Commentarius In Apocalypsin
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τοῦ θηρίου τοῦ ἔχοντος κέρατα δέκα καὶ κεφαλὰς ἑπτά. ὧν μίαν ὡς ἐσφαγμένην ἔφη.
Καὶ ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης, καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτὰ, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὀνόματα βλασφημίας. καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει. καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκτου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος, καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ, καὶ ἐξουσίαν μεγάλην.
Ἐπὶ τῆς ἄμμου στάσις τὸ ἀπαγὲς βούλεται σημαίνειν τῶν δεικνυμένων ὡς συμβολικῶς. ἀλλ’ οὐκ ἐπ’ αὐτῶν ἀναποκαθημένων τῶν ἐρωμένων. Ἐν μὲν τῇ πρὸ ταύτης θεωρίᾳ, δράκων πυρρὸς ἐν τῷ οὐρανῷ ὁρᾶται, νῦν δὲ ἐκ τῆς θαλάσσης ἀναβαίνων e. ὁ μὲν οὖν ἀπ’ οὐρανοῦ δράκων, τὸν κατ’ ἀρχὰς τῆς οὐρανίου δόξης ἐκπεπτωκότα σημαίνει. ὁ νῦν δὲ πάλιν, τὸν αὐτὸν ἐκ τῆς θαλάσσης ἀναβαίνοντα f, θάλασσαν τὸν ἄστατον τοῦτον καὶ ἀειτάραχον g παριστῶν βίον, ἀφ’ ἧς h καὶ ἀναβαίνει τὸ θηρίον, τὰς τῶν ἀνθρώπων i πλημελεῖς καὶ ἀστηρίκτους ἐπὶ τοῖς ἀγαθοῖς πράξεις λαβὼν εἰς ἐμφάνειαν. ὃ οὐκ ἄλλο, ἣ ὁ Ἀντίχριστος ἐπὶ τῷ πρώτῳ καὶ [*](f ἀναβαίνειν B. g Male ἀτάραχον Edd. h ἀφ’ ἧς om. B. i Edd. ἄλλους.)
Καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει.
r Ἢ τὸ ἅμα τῇ ἀρχῇ τῶν βλασφημῶν ἔχεσθαι, ἣ κατὰ τῆς κεφαλῆς ἑαυτοῦ τὸν Θεὸν βλασφημῶν τὸ κακὸν καθ’ ἑαυτοῦ επισωρευειν.
Ὀνόματα βλασφημίας ἐπὶ τὰς κεφαλὰς τοῦ ἀνίοντος θηρίου ἔστιν ὁ Ἀντίχριστος. αἱ βλάσφημοι ὀνομασίαι προσέσονται φησι· τί τοῦτο λέγων; τὸ ἐκ τῆς θαλάσσης ἤγουν τοῦ φιλοταράχου τοῦδε καὶ πολυκύμονος βίου ἐξερχόμενον θήριον. ἄνθρωπος γὰρ ἔσται ὁ Ἀντίχριστος προοιμίοις χρησάμενος τοῖς Ἑλληνίζουσιν ἄρχουσι, καὶ δὴ καὶ τοῖς μετὰ Κωνσταντῖνον τὸν μέγαν, ὧν ἐστιν Ἰουλιανὸς καὶ Οὐάλης, καὶ πάντες οἱ καθ’ ἑξῆς αἱρετίζοντες βασιλεῖς. τότε καὶ αὐτὸς ἐπιστήσεται εἰς δέκα πρὸ μικροῦ τῆς αὐτοῦ ἀφίξεως μερισθείσης τῆς Ῥωμαϊκῆς ἀρχῆς, ἀρκούντως βεβλασφημένης s τῆς τῶν Χριστιανῶν πίστεως. ὡς ἔστι μαθεῖν τοῖς βουλο- [*](ο παρομαρτήσει, ὅτι B. p καὶ τοῦτο τινὲς B. q τὸ B. r Quæ seq. om. Edd. usq. ad ἄρχουσι. s μεταβεβλασφ.)
Καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ.
Δώσει γὰρ τῷ Ἀντιχρίστῳ ὁ Σατανᾶς ὁ νοητὸς δράκων, πᾶσαν ἐξουσίαν ἐν σημείοις καὶ τέρασι καὶ ψευδέσι πρὸς ἐξαπάτην ὅμως τῶν ἀστηρίκτων. τὸν θρόνον δὲ τί νοητέον, εἰ μὴ τὴν ἐξουσίαν τοῦ σκότους τοῦ ἀέρος τούτου, ἣν καὶ αὐτὸς ἔσχε τῆς οὐρανίου δόξης ἐκπεπτωκὼς;
Καὶ εἶδον μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ, ὡσεὶ ἐσφαγμένην εἰς θάνατον. καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη, καὶ ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου. καὶ προσεκύνησαν τῷ δράκοντι τῷ δεδωκότι τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ, λέγοντες, [*](r ὧν δὴ βασιλέων κρα σει ὁ Ἀντιγρ. Ῥωμ. βασ. B. usq. ad Sch. fin. om. dd.)
Τοῦτο διαφόρως ἐκληπτέον. Ἢ γὰρ τὸν Ἰσραὴλ θεοσεβὲς ὃν ἔθνος, ὅτι καὶ πατέρων τοιούτων προφάσει λιμοῦ τὴν Αἴγυπτον καταλα * * τα μετὰ τοῦ πατρὸς αὐτοῦ Ἰακὼβ, καὶ ἐπὶ τίνα μὲν μόνον ἕως ζῶντες πάρη * ν οἱ πρόγονοι ἐχόμενοι τῆς πατρίου θεοσεβείας· ἐκείνων δὲ θανάτω ἐκλελοιπότων καὶ τῆς θεοσεβείας τοῖς ἀπογόνοις τῆς πατρῴας ἐκλελοιπυίας ταῖς Αἰγυπτίαις ὑπήχθησαν εἰδωλολατρείαις, ὃ ὑπὸ Ἰησοῦ τοῦ υἱοῦ τοῦ Ναυῒ τῇ κατ’ αὐτὸν ὀνειδίζονται βίβλῳ· ἀφ’ ἧς εἰδωλομανίας ὑπὸ Μωϋσέως καὶ τῆς Αἰγύπτου ἠλλοτριώθησαν πρὸς θεοσέβειαν αὖθις ἐπαναχθέντες· ταύτην σφαγὴν μιᾶς τῶν κεφαλῶν καλεῖ· κεφαλαὶ γὰρ τὰ ὑπ’ αὐτοῦ τοῦ Σατανᾶ πεπλανημένα ἔθνη· ὧν ἡ ἐπαγωγὴ ἡ πρὸς εὐσέβειαν, σφαγὴ εἰς θάνατον ἐνομίσθη u. καὶ ὅτι οὐ κυρίως σφαγὴ ἀλλ’ ἶσον σφαγῇ v. τὸ ῥητὸν παριστᾷ, οὐκ ἐσφαγμένην, ἀλλ’ ὡς ἐσφαγμένην φάσκον w, καὶ, τῷ “ὡς” ὁμοιωματικῷ μορίῳ χρησάμενον· ταύτῃ γοῦν πάλιν τῇ εἰς θεογνωσίαν ἐπαναστροφῇ, ἡ πρὸς τὴν x ἐξ ἀρχῆς πρὸς ἀσέβειαν ἐπαναδρομὴ, θεραπεία ὠνόμασται πληγῆς. ἥτις πληγὴ καὶ οἱονεὶ ἀπώλεια αὐτῷ ἡ πρὸς Θεὸν ἡμῶν σωτήριος ἐπιστροφή. εἰ δέ τις ἐπηρεάζων τῇ ἀναπτύξει τοῦ ῥητοῦ τὸ πρὸ πολλοῦ αὗτα πεπρᾶχθαι χρόνου y πρὸς συνηγορίαν, μελλόντων δὲ τὴν Ἀποκάλυψιν ἐκφάντορα οὐ τῶν ἤδη γεγεννημένων εἶναι· ἐκεῖνο ἀκουσάτω, ὡς τὰ χρονικὰ διαστήματα τότε τὸ ἀσφαλὲς ἔχει, ὅτε καὶ πρὸς ἐφημέρους ἐμφαίνει τὴν πραγματείαν· ὅτε δὲ περὶ ἀιδίων καὶ οὔποτε ληγόντων τῆς ἐνεργείας, ἀλλὰ τὰ ἤδη γεγεννημένα δι’ ὁμοιότητος [*](t Quæ seq. om. Edd. usq. ad ἐνομίσθη. u ἐληίσθη Edd. v ὡς Edd. w φάσκον om. B. x τὸν Edd. y Cod. χρῶορυ.)
Καὶ ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου.
Ἀντὶ τοῦ θάμβους ἐπλήσθη, ὥσπερ προηγουμένου τοῦ θηρίου διὰ τῶν τεράτων, αὐτῶν δὲ ἐξόπισθεν ἐπακολουθούντων τῇ συγκαταθέσει. διὰ τὸ μὴ ἔχειν διακριτικὴν ἕξιν ἀληθείας καὶ ψεύδους· τὸ δὲ ὅλη ἡ γῆ a, ἀντὶ τοῦ πᾶς b ἄνθρωπος εἴρηται c, μετωνυμικῷ τῷ τρόπῳ, ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον. ὡς καὶ ἐπὶ τοῦ “πᾶσα η γῆ ἠρίστα.”
Καὶ προσεκύνησαν τῷ δράκοντι.
Τὸ ὑπὸ τοῦ Ἀντιχρίστου θαῦμα, εἰς τὸν δι’ αὐτοῦ ἐνεργούμενον διάβολον τὴν ἀναφορὰν ἕξει· δι’ ἐκείνου γὰρ ὁ δράκων προσκυνηθήσεται· διόπερ ὡς τούτου ὄντος τῆς προσκυνήσεως λέγω τοῦ δράκοντος. ἀπὸ τῶν ὑπὸ τοῦ Ἀντιχρίστου τερατουργουμένων εἰς τὸν δι’ αὐτοῦ ἐνεργοῦντα παραπεμπομένης, μετὰ τὴν τοῦ δράκοντος προσκύνησιν ἐπήνεγκεν ἀνεπισημάντως, μὴ ἐπενέγκας τὸ καὶ μετὰ τὴν προσκύνησιν τοῦ δράκοντος προσεκύνησαν καὶ τῷ θηρίῳ· ὡς δὲ κοινῆς προσκυνήσεως οὔσης τοῦ δράκοντος καὶ τοῦ θηρίου. διὰ δὲ τὸ μὴ οὕτως αὐτοπρόσωπον τῷ δράκοντι τὴν προσκύνησιν ἐνεργῆσαι ὡσπερεὶ σαφηνίζων τὸ προσεκυνήθη, ὁ μὴ παρὼν εἰ μὴ ἐνεργείᾳ, προστίθησι τὸ “ καὶ προσηκύνησαν τῷ θηρίῳ,’’ ὡς τῆς τοῦ δράκοντος προσκυνήσεως αἰτίαν λαμβανούσης, εἰ καὶ μὴ αὐτοπροσώπως, ὡς [*](z Ult. hæc om, Edd. a ὅλην τὴν γῆν B. b πᾶς φησιν ἀνθρ. c εἴρηται om. B.)
Τίς ὅμοιος τῷ θηρίῳ.
Τίς ὅμοιος πολεμῆσαι τῷ θηρίῳ; λυσσώντων οἱ λόγοι, καὶ διεφθορότων τὸν ἀνθρώπινόν λογισμόν.
Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίαν.
Διττὸν τὸ “ ἐδόθη d.” ἣ γὰρ τῆς ἀνεκφράστου τοῦ Θεοῦ ἀνοχῆς τοῦτο μόνον ἡμῶν καταλαμβανόντων ὡς γυμνασίας χάριν καὶ δοκιμῆς τῆς πρὸς αὐτὸν ἡμῶν διαθέσεως, ἀνεχομένου τὰ τοιαῦτα. ἣ τὸ, ἐδόθη, ὑπὸ τῶν ἠπατημένων προσκυνησάντων αὐτῷ ἀνθρώπων. τὸ δὲ μεγάλα λαλεῖ,, τὸ ὑπερηφανίας μεστὰ ῥήματα προφέρειν. e οὐδὲν γὰρ τῶν ἐχομένων κακίας ἐνάμιλλον καὶ ὐπερηφανίας· διὸ καὶ Σολομῶν ἐν Παροιμίαις φησι· “ Κύριος ὐπερηφαν * * * ἄλλου ἱκανοῦ ἀντενεχθῆναι ὄντος ἣ μόνου Θεοῦ. τῷ μεγαλείῳ οὖν τοῦ στόματος ἐκ τῆς ἄγαν ὑπερηφανίας συγκροτουμένῳ· καὶ ἡ βλασφημία ἀκόλουθος κατὰ παντὸς ἀφειδῶς χωροῦσα· διὸ καὶ Δαβὶδ περὶ τῶν τοιούτων φησι· “ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ “ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς.” ἀλλὰ καὶ Ἡσαΐας τὸ πρὸς οὐδὲν τῶν κακῶν ἔχειν τὴν παραβολὴν τὴν ὑπερηφανίαν· διὸ καὶ κατὰ Θεοῦ ἀνυποστόλως χωρῆσαι· ὃν οὐκ ἄλλον ἣ τὸν ἀποστάτην εἶναι τοῦτον ὑπὸ Σενναχειρὴμ τοῦ προσώπου συσκιαζόμενον, ἐν οἷς φησι, “ ἀναβήσομαι εἰς τὸν οὐρανὸν, ἐπάνω τῶν ἄστρων τοῦ “ οὐρανοῦ θήσω τὸν θρόνον μου. καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ·” ταῦτα γὰρ θνητῇ φύσει πῶς ἃν ἐξὸν ἐρεῖν τῇ φθορᾷ συμπεπλεγμένῃ καὶ ἐν αὐτῷ τῷ ζῆν τὸ ἀλλοιωτὸν δυστυχούσῃ; οὕτως καὶ διὰ τοῦ προφήτου Ἡσαΐου τῆς μεγαλοφώνου βλασφημίας ὑπὸ προσώπου τοῦ Ἀσσυρίου κωμῳδηθέντος τοῦ Ἀντιχρίστου καὶ τούτῳ τὰ βλάσφημα προσνεμηθέντα· ἀκόλουθον καὶ τοῖς ἑξῆς τοῦ προκειμένου τῇ θεωρίᾳ Θεοῦ συνεπιρρώσει ἐνασχολεῖσθαι οὕτως ἔχουσι.
[*](d λέγειν Edd. e Quæ seq. om. Edd. usq. ad fin.)Βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ.
e Κατὰ θείαν ἀνοχὴν, ὡς ἔφθημεν θέπαραμενο, ΓC ἔτη ἕξει τὴν παρρησίαν· τήν τε πρὸς τὸν Θεὸν βλαφημίαν ἐνστῆσαι καὶ τὴν πρὸς τοὺς οὐρανίους, οὓς καὶ σκηνὴν ὀνομάζει, ἤτοι τοὺς ἁγίους Ἀγγέλους. ἢ τοὺς ἀγγελομιμήτως τὸν ἑαυτῶν διεξαγόντων βίον· καθὸ καὶ τὸ “ ἐσκήνωσα ἐν αὐτοῖς” εἴρηται. σκηνὴ δὲ Θεοῦ καὶ ἡ ἐν σαρκὶ τοῦ Θεοῦ Λόγου ᾔτουν ἐνανθρώπησις καθ’ ὧν ἁπάντων εἰς βλασφημίαν τραπήσεται. ὁ πόλεμος δὲ ὁ πρὸς τοὺς ἁγίους καὶ ἡ νίκη· ἁγίους ἐνταῦθα ἀκουστέον καὶ πάντας τοὺς κεκλημένους, καθὸ καὶ εἴρηται καὶ ἐν τῇ παλαιᾷ, τὸν ὀλοθρεύοντα ἄρξασθαι ἀπὸ τῶν ἁγίων. ἐπεὶ δὲ κατὰ τὴν τοῦ Κυρίου φωνὴν, “πολλοὶ μὲν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί·” εἰκὸς ἐκείνους νικηθῆναι, τοὺς μὴ τοῖς ὀλίγοις συντεταγμένους· ὧν ἡ κλῆσις οὐ διὰ βάθους ἦλθεν καρδίας, ἀλλ’ ἀκροθιγῶς καὶ ὅσον Χριστιανοῖς ἐναριθμη- θῆναι.
Καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος, καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου. εἴ τις ἔχει οὖς, ἀκουσάτω. εἴ τις αἰχμαλωσίαν συνάγει, εἰς αἰχμαλωσίαν ὑπάγει. εἴ τις ἐν μαχαίρᾳ ἀποκτενεῖ, δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκτανθῆναι. ὧδε ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.
Ἐν τοῖς φθάσασιν εἴρηται, ὡς ὁ τῆς ἐπιδημίας τοῦ Ἀντιχρίστου καιρὸς καὶ τῆς ἀπατηλῆς αὐτοῦ ἐξουσίας, εἰς τρία ἥμισυ ἔτη συντελεῖται. τοῦτο γὰρ οἱ τεσσαρακονταδύο μῆνες, χρονικὸν διάστημα συνάγουσιν.
Καὶ ἐδόθη αὐτῷ ἐξουσία κατὰ πᾶσαν φυλήν.
f Τὸ ἀναπολόγητον αὐτῷ περιποιῶν· κατὰ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος ἐνεξουσιάσαι ἐφεῖται· τοῦ μὴ προ- [*](e Hoc Sch. carent Edd. f Edd. deest hoc Sch.)
Καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς.
Περιληπτικὴν ἔννοιαν ἐπισυρομένου τοῦ πᾶς, μορίου, ἵνα e μὴ κἀνταῦθα τοῦτο παραληφθὲν εἰς παντὸς ἀνθρωπίνου γένους σχὲ ἱν τὸν Ἀντίχριστον ἐννοηθῇ τὴν προσκύνησιν. ἵνα οὑν μὴ τοῦτο συμβῇ γνώρισμα παρέσχε τῶν προσκυνούντων τούτῳ, ἐκείνους λέγων προσκυνῆσαι, τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, οὓς καὶ Ἠσαΐας πεσεῖσθαι μελῳδεῖ, οὐ πεσούμεθα φάσκων, ἀλλὰ “πεσοῦνται οἱ “ ἐνοικοῦντες ἐπὶ τῆς γῆς,” τουτέστιν, οἱ μηδὲν τῶν οὐρανίων καὶ τῆς ἐκεῖ δόξης πεφροντικότες, ἀλλὰ τῇ γηίνῃ ἑστίᾳ καὶ τῇ κατ’ αὐτὴν χοιρώδει βιώσει προσαρμοζόμενοι. διὸ καὶ τῆς f τοῦ βιβλίου τῆς ζωῆς διημαρτήκασιν ἐγγραφῆς.
Τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.
Ἐν ὑπερβατῷ ἀκουστέον τὸ, “ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐν “ τῇ βίβλῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου.” ἐπεὶ ὧν γέγραπται, ἀπὸ καταβολῆς κόσμου γέγραπται. οὕτω γὰρ δεῖ νοεῖν, οὐχ ὡς ἡ γραφὴ ἔχει, ὅτι μηδὲ ἀπὸ καταβολῆς κόσμου ἡ τοῦ ἀρνίου σφαγή. τίνων δὲ τὰ ὀνόματα μὴ προσκυνησάντων τῷ δράκοντι, διὸ καὶ ἐν τῇ βίβλῳ τοῦ ἀρνίου ἐγράφησαν; ἐκ τῶν ἐθνῶν g φέρε [*](e ἐπεὶ B. f τοῖς Edd. g οἱ τοιοῦτοι Edd.)
Εἴ τις ἔχει οὖς, ἀκουσάτω.
“ Εἴ τις,” φησὶν, “ἔχει οὖς,” τῷ ἡγεμόνι νῷ παραπέμπων τὴν διὰ τῶν ῥημάτων ἐκφερομένην i ἔννοιαν, ἀκουσάτω τῶν εἰρημένων, καὶ γνώτω, ὅτι ὁ περὶ τὸ αἰχμαλωτίζειν ἑτέρους πρόχειρος, δέξεται τὰ ἐπίχειρα τῶν πεπραγμένων αὐτῷ. τοῦτο γὰρ βούλεται παριστᾷν τὸ ὑπάγει, οἱονεὶ, οὑς τῇ αἰχμαλωσίᾳ ὑπάγει ἀντὶ του ὑποβάλλει k, τοῦ καὶ αὐτὸν αἰχμαλωτισθῆναι ὑπὸ τοῦ θηρίου, μηδεμιᾶς ἀναλήψεως τυγχάνων ὑπὸ τοῦ Θεοῦ τοῦ μὴ ἀπαχθῆναι. εἴτις φονικὸς τὸν τρόπον, ἀποκτανθήσεται καὶ αὐτὸς τὸν νοητὸν καὶ ψυχικὸν θάνατον ὑπὸ τοῦ Σατανᾶ διὰ τῆς εἰς αὐτὸν προσκυνήσεως. ᾧτ’ γὰρ δι’ ἔργων ἡττήθησαν ἀπαγωγαῖς καὶ φόνοις ἐνασχολούμενοι τοῖς πρὸς ἡδονῆς τοῦ ἀντικειμένου, τούτῳ καὶ δουλωθέντες, τὰ τῆς δουλείας ἀποίσονται δυσχερῆ. ᾧδε ἐνορᾶται ἡ ὑπομονὴ τοῦ μὴ διὰ τὰς θλίψεις τὰς ὑπὸ τοῦ Σατανᾶ ἐγγινομένας τοῖς εὐσεβέσι l m ἐνδοῦναι· τούτῳ τὸ ἀπὸ τῆς πίστεως ἐπιβραβευθήσεται τῶν ἁγίων, ὅτι καὶ αὐτοὶ πίστει κατώρθωσαν τὰ ἐπαινετὰ πάντα· εἴτι Παύλῳ πιστέον Ἑβραίοις οὕτως διεξίοντι. ταῦτα πλατύτερον παρετέθη πρὸς σαφήνειαν τοῦ συντετμημένου λόγου.
n Ἐν γὰρ τῇ ὑπομονῇ ἡ τῶν ψυχῶν περιγίνεται κτῆσις, ᾔτουν σωτηρία, ὡς ἔστιν αὐτοῦ Κυρίου ἀκοῦσαι “ ἐν τῇ ὑπομονῇ ὑμῶν, φάσκοντος, “ κτήσασθε τὰς ψυχὰς ὑμῶν.”
[*](h πάντες om. B. i ἐκφαινομένην B. k οἱονεὶ εἰς ἀνέκτισιν ἑαυτῷ τὸν μόχθον καταβάλλει Edd. 1 εὐσεβοῦσιν B. m Sic Edd. καρτερικώτατα διαβεβηκότων, καὶ διὰ τῆς πίστεως δεδοκιμασμένων ἁγίων, ὅτι καὶ αὐτοὶ πίστει κατώρθωσαν τὰ ἐπαινετὰ πάντα, εἴγε Παύλῳ πειστέον Ἑβραίοις οὕτω διεξιόντι ταῦτα πλατύτερον. n Hoc Sch. carent Edd.)Περὶ ἑτέρου θηρίου δύο κέρατα ἔχοντος, καὶ τῷ πρώτῳ τοὺς ἀνθρώπους προσάγοντος.
Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων. καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. καὶ ἐποίει τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ. καὶ ποιεῖ σημεῖα μεγάλα καὶ πῦρ, ἵνα ἐκ τοῦ οὐρανοῦ καταβαίνῃ ἐπὶ τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων. καὶ πλανᾷ τοὺς ἐμοὺς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου.
Πόλλας ἐκδρομὰς ποιησάμενος ἐκ τῶνδε τῶν ἀρχῶν, εἰς προγενεστέρας ἀρχὰς ἀναβὰς, ἔφθασεν εἰς τὸ σπουδαζόμενον. ὅπερ οὐκ ἄλλο, ἢ τὸ διηγήσασθαι τὰ περὶ τῆς παρουσίας τοῦ Ἀντιχρίστου. καὶ ὅρα τί φησι περὶ αὐτοῦ, ἐκ τῆς γῆς δηλαδὴ ἀναβαίνειν αὐτὸν, ὅθεν καὶ πᾶσιν ἀνθρώποις ἡ γένεσις. ἄνθρωπος γὰρ καὶ αὐτὸς κατ’ ἐνέργειαν τοῦ Σατανᾶ, ὡς καὶ Παύλῳ τῷ θείῳ δοκεῖ. τὰ κέρατα δὲ οὐκ ἀρνίου, ἀλλ’ ὅμοια ἀρνίῳ, ἐπειδὴ φαντάζει ἑαυτὸν ἐπιεικῆ ὡς ὁ Χριστὸς, ἵνα πλανᾷ. διὰ τοῦτο ἡ ὁμοιότης τῶν κεράτων, ἤγουν τῆς δόξης. καὶ ὡς δράκων λαλεῖ οὐκ ὢν δράκων. οὐ γὰρ ὁ Σατανᾶς ἐστὶν αὐτόχρημα, ἀλλ’ ὡς ἐκεῖνος ἐνεξουσιάζων, τουτέστι, διάδοχος γίνεται τῆς ἐξουσίας τοῦ διαβόλου. “ἐνώπιον” δὲ, οἱονεὶ ἀκολούθως ἐκείνῳ, ἐχομένως ἐκείνῳ κατ’ οὐδὲν παραλλάττων ο τῆς παρουσίας τοῦ πρώτου Σατανᾶ. ἐξ ὧν καὶ παρασκευάζει πάντας οἷς οὐδὲν πλέον τῶν γηϊνῶν εἰς φρόντησιν ἀλλὰ τῆ κατοικίᾳ συνδιαφέρουσι καὶ τὴν βιοτὴν προσκυνῆσαι τὸ πρῶτον θήριον· καὶ πῶς τοῦτο μὴ αἰσθητῶς οἷόν τε φανῆναι τοῦ διαβόλου; ἵνα πρὸς αὐτὸν περαίνηται ἡ προσκύνησις ἐναργῶς. πρὸς αὐτὸν μὲν παρρησιαστικῶς οὐ· ἀλλ’ ὥσπερ εἴρηται ἤδη ἡ [*](ο παραλλάττον B. p Hinc usque ad fin. Sch. add. Cod. B.)
Ἀντὶ τοῦ ἐχομένως προοδοποιῶν τῷ πρώτῳ θηρίῳ τὴν προσ- κυνησιν.
Οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ.
Ἐν τοῖς φθάσασιν εἴρηται περὶ τούτου πλατύτερον· νῦν δὲ ὅσον μόνον παραστῆσαι ὑπεσημήνατο. ἐπειδὴ γὰρ εἶπεν τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖται ἐνώπιον αὐτοῦ, (πρῶτον δὲ πάντων εἴρηκε τὸν δράκοντα τὸν πυρρὸν, ὃν ἔδειξεν ἐν τῷ οὐρανῷ γεγραμμένον ἡ ὀπτασία ο,) ἵνα μή τις νομίσῃ νῦν λέγειν αὐτὸν περὶ ἐκείνου, ὃς τὴν ἐξουσίαν ἔλαβε τοῦ πρώτου θηρίου, οὐ περὶ ἐκείνου φησὶ τοῦ πρώτου λέγω, ἀλλὰ τοῦ μετ’ ἐκεῖνον μὲν, πρὸ δὲ τοῦ p Ἀντιχρίστου, ὃν ἡ ὀπτασία ἔδειξεν ἐκ τῆς θαλάσσης ἀναβαίνειν, ὅμοιον ὄντα παρδάλει. τούτου γὰρ ἡ πληγὴ ἰάθη κατὰ τὸ πρότερον εἰρημένον q. σημεῖα γὰρ καὶ τέρατα αὐτὸν ποιεῖν κατ’ ἐνέργειαν τοῦ διαβόλου, ὡς καὶ Παύλῳ τῷ θείῳ, ὡς ἔφθημεν εἰρηκότες, δοκεῖ. τὰ δὲ σημεῖα πυρὸς ἀπ’ οὐρανοῦ καταφορὰ, ὃ καὶ ἐπὶ τοῦ Ἰὼβ, ἀφ’ οὗ καὶ τοῦ δικαίου τὰ κτήνη διέφθειρε καὶ ἕτερά τινα τοιαῦτα μεγάλα, ὡς τῇ μεγαλειότητι ἐκστήσαντα λαβεῖν καὶ τοὺς ἤδη πιστούς. τοῦτο γὰρ διὰ τοῦ [*](n τὸ Cod. ο ἐν τῇ ὀπτασίᾳ Edd. P πρώτω δὲ τοῦ Ἀντ. B. q τὰ προτ. εἰρημένα B.)
Ἐνώπιον τῶν ἀνθρώπων.
Ποιεῖ μεγάλα σημεῖα κλέπτων τοὺς ὀφθαλμοὺς τῶν ὁρώντων, ὥσπερ καὶ οἱ Αἰγύπτιοι φαρμακοὶ κατενώπιον τοῦ Φαραὼ, καὶ Σίμων ὁ Μάγος ἐν Ῥώμῃ ἐξανίστων τὸν νεκρὸν κἀν ὑπὸ Πέτρου ἠλέγχθη· πάντα οὖν πράξει, φησὶν, ὁ τοῦ Ἀντιχρίστου πρόδρομος διὰ γοητείας, πρὸς τὸ νομισθῆναι τὸν Ἀντίχριστον Χριστὸν, ὡς ὑπὸ τοιούτου τερατουργοῦ μαρτυρούμενον καὶ ἀναμφισβήτητον τὴν δόξαν λαμβάνοντα, κατὰ μίμησιν τοῦ βαπτιστοῦ Ἰωάννου, τῷ Σωτήρι’ Χριστῷ μαρτυροῦντος, καὶ τούτῳ v προάγοντος. δεινὸν γὰρ τὸ ψεῦδος ἀπάτῃ μιμεῖσθαι πρὸς ὄλεθρον τῶν πειθομένων τὴν ἀλήθειαν.
Ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου.
w Τὸ ἐνώπιον δύναται καὶ τὸ ὑπὸ παρουσίᾳ δηλοῦν. δύναται καὶ τὸ κατ’ ἀξίαν καὶ ἀκολούθως, ὡς ἔχει καὶ τὸ “ λατρεύειν αὐτῷ “ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ. ἀντὶ γὰρ τοῦ κατ ἀξίαν τῆς θεικῆς ἁγιότητος καὶ δικαιοσύνης ἐντεῦθεν λατρευτέον· οὕτως οὑν καὶ νῦν τὸ ἐνώπιον ἐκληπτέον. ἵνα ἠ’, τὰ σημεῖα δὲ ἐχωρήθη αὐτῷ ποιήσας οὐκ ἀληθείας ἐχόμενα ἀλλ’ ἀπάτης κατ’ ἀξίαν τοῦ ἐνεργοῦντος ἀπατεῶνος. x
Λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ ὃ εἶχε πληγὴν καὶ ἔζησεν ἀπὸ τῆς μαχαίρας. [*](r πλανᾷ om. B. s ἀπάτην Ἄγγελοι B. t δύναται σχεῖν B. u æ seq. add. B. usque ad πάντα οὖν πράξει. v τούτου Edd. w Hoc Sch. carent Edd. x ἀπαταιῶνος Cod.)
x Ἀκριβῶς ἄγαν τοῖς ἐπὶ γῆς κατοικοῦσι τὸ πρόσταγμα, οὓς καὶ πεπεῖσθαι Ἡσαΐας ἐν ᾠδῇ φησι, οὐ πεσούμεθα, ἀλλὰ “ πεσοῦνται “ οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.” τούτοις οὑν καὶ νῦν οὐ τοῖς τὸ πολίτευμα ἔχουσιν ἐν οὐρανοῖς ἡ τῆς εἰκόνος ἐντέλλεται ποίησις· ἀπέγνωσται γὰρ τούτων τὸ ἀπατᾶσθαι κατησφαλισμένων ἀκριβῶς τῇ προαναφωνήσει τῆς τοῦ θηρίου ἐλεύσεως· ἡ προφώνησις δὲ τοῦ “ εἴτις ἔχει οὖς, ἀκουσάτω. ” περὶ τοῦ θηρίου, ὃ εἶχε πληγὴν καὶ ἔζησε, προπαρατεθεῖται.
Ἐπειδὴ, δὲ καὶ ἡ εἰκὼν ἀνεστυλώθη τῷ θηρίῳ, ἐδόθη καὶ πνεῦμα δοῦναι τῇ εἰκόνι, ἵνα δῆθεν λαλήσῃ ἡ εἰκών. τοῦτο δὲ πρὸς τὰ ἀγάλματα λογιστέον, ἃ πολλὰ καὶ ἱδροῦντα καὶ λαλοῦντα y ἱστόρηται τοῖς Ἑλληνικοῖς χρόνοις ἐνεργείᾳ διαβολικῇ. ἡ δὲ σύνταξις τοῦ ῥητοῦ οὕτως. κατὰ κοινοῦ δὲ τὸ, “ ἵνα,’’ ληπτέον, ὡς ἃν ᾖ οὕτως. ἴνα καὶ λαλήσῃ, ἴνα καὶ ποιήσῃ, ὅσοι μὴ προσκυνήσουσι τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ οὗτοι ἀποκτανθῶσιν. ὅτι δὲ τὰ ἀγάλματα, ὡς εἴρηται, ἐλάλει, ἐξ ἱστορίας μαθεῖν ἔνεστιν, ὡς διὰ γοητείας ἱστόρηται καὶ δένδρα καὶ ὕδατα λαλῆσαι, διά τε Ἀπολλωνίου καὶ ἑτέρων γοήτων z. ἀλλὰ καὶ Σίμωνα τὸν Μάγον νεκρὸν ἀναστῆσαι φαντάσαντα, ὡς φθάνομεν εἰρηκότες, παρουσίᾳ Πέτρου· ὑφ’ οὗ καὶ ἠλέγχθη Σίμων ὡς φαντασία ἡ ἀνέγερσις· αὐτοῦ Πέτρου ἀληθινῇ ἐγέρσει τὸ ἀπατηλὸν καταργήσαντος.
Οὕτως τόν ὑπασπιστην τοῦ Ἀντιχρίστου ἀποκαμοντα ταῖς ἀπατηλαῖς φαντασίαις ποιῆσαι εἰκόνα τῷ θηρίῳ προστάξαι καὶ [*](x Hoc Sch. carent Edd. y ἱδροῦν κ. λαλεῖν B. z ποιητῶν Edd.)
Καὶ ποιεῖ πάντας τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ ἑξῆς.
Ἰδιωτικώτερα ἡ σύνταξις, διὸ καὶ ἀνόητος. πότερον γὰρ λέγει τοὺς μικροὺς καὶ τοὺς μεγάλους λαβεῖν, ἣ δοῦναι; διὸ προσθήκῃ τῆς “εἰς” εἰς προθέσεως, τὸ ἀνόητον a ἐπανορθωθείη ἃν πρὸς οὕτω· καὶ ποιεῖ εἰς πάντας τοὺς μικροὺς καὶ τοὺς μεγάλους καὶ τοὺς ἐφ’ ἑξῆς, ἵνα δώσωσιν αὐτοῖς χαράγματα ἐπὶ τῆς δεξιᾶς χειρὸς, ἣ ἐπὶ τοῦ μετώπου. τοῦτο δὲ εἰς γνώρισμα φησὶ τοῦ ἐμπορευτέου καὶ μή. κἀνταῦθα δὲ ὁ “ καὶ” σύνδεσμος παρέλκει. λέγω δὴ ἐπὶ τοῦ “ καὶ ἵνα μήτις δύναται ἀγοράσαι ἣ πωλῆσαι περιττὸς γὰρ ὁ σύνδεσμος ὁ “ καί·” οὐ γὰρ ἀναίρεσις ἣ μετάβασις τῆς προκειμένης ἐννοίας, ὃ ἐπαγγέλλεσθαι ὁ σύνδεσμος πέφυκεν οὗτος. μᾶλλον μὲν οὖν καὶ παράστασιν αἰτίας ὁ αἰτιολογικὸς σύνδεσμος τῶν ἄνω εἰρημένων ἐμφαίνει ἐπὶ τῇ δόσει τοῦ σημείου· τοῦ διατὶ δέδοται τὸ σημεῖον. δέδοται γὰρ τοῦ μὴ ἄνευ τούτου τῆς ἐπιγνώσεως τὴν ἐμπορείαν τελεῖσθαι ἐξεῖναι.
Ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς.
Ἐπὶ χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ μετώπου τὸ γνώρισμα. ἀντίθετος γὰρ τῶν ἀγαθῶν b ἡ τοῦ ὀλεθρίου ὀνόματος ἐγχάραξις. ἐν μὲν ταῖς δεξιαῖς, ἵνα τῶν ἀγαθῶν ἔργων ἐκκόψῃ τὴν ἐνέργειαν.· ἐν δὲ τοῖς μετώποις, ἵνα τὸ τοῖς ὀφθαλμοῖς ἐπικείμενον μέρος προσληφθὲν c, σκοτασμὸν ἐμποιήσῃ τοῖς ἀπατωμένοις, τοῦ d μὴ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως e ἀντέχεσθαι τῆς εὐσεβείας. ἀλλ’ οὐ δέξονται τοῦτο οἱ τὰ πρόσωπα σημειωθέντες τῷ θείῳ τοῦ προσώπου φωτί.
Περὶ τοῦ ὀνόματος τοῦ θηρίου.
Ἢ τὸ ὄνομα τοῦ θηρίου, ἣ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ. ὧδε ἡ σοφία ἐστίν. ὁ ἔχων νοῦν, ψηφισάτω τὸν [*](a ἀδιανόητον B. b τὸ γνωρ. ἀντιθέτως τῶν ἀγαθῶν B. c προληφθὲν. B. d τοῦ om. B. e τοῦ εὐσχήμονος B.)
Καὶ τί τὸ χάραγμα, ἐπιφέρει, τὸ ὄνομα τοῦ θηρίου. διττὴ δὲ τούτου ἡ γνῶσις, ἢ διὰ προφορᾶς αὐτοῦ τοῦ ὀνόματος, ἣ διὰ ψήφου. καὶ τὴν ψῆφον δὲ τοῦ ὀνόματος τοῦ θηρίου, πανταχοῦ πλατύναι ἐπιτηδεύσει f, ἔντε πράσεσι καὶ ὠναῖς, ἵν᾿ ὁ μὴ τοῦτο ἐπιφερόμενος, ἐν ταῖς τῶν ἀναγκαίων ἐνδείαις τελευτήσῃ. ἀριθμὸν δὲ ἀνθρώπου τὸ ὄνομα εἶναι, ἀντὶ τοῦ οὐ g ξένον οὐδὲ ἀήθη καὶ ἐπικεκρυμμένον καὶ διπλόης ἐχόμενον, ἀλλὰ ψῆφον ἐντριβῆ καὶ ἔγνως μένην ἀνθρώποις. ἀριθμὸς δὲ τοῦ ὀνόματος τοῦ ψήφου, χξς΄. σαφῶς γὰρ h αὐτὸ τὸ ὄνομα οὐ παρέθετο, ἢ διὰ τὸ ἀνάξιον βιβλίῳ ἐγγραφῆναι. ἣ διὰ τὸ μὴ προδήλου ὄντος πολλοὺς σφετεριζομένους τῶν κακουργούντων πράγματα παρέχειν τοῖς εὐσεβέσι τὸ προαρπάζειν τὴν γνῶσιν τῆς παρουσίας, καὶ ἐν ἀώρῳ τὴν ἔκβασιν τιθεμένους τοῦ ὡρίμου καθάπαξ ὑστερεῖν. διόπερ γυμνασίας χάριν ἐπανελέσθαι οὐκ ἄκαιρον, τὰ τὴν ψῆφον ἐπιφερόμενα 1 ὀνόματα κύριά τε καὶ προσηγορικά. κύρια μὲν οἷον Λαμπέτις k, Τειτᾶν· καὶ ἀπὸ τοῦ τενῶ μέλλοντος, ὥσπερ καὶ ἀπὸ του σπερῶ, σπόρος Λατεῖνος ὁμοίως διὰ διφθόγγου· Βενέδικτος ὃ μᾶλλον ἐκείνων ἐπιτευκτικώτερον, τὸ εὐλογημένος ἀπὸ τῆς Ἰταλῶν γλώσσης ἀναπτυσσόμενον ἐμφαίνων, καὶ διὰ τοῦτο ἐπίδρομον τῷ ἀποστάτῃ ἐσόμενον ἅτε καὶ τῷ ἀληθινῷ ἐναρμοσθέντος Χριστῷ. προσηγορικὰ δὲ, ὁ νικητής. ἴσως γὰρ οὕτως ἑαυτὸν ὀνομάσει, καὶ κακὸς ὁδηγὸς, καὶ ἀληθὴς βλαβερὸς, καὶ πάλαι βάσκανος, καὶ ἁμνὸς ἄδικος, ἃ ἐκ τῶν ἐναντίων αὐτῶ ἐπικληθήσεται, τὴν οἰκείαν δόξαν ἐν τῆ αἰσχύνῃ καρπούμενος.
Ἐκ Τῶν Τοῦ Ἀνδρέου. Τὴν μὲν ἀκρίβειαν τῆς ψήφου, ὡς καὶ τὰ λοιπὰ περὶ αὐτοῦ γεγραμμένα, ὁ χρόνος ἀποκαλύψει καὶ ἡ πεῖρα τοῖς νήφουσιν. εἰ γὰρ ἔδει, καθώς φασι τινὲς τῶν διδασκάλων, σαφῶς γνωσθῆναι τὸ τοιοῦτον ὄνομα, ὁ τεθεαμένος αὐτὸ ἃν ἀπεκάλυψεν. ἀλλ’ οὐκ ηὐδόκησεν ἡ θεία χάρις ἐν θείᾳ βίβλῳ τὸ τοῦ λυμεῶνος ταγῆναι ὄνομα. ὡς δὲ ἐν γυμνασίας [*](f ἐπετηδεύθη Edd. g οὐ om. Edd. h δὲ B. i ἐπιφέροντα B. k Λαμπέτης B.)
Περὶ τῶν ρμδ΄ χιλιάδων τῶν σὺν τῷ ἀρνίῳ ἑστώτων ἐν ὄρει Σιῶν.
Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ἑστηκὸς ἐπὶ τὸ ὄρος Σιῶν, καὶ μετ’ αὐτοῦ ἀριθμὸς ρμδ΄ χιλιάδες, ἔχουσαι τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ὄνομα του πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ, ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῆς μεγάλης. καὶ ἡ φωνὴ ἢν ἤκουσα, ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. καὶ ᾄδουσιν ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου, καὶ ἐνώπιον τῶν τεσσάρων ζώων καὶ τῶν πρεσβυτέρων. καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ρμδ΄ χιλιάδες οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.
Ἐπὶ τὸ ὄρος Σιῶν.
Οὐ τῆς παλαιᾶς, ὅτι μηδὲ αὐτὴ ὑπήκοος τῷ ἀρνίῳ, ὅς ἐστιν ὁ Χριστὸς, ἀφ’ οὗ καὶ ἐλέχθη τοῖς ἀπειθοῦσι τὸ “ ἰδοὺ ἀφίεται “ ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.” οὐκ ἐπὶ τῆς παλαιᾶς οὖν Σιῶν ἡ στάσις τῷ ἀρνίῳ, αὕτη γὰρ ὑπὸ τῶν Ῥωμαϊκῶν κατέλυτο χειρῶν, καὶ ὁ ναὸς δὲ ἐνέπρηστο, ἁλούσης τῆς πόλεως ὑπὸ Τίτου τοῦ υἱοῦ Οὐεσπασιανοῦ· οὐκ ἐπὶ τῆς παλαιᾶς οὖν Σιῶν ἀλλ’ ἐπὶ τῆς νέας, ἥτις ἐστὶ πόλις Θεοῦ ζῶντος, ἧς νῦν δείκνυται ἐπιβεβηκὸς τὸ ἀρνίον τὴν ἐπ’ ἐσχάτων ἐπιστροφὴν, παραδηλούσης τῆς ὀπτασίας τοῦ Ἰσραήλ l. ἣν καὶ Παῦλος ὁ θεῖος ἠνίξατο m δι’ ὧν φησιν, “ ὅτε τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται, “ οἰκειωθεὶς τῷ Χριστῷ.” τοῦτο γὰρ αὐτοὺς καὶ Ἡσαΐας εὐηγγελίσατο διὰ τοῦ, “ ἰδοὺ ἥξει ἕνεκεν Σιῶν ὀρυόμενος, καὶ ἀποστρέψει “ ἀσεβείας ἀπὸ Ἰακὼβ εἶπεν Κύριος.”
[*](l τοῦ Ἰσρ. παραδ. τ. ὀπτ. Β. m ἐσήμανε B.)Καὶ μετ’ αὐτοῦ ἀριθμὸς ρμδ΄ χιλιάδες.
Μετὰ τοῦ ἀρνίου δηλαδή. ὁ ἀριθμὸς δὲ τῶν χιλιάδων οὐχ ὁ αὐτὸς τῶν ἀφ’ ἑκάστης φυλῆς προειρημένων πεπιστευκέναι τῷ Χριστῷ. ἦ γὰρ ἂν μετὰ τοῦ ἄρθρου προήνεγκεν, αἱ ρμδ΄ χιλιάδες, εἰπών. ἀλλ’ ἐπειδὴ ἀσυνάρθρως, λείπεται τοὺς ἀπὸ τῶν ἐθνῶν νοεῖν αὐτὸν εἰρηκέναι, τῆς ἐν ἑκάστῳ χάριτος τοῦ θείου σπόρου καὶ Ἀποστολικοῦ δωδεκάκις χιλιοστὸν ἀπεργαζομένης, τέλειον τὸν καρπὸν τῆς τῶν σωζομένων πίστεως, οἱς καὶ παρθενίαν κατωρθωκέναι προσμαρτυρεῖ, ὅση σαρκὸς, ὅση ψυχῆς· ὃ σπάνιον παρ’ Ἑβραίοις. τὸ δὲ ἔχειν τὸ ὄνομα τοῦ Πατρὸς αὐτοῦ γεγραμμένον καὶ τοῦ Υἱοῦ m ἐπὶ τῷ μετώπῳ αὐτῶν ἐγγεγράφθαι, δηλοῖ, ὡς τῷ θείῳ φωτὶ τοῦ προσώπου αὐτοῦ τοῦ θείου σφραγίζονται, δι’ οὗ τοῖς ἀντιμίμοις ἐπὶ τούτου ὀλεθρίοις δαίμοσι φοβεροὶ γίνονται.
Ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῆς μεγάλης.
Ἡ τῶν ὑδάτων καὶ τῶν βροντῶν n καὶ τῆς κιθάρας φωνὴ, τὸ διαπρύσιον δηλοῖ τῆς τῶν ἁγίων ὑμνῳδίας καὶ τῆς ἐμμελοῦς αὐτῶν καὶ εὐήχου καὶ συμφώνου ᾠδῆς, τῆς πᾶσαν περιηχούσης τὴν τῶν ἐν οὐρανοῖς ἀπογεγραμμένων Ἐκκλησίαν πρωτοτόκων καὶ πανήγυριν, οἷς ἡ πρωτότοκος ἐπιφημίζεται κλῆσις. φέρουσα δόξαν παρὰ τοῖς πάλαι· ἅτε τοῦτο δεικνύσης τοὺς τεκόντας ὅπερ ἐκεῖνοι τοὺς φύσαντας τὸν κοινὸν ἔρανον τῇ φύσει ἀντεισάγοντες. ταύτης τῆς συμφωνίας τῶν ἁγίων ἀπηχουμένης, ἣν τῇ νεκρώσει τοῦ σώματος καὶ τῶν τούτου ἐπιθυμιῶν κατορθοῦν ἐξεγένετο, οὐδενὶ τὸ μαθεῖν ἑτέρῳ περιελέλειπτο πλὴν αὐτῶν. διότι τῷ μέτρῳ τῆς πολιτείας καὶ ἡ γνῶσις συμπαρεκτείνεται, καθάπερ καὶ τοῖς τῶν ἀνθρώπων δούλοις ἀναλόγως τῇ δουλείᾳ καὶ ἡ τῶν μυστικῶν φανέρωσις γίνεται. ἐγὼ δὲ οἶμαι, ὅτι ο οὐδὲ ἀκοῦσαί τις δύναται τὰ τῆς καινῆς p ᾠδῆς μυστήρια, εἰ μὴ οἱ τοῦ ᾄδειν αὐτὰ ἠξιωμένοι. ἑκάστῳ γὰρ ἡ γνῶσις κατὰ τὴν ἀναλογίαν τῆς καθαρότητος. οὐ γὰρ βάλλουσι τὸν τοῦ Κυρίου νέον οἶνον εἰς ἀσκοὺς παλαίους q· οὐδὲ ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱμάτιον διεφθαρ- μένον r.
[*](m καὶ αὐτοῦ ἐπὶ μετώπων Edd. n τῆς βροντῆς B. ο ὅτι om. B. p νέας B. q παλαίου Cod. B. qui hæc solus habet. r διεφ. Cod.)Οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.
s Τούτοις καὶ Παῦλος ὁ θεῖος ἐπιπληκτικώτερον “ἠγοράσθητε,” φάσκει, “ τιμῆς·” διόπερ ὡς ἠγορασμένοι ἀνυπερθέτως τὴν διὸ ἠγοράσθητε λειτουργίαν μετιέναι μὴ ὀλιγώρως σχῆτε· καὶ τίς ἡ τιμὴ, αὐτὸς καὶ ταύτην παριστᾷ, “τιμίῳ” λέγων “ αἵματι τοῦ ἀσπίλου ἁμνοῦ, ὅς ἐστι Χριστός.” κἀκεῖνος μὲν οὕτως. ἡ δὲ προκειμένη θεωρία τοὺς ἠγορασμένους ἀπὸ τῆς γῆς, φησι, καὶ τίνος χάριν τῆς ἐνεγκαμένης ἡ δήλωσις· ἵνα καὶ τοῦ ὠνησαμένου τὸ φιλάγαθον παραστήσῃ, ὡς οὐ δι’ ἔνδειαν ἡ ὠνή· τίς γὰρ ἔνδεια γηίνων τῷ ἐπουρανίῳ; ἀλλ’ ἀγαθότητος ἔργον καὶ φιλανθρωπίας καὶ τῶν ταπεινῶν, εἰ καὶ παραξίαν τῆς σωτηρίας. οὕτως ἀντεχομένου ὡς καὶ σπονδαῖς τοῦ ἑαυτοῦ αἵματος τὴν τιμὴν καταβαλεῖν. καὶ ταύτῃ μὲν τοῦ ὠνησαμένου. τίς δὲ ἡ τῶν ἠγορασμένων δήλωσις τῆς ἐνεγκαμένης; εἰς παράστασιν καὶ τούτων τῆς ἀγνωμοσύνη,, ὡς οὐκ ἀξίως τῆς κλήσεως διαγενομένων· ἣ γὰρ ἃν παγκλήρως αὐτοῖς ἡ τῆς ᾠδῆς μάθησις ὑπῆρξεν, ἀλλ’ οὐκ ἀριθμῷ ὑποβαλλομένη.
Οὗτοί εἰσιν, οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν. παρθένοι γάρ εἰσιν. οὗτοί εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἐὰν ὑπάγῃ. οὗτοι ὑπὸ Ἰησοῦ ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων, ἀπαρχὴ τῷ Θεῷ καὶ τῷ ἀρνίῳ, καὶ οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτῶν ψεῦδος. ἄμωμοι γάρ εἰσιν. οὗτοί εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ.
Οὐκ ἀτιμουμένου τοῦ γάμου τὰ παρόντα. τίμιος γὰρ ὁ γάμος. καὶ οὐ τῷ ἀξιεπαίνῳ τῆς παρθενίας ὁ γάμος ὑποδύεται τὸ ἀνάξιον, ἀλλ’ ἐπειδὴ καὶ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, τούτους μετὰ τοὺς εἰκοσιτέσσαρας πρεσβυτέρους τῶν λοιπῶν εἶναι ἡγούμεθα προὔχοντας, διά τε τὴν παρθενίαν καὶ τὸ ἐν γλώσσῃ τε καὶ ἐν χερσὶν ἄμωμον· μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν κτωμένους τὴν ἐν ἀρεταῖς λαμπρότητα, δι’ ἧς καὶ τὴν καινὴν ᾠδὴν διδάσκονται, τοῖς πολλοῖς, οὐ μόνον κατὰ τὸν παρόντα βίον, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι αἰῶνι ἄγνωστον.
[*](s Hoc Sch. carent Edd.)Εἰ γὰρ καὶ τὸ τέλειον τῆς γνώσεως ἐκεῖ, κατὰ τὸν Ἀπόστολον, ἀλλὰ ἀναλόγως τῇ r ἑαυτοῦ καθάρσει ἑκάστῳ ἐφαπλουμένης τῆς γνώσεως. s τί γάρ φησι Παῦλος “ τότε ἐπιγνώσομαι καθὼς καὶ “ ἐπεγνώσθην·” γνῶσιν οὐ τὴν κατάληψιν φάσκων, ἀλλὰ τὴν ἐξ ἀγάπης οἰκείωσιν. ἀναλόγως οὖν τῆς ἐξ ἀρετῆς ἡμῶν πρὸς τὸ θεῖον οἰκειώσεως, καὶ ἡ γνῶσις εὐπορηθήσεται, τῆς μερικῆς γνώσεως τῷ φθαρτῷ τούτῳ βίῳ συναποσβεσθείσης. καὶ ὅτι κἀκεῖ οὐ μία καὶ πᾶσιν ἰσότιμος ἡ δόξα, ἀλλὰ διαφόροις τοῖς κόποις ἐπιμετρουμένη τῆς ἀρετῆς ἀκούειν ἐστὶ τοῦ λέγοντος· “ἕκαστος “ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. καὶ τῷ Χριστῷ, “ παρὰ τῷ Πατρί μου μοναὶ πολλαί εἰσι·” τοῦ πολλαὶ τὸ διάφορον εἰσηγουμένου· ἐκεῖνα γὰρ ὑποβάλλεται ἀριθμῷ, ὅσα κατά τι τὸ διάφορον πρὸς τὰ ἄλλα παρέχεται.
Οὗτοί εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ.
Οὐ διαφορὰν παριστῶντος τοῦ ἀρνίου πρὸς τὸν Χριστὸν, ἀλλὰ τὸ πρὸς ἀρετὴν διάφορον δηλοῦντος τῶν t τῆς μαθήσεως τῆς ᾠδῆς κατευτυχησάντων. οἱ μὲν γὰρ ἁπλότητι ψυχῆς καὶ ἀκακίᾳ περικροτούμενοι u, ἀκολουθεῖν τῷ ἀρνίῳ ἐπιτήδειοι γεγόνασιν. οἱ δὲ ἀνδρικώτερον διακείμενοι καὶ λελογισμένῃ διαθέσει περιστοιχούμενοι, τῷ ἀνδρωθέντι Χριστῷ ἀνδρικῶς x προσηνέχθησαν, πρός τε τὰ πάθη, πρός τε τοὺς τυράννους τὸ νικητήριον ἀνελόμενοι κράτος. οἳ δὲ διὰ τὸ μιμήσασθαι, τοὺς μὲν τὴν ἀκακίαν Χριστοῦ τοῦ διδασκάλου, τοὺς δὲ τὸ ἀρνικὸν, πρὸς τὴν ὑπὲρ αὐτοῦ τοῦ διδασκάλου τοῦ ἰδίου αἵματος ἔκχυσιν, οὕτω τῆς ἀπ’ αὐτοῦ κτήσεως ἔτυχον. ἀλλ’ ἐρεῖ τις· εἰ ἐξ οἴων πόνων τῶν κατορθωσάντων ἀντιμισθία ἡ ᾠδὴ, πῶς ἠγοράσθαι λέγονται; ἀκουσάτω οὖν ὡς οὐ μάτην ἡ ἀγορά· οὐ γὰρ ἄνευ θείας συναντιλήψεως ἀνθρώποις τὸ κατορθοῦν. ἀλλὰ τὸ μὲν ἐπανελέσθαι τῆς ἐξουσίας τοῦ ἐπαναιρουμένου· τὸ δὲ πρὸς πέρας ἀφικνεῖσθαι τοῦ συνεργοῦντος Θεοῦ. διὸ καὶ εἴρηται τὸ “ οὐ τοῦ θέλοντος οὐδὲ τοῦ “ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ.’’ ὡς οὖν τοῦ παντὸς ὄντος τοῦ κατορθώματος ἐκ Θεοῦ, εὐλόγως καὶ παρ’ αὐτοῦ ἡ καταβολὴ [*](r συμμέτρως τῆς ἑαυτ. ἑκασ. καθάρσεως B. s Quæ seq. usque fin. Sch. om. Edd. t τὸν Edd. u περικρατούμενοι Edd. x ἀνδρικῶς om. Edd.)
Περὶ Ἀγγέλου προαγορεύοντος τὴν ἐγγύτητα τῆς κρίσεως τῆς μελλούσης.
Καὶ εἶδον Ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα Εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι τοὺς καθημένους ἐπὶ τῆς γῆς, καὶ πᾶν ἔθνος, καὶ φυλὴν, καὶ γλῶσσαν, καὶ λαὸν, λέγων ἐν φωνῇ μεγάλη, φοβήθητε τὸν τύριον. καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ. καὶ προσκυνήσατε αὐτὸν, τὸν ποιήσαντα σαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πηγὰς ὑδάτων.
Τὸ μεσουράνημα, διττὴν νόησιν ἐμποιεῖ. καὶ γὰρ τὸ γ ὑψηλὸν καὶ μετέωρον καὶ ἀπ’ οὐρανοῦ, τό, τε z εὐαγγελιζόμενον ὑπ’ αὐτοῦ, καὶ αὐτὸς ὁ ὑπὸ Θεοῦ ἀποσταλεὶς, καὶ ὅτι ἤγγικεν a ἤδη τὸ ἀπ’ αἰῶνος ἐλπιζόμενον κριτήριον. καὶ ἐπειδὴ b σωτήριον τοῦτο τοῖς ἐκ παντὸς μέρους τῆς γῆς καὶ ἐκ παντὸς ἔθνους τὰ εὐάρεστα διαπραξαμένοις Θεῷ, ἀλλὰ καὶ ἔμφοβον δαίμοσι καὶ ἁμαρτωλοῖς. ἀμφότερα δὲ ὑπῃνίξατο ἡ Φωνὴ c, τοῖς μὲν ἀγαθοῖς διὰ τοῦ μεγάλου, τὸ καταθύμιον εἶναι τὴν τοῦ δικαίου κριτοῦ παρουσίαν, καὶ ὅτι d ἀποκαταστήσει αὐτοὺς πρὸς τὸν δι’ ὃν ἐναθλεῖν αὐτοὺς ὑπῆρξε, τῷ μοχθηρῷ τούτῳ βίῳ τῶν προσταγμάτων αὐτοῦ ἀντεχομένοις· διὰ δὲ τοῦ φοβεῖσθαι τῆς ἐπισκήψεως οὐ μόνον δικαίοις ψυχαγωγεῖσθαι τῷ τοῦ Θεοῦ φόβῳ τὰς σάρκας καθηλωμένας, μὴ φοβεῖσθαι ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, οὐ γὰρ καὶ τὴν ψυχὴν οἷούς τε ἀποκτεῖναι. τοῦτο δὲ οὐ μάτην τῇ ἐπισκήψει ἐνθεωρεῖσθαι· ἀλλ’ ἐπειδὴ καὶ πρὸ τῆς τοῦ Ἀντιχρίστου παρουσίας βασάνοις διὰ Χριστὸν ὑπεβλήθησαν οἱ πιστοί· καὶ κατ’ αὐτὴν τὴν παρουσίαν τοῦ Ἀντιχρίστου ἑκατέροις πρὸς ἀσφάλειαν ὁ φόβος παρείληπται. τοῖς δαίμοσι δὲ καὶ τοῖς ὑπ’ αὐτῶν ἐκβακχευθεῖσιν ἀνθρώποις φόβον, οὐ πρὸς ἀσφάλειαν, ἀλλ’ ἐκ [*](y ὅτι τε ὑψ. B. z τότε B. a ἔγγιον B. b εἰ καὶ Edd. c ἡ φωνὴ om. Edd. d ἥτι καὶ B.)
Καὶ προσκυνήσατε αὐτόν.
Ἐνδίκως τὸ μὲν προσκυνεῖν, ὡς ποιητὴν οὐρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. διὰ μὲν γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ θαλάσσης, ἡ ὁρωμένη δηλοῦται κτίσις, διὰ δὲ τῶν πηγῶν, ἡ ὑποχθόνιος. ἄδηλον γὰρ ὁπόθεν ταῖς πηγαῖς ἡ ἀνάδοσις, ὥσπερ καὶ τὰ ὑπὸ γῆν. εἰ δὲ τούτῳ ἐπαξίας ὡς παραιτίῳ τούτων ἡ δουλικὴ ὑπόπτωσις, ἐνδίκως ἂν καὶ τῷ ἀλιτηρίῳ διαβόλῳ ἡ ἀτιμία καὶ ἐξουδένωσις f.