐτῆς ἴασπίς.

Ὁ μὲν κάλαμος ᾧ διεμέτρει τὴν ἁγίαν πόλιν, γεωμετρικὸν ὑπῆρχε. χρυσοῦν δὲ διὰ τὸ τίμιον τοῦτο μετροῦντος Ἀγγέλου, καὶ τῆς μετρουμένης πόλεως. ἀνθρωποειδῶς δὲ ἐθεωρήθη ταῦτα, ὅτι μηδὲ ἄλλως ὁραθῆναι ταῦτα δυνατὸν θεῖα ὄντα καὶ ὡς ἔχει φύσεως. πόλιν δὲ τὸ κατὰ Χριστὸν μυστήριον, εἰς ὃ οἱ πυλῶνες ἐμβιβάζειν ἀπέλαχον, ὅτι διὰ τοῦ κηρύγματος ἡ κατὰ Χριστὸν πίστις γνωρίζεται.

Καὶ ἡ πόλις τετράγωνος κεῖται.

Τοῦ τείχους καὶ τῆς πόλεως τὸ σχῆμα τετράγωνον, καὶ τῶν πυλώνων εἰς δώδεκα. τετράγωνος γὰρ οὖσα ἡ πόλις, τῷ σταυρικῷ σημείῳ κατὰ τὸν διάμετρον διῃρέθη, ἀφ’ οὗ καὶ αἱ τέσσαρες πλευραὶ ἀνὰ τρισὶ πυλῶσι τὴν εἴσοδον ηὐμοίρησαν χεῖν, ὡς ἔφθηἔφθημεν παραθέμενοι.

Ἐπὶ σταδίους δώδεκα χιλιάδων.

Ἰσάριθμοι τοῖς μακαρίοις Ἀποστόλοις οἱ στάδιοι. ἐπεὶ καὶ τοῦ κηρύγματος αὐτῶν καρπὸς ἡ ἐκεῖσε ἀποκειμένη λῆξις, ἰσόμετρος οὖσα κατὰ πάσας τὰς διαστάσεις, καὶ τοῦ κατὰ Θεὸν βίου αἱ ἀρεταὶ ἐν συμμετρίᾳ τὸ εἶναι ἔχουσι, κατὰ Παῦλον τὸν θεῖον, ὃς οἶδε καὶ ταπεινοῦσθαι, καὶ περισσεύειν, καὶ χορτάζεσθαι, καὶ πεινᾶν. καὶ οὗτος ὁ ἀριθμὸς τῶν μακαρίων Ἀποστόλων ἔμφασιν ἔχει. ὁ δώδεκα γὰρ ἐφ’ ἑαυτὸν πολυπλασιασθεὶς, τὸν ἑκατοντεσσαρακοντατέσσαρα ποιεῖ. τὸ δὲ μέτρον τῶν ἑκατοντεσσαρακοντατεσσάρων

485
πηχῶν μέτρον ἀνθρώπου εἰπὼν, ἐπιφέρει, ὅτι τὸ μέτρον τοῦτο Ἀγγέλου ἐστὶ, εἰ καὶ κατὰ τὸ δοκοῦν ἀνθρώποις ἐξενήνεκται διὰ πήχεως. μή τις μέν τοι οἰέσθω καὶ ἄνθρωπον τὸν μεμετρηκότα, ἀλλ’ Ἄγγελον ἀνθρωπίνως χρησάμενον τῇ μετρήσει, καὶ οὐκ ἀγγελικῶς τῇ ἁπλῇ προσβολῇ καὶ νοήσει.

Καὶ ἦν ἡ ἐνδόμησις τοῦ τείχους αὐτῆς ἴασπις.

Ἐνδόμησιν, τὴν οἰκοδομὴν λέγει, οἱονεὶ τὴν σπουδὴν καὶ ἀκρλ βειαν τὴν περὶ τὸ κήρυγμα τῶν Ἀποστόλων. ἡ δὲ χλωρίζουσα ἴασπις, τὸν τοῦ Εὐαγγελίου δρόμον αἰνίττεται τὸν χλωρίζον εἰς ἀεὶ καὶ ἀμάραντον διατηροῦντα τὸ κήρυγμα.

Καὶ ἡ πόλις χρυσίον καθαρὸν, ὅμοιον ὑάλῳ καθαρῷ. οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι. ὁ θεμέλιος ὁ πρῶτος ἴασπίς ὁ δεύτερος σάπφειρος· ὁ τρίτος χαλκηδών· ὁ τέταρτος σμάραγδος· ὁ πέμπτος σαρδόνυξ· ὁ ἕκτος σάρδιον· ὁ ἕβδομος χρυσόλιθος· ὁ ὄγδοος βήρυλλος· ὁ ἔννατος τόπαζόν ὁ δέκατος χρυσόπρασος· ὁ ἑνδέκατος ὑάκινθος· ὁ δωδέκατος ἀμέθυσος. καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται.

Τὸ ἀείζωον κήρυγμα ἐπὶ κατασκήνωσιν ἄγει τῆς μακαρίας καὶ ἀδιαδόχου ζωῆς, ἥτις πόλις, ἤγουν σκήνωσις, χρυσίῳ παραβάλλεπαραβάλλεται καθαρῷ, ξενιζούσῃ τῇ διαυγείᾳ, ὑάλῳ καθαρῷ ὁμοιουμένη. οἱ δὲ θεμέλιοι τοῦ τείχους τῆς πόλεως, παντὶ λίθῳ κεκοσμημένοι. λίθοις πολυτίμοις διαμορφοῖ τὰς ἀρετὰς τῶν θείων Ἀποστόλων, οὓς καὶ θεμελίους καλεῖ τῆς πόλεως. δώδεκα δὲ ὄντων τῶν ἐν τῷ λογείῳ τοῦ ἀρχιερέως, ὀκτὼ μόνον ἐκ τούτων τοῖς θεμελίοις ἐντάττει. τοὺς τέσσαρας δὲ παρηλλαγμένους, ἵν ἐκ τούτων φανῇ καὶ τὸ σύμφωνον τῆς παλαιᾶς πρὸς τὴν νέαν, καὶ τὸ ὑπερέχον τῆς νέας καὶ τῶν ἐν αὐτῇ διαλαμψάντων ὅσον, πρὸς τὴν παλαιάν. οἱ τοίνυν Ἀπόστολοι πάσῃ ἀρετῇ τῇ διὰ τῶν λίθων ἐμφαινομένῃ κεκόσμηνται.

α. Ὁ πρῶτος, ἴασπις.

Διὰ τῆς ἰάσπιδος χλωριζούσης τὴν χρόαν κατὰ τὴν σμάραγδον,

486
εἰκὸς τὸν κορυφαῖον Πέτρον δηλοῦσθαι, ὃς πρὸ τοῦ πάθους τοῦ Κυρίου ἐν ἁπάσαις ταῖς πρὸς αὐτὸν τοῦ Κυρίου ἐρωτήσεσιν ἀειθαλὴς ὢν καὶ νεάζων, ἑάλω γοῦν τῇ ἀπὸ τοῦ δέους χλωρότητι κατὰ τὸ τοῦ διδασκάλου πάθος κατακρατηθεὶς, ὡς καὶ πρὸς ἄρνησιν χωρῆσαι. ὅμως τῇ αὐτῇ πάλιν κατὰ τὸ κρεῖττον συγκροτούμενος ἀειθαλίᾳ, αὐτός τε τοῦ θανατοῦντος ταῖς τῶν δακρύων ῥοαῖς ἀπήλλακται δίψους, καὶ ἡμᾶς εἰς τόπον χλόης διὰ τοῦ ὕδατος τοῦ σωτηριώδους βαπτίσματος κατεσκήνωσεν.

β. Ὁ δεύτερος, σάπφειρος.

Οὗτος τοῦ Καλαίνου χρώματος καλουμένου, ὁ τινες βένετον φασὶ, τῷ οὐρανίῳ ἀπεικάζεται χρώματι, ἤτοι τῷ τοῦ ἀέρος βάθει, ὃ τὸ οὐράνιον ἐπιπροσθεῖ σῶμα, εἴγε καὶ τοῦτο αἰσθήσει ληπτὸν, ἀλλὰ μὴ κατὰ τὸν Σταγειρίτην πέμπτου σώματος φύσιν τινὰ κατείργασται. ἀλλ’ εἰ καὶ τοῦτο τῆς ὁρατικῆς αἰσθήσεως ἡμῶν μὴ οἵας τε οὔσης τὰ πορρωτάτω διακριβοῦν τοῦ ἐπιπροσθοῦντος οἷά τινος παραπετάσματος, κᾂν μέν τοι τὸ χρῶμα πειρᾶται, σαπφείρῳ ἀφομοιῶν τὸν δεύτερον θεμέλιον. ὃς σάπφειρος τῷ οὐρανίῳ ἀπεικάζεται σώματι· καὶ ὅπως, εἴρηται. ἐξ οὗ σαπφείρου φασὶ καὶ τὸ λαζούριον χρῶμα γίνεσθαι. τούτῳ τῷ λίθῳ τὸν μακάριον Παῦλον ἔνδικον ἀπεικάζεσθαι, ἕως τρίτου οὐρανοῦ ἀναληφθέντα, κἀκεῖθεν ἕλκοντα τοὺς αὐτῷ πειθομένους.

γ. Ὁ τρίτος, χαλκηδών.

Οὗτος ἐν τῷ ἱερατικῷ λογείῳ οὐκ ἐμφέρεται, ἀλλ’ ἄνθραξ, ὃς ἐνταῦθ’ οὐ κεῖται. σκοπητέον οὑν, μή ποτε τὸν ἄνθρακα οὕτως ἐκάλεσαν. ἄνθραξ δὲ ὁ μακάριος Ἀνδρέας, ἅ τε ἐν τῇ ἀχλύι· τοῦ κατὰ τὸν νόμον βίου αὐτός τε τῷ καθ’ ἑαυτὸν φωτὶ τὸν ζητούμενον Μεσίαν εὑρὼν, καὶ τοῖς γνωρίμοις μηνύων καὶ ἐμφανίζων. ἅμα δὲ εἰ καὶ ἄλλος ὁμοιόχρους ἄνθρακι ὁ χαλκηδών ἐστι λίθος, οὕτω κληθεὶς, παρόσον κατὰ τὸν Χαλκηδόνος πορθμὸν ἄνω Χρυσοπόλεως κατὰ τὰς Συμπληγάδας πέτρας τοῖς ἐκτὸς τούτων ἀπανθρώποις χωρίοις, χοιράσι καὶ σκοπέλοις τῶν αἰγιαλῶν ἠχρειωμένων μετὰ λίθων ἀνευρίσκεται πολυτίμων, ὡς τὰ πάτρια Βιθυνῶν ἀναταξαμένοις εἴρηται, σκοπητέον.

487

δ. Ὁ τέταρτος, σμάραγδος.

Διὰ τοῦ σμαράγδου τὸ πράσιον χρῶμα ἐμφανιζομένου, τήν τε διαύγειαν ἐξ αὐτοῦ προσλαμβάνοντος καὶ τὴν ὥραν, τὸ τοῦ Εὐαγγελιστοῦ Ἰωάννου νομίζομεν δηλοῦσθαι κήρυγμα, θείῳ ἐλαίῳ φαιδρύνοντος τὴν προσγινομένην ἡμῖν ἐξ ἁμαρτίας κατήφειαν.

ε. Ὁ πέμπτος, σαρδόνυξ.

τούτῳ Ἰάκωβον τὸν τοῦ Ζεβεφαίου χαρακτηρίζεσθαι ὑπειλήφαμεν. ὡς γὰρ ὁ λίθος οὗτος καὶ χροὰν αἱματιαίαν ἐγκολπίζεται, οὕτω δὴ καὶ ὁ μακάριος οὗτος, ἐναρχομένου τοῦ φωτοειδοῦς λευκοῦ καὶ θείου κηρύγματος, τῷ δι’ αἵματος δρόμῳ τῷ διδασκάλῳ Χριστῷ πρὸς τὴν οὐράνιον καὶ ἀείζωον λῆξιν, καὶ πλήρη φωτὸς, παραπέμπεται.

ς. Ὁ ἕκτος, σάρδιον.

Οὗτος πυρρὸς τὴν χρόαν ὁρμώμενος, τῷ διαπύρῳ τῆς περὶ Χριστὸν διαθέσεως τὸν Φίλιππον ἀναφέρει. ὡς γὰρ ὁ λίθος οὗτος θεραπευτικὴν ἔχει δύναμιν οἰδημάτων σαρκικῶν καὶ τῶν ἀπὸ σιδήρου πληγῶν, οὕτω καὶ τῆς τοῦ Φιλίππου ἀρετῆς τὸ κάλλος ὑποδύεται.

ζ. Ὁ ἕβδομος, χρυσόλιθος.

Βαρθολομαῖος ἀπεικάζεται τῷ χρυσολίθῳ τῷ πολυτίμῳ, τῶν ἀρετῶν χρυσοειδεῖς ἀποστίλβων λαμπρότητας καὶ οὗτος, οὐ μέν τοι καὶ ὡς ὁ χρυσὸς τῷ τήκεσθαι δυστυχῶν, στερρότητι δὲ λιθίνῃ πρὸς τὸ κήρυγμα καταπλουτῶν ἔμμονον.

η. Ὁ ὄγδοος, βηρύλλιος.

Θωμᾶς εἰκάζεται τούτῳ, θαλασσοειδεῖ τῇ χροᾷ, καὶ ὑακινθιζούσῃ, τό, τε πρὸς πίστιν αὐτοῦ ἀστάθμητον ὑπογράφοντι, καὶ μάλιστα τὸ μακροδαπὲς τῆς ἀποστολῆς μέχρις Ἰνδῶν καὶ διὰ θαλάσσης ἐκτελεσθείσης.

θ. Ὁ ἔς, τοπάζιον.

Ὁ τόπαζος ἐρυθρὸς καὶ ἀνθρακίζων τῷ εἴδει, καὶ λευκὸν ὀπὸν ἀφιεὶς ὀφθαλμιῶσιν ἀλεξίπονον, τὸν θεῖον Ματθαῖον ἕξει ἀφομοιούμενον, πεπυρωμένον τῷ θείῳ ζήλῳ, ὡς καὶ τὴν μέχρι σαρκὸς καὶ

488
αἵματος, καὶ γαλακτοτροφίας ἐνανθρώπησιν τοῦ Θεοῦ ἀναγράψαι. δι’ ὧν τοὺς τὴν καρδίαν τυφλώττοντας καὶ νηπιώδει τῇ πίστει, τοὺς κατὰ νόμον φημὶ πολιτείᾳ παιδαγωγουμένους, πρὸς ἀνδρικὴν κατάστασιν τὴν κατὰ Χριστὸν ἐπανήγαγεν.

ι. Ὁ δέκατος, χρυσόπρασος.

Τούτῳ Θαδδαῖος ἀνάκειται, ὁ τῷ Αὐγάρῳ βασιλεῖ Ἐδέσης τὴν τοῦ Χριστοῦ πίστιν εὐαγγελισάμενος, ἥτις χρυσὸς χρηματίζουσα τὴν ἰδέαν, καὶ ταύτῃ τὸ τίμιον ἑαυτῇ ἑαυτῇ οὐδὲ τοῦ πρασίου ἀμοιρεῖ, εἴτουν τὴν πρὸς τὰ ἐμπαθῆ νέκρωσιν τῆς κατὰ Χριστὸν πίστεως αἰνιττομένης τῆς Ἀποκαλύψεως, εἴτε καὶ τὸ ἀείζωον διὰ τῆς ἀειθαλίας τοῦ πρασίου χρώματος.

ια. Ὁ ἑνδέκατος, ὑάκινθος.

Τούτῳ κυανίζοντι τὴν χρόαν, ἤγουν ἀερίζοντι, ὁ Σίμων ὁ Ζηλωτὴς ἀπεικάζεται, τοῦ μὲν τῶν Ζηλωτῶν ἀειλανοῦς στίφους χρηματίζων, διὸ καὶ ὡς ἀερίζων καὶ ἐξηνεμωμένος τὸ φρόνημα,) ἀλλ’ οὖν τῇ ἐπιγνώσει τῆς ἀληθείας, εἰ καὶ ὀψὲ, τὸν ζῆλον ἐπὶ τὸ βέλτιστον μεθαρμοσάμενος.

ιβ. Ὁ δωδέκατος, ἀμέθυσος.

Οὗτος πυρρὸς τὸ χρῶμα φαινόμενος, τῷ Ματθίᾳ εἰκότως ἀφορισθήσεται, τῆς ἀπ’ οὐρανοῦ ῥυείσης ὀπτασίας ἐμπύρου δρόσου τοῖς ἕνδεκα κοινωνοῦντι, παρὸ καὶ μέθῃ καταληπτοὶ τοῖς ἀνοήτοις ὑποπτεύσθησαν, εἰ καὶ πάσης νήψεως κρείττους διέκειντο. διόπερ καὶ τῷ ἀμεθύσῳ προσενεμήθη, ὅτι ὁ μηδὲ τὸν ἀμέθυσον ἐπιφερόμενος, ἡττᾶσθαι μέθῃ διατεθρύλληται. Ανὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου· καὶ ἡ πλατεία τῆς πόλεως, χρυσίον καθαρὸν, ὡς ὕαλος διαυγής. καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ. ὁ γὰρ Θεὸς ὁ παντοκράτωρ ναὸς αὐτῆς ἐστι, καὶ τὸ ἀρνίον. καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου, οὐδὲ τῆς σελήνης, ἵνα φαίνωσιν αὐτῇ· ἡ γὰρ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτὴν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον. καὶ περιπατήσουσι τὰ ἔθνη διὰ τὸ φωτὸς αὐτῆς, καὶ οἱ βασιλεῖς τῆς γῆς

489
φέρουσι τὴν δόξαν καὶ τιμὴν αὐτῶν εἰς αὐτήν. καὶ οἱ πυλῶνες αὐτῆς, οὐ μὴ κλεισθῶσιν ἡμέρας, νὺξ γὰρ οὐκ ἔσται ἐν αὐτῇ. καὶ οἴσουσι τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτὴν, ἵνα εἰσέλθωσιν. καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ ποιοῦν βδέλυγμα καὶ ψεῦδος, εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου.

Μαργαρίταις, τοὺς ἁγίους Ἀποστόλους ἀπεικάζει, καὶ ἀνὰ ἕκαστον αὐτῶν τὸ παράδοξον οὐχ ὅπως τῇ λευκότητι τοῦ βίου ἐπιφαίνοντας, ἀλλ’ ἤδη καὶ τῷ μεγέθει καὶ ἀναστήματι τῶν ἐγχειρημάτων τὸ κατάπληκτον ἐπαγομένους. τὴν δὲ πλατεῖαν τῆς πόλεως, ἤτοι τῆς μακαρίας κατασκηνώσεως τὸ διεξοδικὸν καὶ βιώσιμον, χρυσίῳ ἀπείκασεν.

Καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης.

Τῶν αἰσθητῶν ἁπάντων ἠχρειωμένων, εἰκότως καὶ ἥλιος καὶ σελήνη ἠχρείωται, ἅτε νοητῶς πάντων τῶν ἐν τῇ τηνικάδε καταστάσει περιαυγαζομένων.

Νὺξ γὰρ οὐκ ἔσται ἐν αὐτῇ.

Ετι μηδὲ νὺξ ἐκεῖ καθ’ ἣν μοχλοῖς καὶ κλείθροις περιγίνεται ἡ ἀσφάλεια, ὅτι κἀκεῖ τοὺς θείους πυλῶνας, οὓς τοὺς Ἀποστόλους εἰναι εἰρήκαμεν, ἐνεργεῖς ἔσονται πρὸς τὴν τῶν τελεωτέρων μύησιν. ἡμέρας γὰρ οὔσης ἀεὶ, καθ’ ἣν τὰ τοῦ φωτὸς ἔργα πεπράξεται, πῶς οἷόν τε τὴν νυκτερινὴν ἀπραξίαν παρείσδυσιν ἐκεῖ σχεῖν, νυκτὸς τὸ παράπαν οὐκ οὔσης; δισσὸν δὲ τὸ ὄνομα. ἣ γὰρ τοῦτο βούλεται δηλοῦν ὅτι εἰρήνη ἔσται καὶ ἀσφάλεια, ὡς μηδὲ δεῖσθαι φυλακὴν ποιεῖσθαι τῆς πόλεως, τῆ τῶν πυλῶν ἀποκλείσει· ἢ τὸ κᾀκεῖ τοὺς θείους πυλῶνας τῆς ἀποστολικῆς διδασκαλίας ἠνεῷχθαι πᾶσι πρὸς τὴν τῶν τελειοτέρων μάθησιν. ἡμέρα δὲ ἔσται ἐκεῖ καὶ νὺξ, ὅτι αὕτη τοῖς ἁμαρτωλοῖς ἀποκληρωθήσεται.

Καὶ οἴσοισι τὴν δόξαν καὶ τὴν τιμήν.

Οἱ τὰ γήινα καταγωνισάμενοι πάθη, οἴσουσι δόξαν τῷ συναντιλαμβανομένῳ Θεῷ. οὐδὲν γὰρ τῶν κατωρθωμένων ἀνθρώποις θείας

490
ἐπικουρίας ἐκτὸς συσταίη. Οὓς ἄνω βασιλεῖς εἴρηκε γῆς, τούτους εἰσαγωγεύς φησι τῶν ἐθνῶν τῆς δόξης καὶ τῆς τιμῆς. τί δὲ διὰ τούτων παριστῶν; ἢ ὅτι οἱ καταπαλαίσαντες τὰ περὶ γῆν ἱλυττώμενα πάθη τῷ καθ’ ἑαυτοὺς ὑποδείγματι καὶ τοῖς λοιποῖς ἔθνεσιν εἰσαγώγιμον πεποιήκασι τὴν ἄνω Ἱερουσαλὴμ, οὗπερ ὑπόδειγμα, δόξα καὶ τιμὴ, ἢ πρὸς δόξαν καὶ τιμὴν τοῖς ἔθνεσι συνετέλεσε.

Περὶ τοῦ καθαροῦ ποταμοῦ τοῦ ὀπτανθέντος ἐκ τοῦ θρόνου πορεύεσθαι. Καὶ ἔδειξέ μοι ποταμὸν καθαρὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν μέσῳ τῆς πλατείας αὐτῆς. καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα κατὰ μῆνα ἕνα ἕκαστον ἀποδιδοὺς τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν, καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἐκεῖ. καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται. καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ, καὶ ὄψονται τὸ πρόσωτον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ νὺξ οὐκ ἔσται ἐκεῖ, καὶ χρείαν οὐκ ἔχουσι λύχνου καὶ φωτὸς ἡλίου, ὅτι Κύριος ὁ Θεὸς φωτίζει αὐτούς· καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Διττὴν ἴσμεν τοῦ ποταμοῦ τὴν ὠφέλειαν, δίψους ἀνάκτησιν, καὶ ῥύπου κάθαρσιν, ὡν ἀμφοτέρων πλήρης ἡ κατὰ τὸ εὐαγγελικὸν Χριστοῦ κήρυγμα ζωή. δίψος τε γὰρ ἀνεκτήσατο τῶν πρὸ τῆς παρουσίας Χριστοῦ προφητῶν, “ ἐδίψησέ σε, φασκόντων, “ἡ “ ἡμῶν,” καὶ βαπτίσματι θεουργῷ τοὺς λουομένους ἁγνίζουσα καὶ ὅτι τὸ βάπτισμα σκοπὸς παρεμφαίνειν τὸν ποταμὸν τῷ Εὐαγγελιστῇ, ἐνταῦθ’ ἐχέγγυον πιστώσασθαι τὸ ἀπὸ τοῦ θρόνου τοῦ ἀρνίου ἐκπορεύεσθαι αὐτὸν ὑποθέσθαι, καὶ μέσον τῆς πλατείας διαρρεῖν, τοῦ εὐαγγελικοῦ δηλαδὴ κηρύγματος. οὐ γάρ ἐστιν εἰς τὴν ἄνω Ἱερουσαλὴμ εἰσελθεῖν, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, μὴ ἄνωθεν ἀναγεννηθέντα δι’ ὕδατος καὶ πνεύματος.

491

Καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν.

Ἐντεῦθεν καὶ ἐκεῖθεν τοῦ εὐαγγελικοῦ κηρύγματος, ἐντεῦθεν, κατὰ τὴν παροῦσαν ζωὴν, ἐκεῖθεν, κατὰ τὸν μέλλοντα αἰῶνα. ξύλον δὲ ζωῆς, τὴν ἔνθεον φησὶ σοφίαν. τούτου τοῦ ξύλου, ἡ κατὰ Χριστὸν ἐχομένη διδασκαλία ἀπὸ τῆς ἐντεῦθεν εὐπραγίας εἰς τὴν μακαριότητα καταντήσει. τίς δὲ ἡ ἐντεῦθεν εὐπραγία; τὸ προσηκόντως μεταχειρίζεσθαι καὶ κατὰ καιρὸν τὰς θεοποιοὺς ἀρετὰς, ἀλλὰ μὴ ἀκαίρως ἣ ὑπερβαθμίως ἐπ’ ἀνηνύτῳ σπουδάσματι ματαιοποιεῖν. ἰσάριθμος δὲ τοῖς διαπονοῦσι καὶ ἡ κατὰ καιρὸν μεταχείρησις, ὅτι μηδ’ ὑπερτείνειν, ἀεὶ δὲ ἐνδεῖν ἐχρῆν τοῦ καιροῦ τοὺς ἐργάτας, τεταγμένως δὲ διεξάγεσθαι τὰ πάντα ἐν σοφίᾳ ποιοῦντας. πρὸς τούτοις, καὶ τὰ φύλλα φησὶ τοῦ ξύλου εἰς θεραπείαν καταγγέλλεσθαι, οἱονεὶ φημίζεσθαι, τῶν ἐθνῶν. τι διὰ τούτων ἐνστῆσαι θέλων; τὸ φύλλον οὖν περικάρπιον ἴσμεν σκέπασμα· ἐκ τούτου συνίεμεν ὡς τὰ τελεώτερα τῶν κατὰ Θεὸν καὶ διαυγείᾳ κρυσταλλοειδεῖ περιαυγαζομένων ἔργων τοῖς τελεωτάτοις κατ’ ἀρετὴν εἰς ἐξέτασιν ἀνατίθεται. δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται. ὅσα δὲ τοῦ τροφίμου μὲν ἀμοιρεῖ τῶν καρπῶν, εἰς δεῖγμα δὲ τοῦ ὅτι τέθνηκε, τὸ φυτὸν μόνον παραλαμβάνεται. τῇ τῶν ἐθνῶν θεραπείᾳ προσνέμεται· τῇ Χριστοῦ γὰρ τούτων ὑπαχθέντων δουλείᾳ, τὸ πρὸς ἀκρίβειαν, περιττὸν ἐπὶ τούτων ἀνερευνᾷν.

Καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται.

Ὁ ἀρεταῖς θεοφιλέσιν εἰς ὄχημα θεῖον ἑαυτὸν ηὐτρεπικὼς, εἰς τὴν Θεοῦ δὲ καὶ τοῦ ἀρνίου ἀνάπαυσιν διὰ τῶν τῆς παλαιᾶς καὶ καινῆς διαθήκης θείων εἰσηγήσεων ἀόκνως δραμὼν, καὶ θείας ἱδρύσεως ηὐμοιρηκὼς, αὐτὸς τῆς πόλεως τῆς ἄνω Ἱερουσαλὴμ ἔσται οἰκήτωρ, καὶ ὄψεται τὸν Θεὸν πρόσωπον πρὸς πρόσωπον, οὐ δι’ αἰνιγμάτων, ἀλλ’ ὥσπερ τοῖς ἁγίοις Ἀποστόλοις ἐν τῷ ἁγίῳ ὄρει τεθέαται, ὥς φησιν ὁ μέγας Διονύσιος.

Καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Οἱ ἅγιοι δηλονότι συμβασιλεύσουσι Χριστῷ εἰς τοὺς ἀτελευτήτους αἰῶνας.

492

Ὅτι Θεὸς τῶν προφητῶν ὁ Χριστὸς καὶ δεσπότης τῶν ἁπάντων.

Καὶ εἶπέ μοι, οὗτοι οἱ λόγοι, πιστοὶ καὶ ἀληθινοί. καὶ Κύριος ὁ Θεὸς τῶν πνευμάτων τῶν προφητῶν ἀπέστειλε τὸν Ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει.

Τὸ εἰωθὸς αὐτῷ ὁ μακάριος οὗτος εὐαγγελιστὴς κἀνταῦθα, ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ αὐτοῦ, εἰς γνώρισμα τοῦ γνησίου, τὸ, “ καὶ “ οἴδαμεν οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ,’’ οὕτω καὶ ἐπισφραγίζων φησὶ, τοὺς λόγους πιστοὺς καὶ ἀληθινοὺς ἐκτεθεῖσθαι, ἐκεῖθεν ἕλκοντας τὸν πιστὸν, ἀπὸ Κυρίου τοῦ Θεοῦ δηλαδὴ, ὃς καὶ τοῦ χαρίσματος τῶν προφητῶν Κύριος. τοῦτο γὰρ βούλεται παριστᾷν διὰ τοῦ, Κύριος τῶν Πνευμάτων, ὡσπερεὶ ἔλεγεν, Κύριος τοῦ προφητικοῦ χαρίσματος.

Περὶ τοῦ ἀξιοπίστου τῶν τεθεαμένων τῷ ἀποστόλῳ.

Ἴδου ἔρχομαι ταχύ. μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου. καὶ ἐγὼ Ἰωάννης ὁ βλέπων καὶ ἀκούων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσον προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ Ἀγγέλου τοῦ δεικνύντος μοι ταῦτα. καὶ λέγει μοι, Ορα μή. σύνδουλός σου εἰμὶ ἐγὼ, καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου. τῷ Θεῷ προσκύνησον.

Τοὺς τηροῦντας λέγει τοὺς σπουδάζοντας μὴ περιπεσεῖν ταῖς εἰρημέναις κολάσεσιν ἐν τῷ βιβλίῳ τούτῳ, ἀλλὰ διὰ βίου θεαπέστως ἀμοιρεῖν αὐτῶν.

Καὶ ἐγὼ Ἰωάννης ὁ βλέπων καὶ ἀκούων ταῦτα.

Καὶ τοῦτο τῆς ἀποστολικῆς ψυχῆς ἰδίωμα. ὅπερ γὰρ καὶ ἐν τῷ Εὐαγγελίῳ πεποίηκεν εἰπών. “ καὶ καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε καὶ

493
“ ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ,’’ τοῦτο κἀνταῦθα ποιεῖ εἶναι καὶ αὐτόπτης τῶν προφητευθέντων ὁμολογήσας. διὰ γὰρ τούτου τὰ ἑωραμένα ἐπιστώσατο. ἔδειξε δὲ καὶ, ὡς προείρηται, τὸ τοῦ διατυποῦντος Ἀγγέλου, καὶ τὸ ἑαυτοῦ εὐλαβές.

Ὅπως ἐκελεύσθη μὴ σφραγίσαι, ἁλλὰ κηρύξαι τὴν Ἀποκάλυψιν.

Καὶ λέγει μοι, Μῆ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου. ὁ καιρὸς ἐγγύς ἐστι. ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι. ἰδοὺ ἔρχομαι ταχὺ, καὶ ὁ μισθός μου μετ’ ἐμοῦ ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον αὐτοῦ ἔσται. ἐγὼ τὸ ἄλφα καὶ τὸ ω μέγα, ἀρχὴ καὶ τέλος, ὁ πρῶτος καὶ ὁ ἔσχατος.

Μὴ σφραγίσῃς, καὶ τὰ ἑξῆς.

Τουτἐστι, μὴ παρὰ σαυτῷ συγκλείσας φυλάξῃς, ἀλλὰ φανέρωσον ἅπασιν. διὰ δὲ τοῦ, “ ὁ καιρὸς ἐγγύς ἐστι, τοιοῦτό βούλεται δηλοῦν. ὁ καιρὸς τῆς ἐκβάσεως τῶν εἰρημένων, οὐ τὸ πλεῖστον ἀπέχει τῶν εἰρημένων ὡς τότε, ἀλλὰ μὴ νῦν χρείαν ἔχεις αὐτῶν ἀκούειν. ὅσον μὲν οὖν τὸ μὴ ἤδη παρεῖναι, ἀκούειν χρεία, ὅσον δὲ τὸ μόνον οὐ παρεῖναι ἀλλὰ σχεδὸν ἐνεργεῖσθαι, πέριττον τὸ ἀκούειν.

Ὁ ἀδικῶν ἀδικησάτω ἔτι.

Οὐ προτροπὴ τοῦτο, ἀλλ’ ἔλεγχος τῆς ἑκάστου πρὸς ὅτι καὶ βούλοιτο ὁρμῆς.

Ἴδου ἔρχομαι ταχύ.

Τὸ ταχὺ εἴτε συγκρίσει τῶν ἀπεράντων αἰώνων εἴρηται, ἣ καὶ πρὸς εὐθυμίαν τῶν ἀπεκδεχομένων τὴν ἀντίδοσιν, ἢ καὶ διὰ τὸ ἀπαραλόγιστον καὶ πάντως ἀνυπερθέτως ἐσόμενον.

Ἐγὼ τὸ ἄλφα καὶ τὸ ω μέγα.

Ὅτι μὲν διὰ τοῦ ὑποδείγματος τῶν γραμμάτων ἀρχὴν παρεδήλωσε καὶ τὸ τέλος, οὐδὲν δυσχερὲς ἐννοῆσαι, κἀς ὅτι καὶ αὐτὸς

494
ὑπέθετο. ζητεῖν δὲ τοῖς ἐξεταστικωτέροις περιγίνεται, τίνος χάριν μὴ δι’ ἑτέρων τοῦτο, εἰ μὴ διὰ τῶν γραμμάτων ὑπέφηνε. φαμὲν οὖν, ὡς ἐπειδὴ τὴν ἀπεκδοχὴν τῶν τοιούτων ἐπαγγελιῶν μόνῳ τῷ λόγῳ τετιμημένων ἐστὶ προσδοκᾷν, διὰ τοῦτο τὸν τρόπον τοῦτον καὶ οὐκ ἄλλως πὼς ἐδήλωσε. τεκμήριον δὲ τῆς τοιαύτης δημιουργίας, ἡ τῶν γραμμάτων εὕρεσις. αὐτὰ δὲ ταῦτα, κατὰ τὸν Σταγειρίτην, σύμβολα τῶν ἐν τῇ εὐσήμῳ φωνῇ ἀνθρώπων. διὰ τοῦτο καὶ τὸ δηλωτικῇ τῶν ὀνομάτων χρῆσθαι φωνῇ ἐδόκει αὐτῷ. καὶ εἰκότως τῇ τοιαύτῃ δημιουργίᾳ καὶ τοιούτοις ὑποδείγμασι τῆς ἀρχῆς ἐχρήσατο καὶ του τέλους.

Μακάριοι οἱ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν. ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ, καὶ οἱ πόρνοι, καὶ οἱ φονεῖς, καὶ οἱ εἰδωλολάτραι, καὶ πᾶς ὁ ποιῶν καὶ φιλῶν ψεῦδος.

Ἤδη εἴρηται, ὅτι τὸ ξύλον τῆς ζωῆς, τὰ θεόσοφα λόγια καλεῖ, ἃ περὶ τὰ πρακτικὰ κατὰ τὸ εὐφρονέστατον τὴν σχολὴν ἔχοντα, τὴν τῶν ἁγίων ἐξουσίαν διαπορθιαεύεται, ἐλευθερίως, διὰ τῶν ἀποστολικῶν ῥήσεων, εὐοδούμενα πρὸς τὴν ἄνω Ἱερουσαλήμ. τοὺς πυλῶνας δὲ ὅτι οἱ Ἀπόστολοι, ἤδη τεθεώρηται.

Ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ, καὶ οἱ πόρνοι.

Οὐ μόνον τοὺς ἀναιδεῖς ἀπίστους, ἀλλὰ καὶ τοὺς ἡταιρηκότας διὰ τὸ ἀναιδὲς αὐτῶν καὶ ἀκάθαρτον ἀπελαύνει, περὶ ὧν καὶ ὁ θεσπέσιος φησὶ Μωϋσῆς, “ οὐ προσοίσεις μίσθωμα πόρνης, “ ἄλλαγμα κυνὸς εἰς οἶκον Κυρίου τοῦ Θεοῦ σου, πρὸς πᾶσαν εὐχήν σου.

495

ΚΕΦ. OB.

Ὅπως ἡ ἐκκλησία καὶ τὸ ἐν αὐτῇ Πνεῦμα προσκαλοῦνται τὴν τοῦ Χριστοῦ ἔνδοξον ἐπιφάνειαν. καὶ περὶ τῆς ἀρᾶς ᾗ ὑποβάλλονται οἱ τὴν βίβλον παραχοραττοντες ὡς ακυπον.

Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν Ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαβὶδ, ὁ ἀστὴρ ὁ πρωινὸς ὁ λαμπρός. καὶ τὸ Πνεῦμα καὶ ἡ νύμφη λέγουσιν, ἔρχου. καὶ ὁ ἀκούων εἰπάτω, ἔρχου. καὶ ὁ διψῶν ἐρχέσθω, καὶ ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.

Κᾀνταῦθα τὸ δεσποτικὸν τοῦ πεπομφότος τὸν Ἄγγελον ἀξίωμα δείκνυται. μαρτυρῆσαι δὲ τὸ διαμαρτύρασθαι, οὐκ ἐν κρυφῇ, ἀλλ’ ἐν παραβύστῳ, ἀλλ’ ἀκουόντων ἁπάντων ἁπανταχοῦ ἐκκλησιῶν, ἵνα μή τις ἐθελοκάκως ἄγνοιαν προφασισάμενος μείνῃ ἀδιόρθωτος, πονήρως διακείμενος. τὸ δὲ “ ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος “ Δαβὶδ, ἀκολουθότερον οὕτω νοεῖν. ἐγώ εἰμι ὁ ἐκ τῆς ῥίζης Δαβὶδ βλαστήσας κλάδος. γένος δὲ, ὡς ἐξ οὗ κατὰ σάρκα ἐκβλάστησας, ὡς εἶναι τὸν Ἐμμανουὴλ ἐκ θεότητός τε καὶ ἀνθρωπότητος. “ ἀστὴρ δὲ τπωϊνὸς,” αὐτὸς ὁ Κύριος πρωινὸς μὲν, ὡς πάσης σωφροσύνης παραίτιος. λαμπρὸς δὲ, ὡς φωτίζων πάντα ἄνθρωπον εἰς τὸν κόσμον ἐρχόμενον. πνεῦμα δὲ καλεῖ, τοὺς ἠξιωμένους τοῦ πνευματικοῦ γάμου, νύμφην δὲ τὴν Ἐκκλησίαν. τὸ δὲ, “ καὶ ὁ ἀκούων,’’ τούτους ὑπεμφαίνει μήπω μὲν τῇ ἀγέλῃ προσειλημμένους, εἰς ἀκοὴν δὲ τῶν θείων ἀκουσμάτων παρεσκευασμένους, οἱ καὶ ἐπισπεύδουσι γνῶναι τὸν Κύριον.

Μαρτύρομαι ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου. ἐάν τις ἐπιθῇ ἐπ’ αὐτὰ, ἐπιθήσει ἐπ’ αὐτὸν ὁ Θεὸς τὰς ἑπτὰ πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ. καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφελεῖ ὁ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ

496
τούτῳ. λέγει ὁ μαρτυρῶν ταῦτα. καὶ ἔρχομαι ταχὺ, ἀμήν. ἔρχου Κύριε Ἰησοῦ Χριστέ. ἡ χάρις τοῦ Χριστοῦ, μετὰ πάντων τῶν ἁγίων, ἀμήν.

Μαρτύρομαι ἐγώ.

Ἀντὶ τοῦ διαμαρτύρομαι, οἱονεὶ διαβεβαιοῦμαι, πιστὸν ἀποφαίνομαι καὶ ἀπαράβατον πᾶν τὸ ἐπισημανθὲν τοῖς λόγοις τῆς προφητείας ταύτης. μαρτύρομαι δὲ ταύτας τὰς πληγὰς ἁπάσας μέλλειν ἐπενεχθήσεσθαι ἀμετατρέπτως, τὰς δι’ ὅλου τοῦ βιβλίου τούτου ἐπηγγελμένας.

Ἐάν τις ἐπιθῇ ἐπ’ αὐτά.

Διαμαρτύρεται τοῖς ἀκούουσι, μήτε ἀφελεῖν, μήτε προσθεῖναι, ἀλλὰ τὰ γραφικὰ ἰδιώματα τῶν Ἀττικῶν συντάξεων καὶ τῶν δια- λεκτικῶν συλλογισμῶν μὴ ἡγεῖσθαι ἀξιοπιστότερα ἣ σεμνότερα.

Λέγει ὁ μαρτυρῶν ταῦτα.

Ὁ διαμαρτυρόμενος ταῦτα, δι’ ἐμοῦ, φησι, λέγει. τί; ναὶ ἔρχομαι ταχύ. διέκοψε γὰρ τὸν εἱρμὸν τοῦ λόγου, ὡς καὶ πρὸ τούτου μεταξὺ τοῦ ἀφ’ ἑαυτοῦ λόγου, τὸν χρηματίζοντα Χριστὸν αὐτοπρόσωπον εἰσάγων. οὕτως οὖν καὶ νῦν τάχα εἰς παραμυθίαν τοῦ χρηματισθέντος ταῦτα, γηραιοῦ ὄντως φησὶ τὸ, ναὶ ἔρχομαι. ἣ οὑν ἀπὸ τοῦ χρηματίζοντος ἣ καὶ ἀπὸ τοῦ χρηματιζομένου ἀκουστέον, ἵνα νοοῖτο οὕτως. ἐγὼ ὁ μαρτυρῶν ταῦτα, εἰ καὶ τῇ ἀναγκαίᾳ τοῦ βίου ἐλαύνομαι προθεσμίᾳ καὶ πρὸ τοῦ ἐπιστῆναι ταῦτα, ἀλλ’ οὖν καὶ αὐτὸς μηδὲν ἀναβαλλόμενος. “ ἔρχου, “ Ἰησοῦ Χριστὲ,” κατὰ τὴν δευτέραν σου παρουσίαν. τὸ δὲ “ ἡ “ χάρις τοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων,’’ βεβαιοῦντός ἐστιν.