Commentarius In Apocalypsin

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Ὄπως ἀναιρεθέντες ὑπὸ τοῦ ᾿Αντιχρίστου ἀναστήσονται ᾿Ενὼχ καὶ Ἠλίας, καὶ τοὺς ἠπατημένους ἐκπλήξουσιν. Καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ Θεοῦ εἰσῆλθεν εἰς αὐτοὺς, καὶ ἕσαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας ἔπεσεν ἐπὶ τοὺς θεωροῦντας φδκ αὐτούς. καὶ ἤκουσα φωνὴν μεγάλην ἐκ οὐρανοῦ λέγουσαν αὐτοῖς· ἀνάβητε ὧδε. καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῆ νεφέλη, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. ἐν ἐκείνῃ τῆ ἡμέρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν. καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτὰ, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο, καὶ ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ. ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν. ἡ οὐαὶ ἡ τρίτη, ἰδοὺ ἔρχεται ταχύ.

᾿Ισαρίθμους ἡμέρας τοῖς ἔτεσι τῆς προφητείας νεκρωθέντας ἀναστήσειν Φησίν t. ἐξέστη u πάλιν χρονικῆς δηλώσεως ἀπὸ μελλούσης συντελείας εἰς παρωχημένην μεπακρουσθεὶς, κἀνταῦθα x [*](s Quæ seq. om, Edd. t ἀνέστησαν om. φὴ. B. u ἐξ ἔτι τῆς χρόν’. Edd. x κἀνταῦθα om. B.)

345
τὸ ἀπαράβατον τῶν δηλουμένων σοφῶς πῶς ἐμφανὲς y μετὰ τῆς πρεπούσης καθιστῶν ἀκριβείας.

Καὶ φόβος μέγας ἔπεσεν.

Φόβος μέγας εἴρηται ἤτοι καὶ αἰσθητῶς συμβαίνων τότε, τούτων μελλόντων, ἢ καὶ ἑτέρως z παρουδὲν δὲ περὶ τούτων ἀσχολεῖσθαι χρὴ, ἀφ’ ἑκατέρου τῇ ψυχῇ τῶν ἐγρηγορέναι Φιλούντων, τοῦ σωτηρίου θεαρέστως a ποριζομένου.

Καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῆ νεφέλῃ.

Νεφέλη ἀεὶ τῶν θείων πραγμάτων ὑπουργὸς, ἤτοι περιπολοῦσα, ὡς ἐν τῷ, “ νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ. ἢ καὶ ὀχοῦσα ὥς περ ἐν ἄλλοις καὶ δὴ καὶ ἐνταῦθα. ἡ γὰρ νεφέλη εἴρηται b ἀπὸ νεφῶν, τὸ παχὺ καὶ ὑδατῶδες ἀποβαλόντων, ἃ νέφη ἐξ ἀναθυμιάσεως τῆς ὑγρᾶς οὐσίας πέφυκε τὴν ὑπόστασιν λαμβάνειν τῇ ἐξατμίσει. τοιγαροῦν τῶν νεφῶν τῆς νεφέλης τὸ εἶναι οἰκειουμένων, ἐνθεωρεῖται ἐν αὐτῇ ἀδηλία τις μετά τινος αἴγλης, ἥτις ἐξ ἀνακλάσεως ἡλιακῆς ἀκτῖνος, κατ’ ἔμπτωσιν ἐκτελεῖται. διόπερ καὶ ἀεὶ τοῖς θείοις δηλώμασι συμπαρομαρτεῖ, ἐκεῖνο αἰνιττομένη, ὡς τὰ θεῖα c οὔτε πάντη ἄδηλα d ἡμῖν, οὔτε πάντως ἐκδήλως παρεχόμενα e, ἀλλ’ οἷον ἀκράτου φωτὸς ἔλλαμψιν τῇ κρυφιότητι ὑπογυμναζομένη g. κατ’ αὐτὸ δὴ τοῦτο καὶ νῦν ἡ νεφέλη τῇ πρὸς οὐρανὸν ἀνόδῳ τῶν προφητῶν ὑπηρετεῖ. διὸ καὶ, ὡς ἔθος τὰ τοιαῦτα μετὰ τοῦ ἄρθρου παρείληπται. ἐν τῇ νεφέλῃ γὰρ ἀναβῆναι i φησὶν, οὕτω τῆς μυήσεως ἐντελλομένης, τῶν ἄρθρων, ὡς πρὸ μικροῦ ὑπεμνήσαμεν, προεγνωσμένου τινὸς ἀναπόλησιν εἰσηγουμένων. καὶ περὶ μὲν νεφέλης, ταύτῃ τεθεωρείσθω, ἥτις k κατὰ τὸ ἕτοιμον τῆς λέξεως, νεφέλη εἴρηται διὰ τὸ ἀπὸ νέφους τὴν ὑπόστασιν ἐσχηκέναι ἀποτιναχθέντος l πᾶν τὸ παχὺ καὶ ὑδατῶδες. ἀναθυμίασις γὰρ ὑγρὰ τὰ νέφη συνίστησιν, ἧς ἀποτιναχθείσης εἰς ὑετὸν, καὶ οἱονεὶ πέψεως m γενομένης, τὸ ἄπεπτον τούτου εἰς νεφέλης χωρεῖ γένεσιν· ἥντινα n δὲ o λεπτότῶν [*](y δηλ. ἐμφ. καθιστῶν B. z ἑτέρως πὼς οὐδὲν περὶ τ. B. a θεαρέστως oni. B. b εἴρηται Om. B. c τῶν θείων B. d ἀδήλων B. e παρεχομένων B. f λάμψις B. g ὑπολιγαζομένη B. h ἐθὰς B. i ἀνιέναι τῆς μύης. B. k εἴτις B. l ἀποτειναχθέντος B. m πέψεως ψεως Edd. n εἴτινα B. ἥ τινι Edd. ο διὰ Edd.)

346
τητᾷ καὶ διαφάνειαν καὶ Ἕλληνες l. ἤτοι φῶς ἡλιακὸν ἐμφιλοχωρεῖ, ὡς εἶναι οἱονεὶ νέφος πεφωτισμένον καὶ διαυγές m.

᾿Εν ἐκείνη τῆ ἡμέρᾳ ἐγένετο σεισμὸς μέγας.

n Δηλοῦ γινομένου ὡς καὶ αἰσθητῶς συμβαίνειν μελλόντων τούτων καὶ νοητῶς κατὰ θεωρίαν, πρὸς οὐδὲν τούτων ἀπαγορευτέον. τὸν γὰρ σεισμὸν νοητῶς καὶ ἐπὶ τῶν σαλευομένων τὴν μετάθεσιν ἐπὶ τὸ σταθερὸν καὶ βέβαιον δηλοῦν νομίζομεν. τὸ δέκατον δὲ τῆς πόλεως πίπτειν τὸ τῆς ἀσεβείας πτῶμα, μήτε τῇ τῶν ἀναιρεθέντων ἀπαλείψει σωφρονισθέντων, ὡς τῶν λοιπῶν σωθησομένων. αἱ γὰρ ζ΄ χιλιάδες ἀναιρούμεναι τοὺς τῷ ἑβδοματικῷ χρόνῳ προστετηκότας τοῦ παρόντος βίου, καὶ τὴν ὀγδόην τῆς ἀναστάσεως μὴ ἀναμένοντας, σημαίνειν φαίνεται, οὓς καὶ ἀποκτανθῆναι τὸν ἐν τῇ γεέννῃ αἰώνιον τῆς κολάσεως θάνατον. ὡς οὐχ οἷόν τε τὸν αἰσθητὸν τοῦτον οὐκέτι χώραν ἔχοντα ἐν ἐκείνῳ τῷ ἀκηράτῳ αἰῶνι ἐμφιλοφωρεῖν, ἐξ ἧς κατὰ δίκης οἱ λοιποὶ χαριστήριον ἀνέπεμψαν τῷ Θεῷ δόξαν τοῦ οὐρανοῦ. ὡς οὐκέτι τῶν γηίνων ἤτοι τῶν τῇ φθορᾷ συστοίχων ἐνεργουμένων, ὡς θείας ἐπισκοπῆς δεῖσθαι. ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν. ἡ τρίτη ἔρχεται, καθ’ ἣν ὁ ἕβδομος Ἄγγελος σαλπίσει.

Καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσε.

o Τί αἰνιττόμενος διὰ τούτου· ἢ τὸ ὅτι τοῦ κόσμου τὸ τηνικαῦτα δοκοῦν τέλειον καθοπότερον ἀρετῆς καὶ κακίας μὴ σωφρονισθὲν τῇ τιμωρίᾳ τῶν ἐκλελοιπότων, καὶ πρὸς τὸ ὄντως ὂν μεταθέμενον, τῷ αἰωνίῳ κατακρίματι παραπεμφθείη;

Καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα.

Ἰδικώτερον κέχρηται τῆ ἐπαγγελίᾳ. οὐ γὰρ τὰ ὀνόματα ἀπεκτάνθη. πῶς γὰρ τὰ ἐν τάξει συμβεβηκότων κείμενα; ἃ χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς γίνεται καὶ ἀπογίνεται, ὡς οἱ περὶ ταῦτα δεινοὶ ἐμφανίζουσιν. ἀλλ’ ἐκείνων ἀναιρεθέντων τῶν καθ’ ὧν τὰ ὀνόματα τέθειται, τὸ λεγόμενον νοητέον P. οὐ γὰρ κατὰ κενοῦ ἡ θέσις, κἀκεῖνα τῷ ὀλέθρῳ ὑπεβλήθη.

[*](1 καὶ ἕλη Edd. m καὶ διαυγὲς om. B. n jJqc Sch. carent Edd. o Deest hoc Sch. Edd. P τὸ λεγ. νοητ. om. B.)
347

Περὶ τῆς ἑβδόμης σάλπιγγος, καὶ τῶν ὑμνούντων τῷ Θεῷ ἁγίων ἐπὶ τῆ μελλούσῃ κρίσει.

Καὶ ὁ ἕβδομος Ἄγγελος ἐσάλπισε, καὶ ἐγένοντο φωναὶ μέγ’ ἄλαι ἐν τῷ οὐρανῷ, λέγουσαι, ἐγένετο ἡ βασιλεία τοῦ κόσμου, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. καὶ οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι, οἱ ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, οἳ κάθηνται ἐπὶ τοὺς θρόνους αὐτῶν, ἔπεσον ἐπὶ τὰ πρόσωπα αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ, λέγοντες· εὐχαριστοῦμέν σοι Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ὣν καὶ ὁ ἦν, ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην, καὶ ἐβασίλευσας. καὶ τὰ ἔθνη ὠργίσθησαν, ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις, καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοῖς μικροῖς καὶ τοῖς μεγάλοις, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.

Τὰ τῆς τρίτης οὐαὶ, ἡ τοῦ ἑβδόμου Ἀγγέλου σάλπισις παριστᾷ, φωνὰς μεγάλας ἐν οὐρανῷ ἐξηχουμένας, δήλωσιν ἐμποιούσας. τοῦτο γὰρ βούλεται τὸ λέγειν, ὡς καὶ προείπομεν. τί οὖν q τὸ δηλούμενον, “ ἐγένετο ἡ βασιλεία;” ἀεὶ μὲν ὁ Θεὸς οὔτε ἀρξάμενος, οὔτε παυσάμενος βασιλεύειν ὁρατῶν τε καὶ ἀοράτων, καὶ νοουμένων τε πάντων r καὶ ἀνεννοήτων, (ὅτι μηδὲ πάντων ἡ ἀνθρωπίνη περιδράττεται νόησις,) ἀλλὰ καὶ ἀνάρχως καὶ ἀτελευτήτως ἐστὶ πάντων Κύριος ὁ δεσπότης. ἐπειδὴ δὲ ἡ κοσμικὴ ἀρχὴ καὶ βασιλεία ἔσθ’ ὅτε τὸ ἀνυπότακτον ἐπεδείξατο αὐτῷ οἰκείαις ματαιότησι κορυφουμένη, ἧκε δὲ ἀπὸ τούτου s ὀνειρώττουσα δόξα τῷ θνητῷ τούτῳ κόσμῳ πρὸς φθορὰν καταντῶσα· λυθέντων t καὶ παυσαμένων τῶν ἐπὶ γῆς βασιλευόντων καὶ τυραννούντων οὐκ ἀληθῶς, ἀλλ’ ἐν ἐσόπτρῳ τε καὶ ἰνδάλματι, [*](q δὲ B. r τε παντ. om. B. s τοῦ ὡς ὀνειρ. B. t Edd. κατὰ τῶν σαλευθέντων.)

348
μόνος ὁ τῷ ὄντι Θεὸς καὶ βασιλεὺς κρατεῖν καὶ βασιλεύειν t εἰς τοὺς αἰῶνας ἀδιαδόχῳ u κράτει καὶ ἐξουσίᾳ εἴρηται.

Καὶ οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι.

x Οἱ κδ΄ οὗτοί τινες προτεθεώρηται ἤδη. διὸ κἀνταῦθα καὶ τοὺς ἁγίους Ἀγγέλους καὶ τοὺς ἀγγελικῶς τούτῳ τῷ βίῳ ἐμπολιτευσαμένους εὐχαριστίαν ἀναπέμψαι φησιν τῷ παντοκράτορι, ὃς ἔχει τὸ ὁ ὢν καὶ ὁ ἢν. τὸ ὢν ἐπὶ τῆς Ἀγίας ἁρμόζει Τριαδος, ὡς προείρηται· καὶ τὸ ἦν, εἰ καὶ τὰ μάλιστα περὶ τοῦ Πατρὸς εἴρηται τὸ ὁ ὣν, περὶ δὲ τοῦ Υὶοῦ ἰοῦ τὸ ὁ ἢν, ἀλλ’ οὑν καὶ κατὰ τῶν τριῶν ὑποστάσεων εἰρῆσθαι τις ἀναμφιβάλοι, ὃς ἐμφρόνως τὰ θεῖα καὶ θεοπρεπῶς διαιτῶν προτεθύμηται· πλὴν γὰρ τῶν ὑποστατικῶν χαρακτηρισμάτων τἄλλα πάντα ἀνυποστόλως κατὰ τῶν τρίων ἐναρμόττεται προσώπων· ὥστε η εὐχαριστία τῶν πρεσβυτέρων εἰς τὴν Ἀγίαν ἀνατίθεται τριάδα, καὶ κοινῇ καὶ καθέκαστον· εἰλῆφθαι δὲ τὴν δύναμιν τὴν μεγάλην δι’ ἐπιγνώσεως ἀληθοῦς ἐν τῇ παραδρομῇ τῶν σκιῶν, ἣν ὡς Θεὸς ἐξ ἀρχῆς βασιλείαν ἐκέκτητο, ἔδωκεν ἀνθρώποις· δι’ ὃ καὶ εἴρηται, “ δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ τύρραννοι “ γῆς.” ταύτην ὡς ἄνθρωπος μάλιστα ὁ δι’ ἡμᾶς γενόμενος λαβεῖν κατηξίωσεν. οὗ γενομένου καὶ τῆς ἐπιγείου βασιλείας ἀπολωμένης, εἰκότως τὰ ἔθνη ὠργίσθησαν, καθαιρεθείσης τῆς αὐτῶν δυναστείας· ἔθνη λέγων τὰ τῶν δαιμόνων συστήματα καὶ τῶν ἀπίστων ἀνθρώπων τὰ τάγματα, ὡς ἂν καὶ τῶν δαιμόνων ἀποστερουμένων τῆς ἑαυτῶν λατρείας καὶ δὴ καὶ ἐθνῶν, ἅτε τῇ προσφάτῳ καὶ ξένῃ διδαχὴ. μακροθυμήσας, ἐπὶ τέλει τὴν δίκην ἐπήνεγκεν, ἀξίαν καὶ τῆς θείας ἀνεξικακίας καὶ τῆς ἐκείνων σκληρότητος καὶ ἀγνωμοσύνης.

Ἔπεσον ἐπὶ τὰ πρόσωπα αὐτῶν.

Ἐπειδὴ ἡ πτῶσις καὶ τὴν ἁπλῶς κάθεξιν σημαίνει, ἵνα μὴ τοῦτο ὑποληφθείη, ἐπήγαγεν “ ἐπὶ τὰ πρόσωπα αὐτῶν,” ὅπερ τῇ δεσποτικῇ ἐποφείλεται παρὰ τῶν ὑποδεεστέρων τιμῇ.

Καὶ ἦλθεν ἡ ὀργή σου.

Πόλλα, φησι, μακροθυμήσας ἔτι τοῖς πάλαι, ἐπεὶ μηδὲν ἀπώναντο τῆς χρηστότητός σου, νῦν κατὰ καιρὸν ἦλθες. καιρὸν [*](t κρατεῖ καὶ βασιλεύει B. u ἀδιαδόχως B. x Hoc Sch. carent Edd.)

349
δὲ τῶν νεκρῶν, τὸν y τῆς παγκοσμίου φησὶν ἀναστάσεως, ἐν ᾧτ’ ἑκάστῳ καταλλήλως δοθήσεται τὰ ἐπίχειρα. διὰ δὲ τῶν προφητῶν, καὶ τῶν ἁγίων, καὶ τῶν φοβουμένων τὸν Θεὸν, τὰ τρία τάγματα τῶν ρ΄ καὶ ξ΄, καὶ λ΄ καρποφορούντων φησὶ, τῆς πρώτης λήξεως τῶν Ἀποστόλων ἀξιουμένων, καὶ τῆς ἐπὶ δώδεκα θρόνων ἱδρύσεως. ὡσαύτως καὶ τοὺς προφήτας z μάλιστα τοὺς ὑπολυσσώσαις a κατ’ αὐτῶν βασιλέων τιμωρίαις ὑποβληθέντας b. μικροὺς δὲ καὶ μεγάλους. μικροὺς, τοὺς ἧττον ἁγίους, μεγάλους, τοὺς μᾶλλον ὑπερέχοντας ἁγιότητι. ἐπεὶ δὲ διττὸς ὁ φόβος, ὁ μὲν προκαταρκτικὸς, ὁ δὲ τελειωτικὸς, καὶ τοῦ μὲν προκαταρκτικοῦ, τοῖς οὔπω τὴν ἀθῴωσιν εἰληφόσι συνόντος, τοῦ τελειωτικοῦ δὲ, τοῖς ἤδη ὑπὸ Θεοῦ ἀνειλημμένοις, οἷς καὶ διὰ φόβου ἀεὶ τὸ μή τι αὐτοῖς ἐνδεῖ, ὃν c εἰκὸς ὑπεῖναι τοῖς σφόδρα ἀγαπῶσιν, οὐκ ἀποβλητέον d οἶμαι τὸ ἀπὸ τῶν ἁγίων ὑποσταλῆναι τοὺς φοβουμένους, ὡς τῶν μὲν μικρῶν τῷ ὄντι φόβῳ ἐνεχομένων, τῶν δὲ μεγάλων οἳ ἔχουσι τὸ θαῤῥεῖν, ὥσπερ εἴρηται, καὶ τῷ θάρρει φόβον παρομαρτεῖν. ἑκατέροις τοίνυν ὁ φόβος διὰ τὴν ἀντίδοσιν τὴν πρὸς ἀξίαν τῶν βεβιωμένων καὶ τὴν ἀντιμισθίαν, τοῖς μὲν μεγάλοις, αὐτὸ τοῦτο τὸ μὴ πεποιθέναι ἑαυτοῖς προσεῖναι τὸ ἀνελλιπὲς, τοῖς μικροῖς δὲ ἀνενδοιάστως ἐλπιζομένοις e σώζεσθαι, καὶ ὅτε τοὺς τοῦ Θεοῦ δούλους ὑπέβαλλον ἀπηνέσι κακοῖς, καὶ οἶς ἄλλοις ἀτόποις αὐτῶν ἔργοις ἐμίαναν τὴν γῆν καὶ διέφθειραν f.

Περὶ τῶν διωγμῶν τῆς ἐκκλησίας τῶν προτέρων, καὶ τῶν ἐπὶ τοῦ Ἀντιχρίστου.

Καὶ ἠνοίχθη ὁ ναὸς ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης τοῦ Κυρίου ἐν τῷ ναῷ αὐτοῦ. καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ χάλαζα μεγάλη.

Μετὰ τὴν εὐχαριστήριον δόξαν τῶν Ἀγγέλων καὶ τῶν ἰσαγγέλως λῶς ζησάντων, ἠνοἰχθαι τὸν οὐρανόν φησι, καὶ ὀφθῆναι τὴν κιβω- [*](y τῶν B. z τοῖς προφήταις B. a τοῖς ὑπολυσσῶσι Β. b ὑποβληθεῖσι B. c ὤη B. d ἀπόβλητον B. e ἐλπιζομένων τῶν οἷς τοὺς Θεοῦ δούλους Β. f ἐμίαναν καὶ τὴν γῆν διεφ. B.)

350
τὸν τῆς διαθήκης. οὐρανὸν τὴν ὑπεράνθρωπον λέγων γνῶσιν, ἐν ᾧτ’ καὶ τεθησαύρισται “ ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, “ καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς “ ἀγαπῶσιν αὐτόν. ἐν τούτῳ τῷ τῆς γνώσεως οὐρανῷ, καὶ ἡ κιβωτὸς ὤφθη τῆς διαθήκης. τι δὲ δι’ αὐτῆς δηλοῦν ἐθελούσης τῆς ὀπτασίας ; τὸ ὅτι, ὥσπερ ἐν ἐκείνῳ καιρῷ εἴρηται Μωϋσῇ, συμβολικὰ ταῦτα τὰ παραταττόμενα αὐτῷ, ἀλλ’ οὐκ ἐνεργείας ἐχόμενα, “ ὄρα γάρ, φησι, “ ποιήσεις πάντα κατὰ τὸν τύπον “ τὸν δειχθέντα σοι ἐν τῷ ὄρει,’’) οὕτω καὶ νῦν μὴ ἐπ’ αὐτῶν ἐναπομένειν ταῦτα εἰσηγεῖται τῶν ὁρωμένων, καταλλήλως δὲ τῷ οὐρανίῳ ὕψει μετεωρίζων f τὴν γνῶσιν. καὶ ἐπειδὴ τῇ ὑποδείξει Μωϋσῇ τῆς κιβωτοῦ τῆς διαθήκης, προτέλεια g αἱ ἀστραπαὶ βρονταὶ κατὰ τὸ ὄρος ἐν ᾧ ταῦτα χρηματισθῆναι εὐδόκητο, ἀθιγὲς h τοῖς ἀλόγοις καὶ θηριώδεσιν ἀπειργάζοντο, οὕτω καὶ ἐνταῦθα τῆ ὑποδείξει τῆς κιβωτοῦ, καὶ τὰ καθήκοντα ταύτῃ τῆ ὀπτασίᾳ ἐπηκολούθει.

Καὶ ἐγένοντο ἀστραπαί.

Αὕτη ἐστὶν ἡ τρίτη οὐαὶ, ἥτις τοῖς ἁμαρτωλοῖς ἡτοιμάσθη, ὥσπερ ἡ ἐποψία τῶν ὑποκειμένων ἀγαθῶν τοῖς ἁγίοις τέως ἀδιαγνώστοις ἀνθρώποις, διὰ δὲ τῆς ἀνοίξεως τοῦ ναοῦ τοῦ Θεοῦ τοῦ ἐν τῷ οὐρανῷ, εἰς γνῶσιν ἀφικομένοις. περὶ ὧν καὶ ὁ Σωτῆρ’ ἐν τῷ δείπνῳ τῷ μυστικῷ φησι· “ ἀπαρτὶ οὐ μὴ πίω ἀπὸ τούτου “ τοῦ γεννήματος τῆς ἀμπέλου ταύτης, ἕως ἂν αὐτὸ πίνω καινὸν “ μεθ’ ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου. τότε γὰρ οἱ καλῶς βιώσαντες i τῆς παλινξωΐας ἠξιωμένοι, τῶν ἀποκειμένων ἀγαθῶν τοῖς ὁσίοις] ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς τεύξονται.

Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ. γυνὴ περιβεβλημένη τὸν ἥλιον καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανοι ἀστέρων δώδεκα, καὶ ἐν γαστρὶ ἔχουσα, ἔκραζεν ὠδίνουσα; καὶ βασανιζομένη τεκεῖν.

k Γυνὴ τοσαύτης ἠξιωμένη δόξης ἔφθημεν εἰρηκότες ὡς οὐρανὸν [*](f μετεωρίζειν B. πρωτόλεια B. h ἅπερ Edd. i οἱ καλ. βιῷς. om. B. j ἁγίοις B. k Init. huj. Scli. adj. e Cod. B. usq. ad τὰ κατὰ τὸν Ἀντίχρ.)

351
τὰ ὑπερφερῆ τῆς θνητῆς φύσεως νοήματα κατονομάζει· τὸ γὰρ τοῖς δεικνυμένοις ἐπιβάλλειν τὴν γνῶσιν ἐπιτευκτικῶς, καὶ οἴεσθαι τοῦτο ἀμαθῶς διατείνεσθαι, θρασείας καὶ αὐθάδους φρενός· τὸ δὲ ὰνεπερείστως k καὶ ὃ λαβεῖν κατηξίωται συμμέτρως τῇ ἑαυτοῦ καθάρσει, τοῦτο γνωρίζειν τοῖς ἄλλοις, ἐπιεικοῦς ἀνδρὸς καὶ μετρίου. διόπερ ἐκεῖνα προθέντες ἃ παρὰ τῶν πρὸ ἡμῶν ἔγνωμεν περὶ τῶν προκειμένων, τὰ πρὸς ἀποδοχὴν ὁποτέρου τῇ γνώμῃ του αἱρουμένου ἔωμεν· τὴν τοίνυν ταύτην τὴν γυναῖκα οἱ μὲν εἰς τὴν τοῦ Κυρίου μητέρα ὑπέλαβον τὴν ὀπτασίαν ἀναφέρουσαν δεῖξαι τὰ κατὰ τὸν Ἀντίχριστον πρὸ βραχέως διεξελθὼν, ἐπειδὴ τοῦ ἐπιστῆναι τοῦτον καὶ ὑπὸ τοῦ Σατανᾶ προχειρισθῆναι οἱ λόγοι εἴρηνται, σπουδῇ τοῦ Σατανᾶ πείθειν ἐξ ἀπάτης l βουλομένου τοὺς ἤδη προσνεμηθέντας Χριστῷ, καὶ ἐξ ὑποστροφῆς πρὸς αὐτὸν αὐτομολῆσαι· ὃς καὶ m τοῖς ἀπ’ ἀρχῆς τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου κακούργως ἐπιβαλὼν ἐξ ὁμοιώσεως τούτων τὴν ἀπάτην· προέθετο n ἐνστήσασθαι, καὶ μάλιστα Εβραίοις o τὰς περὶ Χριστοῦ προφητείας ἐκείνῳ μᾶλλον προσοικειοῦσιν ἣ τῷ p Χριστῷ. ταύτῃ τοι ἡ θεωρία τὴν ἀπάτην διορθουμένη, τὴν τοῦ Κυρίου δι’ ἡμᾶς προβάλλεται οἰκονομίαν, ὡς ἤδη τελεσθεῖσαν, καὶ μὴ ἃν ἄλλην αὐτῇ ἐνάμιλλον ἔσεσθαι δυναμένην. διὸ περὶ μὲν τῆς μητρὸς, ἅτε καθαρᾶς καὶ τῶν γηίνων ἀπηλλαγμένης, ἐν οὐρανῷ ταύτην γράφει, καὶ οὐκ ἐν γῇ, ὡς ἰσάγγελον. ἄλλα καίπερ οὕτω τῇ καθαρότητι ὑπερανέχουσα, τοῦ αὐτοῦ ἡμῖν μετεῖχεν φυράματος· τι γάρ φησιν ὁ Δαβὶδ περὶ τῆς συλλήψεως τοῦ Κυρίου ; “ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγὼν “ ἡ στάζουσα ἐπὶ τὴν γῆν. ” γῆν τὴν ἁγίαν καλοῦσα τοῦ Κυρίου μητέρα, ὡς ὁμοούσιον ἡμῖν τοῖς γηίνοις· τὸ γὰρ ἀνόσιον Εὐτυχοῦς δόγμα περὶ τῆς θεοτόκου, καὶ τῆς τοῦ Κυρίου σαρκώσεως, ἔξω ποῦ θείων περιβόλων ῥιπτέσθω. τὸ δὲ περιβεβλῆσθαι αὐτὴν τὸν ἥλιον, καὶ τὴν σελήνην ἔχειν ὑποπόδιον, ὁ Ἀββακοὺμ ἱκανὸς παραστῆσαι δι’ ὧν φησίν, “ ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει “αὐτῆς,” αὐτῆς, ἥλιον λέγων τῆς δικαιοσύνης τὸν Σωτῆρα Χριστὸν, [*](k ἀνεπερίστως Cod. l ἐξαυτῆς B. m ὃς καὶ om. B. n προθέσθαι B. ο Ἑβραίους B. p μάλα προσοικειῶν οὐχὶ τῷ B. q Quӕ seq. Edd. usque ad ῥιπτέσθω.)
352
τῷ εὐαγγελικῷ κηρύγματι ὑψωθέντα καὶ μετεωρισθέντα· τῆς δὲ σελήνης, τουτέστι τῆς τῶν Ἰουδαίων συναγωγῆς οὐκ ἔτι προσθήκην δεξαμένης. οὐ γὰρ ἔτι μετὰ τὴν τοῦ Χριστοῦ ἐπιφάνειαν προσθήκην ἐκ τῶν ἐθνῶν ἔλαβε διὰ προσηλύτων. μᾶλλον μὲν οὖν καὶ ὠλίγωται Χριστιανοῖς προσχωρούντων Ἰουδαίων. ἀλλὰ καὶ τὸ περιβεβλῆσθαι τὸν ἥλιον, τὸ ἐσκεπάσθαι τὴν ἁγίαν παρθένον τῷ ἡλίῳ τῷ νοητῷ, ἤτοι τῷ Χριστῷ, δυνάμεθα ὑπολαβεῖν, καὶ τὴν σελήνην, τὴν κατὰ νόμον λατρείαν καὶ πολιτείαν· ἅτε ὑποβιβασθεῖσαν καὶ παρὰ πολὺ μείονα ἑαυτῆς γενομένην τῷ εὐαγγελικῷ κινηθεῖσαν πυρσεύματι r. ἄλλως τε καὶ ὅτι ὁ νόμος καὶ τὰ νομικὰ προστάγματα ὑπὸ Χριστοῦ τοῦ Ἠλίου φωταγωγεῖται, ὡς καὶ ἡ σελήνη ὑπὸ τοῦ ἡλίου τοῦ αἰσθητοῦ. ἴσως s δὲ πρὸς τὸ δηλούμενον ἀκολουθότερον ἦν εἰπεῖν, τῷ ἡλίῳ μὴ περιβεβλῆσθαι τὴν γυναῖκα, περιβεβληκέναι δὲ τὸν ἐν γαστρὶ ἐχόμενον ἥλιον. ἀλλ’ ἵνα δείξῃ ἐν τῇ ὀπτασίᾳ ὅτι καὶ κυοφορούμενος ὁ Κύριος, καὶ τῆς οἰκείας μητρὸς καὶ πάσης τῆς κτίσεως ὑπερεῖχε, σκέπῃ αὐτὸν ἔφη περιβεβληκέναι τὴν μητέρα. t συνῳδεῖ τούτῳ καὶ τὸ ὑπὸ τοῦ Γαβριὴλ τῇ παρθένῳ ῥηθέν, “ δύναμις ὑψίστου ἐπισκιάσει τὸ σκέπην γὰρ περιβεβληκέναι ταὐτὸν ὑπάρχει τῷ ἐπισκιάζειν.

Ἕτεροι πάλιν, ὧν καὶ Μεθόδιος ὁ ἅγιος ὁ Πατάρων, εἰς τὴν ἁγίαν Ἐκκλησίαν ἁρμόζει τὸ ὅραμα, ἀσύμβατα τῆς δεσποτικῆς γεννήσεως νομίσας ταῦτα, διὰ τὸ ἤδη πρὸ πολλοῦ τετέχθαι τὸν Κύριον. ἡ Ἐκκλησία τοίνυν τὸν Ἥλιον τῆς δικαιοσύνης περιβέβληται καὶ τὸ νομικὸν φῶς τῆς νυκτοφαοῦς σελήνης. ταύτῃ γὰρ ὁ νόμος ἀπείκασται, ὡς ὑπὸ σκότῳ τῆς θεοσεβείας τὴν περίγειον πᾶσαν κατέχοντι, ἀμυδρὰν αὐγὴν, λάμψιν λέγω θεογνωσίσς, παρασχούσῃ· καὶ δή γε καὶ ὡς ἀλλοιουμένη κοσμικῇ ζωῇ ὑπὸ τοὺς πόδας τῆς Ἐκκλησίας λέλογχε. ἄστρασί τε ὁ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος δώδεκα κεκόσμηται, ἀριδήλως τοῖς Ἀποστόλοις ἡ Χριστοῦ Ἐκκλησία. ἀλλά γε δὴ ὁ αὐτός φησι Μεθόδιος καὶ ὡς τῆς σελήνης ἠρτημένης τῆς ὑγρᾶς οὐσίας, ἥτις τροπικῶς καλεῖται θαλάσσᾳ, τὸ ἅγιον βάπτισμα δηλοῦν· ὀλέθριον μὲν δαίμοσι, σωτήριον δὲ ἀνθρώποις εὐγνώμοσι. τὴν Ἐκκλησίαν [*](q τουτέστι τῆς τ. Ἰουδ. σὺν. om. B. r πνεύματι Edd. s ὡς δὲ B. t Quӕ seq. add. Cod. B.)

353
οὖν φησὶν ἡγητέον τὴν γυναῖκα, οὐ τὴν ἁγίαν παρθένον γεννῶσαν τὸν Χριστόν. γάλα γὰρ τοῦτο τετέλεστο τὸ μυστήριον τῆς ἐνανθρωπήσεως. ὁ δὲ Ἰωάννης τῶν μελλόντων οὐ τῶν ἤδη γεγεννημένων τὴν γνῶσιν ἀποκαλύπτεται. ἡ τοίνυν Ἐκκλγσία, ἤγουν ἡ νέα Σιῶν, ὠδίνει, κατὰ Παῦλον τὸν θεῖον εἰπεῖν, καὶ στενάζει γεννῶσα τοὺς ἀπολυτρουμένους, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν αὐτοῖς. δέδοικε δὲ τὸν δράκοντα. ἐστ’ ἃν ἐκφύγῃ τὰς μηχανὰς αὐτοῦ, καὶ τέκῃ κατ’ ἄνδρα ἕκαστον τὸν Χριστὸν, νοητῶς ἐμμορφωθέντα ἐν ἑκάστῳ· διὸ καὶ σπαργᾷ καὶ ὠδίνει ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ἡμῖν γεννηθεὶς, ὥστε ἕκαστος τὸ μετέχειν Χριστοῦ γεννᾶται.

Καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανοι.

s Τὸ ὑποκάτω τῶν ποδῶν κατὰ τοὺς τὴν γυναῖκα τὴν ἐν τῷ οὐρανῷ εἰς τὴν θεομήτορα ἐξειληφότας εἴρηται· περὶ δὲ τοῦ ἐπὶ τῆς κεφαλῆς στεφάνου τοῦτό φασιν, ὡς στεφανοῦται ἡ παρθένος Μαρία τοῖς ιβ Ἀποστόλοις Χριστὸν κηρύσσουσιν· ὁποῖον γὰρ τὸ κλέος Χριστοῦ κηρυσσομένου τῆς τοῦτον τεκούσης ἀναφαίνεται· τὸ δὲ τὴν ἐν γαστρὶ ἔχουσαν καὶ ὠδίνουσαν κράζειν βασανιζομένην τῷ τόκῳ ὁ Ἀμώς, φησιν, Ἡσαΐας ἀπολύσασθαι, δι’ ὧν φάσκει “ πρὶν “ τὴν ὠδίνουσαν τεκεῖν, καὶ πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων “ ἐξέφυγε, καὶ ἔτεκεν ἄρσεν·’ καὶ Γρηγόριος δὲ ὁ Νύσης ἐν λόγῳ ιγ τῆς εἰς τὰ ἄσματα ἑρμηνείας, περὶ τοῦ Κυρίου φησι, “ “ ἀσυνδύαστος μὲν ἡ κυοφορία, ἀμόλυντος δὲ ἡ λοχεία, ἀνώδυνος “ καὶ ἀῳδός.’’ Ἐπεὶ δὲ ἡ μὲν Ἀποκάλυψις κράζειν τὴν ὠδίνουσαν, καὶ βασανίζεσθαι ἐπὶ τῷ τόκῳ παριστᾷ· ὁ δὲ προφήτης καὶ ὁ θεῖος πατὴρ οὐδὲν τοιοῦτόν φασιν, ἐκεῖνο ἐρῶμεν ὡς ἀμφότερα συνέβη τῇ παρθένῳ. καὶ γὰρ ἔκραζε καὶ ἐν ἀθυμίᾳ ἦν, τὸν μνηστῆρα ὑπονοοῦσα μοιχείας αὐτὴν ἐγκλήματι ὑπόδικον καταστήσειν t, ὃ καὶ τὸ Εὐαγγέλιόν φησι διὰ τοῦ λάθρα ἀπολύσαι αὐτὴν βουλεύεσθαι. ἐπεὶ δὲ Ἀγγέλῳ θείῳ τῆς ὑπονοίας ταύτης ἀπηλλάγη, ἐκ Πνεύματος Ἄγ’ ἴου τὴν κυοφορίαν u εἶναι ἐμπεδοῦντος, τότε καὶ αὐτὴ ἐξέφυγε πᾶσαν τὴν ὀδυνοῦσαν x αὐτὴν πραγματείαν. εἰ δὲ μηδὲν τοιοῦτον περὶ τῆς παρθένου τὸ Εὐαγγέλιον ὑποφαίνει, οἷον ὅτι ἠγωνία διὰ τὴν κυοφορίαν, οὐδὲν πρᾶγμα. οὕτω [*](s Init, huj. Sch. adj. e Cod. B. iisq. ad τοιοῦτον φασιν. t καταστήσοντα B. u ἐπιφορίαν B. x ὠδίνουσαν Edd.)

354
γὰρ καὶ Μωσέα ἐρεῖς ψευδῶς περὶ ἑαυτοῦ ἱστορῆσαι, ὁπηνίκα ὁρῶν ἑαυτὸν ὑπὸ τῶν Αἰγυπτίων ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ κρυφίαις ἐντυχίαις σιγῇ καρτερῶν, ἤκουεν πρὸς τοῦ Θεοῦ “ τι βοᾷς πρός με ”

Καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ. καὶ ἰδοὺ δράκων πυρρὸς μέγας, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ, ἑπτὰ διαδήματα, καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν.

Δράκοντα τὸν Σατανᾶν καλεῖ, διὰ τὸ σκολιόν· οὕτως γὰρ αὐτὸν καὶ ὁ Ἡσαΐας καλεῖ “τὸν δράκοντα λέγων “τὸν ὄφιν τὸν σκόλιον. πυρρὸν ’δε δία τὸ αιμοβορον y καὶ ὀργίλον. ἣ δία τὸ πυρῶδες τῆς ἀγγελικῆς οὐσίας· οὐ γὰρ τῆς οὐσίας ἠλλοίωται τῆς ἀγγελιωτίδος, ἀλλὰ τῆς προαιρέσεως, δι’ ἣν καὶ ἐκπέπτωκεν. οὐρανὸν δὲ ἐνταῦθα, ὃς τὸν ἀέρα φάσκει, οὐ κατὰ σκοπὸν βάλλει· πῶς γὰρ ἐκπέπτωκεν τούτου ὁ τὴν ἐξουσίαν, κατὰ Παῦλον εἰπεῖν, ἔχων ἐν αὐτῷ, “ κατὰ τὸν ἄρχοντα,” λέγοντα, “ τοῦ σκότους τοῦ ἀέρος τούτου ; κεφαλὰς δὲ αὐτοῦ, τὰς πονηροτέρας αὐτοῦ δυνάμεις καὶ ταῖς πνευματικαῖς ἐνεργείαις ἀντιθέτους. ἣ τὰ κατὰ τὸ Εὐαγγέλιον τῇ σεσαρωμένῃ ἐνοικιζόμενα οἰκίᾳ. ἣ τὰς ἑπτὰ κακίας, ἃς ὁ Σολομῶν ἐν καρδίᾳ εἶναί φησι τοῦ ἐχθροῦ.

x Ἀκολούθως τοῖς ἀρχῇ εἰρημένοις ἡ ὀπτασία καὶ νῦν τὰ κατὰ τὸν Ἀντίχριστον τελεώτερον διηγήσασθαι βουλομένη. ἀρχὴν τοιγὰρ καὶ τὴν τοῦ Κυρίου σύλληψίν τε καὶ γέννησιν, ὡς ἀντιζήλως ταύτης καὶ τοῦ κοινοῦ τῶν πάντων ἡμῶν ἐχθροῦ Σατανᾶ τὸν Ἀντίχριστον προβαλλομένου, κλέψει τῇ ὁμοιότητί τινας τῶν νοθεστέρων καὶ ῥᾳθυμότερον τῶν περὶ Χριστοῦ προφητικῶν ἐπακούοντας. τὰ κατὰ Ἀντίχριστον τοίνυν τῆς ὀπτασίας παραθεῖναι ἀφορμημένης ὡς τοῦ Κυρίου γεννήσεως· ἄλλην ἀρχὴν πρεσβυτέραν ἐκτίθησιν τὴν κατὰ τὸν Σατανᾶν τῆς ἐκ τοῦ οὐρανοῦ καταπτώσεως, ἣν καὶ ἐν τῇ ἑξῆς ὀπτασίᾳ τρανότερον προθῆται. νῦν γοῦν ἐκεῖνο συνιστᾶν βουλομένη, ὡς ὁ ἀντίζηλος τῇ τοῦ [*](x Hoc. Sch. carent. Edd. γ ὠμοβόρον B.)

355
ἀληθινοῦ Χριστοῦ προβησόμενος ἐνανθρωπήσει· ἀεὶ καὶ ἀρχῆθεν τοῖς ὑπὲρ ἑαυτὸν * * * λμίσας, καὶ οὗπερ εἶχεν ἐκπέπτωκεν αὐτῇ φάλαγγι καὶ συμμορίᾳ· καὶ δὴ καὶ τῇ παρουσίᾳ τοῦ Κυρίου τὰ δι’ ἔθους τολμήσας τῇ γεννήσει διὰ τοῦ Ἡρώδου· τῇ λοιπῇ οἰκονομίᾳ διὰ τῶν Φαρισαίων * * ἑξῆς προκισομένων. ὡς οὖν ἐπ’ ἐκείνοις τὸ μετὰ αἰσχύνης ἧττον, οὕτως κἂν τοῖς ἐν τῇ Ἀντιχρίστου παρουσίᾳ πολλὰ τεχνιτεύσας ἀπατηλὰ ὅμως τῷ αἰωνίῳ πυρὶ πανστρατίᾳ δοθείη· τούτων τῇ προεκθέσει τῆς ὀπτασίας ἡμᾶς κατηαφαλμένης, ἀναπολογήτους, πεποίηκε τοὺς μετὰ τὴν προφώνησιν ἁλωσομένους. ταῦτα κατὰ σύνοψιν τεθεωρηκότες χωρῶμεν ἤδη πλατύτερον καὶ τοῖς κατὰ μέρος.

Καὶ κέρατα δέκα.

Τὸ κέρας, δυνάμεως καὶ δόξης σημαντικόν ἐστιν. δυνάμεως ἐν τῷ Δαβὶδ, “ καὶ πάντα τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθή- “ σεται τὸ κέρας τοῦ δικαίον.” δόξης δὲ, δι’ ὧν φησιν Ἄννα, “ ὑψώθη κέρας μου ἐν Θεῷ μου . ” δέκα δὲ τὰ κέρατα, ἣ τὰ ἀντιδιαστελλόμενα τῖς δέκα ἐντολαῖς τοῦ νόμου πλημμελήματα καὶ τὰ τελειωτικὰ τῆς Σατανικῆς ἀποστασίας ἐγχειρήματα, ὁ γὰρ δέκα ἀριθμὸς ἐκ μονάδος πρῶτος τέλειος ἀριθμὸς καὶ γεννητικὸς τελειότητος. ἢ τὰς διαιρέσεις τῆς βασιλείας κόσμον φερούσας αὐτῷ, ὡς ταῖς διχοστασίαις χαίροντι. ἑπτὰ δὲ διαδήματα τὰ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ, ἰσάριθμα ταῖς κεφαλαῖς, διότι οἱ ἐν ταῖς δαιμονικαῖς ἐνεργείαις νικῶντες, ἐκεῖθεν τοὺς στεφάνους καοίζονται, ὅθεν πόνοις καὶ ἱδρῶσι τὴν νίκην ἤραντο. Περὶ τούτων καὶ ὁ μέγας Μεθόδιος ἐπὶ λέξεως οὕτως φησι· “ ὁ δράκων ὁ μέγας ὁ “ πυρρὸς, ὁ ἑπτακέφαλος ὁ σύρων τὸ τρίτον τῶν ἀστέρων. ὃς ἕστη- “ κεν ἐφεδρεύων, ἵνα τὸ τέκνον τῆς ὠδινούσης καταφάγῃ διάβολός “ ἐστιν.’’ καὶ ἑξῆς “ ἀλλ’ ἀστοιχεῖ καὶ σφάλλεται τῆς ἄγρας, “ ἄνω πρὸς ὕψος ἁρπαζομένων τῶν ἀναγεννωμένων.”

Καὶ ἡ οὐρὰ αὐτοῦ, σύρει τὸ τρίτον τῶν ἀστέρων.

Τρίτον μέρος τῶν ἀστέρων ἐκλήθησαν, οἱ περὶ ἕνα τοῦ b ἀριθμοῦ τῆς τριάδος διεσφαλμένοι e, ὡς Ἄρειος καὶ Μακεδόνιος. ἡ [*](z Cod. ἀπατειλὰ. a Quӕ seq. add. Cod. B. b ἐννάτου c διεσταλμένοι Edd.)

356
ἔρημος δὲ, εἰς ἣν ἐλθοῦσα τρέφεται ἡ Ἐκκλησία, ἡ κακῶν ἔρημος καὶ στείρα φθορᾶς. τὸ δὲ τὴν οὐρὰν ἕλκειν τὸ τρίτον τῶν ἀστέρων, καὶ οὕτω θεωρητέον. δύο τινὰ νομίζομεν δηλοῦσθαι διὰ τούτων. ἣ τὴν προτέραν αὐτῷ ἐξ οὐρανοῦ πτῶσιν μετὰ τῶν συναποστατῶν Ἀγγέλων διὰ τοῦ ἐσχάτου κινήματος τοῦ φθόνου. τοῦτο γὰρ ἡ οὐρά. πρῶτον γὰρ ἡ ἔπαρσις ἡ σύρασα ἐκεῖνον b πρὸς φθόνον καὶ τούτους εἰς τὴν γῆν κατέρραξεν. ἢ τοῦ ἐχθροῦ μετὰ τὴν θλάσιν αὐτοῦ τῆς κεφαλῆς ἣν ὑπὸ τῶν τοῦ Κυρίου ὑπέστη μαθητῶν λαβόντων ὑπ’ αὐτοῦ “ ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ “ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τὴν κακὴν,’’ τὴν μετὰ τοῦτο οὐραίαν κίνησιν· ἤγουν τὴν ἐσχάτην, τοὺς ἀστηρίκτους κατενεγκοῦσαν ἐκ τοῦ οὐρανίου φρονήματος, ἀστέρας τροπικῶς ὀνομασθέντας διὰ τὴν ἐκ τοῦ βαπτίσματος λαμπρότητα. c οὔτω γὰρ καὶ Δανιὴλ περὶ τοῦ Ἀντιόχου προεφήτευσεν εἰς τύπον ἐσόμενον τοῦ Ἀντι- Ἀντιχριστου.

Καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν.

Συγκατέβαλε γὰρ ἑαυτῇ πλείστων Ἀγγέλων μοίραν συναποστατῆσαι πείσασα ἀπὸ Θεοῦ, καὶ πεποίηκε χθονίους τοὺς οὐρανίους, καὶ σκότος, τοὺς λαμπροὺς ὡς ἀστέρας.

Καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα ὅταν τέκῃ, τὸ τέκνον αὐτῆς καταφάγῃ. καὶ ἔτεκεν υἱὸν ἄρρενα, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ. καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ. καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ὑπὸ τοῦ Θεοῦ, ἵνα ἐκεῖ ἐκτρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.

Τὸ δὲ ἑστηκέναι τὸν Δράκοντα ἐπιβούλως κατὰ τοῦ τόκου εἰσκευαζόμενον, τοῦτο δηλοῖ ὅτι πολλὴν ἐπιμέλειαν πεποίηται τῷ τεχθέντι ἐξαρτίσαι τὰ δυσχερῆ, καὶ τινὰ ταῦτα εἴρηται.

Καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν Θεόν.

[*](b κατασύρασα οὕτως B. c Ult. hӕc add. Cod. B.)
357

Ὁ μὲν ἰοβόλος δράκων ἐνήδρευσε καὶ παρέθηξεν d Ἡρώδην ἀνελεῖν τὰ ἐν Βηθλεὲμ βρέφη, ὡς ἐν ἐκείνοις καὶ Χριστὸν ἀναιρήσων. ρήσων. τὸ δὲ παιδίον Θεοῦ e προνοία, τοῦ Πατρὸς χρηματίσαντος τῷ Ιωσὴφ, παραλαβόντα αὐτὸ καὶ τὴν μητέρα αὐτοῦ φεύγειν Αἴγυπτον, διέφυγε τὴν ἐπιβουλὴν, ὡς μέλλοντος Ἡρώδου ζητεῖν τὴν ψυχὴν τοῦ παιδίου. ἐπεὶ οὖν ταῦτα καὶ πατρικῇ προνοίᾳ διὰ τοῦ χρηματισμοῦ τὸ παιδίον αἰσθητὴν σωτηρίαν εἰς ἁρπαγὴν ἔταξε, πρὸς τὸν Θεὸν, λέγων, καὶ πρὸς τὸν θρόνον αὐτοῦ, οἱονεὶ ἐκ τῆς θείας προνοίας καὶ δεσποτείας διακειμένης f τῆς σωτηρίας τῷ παιδίῳ. τοῦτο γὰρ ὁ θρόνος βούλεται δηλοῦν.

Καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον.

g Οἱ πρὸς τὴν Ἐκκλησίαν τὴν γυναῖκα μεταλαμβάνοντες, τὴν ἁρπαγὴν τοῦ τέκνου πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ διττῶς ἐξηγήσαντο, τήν τε ἐνθάδε τῶν δικαίων ἀπὸ τῶν πειρασμῶν ὑπὸ Θεοῦ ἐξαίρεσιν, καθὸ καὶ ἡ ὑπόσχεσις τοῦ “ ἑξάκις ἐξ “ ἀναγκῶν ἐξελεῖται σε· καὶ ἡ τοῦ, “ οὐκ ἀφήσει ἡμᾶς ὑπὲρ ὃ “ δυνάμεθα πειρασθῆναι· ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ τὴν ἔκ- “ βασιν·’’ καὶ τὴν τελευταίαν ἐν τῆ ἀποκαταστάσει, ὅτε οἱ Θεῶ φίλοι ἁρπαγήσονται ὑπὸ νεφελῶν εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ σὺν ταῖς ἀγγελικαῖς δυνάμεσι πρὸς τῷ θρόνῳ τοῦ Θεοῦ ἔσονται. Ἡ δὲ τῆς γυναικὸς φυγὴ εἰς τὴν ἔρημον, τὴν τῶν ἐκλεκτῶν φυγὴν σημαίνει, ἣν ἐπὶ παρουσίας h τοῦ Ἀντιχρίστου ὑπὸ τοῦ διαβόλου ἐνεργουμένης i, φεύξονται οἱ Κορυφαιότατοι τῆς Ἐκκλησίας, ἐκ j τῶν πολιτικῶν θορύβων καὶ κοσμικῶν Φεύγοντες k ἡδονῶν· φεύξονται δὲ ὅπου σύνηθες αὐτοῖς ἐν θλίψει ὑποχωρεῖν, κατὰ τὸ “ Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου. ἡ μνήμη δὲ δι’ ἐγκρατείας. “ πᾶς γάρ,’’ φησιν, ὁ Παῦλος “ ὁ ἀγωνιζόμενος πάντα ἐγκρα- “ τεύεται.” εἰς τὴν ἔρημον οὑν ὑποστέλλοντες ἑαυτοὺς οἱ τῆς Ἐκκλησίας τηνικάδε πάσης ἡδονῆς καὶ κακίας, πάμφορον δὲ πάσης ἀρετῆς καὶ θεοφιλίας 1, ἐκεῖ τὰς προσβολὰς τῶν δαιμόνων διαφεύξονται. εἰκὸς δὲ καὶ τὴν αἰσθητὴν ἔρημον διασώζειν τοὺς ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς καὶ τὴν τοῦ ἀποστά- [*](d ἐνήδρευεν καὶ παρέθηκεν B. e Θεοῦ oni. B. f διωκειμένμς B. e Init. Sch. add. e Cod. B. usq. ad ἔσονται. h ὑπὸ παρουσία B. i ἐνεργουμένη B. J ἐκ om. B. k διαπτύοντες B. l θεοφιλείας Cod.)

358
του ἐπιβουλὴν ἑαυτοὺς, ὡς καὶ πρότερον τοὺς Χριστοῦ μάρτυρας. ἐπὶ ἔτη δὲ τρία ἥμισυ, τοῦτο γὰρ αἱ χίλιαι διακόσιαι ἑξήκοντα ἡμέραι χρονικὸν συντελοῦσι διάστημα, m ἡ ἀποστασία, καθ’ ἣν οἱ ἐναθλοῦντες καρτερικῶς ἕξουσι τὸν ἀναρρήσεως στέφανον, παρὰ τοῦ εἰδότος ἀξίως τῶν πόνων παρέχειν τὰς ἀμοιβὰς ἀγωνοθέτου ἀγαθοῦ Θεοῦ.

Ἡ γυνὴ ἔφυγε σὺν τῷ παιδίῳ. καὶ ἡ μητὴρ διέδρα εἰς ἔρη- μον τὴν πάσης θεοφιλοῦς ἔρημον ἐργασίας· ἐκεῖ γὰρ ἠφόριστο τόπος αὐτῇ ὑπὸ Θεοῦ ἐκτρέφεσθαι ἡμέρας χιλίας σξ τὸν χρόνον τῆς Ἡρώδου ζωῆς, ὡς καὶ τὸ ἅγιον Εὐαγγέλιον ἀναγράφει.

Ὁ τὴν γυναῖκα παραγραφόμενος, μὴ πρὸς τὴν τοῦ Κυρίου μητέρα καὶ τὴν κατ’ αὐτὸν οἰκονομίαν ἔκληψιν ἔχειν ὀρθῶς, ἀλλὰ πρὸς τὴν Ἐκκλησίαν, τῷ πάλαι ταῦτα γενέσθαι· τῶν δὲ ἐσομένων τὴν Ἀποκάλυψιν παρέχειν, οὐ τῶν γεγενημένων, πῶς αὐτὸς ὥσπερ ἐπιλαθόμενος τὸ κατὰ τὸν διάβολον ἐξαρχῆς πτῶμα προφέρεις ;

Περὶ τοῦ γενομένου πολέμου μεταξὺ τῶν ἁγίων ἀγγέλων, καὶ τῶν πονηρῶν δυνάμεων, καὶ τῆς καταπτώσεως τοῦ δράκοντος.

Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ. ὁ Μιχαὴλ καὶ οἷ’ Ἄγγελοι αὐτοῦ ἐπολέμησαν μετὰ τοῦ δράκοντος, καὶ ὁ δράκων ἐπολέμησε καὶ οἱ Ἄγγελοι αὐτοῦ, καὶ οὐκ ἴχυσαν, οὐδὲ τόπος εὑρέθη αὐτῶν ἔτι ἐν τῷ οὐρανῷ. καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος διάβολος καὶ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, ἐβλήθη εἰς τὴν γῆν. καὶ οἱ Ἄγγελοι αὐτοῦ μετ’ αὐτοῦ ἐβλήθησαν.

n Ὥσπερ κατ’ ἐπανάβασιν ἀεὶ τῆς εἰρημένης ἀρχῆς ἀρχὴν πρεσβυτέραν ἐπινοεῖ ὁ χρηματίζων, ἧς ἐν μέρει καὶ πρόσθεν ἐπεμνήσθη τὰ κατὰ τὸν Ἀντίχριστον ἡμῖν διεξιών. ἀρχὴ γὰρ πρώτη τῶν κατ’. αὐτὸν, ἡ ἐξ οὐρανοῦ αὐτοῦ πτῶσις· διὸ καὶ ὁ Κύριός Φησι, “ ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. [*](m Hinc iisq. ad fin. Cap. add. Cod. B. n Hoc Sch. carent Edd.)

359
τί τοῦτο λέγων ; τὸ πρὸ πολλοῦ ἔναγχος καὶ καθ’ ἑαυτὸν γενέσθαι, οὐχ οὕτως νοεῖν χρὴ, ἀλλ’ ἐπεὶ ὁ συνουσιωμένος τῷ κατ’ ἄνδρα Θεοῦ Λόγος καὶ Θεὸς καὶ πρὸς μίαν ὑπόστασιν τοῦ Ἰησοῦ Χριστοῦ συντελῶν κατὰ τὴν θείαν φύσιν, ἀνεκφοιτήτως συνῆν τῷ Θεῷ καὶ Πατρὶ καὶ ἀιδίως, ταύτῃ καὶ τὴν τοῦ διαβόλου πτῶσιν ἐθεᾶτο. εἰ δὲ μὴ ὅτι τῷ παρωχημένῳ διαστήματι τοῦ ῥήματος ἐχρήσατο, ἐθεώρησα, εἰπὼν, ἀλλ’ “ ἐθεώρουν,” ἀμαθῶς τις ἐπηρεάζειν τῷ ῥητῷ βούλεται, ἵστω ὁ τοιοῦτος ὅτι τὰ θεῖα ἅτε ἀεὶ ὄντα ἐνεργεῖ, διαφοραῖς χρονικαῖς οὐκ ὑποκεῖται, ἵνα μὴ παλαιότητι λανθάνῃ πρὸς ἀνυπαρξίαν χωροῦντα, κατὰ τὸ “ πᾶν τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ σοφὸν λόγιον. τῶν θείων τοίνυν ἀεὶ ἐνεργῶν ὄντων καὶ τὸ ἐνεστὼς ἀδιαλείπτως καταπλουτούντων, εἰκότως καὶ ὁ Κύριος τὸ ἐθεώρουν ἔφη, οὐ τὸ έθεώρησα· ὁ τότε γὰρ παρὼν θεϊκῶς καὶ νῦν οἰκονομικῶς εἰς μίαν ὑπόστασιν συντελῶν ἀδιάσπαστον, καὶ τὰ θεῖα διὰ τὴν ἄκραν ἕνωσιν καὶ σώματι ἀνθρωπίνῳ αὐτοῦ οἰκειοῖ· διὸ καὶ τὸ “ ἐθεώρουν’’ ἀνυποστόλως καὶ τῷ ἀνθρωπίνῳ προσνέμει. διόπερ ἔπει φησι, ἐνεργὴς ἡ τοῦ Σατανᾶ τῶν οὐρανίων ἀποριφὴ, δίδωμι ὑμῖν τὴν ἐξουσίαν κατὰ τῶν πάλαι κειμένων ἀπραγματεύτως σὺν θάρρει πατεῖν.

ο Ὁ πόλεμος δὲ ὃν πόλεμόν φησιν ἡ γραφὴ διὰ τὸ τὸν Σατανᾶν τραχηλιάσαι κατὰ τοῦ Θεοῦ, τουτέστι διὰ τὸ σκληρὸν αὐτῷ καὶ ἀγέρωχον ἀντανατεῖναι τράχηλον, καὶ πρὸς ἀποστασίαν ὁρμῆσαι· μακροθύμως δὲ τοῦ Θεοῦ τὴν τόλμαν αὐτοῦ φέροντος, ὁ Ἀρχάγγεολς Γαβριὴλ ὑποβάσει τῆς θείας καὶ μακαρίας φύσεως, αὐτὴ γὰρ κατὰ τὸ λόγιον οὔτε πράγματα ἔχει, οὔτε ἑτέροις παρέχει· τῷ γὰρ ἀνάρχῳ καὶ ἐξ οὐδενὸς ἔχοντι τὸ εἶναι ὁ τῆς ἐξ οὐκ ὄντων οὐσίας, καὶ τούτῳ p μόνῳ τὸ ἀλλοιοῦσθαι κληρωσαμένης ὅτι ἐξ οὐκ ὄντος· διὸ καὶ ὡς ἐξ ἑτέρου εἰς ἕτερον προελθὸν καὶ τὴν ἀλλοίωσιν ἐπιδέχεται τῆς θείας οὐσίας ὡς ὑπερουσίου, καὶ οὐκ ἐχούσης ἀρχὴν οὐδὲ τροπήν· ἡ δὲ ἀλλοίωσιν παρ’ ἑαυτῇ ἐμφαινούσης· τι γὰρ τῷ ἀεὶ ὄντι εἰς ἑτεροίωσιν ἐνθεωρηθείη ; διάτοι τοῦτο τοιγαροῦν οὑν τοῦ θείου τῇ ἀτρεπτότητι αὐτοῦ κεχρημένου, ἡ μετ’ ἐκεῖνο τῶ ἐξ οὐκ ὄντων ὑποστῆναι καὶ ἀλλοιοῦσθαι ἀνευρηκυῖα ἧς κατάρχων Μιχαὴλ παρὰ τῆς παλαιᾶς γραφῆς γνωρίζεται, σὺν τῇ ὑπ’ αὐτὸν [*](ο Et hoc Sch. deest Edd. P Cod. τοῦ ἡ.)

360
νοερᾷ στρατιᾷ τῷ στασιώδει Σατανᾷ καὶ τῇ μετ’ αὐτοῦ δαιμονικῇ τάξει πολεμικῶς συμβαλὼν, τὸ κράτος κατ’ αὐτοῦ ἤρατο, καὶ τοῦ οὐρανίου αὐτὸν ἐνδιαιτήματος ἐξέωσε, τοῦτο γὰρ δηλοῖ τὸ μὴ εὑρεθῆναι τόπον αὐτῷ ἔτι ἐν τῷ οὐρανῷ· καὶ ἐβλήθη κάτω εἰς γῆν. ἣ αἰσθητῶς τοῦτο παθὼν, ἣ ὅτι τοῦ ἀγγελικοῦ καὶ οὐρανίου ἀποστερηθεὶς ἀξιώματος, εἰς γηϊνὸν κατερίφη φρόνημα· εἶτα ὥσπερ ἀμυνόμενος τὸν Θεὸν διὰ τὴν πτῶσιν, ἐπεὶ μὴ αὐτὸν ἀνταμύνασθαι οἷός τε ἐστι, τοὺς αὐτοῦ δούλους τοὺς ἀνθρώπους πειρᾷ· ταύτῃ τὸν δεσπότην αὐτῶν οἰόμενος ἀδικεῖν.

Ὁ ἐν τῷ οὐρανῷ πόλεμος, διὰ τὴν πρώτην ἀλαζονείαν καὶ τὸν κατὰ τοῦ Ἀδὰμ φθόνον συνέστη. p οὐκ αὐτοῦ Θεοῦ παραταξαμένου. τὸ γὰρ ὑπερανεστηκέναι πᾶσαν γεννητὴν καὶ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι προβᾶσαν ὑπ’ αὐτοῦ φύσιν. διὸ καὶ τὸ ἀλλοιωτὸν αὐτῇ διηνεκῶς νεκῶς πρόσεστιν. αὐτὸς ἡ μακαρία τῷ ὄντι εἰ παντὸς οὔτινος οὐν ἀπροσδεὴς ὡς ἵνα τολμηρῶς ἐρεῖν αὐθέδραστος φύσις, διὸ καὶ τοῦ πόθε * * ποῖα ἀπαράδεκτος. τῆς μετ’ ἐκείνην οὖν ἀγγελιωτίδος οὐσίας, ἧς Μιχαὴλ κατάρχειν ὁ θεῖος τέτακται, τὸν πόλεμον ἐπανελομένου, νελομένου, καὶ πάλαι μὲν καὶ κατ’ ἀρχὰς, τελεώτερον δὲ κατὰ τὸ Χριστοῦ πάθος· διό φησιν αὐτὸς “ νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου “ κέκριται” ἀντὶ τοῦ τέλεον κατακέκριται· ἄρχειν δὲ καὶ τοῦ ἀέρος τοῦ κόσμου καὶ Παῦλος ὁ θεῖός φησι τὸν διάβολον. τοῦ ἀρχιστρατήγου τοίνυν Μιχαὴλ μὴ φέροντος τὴν τοῦ διαβόλου ἀλαζονείαν, καὶ πολεμικῷ κράτει τῆς οἰκείας ἐνδιατριβῆς ἀπορρίψαντος ἐκεῖνον πάλαι, καθώς φησιν ’Iεζεκιὴλ, ὑπὸ τοῦ Χερουβὶμ ἐκβεβλῆσθαι αὐτὸν ἐκ μέσου λίθων πυρίνων, τῶν ἀγγελικῶν λέγων τάξεων. διὰ τὸ εὑρεθῆναι ἐν αὐτῷ τὰ ἀδικήματα, αὖθις ἐν τῇ τοῦ Χρίστου παρουσίᾳ, ὡς εἴρηται, ὑπὸ τῶν διακονουμένων αὐτῷ τῷ Κυρίῳ Ἀγγέλων, μετὰ τῶν ὑπ’ αὐτοῦ πειρασμῶν τοῦ διαβόλου, ὡς ἠτιμωμένον δοῦλον ἀποπεμψαμένων αὐτὸν, ἐκπέπτωκε τελεώτερον.

q Τοῦτο καὶ πατέρων παράδοσις καὶ Παπίου διαδόχου τοῦ Εὐαγγελίστου Ἰωάννου, οὗ καὶ ἡ προκειμένη ἀποκάλυψις, διαβεβαιοῖ· Παπίας δὲ καὶ ἐπ’ αὐτῆς λέξεως οὕτως φησι περὶ τοῦ πολέμου, ὅτι “ εἰς οὐδὲν συνέβη τελευτῆσαι τὴν τάξιν αὐτῶν’’ οἱονεὶ τὴν πολεμικὴν ἐγχείρησιν· “ ἐβλήθη γὰρ ὁ δράκων, ὁ μέγας, ὁ ὄφις ὁ [*](P Hinc iisqne ad τὸν διάβολον. Q Hnj. Sch. init. deest Edd. usq. ad διάβολος καλεῖται.)

361
“ ἀρχαῖος καὶ ὁ Σατανᾶς καὶ διάβολος καλούμενος, καὶ ἐβλήθη “ εἰς τὴν γῆν, αὐτὸς καὶ οἱ ἄγγελοι αὐτοῦ.’’ διώνυμος δέ ἐστι· Σατανᾶς γὰρ καὶ διάβολος καλεῖται. τινὲς δὲ ταύτην τὴν ἔκπτωσιν τοῦ διαβόλου μετὰ τὸ βάπτισμα καὶ τὸν πειρασμὸν τοῦ Χριστοῦ γεγονέναι λέγουσι, καὶ μετὰ τὸ εἰρηκέναι αὐτῷ τὸν Χριστὸν, “ ὕπαγε Σατανᾶ.’’ καὶ σφόδρα τοῦτο τοῖς περὶ τῆς Θεοτόκον κου εἰρημένοις ἁρμόζειν δοκεῖ. διώνυμος δὲ καλεῖται· Σατανᾶς μὲν, ὡς ἀντικείμενος τῶ δεσπότη m, διάβολος δὲ, ὡς διαβάλλων Θεὸν ἀνθρώποις, ὡς τῷ Ἀδὰμ, καὶ τὰς ἀρετὰς καὶ τοὺς τῶν ἀρετῶν ἐργάτας.

n Ἰστέον δὲ ὅτι οὐ τοπικὴ μετὰ τὴν σταύρωσιν τοῦ Κυρίου ἡ τοῦ διαβόλου γέγονε κατάπτωσις, ὡς ἔστον o καὶ αὐτοῦ τῷ θείῳ Ἀντωνίῳ ὁμολογεῖ, “ τοῦ ἐχθροῦ, φάσκων, “ αἱ ῥομφαίαι ἐξέλιπον εἰς “ τέλος.” ἔκπτωσις γὰρ αὐτοῦ ἡ τῶν πονηρῶν αὐτῶν ἀθέτησις μετὰ τοῦ τῆς οὐρανίου ἀρχῆς τῆς ἀποβολῆς, ὡς εἴρηται τελεώτερον. εἴρηται δὲ καὶ Ἰουστίνῳ τῷ ἁγίῳ μάρτυρι μετὰ τὴν Χριστοῦ παρουσίαν καὶ τὴν κατ’ αὐτοῦ ἐν γεέννῃ ἀπόφασιν, βλάσφημον μάλιστα γενέσθαι τὸν διάβολον, καίπερ μὴ πρότερον οὕτως ἀναιδῶς τὸν Θεὸν βλασφημήσαντα. διὸ καὶ εὐθυβόλως περὶ αὐτοῦ εἰρῆσθαι τὸ “ πέπηγεν ἡ καρδία αὐτοῦ ὡς λίθος” διὰ τὸ τῆς πονηρίας ἀνένδοτον. εἰ δὲ ἡ προσδοκία τῆς κολάσεως πονηρότερον αὐτὸν ἀπειργάσατο, πῶς ἃν κολαζόμενος ἣ αὐτὸς ἣ ἐργάτης τῶν αὐτοῦ κακιῶν διὰ τῆς ἐν τῇ γεέννῃ πυρώσεως τὸν ῥύπον τῆς ἁμαρτίας ἐκπλυθήσονται ; οὐ μὴ γενομένου, πῶς πέρας ἕξουσι τῆς κολάσεως κατὰ τοὺς ματαιόφρονας, οἳ καὶ μὴ διὰ μηδὲν ἄλλο, διαγοῦν τὸ ἀμεταμέλητα εἶναι τὰ χαρίσματα τοῦ Θεοῦ ὧν ἓν καὶ ἡ μνήμῃ τῇ ἀνθρωπίνῃ δευσοποιῶς καὶ εἰς ἀνέκπλυτον μονιμότητα ἐμμολυνθεῖσα ψυχὴ, πῶς ἃν ἐνδελεχῶς αὐτῇ ἐγκειμένη καὶ τῆς ἐκπτώσεως παριστώσης τὸ σκυθρωπὸν, οὐχὶ καὶ πυρὸς αὐτὴν αἰσθητικώτερον δαπανήσει; “ τι γάρ,’’ φησι τὸ λόγιον ; “τῆξις “ καρδίας, ἔμμονος λογισμός.’’ εἰ δὲ καὶ τῇ εν * * μακάριοι οἱ ἁμαρτωλοὶ, ἡμεῖς τῇ ἀνυπαρξίᾳ καὶ τῶν ἀρρήτων ἀπαλλαγέντες ἀλγεινῶν ἀλλ’ εἰς ἀδιάλυτον ζωὴν, τίς ἔτι τούτων ἐλπίς ;

[*](m τὸν δεσπότην B. n Hoc Sch. carent. Edd. ο Sic Cod. sed in Andr. Cominent. p. 67. καθὼς καὶ αὐτὸς τῷ μεγάλῳ] Ἀντωνίῳ ὁμολογὤν τὸ ψαλμικὸν ἐπ’ αὐτὸν πεπληρῶσθαι λογίον κ.τ.λ)
362

Καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ, λέγουσαν· ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ Θεοῦ ἡμῶν, καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ κατήγορος τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτῶν ἐνώπιον τοῦ Θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου, καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου. διὰ τοῦτο εὐφραίνεσθε οὐρανοὶ, καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες. οὐαὶ τῇ γῆ καὶ τῇ θαλάσσῃ, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.

Τῆς οὐρανίας ἀξιωθεὶς ἀνόδου, ἀφ’ οὗ καὶ τὸν πόλεμον ἐθεάσατο, καὶ τὴν κατὰ τοῦ Σατανᾶ καὶ τοῦ διαβόλου τῶν Ἀγγέλων τῶν θείων νίκην, ἀκοῦσαι φησὶ καὶ φωνὴν λέγουσαν, ὡς πολλάκις παρεθέμην, ἀντὶ τοῦ δηλοῦσαν παραλαμβανομένην n. τί δὲ δηλοῦσαν ; τὴν εὐφροσύνην τῶν Ἀγγέλων ἣν ἔσχον ἐπὶ τῇ νίκῃ τοῦ Σατανᾶ, καὶ τοῦ διαβόλου, ὃν δυσὶ τούτοις ὀνόμασιν ἐτίμησαν ταῖς ἐνεργείαις αὐτοῦ ἰσαρίθμοις. ἐπεὶ καὶ παντὶ ἀντίκειται ἀγαθῷ, καὶ διαβάλλων οὐ παύεται ἐξ ἀρχῆς, ὡς ἤδη εἴρηται. εὐφρόσυνον οὖν ᾄδουσιν ᾠδὴν ἐπὶ τῇ νίκῃ καὶ ἐκβολῇ τούτου. οὐ γάρ ἐστι κοινωνία οὐδὲ καὶ μερὶς πιστῷ μετὰ ἀπίστου. καὶ τίς δὲ ἡ ᾠδή ; “ ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ βασιλεία καὶ ἡ δύναμις ἡ τοῦ Θεοῦ,’’ καὶ διέλαμψεν ἀκριβέστατα ἡ τούτου δύναμις καὶ ἡ ἐξουσία καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ ἀπῆλθεν ἀφ’ ἡμῶν νικηθεὶς τῇ συνεργείᾳ αὐτοῦ ὁ κατήγορος τῶν ἀδελφῶν ἡμῶν. τὸ δὲ “ἄρτι,’’ οὐ τὸ νεαρὸν σημαῖνον ἐνταῦθα παρείληπται, ἀλλὰ τὸ ἐντελὲς καὶ ἀπαραλόγιστον, καὶ ἀναμφίβολον καὶ τῇ ἀρχῇ κατάλληλον. αἱ ἀρχαὶ γὰρ τοῖς τέλεσι δοκιμάζονται, εἰ γὰρ μὴ τοῦτο, οὐκ ἃν οὐδὲ ἀρχὴ λεχθείη· τίνος γὰρ ἃν καὶ εἴη ἀρχὴ τὸ τέλος οὐ φέρουσα ;

Τῶν ἀδελφῶν ἡμῶν.

Ἀδελφοὺς Ἄγγελοι τοὺς ἀνθρώπους καλοῦσιν, μιμήσει τοῦ [*](n δηλοῦσα παραλαμβανομένου B.)

363
ἑαυτῶν δεσπότου. αὐτὸς γὰρ διὰ τοῦ προφήτου φησὶν, “ ἀπαγ- “ γελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.’’ ἀλλὰ καὶ δι’ ἑαυτοῦ πρὸς τὴν Μαγδαληνὴν Μαρίαν· “ πορεύου πρὸς τοὺς ἀδελφούς κα εἶπε αὐτοῖς.

Ἡμέρας δὲ καὶ νυκτὸς.

Tὴν κατηγορίαν τὴν κατὰ τῶν ἀδελφῶν ἡμῶν φησὶ συγκροτεῖν τὸν κατήγορον, τὸ ἐνδελεχὲς, καὶ ἀδιάλειπτον παριστῶν o τῆς τοῦ πονηροῦ καθ’ ἡμῶν ἐπηρείας. τί γὰρ καὶ ἄλλο εἴη διὰ σπουδῆς τῷ διὰ τὸ ὑπερβάλλον τῆς πλημμελείας εἰς ὄνομα ἀνευρηκότι p τὴν ἐμπληξίαν ;

Διαβάλλει γὰρ ἀεὶ καὶ Θεὸν πρὸς ἀνθρώπους, ὡς διὰ τοῦ ὄφεως πρὸς τὸν Ἀδὰμ, καὶ ἀνθρώπους πρὸς τὸν Θεὸν, ὡς τὸν Αὐσίτην Ἰώβ.

Καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν, διὰ τὸ αἷμα τοῦ ἀρνίου.

Ἐνίκησαν τοῖς ἴσοις αὐτὸν ἀμυνάμενοι διὰ πολέμου, ὡς καὶ αὐτὸς τοὺς Θεῷ φίλους ἀπηυθαδιάσατο. ἀπῆλθεν γοῦν καὶ καθηρέθη τῆς ἀξίας, οὐκέτι χώραν ἔχων ἑστάναι ἐνώπιον τοῦ Θεοῦ καὶ κατηγορεῖν τῶν ἀνθρώπων ὡς ἐπὶ τοῦ Ἰώβ. ἐνίκησαν οἱ μάρτυρες q τὸν δοκοῦντα ἀήττητον εἶναι, ὡς καὶ κατὰ τοῦ Θεοῦ τολμῆσαι, μῆσαι, συνεργῷ χρησάμενοι τῷ αἵματι τοῦ ἀρνίου. πῶς; ὥσπερ γὰρ ἐκεῖνος οὐχ ὑπὲρ ἑαυτοῦ, ἀλλ’ ὑπὲρ ἡμῶν ἔδωκε τὸ ἑαυτοῦ αἷμα, οὗ τύπος καὶ ὁ ἐν τῇ παλαιᾷ τοῦ Πάσχα ἀμνὸς, οὐχ ὑπὲρ ἑαυτοῦ σφαζόμενος, ἀλλ’ ὑπὲρ τῶν Ἐβραίων τῆς ἀσφαλείας, τοῦ μὴ τὸν ὀλοθρευτὴν ὑποδύντα τῇ οἰκίᾳ τὸν ὄλεθρον ἐπαρτίσαι τοῖς πρωτοτόκοις. οὕτω καὶ οἱ Χριστοῦ μάρτυρες τῷ ζήλῳ τῆς σφαγῆς τοῦ ἑαυτῶν δεσπότου καὶ τῆς ἑαυτῶν ψυχῆς‘ καὶ τῆς ζωῆς προἐκριναν τὴν μίμησιν τοῦ δεσποτικοῦ πάθους. s οὗ γενομένου εὐφραίνεσθαι τὸ τέλος παρέχει, τοὺς τοῦ πικροῦ γειτόνηματος t τοῦ Σατανᾶ ἀπηλλαγμένους. σκοπεῖν δὲ κἀνταῦθα τὸ χρονικὸν διάστημα τὰ μέλλοντα τῷ παρωχηκότι προσνέμων. τίς γὰρ ἀγνοεῖ ὅτι ταῦτα τὰ νῦν ἐξαγγελλόμενα, οὐ τοῦ παρωχημένου, ἀλλὰ τοῦ μέλλοντος [*](ο πατιστᾷ B. p ἀνευρηκότη. Cod. B. qui ult. hӕc solus q οἱ μάρτυρες om. B. r τῶν ἑαυτῶν ψυχῶν B. s Quӕ seq. Edd. usq. ad fin. Sch. t Cod. γειτωνήματος.)

364
τὴν γνῶσιν παρέχει· τῆς κατὰ τὴν συντέλειαν λέγω διεξόδου ; τοῦτο δέ μοι ἐπῆλθεν εἰπεῖν διὰ τὸ τινὰς τῇ τοῦ χρονικοῦ διαφορᾷ διαστήματος τὴν γυναῖκα καὶ τὸν ταύτης τόκου * * ἄρρενα ἀλλοτριοῦν ἐπιχειρῆσαι τῆς περὶ τὴν τοῦ Κυρίου μητέρα ἐκλήψεως. Καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας.

Λόγον τὸν ζῆλον καὶ τὴν μίμησιν τῆς τοῦ Κυρίου διὰ σταυροῦ μαρτυρίας.

Διὰ τοῦτο εὐφραίνεσθε οὐρανοὶ.

Tὴν οἰκείαν εὐφροσύνην οἱ Ἄγγελοι παραδηλοῦντες, ἣν ἔσχον ἐπὶ τῇ καθαιρέσει τοῦ Σατανᾶ, ἐπινίκιον ᾄδουσιν ᾠδὴν τῷ Θεῷ· ἄρτι λέγοντες, ἐγένετο ἡ σωτηρία καὶ ἡ βασιλεία διέλαμψε, καὶ ἡ ἐξουσία τῆς τοῦ Θεοῦ δυνάμεως, ὅπως ἐστὶ παντοδύναμος. αὐτοῦ γὰρ συνεργείᾳ νενικήκαμεν τὸν ἐχθρὸν.

Οὐαὶ τῆ γῇ καὶ τῆ θαλάσσῃ.

Οὐ τῇ ἀναισθήτῳ κτίσει τὸ οὐαὶ, ἀλλὰ τοῖς γήινα φρονοῦσι καὶ σποδὸς οὖσι, κατὰ τὸ γεγραμμένον, “ καὶ ὡς ἡ θάλασσα ἀστα- “ τοῦσιν,” ἀγομένοις καὶ φερομένοις ἐν τῇ τοῦ βίου κυβείᾳ· τούτων γὰρ ὁ κοινὸς ἐχθρὸς στρατευόμενος, τὸ ἑαυτοὺ s καταθύμιον ἀνύσει. τοῖς νήφουσι γὰρ καὶ πρὸς Θεὸν ἀνατεινομένοις οὐ μόνον πρὸς βλάβην οὐ καταβήσεται t ἀλλὰ καὶ πρὸς ὠφέλειαν, ὡς διαγυμναζομένοις ὡς ὑπὸ παιδοτρίβῃ, καὶ τοῖς πειρασμοῖς δοκιμωτέροις ἀποτελουμένοις. πλείονα δὲ τὸν θυμὸν ἕξειν φησὶ, τὸ ὑπόγυιον u τῆς αὐτοῦ πτώσεως λογιζόμενος x. πόσος γὰρ ὁ ἀπὸ τῆς καταπτώσεως τοῦ διαβόλου καιρὸς, εἴτε ὁ ἀπ’ ἀρχῆς, εἴτε ἀπὸ τῆς Χριστοῦ παρουσίας πρὸς τοὺς ἀτελευτήτους τῆς κολάσεως αὐτοῦ αἰῶνας παραμετρούμενος . θυμὸν οὖν ἔχων μέγαν διώξει, φησι, τὴν γυναῖκα.

Ὅπως ὁ δράκων διώκων τὴν Ἐκκλησίαν οὐ παύεται.

Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξε τὴν γυναῖκα ἥτις ἔτεκε τὸν ἄρρενα. καὶ ἐδόθησαν τῆ γυναικὶ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, [*](s ἑαυτῷ B. t οὐ καταβήσεται om. B. u ὑπόγυον B. x ὐπολογιζόμενος B.)

365
ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς, ὅπως τρέφηται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως. καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμὸν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήση, καὶ ἐβοήθησεν ἡ γῆ τῆ γυναικὶ, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς, καὶ κατέπιε τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ. καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικὶ, καὶ ἀπῆλθε ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ Θεοῦ, καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ.

y Οἱ τὴν γυναῖκα τὴν Ἐκκλησίαν μεταλαμβάνοντες, οὕτως περὶ τῆς διώξεως αὐτῆς φησὶν, ὅτι ὅτε εἶδεν ὁ διάβολος τῷ Χριστῷ μετὰ τὸ βάπτισμα προσπαλαίσας ὅτι ἡττήθη, ὡσαύτως καὶ πρὸς αὐτοῦ μαθητὰς τοὺς Ἀποστόλους ὁπλισάμενος ᾐσχυνήθη διὰ θανάτον τοῦ ὑπὲρ Χριστοῦ ζωὴν εὑρομένους, ἑαυτὸν δὲ ὡς ὄφιν εἰς γῆν καταδικασθέντα καὶ γῆν ἐσθίειν, τοὺς γαιώδεις τὸ φρόνημα, καὶ μηδὲν τῆς οὐρανίου κεκτημένους παλινζωΐας τε καὶ διαίτης, ἤρξατο πάλιν φησὶ, τὴν Ἐκκλησίαν διώκειν ἐξ ἧς ὁ ἄρρην τοῦ Κυρίου λαὸς, ὁ μηδὲν θηλυπρεπὲς φέρων τῶν ταῖς ἡδοναῖς πεφυκότων τοῦδε τοῦ βίου ἐκλύειν καὶ μαλακίζειν, ἀλλ’ ἐξ ἀρχῆς τῇ πρὸς Θεὸν ἀγάπῃ καὶ τὸν πλήσιον συγκροτούμενος, ἔσχεν συνελαφριζίσας καὶ μετεωροποιεῖν ἐκβιαζούσας, λῆψιν ἀπὸ Θεοῦ τὰς δύο πτέρυγας τοῦ ἀετοῦ τοῦ μεγάλου, ὅς ἐστιν “ ὁ ἐπιβαίνων “ ἐπὶ Χερουβεὶμ πέταται,” ὡς τῷ θεοπάτορι Δαβὶδδοκεῖ. δοκεῖ. αἱπτέρυγες δὲ τι ἂν ἄλλο οἴοιντο, ἣ αἱ δύο διαθῆκαι Θεοῦ πρὸς ἡμᾶς τῆς παλαιᾶς καὶ καινῆς. αἵτινες πτέρυγες μετεώρους ἄγουσι πρὸς τὴν ἔρημον πάσης διύγρου ἡδονῆς τοὺς κεχρημένους αὐταῖς γνησίως· ἀεὶ μὲν, μάλιστα δὲ ἐν τῇ τοῦ Ἀντιωρίστου παρουσίᾳ· ὃν κρατεῖν κάτα ’τον ἤδη ῥηθέντα χρόνον τῶν τρίων καὶ ῆμσὲως ἐτῶν· ἐν ᾧ καὶ οἱ κατὰ τὴν αἰσθητὴν ἔρημον ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς κρυπτόμενοι φεύξονται.

Ἀλλωσ. Οἱ τὴν γυναῖκα εἰς τὴν τοῦ Κυρίου μητέρα ἐξειληφότες [*](y Hoc Sch. deest Edd.)

366
ἐπανάληψίν φασι ταῦτα τῶν ἤδη εἰρημένων. οὐ γὰρ τοῦτο λέγει ὅτι μεθ’ ὃ εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, εὐθὺς ἐδίωκε τὴν γυναῖκα. ἀλλ’ ἐπειδὴ εἶδεν ἑαυτὸν ὁ δράκων ἐν οἷς ὑπῆρχε x κακοῖς, καὶ ὅτι ἐκπέπτωκε τῆς ἀγγελικῆς ἀξίας, πικρὸς γέγονε λίαν κατὰ τῶν ἀνθρώπων. γ καὶ τὴν γυναῖκα τὴν τὸν Σωτῆρα τῶν ἀνθρώπων γεννήσασαν ἐδίωκεν τοῦ ἀπόλεσαι, ἐπεὶ ἔγνω τὸν ἐξ αὐτῆς τεχθησόμενον Σωτῆρα ἔσεσθαι τῶν ἀνθρώπων. μὴ φέρων οὖν τὴν τοσαύτην μεταβολὴν, εἰ αὐτὸς μὲν ἐξ οὐρανοῦ ἐκπέπτωκεν, ἄνθρωποι δὲ εἰς οὐρανοὺς δι’ ἀρετῆς ἀναφοιτήσουσι τῇ τοῦ ἐξ αὐτῆς γεννηθησομένου φιλανθρώπῳ δυνάμει καὶ θεϊκῇ ἐξουσίᾳ, τὸ ὅσον ἐφ’ ἑαυτῷ οὐκ ἀνῆκεν τὰ ἐμποδοστατοῦντα τεχνάζειν εἰς ἅπαν.

Καὶ ἐδόθησαν τῇ γυναικὶ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου.

Οὐ γέγονεν ἡ γυνή, φησιν, ὑπὸ χεῖρα τοῦ Σατανᾶ, ἀλλὰ ταῖς δοθείσαις δυσὶ πτέρυξιν ἔφυγεν εἰς τὴν ἔρημον. πτέρυγας δύο λέγει, χρηματισμοὺς παρὰ τῶν Ἀγγέλων, ἕνα μὲν τὸν τοὺς Μάγους γους μὴ ἀνακάμψαι πρὸς Ἡρώδην διαστειλάμενον, ἕτερον δὲ φεῦγε εἰς Αἴγυπτον φάσκοντα, καὶ ἴσθι ἐκεῖ, ἥτις ἢν ἔρημος θεοσεβείας. ὃ καὶ παράδοξον, ἐν ἀσεβέσι τὸ θεῖον ἐκτραφῆναι. πάντως δὲ ἐπικουρίᾳ πατρῴᾳ τοῦ ἀπ’ οὐρανῶν Πατρὸς εἰς γνῶσιν, τοῦ καὶ ἀπὸ τῶν χειρόνων τὰ κρείττω σθενοποιεὶν εἰδότος. ἐρήμου δὲ τῆς Αἰγύπτου καὶ τῆς Ἡρώδου ἐξουσίας. εἴρηται δὲ καὶ τῆς μητρὸς τόπος ἡ ἔρημος ὡς ἁρμοζόντως αὐτῇ τὸ ἀνενόχλητον τόπον ποριζούσης. καιρὸν δὲ καὶ καιροὺς καὶ ἥμισυ καιροῦ, τὴν διατριβὴν τὴν εἰς ἔρημον σχεῖν, ὃ εἰς τρία ἔτη καὶ ἥμισυ συγκεφαλαιοῦται ὁ τῆς ζωῆς Ἡρώδου χρόνος, ἐν ᾧ ἤρξατο κατὰ τῆς Χριστοῦ λυσσήσας ἀπωλείας.

Καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ.

Τῆς ἐπιβουλῆς ἀποτυχὼν τῆς κατὰ τῆς παρθένου ὁ ὄφις, ἄλλην ἡμῖν ένεκαίνισε a κατὰ τῆς παρθένου καὶ τοῦ ταύτης υἱοῦ [*](x ὑπάρχει B. y Quӕ seq. Om. Edd. z ἕτερον δὲ τὸν φεύγειν Αἴγυπτον τῷ Ἰωσὴφ μετὰ τοῦ παιδίου τῆς μητρὸς ἐντειλάμενοι. μόνως γὰρ οὕτως Ηρώδην ἡ μητὴρ καὶ τὸ παιδίον διέφυγεν. εἰς ἔρημον δὲ τὴν Αἴγυπτον, φησιν B. a ἄλλην μέτεισι κατὰ τ. παρθ. B.)

367
δραματουργίαν, τὰ κατὰ τὸν σταυρὸν λέγων, δι’ ὧν καὶ τῇ μητρὶ τὴν διὰ τὸ πάθος ἀπιστίαν ἐνεσκεύαζε, καὶ τῶ υἱῶ τὴν διὰ ἀπώλειαν. ποταμὸν δὲ ἐκ τοῦ στόματός, φησι, τὸν ὄφιν ἐκβαλεῖν τοὺς πειρασμοὺς, ὡς σύνηθες εἰς ὕδωρ καὶ ποταμοὺς ἀλληγορεῖν τῇ γραφῇ b. πῆ μὲν διὰ τοῦ Ἰωνᾶ λέγουσα “ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης καὶ ποταμοὶ ἐκύκλωσάν με.” πῆ δὲ διὰ τῆς παραβολῆς αὐτοῦ τοῦ Κυρίου· “ κατέβη’’ φάσκοντος, “ ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ οὐκ “ ἐδυνήθησαν τὴν ἐπὶ τὴν πέτραν θεμελιωμένμν οἰκίαν καταβαλεῖν.” ποταμὸν οὖν ἐν τῷ πάθει τοῦ Κυρίου πειρασμὸν τῇ μητρὶ ἐγγινόμενον μένον λέγει. ὃν καὶ Συμεὼν ὁ πρεσβύτης φησὶ τῇ παρθένῳ. “ καὶ “ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία c.” καὶ τὸ αἴτιον, εἰς παράτασιν τοῦ ἀληθῶς αὐτὴν ὠδινῆσαι καὶ τεκεῖν, ἀλλ’ οὐ φαντασίᾳ. διὸ καὶ τὰ τῶν ἀληθῶν μητέρων παθεῖν, ὀδυνομένην ἐπὶ τῷ τόκῳ· τοῦτο γὰρ νοοῖτο “ ὅπως ἃν ἀποκαλυφθῶσιν ἐκ πολλῶν “ καρδιῶν διαλογισμοί.

Εκ τοῦ στόματος αὐτοῦ.

Οἱονεὶ ἐκ προστάγματος αὐτοῦ ὁ πονηρὸς δαίμων ἔβαλεν τοὺς πειρασμούς· “ ποταμοφόρητον” δὲ ἀντὶ τοῦ ἀποπνίξει. τότε γὰρ εμψυχα ὕπο ποταμῶν ἄγεται καὶ φέρεται, ὅταν ἀποπνιγῇ.

Καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί.

Τὸ μὲν καταπιεῖν τὴν γῆν τὸν ποταμὸν, δηλοῖ τὸ διὰ θανάτου τὸν Κύριον δέξασθαι διὰ τοῦ μνήματος d ποταμὸν δὲ αὐτὸν ἐκάλεσεν, ὡς καὶ πειρασμῶν ἔμπλεον. ἀφ’ ὣν καὶ θανεῖν ἠνέσχετο, καὶ ταφῆναι· καὶ εἰρήνης· ἀφ’ οὗ καὶ “ ὡς ποταμὸν εἰρήνης ὁ προφήτης φησί· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν κατὰ Παῦλον τὸν θεῖον “ ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότειχον τοῦ φραγμοῦ “ λύσας·” καταπιοῦσα δὲ τοῦτον ἡ γῆ πάλιν ἀνέδωκεν ἀνεβίω γὰρ πάλιν τριήμερος, πατήσας τὸν θάνατον, ἐπεὶ κατὰ τὸν θεσπέσιον Πέτρον, “οὐκ ἦν δυνατὸν κρατεῖσθαι ὑπ’ αὐτοῦ τὸν “ ἄρχοντα τῆς ζωῆς. οὕτως δὲ τὸ ῥητὸν τοῦτο ἀναγνωστέον, τελείαν στιγμὴν τιθέντας εἰς τὸ “ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί·’’ εἶτα [*](b ἀλληγορῶν τῆ̣ γραφῇ B. τ. γράφ’. om. Edd. et qiiae seq. usque ad καταβαλεῖν. c ῥομφ. διελ. B. s æ seq. om. Edd. usq. ad ἐρεθίσον.)

368
ὡς ἐξ ἐρωτήσεως τοῦ, τίνα δὲ τρόπον ἐβοήθησεν ; ἐπιφέρειν ὡς ἀπόκρισιν τὸ “ κατέπιεν ἡ γῆ τὸν ποταμὸν ὃν ὁ δράκων ἔβαλλεν ἐκ “ τοῦ στόματος αὐτοῦ·’’ τούτου δὲ γενομένου πρὸς ὀργὴν τοῦ δράκοντος, ἕτερον πάλιν οὗτος ὁ δράκων ἐνεσκευάσατο πόλεμον. ἀλλ’ ἐρεῖ τὶς, ὅτι τὸ καταπιεῖν τὴν γῆν τὸν ποταμὸν εἰκότως παραδεκτέον εἰς τὸν τοῦ Κυρίου θάνατον καὶ τὴν ταφὴν, τὸ δὲ ἀναβιῶναι πόθεν ληπτεὸν μὴ ἐγκειμένου τῇ Ἀποκαλύψει τὸ μοῦ κατάπτωσιν ἐξήμεσεν αὐτὸν, ἤτοι τὸν πειρασμόν. οὕτως γὰρ ἂν ἐνδίκως καὶ τῇ ὀργῇ καταληπτὸς ὁ δράκων· τὸ γὰρ καταποθῆναι πρὸς ἡδονῆς μᾶλλον συνετέλει· ἅτε πρὸς ἀφανισμὸν τοῦ μυκομένου τελεώτερον ἀποτελευτῶν. λέγομεν οὖν, ὡς εἰ καὶ μὴ πρόσκειται τὸ ἐξήμεσεν ἣ ἀπέβλυσεν, ἀλλὰ τῇ τοῦ δράκοντος ὀργῇ συναναφαίνεται τὸ ἀπο- βλύσαι πάλιν τὴν γῆν· δι’ οὗ πάλιν ὑφίστασθαι ἔμελλεν τὸ τὴν ὀργὴν ἐρέθισον. ὁ πόλεμος δὲ πρὸς τοὺς χρηματίσαντας υἱοὺς καὶ ἀδελφοὺς τοῦ Χριστοῦ, καθ’ ὃ εἴρηται τὸ, “ ἀπαγγελῶ τὸ ὄνομά “ σου τοῖς ἀδελφοῖς μου.’’ καὶ αὖθις τὸ “ ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Κύριος. τούτοις δὲ ἐξ ὀργῆς πολεμεῖν ἔκρινε τοῖς πιστοῖς τοῦ Κυρίου, οἱ τῇ πρὸς αὐτὸν εἰλικρινεῖ πίστει καὶ διαθέσει καὶ εἰς συγγένειαν αὐτοῦ c ἀνελήφθησαν, καθώς ἐστιν αὐτοῦ ἀκοῦσαι, “ μήτηρ μου καὶ ἀδελφοί μου οὗτοι εἰσὶν οἱ “ ποιοῦντες τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.

d Δραματικῶς μέτεισι τὰ προκείμενα ὁ χρηματίζων τῷ Ἀποστόλῳ, ὡς ἔμψυχον ζῶον εἰσάγων τὴν γῆν. στόμα ἔχουσαν ἀνοιγόμενον καὶ καταπώσει ἐξαφανίζουσαν· ἐξαφανίζειν δὲ τῆ καταπώσει διὰ ταπεινοφροσύνης τῶν πρὸς οὓς οἱ πειρασμοί· οἱ καὶ λέγουσι καὶ ἡγοῦνται ἑαυτοὺς γῆν εἶναι καὶ σποδὸν· καὶ ταύτῃ τῇ ταπεινώσει τὸ ἀλαζονικὸν ὕψος τοῦ πολεμοῦντος αὐτοῖς διαβόλου ὡσπερεὶ καταπώσει τινι ἐξαφανίζοντες τε καὶ καθαιροῦντες· ὡς τῷ Ἀντωνίῳ εἴρηκεν ὁ Ἄγγελος. Ὀργισθεὶς δὲ ὁ δράκων ἐπὶ τῇ γυναικι ναικὶ ἤτοι τῇ Ἐκκλησίᾳ διὰ τὸ ὑπὸ τῆς ταπεινοφροσύνης τὰς μηχανὰς αὐτοῦ καταπαλαισθῆναι, ἀπῆλθε ποιῆσαι πόλεμον μετὰ τῶν περιλοίπων τῶν ἀπὸ τῆς Ἀποστολικῆς διαδοχῆς, ὡς ἀπὸ σπέρματος ταύτης ἐκβλαστησάντων ἀνδρῶν καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ. διὰ τῶν ἐγκρίτων τῆς Ἐκκλησίας διδασκά- [*](c αὐτῶ B. Hoc Sch. carent Edd.)

369
λῶν καἲ τῶν τῆς γῆς ὑπερορώντων, καὶ πρὸς τὴν ἔρημον μεθισταμένων καὶ τὴν ἐν αὐτῇ ταλαιπωρίαν· εἰ τούτων φησι, διαμάρτοι ὁ διάβολος ἐκ καταπώσεως τῆς ταπεινοφροσύνης, κατὰ τῶν ἐν κόσμῳ στρατευομένων Χριστῷ ἐξοίσει, ὅπως καθάπερ κόνει τραχυνούσῃ τὸ ἔλαιον καὶ τὴν τούτου λειότητα ταῖς τοῦ βίου πραγματείαις εὐαλώτους τούτους εὑρὼν τροπώσηται· εἰ καὶ πολλοὶ τοῦτον διὰ τὸ γνήσιον τῆς πρὸς Χριστὸν ἀγάπης ὥσπερ στρουθίου ἀσθενοῦς καταπαίζουσι.