Catena In Epistulam Ad Hebraeos (E Cod. Paris. Coislin. 204)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 7. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1843.

Ὅτι φοβερωτέρα τῶν ἐπὶ Μωΰσεως τὰ μέλλοντα, κοὶ πλείονος ἄξα σπουδῆς τὰ νυν.

Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ, καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον.

(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· ὅρα πῶς τὰς συγκρίσεις τούτων, καὶ εἰκότως αὐτὰ ὕστερον ἔθηκεν· ὅτε γὰρ αὐτοὺς διὰ μυρίων ἔπεισεν, ὅτε καὶ τὸ μέσον ἔθηκεν ἑκατέρους τῆς διαθήκης, τότε λοιπὸν προκατεγνωσμένης αὐτῆς, ῥᾳδίως καὶ τούτοις ἐπιχειρεῖ, καί φησι φοβερὰ ταῦτα, καὶ οὕτω φοβερὰ, ὡς μηδὲ φέρειν τὴν ἀκοὴν, ὡς μηδὲ θηρίον τολμᾷν ἀνιέναι· ἀλλ’ οὐ

267
τοιαῦτα οἷα τὰ με τὰ ταῦτα· τί γὰρ τὸ Σινὰ. πρὸς τὸν οὐρανόν ; τί δαὶ τὸ ψηλαφώμενον πῦρ πρὸς τὸν ἀψηλάφητον Θεόν ; “ ὁ Θεὸς “ γὰρ πῦρ καταναλίσκον·” “ μὴ λαλείτω γάρ’ φησὶν, “ ἡμῖν ὁ “ Θεὸς, ἀλλὰ λαλείτω ἡμῖν Μωϋσῆς,” καὶ οὕτω φοβερὸν ἦν τὸ διαστελλόμενον· “ κἂν θηρίον θίγῃ τοῦ ὄρους. λιθοβοληθήσεται· καὶ οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον.

Μωϋσῆς εἶπεν, ἔμφοβός εἰμι καὶ ἔντρομος.

Τί θαυμαστὸν, φησὶ, περὶ τοῦ λαοῦ, αὐτὸς ὁ εἰς τὸν γνόφον εἰσελθὼν, οὗ ἦν ὁ Θεὸς, φησὶν, “ ἔμφοβός εἰμι καὶ ἔντρομος.

Ἀλλὰ προσεληλύθατε Σιῶν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ· καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ.

Ἀντὶ Μωϋσέως Ἰησοῦς, ἀντὶ τοῦ λαοῦ μυριάδες ἀγγέλων. πρωτοτόκων τίνων φησί; τῶν πιστῶν. “ καὶ πνεύμασι δικαίων τετελειω- “ μένων,” μετὰ τούτων ἐστὲ, φησὶ, “ καὶ διαθήκης μεσίτῃ Ἰησοῦ, “ καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ,” τὸ γὰρ τοῦ Ἄβελ ἐλάλησεν ; ναὶ, φησὶ, καὶ δι’ αὐτῆς ἀποθανὼν, ἔτι λαλεῖ· καὶ πάλιν ὁ Θεός φησι, “ φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου “ βοᾷ πρός με·” ἣ τοῦτο ἣ ἐκεῖνο, ὅτι ἔτι καὶ νῦν ᾄδεται, ἀλλ’ οὐχ οὕτως ὡς τὸ τοῦ Χριστοῦ, καὶ τοῦτο γὰρ πάντας ἐκάθηρεν, καὶ φωνὴν ἀφίησι λαμπροτέραν καὶ εὐσημοτέραν, ὅσῳ μείζονα τὴν μαρτυρίαν ἔχει τὴν διὰ τῶν πραγμάτων.

βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ ὄν τὸν ἐπὶ γῆς παραιτησάμενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς, οἱ τὸν ἀπ’ οὐρανοῦ ἀποστρεφόμενοι· οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε, νῦν δὲ ἐπήγγελται λέγων, ἔτι ἅπαξ ἐγὼ σείω, οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. τὸ δὲ, ἔτι ἅπαξ δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ὧς πεποιημένων, ἵνα μείνῃ

268
τὰ μὴ σαλευόμενα. διὸ βασιλείαν ἀσάλευτον παραλαβόντες, ἔχομεν χάριν, δι’ ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ, μετὰ αἰδοῦς καὶ εὐλαβείας. καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.

φοβερὰ ἐκεῖνα, ἀλλὰ πολλῷ ταῦτα θαυμασιώτερα καὶ λαμπρότερα· οὐ γὰρ σκότος ἐνταῦθα, οὐδὲ γνόφος, οὐδὲ θύελλα. ἐμοὶ δοκεῖ δι’ ἐκεῖνον αἰνίττεσθαι τὸ ἀσαφὲς τῆς παλαιᾶς, καὶ τὸ συνεσκιασμένον τοῦ νόμου καὶ τὸ συγκεκαλυμμένον· ἄλλως δὲ ὁ νομοθέτης ἐν πυρὶ φαίνεται, φοβερὸς καὶ κολαστικὸς τοῖς παραβαίνουσιν. τί δαὶ οἱ ἦχοι τῆς σάλπιγγος ; εἰκότως ἅτε ὡς βασιλέως λέως τινὸς παρόντος· τοῦτο γοῦν καὶ ἐπὶ τῆς δευτέρας ἔσται παρουσίας, ἐν τῇ ἐσχάτῃ σάλπιγγι πάντα διεγηγέρθαι δεῖ· ἡ δὲ τῆς φωνῆς σάλπιγξ τοῦτο ποιεῖ· πάντα τοίνυν τότε αἰσθητὰ, καὶ ὄψεις καὶ φωνᾶι, πάντα νοητὰ καὶ ἀόρατα νῦν καὶ καπνὸς, φησι, πολὺς ἦν· ἐπειδὴ γὰρ ὁ Θεὸς λέγεται πῦρ εἶναι καὶ ἐν τῇ βάτῳ οὕτως ἐφάνη, καὶ διὰ τοῦ καπνοῦ δείκνυσι τὸ πῦρ· τί δαὶ ὁ γνόφος καὶ τὸ σκότος; πάλιν τὸ φοβερὸν ἐμφαίνει οὕτω καὶ ὁ Ησαΐας φησι, “ καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ·” καὶ ἡ θύελλα τι βούλεται ; ῥᾴθυμον τὸ γένος τὸ ἀνθρώπινον ἦν· ἔδει τοίνυν αὐτὸ διανίστασθαι τούτοις· οὐδεὶς γὰρ οὕτω νωθὴς, ὃς οὐκ ἄνω τὴν διάνοιαν εἶχεν· γινομένων τούτων καὶ νομοθετουμένων, Μωϋσῆς ἐλάλει· ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ· ἔδει γὰρ τοῦ Θεοῦ φέρεσθαι τὴν φωνὴν, ἐπειδὴ διὰ Μωϋσέως ἤμελλε νομοθετεῖν· διὰ τοῦτο ἀξιόπιστον αὐτὸν ἐποίει· οὐχ ἑώρων αὐτὸν διὰ ’τον γνόφον, οὐκ ἤκουον αὐτοῦ διὰ τὸ ἰσχνόφωνον. τι οὖν ; ὁ Θεὸς ἀπεκρίνατο φωνῇ δημηγορῶν, ἀλλ’ ὄνομα αὐτοῦ καλέσεται· “ παρῃτήσαντο, φησὶ, “ μὴ προστεθῆναι “ αὐτοῖς λόγον ἄνωθεν.” ἄρα αὐτοὶ γεγόνασιν αἴτιοι τοῦ διὰ σαρκὸς φανῆναι τὸν Θεόν· “ λαλείτω ἡμῖν,” φησὶ, “ Μωϋσῆς, καὶ μὴ λα- “ λείτω ἡμῖν ὁ Θεὸς, ” οἱ τὰς συγκρίσεις ποιοῦντες μᾶλλον ἐκεῖνα ἀναιροῦσιν, ἵνα ταῦτα πολλῷ μείζονα δείξωσι· καὶ ταῦτα κρείττονα καὶ ἡμερώτερα καὶ θαυμασιώτερα τὰ ἡμέτερα· οὐκ ἠξιώθησαν, φησὶν, ὧν ἡμεῖς ἐκεῖνοι, ἄλλως δὲ καὶ τὸ ἀόρατον δείκνυσι διὰ τοῦ σκότους καὶ γνόφου· τότε καὶ Μωϋσῆς ἔδεισεν· νυνὶ δὲ οὐδείς· ὥσπερ γὰρ κάτω εἱστήκει ὁ λαὸς τότε, οὕτω καὶ

269
ἡμεῖς· οὐκ ἦσαν κάτω, ἀλλ’ οὐρανοῦ κάτω· ἐγγὺς τοῦ Θεοῦ ὁ Υἱός· ἀλλ’ οὐχ ὡς Μωϋσῆς· ἐκεῖ ἔρημος ἦν, ἐνταῦθα πόλις· “ καὶ μυριά- “ σιν ἀγγέλων πανηγύρει,” ἐνταῦθα τὴν χαρὰν δείκνυσι, τὴν εὐφροσύνην ἀντὶ τοῦ γνόφου καὶ τοῦ σκότους καὶ τῆς θυέλλης.

(Σευηριανοῦ.) Σευηριανὸς δέ φησι· πανήγυρις γὰρ καὶ ἑορτὴ ἀγγέλω, ἡ εἰς τὸν Θεὸν δόξα.

Καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ Θεῷ πάντων.

(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· ἐκεῖνοι οὐ ἀλλὰ πόρρω εἱστήκεσαν καὶ ὁ Μωϋσῆς· ὑμεῖς δὲ προσεληλύθατε· ἐνταῦθα αὐτοὺς φοβεῖ εἰπὼν, “ καὶ κριτῇ Θεῷ πάντων,” τουτέστι τῆς οἰκουμένης ἁπάσης, “ καὶ πνεύμασι δικαίων τετελει- “ ωμένων,” τὰς ψυχὰς λέγει τῶν εὐδοκίμων, “ καὶ διαθήκης νέας “ μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, τουτέστι καθαρμοῦ, “ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ·” εἰ δὲ τὸ αἷμα λαλεῖ, πολλῷ μᾶλλον ὁ σφαγιασθεὶς ζῇ· τί δαὶ ἐλάλει ; ἣ πῶς ἐλάλει ; ἔνθα γὰρ ἃν εἰς εἰλικρινῆ διάνοιαν ἐμπέσῃ, διανίστησιν ἱν αὐτὴν καἲ ποιεῖ λαλεῖν.

Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα.

τουτέστι, μὴ ἀπογνῶτε.

Εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον τὸν ἐπὶ γῆς παραιτη- σάμενοι χρηματίζοντα.

τίνα λέγει ; ἐμοὶ δοκεῖ Μωϋσῆν· ὃ δὲ λέγει τοῦτό ἐστιν· εἰ ἐπὶ γῆς νομοθετοῦντα παραιτησάμενοι οὐκ ἐξέφυγον. ἀπὸ τοῦ οὐρανοῦ νομοθετοῦντα πῶς παραιτησόμεθα ; ἐνταῦθα δείκνυσιν, ὅτι οὐκ ἄλλος ἐστὶν ἐκεῖνος, μὴ γένοιτο, ἀλλ’ αὐτὸς μέν ἐστι καὶ οὗτος κἀκεῖνος· φοβερὸς δὲ οὗτος· οὐ γὰρ διαφορὰν λέγει προσώπων, ἀλλὰ δόσεως· πόθεν δῆλον ; “ εἰ γὰρ ἐκεῖνοι οὐ παρῃτή- “ σαντο,” φησὶν, “ τὸν ἐπὶ γῆς χρηματίζοντα, πολλῷ μᾶλλον “ ἡμεῖς οἱ τὸν ἀπ’ οὐρανοῦ ἀποστρεφόμενοι·” τι οὖν, ἄλλος ἐστὶν οὗτος παρ’ ἐκεῖνον ; πῶς ; “ οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε· ” ἡ γὰρ τοῦτο τε δόντος ’τον νόμον φωνὴ τὴν γῆν ἐσάλευσεν.

Νῦν δὲ ἐπήγγελται λέγων, ἔτι ἅπαξ ἐγὼ σείω, οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. τὸ δὲ ἔτι ἅπαξ

270
δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ὡς πεποιημενων.

Ἄρα ἐκ τοῦ μέσου πάντα ἀρθήσεται, καὶ ἐπὶ τὸ βέλτιον συμπαγήσεται ἄνωθεν· τοῦτο τοίνυν αἰνίττεται ἐνταῦθα· τι τοίνυν ἀλγεῖς ἐν κόσμῳ οὐ μένοντι, κόσμῳ θλιβόμενος μικρὸν ὕστερον παροδευομένῳ ; εἰ ἐν ὑστέρῳ τοῦ κόσμου ἡ ἄνεσις ἦν, τότε θλίβεσθαι ἐχρῆν, πρὸς τὸ τέλος ὁρῶντα· “ ἵνα μείνῃ,” φησὶ, τὰ μὴ “ σαλευόμενα·” ποῖα δέ ἐστι τὰ μὴ σαλευόμενα ; τὰ μέλλοντα.

Σευηριανὸσ δέ φησιν· τοῦτ’ ἔστιν ὃ λέγει ὁ Παῦλος ἀλλαχοῦ· “ παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου· ἵνα παρέλθῃ “ τὰ πρόσκαιρα, καὶ ἔλθῃ τὰ αἰώνια.”

(Θεόδωροσ.) Θεόδωρος δὲ ὧδε λέγει· καλῶς ἀπὸ τῆς τοῦ προφήτου φωνῆς τῶν τε νῦν τὴν μεταβολὴν καὶ τῶν ὑστέρων τὸ βέβαιον συνίστησιν· τὸ μὲν γὰρ σείειν ἐπαγγείλασθαι τὴν μετάθεσιν αὐτῶν δηλοῖ πάντως ὡς ἐσομένην· τῇ δὲ τοῦ “ ἅπαξ” προσθήκῃ, τῶν μετὰ τοῦτο δηλοῖ τὸ ἀμετάθετον.

Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχομεν χάριν.

(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησιν· τουτέστιν, εὐχαριστῶμεν τῷ Θεῷ· οὐ γὰρ μόνον οὐκ ὀφείλομεν δυσπετεῖν ἐπὶ τοῖς παροῦσιν, ἀλλὰ καὶ χάριν αὐτῷ μεγίστην εἰδέναι ἐπὶ τοῖς μέλλουσιν.

Δἰ ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ.

Ἀντὶ τοῦ οὕτως ἐστὶν εὐαρέστως λατρεύειν τῷ Θεῷ· εὐχαριστοῦντα ἐν ἅπασιν· ὃ γὰρ ἃν ἐργάσηται τις γογγύζων, ὑπότεμνέ τᾶι καὶ ἀπώλεσε τὸν μισθόν· οὐκ ἄρα ἐστὶν εὐαρέστως λατρεῦσαι, μὴ χάριν εἰδότας πάντων αὐτῷ, καὶ τῶν πειρασμῶν καὶ τῶν ἀνέσεων· μηδὲν οὖν ἰταμὸν φθεγγώμεθα, μηδὲν ἀναίσχυντον, ἵνα αἰδέσιμοι ὦμεν· τοῦτο γάρ ἐστι μετ’ αἰδοῦς καὶ εὐλαβείας.

271

Περὶ φιλαδελφίας καὶ φιλοξενίας.

Ἡ φιλαδελφία μενέτω· τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.

Οὐκ εἰδότες ἐξένισαν· διὰ τοῦτο καὶ μέγας ὁ μισθός.

Μιμνήσκεσθε τῶν δεσμίων, ὡς συνδεδεμένοι, τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι· τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἢ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός· ἀφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν.

Ὅρα πόσος περὶ σωφροσύνης λόγος αὐτῷ· δείκνυσιν ὅτι δικαίως τὰ ἑξῆς ἐπήγαγεν· εἰ γὰρ ὁ γάμος συνεχωρήθη, δικαίως ὁ πόρνος κολάζεται, δικαίως ὁ μοιχὸς τιμωρεῖται· ἐνταῦθα πρὸς τοὺς αἱρετικοὺς ἀποδύεται· οὐκ εἶπε πάλιν, μηδεὶς ἔστω πόρνος, ἀλλ᾿ ἅπαξ εἰπὼν τότε ἐπήγαγεν, ὡς κοινὴν παραίνεσιν, οὐχ ὡς πρὸς αὐτοὺς ἀποτεινόμενος· “ ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενος “ τοῖς παροῦσιν·” εἶτα καὶ ἐνταῦθα ἡ παραμυθία.

Αὐτὸς γὰρ εἴρηκεν, οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλείπω, ὥστε θαρροῦντας ἡμᾶς λέγειν, Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.

Πάλιν ἐν τοῖς πειρασμοῖς ἡ παραμυθία· “ μνημονεύετε τῶν “ ἡγουμένων ὑμῶν·” τοῦτο ἄνωθεν ὤδινεν εἰπεῖν· διὰ τοῦτο ἔλεγεν, “ εἰρήνην διώκετε μετὰ πάντων.”

(Θεόδωροσ.) Θεόδωρος δέ φησιν· ἡγουμένους τοὺς παρ’ αὐτοῖς καταγγείΛαντας τὸν λόγον τῆς εὐσεβείας, καὶ τελειωθέντας ὑπὸ Ιουδαίων αὐτόθι· πολλοὶ δὲ ἦσαν, οὔτε Στέφανος μόνον καὶ Ἰάκωβος, ὁ μαχαίρᾳ ἀναιρεθεὶς, ἀλλὰ καὶ ὁ τοῦ Κυρίου ἀδελφὸς Ἰάκωβος, ἕτεροι δὲ πλεῖστοι, σιωπῇ παραδεδομένοι.

Οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πιστιν.

272

Θεωροῦντες γὰρ αὐτῶν τὸν βίον, φησὶ, μιμεῖσθε τὴν πίστιν· ἀπὸ γὰρ βίου καθαροῦ ἡ πίστις.

Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας· διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες.

Τὸ “ χθὲς” τὸν παρελθόντα λέγει χρόνον, τὸ “ σήμερον” τὸν ἐνεστῶτα αἰῶνα, καὶ τὸν μέλλοντα, τὸν ἄπειρον· τουτέστιν ἀρχιερέα ἠκούσατε, ἀλλ’ οὐκ ἀρχιερέα λήγοντα, ἀεὶ ὁ αὐτός ἐστιν, ὡς ὄντων τινῶν τῶν λεγόντων, ὅτι οὐκ ἔστιν, ἕτερος ἥξει· ὅπερ οὖν καὶ οἱ Ἰουδαῖοι λέγουσιν, καὶ τοῦ ὄντως ἀποστερήσαντες ἑαυτοὺς, τῷ ἀντιχρίστῳ περιπεσοῦνται.

Περὶ τοῦ μὴ σωματικῶς ζῆν κατὰ νόμον, ἀλλὰ πνευματικῶς κατὰ Χριστὸν ἐν ἀρετῇ.

Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε.

Οὐ μόνον ξέναις, ἀλλὰ μηδὲ ποικίλαις.

Καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες.

Ενταῦθα ἠρέμα αἰνίττεται τοὺς τὴν παρατήρησιν τῶν βρωμάτων εἰσάγοντας· τῇ γὰρ πίστει πάντα καθαρά· πίστεως οὖν δεῖ, οὐ βρωμάτων.

Ἔχομεν θυσιαστήριον, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες.

Οὐχ οἷα τὰ Ἰουδαϊκὰ, τοιαῦτα τὰ παρ’ ἡμῖν, ὡς μηδὲ τῷ ’ς ἀρχιερεῖ θέμις εἶναι μετέχειν αὐτῶν· ὥστε ἐπειδὴ εἶπεν, “ μὴ “ παρατηρεῖτε,” ἐδόκει δὲ τοῦτο καταβάλλοντος εἶναι τὰ ἴδια· πάλιν αὐτὸ περιστρέφει· μὴ γὰρ καὶ ἡμεῖς οὐ παρατηροῦμεν, φησίν· καὶ παρατηροῦμεν, καὶ σφοδρότερον, οὐδὲ αὐτοῖς τοῖς ἱερεῦσι μεταδιδόντες αὐτῶν.

Σευηριανὸσ φησί· τουτέστιν οἱ ἐν νόμῳ, οὐκ ἔχουσι τὸ δῶρον τοῦτο, οὗ μετέχομεν ἡμεῖς· “ ἔξω δὲ τῆς παραβολῆς.” ἀντὶ τοῦ ἔξω τῶν νομίμων, καὶ τῆς Ἰσραηλιτικῆς παρεμβολῆς.

273

Ὧν γὰρ εἰσφέρεται ζώων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς· διὸ καὶ ὁ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου ὅς τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθεν.

Κυρίλλου. Ἁγιάζει γὰρ Χριστὸς τῷ ἰδίῳ αἵματι τὴν ἀληθεστέραν σκηνὴν, τουτέστι τὴν ἐκκλησίαν· ἔξω δὲ τῆς πύλης ἔπαθεν, οὐχὶ δὴ μᾶλλον ἐν αὐτῇ τῇ παρεμβολῇ· ἔξω γὰρ, ὥσπερ τῆς Ἰουδαίων συναγωγῆς ἐν Χριστῷ κάθαρσι; ἀπεφοίτησε γὰρ αὐτῆς ἐνεργέστατα λέγων, “ ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν,” μετερρίκησε r δὲ ὥσπερ ἐπὶ τὰ ἔθνη λοιπὸν ἡ ἀφαγνίζουσα χάρις, καὶ ὡς ὁ Παῦλός φησιν, “ οἱ μακρὰν ὄντες γεγόνασιν ἐγγύς·” εἰδες τὸν τύπον λάμποντα περὶ ἁμαρτίας, φησι, καὶ ἔξω τῆς “ πύλης ἔπαθεν· τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν, φέροντες τὸν “ ὀνειδισμὸν αὐτοῦ,” τουτέστιν, τὰ αὐτὰ πάσχοντες, κοινωνοῦντες αὐτῷ ἐν τοῖς παθήμασιν. ὡς κατάδικος ἐσταυρώθη ἔξω· μὴ τοίνυν μηδὲ ἡμεῖς αἰσχυνώμεθα ἐξιέναι “ τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες,” τουτέστι ’τον σταυρὸν, συσταυρούμενοι αὐτῷ, κα νεκροῦντες εαυτοὺς ἀπὸ τοῦ κόσμου, ἵνα καὶ ἡμῖν τὸ πάθος αὐτοῦ ἀφθαρσίας καὶ καθαρισμοῦ πρόξενον γένηται· εἰ δὲ καὶ τοὺς ἔχοντας τὰ σωματικὰ μολύσματα ἐξωθεῖσθαι τῆς παρεμβολῆς ὁ νόμος ἐκέλευεν, ταῦτα δὲ τυπικῶς τὸν τῶν ψυχῶν μολυσμὸν ἐδήλου· ἔξω τῆς παρεμβολῆς ἔπαθεν ὁ Χριστὸς, ὅτι ὑπὲρ τῶν ἁμαρτωλῶν πέπονθεν· “ αὐτὸς γὰρ τὰς ἀνομίας ἡμῶν ᾐρε καὶ τὰς νόσους ἐβά- “ στασεν·” καὶ ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἤχθη εἰς θάνατον, καὶ μετὰ ἀνόμων ἐλογίσθη, ἵνα τοὺς ἁμαρτωλοὺς ἡμᾶς τοὺς πρὸς αὐτὸν ἐξιόντας διὰ τῆς πίστεως ἁγιάσῃ. ἕψεται πάντως ταϊς τοῦ πιστεύειν ὁμολογίαις ἡ χάρις, καὶ τῶν πλημμελημάτων ἡ ἄφεσις.

(Κυρίλλου.) Ὁ μακάριος Κύριλλός φησιν· ἔοικεν ὁ θεσπέσιος Παῦλος τὸ “ ἔξω τῆς πύλης” ἔξω τοῦ κόσμου λέγειν· πύλης γὰρ ἡμᾶς ἐξίστησι κοσμικῆς, τὸ ἐθέλειν ἕπεσθαι τῷ Χριστῷ.

Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλ- [*](r Leg. credo μετερρύηκε.)

274
λουσαν ἐπιζητοῦμεν· δι’ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τουτέστιν, καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.

Δἰ αὐτοῦ ὡς ἀρχιερέως τὸ κατὰ σάρκα· “ ὁμολογούντων,” φησὶ, “ τῷ ὀνόματι αὐτοῦ·” μηδὲν οὖν βλάσφημον φθεγγώμεθα, μηδὲν τὸ λυμηρὸν8, μηδὲν ἀπονενοημένον, τουτέστιν μετ’ αἰδοῦς καὶ εὐλα- βείας· ψυχὴ γὰρ ἐν ταῖς θλίψεσιν ἀπογινώσκει καὶ ἀπαναισχυντεῖ, ἀλλὰ μὴ ἡμεῖς.

τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε.

Οὐχὶ πρὸς τοὺς παρόντας λέγω ἀδελφοὺς, ἀλλὰ καὶ πρὸς τοὺς ἀπόντας· εἰ δὲ ἕτεροι τὰ ὑπάρχοντα ὑμῶν ἡρπάκασιν, ἐκ τῶν ἐνόντων τὴν φιλοξενίαν ἐπιδείκνυσθε.

Θεόδωροσ δέ φησιν· εὐποιίαν εἶπεν, εἰς ἔπαινον τοῦ γινομένου, κοινωνίαν δὲ διὰ τὸ περὶ ὁμοπίστους γίνεσθαι, ὡς ἃν δέον κοινωνοὺς ἡγεῖσθαι τοὺς τοιούτους τῶν προσόντων ἡμῖν, οὕτω μετὰ σπουδῆς ταῖς χρείαις αὐτῶν ἀρκεῖν αἱρουμένους.

τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.

Δῶμεν αὐτῷ τοιαύτην θυσίαν, ἵνα ἀνενέγκῃ τῷ Πατρί· ἄλλως γὰρ οὐκ ἀναφέρεται, ἃν μὴ διὰ τοῦ Υἱοῦ· μᾶλλον δὲ καὶ διὰ δια- νοίας συντετριμμένης· πάντα ταῦτα διὰ τοὺς ἀσθενεῖς, ἲς, ἐπεὶ ὅτι τοῦ Υἱοῦ ἐστιν ἡ χάρις δῆλον· ἐπεὶ πῶς ἐστι τι μὴ ἴση ; “ ἵνα “ πάντες,” φησὶ, “ τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πα- “ τέρα· ποῦ ἴση ἡ τιμή ; “ καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.”

Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε.

Ὁ μακάριος Ἰωάννης φησὶ, κακὸν ἡ ἀναρχία, καὶ ἀρχὴ ἀτα- ξίας καὶ συγχύσεως· κακὸν δὲ οὐδὲ ἧττον καὶ ἡ ἀπείθεια τῶν ἀρχομένων· τὸ αὐτὸ γὰρ γίνεται πάλιν· ἀλλ’ ἴσως ἐρεῖ τις, ὅτι ἔστι καὶ τρίτον κακὸν, ὅταν ἄρχων ᾖ κακός· οἶδα κἀγὼ, καὶ οὐ μικρὸν τοῦτο κακὸν, ἀλλὰ καὶ τῆς ἀναρχίας πολλῷ κάκιον· κρεῖττον γὰρ ὑπὸ μηδενὸς ἄγεσθαι, ἢ ὑπὸ κακοῦ ἄγεσθαι· πῶς οὖν ὁ Παῦλός φησι, “ πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν,” ἀνωτέρω εἰπὼν, “ ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν [*](s Leg. τολμηρόν.)

275
“ πίστιν,” τότε εἶπεν “ πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπεί- “ κετε;” τί οὖν φησιν ; ὅταν πονηρὸς ᾖ, μὴ πειθώμεθα ; πονηρὸς πῶς λέγεις ; εἰ μὲν πίστεως ἕνεκεν, φύγε αὐτὸν καὶ παραίτησαι, μὴ μόνον ἃν ἄνθρωπος ᾖ, ἀλλὰ καὶ Ἄγγελος ἐξ οὐρανοῦ κατιών· εἰ δὲ βίου ἕνεκεν, μὴ περιεργάζου· ὁ οὖν Παῦλος πρότερον αὐτοὺς συνέστησεν, καὶ τότε φησὶ, “ πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ “ὑπείκετε.”

Αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες.

Ὥσπερ πειθηνίους δεῖ τοὺς ἀρχομένους, οὕτω καὶ τοὺς ἄρχοντας ἀγρύπνους καὶ νηφαλαίους· διὰ τοῦτό φησιν, “ ἵνα μετὰ “ χαρᾶς τοῦτο ποιῶσι, καὶ ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.” ὁρᾷς ὅτι τὸν ἄρχοντα καταφρονούμενον.

Θεωρία Περὶ Τῆσ Σκηνῆσ, Καὶ Τί Δήποτε Αὐτὲν Γενέσθαι Προσέταξεν ὁ Θεός.

Αὐτὸς ὁ δεσπότης Θεὸς τὴν αἰτίαν δεδήλωκεν· ἔφη δὲ οὕτως “ ποιήσεις μοι ἁγίασμα καὶ ὀφθήσομαι ἐν ὑμῖν, καὶ ποιήσεις “ κατὰ πάντα ὅσα ἐγὼ δείκνυμί σοι ἐν τῷ ὄρει, τὸ παράδειγμα τῆς “ σκηνῆς, καὶ τὸ παράδειγμα τῶν σκευῶν αὐτῆς.” ἐπειδὴ γὰρ ἐν τῷ Σινὰ ὄρει τὸν νόμον ἐδεδώκει, εἰκὸς δὲ ἦν τινὰς ὑποτοπῆσαι περιγεγράφθαι τὸ θεῖον, ἐκέλευσε γενέσθαι σκηνὴν, ἵνα ἐκεῖθεν τὴν οἰκείαν ποιούμενος ἐπιφάνειαν ἐκπαιδεύει τὸν λαὸν τὴν εὐσέβεια,. ὡσπερ γὰρ τὴν ἐπηγγελμένην αὐτοῖς ἀπειληφότων γῆν, ἔων γενέσθαι προσέταξεν, καὶ τὰς θείας ἐκεῖ γενέσθαι λειτουργίας ἐνομοθέτησεν, ἵνα μὴ ἀδεῶς τοῦτο δρῶντες, τῇ τῶν ἀλιτηρίων δαιμόνων περιπέσωσι πλάνῃ, οὕτως ὁδοιποροῦσι καὶ τὴν ἔρημον διαβαίνουσι σκηνὴν ποιῆσαι προσέταξεν, μεταβῆναι καὶ αὐτὴν δυναμένην, ἵνα καὶ τὰς προσευχὰς καὶ τὰς ἱερουργίας ἐν ταύτῃ προσφέρωσι. καὶ ταῦτα δὲ τῆς αὐτῶν ἕνεκα γεγένηται χρείας. ἐπειδὴ γὰρ ἐν τῷ ὄρει τοῦ μεγάλου Μωϋσέως πλείους διατρίψαντος ἡμέρας, πρὸς τὸν Ἀαρὼν ἔφασαν, “ ποίησον ἡμῖν θεοὺς οἳ προπορεύονται ἡμῶν,” καὶ τὴν εἰκόνα τοῦ μόσχου κατασκευάσαντες, ἐβόων χορεύοντες, “ οὗτοι οἱ “ θεοί σου Ἰσραὴλ οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου,” τὴν σκη-

276
νῆν ταύτην προσέταξεν ὁ Θεὸς, καὶ ἀπαιρόντων ἡγεῖσθαι νενομοθέτηκεν, καὶ αὐλιζομένων ἵστασθαι, ὥστε καὶ τοὺς ἱερέας τὰς θυσίας ἐν αὐτῇ ἐπιτελεῖν. εἶχεν δὲ αὕτη τῆς κτίσεως τὴν εἰκόνα. ὥσπερ γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν δημιουργήσας ὁ δεσπότης Θεὸς, μέσον πάλιν ἐξέτεινε τὸ στερέωμα, καὶ διώρισεν τὰ ὑπερῶα τῶν κάτω, μίαν μὲν προσέταξεν γενέσθαι τὴν σκηνὴν, τριάκοντα μὲν πήχεων τὸ μῆκος, δώδεκα δὲ τὸ εὖρος ἔχουσαν· ἐν μέσῳ δὲ τὸ παραπέτασμα διατείνας ἐν τύπῳ τοῦ στερεώματος, διχῆ διεῖλεν αὐτήν· καὶ τὸ μὲν παρὰ τὴν θύραν μέρος ἐκάλεσεν ἅγια, τὰ δὲ τοῦ παραπετάσματος ἔνδον ἅγια ἁγίων ὠνόμασεν· καὶ ὥσπερ λέγει Δαβὶδ, “ ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκεν τοῖς “ υἱοῖς τῶν ἀνθρώπων,” οὕτως ἔξω μὲν τοῦ καταπετάσματος εἰσὶ τῇ τὸν s ἦν τοῖς ἱερεῦσι, τὰ δὲ ἔνδον ἄψαυστα ἦν καὶ ἄδυτα· καὶ ἀνάκτορα, τὸν ἀρχιερέα γὰρ μόνον ἅπαξ τοῦ ἔτους νόμος ἦν εἰσιέναι ἐκεῖ· ἦν δὲ ἐκεῖ τὰ τῶν χερουβεὶμ εἰκάσματα τύπον τῶν ἀσωμάτων δυνάμεων ἔχοντα· ἐν μέσῳ δὲ τούτων ἡ κιβωτὸς ἔκειτο, τὰς πλάκας ἔχουσα τοῦ νόμου καὶ τὴν στάμνον τοῦ μάννα καὶ τὴν ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν· ἐπέκειτο δὲ ταύτῃ τὸ ἱλα- στήριον ταῖς πτέρυξι τῶν χερουβεὶμ σκιαζόμενον· ἐν τούτῳ δὲ ὁ τῶν ὄντων Θεὸς τὴν οἰκείαν ἐπιφάνειαν ἐποιεῖτο. ἐπειδὴ γὰρ ἡ θεῖα φύσις ἀνείδεός τε καὶ ἀσχημάτιστος ἀόρατός τε καὶ ἀπερίληπτος, καὶ τῆς τοιαύτης οὐσίας εἰκόνα τεκτήνασθαι παντάπασι τῶν ἀδυνάτων, τὰ σύμβολα τῶν μεγίστων αὐτοῦ δωρεῶν ἔνδον κεῖσθαι προσέταξεν. αἱ μὲν γὰρ πλάκες τὴν νομοθεσίαν ἐδήλουν, τὴν δὲ ἱερωσύνην ἡ ῥάβδος, τὸ δὲ μάννα τὴν ἐν ἐρήμῳ τροφὴν καὶ τὸν ἀχειροποίητον ἄρτον· τὸ δέ γε ἱλαστήριον τῆς προφητείας σύμβολον ἦν· ἐκεῖθεν γὰρ αἱ προρρήσεις ἐγίνοντο. ὥσπερ γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται, οὕτω διὰ τούτων ὁ μεγαλόδωρος ἐγνωρίζετο· τὸ μὲν οὖν ἔνδον τῆς σκηνῆς· διὸ καὶ ἅγια τῶν ἁγίων ὠνόμαστο· καὶ ὅτι τοῦτο ἀληθὲς, μάρτυς ὁ θεῖος Ἀπόστολος, οὑτωσὶ λέγων· “ οὐ γὰρ εἰς “ χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς ἀντίτυπα τῶν ἀληθινῶν, “ ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμ . . ανισθῆναι τῷ προσώπῳ τοῦ “ Θεοῦ ὑπὲρ ἡμῶν·” καὶ πάλιν περὶ τῆς θείας ἐλπίδος διαλεγό- [*](s Leg. εἰσιτητόν.)
277
μένος καὶ ταῦτα προστέθηκεν, “ ἣν ὡς ἄγκυραν ἔχομεν ἀσφαλῆ “ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ κατα- “ πετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς γενό- “ μένος ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ.” οὐκοῦν τὰ μὲν ἔνδον τοῦ καταπετάσματος τὴν τῶν ἐπουρανίων εἶχον εἰκόνα, τὰ δὲ ἐκτὸς τῶν ἐπιγείων, διὸ καὶ τοῖς ἱερεῦσι διηνεκῶς ἦν βατά. εἶχε δὲ ταῦτα λυχνίαν μὲν ἐν τῷ νοτίῳ μέρει κειμένην ἑπτάκαυλον, ἰσαρίθμους ἔχουσαν λύχνους ἐπικειμένους· ἐδήλουν δὲ οὗτοι τῶν ἡμερῶν τῆς ἑβδομάδος τὸν ἀριθμόν· τράπεζαν δὲ . . . . ἐφ’ ἧς ἄρτους προκεῖσθαι προσέταξε δυοκαίδεκα, καὶ φιάλας χρυσᾶς πλήρεις λιβανωτοῦ καὶ ἀλῶν t. ἐν δὲ τῷ μέσῳ τῆς λυχνίας καὶ τῆς τραπέζης χρυσοῦν ἔκειτο θυμιατήριον· ταῦτα δὲ ἦν συντάγματα τῶν ἀπὸ γῆς τοῖς ἀνθρώποις δεδωρημένων καρπῶν. πρὸ δὲ τῆς σκηνῆς ἔξω τὸ χαλκοῦν ἦν θυσιαστήριον, τὸ γὰρ προσφερόμα δεχόμενον θύματα .... εἶναι ταῦτα . . . Θεῷ· ὅθεν .... συνεχώρησεν .... ἀσθένειαν. ἔξω δὲ τῆς σκηνῆς ἱερουργεῖσθαι προσέταξεν, ὡς τοῖς ἔνδον ἀπονεμηθεῖσαν, λειτουργίαν ἔπιτε . . θυμίαμα γὰρ καὶ λυχνιαῖον φῶς προσφέ ...... τῆς ἁγίας τραπέζης λειτουργί .... κοντα πήχεα ἦν τὸ μῆκος τῆς σκηνῆς, καὶ δέκ’ . . . τὸ εὖρος, καταμαθεῖν εὐπ . . σέ· εἴκοσι γὰρ σανίδας εἶχε τὸ νότιον μέρος, καὶ τοσαύτας τὸ βόριον. σανίδας γὰρ τοὺς στύλους ὠνόμασαν οἱ ἄλλοι ἑρμηνευταί· ἑκάστης δὲ σανίδος πῆχυν ἐχούσης καὶ ἥμισυ πήχυος λ΄ πήχεις αἱ εἴκοσι σανίδες ἐπλήρουν. οὕτω πάλιν τὸ πρὸς δυσμὰς ἀποβλέπων ἓξ εἶχεν σανίδας τὸ αὐτὸ μέτρον ἐχούσας καὶ δύο γωνίας· ἱρ’ δὲ πήχεις ἐκ τούτων συναγόμενοι, οἱ μὲν δέκα τὸ ἔνδον εὖρος ἐπλήρουν, οἱ δὲ ἄλλοι δύο τὸν ἑκατέρωθεν πλευρῶν τὰς ἁρμονίας ἐδέχοντο· ἐκ μέντοι τοῦ ἑῴου μέρους τὴν θύραν γενέσθαι προσέταξεν, ἵνα καὶ αὐτὸν ...... οἷόν τινα προσκέντησιν προσφέρει τοῖς προπυλέοις εὐθὺς ἐκεῖσε τὰς ἀκτῖνας ἐκπέμπων, καὶ οἱ τῷ Θεῷ μόνῳ λατρεύειν προστεταγμένοι, ὄπισθεν τὸν ἥλιον ἔχουσι πρὸς τὴν σκηνὴν τετραμμένην, καὶ μὴ τοῦτον, ἀλλὰ τὸν τούτου ποιητὴν προσκυνῶσι. δρυφάκτῳ τοίνυν ἡ σκηνὴ προσεώκει, σανίδας ἔχουσα πάν . . . ἡρμοσμένας ἀλλήλαις εἶχον . . . βάσεις ἀργυρᾶς καὶ τὰς κεφαλίδας ὡσαύτως· καὶ αὗ- [*](t Sic.)
278
τᾶι δὲ αἱ ἔνδοθεν καὶ ἔξωθεν ἦσαν εἰλϊμμέναι χρυσῷ· τὸν δὲ ὄροφον εἶχεν ἐξ ὑφασμάτων ποικίλων ἐκ διαφόρων κατεσκευασμένων χρωμάτων· τὸ μὲν γὰρ ἦν ἁλουργὸν, τὸ δὲ ῥοδοειδὲς ἢ κοκκοβαφὲς, τὸ δὲ ὑακίνθῳ προσεοικός· ἡ δὲ βύσσος τὴν λευκὴν εἶχε χρόαν. καὶ ταῦτα δὲ τῶν δ΄ στοιχείων ἦν αἰνίγματα· ὁ μὲν γὰρ ὑάκινθος τῷ ἀέρι προσέοικεν, τὸ δὲ ῥοδοειδὲς ἢ κοκκοβαφὲς τῷ πυρὶ, τὸ δὲ ἁλουργὸν μηνύει τὴν θάλασσαν· ἐκείνη γὰρ τρέφει τὴν κόχλον, ἐξ ἧς τὸ τοιοῦτον γίνεται χρῶμα· ἡ δὲ βύσσος τὴν γῆν· ἐκ ταύτης γὰρ φύεσθαι λέγεται. καὶ δέρρεις δὲ εἶχε τριχίνας ἐπικειμένας, καὶ μέντοι καὶ διφθέρας ποικίλας, ὥστε καὶ τὸν ὑετὸν ἀπείργειν καὶ τὸν φλογμόν. καὶ τοῖς ἱερεῦσι δὲ παντοδαπὸν περιέθηκεν κόσμον· τὸν μὲν λαὸν καταπλήττοντα τῷ διαφόρῳ τοῦ σχήματος, αὐτοὺς δὲ τοὺς ἱερέας διδάσκοντα — desunt reliqua.

279

Η ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗ.

ΘΑΥΜΑΣΤΟΝ οὐδὲν δρῶσιν οἱ τὴν Ἀρειανικὴν εἰσδεξάμενοι νόσον κατὰ τῶν ἀποστολικῶν λυττῶντες γραμμάτων, καὶ τὴν πρὸς Ἑβραίους Ἐπιστολὴν τῶν λοιπῶν ἀποκρίνοντες, καὶ νόθον ταύτην ἀποκαλοῦντες. οἱ γὰρ κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὰς γλώσσας κινοῦντες, τί οὐκ ἃν τολμήσαιεν κατὰ τῶν εὔνων αὐτοῦ καὶ μεγαλοφώνων τῆς ἀληθείας κηρύκων ; αὐτοῦ γάρ ἐστι τοῦ δεσπότου φωνὴ, “ εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν.” ἔδει δὲ αὐτοὺς εἰ κατὰ μηδὲν ἕτερον, τοῦ χρόνου γοῦν αἰδεσθῆναι τὸ μῆκος, ἐν ᾧτ’ τήνδε τὴν Ἐπιστολὴν ἐν ταῖς Ἐκκλησίαις ἀναγινώσκοντες διετέλεσαν τῆς ἐκκλησίας οἱ τρόφιμοι. ἐξ οὗ γὰρ τῶν ἀποστολικῶν γραμμάτων αἱ τοῦ Θεοῦ μετέλαχον Ἐκκλησίαι, ἐξ ἐκείνου καὶ τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς τὴν ὠφέλειαν καρποῦνται. εἰ δὲ μὴ τοῦτο πεῖσαι αὐτοὺς ἱκανὸν, κἂν Εὐσεβίῳ γοῦν ἐχρῆν πεισθῆναι, τῷ Παλαιστηνῷ, ὃν τῶν οἰκείων δογμάτων ἀποκαλοῦσι συνήγορον· καὶ οὗτος γὰρ τοῦ θειοτάτου Παύλου τήνδε τὴν Ἐπιστολὴν ὡμολόγησεν εἰναι, καὶ τοὺς παλαιοὺς ἅπαντας ταύτην περὶ αὐτῆς ἔφησεν ἐσχηκέναι τὴν δόξαν. ἀλλ’ οἱ Ἀρειανοὶ, πᾶσιν ἐρρωσθῆναι φράσαντες, ἀναίδην πρὸς τὴν ἀλήθειαν διαμάχονται· τῆς ἀποστολικῆς θεολογίας, ἣ τὸ προοίμιον κατεκόσμησε, τὴν αἴγλην οὐ φέροντες. ἀντιλέγειν γὰρ οὐ δυνάμενοι πρὸς τὰ διαρρήδην περὶ τῆς τοῦ μονογενοῦς εἰρημένα θεότητος, πᾶσαν ἐκ . . . a [*](a Hæc evanida.)

280
ἐτόλμησαν τὴν Ἐπιστολήν· καὶ που καὶ τῶν δογμάτων καὶ τῶν ἄλλων ἐνθυμημάτων πολλὴν συγγένειαν πρὸς τὰς ἄλλας ἐχόντων Επιστολάς.

Πρόσχημα δὲ τῇ κατηγορίᾳ περιτιθέασι, τὸ μὴ τὴν ἀποστολικὴν προσηγορίαν ὁμοίως ἐγκεῖσθαι τῷ προοιμίῳ. ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς τῶν ἐξ ἐθνῶν, ἀλλ’ οὐ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων Ἀπόστολος ἐκεχειροτόνητο. καὶ γὰρ ὁ Κύριος πρὸς αὐτὸν ἔφη· “ σπεῦσον καὶ ἔξελθε τὸ τάχος ἐντεῦθεν· οὐ γὰρ μὴ προσδέξων- “ ταί σου τὴν μαρτυρίαν τὴν περὶ ἐμοῦ· πορεύου, ὅτι εἰς ἔθνη “ μακρὰν ἐξαποστελῶ σε.” τοιαύτας δὲ καὶ πρὸς τοὺς ἄλλους Ἀποστόλους ἐποιήσατο συνθήκας· “ Ἰάκωβος,” γάρ φησι, καὶ “ Κηφᾶς καὶ Ἰωάννης οἱ δοκοῦντες στῦλοι εἶναι δεξιὰς ἔδωκαν “ ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας· ἵνα αὐτοὶ μὲν εἰς τὴν περιτομὴν, “ ἡμεῖς δὲ εἰς τὰ ἔθνη.” οὕτω καὶ Ῥωμαίοις ἐπιστέλλων ἔφη· “ ἐφ’ ὅσον εἰμὶ ἐγὼ ἐθνῶν Ἀπόστολος, τὴν διακονίαν μου δοξάζω.” καὶ πάλιν ἀλλαχοῦ· “ ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν “ τῆς περιτομῆς, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη.” τούτου δὴ χάριν τοῖς μὲν ἐξ ἐθνῶν πεπιστευκόσιν ἐπιστέλλων, Ἑβραίοις δὲ γράφων, ὧν οὐκ ἐνεχειρίσθη τὴν ἐπιμέλειαν, γυμνὴν τῶν ἀξιωμάτων εἰκότως τὴν διδασκαλίαν προσήνεγκεν· ὑπὸ γὰρ τὴν τῶν ἄλλων Ἀποστόλων ἐτέλουν προμήθειαν.

Εἰ τοίνυν ἐθνῶν Ἀπόστολος ἦν, τι κοινὸν πρὸς Ἑβραίους εἶχε ; τι δὲ αὐτοῖς καὶ ἐπέστελλε, καὶ μᾶλλον ἀπεχθανομένοις αὐτῷ; ὅτι γὰρ ἀπεχθῶς πρὸς αὐτὸν διέκειντο, ἄκουσον τι φησιν Ἰάκωβος πρὸς αὐτόν· “ θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων “ τῶν πεπιστευκότων, καὶ οὗτοι πάντες κατήχηνται περὶ σοῦ, ὅτι “ ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις·” καὶ πολλαὶ ζητήσεις αὐτῷ πολλάκις ἐγένοντο περὶ τούτου. τίνος οὖν ἕνεκεν ἐξετάσειεν ἄν τις τὸν νομομαθῆ ; παρὰ γὰρ τοὺς πόδας Γαμαλήλου τὸν νόμον ἐξεπαιδεύετο, καὶ πολὺς ἦν αὐτῷ ζῆλος τοῦ πράγματος, καὶ ταύτῃ μάλιστα δυνάμενον ἐντρέψαι οὐχὶ πρὸς Ἰουδαίους ἔπεμπεν ὁ Θεός ; ὅτι ταύτῃ μάλιστα πλέον ἤσαν αὐτῷ ἐκπεπολεμωμένοι· “ οὐ γὰρ ἀνέξονταί σου,” φησὶν ὁ Θεὸς πρὸς αὐτὸν, “ ἀλλὰ πορεύου εἰς ἔθνη μακρὰν, διότι οὐ παραδέξονται σου τὴν “ μαρτυρίαν τὴν περὶ ἐμοῦ.” εἶτα αὐτός φησι, “ ναὶ Κύριε, αὐτοὶ

281
“ ἐπίστανται, ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συνα- “ γωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ· καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα “ Στεφάνου τοῦ πρωτομάρτυρός σου, καὶ αὐτὸς ἤμην ἑστὼς κα “ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ, φυλάττων τὰ ἱμάτια τῶν ἀναι- “ ρούντων αὐτόν.” καὶ τοῦτο αὐτὸ φησὶ σημεῖον εἶναι καὶ ὺπόθεσιν τοῦ μὴ πιστεῦσαι αὐτοὺς αὐτῷ· καὶ γὰρ οὕτως ἔχει ὅταν τίς ἐξ ἔθνους ἀποπηδήσῃ τινὸς, ἃν μὲν τῶν ἐλαχίστων ᾐ, καἰ οὐδενὸς ἀξίων λόγου, οὐ πάνυ δάκνει τοὺς ἀφ’ ὧν ἀνεχώρησεν· ἃν δὲ τῶν θαυμαστῶν καὶ σφόδρα ζηλωτῶν, καὶ τὰ ἐκείνων φρονούντων, μάλιστα αὐτοὺς ἀλγύνει, καὶ μεθ᾿ ὑπερβολῆς λυπεῖ, ἅτε μάλιστα αὐτῶν καθαιρῶν τὸ δόγμα παρὰ τοῖς πολλοῖς· καὶ ἄλλο δὲ τούτῳ προσῆν· ποῖον δὴ τοῦτο ; ὅτι οἱ μὲν περὶ Πέτρον, καὶ συνεγένοντο τῷ Χριστῷ, καὶ σημεῖα εἶδον καὶ θαύματα. οὗτος δὲ οὐδενὸς τούτων ἀπολελαυκὼς, ἀλλὰ μετὰ Ἰουδαΐων ὣν, ἐξαίφνης ηὐτομόλησε καὶ γέγονεν εἷς ἐξ αὐτῶν, ὃ μάλιστα ἤρκει f
  1. ἐκεῖνοι μὲν γὰρ καὶ χάριτι ἐδόκουν μαρτυρεῖν,
καὶ εἶπεν ἄν τις, τὸν διδάσκαλον ποθοῦντες ταῦτα μαρτυροῦσιν· ὁ δὲ τῇ ἀναστάσει μαρτυρῶν, οὗτος μάλισταἦν ὁ φωνῆς μόνης ἄκουσας.

Διὰ τοῦτο ὁρᾷς αὐτοὺς ἐκθύμως πολεμοῦντας αὐτῷ, καὶ πάντα ὕπερ τούτου πράττοντας, ὥστε αὐτὸν ἀνελεῖν, καὶ στασιάζοντας. ἀλλ’ οἱ μὲν ἄπιστοι διὰ τοῦτο αὐτῷ ἀπεχθῶς προσεῖχον· οἱ δὲ πιστεύσαντες τίνος ἕνεκεν ; ὅτι ἠναγκάζετο τοῖς ἔθνεσι κηρύττων, καθαρῶς κηρύττειν τὸν Χριστιανισμὸν, καὶ εἴπου καὶ ἐν Ἰουδαίᾳ ἀπελήφθη, οὐκ ἐφρόντιζε. Πέτρος μὲν γὰρ, καὶ οἱ περὶ αὐτὸν, ἅτε ἐν Ἱεροσολύμοις κηρύττοντες, ἔνθα πολὺς ἦν ὁ ζῆλος, ἀνάγκην εἶχον τὸν νόμον κελεύειν τηρεῖν. οὗτος δὲ, ἐν ἐλευθερίᾳ πολλῇ ἦν, καὶ πλέους ἦσαν οἱ ἐξ ἐθνῶν ἣ Ἰουδαῖοι, ἅτε ἐκτὸς ὄντες, καὶ παρέλυε τὸν νόμον· καὶ οὐ τοσαύτην εἶχον περὶ αὐτὸν εὐλάβειαν· ὅτι πάντα καθαρῶς ἐκήρυττεν, ἀμέλειγε ἐν τούτῳ αὐτῷ δοκοῦσι καταιδεῖν τῷ πλήθει, λέγοντες, “ θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ιουδαιων τῶν συνεληλυθότων.” διὰ τοῦτο αὐτὸν ἐμίσουν καὶ ἀπεστρέφοντο, “ ὅτι κατηχήθησαν,” φησὶ, “ περὶ σοῦ, ὅτι ἀποστασίαν “ ἀπὸ τοῦ νόμον διδάσκεις.”

[*](f Spatium vacuum.)
282

τίνος οὖν ἕνεκεν οὐκ ὣν τῶν Ἰουδαίων διδάσκαλος, ἐπιστέλλει αὐτοῖς ; ποῦ δὲ οὖσιν ἐπέστελλεν; ἐμοὶ δοκεῖ ἐν Ἰεροσολύμοις καὶ ἐν Παλαιστίνῃ· πῶς οὖν ἐπιστέλλει ; ὥσπερ καὶ βαπτίζειν οὐκ ἐπετράπη, καὶ ἐβάπτιζεν, “ οὐ γὰρ ἀπεστάλην, φησὶ, “ βαπτίζειν,” οὐ μὴν ἐκωλύθη, ἀλλ’ ἐκ παρέργου τοῦτο ποιεῖ. πῶς δὲ οὐκ ἃν ἐπέστελλε τούτοις, ὑπὲρ ὧν καὶ ἀνάθεμα γενέσθαι ἤθελε ; διὰ τοῦτο ἔλεγε· “ γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπο- “ λελυμένον, μεθ’ οὗ ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς·” οὔπω γὰρ συνειλημμένος ἦν. δύο μὲν οὖν ἔτη ἐποίησεν g ἐν Ῥώμῃ δεδεμένος, εἶτα ἀφείθη· εἶτα εἰς Σπανίας ἐλθὼν, εἶδε καὶ Ἰουδαίους ἴσως, καὶ τότε πάλιν ἦλθεν εἰς Ῥώμην, ὅτε καὶ ὑπὸ Νέρωνος ἀνηρέθη. πολλαχοῦ γε μὴν ἤθλησαν οἱ ἐξ Ἰουδαίων πιστεύσαντες, καθὼς καὶ Θεσσαλονικεῦσιν ἐπιστέλλει λέγων, “ μιμηταὶ ἐγένεσθε “τῶν ἐκκλησιῶν τῆς Ἰουδαίας,” καὶ αὐτοῖς δὲ γράφων φησὶ, “μετὰ χαρᾶς τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῖν προσεδέξασθε. εἰ δὲ ἤθλουν, οὐδὲν καινόν. εἰ γὰρ τοῖς Ἀποστόλοις οὕτως ἐκέχρηντο οἱ μὴ πιστεύσαντες Ἑβραῖοι, οὐκ ἐν Ἰουδαίᾳ μόνον, ἀλλὰ καὶ ὅπου μεταξὺ ἐθνικῶν ἦσαν, τί οὐκ ἃν ἐποίησαν τοῖς πιστοῖς ; διὰ τοῦτο αὐτῶν μάλιστα ὁρᾷς τὸν Παῦλον φροντίζοντα· ὅταν γὰρ λέγῃ “πορεύομαι διακονῶν τοῖς ἁγίοις τοῖς ἐν Ἱεροσολύμοις·” καὶ πάλιν ὅταν Κορινθίους παρακαλῇ πρὸς τὴν εὐποιίαν, καὶ Μακεδόνας λέγῃ εἰσενηνοχέναι, καὶ φησὶν, “ ἐὰν ἦ ἄξιον κἀμὲ “πορεύεσθαι,” τοῦτο λέγει. καὶ ὅταν λέγῃ “μόνον τῶν πτωχῶν “ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι, τοῦτο λέγει. καὶ πανταχοῦ ὁρᾷς αὐτὸν πολλὴν πρόνοιαν αὐτῶν ποιούμενον· εἰκότως· ἐν μὲν γὰρ τοῖς ἄλλοις ἔθνεσιν ἔνθα καὶ Ἰουδαῖοι ἦσαν καὶ Ἕλληνες, οὐδὲν τοιοῦτον ἐγίνετο· ἐκεῖ δὲ, ἐπειδὴ τέως ἐδόκουν κρατεῖν καὶ αὐτονομεῖσθαι καὶ πολλὰ καὶ τοῖς ἰδίοις νόμοις διοικεῖν, οὔπω τῆς ἀρχῆς κατάστασιν ἐχούσης, οὐδὲ τέλεον ὑπὸ Ῥωμαίοις κειμένης, εἰκότως πολλῇ τυραννίδι Ἑβραῖοι ἐκέχρηντο.

Εἰ γὰρ ἐν ἄλλαις πόλεσιν ὥσπερ ἐν Κορίνθῳ, ἔτυπτον τὸν ἀρχισυνάγωγον ἔμπροσθεν τοῦ βήματος τοῦ ἀνθυπάτου, καὶ οὐδὲν τούτων ἔμελλε τῷ Γαλλίωνι, ἀλλ’ οὐκ ἐν τῇ Ἰουδαίᾳ. ὁρᾷς γοῦν [*](g Fors. ἐπόνησεν.)

283
ὅτι ἐν μὲν ταῖς ἴς πόλεσι, τοῖς ἄρχουσιν αὐτοὺς προσάγουσι, καὶ αὐτῶν δέονται εἰς βοήθειαν καὶ τῶν ἐθνῶν. ἐνταῦθα δὲ, οὐδεμίαν ἐποιοῦντο φροντίδα τούτου, ἀλλ’ αὐτοὶ συνέδριον καθίζουσι καὶ ἀναιροῦσιν οὓς ἃν θέλωσι | τὸν Στέφανον λον. οὕτω τοὺς | ἐμάστιξαν. οὐκ ἐπὶ ἄρχοντας
  1. οὕτω καὶ τὸν Παῦλον ἔμελλον ἀναιρεῖν, εἰ μὴ ὁ χιλίαρχος,
ἐπέρριψεν ἑαυτόν. ἔτι γὰρ τῶν ἱερέων ἑστώτων, ἔτι τοῦ ναοῦ, τῆς λατρείας, τῶν θυσιῶν, τοῦτο ἐγίνετο· ὅρα γοῦν αὐτὸν τὸν Παῦλον ἐπὶ τοῦ ἱερέως κρινόμενον καὶ λέγοντα, οὐκ ᾔδειν ὅτι ἀρχιερεὺς “ἐστιν,” καὶ ταῦτα ἐπὶ τοῦ ἄρχοντος· πολλὴ, γὰρ εἶχον τότε ἐξουσίαν. ἐννόησον οὖν οἷα πάσχειν εἰκὸς ἦν τοὺς οἰκοῦντας πιστοῦ, τὰ Ἱεροσόλυμα καὶ τὴν Ἰουδαίαν.

Ὁ τοίνυν ἀνάθεμα ὑπὲρ τῶν μήπω πιστευσάντων εὐχόμενος γενέσθαι, καὶ τοῖς πιστοῖς οὕτω διακονῶν, ὡς καὶ αὐτὸς πορεύεσθαι εἰ δέοι, καὶ πολλὴν πανταχοῦ πρόνοιαν αὐτῶν ποιησάμενος, μὴ θαυμάσωμεν εἰ καὶ διὰ γραμμάτων αὐτοὺς παρακαλεῖ καὶ παραμυθεῖται, καὶ ἀναπίπτοντας αὐτοὺς καὶ κειμένους ἀνορθοῖ. καὶ γὰρ τεταριχευμένοι λοιπὸν ἦσαν καὶ ἀπεγνωκότες ταῖς πολλαῖς

  1. τοῦτο πρὸς τῷ τέλει τῆς Ἐπιστολῆς ἐμφαίνει, λέγων·
“διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνωρ- “θώσατε.” καὶ πάλιν, “ ἔτι μικρὸν, ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, “καὶ οὐ χρονιεῖ.” καὶ πάλιν· “εἰ ἐκτός ἐστε παιδείας, ἄρα νόθοι “ ἐστὲ, καὶ οὐχ υἱοί.” ἐπειδὴ γὰρ Ἰουδαῖοι ἦσαν καὶ αὐτοὶ περὶ τῶν πατέρων μανθάνοντες, ὅτι καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ παρὰ πόδας χρὴ προσδοκᾶν, καὶ οὕτω βιῶναι. τότε δὲ τὸ ἐναντίον ἦν, τὰ μὲν ἀγαθὰ ἐν ἐλπίσι καὶ μετὰ θάνατον, τὰ δὲ κακὰ ἐν χερσί· καὶ εἰκὸς ἦν ὀλιγοψυχεῖν πολλούς· ὑπὲρ τούτου ποιεῖται τὸν λόγον. ἡ ψυχὴ γὰρ ὑπὸ πειρασμῶν πολλῶν καταληφθεῖσα, καὶ τῆς πίστεως διετρέπετο.

Διὸ παραινεῖ προσέχειν τοῖς ἀκουσθεῖσι, καὶ μὴ εἶναι ἔν τινι καρδίαν πονηρὰν ἀπιστίας· διὰ τοῦτο καὶ ἐν ταύτῃ μάλιστα τῇ Επιστολῇ πολλὰ περὶ πίστεως διαλέγεται, καὶ μετὰ πολλὰ ἐν τῷ τέλει δείκνυσιν, ὅτι καὶ τοῖς πατράσιν παρὰ πόδας τὰ ἀγαθὰ ἐπηγγέλλετο, καὶ οὐδὲν ἔδωκε· καὶ χωρὶς τούτων, ἵνα μὴ ἐγκαταλελεῖφθαι νομίσαιεν, δύο κατασκευάζει, ἓν μὲν πρὸς τὸ φέρειν

284
πάντα γενναίως τὰ συμπίπτοντα, ἕτερον δὲ πρὸς τὸ πάντως προσδοκᾶν τῆς ἀμοιβήν. οὐ γὰρ δὴ περιόψεται τοὺς περὶ Ἄβελ καὶ τοὺς καθεξῆς δικαίους ἀγεράστους. ποιεῖται δὲ τὴν παράκλησιν ἀπὸ τριῶν τρόπων, ἑνὸς μὲν, ἐξ ὧν ἔπαθεν ὁ Χριστὸς, καθὼς καὶ αὐτὸς λέγει, “οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ.” ἑτέρου δὲ, ἐξ ὧν ἀπόκειται τοῖς πιστεύουσιν ἀγαθῶν. τρίτου, ἐκ τῶν κακῶν. καὶ τοῦτο οὐκ ἀπὸ τῶν μελλόντων ἰσχυρίζεται μόνον, ὅπερ ἦν ἧττον πιθανὸν, ἀλλὰ καὶ ἀπὸ τῶν παρελθόντων καὶ γεγονότων εἰς τοὺς πατέρας αὐτῶν. τοῦτο καὶ ὁ Χριστὸς ποιεῖ· ποτὲ μὲν λέγων, “οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ·” ποτὲ δὲ, “πολλαὶ μοναὶ εἰσὶ παρὰ τῷ Πατρί·” ποτὲ δὲ, μυρία ταλανίζων τοὺς μὴ πεπιστευκότας.

Ποιεῖται δὲ ὁ Παῦλος πολὺν λόγον καὶ περὶ τῆς καινῆς καὶ τῆς παλαιᾶς διαθήκης. καὶ γὰρ πρὸς τὴν τῆς ἀναστάσεως πίστιν, σφόδρα αὐτῷ τοῦτο ἐχρησίμευσεν. ἵνα γὰρ μὴ ἐξ ὧν ἔπαθε διαπιστῶσιν ὅτι ἀνέστη, ἀπὸ προφητῶν αὐτὸ ἰσχυροποιεῖ, καὶ δείκνυσιν οὐκ ὄντα σεμνὰ τὰ Ἰουδαϊκὰ, ἀλλὰ τὰ ἡμέτερα. ἐπειδὴ δὲ ἔτι καὶ ὁ ναὸς συνειστήκει, καὶ τὰ τῶν θυσιῶν, ἠναντιοῦτο δὲ αὐτῷ καὶ τοῦτο, εἰ γὰρ ταύτα σκία καὶ εἴκων, πὼς οὐ παρεχωρησεν, οὐδὲ ὑπεξέστη, τῆς ἀληθείας φανείσης, ἀλλ’ ἔτι ταῦτα ἀνθεῖ; ἠρέμα καὶ τοῦτο ἠνίξατο ἐσόμενον εἰς καιρὸν τὸν ἐνεστηκότα· καὶ ὅτι πολὺν χρόνον εἶχον ἐν . . . . στει καὶ ταῖς θλίψεσιν, ἐδήλωσε λέγων, “ὀφείλοντες γὰρ εἶναι διδάσκαλοι διὰ τὸν χρόνον,” καὶ “μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας.” καὶ “μιμηταὶ ἐγενήθητε τῶν διὰ μακροθυμίας κληρονομούντων τὰς “ ἐπαγγελίας.” ὅτι δὲ καὶ ὀλιγοψύχουν, δείκνυσιν εἰπὼν, “τὰς “παρειμένας χεῖρας ἀνωρθώσατε.” καὶ πάλιν, “ οὐ γὰρ ἄδικος ὁ “Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ἀγάπης.” ὅτι μὲν οὖν ἀναγκαίως αὐτοῖς ἔγραφεν, ὧν τοσαύτην ἐποιεῖτο πρόνοιαν, καὶ ὅτι οὐκ ἐκωλύετο γράφειν, καὶ δι’ ἣν αἰτίαν πρὸς αὐτοὺς οὐκ ἀπεστάλει, ἤδη εἴρηται. ὅτι δὲ τῆς πνευματικῆς χάριτος ἀνά- πλεως ἡ Ἐπιστολὴ, καὶ οὐδὲ τὴν τυχοῦσαν παρέχουσα διαβολῆς ἀφορμὴν, ἡ κατὰ μέρος ἑρμηνεία διδάξει σαφέστερον. ἡ δὲ ὑπόθεσις τῆς Ἐπιστολῆς ἐστὶν αὕτη.

Τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας, οἱ τὴν τῆς ἀπιστίας περι-

285
κείμενοι νόσον, πολλοῖς καὶ παντοδαποῖς περιέβαλλον ἀλγεινοῖς. τούτων δὲ τῶν παθημάτων, καὶ Θεσσαλονικεῦσιν ὁ θεῖος Ἀπόστολος ἐπιστέλλων, ἐμνήσθη· “μιμηταὶ,” γάρ φησιν, “ ἐγενήθητε “τῶν ἐκκλησιῶν τοῦ Θεοῦ, τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ. τὰ γὰρ “αὐτὰ καὶ ὑμεῖς ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ “κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων.” καὶ αὐτοῖς δὲ γράφων, καὶ τοῦτο προστέθεικε, “καὶ τὴν ἀπαρχὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χα- “ῥᾶς ἐδέξασθε.” καὶ ὁ μακάριος δὲ ἡμᾶς διδάσκει Λουκᾶς, ὡς πρὸ τῆς κλήσεως ὁ θεῖος Ἀπόστολος ἐλυμαίνετο τὴν ἐκκλησίαν, κατὰ τοὺ; οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας, παρεδίδου εἰς φυλακήν· οὐ μόνον δὲ ταῦτα κατὰ τῶν πεπιστευκότων οἱ ἀπιστοῦντες ἐτόλμων, ἀλλὰ καὶ ἐκωμῴδουν ὡς ἀνθρώπῳ τεθνεῶτι πιστεύειν ἀνασχομένους, καὶ τὸν ὑπὸ τοῦ Θεοῦ δεδομένον καταλελοιπότας νόμον.

Τούτου δὴ χάριν ὁ θεῖος Ἀπόστολος εὐθὺς ἐν τῷ προοιμίῳ, τῶν προφητῶν αὐτῶν ἀποστάντων h ἀποδείκνυσι κρείττονα. εἶτα τῆς θεολογίας ἀρξάμενος, ἀίδιον ἀποφαίνει, καὶ τοῦ Πατρὸς συναΐδιον, καὶ τῶν ἁπάντων δημιουργόν. ἔπειτα τοῖς Ἀγγέλοις παρεξετάσας, τὴν θείαν εἰς μέσον φέρει γραφὴν, διαρρήδην διδάσκουσαν, ὡς ὁ μέν ἐστιν Υἱὸς καὶ Θεὸς, οἱ δὲ λειτουργοὶ καὶ ποιήματα. ἐντεῦθεν δείκνυσιν ὡς τῶν διὰ Μώσεως παρασχεθέντων, μείζονα τὰ παρὰ τοῦ δεσπότου δεδομένα Χριστοῦ. ὁ μὲν γὰρ ἔδωκε τὴν παλαιὰν διαθήκην, ὁ δὲ τὴν καινὴν, ἣν διὰ τῶν προφητῶν προεπηγγείλατο. καὶ ὁ μὲν ὑπέσχετο δώσειν τὴν Παλαιστίνην, ὁ δὲ τὴν βασιλείαν τῶν οὐρανῶν. συγκρίνει δὲ καὶ τῇ Λευιτικῇ ἱερωσύνῃ τὴν κατὰ τὴν τάξιν Μελχισεδὲκ, καὶ δείκνυσι τὴν ὑπεροχήν. πρὸς τούτοις καὶ τοὺς πρὸ νόμου καὶ τοὺς ἐν νόμῳ τῆς εὐσεβείας τροφίμους διὰ πίστεως ἀποφαίνει περιβλέπτους γεγενημένους. λέγει δὲ αὐτῶν τὰ πάθη καὶ τὴν ἀνδρείαν, τούτους πρὸς τοὺς κινδύνους ἀλείφων· εἶτα τῶν οἰκείων αὐτοὺς ἀναμνήσας ἀγώνων, καὶ στῆναι μέχρι τέλους ἀνδρείως παρακαλέσας, πρὸς τοῖς δογματικοῖς καὶ ἠθικὴν συνάψας παραίνεσιν, πεπλήρωκε τὴν Ἐπιστολήν. γέγραφε δὲ αὐτὴν τῇ Ἑβραίων φωνὴ.

Ὠριγένουσ. Ἑρμηνευθῆναι δὲ αὐτὴν φασὶν, ὑπὸ Κλήμεντος [*](h Fors. ἁπάντων.)

286
ἣ Λοῦκα. ὅτι μὲν οὖν ὁ χαρακτὴρ τῆς λέξεως οὐκ ἔχει τὸ ἐν λόγῳ ἰδιωτικὸν τοῦ Ἀποστόλου, ὁμολογήσαντος ἑαυτὸν ἰδιώτην εἶναι τῷ λόγῳ, τουτέστιν τῆ φράσει, ἀλλ’ ἔστιν ἡ Ἐπιστολὴ συνθέσει τῆς λέξεως Ἑλληνικωτέρα, πᾶς ὁ ἐπιστάμενος κρίνειν φράσεων διαφορὰς, ὁμολογήσειεν ἄν· πάλιν δὲ ὅτι τὰ νοήματα τῆς Ἐπιστολῆς θαυμάσιά ἐστι, καὶ οὐ δεύτερα τῶν ἀποστολικῶν ὁμολογουμένων γραμμάτων, καὶ τοῦτο ἃν εἴποι ἀληθὲς εἶναι πᾶς ὁ προσέχων τῇ ἀποστολικῇ ἀναγνώσει. ὅθεν ἀποφαινόμενος εἴποιμι ἃν, ὅτι τὰ μὲν νοήματα τοῦ Ἀποστόλου ἐστιν, ἡ δὲ φράσις καὶ ἡ σύνθεσις ἑτέρου ἀπομνημονεύοντος τὰ ἀποστολικὰ, καὶ ὡσπερεὶ σχολογραφήσαντος τὰ εἰρημένα ὑπὸ τοῦ διδασκάλου. οὐκοῦν ὡς Παύλου εὐδοκιμείτω καὶ ἀυτὴ.

Κλήμεντοσ i. Ἐπειδή γε μὴν ὁ Κύριος Ἀπόστολος ὣν τοῦ Παντοκράτορος ἀπεστάλη πρὸς Ἑβραίους, διὰ μετριότητα ὁ Παῦλος οὐκ ἐγγράφει ἑαυτὸν Ἑβραίων Ἀπόστολον, διὰ τὴν πρὸς τὸν Κύριον τιμήν· διά τε τῶν ἐθνῶν εἶναι κήρυξ καὶ Ἀπόστολος, ἐκ περιουσίας δὲ ἐπιστεῖλαι καὶ τοῖς Ἑβραίοις.

Ἡμεῖς δὲ λοιπὸν τῆς ἑρμηνείας ἁψώμεθα.

Πολυμερῶς καὶ πολυτρόπως παλαὶ ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων, ἐλάλησεν ἡμῖν ἐν υἱῷ.

“ Ὄντως ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ “χάρις·” τοῦτο γοῦν καὶ ἐνταῦθα ἐν τῷ προοιμίῳ αἰνίττεται ὁ μακάριος Παῦλος, πρὸς Ἑβραίους ἐπιστέλλων. ἐπειδὴ γὰρ εἰκὸς ἢν αὐτοὺς | ωρημενους ὕπο τῶν κάκων, καὶ ἄπο τούτων τὰ πράγματα κρίνοντας ἡγεῖσθαι ἑαυτοὺς ἐλάττους πάντων τῶν ἄλλων, δεικνύει ταύτῃ μᾶλλον ἀπολελαυκότας μείζονος χάριτος, καὶ σφόδρα ὑπερεχούσης· ἀπ’ αὐτῆς τοῦ λόγου τῆς εἰσβολῆς διεγείρων τὸν ἀκροατήν. διὰ τοῦτο φησὶν, ὅτι τοῖς μὲν πατράσι διὰ προφητῶν ὁ Θεὸς ἐλάλησεν· ἡμῖν δὲ, διὰ τοῦ μονογενοῦς. διὰ τί, δὲ μὴ ἀντέθηκεν ἑαυτὸν τοῖς προφήταις ; καί τοι γε πολὺ μείζων ἦν ἐκείνων, ὅσῳ καὶ μείζονα πεπίστευτο. ἀλλ’ οὐ ποιεῖ τοῦτο, τί δήποτε ; πρῶτον μὲν, τὸ περὶ ἑαυτοῦ μεγάλα λέγειν παραιτού- [*](i Κλήμ. Cod.)

287
μένος. ὅν δὲ, διὰ τὸ τοὺς ἀκροατὰς μηδέπω εἰναι τελείους· καὶ τρίτον, ἐπᾶραι μᾶλλον αὐτοὺς βουλόμενος, καὶ δεῖξαι πολλὴν οὖσαν τὴν ὑπεροχήν. ὡσανεὶ ἔλεγεν· τι μέγα ὅτι προφήτας ἔπεμψε πρὸς τοὺς πατέρας ἡμᾶν ; πρὸς γὰρ ἡμᾶς αὐτὸν τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ. καὶ καλῶς ἤρξατο οὕτως· πολυμερῶς καὶ “πολυτρόπως.” δείκνυσι γὰρ ὅτι οὐδὲ αὐτοὶ οἱ προφῆται τὸν Θεὸν εἶδον· ὁ μέντοι Υἱὸς εἶδε. τὸ γὰρ “ πολυμερῶς καὶ πολυτρόπως,” τουτέστι διαφόρως. “ἐγὼ γάρ,” φησιν, “ὁράσεις ἐπλήθυνα, καὶ “ ἐν χερσὶ προφητῶν ὡμοιώθην·” ὥστε οὐ κατὰ τοῦτο μόνον ἡ ὑπεροχὴ, ὅτι ἐκείνοις μὲν προφῆται ἀπεστάλησαν, ἡμῖν δὲ, ὁ Υἱός· ἀλλ’ ὅτι τῶν προφητῶν μὲν οὐδεὶς εἶδε τὸν Θεὸν, ὁ δὲ Υἱὸς ὁ μονογενὴς εἶδεν· ὅπερ εὐθέως οὐ τίθησι· διὰ δὲ τῶν ἑξῆς αὐτὸ κατασκευάζει. καλῶς δὲ καὶ τὸ “ ἐπ’ ἐσχάτου τῶν ἡμερῶν” εἶπε, καὶ τούτῳ γὰρ αὐτοὺς διανίστησι, καὶ παρακαλεῖ ἀπειρηκότας λοιπὸν πρὸς τὰ δεινά. ὥσπερ γὰρ ἀλλαχοῦ λέγει, “ ὅτι ὁ Κύριος “ ἐγγὺς, μηδὲν μεριμνᾶτε·” καὶ πάλιν, “ νῦν γὰρ ἐγγύτερον ἡμῶν “ ἡ σωτηρία ἣ ὅτε ἐπιστεύσατε·” οὕτω καὶ ἐνταῦθα. τι οὖν ἐστὶν ὃ λέγει ; ὅτι πᾶς ὁ ἐν τῷ ἀγῶνι καταναλωθεὶς, ἐπειδὰν ἀκούσῃ τοῦ ἀγῶνος τὸ τέλος, ἀναπνεῖ μικρὸν, εἰδὼς, ὅτι τῶν μὲν πόνων ἐστὶ τὸ τέλος τοῦτο, τῆς δὲ ἀναπαύσεως ἀρχή. καὶ ἕτερον δέ τι τὸ πάλαι καὶ ἐπ’ ἐσχάτου αἰνίττεται· ὅτι πολλοῦ χρόνου γενομένου μέσου, ὅτε ἐμέλλομεν κολάζεσθαι, ὅτε ἐκλελοίπει τὰ χαρίσματα, ὅτε πάντων προσεδοκῶμεν ἐλάττονα ἔχειν, τότε πλέον ἐσχήκαμεν. διὸ καὶ νῦν ἦλθεν, ἵνα μὴ λέγωσιν ἐν ἀρχῇ παραγενομένου, ὅτι δυνατὸν ἦν διὰ νόμου σωθῆναι, καὶ πόνοις οἰκείοις καὶ κατορθώμασι, καὶ οὐ χάριτι. καὶ θέα πῶς συνετῶς αὐτὸ εἴρηκεν· οὐ γὰρ εἶπεν ὁ Χριστὸς ἐλάλησεν, καὶ τοι γε αὐτὸς ἦν ὁ λαλήσας, ἀλλ’ ἐπειδὴ ἀσθενεῖ; ἦσαν αὐτῶν αἱ ψυχαὶ, καὶ οὐδέπω ἀκούειν ἠδύναντο τὰ περὶ τοῦ Χριστοῦ, φησὶν ὅτι ὁ Θεὸς διὰ τοῦ Υἱοῦ ἐλάλησεν· ἰδοὺ τὸ ἐν Υἱῷ, διὰ τοῦ Υἱοῦ φησιν, πρὸς τοὺς λέγοντας τῷ Πνεύματι τοῦτο ἁρμόζειν. ὁρᾷς ὅτι καὶ τὸ ἐν διά ἐστιν. ὅρα δὲ πῶς καὶ τὴν εὐεργεσίαν κοινοποιεῖ, καὶ ἐξισοῖ τοῖς μαθηταῖς ἑαυτὸν ὁ Παῦλος λέγων· “ ἐλάλησεν ἡμῖν,” καί τοι γε αὐτῷ οὐκ ἐλάλησεν, ἀλλὰ τοῖς Ἀποστόλοις, καὶ δι’ αὐτῶν τοῖς πολλοῖς.

288

ἀλλ’ ἐπαίρει αὐτοὺς, καὶ δείκνυσιν ὅτι καὶ αὐτοῖς ἐλάλησε, καὶ οὐδὲ καθάπτεται τῶν Ἰουδαίων. σχεδὸν γὰρ ἅπαντες οἷς ἐλάλησαν οἱ προφῆται, μοχθηροί τινες ἦσαν καὶ μιαροὶ, καὶ οὔπω περὶ τούτων ποιεῖται τὸν λόγον· τέως δὲ περὶ τῶν προκειμένων παρὰ τοῦ Θεοῦ δωρεῶν.

Ἔδειξε δὲ ὅτι καὶ ἡ καινὴ καὶ ἡ παλαιὰ ἑνός ἐστι καὶ τοῦ αὐτοῦ. καὶ ὅσον τὸ διάφορον τοῦ δεσπότου Χριστοῦ καὶ τῶν προφητῶν· αὐτὸν γὰρ μόνον Υἱὸν προσηγόρευσεν. ἔοικε δὲ τὸ προοίμιον τῇ τοῦ Κυρίου παραβολῇ. καὶ γὰρ ὁ Κύριος τὴν περὶ τοῦ ἀμπελῶνος παραβολὴν εἰρηκὼς, ἔδειξε πρώτους μὲν δούλους ἀποσταλεντας πρὸς τοὺς πονηροὺς γεωργοὺς, εἶτα μετὰ τὴν ἐκείνων ἀναίρεσιν τὸν υἱὸν παραγενόμενον. τὸ μέντοι “πολυμερῶς” τὰς παντοδαπὰς οἰκονομίας σημαίνει· τὸ δὲ “πολυτρόπως,” τὰ διάφορον τῶν θείων ὀπτασιῶν· ἄλλως γὰρ ὤφθη τῷ Ἀβραὰμ, καὶ ἄλλως τῷ Μωυσῇ, καὶ ἑτέρως Ἠλίᾳ, καὶ ἄλλως τῷ Μιχαίᾳ· καὶ Ἡσαΐας δὲ καὶ Δανιὴλ καὶ Ἰεζεκιὴλ διάφορα ἐθεάσαντο σχήματα. τοῦτο διδάσκων ὁ τῶν ὅλων ἔφη Θεός· “ ἐγὼ ὁράσεις “ ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην.” οὐ γὰρ πολύμορφος ἡ θεία φύσις, ἀλλὰ ἀνείδεος τε καὶ ἀσχημάτιστος, καὶ ἁπλῆ καὶ ἀσύνθετος. οὐκ αὐτὴν τοίνυν ἑώρων τὴν ἀνέφικτον φύσιν, ἀλλά τινα σχήματα, ἃ πρὸς τὴν χρείαν ὁ ἀόρατος ἐδείκνυ Θεός.

Περὶ Ἀκαταλήπτου. Ὅτι δὲ οὐκ ἴσασι τοῦ Θεοῦ τὴν οὐσίαν οὐδὲ οἱ Ἄγγελοι, Ἰωάννης βοᾷ· “Θεὸν οὐδεὶς ἑώρακε πώποτε.” ἀλλ’ ἴδωμεν καὶ τὸ ἀντικροῦον· “Θεὸν οὐδεὶς ἑώρακε.” τι οὖν ποιήσομεν τοῖς προφήταις λέγουσιν ὅτι ὅτι τὸν Θεόν ; ὁ μὲν γὰρ Ησαΐας φησὶν, “εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ.” ὁ δὲ Δανιὴλ “εἶδον,” φησὶν, “ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς “ἡμερῶν ἐκάθισεν.” ὁ δὲ Μιχαίας, “ εἶδον τὸν Κύριον τὸν Θεὸν “τοῦ Ἰσραὴλ, καθήμενον ἐπὶ τοῦ θρόνου αὐτοῦ.” καὶ ἕτερος· “εἶδον τὸν Κύριον ἑστῶτα ἐπὶ τοῦ θυσιαστηρίου, καὶ εἶπέ μοι “ πάταξον ἐπὶ τὸ ἱλαστήριον.” καὶ πολλὰς τοιαύτας ἐστὶ συναγαγεῖν μαρτυρίας. πῶς οὖν Ἰωάννης, ὅτι “ Θεὸν οὐδεὶς ἑώρακεν ” ἵνα μάθῃς ὅτι τὴν ἀκριβῆ αὐτοῦ κατάληψιν, καὶ τὴν τετρανωμένην

289
γνῶσιν λέγει· ὅτι γὰρ πάντα ἐκεῖνα συγκατάβασις ἦν, καὶ ἀκραιφνῆ τὴν οὐσίαν οὐδεὶς εἶδεν ἐκείνων, δῆλον ἐκ τοῦ διαφόρως ἕκαστον ὁρᾶν. ὁ γὰρ Θεὸς ἁπλοῦς καὶ ἀσύνθετος καὶ ἀσχημάτιστος· οὗτοι δὲ πάντες σχήματα ἔβλεπον διάφορα. τοῦτο γοῦν αὐτὸ δι’ ἑτέρου προφήτου ἐμφαίνων, καὶ πείθων αὐτοὺς ὡς οὐκ ἀκριβῆ τὴν οὐσίαν εἶδον, ἔλεγεν, “ ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν “ χερσὶ προφητῶν ὡμοιώθην,” οὐκ αὐτὴν τὴν οὐσίαν δείξας ἐμὴν, ἀλλὰ συγκαταβὰς πρὸς τὴν τῶν ὁρώντων ἀσθένειαν. καὶ Μώσης δὲ ἐπιθυμῶν αὐτὸν ὀφθαλμοφανῶς ἰδεῖν, ἤκουεν, “ “ ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται.” ὅταν δὲ λέγῃ, “ Θεὸν “ οὐδεὶς ἑώρακο,” ὅρασιν ἐνταῦθα τὴν γνῶσιν εἶναι νόμιζε· καὶ περὶ τῶν Σεραφὶμ ὅταν ἀκούσῃς ὅτι ἀπέστρεψαν τοὺς ὀφθαλμοὺς, μὴ ὀφθαλμοὺς καὶ κόρας αὐτῶν νόμιζε, σωμάτων γὰρ οὗτος ὁ σχηματισμὸς, ἀλλὰ διὰ τούτων τὴν γνῶσιν αὐτῶν αἰνίττεσθαι πίστευε τὸν προφήτην. ὅταν οὖν λέγῃ ὁ προφήτης ὅτι συγκαταβαίνοντα τὸν Θεὸν ἰδεῖν οὐκ ἤνεγκαν τὰ Σεραφὶμ, οὐδὲν ἄλλο λέγει, ἀλλ’ ἣ ὅτι τὴν γνῶσιν αὐτοῦ τετρανωμένην ἐνεγκεῖν οὐ δύνανται, οὐδὲ τολμῶσιν ἀτενὲς ἰδεῖν πρὸς τὴν ἀκραιφνῆ οὐσίαν. τὸ δὲ ἀτενὲς ἰδεῖν, τὸ γνῶναι ἐστίν.

Θεοδώρητοσ. Τὸ μέν τοι “ πολυμερῶς καὶ πολυτρόπως,” καὶ ἕτερόν τι αἰνίττεται, ὅτι τῶν προφητῶν ἕκαστος, μερικήν τινα οἰκονομίαν ἐνεχειρίζετο. ὁ δὲ τούτων Θεὸς, ὁ δεσπότης λέγω Χριστὸς, οὐ μίαν τινα ᾠκονόμησε χρείαν, ἀλλὰ τὸ πᾶν ἐνανθρωπίσας κατώρθωσε, καὶ τὴν τῶν ἀνθρώπων ἐπραγματεύσατο σωτηρίαν.

Ἀθανάσιοσ κατὰ Ἀρείου καὶ Ἀπολιναρίου. Σὺ δέ μοι ἐπισήμηνον, ὅτι ποτὲ μὲν λέγει ἡ γραφὴ, ὅτι Πνεῦμα Ἅγιον ἐλάλει ἐν τοῖς προφήταις, ἐνταῦθα δὲ ὁ Παῦλος ὅτι ὁ Πατὴρ ἐλάλει ἐν τοῖς προφήταις· ἀλλαχοῦ δὲ, ὅτι ὁ Υἱὸς ἐλάλει, καθὼς φησὶν, “ ἢ “ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;” ὁ δὲ Υἱὸς, Πνεῦμα εἰπε τὸ λαλοῦν ἐν τοῖς Ἀποστόλοις. ταῦτα δὲ εἴρηται, ἵνα γνῷς, ὅτι μία τῆς ἁγίας τριάδος ἐνέργεια, καἰ τὰ αὐτὰ ἔργα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος.

Ὃν ἔθηκε κληρονόμον πάντων.

Χρυσόστομοσ. Ἐνταῦθα τὴν σάρκα φησὶν, καθὼς καὶ ἐν δευτέρῳ ψαλμῷ λέγει, “ αἴτησαι πη ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν

290
“ κληρονομίαν σου.” οὐκέτι γὰρ μερὶς Κυρίου Ἰακὼβ, οὐδὲ κλῆρος αὐτῷ ὁ Ἰσραὴλ, ἀλλὰ πάντες, τουτέστι, τοῦτον Κύριον πάντων ἐποίησεν, ὃ καὶ ἐν ταῖς Πράξεσιν ὁ Πέτρος ἔφη· “ ὅτι “καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε.” τῷ δὲ τοῦ κληρονόμου ὀνόματι κέχρηται, δύο δηλῶν, καὶ τὸ τῆς υἱότητος γνήσιον, καὶ τὸ τῆς κυριότητος ἀναπόσπαστον.

Δἷ f. Ὅρα γε πῶς ἀπὸ τῶν ἀνθρωπίνων ὁ θεῖος Ἀπόστολος ἤρξατο, καὶ τὰ ταπεινότερα πρῶτα λέγων, οὕτως ἅπτεται τῶν μειζόνων κληρονόμος γὰρ πάντων, τουτέστι τοῦ κόσμου παντὸς ὁ δεσπότης Χριστὸς, οὐχ ὡς Θεὸς ἀλλ’ ὡς ἄνθρωπος. ὡς γὰρ Θεὸς, ποιητής ἐστι πάντων. ὁ δὲ πάντων δημιουργὸς, φύσει πάντων δεσπότης. ὁ δὲ κληρονόμος ἀποφαίνεται Κύριος ὣν οὕμ’ ἦν πάντων δεσπότης. οὕτως οἱ πιστεύοντες κληρονόμοι Θεοῦ, καὶ συγκληρονόμοι Χριστοῦ. χάριτι γὰρ λαμβάνουσιν ὃ μὴ πρότερον εἶχον. ὅτι δὲ αὐτὸς τῶν ἁπάντων δεσπότης, τὰ ἐπαγόμενα μαρτυρεῖ.

Δἰ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.

Θεοδώρητοσ. Τοῦτο δηλωτικὸν τῆς θεότητος· οὐ γὰρ αὐτὸν δημιουργὸν, ἀλλὰ καὶ ἀίδιον ἔδειξεν. ὁ γὰρ αἰὼν, οὐκ οὐσία τίς ἐστιν, ἀλλ’ ἀνυπόστατον χρῆμα, συμπαρομαρτοῦν τοῖς γενητὴν ἔχουσι φύσιν· καλεῖται γὰρ αἰὼν, καὶ τὸ ἀπὸ τῆς τοῦ κόσμου συστάσεως μέχρι τῆς συντελείας διάστημα, κατὰ τὸ “ μεθ’ “ εἰμὶ πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.“ καὶ τῆς ἑκάστου δὲ ἡμῶν ζωῆς τὸν χρόνον αἰῶνα κέκληκεν ὁ θεῖος Δαβὶδ εἰπών, “ ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου καὶ τοῦ μέλλοντος δὲ βίου τὴν σύστασιν αἰῶνα προσηγόρευσεν ὁ θεῖος Ἀπόστολος. “ οὐ μόνον γάρ” φησιν “ ἐν τῷ αἰῶνι “ καὶ ἐν τῷ μέλλοντι.” καὶ πάλιν “ ἵνα ἐνδείξηται ἐν τοῖς “ τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ “ ἐν χρηστότητι ἐφ’ ἡμᾶς.” αἰὼν τοίνυν ἐστὶ τὸ τῇ παρεζευγμένον διάστημα. τῶν αἰώνων δὲ ποιητὴν εἴρηκε τὸν Υἱὸν, ἀΐδιον αὐτὸν αὐτῶν διδάσκων, καὶ παιδεύων ἡμᾶς ὡς ἀεὶ ἦν παντὸς οὑτινοσοῦν ὑπερκείμενος χρονικοῦ διαστήματος· οὕτω περὶ τοῦ Θεοῦ καὶ Πατρὸς ἡ παλαιὰ λέγει γραφή· “ ὁ ὑπάρχων πρὸ τῶν ἀεὶ ὢν.

[*](f Sic. g Ηæc corrupta sunt.)
291

Βασιλείου πρὸσ . . . . . . . . . . . Ἀμφιλόχιον. Ποῦ εἰσιν οἱ λέγοντες ἦν ὅτε οὐκ ἦν ὁ Υἱός; οὐ γὰρ ὑπὸ χρόνον ὁ ποιητὴς τῶν αἰώνων. ἐπειδὴ δὲ αἴτιος ὁ Πατὴρ τοῦ Υἱοῦ, εἰκότως καὶ τῶν ὑπ’ αὐτοῦ γεγονότων. διὰ τοῦτο φησὶν “ δι’ οὗ.” ὁ Πατὴρ γὰρ δοκεῖ ποιεῖν, ὃς τὸν ποιήσαντα Υἱὸν ἐγέννησεν. ἀλλ’ οἱ αἱρετικοὶ τῷ μὲν Θεῷ καὶ Πατρὶ ὥσπερ τινὰ κλῆρον, τὸ ἐξ οὗ προσνέμουσι, τῷ δὲ Υἱῷ, τὸ “ δι’ οὗ” ἀφώρισαν· τῷ δὲ Ἁγίῳ Πνεύματι, τὸ ἐν ᾧ· φασὶ μηδέποτε τὴν χρῆσιν ταύτην τῶν συλλαβῶν ἐπαμείβεσθαι, ἵνα τῷ παρηλλαγμένῳ τῆς ἐκφωνήσεως καὶ ἡ τῆς φύσεως παραλλαγὴ συνεμφαίνεται· τὸ μὲν γὰρ ἐξ οὗ, τὸν δημιουργὸν σημαίνειν βούλονται, τὸ δὲ δι’ οὗ, τὸν ὑπουργὸν ἣ τὸ ὄργανον, τὸ δὲ ἐν ᾧ, τὸν χρόνον δηλοῦν, ἣ τὸν τόπον· ἵνα μηδὲν μὲν ὀργάνου σεμνότερος ὁ δημιουργὸς τῶν ὅλων νοῆται· μηδὲν δὲ τῆς ἀπὸ χρόνου ἣ τόπου συνεισφορᾶς εἰς τὰ ὄντα, πλεῖον φαίνηται τὸ Πνεῦμα τὸ Ἅγιον παρεχόμενον.

Ὑπηγάγετο μέντοι αὐτοὺς πρὸς τὴν ἀπάτην ταύτην ἡ τῶν ἔξωθεν παρατήρησις, οἳ τὸ ἐξ οὗ καὶ τὸ δι’ οὗ κεχωρισμένοις πράγμασιν προσδιένειμαν. ἐκεῖνοι γὰρ οἴονται, τὸ μὲν ἐξ οὗν τὴν ὕλην δηλοῦν· τὸ δὲ δι’ οὗ, τὸ ὄργανον παριστᾷν· ἢ ὅλως, τὴν ὑπουργίαν· μᾶλλον δὲ, ἵνα τὸ πρὸς ἑαυτοὺς ἀσύμφωνον αὐτῶν διελέγξωμεν, ἐκεῖνοι τοῦ αἰτίου τὴν φύσιν πολλαχῶς ἐξηγούμενοι, καὶ τοῦτο εἰς τὰ οἰκεῖα σημαινόμενα διαιροῦντες, τὰ μὲν προκαταρκτικὰ λέγουσι τῶν αἰτίων, τὰ δὲ συνεργὰ ἣ συναίτια, τὰ δὲ τόπων λόγον ἐπέχειν. ἑκάστῳ μέντοι τούτων, ἰδιάζουσαν καὶ τὴν ἐκφώνησιν ἀφορίζουσαν h, ὥστε ἄλλως τὸν δημιουργὸν σημαίνεσθαι, καὶ τὸ ὄργανον ἄλλως· τῷ μὲν γὰρ δημιουργῷ, πρέπειν οἴονται τὸ ὑφ’ οὗ· κυρίως γάρ φησιν λέγεσθαι ὑπὸ τοῦ τέκτονος γεγενῆσθαι τὸ βάθρον, τῷ δὲ ὀργάνῳ τὸ δἰ οὑ. οἷον διὰ σκεπάρνου τὸ δὲ ἐξ οὑ, τῆς ὕλης ἴδιον τίθενται· ἐκ ξύλου γὰρ αὐτῷ τὸ δημιούργημα. τὸ δὲ καθ’ ὃ, τὸ ἐνθύμιον δηλοῦν, ἣ τὸ ἐκκείμενον ὑπόδειγμα τῷ τεχνίτῃ· τὸ δὲ δι’ ὃ τῷ τέλει προσήκειν βούλονται, οἷον διὰ τὴν χρῆσιν τῶν ἀνθρώπων· τὸ δὲ ἐν ᾦ τὸν χρόνον παριστᾶν ἣ τὸν τόπον.

ταῦτα οὗτοι θαυμάσαντες, ἐπὶ τὴν ἁπλῆν καὶ ἀτεχνολόγητον τοῦ Πνεύματος διδασκαλίαν μετακομίζουσιν, εἰς ἀθέτησιν μὲν τοῦ [*](h Leg. ἀφορίζουσιν.)

292
Θεοῦ Λόγου, ἀθέτησιν δὲ τοῦ θείου Πνεύματος· οἱ γε τὴν ἐπὶ ἀψύχων ὀργάνων ἢ τῆς ὑποχειρίου ὑπηρεσίας ἀφωρισμένην φωνὴν παρὰ τῶν ἔξωθεν, τὴν δι’ οὗ λέγω, οὐκ ὤκνησαν ἐπὶ τὸν δεσπότην τῶν ὅλων μεταθεῖναι, καὶ οὐκ αἰσχύνονται οἱ Χριστιανοὶ, πρίονος, ἣ σφύρας τῷ δημιουργῷ φωνὴν ἀφορίζοντες. ἡμεῖς δὲ κεχρῆσθαι μὲν τὴν γραφὴν ταῖς φωναῖς ταύταις πολλαχοῦ ὁμολογοῦμεν, οὐ μὴν τήν γε τοῦ Πνεύματος ἐλευθερίαν δουλεύειν πάντως φαμὲν τῇ μικροπρεπείᾳ τῶν ἔξωθεν, ἀλλὰ κατὰ τὸ ἀεὶ προστυγχάνον οἰκείως ταῖς χρείαις ὑπαλλάττειν τὰς ἐκφωνήσεις· οὐ γὰρ πάντως τὸ ἐξ οὗ τὴν ὕλην σημαίνειν, ἀλλὰ συνηθέστερον τῇ γραφῇ ἐπὶ τῆς ἀνωτάτω αἰτίας τὴν φωνὴν ταύτην παραλαμβάνειν, ὡς ἐπὶ τοῦ “ εἷς Θεὸς, ἐξ οὗ τὰ πάντα.” καὶ οὔτε ὁ Πατὴρ τὸ ἐξ λαβὼν τῷ Υἱῷ προσέρριψε τὸ δι’ οὗ, οὔτ’ ὁ Υἱὸς τὸ Πνεῦμα εἰς τὴν τοῦ ἐξ οὗ ἣ τὴν τοῦ δι’ οὗ κοινωνίαν οὐ παραδέχεται.

Ὅτι δὲ αὗται αἱ φωναὶ ἀλλήλαις οὐκ ἀντιτάσσονται, οὐδ’ ὥσπερ ἐν πολέμῳ πρὸς ἀντίπαλον τάξιν ἀποκριθεῖσαι συνεκπολεμοῦσι τὰς φύσεις αἷς προσεχώρησαν, ἐκεῖθεν δῆλον. συνήγαγε γὰρ ἀμφοτέρας ὁ Ἀπόστολος ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ ὑποκειμένου, εἰπὼν περὶ τοῦ Κυοίου, “ ὅτι ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν “ τὰ πάντα.” εἰ δὲ μὴ ἐπὶ τοῦ Κυρίου δώσουσι τὰς τρεῖς εἰρῆσθαι φωνὰς, τήν τε ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα, ἀνάγκη πᾶσα προσοικειοῦν αὐτὰς τῷ Θεῷ καὶ Πατρί. ἐκ δὲ τούτου, προδήλως αὐτῶν διαπεσεῖται τὸ παρατήρημα. εὑρίσκεται γὰρ, οὐ μόνον τὸ ἐξ οὗ, ἀλλὰ καὶ τὸ δι’ οὗ τῷ Πατρὶ προσαγόμενον· ὅπερ εἰ μὲν οὐδὲν ταπεινὸν ἐμφαίνει, τὶ δήποτε ὡς ὑποδεέστερον ἀφορίζουσιν αὐτὸ τῷ Υἱῷ; εἰ δὲ πάντως ἐστὶ διακονίας δηλωτικὸν, ἀποκρινάσθωσαν ἡμῖν, ὁ Θεὸς τῆς δόξης καὶ Πατὴρ τοῦ Χριστοῦ, τίνος ἐστὶν ἄρχοντος ὑπηρέτης; ἐκεῖνοι μὲν οὖν οὕτως ὑφ’ ἑαυτῶν περιτρέπονται. ἡμεῖς δὲ φαμὲν, ὅτι πάντα διὰ τοῦ Υἱοῦ ἐγένετο, οὐκ ὀργανικήν τινα οὐδὲ δουλικὴν ὑπηρεσίαν πληροῦντος, ἀλλὰ δημιουργικῶς τὸ πατρικὸν ἐκτελοῦντος θέλημα· καὶ ὁ Πατὴρ δι’ αὐτοῦ τοὺς αἰῶνας ἐποίησεν, ὡς δι’ οἰκείας χειρὸς καὶ δυνάμεως· “ Χριστὰς γὰρ Θεοῦ δύναμις.”

Κυρίλλου Θησαυρικῶν. Ὅρα δέ μοι πῶς αὐτὸν ὁ Παῦλος θεολογεῖ, κρείττονα γὰρ τῆς διὰ Μώσεως διαθήκης καὶ τῶν προ-

293
φητικῶν κηρυγμάτων, τὴν εὐαγγελικὴν ἀποδεικνύων παίδευσιν, ἀπὸ τῆς τῶν προσώπων διαφορᾶς ποιεῖται τὴν διάκρισιν. κατὰ μὲν οὖν τὸ ἀρχαῖον διὰ τῶ, προφητῶν τοῖς πατράσιν ἀνακεκηρύχθαι τὸν λόγον διισχυρίσατο, ἐπ’ ἐσχάτου δὲ τῶν καιρῶν δι’ Υἱοῦ, τοσαύτην ἔχοντος πρὸς ἐκείνους τὴν ὑπεροχὴν, ὡς τοὺς μὲν τὸ οἰκετικὸν οὐχ ὑπερβαίνοντας μέτρον, τὸ τάδε λέγει Κύριος ἀναφωνεῖν, τὸν δὲ δεσποτικὸν ἀξίωμα φοροῦντα λέγειν ὡς Υἱὸν, “ ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν.” πῶς οὖν ἐν κτίσμασιν ὁ κατὰ φύσιν Υἱός; ἢ πῶς ἐν δούλοις ὁ πάντων δεσπότης τετάξεται; καὶ εἰ πάντων ἐστὶ κληρονόμος, ἕτερος ἐστὶ παρὰ πάντα καὶ ὧ, ἐστὶ κληρονόμος· καὶ εἰ δι’ αὐτοῦ πεποίηκε τοὺς αἰῶνας, οὐκ ἃν εἴη τῶν γοητῶν, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. ἐπείπερ οὐδὲν τῶν κτισμάτων προγενεστέραν τοῦ αἰῶνος ἔχει τὴν γένεσιν, ἀλλ’ ἐν χρόνῳ πεποίηται. μόνῳ δὲ πρόσεστι τῷ Υἱῷ, τὸ ἀχρόνως αὐτὸ μετὰ τοῦ Πατρός.

. . . εκ τῶν καταστάσε . . . κά . . ῶ. Οὕτως ἃν τηροῖτο “ “ μὲν Θεὸς,” εἰς ἓν αἴτιον Υἱοῦ καὶ Πνεύματος ἀναφερομένων, συντιθεμένων, οὐδὲ συναλειφομένων. καὶ κατὰ τὸ ταὐτὸν καὶ ἓν τῆς θεότητος, ἵν ὀνομάσω, ὀνομάσω, κίνημά τε καὶ βούλημα καὶ τὴν τῆς οὐσίας ταὐτότητα. αἱ δὲ τρεῖς ὑποστάσεις, μηδεμιᾶς ἐπινοουμένης σφῆς ἢ ἀναλύσεως ἣ συγχύσεως, ἵνα μὴ τὸ πᾶν καταλυθῇ, δι’ ὧν τὸ ἓν πλέον σεμνύνεται, ἣ καλῶς ἔχει. αἱ δὲ ἰδιότητες πατρὸς μὲν καὶ ἀνάρχου καὶ ἀρχῆς ἐπινοουμένου καὶ λεγομένου, ἠχῆς δὲ ὡς αἰτίου, καὶ ὡς πηγῆς, καὶ ὡς αἰδοίου φωτός. Υἱοῦ δὲ ἀνάρχου μὲν οὐδαμῶς, ἀρχῆς δὲ τῶν ὅλων. ἀρχὴν δ’ ὅταν εἴπω, μὴ χρόνον παρενθῇς, μηδὲ μέσον τι τάξῃς τοῦ γεγεννηκότος καὶ τοῦ γεννήματος· μηδὲ διέλῃς τὴν φύσιν τῷ κακῶς παρεντεθέντι τοῖς συναϊδίοις καὶ τοῖς συνειρημμένοις. εἰ γὰρ χρόνος Υἱοῦ πρεσβύτερον, ἐκείνου δηλαδὴ πρῶτος ἃν εἴη ὁ Πατὴρ καὶ ποιητὴς χρόνων, ὁ ὕπο χρόνον. πῶς ’δε καὶ Κύριος πάντων, εἰ ὑπὸ χρόνου προειληπταί τε καὶ κυριεύεται. ἄναρχος οὑν ὁ Πατὴρ, οὐ γὰρ ἑτέρωθεν αὐτῷ, οὐδὲ πη ἑαυτοῦ τὸ εἶναι. ὁ δὲ Υἱὸς, ἐὰν μὲν ὡς αἴτιον τὸν Πατέρα λαμβάνεις, οὐκ ἄναρχος. ἀρχὴ γὰρ Υἱοῦ Πατὴρ, ὡς αἴτιος· ἐὰν δὲ τὴν ἀπὸ χρόνου νοῇς ἀρχὴν, καὶ ἄναρχος· οὐκ ἄρχεται γὰρ ὑπὸ χρόνου ὁ χρόνων δεσπότης. εἰδ’ ὅτι τὰ σώματα ὑπὸ

294
χρόνον, διὰ τοῦτο ἀξιώσεις κεῖσθαι καὶ τὸν Υἱὸν ὑπὸ χρόνον, περιθήσεις καὶ σῶμα τῷ ἀσωμάτῳ· καὶ εἰ ὅτι τὰ παρ’ ἡμῶν γεννώμεθαι, οὐκ ὄντα ποτὲ, εἶτα γινόμενα, διὰ τοῦτο καὶ τὸν Υἱὸν ἀναγκάσεις ἐξ οὐκ ὄντων εἰς τὸ αὐτοῦ παρεληλυθέναι, συγκρίνεις τὰ ἀσώματα, Θεὸν καὶ ἄνθρωπον, σῶμα καὶ ἀσώματον· οὐκοῦν καἰ πείσεται καὶ λυθήσεται, ὅτι καὶ τὰ ἡμέτερα σώματα. σὺ μὲν οὖν ἀξιοῖς διὰ τοῦτο οὕτω γεννᾶσθαι Θεὸν, διότι τὰ σώματα, ἐγὼ δὲ δία τοῦτο οὐχ οὕτως, ὅτι οὕτως τὰ σώματα· ὣν γὰρ τὸ αὐτοῦ οὐχ ὅμοιον, τούτων οὐδὲ τὸ γεννᾶν ὅμοιον. πλὴν ὁ Ἀπόστολος ἐπειδὴ Υἱὸν εἰπὼν, ἀίδιον αὐτὸν προσηγόρευσε· ἀπίθανον δέ πὼς αὐτῷ ἐδόκει τοῖς ἀμυήτοις τῶν θείων, τὸ Υἱὸν ὄντα μὴ δεύτερον εἶναι τοῦ γεγεννηκότος τῷ χρόνῳ, ἀπό τινος ὁρωμένης εἰκόνος δείκνυσι τὴν τῆς θεολογίας ἀλήθειαν, καὶ φησίν, “ ὃς ὣν ἀπαύγασμα “ δόξης.” τὸ γὰρ ἀπαύγασμα καὶ ἐκ τοῦ πυρὸς ἐστὶ, καὶ σὺν πυρὶ ἐστί. καὶ αἴτιον μὲν ἔχει τὸ πῦρ, ἀχώριστον δέ ἐστι τοῦ πυρός· ἐξ οὗ γὰρ τὸ πῦρ, ἐξ ἐκείνου καὶ τὸ ἀπαύγασμα. εἰ τοίνυν ἐπὶ τῶν αἰσθητῶν δυνατὸν αὐτῷ ὅτι ἔκ τινος, καὶ συνυπάρχειν τούτῳ, ἐξ οὗ περ ἐστὶ, μὴ ἀμφιβάλῃς, φησὶν, ὡς ὁ Θεὸς Λόγος, ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, καὶ γεγέννηται ὡς Υἱὸς, καὶ συνυπάρχει τῷ γεγεννηκότι ὡς Λόγος, ὡς ἀπαύγασμα δόξης· ἐξ οὗ γὰρ ἡ δόξα, ἐξ ἐκείνου καὶ τὸ ἀπαύγασμα, καὶ τῷ πυρὶ δὲ ὁμοφυὲς τὸ ἀπαύγασμα· οὐκοῦν καὶ ὁ Υἱὸς τῷ Πατρί.

Ἐκ τῶν κατὰ αἱρέσεων. Πρῶτον μὲν οὖν, ὅπερ ἔφην, τῶν αἰώνων αὐτὸν δείκνυσι ποιητήν. ἐπειδὴ δὲ οἱ τὰ θεῖα νοεῖν θεοπρεπῶς οὐκ ἐθέλοντες, οὐκ οἴονται δυνατὸν συναΐδιον εἶναι τοῦ Θεοῦ τὸν ἐκ Θεοῦ· τῷ νόμῳ γὰρ τῆς τῶν ἀνθρώπων φύσεως, καὶ τὴν θείαν ὑποκεῖσθαι φύσιν ἀνοήτως νομίζοντες, πρεσβύτερον ὑπειλήφασι τοῦ Υἱοῦ τὸν Πατέρα, διαγενόμενος ἱκανῶς ὁ θεῖος Ἀπόστολος ἐναργῶς ἐπιδείκνυσιν, ὅτι καὶ ἐκ Θεοῦ καὶ σὺν τῷ Θεῷ ἐστὶν ὁ μονογενὴς Υἱός. ἀπαύγασμα γὰρ αὐτὸν προσηγόρευσε δόξης. τὸ δὲ ἀπαύγασμα καὶ ἐκ τοῦ πυρὸς ἔχει τὴν ὕπαρξιν, καὶ τῷ πυρὶ συνυπάρχει. συμπέφυκε γὰρ τῷ πυρὶ τὸ ἀπαύγασμα καὶ ἡ ἀκτὶς τῷ ἡλίῳ. ἐξ οὗ γὰρ ἥλιος, ἐξ ἐκείνου καὶ ἀκτῖνες. ἀλλ’ αἴτιος τῶν ἀκτίνων ὁ ἥλιος, καὶ τὸ πῦρ τοῦ ἀπαυγάσματος· μάτος· οὐ γὰρ ἥλιος ἐξ ἀκτίνων, ἀλλ’ ἀκτῖνες ἐκ τοῦ ἡλίου γεννῶνται, καὶ τὸ ἀπαύγασμα ἐκ τοῦ πυρὸς

295
φύεται. οὕτως ὁ μονογενὴς Υἱὸς γεγέννηται μὲν ἐκ τοῦ Πατρὸς, συνέστη δὲ τῷ γεγεννηκότι, ὡς ὁ λόγος τῷ νῷ, καὶ τὸ ἀπαύγασμα τῷ πυρὶ, καὶ ἡ ἀκτὶς τῷ ἡλίῳ· ἀλλὰ τούτων ἕκαστον οὐχ ὐφέστηκεν αὐτὸ καθ’ αὑτὸ, ἀλλ’ ἐν ἐκείνῳ ἐξ οὗ περ ἔφυ, τὴν ὑπόστασιν ἔχει. ὁ δὲ Θεὸς Λόγος, τὸ ἀπαύγασμα τῆς δόξης, οὐκ ἐνέργειά τίς ἐστιν, ἀνυπόστατος τοῦ Πατρὸς, ἀλλ’ ὑπόστασις ζῶσα καὶ κἄ αὑτὴν ὑφεστῶσα. οὐ γὰρ ἁπλῶς Λόγος ὠνόμασται, ἀλλὰ Θεὸς Λόγος· οὐδὲ μόνον “ ἀπαύγασμα δόξης,” “ χαρακτὴρ ὑποστάσεως.” ἐπειδὴ γὰρ τοῦ ἀπαυγάσματος ἡ εἰκὼν, τὸ μὲν συναΐδιον καὶ ὁμοούσιον ἀποχρώντως δεδήλωκεν, ἀφορμὴν δὲ παρεῖχε βλασφημίας τοῖς τὰ Σαβελλίου καὶ Φωτεινοῦ νοσοῦσι· καθ’ ἑαυτὸ γὰρ οὐχ ὑφέστηκε τὸ ἀπαύγασμα, δι’ ἑτέρας εἰκόνος καὶ ταύτην ἐξορίζει τὴν βλασφημίαν· ἐπάγει γὰρ,

Καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.

Θεοδώρητοσ. Καθ’ ἑαυτόν φησιν ὑφέστηκεν, ὅλον ἐν ἑαυτῶ δεικνῦς τὸν Πατέρα. τοὺς γὰρ πατρικοὺς περίκειται χαρακτῆρας. οὕτω διὰ πλειόνων ὀνομάτων ἐδίδαξεν ἡμᾶς ὁ θεῖος Ἀπόστολος, καὶ τὸ γνήσιον τῆς γεννήσεως, καὶ τὸ ὁμοούσιον καὶ συναΐδιον. ἐπειδὴ γὰρ πάντα νοῦν ὑπερβαίνει τὰ θεῖα, καὶ οὐχ ιἷόν τε διὰ μιᾶς μόνης εἰκόνος τὸ τῆς θεολογίας διδάξαι μυστήριον, διὰ πλειόνων τοῦτο ποιεῖν ἀναγκάζονται τῆς ἀληθείας οἱ κήρυκες. οὕτως ὁ θεσπέσιος Παῦλος (sic) Λόγον ὠνόμασε τὸν Υἱόν. ἐπειδὴ γὰρ τῇ ἀνθρωπίνῃ γεννήσει καὶ πάθος καὶ χρόνος συνέζευκται, ἵνα μὴ Υἱὸν ἀκούοντες, εἰς ἀνθρωπίνας καταπέσωμεν ὑπονοίας, καὶ νομίσωμεν παραπλησίως ἡμῖν γεγεννῆσθαι τὸν τῶν ὅλων δημιουργὸν, ἀναγκαίως αὐτὸν προσηγόρευσε Λόγον, ἵνα δείξῃ καὶ τὸ ἀπαθὲς καὶ τὸ ἄχρονον τῆς γεννήσεως. οὐδὲ γὰρ ὁ νοῦς ὁ ἡμέτερος ὠδίνων τὸν λόγον δεῖται τῆς τοῦ θήλεος κοινωνίας, ἣ τομὴν, ἣ ῥεῦσιν ὑπομένει τινὰ, ἀλλὰ τέλειος μένων, τέλειον ἀποτελεῖ τὸν λόγον. ὅπως δὲ μηδεὶς ὐπολάβῃ πάλιν ἀνυπόστατον αὐτὸν εἶναι λόγον, ὃ Μάρκελλος πέπονθε καὶ Φωτεινὸς, καὶ Παῦλος, ἀναγκαίως προστέθεικε “ καὶ Θεὸς ἦν “ ὁ Λόγος, καὶ τὴν αὐτοῦ αὐτοῦ σημαίνω, ὑπόστασιν, καὶ τὴν μίαν φύσιν ἐμφαίνων καὶ τῆς γεννήσεως τὸ ἀπαθές τε καὶ ἄχρονον ἐκπαιδεύων. οὕτως ὁ μακάριος Παῦλος Υἱὸν μὲν αὐτὸν προσηγό-

296
ῥεῦσεν, ἄλλον αὐτὸν παρὰ τὸν Πατέρα δεικνὺς κατὰ τὸν τῆς ἰδιότητος λόγον. τῶν αἰώνων δὲ αὐτὸν εἴρηκε ποιητὴν, τὸ ἀίδιον αὐτοῦ διὰ τούτων διδάσκων. “ δι’ οὗ,” γάρ φησιν, “ καὶ “ ἐποίησεν, οὐκ οὐσίαν τῶν αἰώνων δηλοῖ, ἀλλ’ ὅτι οὐδεὶς Θεοῦ τῶν ὅλων πρεσβύτερος. ὠνόμασε δὲ αὐτὸν καὶ “ ἀπαύγασμα “ δόξης,” καὶ τὸ συναΐδιον διὰ τούτου, καὶ τὸ ταὐτὸν τῆς οὐσίας σημαίνων. ἐκ γὰρ τῆς τοῦ πυρὸς φύσεως, τὸ ἀπαύγασμα. προστέθεικε δὲ, ὅτι “ καὶ χαρακτήρ ἐστιν ὑποστάσεως,” κατὰ ταὐτὸν διδάσκων, ὅτι καὶ καθ’ ἑαυτὸν ὑφέστηκε, καὶ ἐν ἑαυτῷ δείκνυσι τοὺς πατρικοὺς χαρακτῆρας.

βαβαὶ τῆς ἀποστολικῆς συνέσεως· μᾶλλον δὲ οὐ τὴν τοῦ Παύλου σύνεσιν, ἀλλὰ τὴν τοῦ Πνεύματος ἐστὶ θαυμάσαι χάριν. οὐ γὰρ δὴ ἐξ οἰκείας διανοίας ταῦτα ἐφθέγξατο. πόθεν γὰρ ἀπὸ τῆς σμίλης καὶ τῶν δερμάτων, ἣ τοῦ ἐργαστηρίου, τὴν τοιαύτην σοφίαν εὕρισκεν; ἀλλὰ θείας ἐνεργείας ἦν. οὐ γὰρ αὐτοῦ ταῦτα τὰ νοήματα ἔτικτεν ἡ διάνοια τότε, οὕτω ταπεινὴ καὶ εὐτελὴς οὖσα, ὡς τῶν ἀγοραίων μηδὲν ἔχειν πλέον. πῶς γὰρ ἡ περὶ συμβόλαια καὶ δέρματα καταναλωθεῖσα; ἀλλ’ ἡ τοῦ Πνεύματος χάρις, δι’ ὧν ἂν ἐθέλῃ τὴν αὐτῆς ἰσχὺν ἐπιδείκνυται. ὅρα δὲ πῶς ἀναβαθμοῖς κέχρηται· καθάπερ γὰρ εἰς ὑψηλόν τινα τόπον καὶ πρὸς αὐτὴν τοῦ οὐρανοῦ φθάνοντα τὴν κορυφὴν, εἰ τις παιδίον μικρὸν ἀναγαγεῖν βούλοιτο, ἠρέμα καὶ κατὰ μικρὸν τοῦτο ποιεῖ, διὰ τῶν κάτωθεν αὐτὸ βαθμῶν ἀνάγων. εἶτα ἐπειδὰν ἄνω στήσῃ καὶ ἴδῃ ἰλιγγιᾶσαν καὶ θορυβούμενον, λαμβανόμενος αὐτοῦ κατάγει πάλιν ἐπὶ τὸ ταπεινότερον, παρέχων ἀναπνεῦσαι εἶτα, ὅταν ἀνακτήσηται αὐτὸ, πάλιν ἀνάγει, καὶ πάλιν κατάγει· οὕτω δὴ καὶ ὁ μακάριος Παῦλος ἐποίησε, καὶ ἐπὶ τῶν Ἐβραίων ἐνταῦθα, καὶ πανταχοῦ, παρὰ τοῦ διδασκάλου τοῦτο μαθών· καὶ γὰρ κἀκεῖνος ποτὲ μὲν ἀνῆγεν εἰς ὕψος τοὺς ἀκροατὰς, ποτὲ δὲ, κατῆγεν.

Ὅρα γοῦν δι’ ὅσων αὐτοὺς ἀναγαγὼν βαθμῶν, καὶ πρὸς αὐτὴν στήσας τὴν κορυφὴν τῆς εὐσεβείας πρὶν ἰλιγγιάσαι πὼς, κατάγει πάλιν, διδοὺς ἀναπνεῦσαι. εἶπε γὰρ ὅτι ἐλάλησεν ἡμῖν ἐν Υἱῷ· τοῦτο δὲ τὸ Υἱὸς ὄνομα, τέως κοινόν ἐστιν ἁπάντων, πρόσεστι γὰρ καὶ ἀνθρώποις. πρόσεστι καὶ τῷ Χριστῷ, εἰ καὶ ἡμῖν καταχρηστικῶς, ἐκείνῳ δὲ Κυρίως, εἶτα κληρονόμον ἐκάλεσε, ταπεινὸν δὲ

297
καὶ τοῦτο, εἶτα ἐπὶ τὸν ἀνώτερον ἔστησε βαθμὸν ἐπαγαγὼν, “ “ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν,”. εἶτα ἐπὶ τὸν ὑψηλότερον, καὶ ὃν οὐκ ἔστιν ἕτερος, “ ὃς ὣν ἀπαύγασμα τῆς δόξης καὶ “ τῆς ὑποστάσεως αὐτοῦ.” ὄντως εἰς ἀπρόσιτον φῶς ἤγαγεν, αὐτὸ τὸ ἀπαύγασμα καὶ πρὶν ἣ σκοτωθῆναι. ὅρα πῶς πάλιν ἠρέμα κατάγει λέγων, ὅτι μετὰ τὸν καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ἐκάθισεν ἐν ὑψηλοῖς. ἐπελάβετο γὰρ τῆς σαρκὸς, καὶ πάλιν ταπεινὰ φθέγγεται. εἶτα πάλιν παραφθεγξάμενός τι μικρὸν, ἐν δεξιᾷ γάρ φησι τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, πάλιν ἐπὶ τὸ ταπεινότερον ἄγει, καὶ περὶ τῆς κατὰ τὴν σάρκα οἰκονομίας λοιπὸν διαλέγεται· τὸ γὰρ “ κρείττων γενόμενος τῶν ἀγγέλων,” οὐκ οὐσίας ἐστι τῆς κατὰ πνεῦμα· ἐκείνη γὰρ οὐκ ἐγένετο, ἀλλὰ γεγένηται, ἀλλὰ τῆς κατὰ σάρκα· αὕτη γὰρ ἐγένετο· ἀλλ’ οὐ περὶ οὐσιώσεως νῦν ὁ λόγος αὐτῷ, ἀλλ’ ὥσπερ Ἰωάννης λέγων, “ ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονε,” τουτέστιν ἐντιμότερος καὶ εὐδοκιμώτερος· οὕτως ἐνταῦθα εἴρηται, τὸ “ τοσοῦτον “ κρείττων γενόμενος τῶν ἀγγέλων,” τουτέστιν εὐδοκιμώτερος βελτίων, καὶ λαμπρότερος, “ ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς “ ρονόμηκεν ὄνομα.”

Ὁρᾷς ὅτι περὶ τοῦ κατὰ σάρκα ὁ λόγος ἦν· τὸ γὰρ Υἱὸς ὄνομα ὁ Θεὸς Λόγος ἀεὶ εἶχεν, οὐχ ὕστερον ἐκληρονόμησεν· οὐδὲ ὕστερον Ἀγγέλων κρείττων ἐγένετο, ὅτε καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ἐποιήσατο. ἀλλ’ ἀεὶ κρείττων ἦν καὶ κρείττων ἀσυγκρίτως, ὥστε περὶ τοῦ κατὰ σάρκα τοῦτο εἴρηται. οὕτω γοῦν καὶ ἡμῖν ἔθος περὶ ἀνθρώπου διαλεγομένοις, καὶ ὑψηλὰ καὶ ταπεινὰ φθέγγεσθαι· ὅταν μὲν γὰρ λέγωμεν οὐδὲν ἄνθρωπος, γῆ ἄνθρωπος, σποδὸς ἄνθρωπος, ἀπὸ τοῦ χείρονος τὸ πᾶν καλοῦμεν. ὅταν δὲ λέγωμεν ἀθάνατον ζῶον ὁ ἄνθρωπος, καὶ λογικὸς ὁ ἄνθρωπος, καὶ ὅτι τῶν ἄνω συγγενὴς, ἀπὸ τοῦ κρείττονος τὸ πᾶν πάλιν καλοῦμεν. οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ, ποτὲ μὲν ἀπὸ τοῦ ἐλάττονος, ποτὲ δὲ ἀπὸ τοῦ κρείττονος διαλέγεται ὁ Παῦλος, καὶ τὴν οἰκονομίαν στῆσαι βουλόμενος, καὶ περὶ τῆς ἀκηράτου διδάξαι φύσεως. πανταχοῦ μὲν οὖν εὐλαβοῦς διανοίας δεῖ, μάλιστα δὲ ὅταν περὶ Θεοῦ λέγωμέν τι καὶ ἀκούωμεν. ἐπεὶ μήτε εἰπεῖν ἣ γλῶττα, μήτε ἀκοῦσαι ἡ διάνοια, πρὸς ἀξίαν τοῦ Θεοῦ τί δύναται. καὶ τί λέγω γλῶτταν

298
καὶ διάνοιαν; οὐδὲ γὰρ ὁ νοῦς ὁ πολὺ τούτων πλέον ἔχων, δυνήσεταί τι περιλαβεῖν ἀκριβῶς ὅταν περὶ Θεοῦ τί φθέγγεσθαι βουλώμεθα. εἰ γὰρ ἡ εἰρήνη τοῦ Θεοῦ ὑπερέχει πάντα νοῦν, καὶ τὰ ἡτοιμασμένα τοῖς ἀγαπῶσιν αὐτὸν ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, πολλῷ μᾶλλον αὐτὸς ὁ τῆς εἰρήνης Θεὸς, ὁ τῶν ἁπάντων δημιουργὸς ὑπερβαίνει πολλῷ τῷ μέτρῳ τὸν ἡμέτερον λογισμόν. δεῖ τοίνυν μετὰ πίστεως καὶ εὐλαβείας ἅπαντα δέχεσθαι. καὶ ὅταν ὁ λόγος ἐξασθενήσῃ, καὶ οὐ δύνηται παραστῆσαι τὰ λεγόμενα μετὰ ἀκριβείας, τότε μάλιστα δοξάζειν τὸν Θεὸν, ὅτι Θεὸν τοιοῦτον ἔχομεν, καὶ τὴν ἔννοιαν ἡμῶν ὑπερβαίνοντα. πολλὰ γὰρ ὧν περὶ Θεοῦ νοοῦμεν, φράσαι οὐ δυνάμεθα. καὶ πολλὰ φράζομεν, νοῆσαι δὲ οὐκ ἰσχύομεν· οἷόν τι λέγω, ὅτι πανταχοῦ ὁ Θεὸς ἴσμεν· πῶς δὲ, οὐκέτι νοοῦμεν. ὅτι ἔστι τίς ἀόρατος δύναμις, πάντων αἰτία τῶν ἀγαθῶν, ἴσμεν. πῶς δέ ἐστιν, ἣ τίς ἐστιν, οὐκ ἴσμεν. ἰδοὺ φράζομεν καὶ οὐ νοοῦμεν. εἶπον ὅτι πανταχοῦ ἐστιν, ἀλλ’ οὐ νοῶ. εἶπον ὅτι ἄναρχός ἐστιν, ἀλλ’ οὐ νοῶ. εἶπον ὅτι ἐγέννησεν ἐξ ἑαυτοῦ, καὶ οὐκ οἶδα πῶς πάλιν νοήσω. ἔστι δέ τινα ἃ μηδὲ φράσαι ἔνι· οἷον τί λέγω, νοεῖ ἡ διάνοια, ἀλλ’ εἰπεῖν οὐ δύναται. καὶ ἵνα ἴδῃς καὶ Παῦλον ἀσθενοῦντα, καὶ μὴ πρὸς ἀκρίβειαν τὰ ὑποδείγματα λέγοντα, καὶ φρίξῃς, καὶ μηδὲν περαιτέρω ζητήσῃς, ἄκουε· εἰπὼν γὰρ Υἱὸν καὶ θεὶς δημιουργὸν, τι ἐπάγει;

Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.

Τοῦτο οὗν μετ’ εὐλαβείας ἐκλαμβάνειν δεῖ, καὶ τὰ ἄτοπα περι- κόψαι. “ ἀπαύγασμα τῆς δόξης.”

Ὅρα πρὸς τι αὐτὸ ἐκλαμβάνει, καὶ οὕτω καὶ αὐτὸς δέχου, ὅτι ἐξ αὐτοῦ, ὅτι ἀπαθῶς, ὅτι οὐ μειωθέντος, οὐδὲ ἐλαττωθέντος. ἐπειδὴ εἰσι τινες ἄτοπά τινα ἐκ τοῦ ὑποδείγματος ἐκλαμβάνοντες. τὸ γὰρ ἀπαύγασμα φησὶν, ἐνυπόστατον οὐκ ἔστιν, ἀλλ’ ἐν ἑτέρῳ ἔχει τὸ αὐτοῦ. μὴ τοῦτο τοίνυν ἐκλάβῃς, ἄνθρωπε, μηδὲ Μαρκέλλου καὶ Φωτεινοῦ νοσήσῃς τὴν νόσον. ἐγγύθεν σε γὰρ θεραπεύει, ὥστε μὴ εἰς ἐκείνην ἐμπεσεῖν τὴν διάνοιαν· οὐδὲ ἀφίησί σε εἰς τὸ ὀλέθριον ἐκείνων νόσημα κατενεχθῆναι, εὐθέως ἐπαγαγὼν, “ “ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.” δηλῶν ὅτι ὧσπέρ ἐστιν

299
αὐτὸς ἐνυπόστατος, οὐδενὸς δεόμενος, οὕτω καὶ ὁ Υἱός. ἐνταῦθα γὰρ τὸ ἀπαράλλακτον δεικνὺς, τοῦτο φησὶ, καὶ τὸν ἰδιάζοντα χαρακτῆρα τοῦ πρωτοτύπου. ὅρα γὰρ πῶς καθάπερ ἐπὶ ἀναβαθμῶν ἀναβαίνει εἰς ὕψος, εἶτα πάλιν καταβαίνει, καὶ δύο τέμνει ὁδούς· τὴν μὲν ἀπάγων ἡμᾶς Σαβελλίου, τὴν δὲ Ἀρείου· καὶ ἄνω καὶ κάτω τὰ αὐτὰ φθέγγεται, ὥστε μὴ νομισθῆναι τὸν Χριστὸν ἄναρχον, μηδὲ ἀλλότριον τοῦ Θεοῦ. εἰ γὰρ καὶ μετὰ τοσαῦτα εἰσί τινες οἱ ἀλλότριον αὐτὸν αὐτοῦ φήσαντες, καὶ ἕτερον αὐτῷ δόντες Πατέρα, καὶ τοῦτο πολεμεῖν αὐτὸν λέγοντες, τί οὐκ ἃν ἐφθέγξαντο εἰ μὴ ταῦτα εἴρητο; πῶς οὖν τοῦτο ποιεῖ; ὅταν θεραπεύειν ἀναγκάζηται, τότε ἀναγκάζεται καὶ τὰ ταπεινὰ φθέγγεσθαι, οἷον ὅτι ἔθηκεν αὐτὸν “ κληρονόμον πάντων, καὶ δι’ αὐτοῦ τοὺς αἰῶνας ἐποίησεν.” ἵνα δὲ μὴ ἑτέρως λυμήνηται, εἰς αὐθεντίαν πάλιν αὐτὸν ἀνάγει, καὶ δείκνυσιν ὁμότιμον ὄντα τῷ Πατρὶ, καὶ οὕτως ὁμότιμον, ὡς πολλοὺς νομίσαι τὸν αὐτὸν αὐτοῦ Πατέρα. καὶ θέα τὴν σύνεσιν αὐτοῦ τὴν πολλήν. πρότερον ἐκείνῳ τίθησιν καὶ ἀσφαλίζεται αὐτῷ μετὰ ἀκριβείας· καὶ ὅταν τοῦτο δειχθῇ ὅτι τοῦ Θεοῦ ἐστιν Υἱὸς, καὶ ὅτι οὐκ ἀλλότριος αὐτοῦ, μετὰ ἀσφαλείας λοιπὸν ἅπαντα φθέγγεται τὰ ὑψηλά. ἐπειδὴ γὰρ τὸ μέγα τι περὶ αὐτοῦ εἰπεῖν, εἰς ἐκείνην τὴν ἔννοιαν πολλοὺς ἦγε, πρότερον θεὶς τὰ ταπεινὰ, τότε εἰς ὕψος ἀνέρχεται ὅσον βούλεται. εἰπὼν οὖν “ ὃν “ κληρονόμον πάντων,” καὶ ὅτι “ διὰ αὐτοῦ τοὺς τότε ἐπάγει, “ φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως “αὐτοῦ·” ὁ γὰρ ῥήματι μόνῳ τὰ πάντα διακυβερνῶν, οὐκ δεηθείη τινος εἰς τὸ παραγαγεῖν τὰ πάντα. καὶ ὅτι τοῦτο ἐστιν, ὅρα πῶς πάλαι προιὼν, δίδωσιν αὐτῷ τὴν αὐθεντίαν, τὸ δι’ οὗ ἐξελών. ἐπειδὴ γὰρ εἰργάσατο δι’ αὐτοῦ ὃ ἤθελε λοιπὸν ἀποστὰς ἀπ’ αὐτοῦ, τί φησι; “ κατ’ ἀρχὰς σὺ Κύριε, τὴν γῆν ἐθεμελίω- “ σας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί.” οὐδαμοῦ τὸ δι’ οὗ, οὐδὲ ὅτι ἐποίησε δι’ αὐτοῦ τοὺς αἰῶνας. τί οὖν; οὐχ ὑπ’ αὐτοῦ γεγένηνται; ναί· ἀλλ’ οὐχ ὡς σὺ λέγεις, οὐδὲ ὡς ὑπονοεῖς, ὡς δι’ ὀργάνου, οὐδὲ ὡς οὐκ ἃν ποιήσαντος, εἰ μὴ χεῖρα αὐτῷ ὤρεξεν ὁ Πατήρ. ὥσπερ γὰρ οὐδ’ ἕνα κρινεῖ, καὶ λέγεται κρίνειν διὰ τοῦ Υἱοῦ, ᾗ κριτὴν ἐγέννησεν, οὕτω λέγεται ποιεῖν, ᾗ δημιουργον ἐγέννησεν. εἰ γὰρ αὐτοῦ αἴτιος ὁ Πατὴρ, πολλῷ μᾶλλον τῶν
300
δι’ αὐτοῦ γεγενημένων. ὅταν μὲν οὖν βούληται δεῖξαι, ὅτι ἐξ αὐτοῦ ἐστὶν, ἀναγκαίως τὰ ταπεινὰ φθέγγεται. ὅταν δὲ βούληται ὑψηλὰ φθέγγεσθαι, λαβὴν Μάρκελλος λαμβάνει, καὶ Σαβέλλιος· ἀλλ’ ἀμφοτέρων τὴν ἀμετρίαν ἡ ἐκκλησία φυγοῦσα, μέσην ὁδεύει ὁδόν. οὔτε γὰρ ἐπὶ τῆς ταπεινότητος ἐμμένει, ἵνα μὴ Παῦλος ὁ Σαμοσατεὺς λάβῃ χώραν, οὔτε ἀεὶ τοῖς ὑψηλοῖς ἐναπομενεῖ. καὶ δείκνυσιν αὐτοῦ πάλιν τὴν ἐγγύτητα τὴν πολλήν· ἵνα μὴ Σαβέλλιος ἐπ’ ἐπιπηδήσῃ, εἶπεν Υἱὸν, καὶ εὐθέως ἐφέστηκεν ὁ Σαμοσατεὺς, λέγων αὐτὸν Υἱὸν αὐτοῦ καὶ τοὺς πολλούς· ἀλλ’ ἔδωκεν αὐτῷ καιρίαν πληγὴν, εἰπὼν κληρονόμον· ἀλλ’ ἔτι ἀναισχυντεῖ μετὰ Ἀρείου. τὸ γὰρ ἔθηκεν αὐτὸν κληρονόμον ἀμφότεροι μετέχουσιν. ἐκεῖνος μὲν ἀσθενείας λέγων αὐτῷ, οὗτος δὲ ἔτι ἐνέστηκεν, ἐπι- σκήπτειν ἐπιχειρῶν τῷ ἑξῆς. εἰπὼν γὰρ “ δι’ οὗ καὶ τοὺς “ ἐποίησεν,” ἔβαλε μὲν ὕπτιον ἀναισχυντοῦτα τὸν ὁ δὲ Ἄρειος ἔτι ἰσχυρῶς αὐτῷ δοκεῖ, ἀλλ’ ὅρα καὶ τοῦτον πῶς πλήττει πάλιν, εἰπὼν, “ ὃς ὣν ἀπαύγασμα τῆς δόξης.” ἀλλ’ πάλιν ἐπιπηδᾷ Σαβέλλιος καὶ Μάρκελλος καὶ Φωτεινός· ἀλλὰ κἀκείνοις πᾶσι μίαν πληγὴν δίδωσιν εἰπὼν, “ καὶ χαρακτὴρ “ ὑποστάσεως αὐτοῦ, φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως “ αὐτοῦ.” ἐνταῦθα καὶ Μαρκίωνα πλήττει· οὐ σφόδρα μὲν ἰσχυρῶς, πλήττει δ’ οὖν ὅμως· δι’ ὅλης γὰρ τῆς Ἐπιστολῆς πρὸς αὐτοὺς μάχεται. καὶ ὁ μὲν “ ἀπαύγασμα” αὐτὸν καλεῖ, δέ φησιν· “ ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.” διὰ τοῦτο οὖν “ ἀπαύγασμα,” δεικνὺς ὅτι κακεῖνο οὕτως εἴρηται, ὡς φῶς φωτός. οὐ τοῦτο δὲ μόνον δείκνυσιν, ἀλλ’ ὅτι καὶ ἐφώτισε τὰς ἡμετέρας ψυχὰς, καὶ τὸν Πατέρα αὐτὸς ἐσήμανε, καὶ διὰ τοῦ ἀπαυγάσματος, τῆς οὐσίας τὴν ἐγγύτητα ἔδειξεν. ἐννόησον δὲ τὴν λεπτότητα τῶν εἰρημένων, οὐσίαν μίαν ἔλαβε καὶ ὑπόστασιν εἰς δύο ὑποστάσεων παράστασιν, ὃ καὶ ἐπὶ τῆς γνώσεως τοῦ Πνεύματος ποιεῖ. ὥσπερ γὰρ μίαν φησὶν αὐτοῦ γνῶσιν τὴν τοῦ Πατρὸς καὶ Πνεύματος, ὡς ὄντως μίαν καὶ οὐδὲν πρὸς ἑαυτὴν διεστηκυῖαν, οὕτω καὶ ἐνταῦθα ἑνός τινος ἐπελάβετο ῥήματος, εἰς τὴν τῶν δύο ὑποστάσεων δήλωσιν· καὶ ἐπήγαγεν ὅτι χαρακτήρ· ὁ γὰρ χαρακτὴρ, ἄλλος τίς ἐστι παρὰ τὸ πρωτότυπον. ἄλλος δὲ οὐ πάντη, ἀλλὰ κατὰ τὸ ἐνυπόστατον εἶναι. ἐπεὶ καὶ ἐνταῦθα ὁ
301
χαρακτὴρ τὸ ὅμοιον κατὰ πάντα. ὅταν οὖν καὶ μορφὴν αὐτὸν καλῇ καὶ χαρακτῆρα, τι ἐροῦσιν; ἀλλὰ καὶ εἰκόνος εἴρηται εἰκὼν ὁ ἄνθρωπος φησίν. τι οὖν; οὕτως ὁ Υἱός; οὔ φησιν, ἀλλ’ ὅτι εἰκών· οὐ δείκνυσι τὸ ὅμοιον· καίτοιγε καθὸ εἴρηται ὁ ἄνθρωπος εἰκὼν, δείκνυσι τὸ ὅμοιον ὡς ἐν ἀνθρώπῳ· ὅπερ γάρ ἐστιν ὁ Θεὸς ἐν τῷ οὐρανῷ, τοῦτο ὁ ἄνθρωπος ἐπὶ τῆς γῆς· κατὰ τὴν ἀρχὴν λέγω. ὥσπερ γὰρ τῶν ἐπὶ γῆς πάντων οὗτος κρατεῖ, οὕτω καὶ ὁ Θεὸς πάντων κρατεῖ, καὶ τῶν ἐν οὐρανῷ, καὶ τῶν ἐπὶ τῆς γῆς. ἄλλως δὲ ὁ ἄνθρωπος οὐκ εἴρηται χαρακτὴρ, ἀλλ’ οὐδὲ μορφὴ, ὅπερ καὶ οὐσίαν ἐμφαίνει, καὶ ὁμοιότητα τὴν κατ’ οὐσίαν. ὥσπερ οὑν ἡ μορφὴ τοῦ δούλου οὐδὲν ἄλλο ἐμφαίνει ἣ ἄνθρωπον ἀπαράλλακτον, οὕτως καὶ ἡ μορφὴ τοῦ Θεοῦ οὐδὲν ἄλλο ἐμφαίνει ἣ Θεόν· καὶ ἀπαύγασμα δὲ τοῦτον καλεῖ, ὅτι ὥσπερ τὸ ἀπαύγασμα τοῦ ἡλίου ἐξ αὐτῆς ἐκπηδῶν τῆς τοῦ ἡλίου φύσεως, οὐχ ὕστερον αὐτῷ φαίημεν τῆς ἡλιακῆς φύσεως ἀνάγκη γὰρ ὁμολογῆσαι τοῦτο καὶ τὸν τὰς αἰσθήσεις πεπηρωμένον), οὐδὲ γὰρ χωρὶς ἀπαυγάσματος ὁ ἥλιος ἐφάνη ποτὲ, ἀλλὰ καὶ ἐξ αὐτοῦ καὶ οὐχ ὕστερον αὐτοῦ, οὕτω καὶ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ νοήσομεν· μᾶλλον δὲ μειζόνως καὶ θεοπρεπῶς.

(Κυρίλλου h.) Διὰ γὰρ τοῦτο καὶ Παῦλος αὐτὸν οὕτως ἐκάλεσεν, δεικνὺς τὴν ἐκ Πατρὸς οἱονεὶ πὼς εἰς τὸ ἔξω διεκδρομὴν, οὔτε εἰς ἅπαν ἀπηλλαγμένην τῆς ὅθεν ἐστὶν ὑποστάσεως, οὔτε εἰς ἅπαν συνεσταλμένην, προκύπτουσαν δὲ ὥσπερ εἰς τὸ ὐφεστάναι καθ’ ἑαυτὴν, καὶ εἰς ὕπαρξιν ἰδικὴν ἐμφιλοχωροῦσαν.

(Γρηγορίου Νύσσησ i.) Ἀπαύγασμα δόξης εἶπε τὸν Υἱὸν ὁ Ἀπόστολος, καὶ χαρακτῆρα τῆς ὑποστάσεως, καὶ δύναμιν Θεοῦ καὶ σοφίαν Θεοῦ, καὶ ὅσα τοιαῦτα, ὧν ἕκαστον καθάπερ ἐν συζυγίαις τρισὶν ἀναγκαίαις οὐδὲν ἐφ’ ἑαυτοῦ κατὰ μόνας νοεῖται, ἀλλὰ συνημμένως ἀμφότερα καὶ μετ’ ἀλλήλων καταλαμβάνεται. τὸ γὰρ ἀπαύγασμα πάντως τινός ἐστιν ἀπαύγασμα, καὶ ὁ χαρακτὴρ, πάντως τινός ἐστι χαρακτήρ. ὥσπερ τοίνυν οὐκ ἃν ἀπαύ- [*](h Ἐκ τῶν . . . σαν . . ρωμ. fors. ἐκ τῶν θησαυρῶν.) [*](i ιζ μετὰ ἐκ ερ θέο καὶ εἰ, τὸ ἑβρ. περὶ θεότητος, καὶ εἰς τοὺ; Ἑβραίους.))

302
γασμα εἴη τὸ φῶς, μὴ οὔσης τῆς καταυγαζούσης αἰτίας, οὕτως ἡ ἀπαυγάζουσα φύσις οὐκ ἃν καθ’ ἑαυτὴν νοηθείη, μὴ συνεπινοουμένου τοῦ ἀπαυγάσματος. ὁμοίως δὲ καὶ ὁ χαρακτὴρ τῆς ὑποστάσεως δείκνυσι, καὶ ἡ ὑπόστασις διὰ χαρακτῆρος γνωρίζεται, οὕτω καὶ ἡ τοῦ Θεοῦ δύναμις χωρὶς Θεοῦ αὐτοῦ οὐ δύναται, καὶ Θεὸς χωρὶς τῆς δυνάμεως νοηθῆναι φύσιν οὐκ ἔχει. ὁ τοίνυν ἓν τῶν κατὰ τὴν συζυγίαν ταύτην σημαινομένων μὴ αὐτῷ λέγων, συνανεῖλε πάντως τῇ δυνάμει καὶ τὸ λειπόμενον.

k Ἀλλὰ μὴν λέγουσιν οἱ τῆς ἀσεβείας προστάται ὅτι Υἱὸς ποτὲ οὐκ ἦν. εἰ οὖν οὐκ ἦν ὁ Υἱὸς, πάντως οὐδὲ ὁ Πατὴρ ἦν. εἰ οὐκ ἦν τὸ ἀπαύγασμα, οὐδὲ τὸ ἀπαυγάζον ἦν. εἰ οὐκ ἦν ὁ χαρακτὴρ, πάντως οὐδὲ ἡ ὑπόστασις ἦν. εἰ οὐκ ἦν δύναμις, οὐκ ἦν σοφία· ὧν ἄνευ Θεὸς οὐκ ἔστι, κατασκευάζεται διὰ τούτων μὴ 1 αὐτοῦ Θεὸν, ὁ ἐπὶ πάντων Θεὸς, πῶς ἦν; οὐ γάρ ἐστιν ἐννοῆσαι, οὐ δόξαν ἀλαμπῆ, οὐχ ὑπόστασιν ἀχαρακτηριστον, οὐκ ἄνευ σοφίας σοφὸν, οὐκ ἄνευ δυνάμεως δυνατὸν, οὐκ ἄπαιδα Πατέρα. οὐκοῦν ἀποδέδεικται διὰ τῶν εἰρημένων, ὅτι ὁ τὸν Υἱὸν ἀθετῶν, συναθετεῖ τὸν Πατέρα. ὅπου δὲ οὔτε ὁ Υἱὸς δοξάζεται, οὐδὲ ὁ Πατὴρ αὐτοῦ πιστεύεται, καθόλου ἡ θεότης ἠθέτηται. τὸ δὲ ἀθετεῖν τὴν θεότητα, οὐδενὸς ἄλλου ἣ Ἐπικουρείου ἐστίν. οὐκοῦν Ἐπικούρειοι οἱ δογματισταὶ τῆς ἀπάτης ἀναπεφήνασιν, οἱ διὰ τῆς εἰς τὸν μονογενῆ Υἱὸν ὕβρεως, τὰς ὑπεροχὰς τῷ Πατρὶ χαριζόμενοι.

Ἀθανασίου ἐκ τῶν τατὰ Ἀρειανῶν. Γενέσθω τις ἐντρέπων τοὺς Ἀρειανοὺς εἰ τὸ ἐκ τοῦ Θεοῦ καὶ ἴδιον αὐτοῦ γέννημα θέμις εἰπεῖν ἐξ οὐκ ὄντων, ἣ ὅτι τὸ ἐκ τοῦ Θεοῦ ἐπισυμβέβηκεν αὐτῷ, ἵνα καὶ τολμήσας εἴπῃ ὅτι οὐκ ἔστιν ἀεὶ ὁ Υἱός. καὶ γὰρ ἐν τούτῳ πάλιν τὰς ἀνθρώπων ἐννοίας ὑπεραναβέβηκεν ἡ τοῦ Υἱοῦ γέννησις. ἡμεῖς μὲν γὰρ τῶν ἰδίων τέκνων ἐν χρόνῳ γινόμεθα πάτερες· ἔπει καὶ αὐτοὶ οὐκ ὄντες πρότερον, ὕστερον γεγόναμεν. ὁ δὲ Θεὸς ἀεὶ ὢν, ἀεὶ τοῦ Τίοῦ Πατήρ ἐστι. καὶ τῶν μὲν ἡ γέννησις, ἐκ τῶν ὁμοίως ὄντων ἔχει τὴν πίστιν. ἐπειδὴ δὲ “ οὐδεὶς [*](κ . . . . (??)) [*](Ι Quaedam hic videntur excidisse.)

303
“ οἶδε τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τίς ἐπιγινώσκει, “ εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν ὁ Υἱὸς, ἀποκαλύψῃ, διὰ τοῦτο οἱ ἅγιοι ὧς ἀπεκάλυψεν ὁ Υἱὸς, εἰκόνα τινὰ δεδώκασιν ἡμῖν ἐκ τῶν ὁρωμένων, λέγοντες, “ ὃς ὢν ἀπαύγασμα τῆς δόξης,” καὶ πάλιν, “ “ παρὰ σοὶ πηγὴ ζωῆς.” καὶ μικρὸν μέν ἐστι τὸ παράδειγμα καὶ ἀμυδρὸν λίαν πρὸς τὸ ποθούμενον, δυνατὸν δὲ ὅμως ἐξ αὐτοῦ πλέον τῆς ἀνθρώπου φύσεως κατανοεῖν, καὶ μὴ νομίζειν τὴν ἡμῶν αὐτοῦ καὶ τὴν τοῦ Υἱοῦ γέννησιν. τίς γὰρ δύναται κἂν λογίσασθαι μὴ αὐτοῦ ποτὲ τὸ ἀπαύγασμα, ἵνα καὶ τολμήσας εἴπῃ, μὴ αὐτοῦ ποτε τὸν Υἱὸν, ἣ ὅτι οὐκ ἦν ὁ Υἱὸς πρὶν γεννηθῇ; ἣ τίς ἱκανὸς διελεῖν ἀπὸ τοῦ ἡλίου τὸ ἀπαύγασμα, ἢ τὴν πηγὴν ἐπινοῆσαί ποτε τῆς ζωῆς ἔρημον, ἵνα καὶ μανεὶς εἴπῃ ἐξ οὐκ ὄντων ἐστὶν ὁ Υἱὸς, ὁ λέγων, “ ἐγὼ εἰμὶ ἡ ζωή·” ἣ ἀλλότριος τῆς τοῦ πατρὸς οὐσίας λέγων, “ ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα;” τίς τὴν πηγὴν μὴ ἐξ ἑαυτῆς γεγεννηκέναι τὴν σοφίαν, ἀλλ’ ἔξωθεν ἑαυτῆς κεκτῆσθαι ταύτην, ἵνα καὶ τολμήσῃ εἰπεῖν ἐξ οὐκ ὄντων γέγονεν ὁ Υἱός; τοῦτο γὰρ οὐκέτι πηγὴν ταύτην δείκνυσιν, ἀλλά τινα λάκκον ἔξωθεν ὥσπερ ὕδωρ λαβόντα καὶ κεχρημένον τῷ ὀνόματι τῆς πηγῆς. τίς δὲ οὐ συνορᾷ ὅτι τὰ μὲν κτιζόμενα καὶ ποιούμενα ἔξωθεν τοῦ ποιοῦντος· ὁ δὲ Υἱὸς, οὐκ ἔξωθεν, ἀλλ’ ἐκ τοῦ γεννῶντος Πατρὸς ὑπάρχει;

Διὸ περὶ μὲν τῶν κτιζομένων εἴρηται, “ ἐν ἀρχῇ ἐποίησεν ὁ “ τὸν οὐρανὸν καὶ τὴν γῆν.” περὶ δὲ τοῦ Υἱοῦ, αὐτὸς ὁ Πατὴρ λέγει, “ ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.” καὶ “ Υἱός “ ἢ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.” καὶ ὁ Κύριος περὶ ἑαυτοῦ. “ πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.” ὁ τοίνυν Υἱὸς οὐ δὲ κτίσμα, οὐχ Υἱὸς, πολλὴ γὰρ ἐν αὐτοῖς ἡ διαφορὰ, καὶ ουδ ἃν εἴη ὁ αὐτὸς Υἱὸς ἰὸς καὶ κτίσμα· ἰνα μὴ ἐκ τοῦ Θεοῦ καὶ ἔξωθεν τοῦ Θεοῦ, ἡ οὐσία αὐτοῦ νομίζηται. ἀρ’ οὖν μάτην γέγραπται τὸ “ Κύριος ἔκτισέ με,” τοῦτο γὰρ πάλιν Ἀρειανοὶ περιβομβοῦσιν ὡς ἀγέλη κωνώπων. οὐχί γε οὐ μάτην γέγραπται, ἀλλὰ καὶ μάλα ἀναγκαίως. καὶ γὰρ καὶ κτίζεσθαι λέγεται, ἀλλ’ ὅτε γέγονεν ἄνθρωπος, τὴν δὲ διάνοιαν ταύτην εὑρήσει, ὁ καὶ τὸν καιρὸν καὶ τὸ πρόσωπον, καὶ τὴν χρείαν τῶν γεγραμμένων ἐρεύνων.

304

Ὁ μὲν οὐν καιρὸς, ὅτι ἀεὶ ὢν Κύριος, ἐπὶ συντελείᾳ τῶν αἰώνων γέγονεν ἄνθρωπος. ἡ δὲ χρεία, ὅτι τὸν ἡμῶν θάνατον καταργῆσαι θέλων, ἔλαβεν ἑαυτῷ σῶμα ἐκ τῆς παρθένου Μάριας, ἵνα τοῦτο προσενέγκας θυσίαν ὑπὲρ πάντων, τῷ Πατρὶ καταλλάξῃ πάντας ἡμᾶς, ὅσοι φόβῳ θανάτου, διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. τὸ δὲ πρόσωπον τοῦ μὲν Σωτῆρος ἐστί· τότε δὲ λέγεται ὅτε λοιπὸν τὸ σῶμα λαβὼν λέγει· “ Κύριος ἔκτισέ με.” ὡς Υἱῷ Θεοῦ ὄντι ἁρμόζει καλῶς τὸ ἀιδίως εἶναι, οὕτως ἀνθρώπῳ γενομένῳ πρέπουσα φωνὴ τὸ “ Κύριος ἔκτισέ με.” αἰώνιον φῶς ἐστὶν ὁ Θεὸς, οὔτε ἀρξάμενον, οὔτε λῆξον ποτέ. οὐκοῦν αἰώνιον σύνεσιν αὐτῷ τὸ ἀπαύγασμα, ἄναρχον κα ἀειγενὲς, ὅπερ ἐστιν ἡ λέγουσα σοφία, “ ἐγὼ ἤμην ᾗ προσέχειρε.” καὶ αὖθις αἰωνίου τοῦ Πατρὸς, αἰώνιος ὁ Υἱός ἐστιν, φῶς ἐκ φωτὸς ὤν. ὄντος γὰρ γονέως, ἔστι καὶ τέκνον· εἰ δὲ μὴ τέκνον εἴη, πῶς καὶ τίνος αὐτοῦ δύναται γονεύς; ἀλλ’ εἰσὶν ἄμφω καὶ εἰσὶν ἀεί. φωτὸς μὲν οὖν ὄντος τοῦ Θεοῦ, ὁ Χριστός ἐστιν ἀπαύγασμα. Πνεύματος δὲ ὄντος, “ Πνεῦμα γὰρ ὁ Θεὸς,” ἀναλόγως πάλιν ὁ Χριστὸς λέγεται· ἀτμὶς γάρ ἐστιν τῆς τοῦ Θεοῦ δυνάμεως. καὶ γε ὡς μὲν πρὸς τὴν πηγὴν, ποταμὸς ὁ Υἱὸς λέγεται. “ ὁ ποταμὸς γὰρ “ Θεοῦ ἐπληρώθη ὑδάτων·” πρὸς δὲ τὸ φῶς, ἀπαύγασμα. μόνος οὖν ἀεὶ ὁ Υἱὸς συνὼν τῷ Πατρὶ, καὶ τοῦ ὄντος πληρούμενος, καὶ αὐτός ἐστιν ὢν ἐκ τοῦ Πατρός· ζωὴ ἐκ ζωῆς ἐγεννήθη, καὶ ὥσπερ ποταμὸς ἀπὸ πηγῆς ἔρρευσε, καὶ ἀπὸ φωτὸς ἀσβέστου λαμπρὸν φῶς ἀνήφθη.

Ἀρειανοὶ δὲ τολμῶσι διαιρεῖν καὶ ἀλλότριον τὸν Υἱὸν τῆς τοῦ Πατρὸς οὐσίας καὶ ἀιδιότητος λέγειν, καὶ τρεπτὸν εἰσάγειν οἱ ἄθεοι. οὐ βλέποντες ὅτι ταῦτα λέγοντες οὐκέτι ποιοῦσιν αὐτὸν ἓν μετὰ τοῦ Πατρὸς, ἀλλὰ μετὰ τῶν κτισμάτων. τίς γὰρ οὐχ ὁρᾷ ὅτι ἀδιαίρετον ἐστὶ τὸ ἀπαύγασμα πρὸς τὸ φῶς, καὶ ἴδιον αὐτῷ συνυπάρχει τοῦτο φύσει. καὶ οὐκ ἐπιγέγονεν ὕστερον. ἴδιος καὶ ἀδιαίρετος τῆς τοῦ Πατρὸς οὐσίας, ὁ Υἱὸς, ὡς ἔστιν ὁ λόγος πρὸς ’τον νοῦν, καὶ ο ποταμὸς πρὸς τὴν πηγὴν. εἰ μὲν οὑν διαιρεῖν καὶ ἀποξενοῦν τὸν λόγον καὶ τὸν νοῦν τίς δύναται, ὡς αὐτοῦ τὸν νοῦν ἄλογον, ἢ τὸν λόγον ἄνουν· ἢ τὸν ποταμὸν καὶ τὴν πηγὴν

305
χωρίσαι καὶ τείχισας διελεῖν. ἣ ’τον ποταμὸν ετερουσιον εἰπεῖν πρὸς τὴν πηγὴν, καὶ ξένον τὸ ὕδωρ δεῖξαι. ἣ τὸ ἀπαύγασμα διελεῖν ἀπὸ τοῦ φωτὸς, καὶ εἰπεῖν ἐξ ἑτέρας οὐσίαι ἐστὶ, καὶ οὐκ ἐκ τοῦ φωτὸς, μαινέσθω μετὰ Ἀρείου. εἰ δὲ ἀδιαίρετα ταῦτα οἶδεν ἡ φύσις, μηδὲ τὸν λόγον ἀποξενούτω ἀπὸ τοῦ πυρὸς, εἰ πηγὴ καὶ φῶς ὁ Θεὸς, οὐ θέμις εἰπεῖν οὔτε τὴν πηγὴν ξηρὰν, οὔτε τὸ φῶς χωρὶς αὐγῆς, ἵνα μὴ ἄσοφος καὶ ἀφεγγὴς ἦ ὁ Θεός.

Ἀϊδίου οὖν ὄντος τοῦ Πατρὸς, ἀνάγκη καὶ τὸν Υἱὸν ἀΐδιον αὐτοῦ. ἃ γὰρ ἃν ἐν τῷ Πατρὶ νοήσωμεν, ταῦτα καὶ ἐν τῷ Υἱῷ αὐτοῦ· οὐκ ἀμφίβολον λέγοντος αὐτοῦ τοῦ Κυρίου, “ πάντα ὅσα ἔχει ὁ “ Πατὴρ ἐμά ἐστι.” τίς τολμήσει λέγειν τὸ ἀπαύγασμα καὶ ἀνόμοιον; οὐκοῦν τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ὑποστάσεως χαρακτὴρ ὑπάρχων ὁ Υἱὸς, ἀδιαλώβητὸν τε καὶ ἀπαράσημον τὸ θεῖον ἐν ἑαυτῷ παρέδειξε κάλλος, διαρρήδην εἰπὼν, “ ἐγὼ ἐν τῷ Πατρὶ “ ὁ Πατὴρ ἐν ἐμοὶ ἐστί. καὶ ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα,” δι’ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τὴν τοῦ Πατρὸς φύσιν καταθρήσαιμεν ἄν. καὶ ὥσπερ ἐστὶ σοφία καὶ δύναμις Πατρὸς, οὕτως ἃν εἴη καὶ δόξα τῆς τοῦ τεκόντος οὐσίας, ἀφράστως ἀπηυγασμένος, καὶ τὴν ὅθεν ἐξέφυ δι’ ἑαυτοῦ κατασημαίνων φύσιν, καθάπερ τίς ἡλίου βολὴ, καὶ φωτὸς ἀπαύγασμα τῆς προέντος διεκκύπτον οὐσίας, καὶ ὡς ἐκείνῳ λοιπὸν τὸ ἐξ οὗπέρ ἐστι διὰ τῆς εἰς ἄκρον ἐμφερείας καὶ ταὐτοειδοῦς ποιότητος, εὖ μάλα νοούμενον. ἀλλὰ ταῦτα μὲν ἄν τις εἴποι καὶ πλείω τούτων τοῖς θεομάχοις ἀντικαθιστάμενος.

Γρηγορίου Νύσησ εἰσ τὸν Ἀβραάμ. Ὁ δὲ λόγος ἡμῖν, καθάπερ τίς πῶλος δυσπειθὴς καὶ δυσήνιος, τῆς εὐθείας περιτραπεὶς καὶ πολλοῖς κύκλοις ἐκ πλαγίων διασκιρτήσας, πάλιν εἰς τὴν εὐθεῖαν ἀγέσθω, πόθεν δὲ ἄρα καὶ ἐξετράπη.

Κυρίλλου. Ἐλέγομεν ὅτι τοῖς μὲν ἀρχαιοτέροις ὁ Θεὸς διὰ Μώσεως τεθέσπικε καὶ τῶν προφητῶν· ἡμεῖς δὲ γεγόναμεν κατὰ τὴν τοῦ προφήτου φωνὴν διδακτοὶ Θεοῦ. διδάσκαλον γὰρ ἐσχήκαμεν αὐτὸν τὸν ἐκ Θεοῦ Λόγον ἐνανθρωπίσαντα δι’ ἡμᾶς, τὸν ποιητὴν τῶν αἰώνων, τὸ τῆς πατρικῆς δόξης ἀπαύγασμα, τὸν χαρακτῆρα τῆς ὑποστάσεως· ταῦτα περιοδικῶς θεωρήσαντες προσθήσομεν τὰ ἐχόμενα τάδε ἐστι.

306

Φερῶν τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ.

Χρυσοστόμου. Εἰπὼν ἀνωτέρω ὅτι δι’ αὐτοῦ ἐποίησε τὰ πάντα, ἐνταῦθα δίδωσιν αὐτῷ τὴν αὐθεντίαν, καὶ τὸ μετὰ ταύτης ἅπαντα κυβερνᾷν, καὶ ὅπερ ἐστιν, ὅρα ἴδιον τοῦ Πατρὸς, τοῦτο προσάπτει καὶ τῷ Υἱῷ. διὰ γὰρ τοῦτο οὐχ ἁπλῶς εἶπε, “ φέρων τὰ πάντα,” οὐδὲ εἶπε τῇ δυνάμει αὐτοῦ, ἀλλὰ προσέθηκε “ τῷ καὶ οὐχ ἁπλῶς, ἀλλὰ “ τῷ ῥήματι τῆς δυνάμεως.” πρώην ἡμῖν ἀνῄει κατὰ μικρὸν καὶ κατῄει, οὕτω καὶ νῦν. ἐπειδὴ γὰρ τὸ μέγα τι περὶ αὐτοῦ εἰπεῖν, ἄναρχον αὐτὸν ἐποίει ὐπολαμβάνεσθαι, πρότερον θεὶς τὰ ταπεινὰ, τότε ἐπάγει. “ φέρων τὲ τὰ “ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ·” ὁ γὰρ ῥήματι μόνῳ πάντα διακυβερνῶν, οὐκ ἃν δεηθείη τινὸς εἰς τὸ παραγαγεῖν τὰ πάντα. “ εἶπεν ὁ Θεὸς γενηθήτω φῶν,” ὁ Πατήρ φησιν ὁ δὲ Υἱὸς ὑπήκουσεν· ἀλλ’ ἰδοὺ καὶ ἐνταῦθα ῥήματι αὐτὸς ποιεῖ. “ φέρων,” γάρ φησι, “ τὰ πάντα,” τουτέστι κυβερνῶν· τὰ διαπιπτοντα συγκράτει. του γὰρ ποίησαι ’τον κόσμον οὐχ ἧττον ἐστι τὸ συγκρατεῖν. ἀλλ’ εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν καὶ μεῖζον. τὸ γὰρ τὰ γεγονότα εἰς τὸ μὴ εἶναι μέλλοντα χωρεῖν, συνέχειν καὶ συνάπτειν πρὸς ἄλληλα διαστασιάζοντα, τοῦτό ἐστι τὸ μέγα καὶ πολλῆς δυνάμεως τεκμήριον. εἶτα τὸ εὔκολον δηλῶν, οὐκ εἶπε κυβερνῶν, ἀλλὰ “ φέρων,” ἀπὸ μεταφορᾶς τῶν ἁπλῶς τῷ τί κινούντων, καὶ ποιούντων περιφέρεσθαι. ἐνταῦθα καὶ τὸν ὄγκον τῆς κτίσεως ἔδειξε μέγαν ὄντα, καὶ τὸ μέγα οὐδὲν αὐτῷ ὄν. εἶτα πάλιν τὸ ἀπονητὶ δείκνυσιν εἰπὼν “ τῷ ῥήματι τῆς “ αὐτοῦ.” καὶ καλῶς εἶπε “ τῷ ῥήματι.” ἐπειδὴ γὰρ τὸ ῥῆμα παρ’ ἡμῖν ψιλὸν εἶναι δοκεῖ, δείκνυσιν ὅτι οὐκ ἔστι ψιλὸν ἐπὶ Θεοῦ. τὸ δὲ πῶς τῷ ῥήματι φέρει, οὐκέτι προσέθηκεν, οὐδὲ γὰρ δυνατὸν εἰδέναι. τοιοῦτόν τι καὶ Ἰωάννης πεποίηκεν· εἰπὼν γὰρ ὅτι Θεός ἐστιν, ἐπήγαγε τῆς κτίσεως τὴν δημιουργίαν. ὅπερ γὰρ ἐκεῖνος ἠνίξατο εἰπὼν, “ ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ πάντα δι’ αὐτοῦ ἐγένετο,” τοῦτο καὶ οὗτος διὰ τοῦ ῥήματος καὶ τοῦ εἰπεῖν, “ δι’ οὗ καὶ τοὺς “ αἰῶνας ἐποίησεν, ἐνέφηνε. καὶ γὰρ καὶ δημιουργὸν καὶ πρὸ πάντων ὄντα τῶν αἰώνων αὐτὸν δείκνυσι. τι οὑν ὅταν περὶ μὲν τοῦ Πατρὸς λέγῃ ὁ προφήτης, " ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος

307
“ σὺ ἐμ, περὶ δὲ τοῦ Υἱοῦ, ὅτι πρὸ πάντων ἐστὶ τῶν αἰώνων καὶ τῶν ἁπάντων δημιουργὸς, τι ἃν εἴποιεν οἱ Χριστομάχοι; μᾶλλον δὲ ὃ περὶ τοῦ Πατρὸς ἐλέγετο, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, τοῦτο καὶ περὶ τοῦ Υἱοῦ ἴδοι τίς ἃν εἰρημένον. καὶ ὅπερ ἐκεῖνος φησὶ, “ ζωὴ ἦν,” τὸ διακρατητικὸν τῆς κτίσεως δηλῶν, ὅτι πάντων ἐστιν ἡ ζωὴ, τοῦτο καὶ οὗτος φησὶν, “ φέρων τὰ πάντα τῷ ῥήματι “ τῆς δυνάμεως αὐτοῦ,” τουτέστιν ἡνιοχῶν, οἰκονομῶν, συγκρατῶν, καὶ διαβαστάζων. οὐ γὰρ δὴ μόνον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάντα παρήγαγεν, ἀλλὰ καὶ γενομένων προνοεῖ, κἂν Ἕλληνες τῆς δημιουργίας αὐτῆς τὸ εἰς αὐτοὺς ἧκον ἀποστερῶσιν αὐτὸν καὶ τῆς προνοίας, μέχρι σελήνης συγκλείοντες αὐτοῦ τὴν δύναμιν.

Θεοδώρητοσ. Οὐ γὰρ μόνον τὰ πάντα πεποίηκεν, ἀλλὰ καὶ ἰθύνει αὐτὰ καὶ κυβερνᾷ. τὴν δὲ τῆς δυνάμεως ὑπερβολὴν ἔδειξεν, εἰρηκὼς ἀρκεῖν αὐτῷ λόγον εἰς τὴν ἁπάντων δημιουργίαν τε καὶ προμήθειαν. αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. ταύτης τῆς θεολογίας τὸ ἀναμφίλεκτον ὁρῶντες οἱ τὰ Ἀρείου φρονοῦντες, τῶν ἀποστολικῶν θησαυρῶν ἐκβαλεῖν τήνδε τὴν Ἐπιστολὴν ἐπειράθησαν. οὗ δὴ χάριν ἡμεῖς ταῖς εὐαγγελικαῖς αὐτὴν συμφωνοῦσαν διδασκαλίαις ἐδείξαμεν. ὁ μέν τοι θεῖος Ἀπόστολος οὕτω τὰ περὶ τῆς θείας διεξελθὼν φύσεως, ἐπὶ τὰ ἀνθρώπεια μεταβαίνει, διδάσκων τὸ τῆς οἰκονομίας μυστήριον.

Δἰ ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς.

Χρυσοστόμου. Εἰπὼν περὶ τῶν θαυμαστῶν ἐκείνων καὶ μεγάλων τῶν ἀνωτάτω, λέγει λοιπὸν καὶ περὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ κηδεμονίας. μάλιστα μὲν γὰρ καὶ ἐκεῖνο καθολικὸν ἦν, τὸ φέρον τὲ τὰ πάντα, πλὴν ἀλλὰ τοῦτο πολλῶ μεῖζον. καὶ τοῦτο δὲ καθολικόν· τὸ γὰρ αὐτοῦ μέρος πάντες ἐπίστευσαν· ἐπεὶ καὶ ὁ Ἰωάννης εἰπὼν ζωὴν, καὶ τὴν πρόνοιαν δηλώσας, πάλιν λέγει· “ καὶ “ ἦν,” τὸ αὐτὸ τοῦτο δηλῶν. δύο δὲ ἐνταῦθα τίθησιν ὁ Παῦλος τῆς τοῦ Χριστοῦ κηδεμονίας τεκμήρια μέγιστα, τό τε καθαρίσαι τῶν ἁμαρτιῶν ἡμᾶς, καὶ τὸ δι’ ἑαυτοῦ τοῦτο ποιῆσαι. οὐ γὰρ ἄλιον ἔπεμψε φησὶ διακονοῦντα, ἀλλὰ δι’ ἑαυτοῦ καθαρισμὸν εἰργάσατο.

308
μέγα μὲν καὶ τὸ καθαρίσαι, μεῖζον δὲ τὸ δι’ ἑαυτοῦ· καὶ πολλαχοῦ ὄψει τὸν Παῦλον ἐπὶ τούτῳ σεμνυνόμενον, οὐ μόνον ἐπὶ τῇ καταλλαγῇ τῇ πρὸς τὸν Θεὸν, ἀλλὰ καὶ ἐπὶ τῷ διὰ τοῦ Υἱοῦ τοῦτο γεγενῆσθαι· καὶ γὰρ ὄντως μέγα τὸ δῶρον, μεῖζον δὲ γεγένηται τῷ διὰ τοῦ Υἱοῦ. εἰπὼν δὲ ὅτι ἐποιήσατο καθαρισμὸν τῶν ἁμαρτίων, καὶ ἀναμνήσας του σταύρου, ταχέως ’τον πέρι τῆς αναστάσεως καὶ ἀναλήψεως λόγον ἐπήγαγεν, εἰρηκὼς, ἐκάθισεν ἐν τοῖς ὑψηλοῖς. καὶ ὅρα τὴν σύνεσιν αὐτοῦ τὴν ἄφατον, οὐκ εἰπεν ἐκελεύσθη καθίσαι, ἀλλ’ ἐκάθισε. τι δέ ἐστιν “ ἐν ὑψηλοῖς;" ἆρά εἰς τόπον περικλείει τὸν Θεόν; ἄπαγε· ἀλλ’ ὥσπερ εἰπὼν ἐν δεξιᾷ, οὐκ ἐσχημάτισεν αὐτὸν, ἀλλὰ τὸ ὁμότιμον ἔδειξε τὸ πρὸς τὸν Πατέρα, οὕτως εἰπὼν ἐν ὑψηλοῖς, οὐ περιέκλεισεν αὐτὸν ἐκεῖ, ἀλλὰ τὸ πάντων ἔδειξεν ὑψηλότερον, καὶ πάντα ὑπεραναβεβηκότα· ὡσεὶ ἔλεγεν, εἰς αὐτὸν ἔφθασε τὸν θρόνον τὸν πατρικόν.

Ὥσπερ οὖν ὁ Πατὴρ ἐν ὑψηλοῖς, οὕτω καὶ αὐτός. ἡ γὰρ συνεδρία, οὐδὲν ἕτερον δείκνυσιν ἣ τὸ ὁμότιμον. “ ἐκάθισε,” “ ἐν δεξιᾷ τῆς μεγαλωσύνης.” ὅρα οἵοις ὀνόμασι κέχρηται, τῆς οὐσίας αὐτῆς ὄνομα εὑρών· οὔτε γὰρ ἡ μεγαλωσύνη, οὔτε ἡ δόξα, τὸ ὄνομα παρίστησιν, ἀλλὰ βούλεται μὲν εἰπεῖν, οὐκ ἔχει δὲ εὑρεῖν. καὶ τί θαυμαστὸν εἰ ἐπὶ Θεοῦ, ὅτου γε οὐδὲ ἐπὶ Ἀγγέλου εὕροι τίς ἃν ὄνομα τῆς οὐσίας δηλωτικὸν, τάχα δὲ οὐδὲ ἐπὶ ψυχῆς; οὐ γάρ μοι δοκεῖ τοῦτο τὸ ὄνομα παραστατικὸν αὐτῷ τῆς οὐσίας αὐτῆς, ἀλλὰ τοῦ ψυχήν. τὴν γὰρ αὐτὴν καὶ ψυχὴν καὶ καρδίαν καὶ νοῦν καλουμένην ἴδοι τις ἄν. “ καρδίαν γάρ,” “ καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός.” οὐ μόνον δὲ ταῦτα ἀλλὰ καὶ πνεῦμα πολλαχοῦ ἴδοις ἂν λεγομένην αὐτήν. καθ’ ἡμᾶς μὲν οὖν ἡ ἐκ δεξιῶν καθέδρα τοῦ Θεοῦ, ἤτοι τοῦ Υἱοῦ, τὴν πρὸς τὸν Πατέρα ὁμοτιμίαν παρίστησιν. εἰ δὲ λέγουσιν οἱ αἱρετικοὶ, ὅτι εἶπε “ κάθου,” ἐρώμεθα αὐτούς· τί οὖν ἑστῶτι εἶπεν; ἀλλ’ οὐκ ἃν ἔχοιεν δεῖξαι. ἄλλως δὲ, οὐκ εἶπεν ὅτι ἐκέλευσεν, ἢ προσέταξεν, ἀλλ’ ὅτι εἶπε· καὶ τοῦτο εἶπε δι’ οὐδὲν ἕτερον, ἀλλ’ ἵνα μὴ ἄναρχον αὐτὸν νομίσῃς καὶ ἀναίτιον. ὅτι γὰρ διὰ τοῦτο εἴρηκε, δῆλον ἐκ τοῦ τόπου τῆς καθέδρας. εἰ γὰρ ἐλάττωσιν ἤθελε δηλῶσαι, οὐκ ἃν εἶπεν ἐκ δεξιῶν ἀλλ’ ἐξ ἀριστερῶν.

Βασιλείου πρὸσ Ἀσφιλόχιον. Τὸ γὰρ δεξιὸν, οὐ τὴν κάτω

309
χώραν δηλοῖ ὡς ὁ τούτων λόγος, ἀλλὰ τὴν πρὸς τὸ ἶσον σχέσιν· οὐ σωματικῶς τοῦ δεξιοῦ λαμβανομένου, οὕτω γὰρ ἄν τι καὶ σκαιὸν ἐπὶ τοῦ Θεοῦ εἴη, ἀλλ’ ἐκ τῶν τιμίων τῆς προεδρίας ὀνομάτων τὸ μεγαλοπρεπὲς τῆς περὶ τὸν Υἱὸν τιμῆς παριστῶντος τοῦ λόγου. ὁ τοίνυν τὸ τῆς ἀξίας ὑποδεὲς διὰ τῆς φωνῆς ταύτης δηλοῦσθαι λέγων, μανθανέτω “ ὅτι Χριστὸς Θεοῦ δύναμις, καὶ “ Θεοῦ σοφία,” καὶ ὅτι εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, καὶ ἀπαύγασμα τῆς δόξης, καὶ ὅτι τοῦτον ὁ Πατὴρ ἐσφράγισεν. ὁ Θεὸς ὀλὸν ἀυτῶ ἑαυτὸν ἐντυπώσας, τὰς τοιαύτας μαρτυρίας ταπεινωτικὰς εἶναι φῶμεν, ἣ ὧσπέρ τινας ἀναρρήσεις τὸ μεγαλοπρεπὲς τοῦ μονογενοῦς καὶ τὸ πρὸς τὸν Πατέρα τῆς δόξης ἴσον ἀνακηρύττειν. ἀκουέτω δὲ καὶ αὐτοῦ τοῦ Κυρίου σαφῶς, ὁμότιμον ἑαυτοῦ τὴν δόξαν τῷ Πατρὶ παριστῶντος, ἐν τῷ λέγειν, “ ὁ ἑωρακὼς ἐμὲ, “ ἑώρακε τὸν Πατέρα.” καὶ πάλιν· “ ὅταν ἔλθῃ ὁ Υἱὸς ἐν τῇ “ δόξῃ τοῦ Πατρὸς,” καὶ “ ἵνα τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν “ Πατέρα.” καὶ “ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονο- “ γένους παρὰ Πατρός·” καὶ “ ὁ μονογενὴς ὁ ὣν ἐν τῷ κόλπῳ τοῦ “ Πατρός·“ ὧν ὑμηδὲν πολογησάμενος ὁ Χριστομάχος, τὴν τοῖς ἐχθροῖς ἀφωρισμένην χώραν τῷ Υἱῷ προστίθησιν. κόλπος μὲν γὰρ πατρικὸς, Υἱῷ καθέδρα πρέπουσα· ἡ δὲ τοῦ ὑποποδίου χώρα, τοῖς ἐπιδεομένοις τῆς ὑποστάσεως.

Ἡμεῖς μὲν οὖν, ἐφ’ ἕτερα τὴν ὁρμὴν ἔχοντες, περιτρεχόντως τῶν μαρτυριῶν τούτων ἐφηψάμεθα. ἔξεστι δέ σοι κατὰ σχολὴν συναγαγόντι τὰς ἀποδείξεις, τὸ τῆς δόξης ὕψος καὶ τὸ τῆς δυνάμεως ὑπερέχον τοῦ μονογενοῦς κατιδεῖν. καί τοι εὐγνώμονι ἀκροατῇ, οὐδὲ ταῦτα μικρὰ, εἰ μή τις σαρκικῶς καὶ ταπεινῶς ἐξακούοι τοῦ δεξιοῦ καὶ τοῦ κόλπου, ὥστε τόπῳ τε τὸν Θεὸν περιγράφειν, καὶ ἀναπλάττειν σχῆμα καὶ τύπον, καὶ σχέσιν σωματικήν ἃ παραπολὺ τῆς ἐννοίας τοῦ ἁπλοῦ καὶ ἀπείρου καὶ ἀσωμάτου διώρισται. πλήν γε δὴ, ὅτι τὸ τῆς ἐννοίας αὐτοῦ ταπεινὸν ἔπι τε Πατρὸς καὶ Υἱοῦ παραπλήσιον. ὥστε οὐ καθαιρεῖ τοῦ Υἱοῦ τὴν ἀξίαν, ἀλλὰ προσλαμβάνει τὸ κρῖμα τῆς εἰς τὸν Θεὸν βλασφημίας ὁ τὰ τοιαῦτα διεξιών. ἐν οἷς γὰρ ἃν κατατολμήσῃ τοῦ Υἱοῦ, ταῦτα ἀνάγκη αὐτῷ μετατιθέναι πρὸς τὸν Πατέρα. ὁ γὰρ τῷ Πατρὶ τὴν ἄνω χώραν εἰς προεδρίαν ἀποδιδοὺς, τὸν δὲ μονογενῆ

310
Υἱὸν ὑποκαθῆσθαι λέγων, πάντα ἀκολουθοῦντα ἕξει τὰ σωματικὰ συμπτώματα τῷ ἑαυτοῦ ἀναπλασμῷ. εἰ δὲ ταῦτα οἰνοπλήκτων καὶ ἐκ φρενίτιδος παραφόρων τὸν νοῦν τὰ φαντάσματα, πῶς εὐσεβῶς τὸν τῇ φύσει, τῇ δόξῃ, τῷ ἀξιώματι συνημμένον, μὴ μετὰ Πατρὸς προσκυνεῖν καὶ δοξάζειν τοὺς παρ’ αὐτοῦ διδαχθέντας, ὅτι ὁ μὴ τιμῶν τὸν Υἱὸν, ἀτιμᾷ τὸν Πατέρα; τί γὰρ φήσομεν; τίνα δὲ δικαίαν ἕξομεν ἀπολογίαν ἐπὶ τοῦ φοβεροῦ δικαστηρίου, εἰ τοῦ Κυρίου σαφῶς ἐπαγγελλομένου ἥξειν ἐν τῇ δόξῃ τοῦ Πατρὸς, καὶ Στεφάνου θεασαμένου Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ τοῦ Πατρὸς λέγοντος “ Κάθου ἐκ δεξιῶν μου,” καὶ Παύλου ἐν πνεύματι διαμαρτυρουμένου περὶ Χριστοῦ, ὅτι “ ἔστιν ἐν δεξιᾷ “ τοῦ Θεοῦ,’ καὶ τοῦ Ἁγίου Πνεύματος μαρτυροῦντος ὅτι “ ἐκά- “ θισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης τοῦ Θεοῦ,” ἡμεῖς τὸν σύνθρονον καὶ ὁμότιμον ἀπὸ τῆς πρὸς τὸ ἴσον σχέσεως ἐπὶ τὸ κάτω καταβιβάζομεν; οἶμαι γὰρ τὴν μὲν στάσιν καὶ τὴν καθίδρυσιν τὸ πάγιον τῆς φύσεως καὶ πάντῃ στάσιμον ὑποφαίνειν, καθ’ ὃ καὶ ὁ Βαροὺχ τὸ ἀκίνητον καὶ ἀμετάθετον τῆς τοῦ Θεοῦ διεξαγωγῆς ἐνδεικνύμενος, ἔφη· τὸ, “ συγκαθήμενος εἰς τὸν αἰῶνα.” καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα, τὴν δεξιὰν δὲ χώραν δηλοῦν τὸ τῆς ἀξίας ὁμότιμον, πῶς οὖν οὐ τολμηρὸν τῆς κατὰ τὴν κοινωνίαν δοξολογίας ἀποστερεῖν, ὡς ἐν ἐλάττονι χώρᾳ τιμῆς τετάχθαι ἄξιον ;

Θεοδωρίτου. Τὸν μονογενῆ τὸν τῷ γεννηκότι συνόντα, τὸν τῶν ἁπάντων δημιουργόν τε καὶ πρύτανιν, τὸν ἐν ἑαυτῷ δεικνύντα τὸν Πατέρα, ὃς ἐνανθρωπίσας τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν, καὶ οὐ διὰ μόσχων ἣ κριῶν ἀλλὰ διὰ τοῦ τιμίου αὐτοῦ αἵματος ἡμᾶς καθαρίσας, ἐκάθισεν ἐν ὑψηλοῖς. τοῦτο δὲ ἀνθρωπίνως εἴρηται· ὕψιστος γὰρ ὣν, ἐταπείνωσεν ἑαυτὸν, καὶ Θεὸς ἃν ἐνηνθρώπισεν· οὐ ταπεινὸς ὣν ὑψώθη, οὐδὲ ἄνθρωπος ὣν, Θεὸς ἐγένετο· ἀλλ’ ὡς μὲν Θεὸς, δεσπότης ἦν τῶν ὅλων ἀεὶ, ὡς δὲ ἄνθρωπος, προσέλαβε δόξαν ἥν περ εἶχεν ὡς Θεός. “ Πάτερ,” γάρ φησιν, “ δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ “ σοὶ, καὶ ᾔτησεν οὐ λαβεῖν ἅπερ οὐκ εἰχεν, ἀλλ’ ἅπερ δειχθῆναι.

Βασιλείου κατὰ Ἀπολιναρίου. Καὶ τὸ “ κάθου ἐκ “ μου,” οὐκ ἀνθρώπου μὲν τὸ ἀξίωμα, ἀλλὰ Θεοῦ. ἀλλ’ ἐπειδὴ

311
τὸ τοῦ Θεοῦ ἀξίωμα, ἀνθρώπου γέγονεν ἀξίωμα, ἵνα τὸ τοῦ ἀνθρώπου ἀξίωμα, Θεοῦ ἀξίωμα πιστευθῇ, εἴρηται “ κάθου ἐκ δεξιῶν “ μου,” καὶ “ δόξασόν με Πάτερ τῇ δόξῃ τῇ ἀϊδίῳ.” οὐ χωρισθεὶς τῆς δόξης τοῦτο λέγει, ἀλλ’ ἐν ἀδόξῳ σώματι γεγονὼς, ἵνα δείξῃ οὐ χωριζομένην τῆς θεικῆς δόξης τὴν τοῦ δούλου μορφὴν, ἀλλὰ ταύτην ἐπιδεικνυμένην· διὸ λέγει, “ καὶ ἐδόξασα καὶ πάλιν δο- “ ξάσω·” μίαν τὴν πρὸ σώματος καὶ ἐν σώματι δόξαν δεικνύς.

Τοῦ αὐτοῦ κατὰ Ἀρειανῶν. Καὶ ἡ δεξιὰ καθέδρα τὸ γνήσξιον τοῦ Υἱοῦ σημαίνει, καὶ τὸ τὴν θεότητα τοῦ Πατρὸς ταύτην εἶναι τοῦ Υἱοῦ. τήν τε γὰρ τοῦ Πατρὸς βασιλείαν βασιλεύων ὁ Υἱὸς ἐπὶ τὸν αὐτὸν θρόνον τῷ Πατρὶ κάθηται, καὶ τῇ τοῦ Πατρὸς θεότητι θεωρούμενος, “ Θεός ἐστιν ὁ Λήος,” καὶ “ ὁ βλέπων “ Υἱὸν, βλέπει τὸν Πατέρα.” καὶ οὕτως εἷς Θεός ἐστιν. ἐκ δεξιῶν οὖν καθήμενος, ἀριστερὸν οὐ ποιεῖ τὸν Πατέρα, ἀλλ’ ὅπερ ἐστὶ δεξιὸν καὶ τίμιον ἐν τῷ Πατρὶ, τοῦτο καὶ ὁ Υἱὸς ἔχει καὶ λέγει πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι. διὰ τοῦτο καὶ ἐκ δεξιῶν καθήμενος ὁ Υἱὸς, ὁρᾷ τὸν Πατέρα καὶ αὐτὸν ἐκ δεξιῶν, κἂν ὡς ἄνθρωπος γενόμενος λέγει, “ προορώμην τὸν Κύριον ἐνώ- “ πιόν μου, ὅτι ἐκ δεξιῶν μου ἐστὶ διὰ παντός.” δείκνυται γὰρ πάλιν καὶ ἐν τούτῳ, ὡς ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῶ.

τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.

Θεοδβρήτου. Καὶ τοῦτο κατὰ τὸ ἀνθρώπινον εἴρηκεν· ὡς γὰρ Θεὸς, ποιητὴς Ἀγγέλων καὶ δεσπότης Ἀγγέλων· ὡς δὲ ἄνθρωπος, μετὰ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν, κρείττων Ἀγγέλων ἐγένετο, ἐπειδὴ καὶ ἐλάττων ἦν Ἀγγέλων διὰ τὸ πάθημα τοῦ θανάτου. ὥσπερ τοίνυν ἐλάττων ἦν Ἀγγέλων ὡς ἄνθρωπος, ἐπειδὴ ἐκεῖνοι μὲν ἀθάνατον ἔχουσι φύσιν, αὐτὸς δὲ τὸ πάθος ὑπέμεινεν, οὕτω μετὰ τὴν εἰς οὐρανοὺς ἀνάβασιν κρείττων Ἀγγέλων ἐγένετο. ἐκάθισε γὰρ ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας· ποιεῖται δὲ τὴν σύγκρισιν καὶ ἐκ τῶν ὀνομάτων ὁ θεῖος Ἀπόστολος· οὕτω καὶ τὴν πρὸς τοὺς προφήτας παρεξέτασιν ἐποιήσατο, Υἱὸν δείξας τὸν δεσπότην Χριστόν· οὕτω καὶ ἐπὶ τῶν Ἀγγέλων τῆς υἱότητος

312
μνημονεύει, καὶ ταύτῃ δείκνυσι τὸ διάφορον. “ κεκληρονόμηκε,” γάρ φησι, “ διαφορώτερον ὄνομα,” τὸ τῆς υἱότητος δηλαδή· κατὰ τὸ ἀνθρώπινον δὲ εἴρηκε τὸ “ κεκληρονόμηκε·” ὁ γὰρ φύσιν Υἱὸς, οὐ κατὰ χάριν τοῦτο λαμβάνει· ἔχει γὰρ αὐτὸ κατὰ φύσιν· ἀλλ’ ὡς ἔφην ἤδη, τὰ θεῖα διδάξας, ἐνταῦθα τὰ περὶ τῆς οἰκονομίας διέξεισι, καὶ διδάσκει, ὡς αὐτὸς καὶ ποιητὴς πάντων ὡς Θεὸς, καὶ κληρονόμος πάντων ὡς ἄνθρωπος, καὶ δημιουργὸς Ἀγγέλων ὡς Θεὸς, καὶ κρείττων γέγονε τούτων ὡς ἄνθρωπος, καὶ φύσει Υἱός· καὶ λαμβάνει τοῦτο πάλιν ὡς ἄνθρωπος ὅπερ εἶχεν ὡς Θεός.

Ἀθανασίου κατὰ Ἀρειανῶν. Ἀρειανοὶ δὲ τὰ ἀποστολικὰ ταῦτα ῥητὰ ἄνω καὶ κάτω προφέροντες, καὶ πλανώμενοι περὶ τὴν διάνοιαν, ἐνόμισαν ἐκ τούτων κτίσμα καὶ ποίημα καὶ ἕνα τῶν γενητῶν εἶναι καὶ τὸν τοῦ Θεοῦ Λόγον. δεῖ δὲ ὡς ἐπὶ πάσης τῆς θείας γραφῆς, οὕτω καὶ ἐνταῦθα, καθ’ ὃν εἶπε ταῦτα ὁ Ἀπόστολος καιρὸν, καὶ τὸ πρόσωπον καὶ τὸ παράδειγμα, δι’ ὅπερ ἔγραψε, πιστῶς ἐκλαμβάνειν ἴνα μὴ παρα ταυτα η καὶ παρ’ ἕτερον τι τούτων ἀγνοῶν ὁ ἀναγινώσκων, ἔξω τῆς ἀληθινῆς διανοίας γένηται. τοῦτο γὰρ ὁ φιλομαθὴς ἐκεῖνος εὐνοῦχος εἰδὼς, παρεκάλει τὸν Φίλιππον, λέγων, “ δέομαι σου περὶ τίνος ὁ προφήτης λέγει, περὶ “ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;” ἐφοβεῖτο γὰρ μὴ πρόσωπον ἐκλαβὼν τὴν ἀνάγνωσιν, πλανηθῇ τῆς ὀρθῆς διανοίας· καὶ οἱ μαθηταὶ δὲ θέλοντες τὸν καιρὸν τῶν λεγομένων μαθεῖν, παρεκάλουν τὸν Κύριον λέγοντες, “ εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τι τὸ σημεῖον τῆς “ σῆς παρουσίας;” καὶ αὐτοὶ γὰρ ἀκούοντες παρὰ τοῦ Σωτῆρος τὰ περὶ τοῦ τέλους, ἤθελον μαθεῖν καὶ τὸν καιρὸν, ἵνα μήτε αὐτοὶ πλανῶνται, ἀλλὰ καὶ τοὺς ἄλλους διδάσκειν δυνηθῶσι. μαθόντες γοῦν διωρθώσαντο μέλλοντας πλανᾶσθαι τοὺς ἀπὸ τῆς Θεσσαλονίκης.

Ὅταν μὲν m εἰ τῶν τοιούτων τίς ἔχῃ καλῶς τὴν γνῶσιν, ὀρθὴν ἔχει καὶ ὑγιαίνουσαν τὴν τῆς πίστεως διάνοιαν. ἐὰν δὲ παρ’ ἕτερόν τις ἐκλαμβάνῃ τούτων, εὐθὺς εἰς αἵρεσιν ἐκπίπτει. παρὰ καιρὸν οὖν ἐπλανήθησαν, οἱ μὲν περὶ Ὑμέναιόν καὶ Ἀλέξανδρον, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι· οἱ δὲ Γαλάται, μετὰ τὸν καιρὸν ἀγαπήσαντες τὴν περιτομήν· παρὰ πρόσωπον δὲ πάσχουσι μέχρι [*](m Fors. μέντοι.)

313
νῦν Ἰουδαῖοι, νομίζοντες περὶ ἑνὸς ἐξ αὐτῶν λέγεσθαι τὸ “ ἰδοὺ ἡ “ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν.” καὶ ὅταν τὸ “ προφήτην ὑμῖν ἀναστήσει ὁ Θεὸς,” νομίζωσι περὶ ἑνὸς τῶν λέγεσθαι, τὸ δὲ “ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη,” μανθάνωσι παρὰ τοῦ Φιλίππου, ἀλλ’ ὑπολαμβάνωσι περὶ τοῦ Ἡσαΐου λέγεσθαι, ἣ περὶ ἄλλου τινὸς τῶν γενομένων προφητῶν.

Τοιαῦτα δὴ οὖν καὶ οἱ Χριστομάχοι παθόντες εἰς μυσαρὰν αιρεσιν εκππτωκασιν. εἰ γὰρ ἐγνώκεισαν τὸ τε πρόσωπον καὶ τὸ πρᾶγμα, καὶ τὸν καιρὸν τοῦ ἀποστολικοῦ ῥητοῦ, οὐκ ἃν τὰ ἀνθρώπινα εἰς τὴν θεότητα ἐκλαμβάνοντες τοσοῦτον ἠσέβουν οἱ ἄφρονες. τοῦτο δὲ δυνατὸν ἰδεῖν, εἰ τὴν ἀρχὴν τοῦ ἀναγνώσματός τις ἐκλάβοι. περὶ τοῦ καιροῦ γὰρ καθ’ ὃν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὅτε καὶ τῶν ἁμαρτιῶν καθαρισμὸς γέγονε, μνημονεύει τὸ ἀποστολικὸν ῥητὸν, πότε ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, καὶ πότε γέγονε καθαρισμὸς μετὰ τοὺς προφήτας ἐπ’ ἐσχάτου τῶν ἡμερῶν. εἶτα τοῦ διηγήματος ὄντος περὶ τῆς κἄ ἡμᾶς οἰκονομίας, λέγων περὶ τῶν ἐσχάτων καιρῶν, ἀκολούθως ἐμνημόνευσεν, ὅτι μήτε τοὺς προτέρους χρόνους ἐσιώπησε τοῖς ἀνθρώποις ὁ Θεός. ἐλάλησε γὰρ αὐτοῖς διὰ τῶν προφητῶν· καὶ ἐπειδὴ καὶ προφῆται διηκόνησαν, καὶ δι’ Ἀγγέλων ὁ νόμος ἐλαλήθη, καὶ ὁ Υἱὸς δὲ ἐπεδήμησε, καὶ ἦλθε διακονῆσαι, ἀναγκαίως ἐπήγαγε, “ τοσούτῳ κρείττων γενόμενος “ τῶν Ἀηέλων.” διεξελθὼν ὅτι ὅσον υἱὸν διαφέρει δούλου, τῆς διακονίας τῶν δούλων ἡ τοῦ υἱοῦ διακονία κρείττων γέγονε. τὴν διακονίαν ἄρα κρίνων ὁ Ἀπόστολος τῆς τε παλαιᾶς καὶ καινῆς, παρρησιάζεται πρὸς Ἰουδαίους γράφων καὶ λέγων, “ τοσούτῳ κρείτ- “ των γενόμενος τῶν ἀγγέλων.”

Κυρίλλου. Τὸ μὲν γὰρ Ἄγγελοι ὄνομα λειτουργίας ἐστὶ σημαντικὸν, οἰκετικόν τε ἡμῖν ὑπεμφαίνει μέτρον. ὁ δέ γε Υἱὸς τὴν ἐκ Πατρὸς ὕπαρξιν, οὐσιώδη καὶ φυσικὴν δηλοῖ. διὰ τοῦτο γοῦν οὐδὲ συγκριτικῶς εἴρηκε μείζων ἣ τιμιώτερος· ἵνα μὴ ὡς περὶ ὁμογενῶν τούτου κἀκείνων τίς λογίσηται· ἀλλὰ κρείττων εἴρηκεν, ἵνα τὸ διαλάττον τῆς φύσεως τοῦ Υἱοῦ πρὸς τὰ γενητὰ γνωρίσῃ. καὶ τούτων ἔχομεν τὴν ἀπόδειξιν ἐκ τῶν θείων γραφῶν, τοῦ μὲν Δαβὶδ ψάλλοντος, “ κρείσσων ἡμέρα μία ἐν ταῖς

314
“ σου ὑπὲρ χιλιάδας.” τοῦ δὲ Σολομῶντος ἀναφωνοῦντος, “ κρείσ- “ σῶν σοφία λίθων πολυτελῶν·” πῶς γὰρ οὐχ ἑτεροούσια καὶ ἄλλα τὴν φύσιν, ἡ σοφία, καὶ οἱ ἀπὸ γῆς λίθοι; ποία δὲ συγγένεια ταῖς ἐν οὐρανοῖς αὐλαῖς καὶ τοῖς ἐπὶ γῆς οἴκοις; οὕτως ἄρα οὐδεμία συγγένεια τοῦ Υἱοῦ πρὸς τοὺς Ἀγγέλους ἐστί. μηδεμιᾶς δὲ οὔσης τῆς συγγενείας, οὐκ ἄρα συγκριτικῶς ἐλέχθη τὸ “ κρείττων,” ἀλλὰ διακριτικῶς διὰ τὸ διαλάττον τῆς τούτου φύσεως ἀπ’ ἐκείνων. καὶ αὐτὸς οὖν ὁ Ἀπόστολος τὸ “ κρεἱττων ἑρμηνεύων, οὐκ ἐν ἄλλῳ τινὶ, ἣ ἐν τῇ διαφορᾷ τοῦ Υἱοῦ πρὸς τὰ γενητὰ τίθησι λέγων, ὅτι ὁ μὲν, Υἱὸς, τὰ δὲ, δοῦλα· καὶ ὁ μὲν, ὡς Υἱὸς μετὰ τοῦ Πατρὸς ἐν δεξιᾷ κάθηται· τὰ δὲ, ὡς δοῦλα παρέστηκε καὶ ἀποστέλλεται καὶ λειτουργεῖ.

τούτων δὲ οὕτως γεγραμμένων, οὐ γενητὸς ἐκ τούτων ὁ Υἱὸς σημαίνεται, ὦτ’ Ἀρειανοὶ, ἀλλὰ μᾶλλον ἄλλος μὲν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς, ἐν τοῖς κόλποις ὣν αὐτοῦ. καὶ γὰρ καὶ τὸ γεγραμμένον ἐνταῦθα “ γενόμενος,” οὐ γενητὸν σημαίνει τὸν Υἱὸν, ὥσπερ ὑμεῖς νομίζετε. εἰ μὲν γὰρ ἁπλῶς εἰρήκει γενόμενος καὶ ἐσιώπησεν, ἦν πρόφασις τοῖς Ἀρειανοῖς. ἐπειδὴ Υἱὸν προείρηκε δι’ ὅλης τῆς περικοπῆς ἀποδείξας αὐτὸν ἄλλον εἶναι τῶν γενητῶν, οὐδὲ τὸ γενόμενος ἀπολελυμένως ἔθηκεν, ἀλλὰ τὸ κρείττων συνῆψε τῷ γενόμενος. ἀδιάφορον γὰρ ἡγήσατο τὴν λέξιν· εἰδὼς ὡς ἐπὶ ὁμολογουμένως γνησίου υἱοῦ ὁ λέγων τὸ γενόμενος ἰσον τῷ γεγενῆσχθαι ὅτι ἐστὶ κρείττων λέγει· τὸ μὲν γὰρ γενητὸν οὐ διαφέρει, κἂν λέγῃ τίς γέγονεν ἣ πεποίηται, τὰ δὲ γενητὰ, δημιουργήματα ὄντα, ἀδύνατον λέγεσθαι γεννητά· εἰ μὴ ἄρα μετὰ ταῦτα μετασχόντα τοῦ γεννητοῦ υἱοῦ, γεγεννῆσθαι καὶ αὐτὰ λέγονται. οὔτι γε διὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ διὰ τὴν μετουσίαν τοῦ υἱοῦ ἐν τῷ πατρί. καὶ τοῦτο πάλιν οἶδεν ἡ θεία γραφὴ, ἐπὶ μὲν τῶν γενητῶν λέγουσα “ πάντα πάντα δι’ αὐτοῦ ἐγένετο,” καὶ “ πάντα ἐν σοφίᾳ ἐποίησεν.” ἐπὶ δὲ τῶν υἱῶν τῶν γεννητῶν, “ ἐγένοντο τῷ ἰακὼβ υἱοὶ ἑπτὰ καὶ θυγα- “ τέρες τρεῖς. καὶ Ἀβραὰμ δὲ ἢν ἑκατὸν ἐτῶν ὅτε ἐγένετο αὐτῶ Ισαἀκ ὁ υἱὸς αὐτοῦ.

Οὐκοῦν εἰ τῶν μὲν γενητῶν ἄλλος ἐστὶ, τῆς δὲ τοῦ πατρὸς οὐσίας μόνος ἴδιον γέννημα ὁ υἱὸς, μεματαίωται τοῖς Ἀρειανοῖς ἡ

315
περὶ τοῦ γενόμενος πρόφασις. κἂν γὰρ ἐν τούτοις αἰσχυνθέντες βιάζονται πάλιν λέγειν, συγκριτικῶς εἰρῆσθαι τὰ ῥητὰ, καὶ διὰ τοῦτο εἶναι τὰ συγκρινόμενα ὁμογενῆ. ὥστε τὸν Υἱὸν τῆς τῶν Ἀγγέλων εἶναι φύσεως, αἰσχυνθήσονται μὲν προηγουμένως ὡς Οὐαλεντίνου καὶ Καρποκράτους φθεγγόμενοι· ὣν, ὁ μὲν, τοὺς Ἀγγέλους ὁμογενεῖς εἴρηκε τῷ Χριστῷ, ὁ δὲ, Ἀγγέλους τοῦ κόσμου δημιουργοὺς εἶναι φησίν. παρ’ αὐτῶν γὰρ ἴσως μαθόντες καὶ οὗτοι, συγκρίνουσι τὸν τοῦ Θεοῦ Λόγον τοῖς Ἀγγέλοις. ἀλλ’ ἐντραπήσονται τοιαῦτα φανταζόμενοι, παρὰ μὲν τοῦ ὑμνῳδοῦ λέ- γοντος, “ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν Υἱοῖς Θεοῦ, καὶ τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε;” ἀκούσονται δὲ ὅμως ἐὰν ἄρα μάθωσιν ὡς ἐν μὲν τοῖς ὁμογενέσιν ὁμολογουμένως φιλεῖ τὸ τῆς συγκρίσεως γίνεσθαι, καὶ οὐκ ἐν τοῖς ἑτερογενέσιν.

Οὐδεὶς γοῦν Θεὸν συγκρίνει πρὸς ἄνθρωπον, οὐδὲ πάλιν ἄνθρωπον πρὸς τὰ ἄλογα, οὐδὲ ξύλα πρὸς λίθους διὰ τὸ ἀνόμοιον τῆς φύσεως. ἀλλὰ Θεὸς μὲν, ἀσύγκριτον ἐστὶ πρᾶγμα, ἄνθρωπος δὲ πρὸς ἄνθρωπον συγκρίνεται, καὶ ξύλον πρὸς ξύλον, καὶ λίθος πρὸς λίθον· καὶ οὐκ ἄν τις εἴποι ἐπὶ τούτων τὸ κρείττων, ἀλλὰ τὸ μᾶλλον καἰ τὸ πλέον. οὕτως Ἰωσὴφ ὡραῖος μᾶλλον ἢν παρὰ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ Ῥαχὴλ τῆς Λείας· καὶ ἀστὴρ ἀστέρος οὐ κρείττων, ἀλλὰ μᾶλλον διαφέρει ἐν δόξῃ. ἐπὶ δὲ τῶν ἑτερογενῶν, ὅταν τίς ταῦτα παραβάλῃ πρὸς ἄλληλα, τότε τὸ κρείττων πρὸς τὸ διαλλάττον λέγεται, καθάπερ ἐπὶ τῆς σοφίας καὶ τῶν λίθων εἴρηται. εἰ μὲν οὖν εἰρηκὼς ἦν ὁ Ἀπόστολος τοσούτῳ μᾶλλον ὁ Υἱὸς τῶν Ἀγγέλων προάγει, ἢ τοσούτῳ μείζων ἐστὶν, ἦν ἃν ἡμῖν πρόφασις ὡς σνγκρινομένου τοῦ Υἱοῦ πρὸς τοὺς Ἀγγέλους. νῦν δὲ λέγων κρείττονα αὐτὸν εἶναι, καὶ τοσούτῳ διαφέρειν, ὅσῳ διέστηκεν Υἱὸς δούλων, δείκνυσιν αὐτὸν ἄλλον εἶναι τῆς τῶν Ἀγγέλων φύσεως. λέγων δὲ πάλιν αὐτὸν εἶναι τὸν θεμελιώσαντα τὰ πάντα, δείκνυσιν αὐτὸν ἄλλον εἶναι πάντων τῶν γενητῶν. ἄλλου δὲ καὶ ἑτεροουσίου αὐτοῦ ὄντος, παρὰ τὴν τῶν γενητῶν φύσιν, ποία τῆς οὐσίας αὐτοῦ σύγκρισις ἣ ὁμοιότης πρὸς τὰ γενητά; διὰ τοῦτο γὰρ καὶ αὐτὸς ὁ Υἱὸς οὐκ εἴρηκεν, “ ὁ Πατήρ μου κρείττων μου “ ἐστιν;” ἵνα μὴ ξένον τίς τῆς ἐκείνου φύσεως αὐτὸν ὑπολάβῃ. ἀλλὰ “ μείζων” εἶπεν, οὐ μεγέθει τινὶ, οὐδὲ χρόνῳ, ἀλλὰ διὰ τὴν ἐξ

316
αὐτοῦ τοῦ Πατρὸς γέννησιν· πλὴν ὅτι καὶ ἐν τῷ εἰπεῖν “ μείζων “ ἐστὶν,” ἔδειξε πάλιν τῆς οὐσίας τὴν ἰδιότητα. καὶ ὁ Ἀπόστολος δὲ, οὐ τὴν οὐσίαν προηγουμένως τοῦ λόγου διακρίναι θέλων πρὸς τὰ γενητὰ ἔλεγε, “ τοσούτῳ κρείττων γενόμενος τῶν Ἀγγέλων, ἀσύγκριτον γὰρ μᾶλλον δὲ ἄλλο ἐστιν, ἀλλὰ πρὸς τὴν ἔνσαρκον οἰκονομίαν τοῦ λόγου βλέπων καὶ τὴν τότε γενομένην παρ’ αὐτοῦ οἰκονομίαν, ἠθέλησε δεῖξαι οὐχ ὅμοιον εἶναι τοῦτον τοῖς πρότερον, ἵνα ὅσῳ τῇ φύσει διαφέρει τῶν προαποσταλέντων παρ’ αὐτοῦ, τοσούτῳ καὶ πλέον ἡ παρὰ τούτου καὶ δι’ αὐτοῦ γενομένη χάρις, κρείττων τῆς δι’ Ἀγγέλων διακονίας γένηται. δοῦλον μὲν γὰρ ἢν ἀπαιτεῖν μόνον τοὺς καρποὺς, Υἱοῦ δὲ καὶ δεσπότου χαρίσασθαι τὰς ὀφειλὰς, καὶ μεταθῆναι τὸν ἀμπελῶνα.

Ἔστι μὲν οὖν ἱκανὰ ταῦτα δυσωπῆσαι τοὺς μαχομένους πρὸς τὴν ἀλήθειαν. εἶδ’ ὅτι γέγραπται “ γενόμενος κερίττων,” τὸ “ γενό- “ μενος,” οὐ θέλουσιν ὡς περὶ υἱοῦ λεγόμενον, ἰσον ἀκοῦσαι τῷ ἐστὶν, ἣ διὰ τὸ γενέσθαι τὴν κρείττω διακονίαν τὸ γενόμενος λαβεῖν καὶ νοεῖν ὡς εἴπομεν, ἀλλὰ νομίζουσιν ἐκ ταύτης τῆς λέξεως γενητὸν εἰρῆσθαι τὸν Λόγον, ἀκουέτωσαν πάλιν. εἰ μὲν ἐκ τῶν Ἀγγέλων ἐστὶν ὁ Υἱὸς, ἔστω καὶ ἐπ’ αὐτοῦ ὡς ἐπ’ ἐκείνων τὸ γενόμενος καὶ μηδὲν αὐτῶν κατὰ τὴν φύσιν διαφερέτω, ἀλλ’ ἔστωσαν ἣ καὶ αὐτοὶ Υἱοὶ, ἣ κἀκεῖνος Ἄγγελος. καὶ κοινῇ πάντες καθεζέσθωσαν ἐκ δεξιῶν τοῦ Πατρὸς, ἣ μετὰ πάντων καὶ ὁ Υἱὸς παρεστηκέτω ὡς λειτουργικὸν πνεῦμα, εἰς διακονίας ἀποστελλόμενος καὶ αὐτὸς τὰς ὁμοίας ἐκείνων. εἰ δὲ διίστησι τὸν Υἱὸν ὁ Παῦλος ἀπὸ τῶν γενητῶν λέγων, “ τίνι γὰρ εἶπε ποτὲ τῶν Ἀγγέ- “ λῶν, Υἱός μου εἰ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε;” καὶ πάλιν· “ ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν.”

Χρυσοστόμου. Τὸ γενόμενος ἐνταῦθα, ἀντὶ τοῦ ἀποδειχθεὶς εἶπεν· εἶτα καὶ ἰσχυρίζεται πόθεν, ἀπὸ τοῦ ὀνόματος. ὁρᾷς ὅτι οίδε τὸ υἱὸς ὄνομα τὴν γνησιότητα δηλοῦν. καὶ μὴν εἰ μὴ γνήσιος ἦν, καὶ ἐξ αὐτοῦ, οὐκ ἃν τοῦτο εἶπεν, οὐδὲ ἰσχυρίσατο. εἰ γὰρ χάριτι ἐστὶν υἱὸς, οὐ μόνον οὐ διαφορώτερος, ἀλλὰ καὶ ἐλάττων ἐστὶν Ἀγγέλων. πῶς; ὅτι καὶ ἄνθρωποι δίκαιοι ἐκλήθησαν υἱοὶ, καὶ τὸ υἱὸς ὄνομα, ἃν μὴ γνήσιος ᾖ, οὐκ ἰσχύει δεῖξαι τὸ διάφορον. νῦν δὲ δηλῶν, ὅτι διαφορά ἐστι τίς κτίσματος καὶ

317
δημιουργοῦ, τοὺς μὲν Ἀγγέλους λειτουργοὺς, τὸν δὲ Υἱὸν ὀνομάζει. τοῦτο δὲ εἰς τὴν σάρκα εἴρηται. τὸ γὰρ “ ἐγὼ ἔσομαι αύτῷ εἰς “ Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱὸν,” τῆς ἐνανθρωπήσεως ἐστἰ παραστατικόν. τὸ δὲ υἱός μου εἰ σὺ, οὐδὲν ἕτερον δηλοῖ, ἣ ὅτι ἐξ αὐτοῦ ἐστί· καὶ τὸ “ ἐγὼ σήμερον γεγέννηκά σε,” δοκεῖ μοι καὶ τοῦτο εἰς τὴν σάρκα εἰρῆσθαι· ὅταν γὰρ αὐτῆς ἐπιλάβηται, πάντα λοιπὸν ἀδεῶς φθέγγεται· καὶ γὰρ ἡ σὰρξ κοινωνεῖ τῶν ὑψηλῶν, ὥσπερ οὖν καὶ ἡ θεότης τῶν ταπεινῶν· ὁ γὰρ ἄνθρωπος γενέσθαι μὴ ἀπαξιώσας, καὶ τὸ πρᾶγμα μὴ παραιτησάμενος, πῶς ἃν τὰ ῥήματα παρῃτήσατο; ὅτι δὲ κατὰ τὸ ἀνθρώπινον ταῦτα εἴρηκε, δῆλον. μέλλοντος γὰρ χρόνου τὸ “ ἔσομαι,” καὶ τὸ “ ἔσται μοι·” καὶ μέν τοι καὶ τὸ “ σήμερον γεγέννηκά σε,” οὐ τὴν αἰώνιον δῆλοῖ γέννησιν, ἀλλὰ τὴν τῷ χρόνῳ συνεζευγμένην.

Αθανασίου κατὰ Ἀπολιναρίου. Ὥστε οὐ πάντως ὁ ποιητὴς τῶν Ἀγγέλων Λόγος κρείττων γέγονεν, ὡς ἥττων ὣν ποτὲ, ἀλλ’ ἡ μορφὴ τοῦ δούλου, ἣν αὐτὸς ὁ Λόγος ἰδιοποιήσατο, φυσικὴ γεννήσει κρείττων, ἀνατείλασα ἐκ τῆς τοῦ πρωτοπλάστου γενέσεως, καὶ ἡμᾶς προσοικειοῦται, ὡς εἴρηται πρὸς τῶν ἁγίων, καὶ οἰκειοῖ τῷ Θεῷ, καὶ Θεοῦ κατὰ φύσιν γέγονεν ἰδίᾳ, οὐχ ὁμοούσιος οὖσα ἡ σὰρξ τῆς τοῦ Λόγου θεότητος ὡς συναΐδιος, ἀλλ’ ἰδίᾳ κατὰ φύσιν γενομένη καὶ ἀδιαίρετος κατὰ ἕνωσιν ἐκ σπέρματος Δαβὶδ καὶ Ἀβραὰμ, ἐξ οὗ καὶ ἡμεῖς γεγενήμεθα. τὴν οὖν ἐν αὐτῷ ἀνατείλασαν τοῦ δούλου μορφὴν κρείττονα Ἀγγέλων ἣ καὶ πάσης τῆς κτίσεως ἐπεδείξατο. ἐπειδήπερ εἰκὼν ἦν τοῦ Θεοῦ τοῦ ἀοράτου, γέγονε καὶ πρωτότοκος πάσης τῆς κτίσεως. διὸ καὶ ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, καὶ ἐν αὐτῷ τὸ πάθος γέγονε· καὶ αὐτός ἐστιν ὁ ἐλευθερωτὴς τοῦ πάθους καὶ τοῦ θανάτου, καὶ δι’ αὐτοῦ τὰ πάντα γέγονε, “ καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς “ Ἐκκλησίας, ὅς ἐστι πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται,” φησὶν “ ἐν πᾶσιν αὐτὸς πρωτεύωι.”

Ἀθανασίου κατὰ Ἀρειανῶν. Ἐνταῦθα τίνι οὐκ ἔστι φανερὸν, ὡς οὐκ ἐπὶ τῆς οὐσίας τοῦ Λόγου ἔλεγε τὸ γενόμενος, ἀλλ’ ἐπὶ τῆς διὰ τοῦ n γενομένης διακονίας; αὐτὸς γὰρ Λόγος ὣν γέγονε σάρξ· οὕτω γενόμενος ἄνθρωπος, γέγονε τοσοῦτο κρείττων ἐν [*](n Leg. δι’ αὐτοῦ.)

318
τῇ διακονίᾳ, τῆς διὰ τῶν Ἀγγέλων γενομένης διακονίας, ὅσῳ διαφέρει δούλων, υἱὸς καὶ δημιουργὸς τῶν δημιουργουμένων. ὥστε παυέσθωσαν ἐπὶ τῆς οὐσίας τοῦ Υἱοῦ λαμβάνειν τὸ “ γε- “ νόμενος.” οὐκ ἔστι γὰρ τῶν γενητῶν· καὶ γνώτωσαν ὅτι τῆς διακονίας καὶ τῆς γενομένης οἰκονομίας, σημαντικὸν ἐστὶ τὸ “ γενόμενος.” πῶς δὲ γέγονε κρείττων ἐν τῇ διακονίᾳ, κρείττων ὣν τῇ φύσει παρὰ τὰ γενητὰ, δείκνυσι τὰ προειρημένα. καὶ ὅτι οὐ τὴν οὐσίαν αὐτοῦ σημαίνει γεγενῆσθαι ὁ Παῦλος, ὁ εἰδὼς αὐτὸν υἱὸν καὶ σοφίαν, καὶ ἀπαύγασμα, καὶ εἰκόνα τοῦ Πατρὸς, ἀλλ’ εἰς τὴν τῆς διαθήκης διακονίαν τὸ γενόμενος λογίζεται καθ’ ἣν ὁ ποτὲ βασιλεύων θάνατος κατηργήθη. καὶ κατὰ τοῦτο δὲ κρείττων ἡ δι’ αὐτοῦ διακονία γέγονεν, “ ὅτι καὶ τὸ ἀδύνατον “ τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν “ πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, “ κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ,” ἐκστήσας ἀπ’ αὐτῆς τὸ παράπτωμα, ἐν ᾧ διὰ παντὸς ᾐχμαλωτίζετο ὥστε μὴ δέχεσθαι τὸν θεῖον νοῦν· τὴν δὲ σάρκα δεκτικὴν τοῦ Λόγου κατασκευάσας, ἐποίησεν ἡμᾶς μηκέτι κατὰ σάρκα περιπατεῖν ἀλλὰ κατὰ Πνεῦμα, ὡς λέγειν ἡμᾶς, “ ἡμεῖς δὲ, οὐκ ἐσμὲν ἐν σαρκὶ ἀλλ’ ἐν “ Πνεύματι.” καὶ ὅτι “ ἦλθεν ὁ τοῦ Θεοῦ Υἱὸς εἰς τὸν κόσμον, “ οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα πάντας λυτρώσηται, καὶ “ σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.” τότε γὰρ ὡς ὑπεύθυνος ὁ κόσμος ἐκρίνετο ὑπὸ τοῦ νόμου· ἄρτι δὲ ὁ Λόγος εἰς ἑαυτὸν ἐδέξατο τὸ κρίμα, καὶ τῷ σώματι παθὼν ὑπὲρ πάντων, σωτηρίαν τοῖς πᾶσιν εχαρισατο.

τοῦτο δὲ βλέπων κέκραγεν ὁ Ἰωάννης λέγων· “ ὁ νόμος διὰ Μώσεως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.” κρείττων δὲ ἡ χάρις ἢ ὁ νόμος, καὶ ἡ ἀλήθεια παρὰ τὴν σκιάν. τὸ δὲ κρείττων οὐχ οἷόν τε δι’ ἑτέρου τινὸς γενέσθαι, ἢ διὰ τοῦ Υἱοῦ τοῦ καθημένου ἐν δεξιᾷ τοῦ Πατρός. θεασάσθωσαν γοῦν τὴν διὰ τοῦ Χριστοῦ χάριν, καὶ ἐπιγνώτωσαν καὶ ἐκ τῶν ἔργων μαρτυρούμενον αὐτὸν, ὅτι τῶν μὲν γενητῶν ἄλλος ἐστὶ, μόνος δὲ αὐτὸς Υἱὸς ἀληθινός. ὁ νόμος δι’ Ἀγγέλων ἐλαλήθη, καὶ οὐδένα τετελείωκε, δεόμενος τῆς τοῦ Λόγου ἐπιδημίας ὡς εἴρηκεν ὁ Παῦλος· ἡ δὲ τοῦ Λόγου ἐπιδημία τετελείωκε τὸ ἔργον τοῦ Πατρός· καὶ τότε μὲν ἀπὸ Ἀδὰμ

319
μέχρι Μώσεως ὁ θάνατος ἐβασίλευσεν, ἡ δὲ τοῦ Λόγου παρουσία κατήργησε τὸν θάνατον· καὶ οὐκέτι ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν· ἐν δὲ τῷ Χριστῷ πάντες ζωοποιούμεθα. καὶ τότε μὲν ἀπὸ Ἀδὰμ ο μέχρι Βηρσαβεὲ ὁ νόμος κατηγγέλλετο, καὶ ἐν μόνῃ τῇ Ἰουδαίᾳ γνωστὸς ἦν ὁ Θεός. νῦν δὲ “ πᾶσα ἡ γῆ πεπλήρωται τῆς “ περὶ Θεοῦ γνώσεως,” καὶ πεπλήρωται τὸ “ ἔσονται “ Θεοῦ.” καὶ τότε μὲν τύπος ἦν τὰ δεικνύμενα· ἄρτι δὲ ἡ πεφανέρωται. εἰκότως οὖν τὸ “ κρείττων,” τῷ Κυρίῳ τῷ κρείττονι καὶ ἄλλῳ παρὰ τὰ γενητὰ τυγχάνοντι. κρείττων γὰρ ἡ δι’ αὐτοῦ θυσία, ἡ ἐν αὐτῷ ἐλπὶς, αἱ δι’ αὐτοῦ ἐπαγγελίαι, οὐχ ὡς πρὸς μικρὰ μεγάλαι συγκρινόμεναι, ἀλλ’ ὡς ἄλλαι πρὸς ἄλλα τὴν φύσιν τυγχάνουσαι. ἐπεὶ καὶ ὁ ταῦτα οἰκονομήσας κρείττων τῶν γενητῶν ἐστιν. ὥστε τὸ γενόμενος κρείττων ἀκούοντας, μὴ ἀρχήν τινα τοῦ γενέσθαι ἐπινοεῖν τοῦ Λόγου, μηδὲ ὅλως ἐκ τούτου γενητὸν αὐτὸν φαντάζεσθαι, ἀλλ’ ἐπὶ τῆς διακονίας καὶ οἰκονομίας ὅτε γέγονεν ἄνθρωπος νοεῖν τὸ λεγόμενον· ὅτε γὰρ ἦλθεν ἵνα διακονήσῃ, καὶ πάσι σωτηρίαν χαρίσηται, τότε η ὕπερ ἤμων αὐτοῦ οἰκονομία κρείττων γέγονε τῶν Ἀγγέλων· καὶ τὸ “ γέγονεν” οὐ τὴν οὐσίαν τοῦ Λόγου γενητὴν σημαίνει, ἀλλὰ τὴν γενομένην ἐκ τῆς ἐνανθρωπήσεως πρὸς ἡμᾶς εὐεργεσίαν.

Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.

Ὁ μὲν Κύριος τὴν παρουσίαν αὐτοῦ τὴν ἔνσαρκον, ἔξοδον καλεῖ, ὡς ὅταν λέγῃ “ ἐξῆλθεν ὁ σπείρων,” καὶ πάλιν “ ἐγὼ ἐκ τοῦ Πα- “ τρὸς ἐξῆλθον καὶ ἥκω.” ὁ δὲ Παῦλος νῦν εἴσοδον τὴν τῆς σαρκὸς ὀνομάζει ἀνάληψιν. εἴσοδον δὲ ὅταν ἀκούῃς, μὴ τόπου νόμιζε μετάβασιν, ἀλλ’ οἰκονομίας συγκατάβασιν. ὁ γὰρ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ποῦ ἃν εἰσέλθοι; ἀλλὰ τὴν διὰ τῆς οἰκονομίας φανέρωσιν οὕτω καλεῖ. τί δὲ δήποτε περὶ τοῦ αὐτοῦ διαφόρως τῷ λόγῳ κέχρηται, καὶ κατὰ τί οὕτως εἴρηται, δῆλόν ἐστι καὶ ἀπ’ αὐτῶν τῶν σημαινομένων· ὁ μὲν γὰρ Χριστὸς, ἔξοδον τὴν ἑαυτοῦ παρουσίαν εἰκότως καλεῖ· ἔξω γὰρ ἦμεν τοῦ [*](ο Leg. Δάν.)

320
Θεοῦ. καὶ καθάπερ ἐν τοῖς βασιλείοις οἱ δεσμῶται προσκεκρουκότες τῷ βασιλεῖ ἔξω ἑστήκασιν· ὁ δὲ βουλόμενος αὐτοὺς καταλλάξαι, οὐκ ἔνδον τούτους εἰσάγων, ἁλλ’ αὐτὸς ἐξιὼν ἔξω τούτοις διαλέγεται, ἕως ἃν αὐτοὺς καταστήσας ἀξίους τῆς ὄψεως τοῦ βασιλέως εἰσαγάγῃ, οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν· ἐξελθὼν γὰρ πρὸς ἡμᾶς, τουτέστι σάρκα ἀναλαβὼν, καὶ διαλεχθεὶς τὰ παρὰ τοῦ βασιλέως, οὕτως ἡμᾶς εἰσήγαγε, καθαρίσας τῶν ἁμαρτημάτων καὶ καταλλάξας· διὰ τοῦτο ἔξοδον τὸ τοιοῦτον καλεῖ.

Ὁ δὲ Παῦλος εἴσοδον τὴν οἰκονομίαν ὀνομάζει, ἀπὸ μεταφορᾶς τῶν τινὰ κληρονομίαν παραλαμβανόντων καὶ κτῆσιν· τὸ γὰρ εἰπεῖν “ ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην,” τοῦτο ἐστὶ δηλοῦντος, ὅταν ἐγχειρίσῃ αὐτῷ τὴν οἰκουμένην, τότε γὰρ αὐτὴν ἐκτίσατο πᾶσαν, ὅτε καὶ ἐγνώσθη· πλὴν οὐ περὶ τοῦ Θεοῦ Λόγου ταῦτα λέγει, ἀλλὰ περὶ τοῦ κατὰ σάρκα εἰκότως· εἰ γὰρ “ ἐν τῷ κόσμῳ ἦν” κατὰ τὸν Ἰωάννην, “ καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, πῶς ἑτέρως ἃν εἰσήχθη ἀλλ’ ἣ ἐν σαρκί; ὅτε δὲ εἰσβέβηκεν εἰς τὸν κόσμον ὁ ὑπάρχων ἐν αὐτῷ, ἣ ὅτε γέγονεν ἐκ γυναικὸς κατὰ σάρκα, καὶ κόσμου κεχρημάτικε μέρος, ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν, οὐκ ἀποβεβληκὼς ὅπερ ἦν, προσλαβὼν δὲ μᾶλλον ὅπερ οὐκ ἦν, ὁ δι’ ἡμᾶς ἄνθρωπος καὶ ἐκ γυναικὸς, ὁ ἐν τοῖς καθ’ ἡμᾶς καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν, ὁ ἐλεύθερος καὶ ἐν δούλου μορφῇ, ὁ ἐν ὑφέσει τῇ καθ’ ἡμᾶς, καὶ ἐν ταῖς τῆς θεότητος ὑπεροχαῖς, ὁ ἑαυτὸν καθεὶς πρὸς κένωσιν, καὶ ἐκ τοῦ ἰδίου πληρώματος διανέμων τοῖς ἁγίοις τὰ ἀγαθὰ, ὁ ἑαυτὸν ταπεινώσας καὶ σύνθρονος τῷ Πατρὶ, ὁ προσκυνῶν μεθ’ ἡμῶν ἀνθρωπίνως, καὶ προσκυνούμενος θεικῶς, οὐκ ἐν γῇ μόνον ἀλλὰ καὶ ἐν οὐρανοῖς· “ ὅταν γάρ,” φησιν, “ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκου- “ μένην, λέγει, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες Ἄγγελοι Θεοῦ.” τίς εἰσβέβηκεν τὴν οἰκουμένην; τίνα δὲ ὅλως εἰσκεκόμισται τρόπον; οὐ παρὰ πάσης κτίσεως προσκυνούμενος; μυσταγώγησον ἡμᾶς, Ἰωάννη μακάριε, λέγων, “ ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος “ ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, πάντα δι’ αὐτοῦ ἐγένετο. ἀλλ’ ὅτι μὲν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἀπόρρητον ἔχει τὴν γέννησιν ὁ ἐξ αὐτοῦ Λόγος, Θεός τέ ἐστιν κατὰ φύσιν καὶ δημιουργὸς τῶν ὅλων, ἐμάθομεν ἐν τούτοις.

321
πῶς οὖν εἰσβέβηκεν εἰς τὴν οἰκουμένην, ἣ πῶς γέγονε πρωτότοκος ὁ μονογενὴς, ἐπιφέρει τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν ἀφήγησιν, καὶ δὴ καὶ φησὶν, “ καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν “ ἡμῖν,” ὃ νήψεως ἁγιοπρεποῦς. ἐπειδὴ γὰρ ἔφη σάρκα γενέσθαι τὸν τοῦ Θεοῦ Λόγον, ἵνα μή τις ὑπολάβῃ τροπὴν αὐτὸν ὑπομεῖναι καὶ εἰς τὴν τῆς σαρκὸς μεταπεποιῆσθαι φύσιν, ἐπήνεγκεν εὐθὺς, “ καὶ ἐσκήνωσεν ἐν ἡμῖν.”

Οὐκοῦν μεμένηκεν ἀναλλοίωτος ὡς Θεὸς, πλὴν κεκοινώνηκε σαρκὸς καὶ αἵματος καθ’ ἡμᾶς. σαρκὶ δὲ φαμὲν ἡνῶσθαι τὸν Λόγον ψυχὴν ἐχούσῃ τὴν λογικήν· ἵνα ὧσπέρ ἐστιν ἐν θεότητι τέλειος, οὕτω καἰ ἐν ἀνθρωπότητι τέλειος ἦ. γέγονε γὰρ ἄνθρωπος οὐχ ἵνα μόνης προνοήσῃ σαρκὸς, ἀλλ’ ἵνα καὶ αὐτὴν ἡμῖν ἀνασώσῃ τὴν ψυχὴν, ἀπαλλάξῃ τε οὕτω καὶ θανάτου καὶ ἁμαρτίας· καὶ ὁ ἰδίσοτητι φυσικῇ τῆς οἰκουμένης ἁπάσης διενεγκὼν, ἔξω τε αὐτῆς ὑπάρχων κατὰ φύσιν ἰδίαν, καθὸ νοεῖται Θεὸς, εἰσβέβηκεν εἰς αὐτὴν μέρος κόσμου πεφηνὼς ὡς ἄνθρωπος. πλὴν οὐ διὰ τοῦτο τῆς θείας ἀπώλησθε n δόξης. προσκυνεῖται γὰρ ὡς μονογενὴς, κἂν εἰ καλεῖται πρωτότοκος, ὅπερ ἐστὶν ἐναργῶς τοῖς τῆς ἀνθρωπότητος μέτροις, ὅτι μάλιστα πρέπον. ἆρ’ οὖν ὡς ἄνθρωπον μόνον προσκυνήσωμεν τὸν Ἐμμανουήλ; μὴ γένοιτο. λῆρος γὰρ τοῦτο καὶ ἀπάτη καὶ πλάνησις. διοίσομεν δὲ κατ’ οὐδὲν τῶν τῆ κτίσει λελατρευκότων παρὰ τὸν κτίσαντα καὶ ποιητὴν, εἰ ὡς ἀνθρώπῳ ψιλῷ καὶ ἑνὶ τῶν καθ’ ἡμᾶς προσοίσομεν τὴν προσκύνησιν τῷ Ἐμμανουήλ. καὶ αὐτὴ δὲ τῶν Ἀγγέλων ἡ ἄνω πληθὺς τοῖς εἰς τοῦτο μανίας ἥκουσι συντετάξεται προστάττονται γαρ προσκυνεῖν ἀυτῷ.

Ἇρ᾿ οὖν οὐκ ἐννοεῖς ὅτι ἐν προσλήψει σαρκὸς καὶ αἵματος γεγονὼς ὁ Υἱὸς, οὐδὲν ἧττόν ἐστι Θεὸς, καὶ τοῦτο ὑπάρχων ἐπιγινώσκεται παρὰ τῶν ἄνω ταγμάτων. εἰ γὰρ εἰὅεσαν οὐκ ὄντα Θέον αἱ ἄνω δυνάμεις, οὐδὲ φύσει καὶ ἀληθῶς Υἱὸν, τὸν ἐκ σπέρματος Δαρὶδ κατὰ σάρκα, πῶς ἃν ἠνέσχοντο προσκυνεῖν αὐτόν ; οὔκουν ὃν προσκυνοῦσιν Ἀγγελοι μὴ ἀτιμάσῃς αὐτὸς, ἕτερον εἰναι λέγων υἱὸν κατὰ μόνας καὶ ἰδικῶς. πίστευε δὲ μᾶλλον ὡς εἱς καὶ μόνος ἐστὶν Ἰησοῦς Χριστὸς. ὁ αὐτὸς ἐκ Πατρὸς θεικῶς [*](n Leg. ἀπωλίσθη.)

322
κατὰ τὴν ἄφραστον γέννησιν, καὶ ἐκ γυναικὸς κατὰ σάρκα, διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. προσκυνεῖται ὡς Θεὸς κατὰ φύσιν, καὶ ἐν τῷ καθ’ ἡμᾶς πεφηνὼς σχήματι, τῆς ἀμφοῖν εἰς ἑνότητα συνδρομῆς οὐκ ἀνικάνως ἐχούσης πρὸς τὸ ἀφανίσαι τυχὸν τὸ ἔσθ’ ὅτε λυποῦν εἰς μόνης ἡμᾶς ἀνθρωπότητος ὑποψίαν. προσλαβοῦσα γὰρ ἡ τοῦ Λόγου φύσις τὸ ἀνθρώπινον, οὐκ ἀνθρωπότης ἔσται ψιλὴ, νικῶσα δὲ μᾶλλον ἰδίᾳ δόξῃ τὸ προσληφθὲν, ἐν ἀκλονήτῳ σώζεται διαμονῇ τῆς θεοπρεποῦς ὑπεροχῆς. ταῦτα φρονοῦντες οἱ μαθηταὶ προσεκύνουν λέγοντες· “ ἀληθῶς Θεοῦ Υἱὸς εἶ.” καίτοι βάδην ἰόντα βλέποντες καὶ ἐν σαρκὶ καθ’ ἡμᾶς. ἐπ’ ἄκρου γὰρ δὴ διέθει κύματος παραδόξως ὡς Θεός.

Ἐρεῖ δὲ ἴσως ὁ τῆ τοιᾷδε δόξῃ μαχόμενος, καὶ τίς ἦν ὁ λέγων πρὸς τὴν ἐκ Σαμαρείας γυναῖκα, “ ἡμεῖς προσκυνοῦμεν ὃ οἴδα- “ μὲν;” εἶτα πῶς ἔσται προσκυνητὸς ὁ τοῖς προσκυνοῦσι συντεταγμὲνος; ἐγὼ δὲ φαίην ἃν, ὅτι τὸ τίς ἢν ὅλως ἐπὶ Χριστοῦ λεγόμενον, ἀμαθές. μεμέρισται γὰρ οὐδαμῶς. ὁ δὲ τῷ γυναίῳ προσλαλῶν, ὁ εἷς τε καὶ μόνος Κύριος ἦν Ἰησοῦς Χριστὸς, ἐκ τῆς προσκυνούσης ἀνθρωπότητος, καὶ ἐκ τῆς προσκυνουμένης θεότητος, τὸ εἶναί τε καὶ ὀνομάζεσθαι Θεὸς ὁμοῦ καὶ ἄνθρωπος ἀληθὲς ἔχων ἐν ἑαυτῷ. ἀμέλει ᾗ μέν ἐστι Θεὸς, νοοῖτ’ ἂν ὑπάρχων αὐτὸς ὁ τῆς δόξης Κύριος, ᾗ δὲ γέγονεν ὁ κατὰ μέθεξιν Θεοῦ δοξαζόμενος ἄνθρωπος, ἐδεῖτο καὶ δόξης, λέγων “ Πάτερ δόξασόν σου τὸν Υἱόν. ἀλλ’ “ εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα,” κατὰ τὸ γεγραμμένον. ὥσπερ οὖν ἐστι μία πίστις ἡ ἐν Χριστῷ, καὶ ἓν ἀληθῶς τὸ βάπτισμα, καί τοι βαπτιζομένων καὶ πεπιστευκότων ἡμῶν εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, κατὰ τὸν αὐτὸν οἶμαι λόγον, μία προσκύνησις ἡ Πατρὸς καὶ ἐνανθρωπίσαντος Υἱοῦ καὶ Ἁγίου Πνεύματος. ἐξωσθήσεται γὰρ οὐδαμῶς τοῦ προσκυνεῖσθαι, πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων Ἀγγέλων ὁ μονογενὴς διὰ τὸ τῆς ἀνθρωπότητος μικροπρεπὲς, καὶ εἰ γέγονε σὰρξ, τουτέστιν ἄνθρωπος· ἀδιάσπαστον γὰρ τὴν ἕνωσιν διατηρεῖν εἰθίσμεθα, τὸν αὐτὸν εἶναι πιστεύοντες καὶ μονογενῆ καὶ πρωτότοκον. μονογενῆ μὲν, ὡς ἐκ Θεοῦ Πατρὸς λόγον καὶ ἐκ τῆς οὐσίας αὐτοῦ πεφηνότα· πρωτότοκον δὲ αὖ, καθὸ γέγονεν ἄνθρωπος, καὶ ἐν πολλοῖς ἀδελφοῖς.

Οὐκῦν πεπλάνηνται αἱ ἄνω δυνάμεις προσκυνεῖν αὐτῷ κελευέ-

323
μεναι. “ προσκυνησάτωσαν,” γάρ φησιν, “ αὐτῷ πάντες Ἄγγελοι “ Θεοῦ.” καί μοι ἐπισήμηναι ὅτι ἐπειδὰν μέγα τι καὶ ὑψηλὸν μέλλῃ λέγειν ὁ Παῦλος, προκατασκευάζει καὶ ποιεῖ αὐτὸ εὐπαράδεκτον. σκόπει δὲ, εἶπεν ἀνωτέρω, ὅτι οὐ διὰ προφητῶν ἐλάλησεν ἡμῖν, ἀλλὰ διὰ τοῦ Υἱοῦ. ἔδειξεν ὅτι κρείττων Ἀγγέλων ὁ Υἱὸς, καὶ ἀπὸ τοῦ ὀνόματος δὲ τοῦτο κατασκευάσας, καὶ ἀπὸ τοῦ τὸν Πατέρα ποιῆσαι εἰσάγοντα τὸν Υἱόν· λοιπὸν ἐνταῦθα καὶ ἀφ’ ἑτέρου κατασκευάζει. ποίου δὴ τούτου; ἀπὸ τῆς προσκυνήσεως. τοῦτο δὲ καὶ ὅσον κρείττων ἐστὶ δείκνυσιν· ὅσον γὰρ δεσπότης δούλου. διὸ καὶ ὡσανεί τις εἰσαγαγόν τινα εἰς οἰκίαν βασιλέα τοὺς προεστῶτας αὐτῆς εὐθέως κελεύει προσκυνεῖν αὐτῷ οὕτω καὶ αὐτὸς ποιεῖ περὶ τοῦ κατὰ σάρκα λέγων τὴν ἐν κόσμῳ εἰσαγωγὴν, καὶ “ τὸ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ,” διὰ τοῦτο επαγων.

Θεοδωρίτου. Ὡς ἀμφότερα τὴν οἰκονομίαν αἰνίττεσθαι, καὶ τὸ εἰσαγαγεῖν τὸν πρωτότοκον, καὶ πρὸς τούτοις, τὸ “ προσκυνησά- “ τωσαν.” ὁ γὰρ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καὶ τῶν αἰώνων ποιητὴς καὶ δημιουργὸς, πόθεν εἰς τὴν οἰκουμένην εἰσέρχεται; πῶς δὲ πρωτότοκος ὁ μονογενής; εἰ δὲ καὶ μετὰ τὴν ’ν αὐτὴν οἱ Ἄγγελοι προσεκύνησαν, πρὸ τῆς ἐνανθρωπήσεως ταύτην αὐτῷ τὴν τιμὴν οὐ προσέφερον; ἀλλὰ καὶ πανταχοῦ ἦν ὡς Θεὸς, καὶ εἰς τὴν οἰκουμένην εἰσῆλθεν ὡς ἄνθρωπος, οὕτω καὶ ὁ θεσπέσιος εἴρηκεν Ἰωάννης, “ ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος “ δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια “ ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.” ἐναντία δέ πὼς ταῦτα εἶναι δοκεῖ. εἰ γὰρ ἐν τῷ κόσμῳ ἦν, πῶς ἦλθεν; εἰ δὲ ἦλθεν, πῶς ἐν τῷ κόσμῳ ἦν; ἀλλὰ καὶ ἐν τῷ κόσμῳ ἦν ὡς Θεὸς, καὶ ἦλθεν ὡς ἄνθρωπος· οὕτω καὶ μονογενής ἐστιν ὡς Θεὸς, καὶ πρωτότοκος ὡς ἄνθρωπος ἐν πολλοῖς ἀδελφοῖς. οὕτως ἀεὶ τὸ σέβας παρὰ τῶν Ἀγγέλων ἐδέχετο. ἦν γὰρ ἀεὶ Θεός. προσεκύνησαν δὲ αὐτὸν ὡς ἄνθρωπον, οὐ μόνον ἄνθρωποι, ἀλλὰ καὶ Ἄγγελοι. ἄρα Ἄγγελοι μόνον, οὐχὶ δὲ καὶ ἄλλαι δυνάμεις; ἄπαγε· ἄκουε γὰρ τῶν ἐξῆς.

Καὶ πρὸς μὲν τοὺς Ἀγγέλους λέγει· ὁ ποιῶν τοὺς

324
Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱὸν, ὁ θρόνος σου ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Χρυσοστόμου. Ἰδοῦ ἡ μεγίστη διαφορὰ, οἱ μὲν γὰρ κτιστοὶ, ὁ δὲ ἄκτιστος. καὶ διατί πρὸς μὲν τοὺς Ἀγγέλους εἶπεν ὁ ποιῶν, πρὸς δὲ τὸν Υἱὸν οὐκ εἶπεν ὁ ποιῶν; καί τοι ἐνῆν τὴν διαφορὰν οὕτως εἰπεῖν, ὅτι πρὸς μὲν τοὺς Ἀγγέλους αὐτοῦ λέγει, “ ὁ ποιῶν τοὺς “ Ἀγγέλους αὐτοῦ πνεύματα,” πρὸς δὲ τὸν Υἱὸν, “ Κύριος ἔκτισέ “ με.” καὶ πάλιν, “ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός.” ὅτι οὔτε ἐκείνῳ περὶ τοῦ Υἱοῦ εἴρηται, οὔτε τοῦτο περὶ τοῦ Θεοῦ Λόγου, ἀλλὰ περὶ τοῦ κατὰ σάρκα ἀμφότερα. ἔνθα γὰρ τὴν ἀληθῆ διαφορὰν ἠβούλετο δηλοῦν, οὐκέτι Ἀγγέλους παρέλαβε μόνον, ἀλλὰ καὶ πᾶσαν τὴν ἄνω δύναμιν τὴν λειτουργικήν. ὁρᾷς πῶς διαιρεῖ, καὶ μεθ’ ὅσης τῆς σαφηνείας, κτίσμα καὶ κτίστην, λει- τουργοὺς καὶ δεσπότην, κληρονόμον καὶ γνήσιον Υἱὸν καὶ δούλους.

Γρηγορίου Νύσσησ τατὰ Ἀπολιναρίου. Ὥστε κίνδυνός ἐστιν ἡμῖν οὐδεὶς εἰς τετράδα τὸν τῆς τριάδος λόγον πλατύνεσθαι, καθὼς ὁ Ἀπολινάριος λέγει, οὐδὲ τοὺς Ἀγγέλους τῷ ἀνθρώπῳ δουλαγωγοῦμεν, ὡς ὁ ἐκείνου μῦθος καθ’ ἡμῶν λέγει. οὐ γὰρ ἀνθρώπῳ δουλεύουσιν οἱ τῷ δεσπότῃ ἑαυτῶν ὑποκύπτοντες, οὐδὲ ἐπαισχύνονται προσκυνοῦντες τῷ διὰ σαρκὸς τῇ οἰκουμένῃ ἐπιδημήσαντι. μία δὲ εἴσοδος ἐπὶ τὴν οἰκουμένην ἡ διὰ τοῦ τόκου ἐστί. καὶ οὐκ ἔστιν ἑτέρως ἐντὸς τοῦ βίου γενέσθαι τῶν ἀνθρώπων, μὴ ταύτῃ τῇ εἰσόδῳ χρησάμενον. οὐκοῦν τὴν διὰ σαρκὸς αὐτοῦ γένεσιν, εἴσοδον εἰς τὴν οἰκουμένην. ὀνομάζει ὁ Λόγος. εἰ οὖν εἰσελθόντες αὐτῷ εἰς τὴν οἰκουμένην πάντες προσκυνοῦσιν οἱ Ἄγγελοι· ἡ δὲ εἴσοδος ἡ διὰ σαρκὸς ἐστὶ γένεσις, οὐχ ἡμεῖς δουλαγωγοῦμεν τῷ δεσπότη τὸ ἴδιον κτῆμα, ἀλλ’ αὐτὴ τῶν Ἀγγέλων ἡ φύσις τὴν ὑπερκειμένην αὐτῆς δεσποτείαν οὐκ ἀγνοεῖ. ὥστε σιγάτω προτιεὶς ἐκεῖνα τῷ λόγῳ τὰ μάταια, τὰ ἄνω ποιοῦμεν κάτω θεοφόρους Ἀγγέλους θεοφόρῳ ἀνθρώπῳ καταδουλοῦντες.

Κατὰ Εὐνομίου. Ἐπειδὴ δὲ τετράκις παρὰ τῷ Ἀποστόλῳ τὸ τοῦ πρωτοτόκου εἴρηται ὄνομα· νῦν μὲν γάρ φησι “ πρωτότοκον

325
“ πάσης τῆς κτίσεως,” πάλιν δὲ “ πρωτότοκον ἐν πολλοῖς ἀδελ- “ φοῖς,” εἶτα “ πρωτότοκον ἐκ τῶν νεκρῶν,” ἐν δὲ τῇ πρὸς Ἐβραίους ἐνταῦθα ἀπολύτως πρωτότοκον, φέρε ἴδωμεν διατί οὕτως ὀνομάζεται. πρωτότοκος μὲν οὑν ἐκ νεκρῶν γίνεται, ὁ πρῶτος δι’ ἑαυτοῦ τὰς ὠδῖνας λύσας τοῦ θανάτου· ἵνα καὶ πᾶσιν ὁδοποιήσῃ τὸν ἐξ ἀναστάσεως τόκον. ἐν ἀδελφοῖς δὲ πάλιν ἐστὶ πρωτότοκος, ὁ τοῦ καινοῦ τῆς παλλιγγενεσίας τόκου προγεννηθεὶς ἐν τῷ ὕδατι, οὗ τὰς ὠδῖνας ἡ πτῆσις τῆς περιστερᾶς ἐμαιεύσατο· δι’ οὑ τοὺς συμμετέχοντας αὐτῷ τῆς ὁμοίας γεννήσεως, ἀδελφοὺς ἑαυτοῦ ποιεῖ, καὶ πρωτότοκος γίνεται τῶν μετ’ αὐτὸν γεννωμένων ἐξ ὕδατος καὶ Πνεύματος.

Ἐπεὶ δὲ καὶ διπλῆν τῆς φύσεως ἡμῶν τὴν κτίσιν ἐγνώκαμεν, τήν τε πρώτην καθ’ ἣν ἐπλάσθημεν, καὶ τὴν δευτέραν καθ’ ἣν ἀνεπλάσθημεν. ὁ γὰρ Λόγος σὰρξ ἐγένετο, ἵνα μετασκευάσῃ πρὸς πνεῦμα τὴν ἡμετέραν σάρκα, διὰ τοῦ συμμετασχεῖν ἡμῖν σαρκός τε καὶ αἵματος, ταύτης τῆς καινῆς ἐν χριστῷ κτίσεως, ἧς αὐτὸς καθηγήσατο, πρωτότοκος ὠνομάσθη· πάντων ἀπαρχὴ γενόμενος, καὶ τῶν εἰς ζωὴν γεννωμένων, καὶ τῶν δι’ ἀναστάσεως νεκρῶν ζωοποιουμένων, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ, καὶ ὅλον διὰ τῆς ἐν ἑαυτῷ ἀπαρχῆς συναγιάσῃ τὸ φύραμα. ὅτι γὰρ οὐ κατὰ τὴν αἰώνιον ὕπαρξιν ἐφαρμόζεται τῷ Υἱῷ τὸ πρωτότοκον, ἡ τοῦ μονογενοῦς προσηγορία διαμαρτύρεται· ὁ γὰρ ἀληθῶς μονογενὴς, ἀδελφοὺς οὐκ ἔχει, ἀλλ’ ὡς λέγεται Θεὸς καὶ ἄνθρωπος, Υἱὸς Θεοῦ, καὶ υἱὸς ἀνθρώπου· τὰ μὲν κατὰ τὴν ὑπάρχουσαν φύσιν ὣν, τὰ δὲ κατὰ τὴν φιλάνθρωπον οἰκονομίαν γενόμενος. οὕτω καὶ μονογενὴς Θεὸς ὣν, πρωτότοκος πάσης κτίσεως γίνεται· μονογενὴς μὲν, ὁ ὢν ἐν τῷ πατρῴῳ κόλπῳ, ἐν δὲ τοῖς διὰ τῆς καινῆς κτίσεως σωζοιὲνοις, πρωτότοκος τῆς κτίσεως καὶ γενόμενος καὶ λεγόμενος. καὶ συνελόντι φάναι, τριῶν οὐσῶν ἐν ἡμῖν τῶν γεννήσεων, δι’ ὧν ζωοποιεῖται ἡ ἀνθρωπίνη φύσις, τῆς μὲν ἀπὸ σώματος, τῆς δὲ κατὰ τὸ τῆς παλιγγενὲς ίας μυστήριον, τῆς δὲ διὰ τῆς ἐλπιζομένη, πάλιν ἐκ τῶν νεκρῶν ἀναστάσως· ἐν ταῖς τρισὶ πρωτότοκος γινεται· τῆς μὲν διπλῆς παλιγγςνεσίας τῆς δι’ ἀμφοτέρων ἀνεργουμένης, διά τε τοῦ βαπτίσματος καἰ τῆς ἀναστάσεως αὐτὸς γενόμενος ἀρχηγὸς, ἐν δὲ τῆ σαρκὶ πρωτότοκος· καὶ μόνος, τὸν

326
ἄγνωστον τῇ φύσει τόκον ἐφ’ ἑαυτοῦ δοιὰ τῆς παρθένου καινοτομίσας, οὗ μηδεὶς ἐν ταῖς τοσαύταις γενεαῖς τῶν ἀνθρώπων καθηγησατο.

Τὸ δὲ, “ ὅταν πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκου- “ μένην, καὶ οὕτω νοῶ. ἡ τοῦ “ πάλιν” προσθήκη τὸ μὴ πρώτως γίνεσθαι τοῦτο διὰ τὴν τῆς κατὰ τὴν λέξιν ταύτην σημασίας ἐνδείκνυται. ἐπὶ γὰρ τῆς ἐπαναλήψεως τῶν ἅπαξ γεγονότων, τῇ λέξει ταύτῃ κεχρήμεθα. οὐκοῦν τὴν ἐπὶ τῶ τέλει τῶν αἰώνων φοβερὰν τοῦ κριτοῦ ἐπιφάνειαν ὁ Παῦλος τῷ λόγῳ σημαίνει, ὅτε οὐκέτι ἐν τῇ τοῦ δούλου καθορᾶται μορφῇ, ἀλλ’ ἐπὶ τοῦ θρόνου τῆς βασιλείας μεγαλοπρεπῶς προκαθήμενος, καὶ ὑπὸ τῶν Ἀγγέλων πάντων προσκυνούμενος. διὰ τοῦτο ἅπαξ εἰσελθὼν εἰς τὴν οἰκουμένην, πρωτότοκος γενόμενος ἐκ τῶν νεκρῶν τε καὶ ἀδελφῶν καὶ πάσης κτίσεως, ὅταν πάλιν εἰσέρχηται εἰς τὴν οἰκουμένην ὁ κρίνων πᾶσαν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καθὼς ἡ προφητεία λέγει, οὐκ ἀποβάλλει τοῦ πρωτοτόκου τὸ ὄνομα, ὃ ἅπαξ ὑπὲρ ἡμῶν κατεδέξατο· ἀλλ’ ὡς ἐν ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμπτει, τῳ ὕπερ πὰν ὄντι ὄνομα, οὕτως καὶ ’τον ἐν τῳ ὀνόματι του πρωτοτόκου γενόμενον προσκυνεῖ ἅπαν τῶν Ἀγγέλων τὸ πλήρωμα τῇ ἀνακλήσει τῶν ἀνθρώπων ἐπευφραινόμενον, ἣν διὰ τοῦ γενέσθαι ἡμῶν πρωτότοκος, πάλιν εἰς τὴν ἐξ ἀρχῆς χάριν ἀνεκαλέσατο.

Ἐπειδὴ γὰρ “ χαρὰ γίνεται τοῖς Ἀγγέλοις ἐπὶ τοῖς ἀνασωζο- “ μένοις ἐξ ἁμαρτίας,” διότι μέχρι τοῦ νῦν στενάζει ἡ κτίσις ἐκείνη, καὶ συνωδίνει τῇ καθ’ ἡμᾶς ματαιότητι, ζημίαν οἰκείαν κρίνουσα τὴν ἡμετέραν. ἀπώλειαν, ὅταν “ ἡ ἀποκάλυψις γένηται “ τῶν υἱῶν τοῦ Θεοῦ,” ἣν ὑπὲρ ἡμῶν ἀεὶ παραδοκοῦσι καὶ ἀπεκδέχονται, καὶ ὅταν ἀποσωθῇ τῆ ἄνω ἑκατοντάδι τὸ πρόβατον· ἡμεῖς δὲ πάντως ἐσμὲν ἡ ἀνθρωπίνη φύσις τοῦτο τὸ πρόβατον, ὃ διὰ τοῦ γενέσθαι πρωτότοκος ὁ ἀγαθὸς ποιμὴν ἀνεσώσατο, τότε διαφερόντως ἐν ἐπιτεταμένῃ τῇ ὑπὲρ ἡμῶν εὐχαριστίᾳ, προσάξουσι τῷ Θεῷ τὴν προσκύνησιν, τῷ διὰ τῆς πρωτοτοκίας ἀνακαλεσαμένῳ τὸν τῆς πατρῴας ἑστίας ἀποφυτήσαντα ο.

Διονυσίου Ἀρεοπαγίτου. Ἀγγελικῆς δὲ ἐπωνυμίας αἱ ἄνω δυνάμεις ἐκκρίτως ἠξίωνται, διὰ τὸ πρώτως αὐταῖς ἐγγίνεσθαι τὴν [*](ο Leg. ἀποφοιτήσαντα.)

327
θεαρχικὴν ἔλλαμψιν, καὶ δι’ αὐτῶν εἰς ἡμᾶς διαπορθμεύεσθαι τὰς ὑπὲρ ἡμῶν ἐκφαντορίας.

Γρηγορίου Θεολόγου περὶ Θεολογίασ. Πύρ’ δὲ καὶ πνεῦμα προσαγορεύονται ἣ γίνονται. ποιεῖν γὰρ λέγεται “ τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.” εἰ μὴ ποιεῖν μέν ἐστι τὸ συντηρεῖν τῷ λόγῳ, καθ’ ὃν ἐγένοντο. πνεῦμα δ’ ἀκούουσι καὶ πῦρ, τὸ μὲν ὡς νοητὴ φύσις, τὸ δ’ ὡς καθάρσιος. ἐπεὶ τῆς πρώτης οὐσίας τὰς αὐτὰς οἶδα κλήσεις.

Γρηγορίου Νύσσησ κατὰ Εὐνομίου. Ἀλλ’ ὁ μὲν Ἀπόστολος πᾶσαν ἀγγελικὴν φύσιν ὑποχείριον εἶναι τοῦ Κυρίου βοᾷ, συμπαραλαμβάνων εἰς μαρτυρίαν τοῦ δόγματος καὶ τὴν προφητικὴν μεγαλοφωνίαν, καὶ πάντα πρὸς ἔνδειξιν τοῦ μονογενοῦς Υἱοῦ διέξεισιν. σιν. Εὐνόμιος δὲ τὸν τῶν Ἀγγέλων κύριον, Ἄγγελον εἶναι λέγει, οὐ κατὰ τὸ συμβὰν τὸν τοιοῦτον ἀπορρίψας λόγον, ἀλλ’ ἐναγωνιζόμενος τῇ ἀτοπίᾳ, ὡς μηδὲν πλέον Ἰωάννου καὶ Μώσεως τὸν Κύριον ἔχειν. ἔχει δὲ οὕτω τὰ γεγραμμένα. ὅτι ὁ μὲν ἀποστέλλων Μωσῆν, αὐτὸς ἦν ὁ ὣν δι’ οὗ ἀπέστελλε καὶ ἐλάλει· τοῦ μὲν ὄντως Ἄγγελος, τῶν δὲ ἄλλων ἁπάντων Θεός. ὁ γὰρ τῶν δι’ αὐτοῦ γινομένων Θεὸς, Ἄγγελος τοῦ ἐπὶ πάντων Θεοῦ. ἀλλὰ κἂν Θεὸν ὀνομάζει τὸν Κύριον ὁ ἐχθρὸς τοῦ Κυρίου, ἀναλογεῖν αὐτὸν κατασκευάζει τῇ Μώσεως θεότητι. ἐπεὶ κἀκεῖνος τοῦ μὲν ἐπὶ πάντων Θεοῦ θεράπων, τῶν δὲ Αἴγυπτ’ ἴων ἐτέχθη Θεὸς, καὶ τοι καὶ τῷ ἐπὶ πάντων κοινὸν τῷ Υἱῷ πρὸς τὸν Πατέρα, τοῦ Ἀποστέλου τὴν τοιαύτην αὐτῷ προσμεμαρτυρηκότος φωνὴν, ἐν οἷς φησιν, “ ἐξ ὧν “ ὁ Χριστὸς, τὸ κατὰ σάρκα, ὁ ὣν ἐπὶ πάντων Θεός.” ἀλλ’ οὗτος εἰς Ἀγγέλου τάξιν κατάγει τὸν τῶν ὅλων Κύριον, ὥσπερ οὐκ ἀκηκοὼς, ὅτι οἱ Ἄγγελοι λειτουργικὰ πνεύματα καὶ πυρὸς φλόγες εἰσί. διὰ τούτων γὰρ ὁ Ἀπόστολος ἀσύγχυτον καὶ ἀσαφῆ ποιεῖται τὴν τῶν ὑποκειμένων διάκρισιν· τὴν μὲν ὑποχείριον φύσιν, πνεῦμα εἶναι καὶ πῦρ ὁριζόμενος, τὴν δὲ κυριεύουσαν δύναμιν τῷ τῆς θεότητος διασημαινων ὀνόματι.

Καὶ τοσούτων ὄντων τῶν τὴν δόξαν τοῦ μονογενοῦς διαγγελλόντων, μόνος τοῖς πᾶσιν ἀντιβοᾷ ὁ Εὐνόμιος, Ἄγγελον αὐτὸν τοῦ ἐπὶ πάντων λέγων Θεοῦ. τῇ μὲν πρὸς τὸν ἐπὶ πάντων διαστολὴ, ἕνα τῶν πάντων εἶναι διοριζόμενος, τῇ δὲ πρὸς τοὺς Ἀγγέλους τοῦ

328
ὀνόματος κοινωνίᾳ, τὸ μηδὲν ἐκείνων παρηλλάχθαι τὴν φύσιν κατασκευάζων. κἀκεῖνο δὲ τίς ἀγνοεῖ, ὅτι τῷ ὄντι τὸ μὴ ὢν ἀντιδιαιρεῖται μόνον; ὥστε ὁ τὸν Υἱὸν ἀντιδιαστείλας τῶ ὄντι, σαφῶς ἰουδαΐζει, τὴν τοῦ μονογενοῦς ὑπόστασιν ὑποκλέπτων τοῦ δόγματος. ὃν γὰρ ἔξω τῆς τοῦ ὄντος ἐπωνυμίας λέγει, καὶ τοῦ είναι πάντως ἐξηρῆσθαι κατασκευάζει. πλὴν ἡ ἀτοπία τοῦ λογογράφου, ὑπ’ αὐτῆς τῆς γραφῆς ἐλέγχεται, ἐν οἷς ὁ Μωϋσῆς ἱκετεύει τὸν κύριον, μὴ Ἄγγελον τῇ ἡγεμονίᾳ τοῦ λαοῦ ἐπιστῆσαι, ἀλλ’ αὐτὸν τῆς πορείας αὐτῶν ἀφηγήσασθαι· καὶ ἀκούει “ ὅτι καὶ τοῦτόν σοι “ τὸν λόγον ὃν εἴρηκας ποιήσω.” οὐκοῦν εἰ Μώσης μὲν παραιτεῖται τὸν Ἄγγελον, αὐτὸς δὲ ὁ χρηματίζων αὐτὸς συνέμπορος γίνεται καὶ καθηγεμὼν τῆς στρατιᾶς, φανερῶς ἀποδείκνυται διὰ τούτων, ὅτι ὁ τῇ τοῦ ὄντος ἐπωνυμίᾳ ἑαυτὸν γνωρίσας, οὐ μονογενής ἐστι Θεός.

Εἰ δὲ πρὸς τοῦτο τίς ἀντιλέγει, τῆς Ἰουδαϊκῆς ὑπολήψεως ἔσται συνήγορος, τὸν Υἱὸν μὴ συμπαραλαμβάνων εἰς τὴν τοῦ λαοῦ σωτηρίαν. εἰ γὰρ Ἄγγελος μὲν τοῖς Ἰσραηλιταις οὐ συναπέρχεται, ὁ δὲ διὰ τῆς τοῦ ὄντος ἐπωνυμίας δηλούμενος, ὁ μονογενὴς οὐκ ἔστιν, καθὼς ὁ Εὐνόμιος βούλεται, οὐδὲν ἄλλο ἣ τὰ ἐκ τῆς συναγωγῆς δόγματα πρὸς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ μεταφέρεται. ’ναι φησιν, ἀλλ’ ἡ γραφὴ Ἀγγέλου φωνὴν προτάξασα, οὕτως ἐπάγει τὸν τοῦ ὄντος διάλογον. ἀλλὰ τοῦτο οὐκ ἀντίρρησις, ἀλλὰ βεβαίωσις τῶν εἰρημένων ἐστὶ παρ’ ἡμῶν. καὶ ἡμεῖς γὰρ φαμὲν, ἐναργῶς τὸν προφήτην τὸ περὶ Χριστοῦ μυστήριον ἐναργὲς ποιῆσαι τοῖς ἀνθρώποις βουλόμενον, Ἄγγελον τὸν ὄντα προσαγορεύσαι, ὡς ἃν μὴ μόνης τῆς του ὄντος ἐπωνυμίας κατὰ τὸν διάλογον εὑρισκομένης, πρὸς τὸν Πατέρα ὁ νοῦς τῶν λεγομένων ἐπαναφέροιτο. ἀλλ’ ὥσπερ ὁ ἡμέτερος λόγος τῶν τοῦ νοῦ κινημάτων μηνυτής τε καὶ ἄγγελος γίνεται, οὕτω φαμὲν καὶ τὸν ἀληθινὸν Λόγον τὸν ἐν ἀρχῇ ὄντα, διαγγέλλοντα τοῦ ἰδίου Πατρὸς τὴν βουλὴν, τῇ ἐνεργείᾳ τῆς ἀγγελίας ἐπονομαζόμενον Αγγελον λέγεσθαι. καὶ ὥσπερ ὁ ὑψηλὸς Ἰωάννης πρότερον Λόγον εἰπὼν. οὕτως ἐπάγει, τὸ Θεὸν εἶναι τὸν Λόγον, ὡς ἃν μὴ προηγησαμένης τῆς του Θεοῦ προσηγορίας, πρὸς ’τον Πατέρα ταῖς υπονίαις ἀπενεχθείημεν, οὕτω καὶ ὁ μέγας Μωϋσῆς Ἄγγελον προονομάσας, αὐτὸν εἶναι τὸν ὄντα τοῖς ἐφεξῆς ἐκδιδάσκει λόγοις, ὡς ἂν

329
φανερῶς τὸ κατὰ Χριστὸν προαγγελθῇ μυστήριον. διὰ μὲν τοῦ Ἀγγέλου τὸν ἑρμηνέα τοῦ πατρικοῦ βουλήματος Λόγον τῆς γραφῆς διδασκούσης, διὰ δὲ τῆς τοῦ ὄντος προσηγορίας, τὴν κατὰ τὸ εἶναι τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα φυσικὴν οἰκειότητα. εἰ δέ τις τὸν Ἡσαΐαν προβάλοιτο ὡς εἰπόντα καλεῖσθαι τὸ ὄνομα αὐτοῦ “ μεγάλης βουλῆς Ἄγγελον,” οὐδὲ οὕτως ἀνατρέψει τὸν ἡμέτερον λόγον. σαφῶς γὰρ ἐκεῖ καὶ ἀναντιρρήτως ἡ κατὰ τὸ ἀνθρώπινον οἰκονομία διὰ τῆς προφητείας σημαίνεται· “ παιδίον γάρ,” φησιν, “ ἐγεννήθη ἡμῖν·” εἶτα καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ “ μεγάλης “ βουλῆς Ἄγγελος·” πρὸς ὃ καὶ τὸν Δαβὶδ οἶμαι βλέποντα τὴν τῆς βασιλείας κατάστασιν διηγεῖσθαι, οὐχ ὡς οὐκ ὄντος βασιλέως, ἀλλ’ ὡς τῆς δουλικῆς ταπεινότητος, ἣν ὑπῆλθε κατ’ οἰκονομίαν ὁ Κύριος εἰς τὴν τῆς βασιλείας ἀξίαν ἀναληφθείσης. “ κα- “ τεστάθην” γάρ φησι “ βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιῶν ὄρος τὸ “ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.” οὐκοῦν Ἄγγελός τε καὶ Λόγος, σφραγίς τε καὶ εἰκὼν καὶ πάντα τὰ τοιαῦτα διὰ τὴν αὐτὴν ἔννοιαν λέγεται, ὁ τὴν πατρικὴν ἀγαθότητα δι’ ἑαυτοῦ γνωρίζων. ο τε γὰρ Ἄγγελος, μηνυτὴς τινὸς γίνεται, καὶ ὁ Λάγος ὡσαύτως ἐκκαλύπτει τὸ ἐγκείμενον νόημα· καὶ ἡ σφραγὶς ἐν τῷ ἰδίῳ τόπῳ τὸ ἀρχέτυπον δείκνυσι, καὶ ἡ εἰκὼν τὸ τοῦ ἀπεικονισθέντος κάλλος δι’ ἑαυτῆς ἑρμηνεύει· ὡς ἰσοδυναμεῖν ταῦτα πάντα τῷ σημαινομένῳ πρὸς ἄλληλα. διὰ τοῦτο Ἄγγελος τῇ τοῦ ὄντος ἐπωνυμίᾳ προτέτακται. Ἄγγελος μὲν λεγόμενος ὡς μηνυτὴς τοῦ Πατρὸς, ὣν δὲ ὡς οὐκ ἔχων ὄνομα γνωριστικὸν τῆς οὐσίας, ἀλλὰ πάσης ὑπερκείμενος τῆς ὀνομαστικῆς σημασίας. διὸ καὶ τὸ ὄνομα αὐτοῦ ὑπὲρ πᾶν εἶναι ὄνομα παρὰ του Αποστολου μεμαρτύρηται, οὐχ ὡς ἕν τι προτετιμημένον τῶν ἄλλων, ἀλλ’ ὡς ὑπὲρ πὰν ὄνομα ὄντος του ὄντως ὄντος.

Θεοδωρίτου περὶ ἐνανθρωπήσεωσ. Ὅτι μέντοι τελείαν τὴν ἡμετέραν φύσιν ὁ Λόγος ἀνέλαβε, βοᾷ μὲν Ἡσαΐας λέγων· “ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὁ ἐστι μεθ’ ἡμῶν ὁ “ Θεὸς,” ἤγουν μετὰ ἀνθρώπων. εἰ τοίνυν τῆς παρθένου τὸ κύημα ταύτην ἔλαβε τὴν προσηγορίαν, εὔδηλον ὡς Θεὸς ἦν ὁμοῦ καἰ ἄνθρωπος, τὸ μὲν ὑπάρχων, τὸ δὲ λαβὼν, καθ’ ἑκάτερον τέλειος.

330
διὰ μὲν γὰρ τοῦ καθ’ ἡμῶν, τοῦ ἀνθρώπου τὸ τέλειον δείκνυται· τελείαν γὰρ ἡμῶν ἕκαστος τοῦ ἀνθρώπου ἔχει τὴν φύσιν· διὰ δὲ τοῦ Θεὸς, καὶ τῆς τοῦ ἄρθρου προσθήκης, ἡ τοῦ Υἱοῦ θεότης γνωρίζεται. δείκνυσι δὲ Λουκᾶς τὸν ἀνθρώπινον νοῦν τοῦ Σωτῆρος, προκόπτειν αὐτὸν λέγων, ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι. τὸ δὲ σοφίᾳ προκόπτειν, οὐ Θεοῦ τοῦ σοφοῦ, τοῦ ἀπροσδεοῦς καὶ ἀεὶ τελείου, καὶ μήτε ἐπίδοσιν μήτε ἐλάττωσιν δεχομένου, ἀλλὰ τοῦ νοῦ τοῦ ἀνθρωπίνου, τοῦ ταῖς ἡλικίαις συμπροιόντος. σαφέστερον δ’ ἄν τις ἐκ τῆς πρὸς Ἑβραίους ταύτης Ἐπιστολῆς τὴν θείαν φυσιν καὶ τὴν ἀνθρωπείαν κατίδοι· ταῖς μὲν ἐνεργείαις διηρημένας τῷ δὲ προσώπῳ συνημμένας, καὶ τὸν ἕνα Υἱὸν ὑποδεικνυούσας. οὐχ ἥκιστα δὲ τῆς Ἐπιστολῆς τὸ προοίμιον ταύτην ἔχει τὴν διδασκαλίαν· εἰπὼν γὰρ ὁ μακάριος Παῦλος “ ὃς ἀπαύγασμα τῆς “ δοξης,” καὶ δείξας αὐτὸν ὑπέρχρονον καὶ προαιώνιον· “ δι’ αὐτοῦ “ γάρ” φησιν “ καὶ τοὺς αἰῶνας ἐποίησεν,” ἐπήγαγεν, “ ἐκάθισεν “ ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενό- “ μένος τῶν Ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονό- “ μηκεν ὄνομα.” ἐναντίον δὲ τοῦ γενέσθαι τὸ εἶναι· ὁ γὰρ ὣν ἀπαύγασμα τῆς δόξης, οὐ γίνεται κρείττων Ἀγγέλων, ἀλλ’ ἔστιν Ἀγγέλων οὐ κρείττων μόνον, ἀλλὰ καὶ ποιητὴς καὶ δεσπότης. εἰ δὲ ἐναντίον τοῦ εἶναι τὸ γενέσθαι, δι’ ἐκείνου μὲν τὸν ἀεὶ ὄντα νοήσωμεν, διὰ τούτου δὲ τὸ ἐξ ἡμῶν ἀναληφθὲν καὶ κρεῖττον τῶν Ἀγγέλων γεγενημένον, διὰ τὴν πρὸς τὸν ἀνειληφότα ἕνωσιν.

Κυρίλλου Θησαυρικῶν. Ἀλλ ἐνταῦθα οἱ τῆς οὐσίας τοῦ Θεοῦ Λόγου τολμῶντες κατηγορεῖν, καὶ τὸν Υἱὸν τοῖς γενητοῖς συνάπτειν σπουδάζοντες, φασὶ σοφιζόμενοι τὴν ἀλήθειαν, εἰ κρείττων γέγονε τῶν Ἀγγέλων ὁ Υἱὸς, ἀποτροπῆς ἄρα ἔχει τοῦτο τῆς ἐπὶ τὸ ἄμεινον· ὃ γὰρ οὐκ ἦν ἐγένετο· τὸ δὲ ὅλως μεταποιεῖσθαι δυνάμενον, καὶ ἀπό τινος εἰς ἕτερόν τι παραφέρεσθαι, τρεπτῆς ἃν εἴη φύσεως· εἰ δὲ τρεπτῆς, δηλονότι καὶ γενητῆς, ἧς ἴδιον ἡ τροπή. ἴστωσαν δὲ οἱ ταῦτα ληροῦντες, ὅτι ὅτε ἐνηνθρώπισεν ὁ τοῦ Θεοῦ Λόγος, τότε κρείττων γέγονεν τῶν Ἀγγέλων, οὐ τὴν φύσιν εἰς ἕτερόν τι μεταβαλὼν, ἣ ὅπερ οὐκ ἦν πρότερον ὕστερον γεγονὼς, οὐ γὰρ περὶ τῆς φύσεως τοῦ Υἱοῦ νῦν ἐστιν ὁ λόγος

331
τῷ Παύλῳ; ἀλλὰ περὶ πράγματος γενομένου ἐν καιρῷ τῆς ἐνανθρωπήσεως. οὐκοῦν οὐ τῇ φύσει τῶν Ἀγγέλων τὴν τοῦ Υἱοῦ φύσιν συγκρίνεσθαι θέλων, κρείττονα τῶν Ἀγγέλων αὐτὸν γεγενῆσθαι φησὶν, ἀλλὰ πραγμάτων ποιεῖσθαι σύγκρισιν. δεῖξαι γὰρ βουληθεὶς Ἑβραίοις ὅτι κρείττων ἐστὶν ἡ Χριστοῦ διακονία καὶ τῆς τῶν προφητῶν ἀποστολῆς καὶ τοῦ διακονηθέντος δι’ Ἀγγέλων νόμου, ἀπὸ τῆς τῶν προσώπων ἀξίας ποιεῖται τὴν σύγκρισιν· καὶ δὴ τὰ τῆς φύσεως τοῦ Πατρὸς ἴδια προσάψας αὐτῷ, τότε φησὶ κρείττονα γενέσθαι τῶν Ἀγγέλων, ὅσῳ καὶ μεῖζον πη ἐκείνους ἔχει τὸ ὄνομα, ὡς Υἱὸς καὶ κληρονόμος καὶ ὁμόθρονος καὶ ποιητής.

Εἰ δὲ πολὺ κρείττων καὶ διαφορώτερος τῶν Ἀγγέλων διὰ ταῦτα νοεῖται, κρείττων ἄρα καὶ ἡ αὐτοῦ τῆς ἐκείνων διακονίας. σημαίνει δ’ ἃν εἰκότως ἐνθάδε τὸ γέγονεν οὐ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴν, ἦν γὰρ ὁ Λόγος ἐν ἀρχῇ, οὐδὲ τὴν ἐξ ἐλάττονος εἴς τι μετιὸν μεταβολὴν, τέλειος γὰρ ἐκ τελείου Πατρὸς ὑπῆρχεν ὁ Υἱὸς, ἀλλ’ ὥσπερ ἐν συγκρίσει δόξης καὶ ἀξιώματος τὸ μεῖζον καὶ κρείττων ὀφθέν. ἐπεξηγούμενος δὲ τὴν οἰκεία, φωνὴν ὁ μακάριος Παῦλος, καὶ σαφέστατα δεικνύων τί ἐστι τὸ “ κρείττων γενό- “ μένος τῶν Ἀγγέλων,” ἐπιφέρει τοῖς εἰρημένοις, “ τίνι γὰρ εἶπε “ ποτὲ τῶν Ἀγγέλων, κάθου ἐκ δεξιῶν μου;” καὶ ὅτι περὶ τοῦ Υἱοῦ γέγραπται, “ καὶ προσκυνησάτωσαν αὐτῷ πάντες Ἄγγελοι “ Θεοῦ.” εἰ δὲ ὁ τῆς συγκρίσεως λόγος, τὸν μὲν ὡς συγκαθεζόμενον τῷ Πατρὶ καὶ προσκυνούμενον εἰσφέρει, τοὺς δὲ, ὡς παρεστηκότας τε καὶ προσκυνεῖν ἐπιτεταγμένους, οὐκ ἐπὶ τῆς οὐσίας ἔσται πάντως τὸ κρείττων, ἀλλ’ ἐν τοῖς περὶ τὴν οὐσίαν ἀξιώμασιν, καὶ ταῖς ἔξωθεν τῆς φύσεως τιμαῖς. οὐκοῦν οὐχ ἕν τι τῶν γοητῶν ὁ Υἱὸς, ἀλλ’ ἕτερόν τι παρὰ ταῦτα, τουτέστι Λόγος ἴδιος τοῦ Πατρός.

Εἰ δὲ διὰ τὸ λέγειν τὴν γραφὴν “ τοσούτῳ κρείττων γενόμενος “ τῶν Ἀγγέλων,” ὁμοειδὴς ἔσται τοῖς Ἀγγέλοις ὁ Υἱὸς, ὡς πρὸς αὐτοὺς ἔχων τὴν σύγκρισιν, ἥτις γίνεται ἐν τοῖς ὁμοειδέσι, όράτωσαν ποῖ ποτε ὁ λόγος αὐτοῖς κινδυνεύσει. ὥρα γὰρ ὁμολογεῖν καὶ συγκαθεσθῆναι δύνασθαι τῷ Θεῷ τοὺς Ἀγγέλους καὶ συμβασιλεύειν αὐτῷ, καὶ τὸ περιττὸν οὐδὲν ἐν Υἱῷ πη ἐκείνους· τὸ γὰρ ἀλλή-

332
λοις ὁμοειδῆ, κἂν ἔχῃ τινὰ πρὸς ἄλληλα τὴν διαφορὰν, ἀλλὰ τῆς αὐτῆς ἔχεται φύσεως· οὕτω γὰρ ἃν εἴη καὶ ὁμοειδῆ. οὐκοῦν ἐπειδήπερ περὶ μὲν Ἀγγέλων λέγεται “ ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ “ πνεύματα, περὶ δὲ τοῦ Υἱοῦ ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ὁμοειδεῖς δὲ οἱ Ἄγγελοι, καὶ ὁ Υἱὸς κατὰ τοὺς αἱρετικοὺς διὰ τὸ πρὸς αὐτοὺς ἐν τῷ λέγεσθαι κρείττων ἔχειν τὴν σύγκρισιν. οὐδὲν ἆρα κωλύει καὶ Ἀγγέλους δύνασθαι συγκαθεσθῆναι τῷ Θεῷ, εἰ καὶ μήτις αὐτῶν ἠξιώθη τοῦ πράγματος. καὶ μάτην ὡς εἰκὸς ὁ Παῦλος λέγει· “ τίνι γὰρ εἶπε ποτὲ τῶν Ἀγγέ- “ λῶν, κάθου ἐκ δεξιῶν μου,” ἣ πῶς τοῦτο δίδωσιν ὡς ἐξαίρετον τῷ Υἱῷ, ἑλκούσης αὐτῷ πρὸς ἑαυτὴν καὶ τῆς τῶν Ἀγγέλων φύσεως, εἶπέρ εἰσιν ὁμοειδεῖς πρὸς αὐτόν; κοινὰ γὰρ ἅπασι τοῖς ὁμοειδέσι τὰ ἐν τῇ αὐτῇ φύσει κείμενα· τὰ δὲ ἐκ προσθήκης ἐπισυμβαίνοντά τισι πλεονεκτήματα, τῆς οὐσίας οὐχ ἅπτεται· οἷον, μία μὲν ἀνθρώποις ἡ φύσις, πλουτοῦσι δὲ οὐ πάντες, οὔτε μὴν βασιλεύουσι· δεκτικοὶ δὲ ὅμως καὶ τούτων εἰσίν. ἀλλ’ οὐδεὶς ἐπιτρέπει τοῖς Ἀγγέλοις τὴν τοῦ Υἱοῦ δόξαν φορεῖν· ὁ μὲν γὰρ δεσπότης, τὰ δὲ δοῦλα τυγχάνει. οὐχ ὁμογενὴς ἆρα τοῖς Ἀγγέλοις ἐστὶν ὁ τῷ Πατρὶ συμβασιλεύων καὶ συγκαθήμενος. ἔτι ποίημα καὶ ποιητὴς οὐκ ἄν ποτε τῆς αὐτῆς εἶεν φύσεως. ὅτε τοίνυν πάντα ὁ Πατὴρ δι’ Υἱοῦ ἐργάζεται, ἓν δὲ τῶν πάντων ἐστὶ καὶ ἡ τῶν Ἀγγέλων φύσις, γέγονεν ἆρα δι’ Υἱοῦ καὶ πεποίηται. οὐχ ὁμογενὴς οὖν τοῖς δι’ αὐτοῦ γινομένοις καὶ διὰ τούτου φανεῖται· ἀλλ’ ὁ μὲν φορέσει τοῦ δημιουργοῦ τὴν ἀξίαν, τὰ δὲ, τὴν κατὰ τὸ πεποιῆσθαι δουλείαν. “ τὰ γὰρ σύμπαντα δοῦλα σὰ,” φησὶν ἡ θεία γραφή· τοῦτο καὶ Παῦλος κατασκευάζει. πρὸς μὲν τοὺς Αγγέλους εἰρῆσθαι λέγων· “ ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύ- “ μάτα, πρὸς δὲ τὸν Υἱὸν ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ “ αἰῶνος·” τουτέστιν, ἡ βασιλεία σου ἐπέκεινα τῶν αἰώνων, καὶ ἐννοίας πάσης ἐστὶ πρεσβυτέρα.

Βασιλείου Ψαλμοῖσ. Καὶ καλῶς μετὰ τὴν ὑποταγὴν τῶν λαῶν τὸ μεγαλοπρεπὲς τῆς βασιλείας αὐτοῦ ὁ προφήτης ἀνυμνεῖ· ἐπειδὴ γὰρ πολλὰ πρὸς τὸ ἀνθρώπινον διηλέχθη ἀποτεινόμενος, ἐπανάγει νῦν ἐπὶ τὰ ὑψηλὰ τῆς περὶ τοῦ μονογενοῦς δόξης τὸν

333
λόγον. διὰ τοῦτο καὶ ἀπέδωκεν ἰδίαν αὐτῷ προσηγορίαν, σαφῶς αὐτὸν ἀναγορεύσας Θεὸν, καὶ οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τοῦ ἄρθρου· “ ὁ θρόνος σου,” γάρ φησιν, “ ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Χρυσοστόμου. Τοῦτο δὲ περὶ τῆς βασιλείας αὐτοῦ εἴρηται, ὅτι ἀτελεύτητος· τοῦτο γάρ ἐστιν εἰς αἰῶνα αἰῶνος. ὥσπερ δὲ ὁ θρόνος τῆς βασιλείας σύμβολον, οὕτω καὶ ἡ ῥάβδος καὶ τῆς βασιλείας καὶ τῆς βασιλικῆς ἐξουσίας· διὸ φησὶ, “ ῥάβδος εὐθώτη- “ τος ἡ ῥάβδος τῆς βασιλείας σου.”

Χρυσοστόμου Ψαλμοῖσ. Καθαρὸν γὰρ ἐκεῖ τὸ δίκαιον, καθαρὸν τὸ ὀρθὸν, οὐδὲν ἐπισκιαζόμενον· ἡ γὰρ εὐθύτης τὸ ἀδέκαστον καὶ τὴν δικαιοσύνην δηλοῖ.

Θεοδωρίτου. Τὸ δὲ πᾶν τοιοῦτον, ὅτι καὶ Θεὸς καὶ αἰώνιος βασιλεὺς, οὔτε ἀρχὴν εἰληφὼς, οὔτε τέλος ληψόμενος· τοῦτο γὰρ δηλοῖ τὸ αἰώνιον, καὶ ὅτι δίκαιον.

Κυρίλλου Ψαλμοῖσ. Κατὰ πολλοὺς δὲ τρόπους ἡ ῥάβδος νοεῖται. ποτὲ μὲν γὰρ σημαίνει τὴν βασιλείαν, ὡς ἐνταῦθα, ποτὲ τὴν ἰσχὺν, ὡς ἐν τῷ “ ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι.” λαμβάνεται δὲ καὶ εἰς ἐπιστήμην τὴν ποιμαντικὴν κατὰ τὸ πρὸς τὸν Υἱὸν εἰρημένον, “ ποίμαινε λαόν σου ἐν ῥάβδῳ.”

Βασιλείου Ψαλμοῖσ. Ἔστι δὲ καὶ παιδευτική τις ἡ ῥάβδος τοῦ Θεοῦ. παιδεύουσα δὲ, εὐθείας καὶ οὐ παρατετραμμένας ἐπάγει τὰς κρίσεις. διὰ τοῦτο “ ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας” αὐτοῦ προσαγορεύεται· “ ἐὰν γὰρ ἐγκαταλείπωσιν οἱ υἱοὶ αὐτοῦ “ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν, ἐπισκέ- “ ψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν.” ὁρᾷς τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ; οὐκ ἐπὶ τῶν τυχόντων χρῆται τῇ ῥάβδῳ, ἀλλ’ ἐπὶ τῶν ἁμαρτανόντων. αὕτη δὲ καὶ παρακλήσεως λέγεται ῥάβδος· “ ἡ “ ῥάβδος σου,” γάρ φησι, “ καὶ ἡ βακτηρία σου, αὗταί με παρεκά- “ λεσαν.” αὕτη καὶ συντριμμοῦ ἐστιν ἡ ῥάβδος, “ ποιμανεῖς αὐ- “ τοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς.” συντρίβεται δὲ τὰ χοικὰ καὶ πήλινα ἐπ’ εὐεργεσίᾳ τῶν ποιμαινομένων, καθότι καὶ παραδίδοται τις εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ.

Κυρίλλου Ψαλμοῖσ. Βασιλεὺς μέν τοι Χριστὸς, ὅτι καὶ ἐναν-

334
θρωπίσας, ἔμεινεν ἐν ταῖς ἰδίαις ὑπεροχαῖς. βασιλεύει γὰρ ἐν δικαιοσύνῃ. διὸ ὡς ἐκ παραδείγματος τῶν ἐπὶ γῆς βασιλέων σκηπτροφορεῖν εἰωθότων τὸ τοῦ λόγου σχῆμα πεποίηται· σύμβολον γὰρ βασιλείας ἡ ῥάβδος.

Θεοδωρίτου. Σαφῶς μέν τοι διὰ τούτων ἔδειξε τοὺς μὲν Ἀγγέλους κτιστὴν ἔχοντας φύσιν· “ ὁ ποιῶν,” γάρ φησι, “ τοὺς “ Ἀγγέλους·” τὸν δὲ μονογενῆ Υἱὸν, ἄκτιστον καὶ ἀίδιον. “ ὁ θρό- “ νος σου,” γάρ φησιν, “ εἰς τὸν αἰῶνα.” προσεδίδαξε δὲ ἡμᾶς ὅτι τὸ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, ἀνθρωπίνως εἴρηκεν. ὡς γὰρ Θεὸς, αἰώνιον ἔχει τὸν θρόνον, ἄναρχον τὴν βασιλειαν καὶ ἀτελεύτητον.

Βασιλείου Ψαλμοῖσ. Ἐπειδὴ δὲ μικτός ἐστιν ὁ περὶ τοῦ Σωτῆρος λόγος, διά τε τὴν φύσιν τῆς θεότητος καὶ τὴν οἰκονομίαν τῆς ἐνανθρωπήσεως, πάλιν εἰς τὸ ἀνθρώπινον τοῦ Θεοῦ ἀποβλέψας, φησίν· “ Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν.” ἀντὶ του οἱ μὲν λοιποι ἄνθρωποι πόνῳ καὶ ἀσκήσει καὶ προσοχῃ πολλάκις κατορθοῦσι τὴν πρὸς τὸ καλὸν διάθεσιν, καὶ τὴν τῶν φαύλων ἀποστροφήν. σοὶ δὲ φυσική τις ἐστι πρὸς τὸ καλὸν οἰκείωσις, καὶ πρὸς τὴν ἀνομίαν ἡ ἀλλοτρίωσις.

Χρυσοστόμου. Εἰκότως οὖν ταῦτα ἐπήγαγεν ὁ προφήτης· ἐπειδὴ γὰρ εἶπεν ἄνω τὰ κατορθώματα, τὰς νίκας, τῆς οἰκουμένης τὴν σωτηρίαν, ὅτι ἀληθείας αὐτὴν ἐνέπλησεν, ὅτι πραότητος, ὅτι δικαιοσύνης· δεικνὺς ὅτι οὐδὲν ἀπεικὸς ταῦτα γενέσθαι, διαλέγεται λοιπὸν περὶ τοῦ ἀξιώματος τοῦ κατωρθωκότος, ὅτι Θεὸς, ὅτι βασιλεὺς, ὅτι ἀτελεύτητος, ὅτι δικαστὴς ἀδέκαστος, ὅτι τῶν δικαίων δικαστὴς, ὅτι μισοπόνηρος· ἐπεὶ τοιοῦτος ἐστί φησι, διὰ τοῦτο τοιαῦτα αὐτῷ κατώρθωται. ὁ γὰρ κατορθώσας τοιοῦτος, καὶ δυνάμενος, καὶ βουλόμενος, ἀρκῶν ἑαυτῷ τὰ αὐτοῦ τοίνυν ἐποίησεν. εἶτα πάλιν ἐπὶ τὴν σάρκα κατάγει τὸν λόγον· καὶ ἐπειδὴ μέγα ἐφθέγξατο, πάλιν αὐτῷ παραμυθεῖται λέγων, “ διὰ τοῦτο “ ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς “ μετόχους σου.” διὰ τοῦτο, ποῖον; διὰ τὸ ἀνομίαν ἐκβαλεῖν καὶ δικαιοσύνην φυτεῦσαι, καὶ ἁπλῶς ποιῆσαι ἅπερ ἐποίησας. τι δὲ ἐστὶν “ ἔλαιον ἀγαλλιάσεως;” καὶ μὴν ἐλαίῳ ὁ Χριστὸς οὐδαμοῦ ἐχρίσθη, ἀλλὰ Πνεύματι Ἁγίῳ. διὰ τοῦτο προσέθηκε “ παρὰ

335
“ τοὺς μετόχους σου·” πολλοὶ μὲν γὰρ πρὸ αὐτοῦ χριστοὶ, οὕτω δὲ οὐδείς. ὥσπερ πολλοὶ ἀμνοὶ, ὁ δὲ ἐξαίρετος, οὕτως πολλοὶ υἱοὶ, ἀλλ’ αὐτὸς ὁ μονογενής πάντα γὰρ αὐτὸς ἐξαιρέτως, οὐ τὰ τῆς θεότητος μόνον, ἀλλὰ καὶ τὰ τῆς οἰκονομίας. εἰ δὲ ἔλαιον τὸ Πνεῦμα καλεῖ ὁ Δαβὶδ, προφήτης ὣν, αἰνιγματωδέστερον δξιαλέγεται. καὶ καλῶς εἶπεν “ ἀγαλλιάσεως,” χαρᾶς, εὐφροσύνης.

Ἄλλοσ δέ φησιν, ἀγλαισμοῦ, τουτέστι καλλωπισμοῦ, δόξης, κόσμου. ἔλαιον τοίνυν ἀκούσας, μὴ ἔλαιον νόμιζε, ἀλλὰ τὴν Χρίσιν. καὶ γὰρ τὸ ἔλαιον, σύμβολον τοῦ Πνεύματος ἦν· καὶ τὸ προηγούμενον καὶ ἀναγκαῖον, τὸ Πνεῦμα ἦν. τούτου τοίνυν ὄντος, μηδὲν ἀμφίβαλλε Χριστὸν αὐτὸν καλεῖν, ἐπεὶ καὶ ὁ Ἀβραὰμ χριστὸς ἐκαλεῖτο, καὶ οἱ προφῆται, ἀλλ’ οὐ πάντες ἐλαίῳ ἐχρίσθησαν. ὥσπερ ὅταν λέγῃ “ μὴ ἅπτεσθε τῶν χριστῶν μου.” πότε οὖν φησιν ἐχρίσθη ὁ Χριστός; ὅτε ὡς ἐν εἴδει περιστερᾶς τὸ Πνεῦμα ἦλθεν ἐπ’ αὐτόν. “ μετόχους” δὲ ἐνταῦθα, πάντας φησὶ τοὺς πνευματικοὺς, καθάπερ Ἰωάννης φησὶν, “ ἡμεῖς πάντες ἐκ “ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν.” περὶ δὲ αὐτοῦ, “ οὐκ ἐκ “ μέτρου δίδωσι τὸ πνεῦμα ὁ Θεός.” καὶ πάλιν, “ ἐκχεῶ ἀπὸ τοῦ “ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·” ἐκεῖ δὲ, οὐκ ἀπὸ τοῦ Πνεύματος, ἀλλ’ ὁλόκληρον τὸ Πνεῦμα ἦλθε· διόπερ ἔφησεν, “ οὐκ ἐκ “ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα.”

Βασιλείου Ψαλμοῖσ. Ἐπειδὴ μέν τοι ἔδει σχηματίσαι τὸ τυπικὸν χρῖσμα, καὶ τοὺς τυπικοὺς ἀρχιερεάς καὶ βασιλέας, ἐχρίσθη τῷ ἀληθινῷ χρίσματι ἡ σὰρξ τοῦ Κυρίου, τῇ τοῦ Ἀγίου Πνεύματος εἰς αὐτὴν ἐπιδημίᾳ, ὅπερ “ ἀγαλλιάσεως ἔλαιον” προσαγορεύεται. ἐχρίσθη δὲ “ παρὰ τοὺς μετόχους” αὐτοῦ, τουτέστιν ὑπὲρ πάντας ἀνθρώπους τοὺς μετέχοντας τοῦ Χριστοῦ. διότι ἐκείνοις μὲν μερική τις ἐδίδοτο Πνεύματος κοινωνία· ἐπὶ δὲ τὸν Υἱὸν τοῦ Θεοῦ κατελθὸν τὸ Πνεῦμα τὸ Ἅγιον, ὥς φησιν Ἰωάννης, “ ἔμεινεν ἐπ’ αὐτόν.” καλῶς οὖν “ ἀγαλλιάσεως ἔλαιον” τὸ Πνεῦμα προσαγορεύεται, ἐπειδὴ καὶ εἷς τῶν ὑπὸ τοῦ ἁγίου Πνεύματος γεωργουμένων καρπῶν ἐστὶν ἡ χαρά.

Θεοδωρίτου. Αὕτη μέν τοι ἡ μαρτυρία καὶ τὴν Ἀρείου μαρτυρίαν διήλεγξεν· αἰώνιον γὰρ ἔδειξε τοῦ Θεοῦ Λόγου τὸν θρόνον· καὶ τῇ δυάδι τῶν προσώπων ἐξήλασε τοῦ Σαβελλίου τὴν σύγ-

336
χύσιν. ταὐτὸ δὲ τοῦτο καὶ τὸ ἀναίσχυντον τῶν Ἰουδαίων ἐμφράττει στόμα.

Χρυσοστόσου. Μᾶλλον δὲ ἐνταῦθα καὶ Ἰουδαίους καὶ τὸν Σαμοσατέα καὶ Ἄρειον καὶ Μάρκελλον καὶ Σαβέλλιον ἔβαλε καὶ Μαρκίωνα. πῶς Ἰουδαίους μὲν, δύο πρόσωπα δεικνὺς καὶ Θεὸν καὶ ἄνθρωπον· τοὺς δὲ ἄλλους Ἰουδαίους, τοὺς Παύλου λέγω τοῦ Σαμοσατέως, τὸ περὶ τῆς αἰωνίου ὑπάρξεως, ταῦτα διαλέγεσθαι καὶ τῆς ἀκτίστου οὐσίας. πρὸς γὰρ ἀντιδιαστολὴν τοῦ “ ἐποίησε,” τὸ “ ὁ θρόνος σου εἰς τὸν αἰῶνα,” τέθεικε· πρός τε Ἀρειανοῦς, τοῦτο αὐτὸ πάλιν, καὶ ὅτι οὐ δοῦλος· εἰ δὲ κτίσμα, δοῦλος· πρὸς δὲ Μάρκελλον καὶ τοὺς ἄλλους, ὅτι δύο ἐστὶ ταῦτα πρόσωπα διηρημένα κατὰ τὴν ὑπόστασιν· πρὸς δὲ Μαρκιωνστὰς, ὅτι θεότης οὐ χρίεται, ἀλλ’ ἡ ἀνθρωπότης. εἶτα “ παρὰ τοὺς μετόχους σου” φησί· τίνες δὲ οἱ μέτοχοι, ἀλλ’ ἣ οἱ ἄνθρωποι; τουτέστι τὸ Πνεῦμα οὐκ ἐκ μέτρου ἔλαβεν ὁ Χριστός. ὁρᾷς πῶς συνάπτει ἀεὶ τῷ περὶ τῆς ἀκτίστου φύσεως καὶ τὸν τῆς οἰκονομίας λόγον; τί τούτου σαφέστερον; είδες πῶς οὐκ ἔστι τὸ αὐτὸ κτίσμα καὶ γέννημα, οὐ γὰρ ἃν διεῖλε. καὶ πρὸς ἀντιδιαστολὴν τοῦ “ ἐποίησεν,” ἐπήγαγε, “ πρὸς δὲ τὸν Υἱὸν εἶπεν, ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν “ αἰῶνα τοῦ αἰῶνος.” οὐδ’ ἃν διαφορώτερον ὄνομα ἐκάλει τὸ Υἱὸς ὄνομα, εἰ τοῦ αὐτοῦ ἐστὶ σημεῖον. ποῖον γὰρ τὸ διάφορον, εἴπερ τὸ κτίσμα καὶ γέννημα ταυτόν; ἐκεῖνοι δὲ ἐποιήθησαν· τι τὸ διαφορώτερον;

Γρηγορίου Ἐπιστολῆι. Ἄλλ εἰπάτωσαν ἡμῖν οἱ διαιροῦντες εἰς δύο τὸν ἕνα Χριστὸν, κατὰ τίνα τρόπον ὁ ἐκ Θεοῦ καὶ Πατρὸς Λόγος, Χριστὸς ὀνομάζεται· τίνα κέχρικεν ὁ Πατὴρ τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, ἤτοι τῷ Ἁγίῳ Πνεύματι; εἰ μὲν οὖν ἰδικῶς τὸν ἐξ αὐτοῦ γεννηθέντα Θεὸν Λόγον, καὶ τοῦτο εἶναι φασὶν ἀληθὲς, ἀγνοοῦσιν ὅπως καὶ τὴν τοῦ μονογενοῦς ἀδικοῦσι φύσιν, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας παρασημαίνουσι τὸ μυστήριον. οὐ γὰρ κέχρισται τῷ Ἁγίῳ Πνεύματι Θεὸς ὣν ὁ Λόγος, ἐπιδεᾶ πάντως ἁγιασμοῦ, καὶ οὐκ ἑκόντες ὁμολογήσουσι, κατὰ τοὺς ἄνωθεν ἔτι χρόνους ὑπάρχειν αὐτὸν, καθ’ οὓς οὔπω κεχρισμένος, ἀμέτοχος ἦν τῆς ἐς ὕστερον αὐτῷ δοθείσης δωρεᾶς. τὸ δὲ ἁγιασμοῦ τητώμενον σαλεύεται κατὰ φύσιν, καὶ οὐκ ἃν νοοῖτο παντελῶς ἠμοιρηκὼς ἁμαρτίας,

337
ἤτοι τοῦ δύνασθαι πλημμελεῖν· ὑπομεμένηκεν οὖν ἆρα καὶ τροπὴν εἰς τὰ ἀμείνω τυχὸν ὁ Λόγος. πῶς οὖν ὁ αὐτός ἐστι, καὶ οὐκ ἠλλοίωται; καὶ εἰ Θεὸς ὢν ὁ Λόγος καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς, ἐχρίετό τε καὶ ἡγιάζετο; φαίη τίς ἂν ἴσως ἀπό γε τοῦ πράγματος εἰς ἐξιτήλους ἐννοίας ἀπενηνεγμένος, ὅτι τάχα που καὶ αὐτὸς ὁ Πατὴρ δέοιτ’ ἄν ἁγιασμοῦ· μᾶλλον δὲ ἤδη καὶ μείζων αὐτοῦ πέφηνεν ὁ Υἱὸς, εἴ περ ἡγίασται μὲν αὐτὸς ἴσος ὣν αὐτοῦ, καὶ ἐν μορφῇ πρὸ ἁγιασμοῦ, ὁ δὲ ἀπομεμένηκεν ἐν οἷς ἦν ἀεὶ καὶ ἔστι καὶ ἔσται, οὔπω τὴν εἰς τὰ ἀμείνω λαβὼν ἐπίδοσιν, διά γε τοῦ ἡγιάσθαι καθ’ ὁμοιότητα τοῦ Υἱοῦ· μείζων δὲ ἤδη καὶ ἀμφοῖν ὁρᾶται τὸ Πνεῦμα τὸ ἁγιάζον αὐτοὺς, εἴπερ ἐστιν οὐκ ἐνδοιαστὸν “ὡς ἁπά- “σης ἀντιλογίας δίχα, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. ἀλλ’ ἔστι ταῦτα λῆρος καὶ τερθρεία καὶ ἀποπληξίας ἐγκλήματα· ἁγία γὰρ κατὰ φύσιν ἡ ὁμοούσιος Τριάς. οὐκοῦν ὅσον εἰς ἰδίαν φύσιν οὐχ ἡγίασται καταμόνας ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος. εἰ δὲ δή τις οἴοιτο τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον κεχρῖσθαι τε καὶ ἡγιάσθαι μόνον, ταύτῃ τοι καὶ ὠνομάσθαι Χριστὸν, λεγέτω παρελθὼν εἰ ἀπόχρη τὸ χρῖσμα πρὸς τὸ ἀποφῆναι τὸν χριόμενον ἰσοκλεᾶ καὶ ὁμόθρονον τῷ πάντων ἐπέκεινα Θεῷ. καὶ εἰ μὲν ἀπόχρη τὸ χρῖσμα, καὶ τοῦτο ἐροῦσιν ὡς ἔστιν ἀληθὲς, κεχρίσμεθα καὶ ἡμεῖς, καὶ μαρτυρήσει λέγων ὁ θεσπέσιος Ἰωάννης, “καὶ ὑμεῖς “χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου.” ἐσόμεθα οὖν ἐν ἴσῳ τάχα που καὶ ἡμεῖς αὐτοὶ τῷ Θεῷ, εἴργει δὲ οἶμαι παντελῶς οὐδὲν καὶ συνεδρεύειν αὐτῷ, καθάπερ ἀμέλει καὶ αὐτὸς ὁ Ἐμμανουήλ· εἴρηται γὰρ πρὸς αὐτὸν, “κάθου ἐκ δεξιῶν μοῦ.” προσκυνείτω καὶ ἡμᾶς ἡ τῶν ἄνω πνευμάτων ἁγία πληθύς. ἀλλ’ ἡμεῖς μὲν, εἰ καὶ τῷ Ἁγίῳ κεχρίσμεθα Πνεύματι, τὴν μὲν τῆς υἱοθεσίας καταπλουτοῦμεν χάριν, κεκλήμεθα δὲ καὶ θεοὶ, τό γε μὴν τῆς ἑαυτῶν φύσεως μέτρον οὐκ ἠγνοήσαμεν· ἐσμὲν γὰρ ἐκ γῆς, καὶ τελοῦμεν οἰκέται· ὁ δέ ἐστιν, οὐκ ἐν οἶς ἡμεῖς, ἀλλὰ φύσει τε καὶ ἀληθείᾳ Θεὸς, καὶ τῶν ὅλων Κύριος καὶ ἐξ οὐρανοῦ· οὐ θεοποιηθεὶς κατὰ χάριν, Θεὸς δὲ μᾶλλον ἀληθινὸς, ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνὼς δι’ ἡμᾶς.

᾿Αθανασίου. Ἴδετε δὲ καὶ ὑμεῖς Ἀρειανοὶ, καὶ ἐπίγνωτε, κἂν ἐντεῦθεν τὴν ἀλήθειαν· μετόχους τοῦ Κυρίου πάντας ἡμᾶς εἴρηκεν

338
ὁ ψάλλων. εἰ δὲ ἐξ οὐκ ὄντων ἦν καὶ τῶν γενητῶν εἷς, εἷς ἦν ἃν τῶν μετεχόντων καὶ αὐτὸς, ἐπειδὴ αὐτὸν μὲν Θεὸν αἰώνιον ὕμνησε λέγων, “ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα.” τὰ δὲ ἄλλα πάντα μετέχειν αὐτοῦ δεδήλωκε. τί δεῖ νοεῖν; ἢ ὅτι τῶν μὲν γενητῶν ἄλλος ἐστὶ, τοῦ δὲ Πατρὸς μόνος ἐστὶ Λόγος ἀληθινὸς, ἀπαύγασμα καὶ σοφία, ἧς τὰ γενητὰ πάντα μετέχει, καὶ ἁγιάζεται πη αὐτοῦ τῷ Πνεύματι; καὶ ἐνταῦθα οὖν χριέται, οὐχ ἵνα Θεὸς γένηται, ἦν γὰρ ἀιδίως βασιλεύων, εἰκὼν ὑπάρχων τοῦ Θεοῦ, ὡς τὸ λόγιον δείκνυσιν. ἀλλ’ ὑπὲρ ἡμῶν πάλιν καὶ τοῦτο γέγραπται. οἱ μὲν γὰρ κατὰ τὸν Ἰσραὴλ βασιλεῖς ὅτε ἐχρίοντο, τότε βασιλεῖς ἐγίνοντο, οὐκ ὄντες πρότερον βασιλεῖς, ὡς Δαβὶδ, ὡς Ἐζεκίας, ὡς ᾿Ιωσίας, ὡς οἱ ἄλλοι. ὁ δὲ Σωτῆρ’ τὸ ἔμπαλιν, Θεὸς ὣν καὶ τῇ βασιλείᾳ τοῦ Πατρὸς ἀεὶ βασιλεύων, τοῦ τε Πνεύματος τοῦ Ἁγίου αὐτὸς ὣν χορηγὸς μόνος, ὅμως λέγεται νῦν χρίεσθαι, ἵνα πάλιν ὡς ἄνθρωπος λεγόμενος τῷ Πνεύματι χρίεσθαι, ἡμῖν τοῖς ἀνθρώποις καθάπερ τῷ ὑψωθῆναι καὶ ἀναστῆναι, οὕτω καὶ τὴν τοῦ Πνεύματος ἐνοίκησιν καὶ οἰκειότητα κατασκευάσῃ. τοῦτο δὲ ση- μαίνων καὶ αὐτὸς ἔλεγεν, “ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτόν.” τοῦτο γὰρ λέγων, ἔδειξεν ὅτι μὴ αὐτός ἐστιν ὁ ἁγιαζόμενος, ἀλλ’ ὁ ἁγιάζων· οὐ γὰρ παρ’ ἑτέρου ἁγιάζεται, ἀλλ’ αὐτὸς ἑαυτὸν ἀγιάζει, ἵνα ἡμεῖς ἐν τῇ ἀληθείᾳ ἁγιασθῶμεν. ὁ δὲ ἑαυτὸν ἁγιάζων, Κύριος ἐστὶ τοῦ ἁγιάζειν. πῶς οὖν τοῦτο γίνεται; πῶς δὲ τοῦτο λέγει; ὅτι ἐγὼ Λόγος ὣν τοῦ Πατρὸς, αὐτὸς ἐμαυτῷ ἀνθρώπῳ γενομένῳ, δίδωμι τὸ Πνεῦμα, καὶ ἐμαυτὸν ἄνθρωπον γενόμενον, ἐν τούτῳ ἁγιάζω, ἵν ἐμοὶ ἀληθείᾳ ὄντι, ἅπαντες ἁγιασθῶσιν. εἰ δὲ ἡμῶν χάριν ἑαυτὸν ἁγιάζει, καὶ τοῦτο ποιεῖ ὅτε γέγονεν ἄνθρωπος, εὔδηλον ὡς καὶ ἡ εἰς αὐτὸν ἐν τῷ Ἰορδάνῃ τοῦ Πνεύματος γενομένη κάθοδος, εἰς ἡμᾶς ἦν γινομένη, διὰ τὸ φρονεῖν αὐτὸν σῶμα· καὶ οὐκ ἐπὶ βελτιώσει γέγονε τοῦ Λόγου, ἀλλ’ εἰς ἡμῶν ἁγιασμὸν, ἵνα τοῦ χρίσματος αὐτοῦ μεταλάβωμεν, καὶ περὶ ἡμῶν λεχθῇ, “οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστὲ, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ “ἐν ὑμῖν;” τοῦ γὰρ Κυρίου ὡς ἀνθρώπου λουομένου εἰς τὸν ᾿Ιορδάνην, καὶ δεχομένου τὸ Πνεῦμα, ἡμεῖς ἐσμὲν οἱ παρ’ αὐτοῦ γινόμενοι τούτου δεκτικοί.

339

Διὰ τοῦτο οὐδ’ ὥσπερ Ἀαρὼν ἣ Δαβὶδ, οὕτω καὶ αὐτὸς ἐλαίῳ κέχρισται, ἀλλὰ ἄλλως παρὰ πάντας τοὺς μετόχους αὐτοῦ “ἐλαίῳ “ἀγαλλιάσεως,” ὅπερ αὐτὸς ἑρμηνεύων εἶναι τὸ Πνεῦμα, διὰ τοῦ προφήτου φησὶ, “Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· καθὼς ὁ Ἀπόστολος εἴρηκεν, “ ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι “Ἁγίῳ.” πότε οὖν καὶ ταῦτα περὶ αὐτοῦ εἴρηται, ἣ ὅτε ἐν σαρκὶ γενόμενος ἐβαπτίζετο ἐν τῷ Ἰορδάνῃ, καὶ καταβέβηκεν ἐπ’ αὐτὸν τὸ Πνεῦμα; καὶ μὴν αὐτὸς ὁ Κύριος φησὶ, “τὸ Πνεῦμα ἐκ τοῦ “ἐμοῦ λήψεται, καὶ ἐγὼ αὐτὸ ἀποστελῶ,” καὶ “λάβετε Πνεῦμα “Ἅγιον” τοῖς μαθηταῖς ἔφη. καὶ ὅμως ἄλλοις παρέχων ὡς Λόγος καὶ ἀπαύγασμα τοῦ Πατρὸς, λέγεται νῦν ἁγιάζεσθαι, ἐπειδὴ γέγονεν ἄνθρωπος καὶ τὸ ἁγιαζόμενον σῶμα αὐτοῦ ἐστιν. ἐξ ἐκείνου γοῦν καὶ ἡμεῖς ἠρξάμεθα τοῦτο τὸ χρῖσμα καὶ τὴν σφραγῖδα λαμβάνειν, λέγοντος τοῦ μὲν Ἰωάννου, “καὶ ὑμεῖς χρῖσμα ἔχετε “ἀπὸ τοῦ Ἁγίου·” τοῦ δὲ Παύλου, “καὶ ὑμεῖς ἐσφραγίσθητε “τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ.” οὐκοῦν δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἐστὶ τὸ λεγόμενον. ποία τοίνυν ἐκ τούτου προκοπὴ βελτιώσεως, καὶ μισθὸς ἀρετῆς ἣ ἁπλῶς πράξεως τοῦ Κυρίου δείκνυται; εἰ γὰρ ἐκ τοῦ μὴ εἶναι Θεὸς, Θεὸς ἐγεγόνει, εἰ μὴ βασιλεύων εἰς βασιλείαν προήγετο, εἶχεν ἃν ὑμῖν ὁ λόγος σκιάν τινα πιθανότητος. εἰ δὲ Θεός ἐστιν, καὶ ὁ θρόνος αὐτοῦ τῆς βασιλείας αἰώνιος ἐστὶ, ποῦ εἶχε προκόψαι Θεὸς, ἣ τί ἔλειπε τῷ ἐπὶ τὸν θρόνον καθημένῳ Πατρός;

Εἰ δὲ καὶ ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν, αὐτοῦ ἐστὶ τὸ Πνεῦμα, καὶ ἐκ τοῦ αὐτοῦ λαμβάνει, καὶ αὐτὸς αὐτὸ ἀποστελεῖ, οὐκ ἄρα ὁ Λόγος ἐστὶν ὁ τῷ παρ’ αὐτοῦ διδομένῳ Πνεύματι χριόμενος, ἀλλ’ ἡ προσληφθεῖσα πη αὐτοῦ σάρξ ἐστιν, ἡ ἐν αὐτῷ καὶ πη αὐτοῦ χριομένη, ἵνα καὶ ὁ ἁγιασμὸς ὡς εἰς ἄνθρωπον τὸν Κύριον γενόμενος, εἰς πάντας ἀνθρώπους γένηται παρ’ αὐτοῦ· οὐ γὰρ ἀφ’ ἑαυτοῦ φησι τὸ Πνεῦμα λαλεῖ, ἀλλ’ ὁ Λόγος ἐστὶν ὁ τοῦτο διδοὺς τοῖς ἀξίοις. ὥσπερ δὲ ὁ Ἀπόστολος ἔγραψεν, “ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων ἑαυτὸν ἐκένωσεν,” οὕτως ὁ Δαβὶδ ὑμνεῖ τὸν Κύριον, αἰώνιον μὲν ὄντα Θεὸν καὶ βασιλέα, ἀποσταλέντα δὲ, προσλαβόντα τὸ ἡμέτερον σῶμα θνητὸν ὄν. τοῦτο γὰρ παρ’ αὐτοῦ σημαίνεται

340
ἐν τῷ ψάλλειν, “σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων “σου.” παρὰ δὲ τοῦ Νικοδήμου καὶ τῶν περὶ Μαριὰμ, δείκνυται ὅτε ὁ μὲν ἦλθε φέρων μίγμα σμύρνης καὶ ἀλόης λίτρας ἑκατὸν, αἱ δὲ ἅπερ ἦσαν ἑτοιμάσασαι ἀρώματα εἰς τὸν ἐνταφιασμὸν τοῦ Κυρίου. ποία οὖν προκοπὴ τῷ ἀθανάτῳ προσλαβόντι τὸ θνητόν; ἣ ποία βελτίωσις τῷ αἰωνίῳ ἐνδυσαμένῳ τὸ πρόσκαιρον; ποῖος δὲ μισθὸς μείζων γένοιτ’ ἃν Θεῷ αἰωνίῳ καὶ βασιλεῖ, καὶ ὄντι ἐν τοῖς κόλποις τοῦ Πατρός; ἆρ’ οὐ θεωρεῖτε ὅτι καὶ τοῦτο δι’ ἡμᾶς ὑπὲρ ἡμῶν γέγονε καὶ γέγραπται, ἵνα ἄνθρωπος γενόμενος ὁ Κύριος τῆς δόξης θνητοὺς ὄντας καὶ προσκαίρους ἡμᾶς, ἀθανάτους κατασκευάσῃ, καὶ εἰς τὴν αἰώνιον βασιλείαν τῶν οὐρανῶν εἰσάγῃ; ἆρ οὐκ ἐρυθριᾶτε καταψευδόμενοι τῶν θείων λογίων; καὶ γὰρ τοῦ Χριστοῦ ἐπιδημήσαντος, ἡμεῖς μὲν ἐβελτιώθημεν ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας· αὐτὸς δὲ ὁ αὐτός ἐστι, καὶ οὐκ ἐπειδὴ γέγονεν ἄνθρωπος ἐτράπη, ἀλλὰ καθὼς γέγραπται, ὁ Λόγος τοῦ Θεοῦ διαμένει εἰς τὸν αἰῶνα· ἀμέλει, ὥσπερ πρὸ τῆς ἐνανθρωπίσεως Λόγος ὣν ἐχορήγει τοῖς ἀξίοις ὡς ἴδιον τὸ Πνεῦμα, οὕτω καὶ ἄνθρωπος γενόμενος, ἁγιάζει τοὺς πάντας τῷ Πνεύματι καὶ λέγει τοῖς μαθηταῖς “λάβετε Πνεῦμα Ἅγιον.”

Οὐκοῦν “Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς “τοὺς αἰῶνας,” μένων ἄτρεπτος, καὶ ὁ αὐτός ἐστι διδοὺς καὶ λαμββάνων· διδοὺς μὲν, ὡς Θεοῦ Λόγος, λαμβάνων δὲ ὡς ἄνθρωπος. οὐκ ἄρα ὁ Λόγος ἐστιν ᾗ Λόγος ἐστὶν ὁ βελτιούμενος, εἶχε γὰρ πάντα καὶ ἀεὶ ἔχει, ἀλλ’ οἱ ἄνθρωποι εἰσὶν οἱ ἔχοντες τὸ λαμβάνειν ἐν αὐτῷ καὶ δι’ αὐτοῦ. αὐτοῦ γὰρ νῦν ἀνθρωπίνως λεγομένου χρίεσθαι, ἡμεῖς ἐσμὲν οἱ ἐν αὐτῷ χριόμενοι, ὡς καὶ βαπτιζομένου, βαπτιζόμενοι. εἰ δὲ διὰ τὸ προσκεῖσθαι ἐν τῷ ψαλμῷ “διὰ τοῦτο “ἔχρισέ σε ὁ Θεὸς,” ἐκ τῆς διὰ τοῦτο λέξεως πρόφασιν ἑαυτοῖς πάλιν εἰς ἃ βούλονται πορίζονται, γνώτωσαν οἱ τῶν γραφῶν ἀμαθεῖς καὶ τῆς ἀσεβείας ἐφευρεταὶ, ὅτι καὶ ἐνταῦθα τὸ “διὰ τοῦτο,” οὐ μισθὸν ἀρετῆς ἢ πράξεως σημαίνει τοῦ Λόγου, ἀλλὰ τὸ αἴτιον τῆς εἰς ἡμᾶς αὐτοῦ καθόδου, καὶ τῆς ὑπὲρ ἡμῶν εἰς αὐτὸν γινομένης τοῦ Πνεύματος χρίσεως. οὐ γὰρ εἶπε “διὰ τοῦτο ἔχρισέ σε” ἵνα γένῃ Θεὸς ἣ βασιλεὺς ἣ Υἱός· ἦν γὰρ καὶ πρὸ τούτου καὶ

341
ἔστιν ἀεί· ἀλλὰ μᾶλλον ἐπειδὴ Θεὸς εἶ καὶ βασιλεὺς, διὰ τοῦτο ἐχρίσθης. ἐπεὶ οὐδὲ ἄλλου ἦν συνάψαι τὸν ἄνθρωπον τῷ Πνεύματι τῷ Ἁγίῳ ἣ σοῦ τῆς εἰκόνος τοῦ Πατρὸς, καθ’ ἣν καὶ ἐξ ἀρχῆς γεγόναμεν· σοῦ γάρ ἐστι καὶ τὸ Πνεῦμα. τῶν μὲν γὰρ γενητῶν ἡ φύσις οὐκ ἔστιν ἀξιόπιστος εἰς τοῦτο· Ἀγγέλων μὲν παραβάντων, ἀνθρώπων δὲ παρακουσάντων. διὰ τοῦτο Θεοῦ χρεία ἦν. Θεὸς δέ ἐστιν ὁ Λόγος, ἵνα τοὺς ὑπὸ κατάραν γενομένους αὐτὸς ἐλευθερώσῃ. εἰ μὲν οὖν ἐξ οὐκ ὄντων ἦν, οὐδ’ ἃν αὐτὸς ἦν ὁ Χριστός· εἷς ὣν πάντων, καὶ μέτοχος τυγχάνων καὶ αὐτός. ἐπειδὴ δὲ Θεός ἐστι καὶ Θεοῦ Υἱὸς, βασιλεύς τε ἀίδιος, καὶ χαρακτὴρ τοῦ Πατρὸς, διὰ τοῦτο εἰκότως αὐτός ἐστιν ὁ προσδοκώμενος Κύριος, ὃν ὁ Πατὴρ ἀπέστειλε τοῖς ἀνθρώποις, ἀποκαλύπτων τοῖς ἁγίοις αὐτοῦ προφήταις, ἵνα ὥσπερ δι’ αὐτοῦ γεγόναμεν, οὕτω καὶ ἐν αὐτῷ τῶν πάντων λύτρωσις ἀπὸ τῶν ἁμαρτιῶν γένηται, καὶ τὰ πάντα παρ’ αὐτοῦ βασιλεύηται.

Καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς εἰς αὐτὸν γενομένης χρίσεως καὶ τῆς ἐνσάρκου παρουσίας τοῦ Λόγου· ἣν θεωρῶν ὁ ψαλμῳδὸς, τὴν μὲν θεότητα καὶ τὴν πατρικὴν βασιλείαν αὐτοῦ ὑμνῶν ἀναφωνεῖ, ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα. τὴν δὲ εἰς ἡμᾶς αὐτοῦ κάθοδον ἀπαγγέλλων λέγει, “διὰ τοῦτο ἔχισέ σε ὁ Θεός.” τι δὲ θαυμαστὸν εἰ ὁ τὸ Πνεῦμα διδοὺς Κύριος λέγεται νῦν αὐτὸς τῷ Πνεύματι χρίεσθαι; ὅπου γε χρείας ἀπαιτούσης, οὐ παρῃτήσατο διὰ τὸ ἀνθρώπινον αὐτοῦ εἰπεῖν ἑαυτὸν καὶ ἐλάττονα τοῦ Πνεύμα- τος. τῶν γὰρ Ἰουδαίων λεγόντων ἐν Βεελζεβοὺλ ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια, μετὰ τὸ ἐλέγξαι αὐτοὺς βλασφημοῦντας, ἔφησεν· “εἰ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια.” ἰδοὺ γὰρ ὁ τοῦ Πνεύματος δοτὴρ ἐν Πνεύματι νῦν λέγει ἐκβάλλειν ἑαυτὸν τὰ δαιμόνια. τοῦτο δὲ διὰ τὴν σάρκα εἶπεν, ὡς τῆς ἀνθρώπου φύσεως οὐκ οὔσης ἱκανῆς ἀφ’ ἑαυτῆς ἐκβάλλειν τοὺς δαίμονας, εἰ μὴ δυνάμει τοῦ Πνεύματος. τοῖς μέν τοι μαθηταῖς τὴν μεγαλειότητα ἑαυτοῦ δεικνὺς ἐδίδου τὸ Πνεῦμα, καὶ ἔλεγεν, “ἐγὼ αὐτὸ “ἀποστέλλω, κἀκεῖνος ἐμὲ δοξάσει.” ὡς οὖν τοῦ Πνεύματος δοτὴρ ὣν οὐ παραιτεῖται εἰπεῖν ἐν Πνεύματι ἐκβάλλειν τὰ δαιμόνια, ὡς ἄνθρωπος, οὕτως φησὶ, “Πνεῦμα κυρίου ἐπ’ ἐμὲ,” διὰ τὸ γεγενῆσθαι σάρκα αὐτὸν, ἵνα δείξῃ ὅτι κατ’ ἀμφότερα ἡμεῖς

342
ἐσμὲν οἱ ἐν τῷ ἁγιάζεσθαι δεόμενοι τῆς τοῦ Πνεύματος χάριτος, καὶ μὴ δυνάμενοι δαίμονας ἐκβάλλειν ἄνευ τῆς τοῦ Πνεύματος δυνάμεως. διὰ τίνος δὲ καὶ παρὰ τινὸς ἔδει τὸ Πνεῦμα δίδοσθαι, ἣ διὰ τοῦ Τἰοῦ, οὑ καὶ τὸ Πνεῦμά ἐστι; πότε δὲ λαμβάνειν ἡμεῖς ἐδυνάμεθα, εἰ μὴ ὅτε ὁ Λόγος γέγονεν ἄνθρωπος; καὶ ὥσπερ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον δείκνυσιν ὅτι οὐκ ἃν ἐλυτρώθημεν, εἰ μὴ ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων ἔλαβε δούλου μορφὴν, οὕτως καὶ ὁ Δαβὶδ δείκνυσιν ὅτι οὐκ ἂν ἄλλως μετέσχομεν τοῦ Πνεύματος καὶ ἥγ’ ἡγιάσθημεν, εἰ μὴ ὁ τοῦ Πνεύματος δοτὴρ, αὐτὸς ὁ Λόγος, ἔλεγεν ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ Πνεύματι χρίεσθαι. καὶ βεβαίως ἐλάβομεν αὐτοῦ χριομένου σαρκί· τῆς γὰρ ἐν αὐτῷ σαρκὸς πρώτης ἁγιασθείσης, καὶ αὐτοῦ λεγομένου δι’ αὐτὴν εἰληφέναι, ὡς ἄνθρωποι ἡμεῖς ἐπακολουθοῦσαν ἔχομεν τὴν τοῦ Πνεύματος χάριν, ἐκ τοῦ πληρώματος αὐτοῦ λαμβάνοντες.

Τὸ δὲ “ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν,” πρόκειται ἐν τῷ ψαλμῷ, οὐχ ὡς ὑμεῖς νοεῖτε, τρεπτὴν δεικνύον τοῦ Λόγου τὴν φύσιν, ἀλλ’ ὁ τὸν Πατέρα νοήσας, αὐτόν τε ἐφ’ ἑαυτοῦ ἐνόησε, καὶ τὸν Υἱὸν τῇ διανοίᾳ συμπαρεδέξατο. ὁ δὲ τοῦτο λαβὼν, τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐκ ἀπεμέρισεν, ἀλλ’ ἀκολούθως μὲν κατὰ τὴν τάξιν, συνημμένως δὲ κατὰ τὴν φύσιν, τῶν τριῶν κατὰ ταὐτὸν συγκεκραμμενην ἐν ἑαυτῷ τὴν πίστιν ἀνετυπώσατο· καὶ ο τὸ Πνεῦμα μόνον εἰπὼν, συμπεριέλαβε τῇ ὁμολογίᾳ ταύτῃ καὶ τὸν οὗ ἐστι τὸ Πνεῦμα. καὶ ἐπειδὴ τοῦ Χριστοῦ ἐστὶ τὸ Πνεῦμα καὶ ἐκ τοῦ Θεοῦ, καθώς φησι ὁ Παῦλος, ὥσπερ ἐξ ἁλύσεως, ὁ τοῦ ἑνὸς ἄκρου ἁψάμενος καὶ τὸ ἕτερον ἄκρον συνεπεσπάσατο· οὕτως ὁ τὸ Πνεῦμα ἑλκύσας, καθώς φησιν ὁ προφήτης, δι’ αὐτοῦ καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα συνεφειλκύσατο. καὶ εἰ τὸν Υἱὸν ἀληθινῶς τίς λάβοι, ἕξει αὐτὸν ἑκατέρωθεν· πῆ μὲν τὸν ἑαυτοῦ Πατέρα, πῆ δὲ τὸ ἴδιον Πνεῦμα συνεπαγόμενον· οὔτε γὰρ τοῦ Πατρὸς ὁ ἀεὶ ὢν ἐν τῷ Πατρὶ ὑποτμηθῆναι δυνήσεται, οὔτε τοῦ Πνεύματος ποτὲ διαζευχθήσεται τοῦ ἰδίου, ὁ πάντα ἐν αὐτῷ ἐνεργῶν. ὡσαύτως δὲ καὶ ὁ τὸν Πατέρα δεξάμενος, καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα συμπαρεδέξατο τῇ δυνάμει.

Οὐ γάρ ἐστιν ἐπινοῆσαι τομὴν ἢ διαίρεσιν κατ’ οὐδένα τρόπον, ὡς ἣ Υἱὸν χωρὶς Πατρὸς νοηθῆναι, ἣ τὸ Πνεῦμα τοῦ Υἱοῦ δια-

343
ζευχθῆναι. ἀλλά τις ἄρρητος καὶ ἀκατανόητος ἐν τούτοις καταλαμβάνεται καὶ ἡ κοινωνία, καὶ ἡ διάκρισις· οὔτε τῆς τῶν ὑποστάσεων διαφορᾶς τὸ τῆς φύσεως συνεχὲς διασπώσης, οὔτε τῆς κατὰ τὴν οὐσίαν κοινότητος τὸ ἰδιάζον τῶν γνωρισμάτων ἀναχεούσης. μὴ θαυμάσῃς δὲ εἰ τὸ αὐτὸ καὶ συνημμένον καὶ διακεκριμμένον εἶναι φαμὲν, καί τινα ἐπινοοῦμεν ὥσπερ ἐν αἰνίγματι καινὴν καὶ παράδοξον διάκρισίν τε συνημμένην καὶ διακεκριμένην συνάφειαν. εἰ γὰρ μή τις ἐριστικῶς καὶ πρὸς ἐπήρειαν ἀκούοι τοῦ λόγου, καὶ ἐν τοῖς αἰσθητοῖς δυνατόν ἐστι τὸ τοιοῦτον εὑρεῖν. καί μου δέξασθε τὸν λόγον ὡς ὑπόδειγμα καὶ σκιὰν ἀληθείας, οὐχ ὡς αὐτὴν τὴν τῶν πραγμάτων ἀλήθειαν. οὐ γὰρ δυνατόν ἐστι διὰ πάντων ἐφαρμοσθῆναι τὸ ἐν τοῖς ὑποδείγμασι θεωρούμενον, τοῖς πρὸς ἃ ἡ τῶν ὑποδειγμάτων χρεία παραλαμβάνεται.

Πόθε, οὖν φαμεν τὸ διακεκριμένον ἅμα καὶ συμφυὲς ἐκ τῶν κατὰ τὴν αἴσθησιν ἡμῖν προφαινομένων ἀναλογίζεσθαι; ἤδη ποτὲ τοῦ ἐν τῆ νεφέλῃ τόξου τὴν λαμπηδόνα κατὰ τὸ ἔαρ τεθέασαι· ἐκεῖνο λέγω τὸ τόξον, ὅπερ ὁ κοινὸς λόγος Ἴριν εἴωθεν ὀνομάζειν, ὁ φασιν οἱ περὶ ταῦτα δεινοὶ τότε συνίστασθαι, ὅταν ἀνακεκραμμένη τίς ᾖ πρὸς τὸν ἀέρα νοτὶς, τῆς τῶν πνευμάτων βίας τὸ ἐν τοῖς ἀτμοῖς ὑγρὸν παχὺ καὶ νεφῶδες ἤδη γενόμενον, εἰς ὑετὸν ἀποθλιβούσης. συνίστασθαι δὲ λέγουσιν οὕτως. ἐπειδὰν ἡ τοῦ ἡλίου ἀκτὶς κατὰ τὸ πλάγιον ὑποδραμοῦσα, τὸ πυκνόν τε καὶ συνηρεφὲς τῆς πυκνώσεως, εἶτα κατὰ τὸ εὐθὺ νέφει τινὶ τὸν ἴδιον κύκλον ἐναπερίσηται, (sic) οἷόν τις καμπὴ καὶ ἐπάνοδος τοῦ φωτὸς πρὸς ἑαυτὸ γίνεται, τῆς αὐγῆς πρὸς τί ἔμπαλιν ἄπο του ὑγροῦ τε καὶ στίλβοντος ἀναλυούσης. ἐπειδὴ γὰρ φύσις ἐστὶ ταῖς φλογώδεσι μαρμαρυγαῖς, εἴ τινι λείῳ προσπέσοιεν, πρὸς ἑαυτὰς πάλιν ἐπανακλᾶσθαι· κυκλοτερὲς δὲ τοῦτο τὸ σχῆμα διὰ τῆς ἀκτῖνος ἐν τῷ ὑγρῷ τε καὶ λείῳ τοῦ ἀέρος γινόμενον· ἐξ ἀνάγκης κατὰ τὸ σχῆμα τοῦ ἡλιακοῦ κύκλου καὶ ὁ παρακείμενος τῷ νέφει ἀὴρ, διὰ τῆς ἀποστιλβούσης αὐγῆς περιγράφεται. αὕτη τοίνυν ἡ αὐγὴ, καὶ συνεχής ἐστι πρὸς ἑαυτὴν, καὶ διήρηται· πολύχρωμος γάρ τις οὖσα καὶ πολυειδὴς, ἀφανῶς τοῖς ποικίλοις ἄνθεσι τῆς βαφῆς πρὸς ἑαυτὴν κατακιρνᾶται, τῶν ἑτεροχροούντων τὴν πρὸς ἄλληλα συμβολὴν ἐκ τῶν ὄψεων ἡμῶν κατὰ τὸ λεληθὸς ὑποκλέπτουσα· ὡς μὴ

344
ἃν ἐπιγνωσθῆναι τοῦ γλαυκοῦ πρὸς τὸ πυραυγὲς τὸν διὰ μέσου τόπον, τὸν μιγνύοντα δι’ αὐτοῦ καὶ χωρίζοντα τὴν τῶν χροῶν ἑτεροτητα, η του πυραυγοῦς πρὸς τὸ πορφύρεον, η ἐκείνου πρὸς τὸ ἠλέκτρινον. πάντων γὰρ αἱ αὐγαὶ κατ’ αὐτὸν ὁρώμεναι, καὶ τηλανγεῖς εἰσὶ, καὶ τῆς πρὸς ἀλλήλους συναφείας τὰ σημεῖα κλέπτουσαι, τοὺς ἐλέγχους ἐκφεύγουσιν· ὡς ἀμήχανον ἐξευρεῖν μέχρι τίνος ἕστηκε τὸ πυρῶδες ἣ τὸ σμαραγδίζον τῆς αἴγλης, καὶ ἀπὸ τίνος ἄρχεται μηκέτι τοιοῦτον εἶναι, οἷον ἐν τῷ τηλαυγεῖ καθορᾶται.

Ὠσπερ τοίνυν ἐν τῷ ὑποδείγματι καὶ τὰς τῶν χρωμάτων διαφορὰς φανερῶς διαγινώσκομεν, καὶ διάστασιν ἑτέρου πρὸς τὸ ἕτερον οὐκ ἔστι τῇ αἰσθήσει καταλαβεῖν, οὕτω μοι λόγισαι δυνατὸν εἶναι καὶ περὶ τῶν θείων δογμάτων ἀναλογίσασθαι· τὰς μὲν τῶν ὑποστάσεων ἰδιότητας ὧσπέρ τι ἄνθος τῶν κατὰ τὴν ἶριν φαινομένων ἐπαστράπτειν ἑκάστῳ, τῶν ἐν τῇ Ἀγία τριάδι πιστευομένων· τῆς δὲ κατὰ τὴν φύσιν ἰδιότητος μηδὲ μίαν ἑτέρου τὸ ἕτερον ἐπινοεῖσθαι διαφορὰν, ἀλλ’ ἐν τῇ κοινότητι τῆς οὐσίας τὰς γνωστικὰς ἰδιότητας ἐπιλάμπειν ἑκάστῳ. καὶ γὰρ κᾀκεῖ ἐν τῷ ὑποδείγματι ἡ ἀπαυγάζουσα τὴν πολύχρωμον ἐκείνην αὐγὴν, μία οὐσία ἦν, ἡ διὰ τῆς ἡλιακῆς ἀκτῖνος ἀνακλωμένη, τὸ δὲ ἄνθος τοῦ φαινομένου πολυειδές· παιδεύοντος ἡμᾶς τοῦ λόγου καὶ διὰ τῆς κτίσεως μὴ κενοπαθεῖν τοῖς περὶ τοῦ δόγματος λόγοις, ὅταν εἰς τὸ δυσθεώρητον ἐμπεσόντες, πρὸς τὴν τῶν λεγομένων συγκατάθεσιν ἰλιγγιάσωμεν. ὥσπερ γὰρ ἐπὶ τῶν τοῖς ὀφθαλμοῖς φαινομένων, κρείττων ἐφάνη τοῦ λόγου τῆς αἰτίας ἡ πεῖρα, οὕτω καὶ τῶν ὑπεραναβεβηκότων δογμάτων κρείττων ἐστὶ τῆς διὰ λογισμῶν καταλήψεως ἡ πίστις, καὶ τὸ κεχωρισμένον ἐν ὑποστάσει, καὶ τὸ συνημμένον ἐν τῇ οὐσίᾳ διδάσκουσα. ἐπεὶ οὖν τὸ μὲν κοινὸν ἐν τῇ Ἀγία τριάδι, τὸ δὲ ἰδιάζον, ὁ λόγος ἐθεώρησεν, ὁ μὲν τῆς κοινότητος λόγος, εἰς τὴν οὐσίαν ἀνάγεται. ἡ δὲ ὑπόστασις τὸ ἰδιάζον ἑκάστου σημεῖον ἐστίν.

Ἀλλ᾿ ἴσως οἴεταί τις μὴ σημαίνειν τὸν ἀποδοθέντα περὶ τῆς ὑποστάσεως λόγον τῇ διανοίᾳ τῆς τοῦ Ἀποστόλου γραφῆς, ἐν οἷς φησι περὶ τοῦ Κυρίου, “ὅτι ἀπαύγασμα τῆς δόξης αὐτοῦ καὶ χαρα- “κτὴρ τῆς ὑποστάσεως.” εἰ γὰρ ὑπόστασιν ἀποδεδώκαμεν εἶναι τὴν συνδρομὴν τῶν περὶ ἕκαστον ἰδιωμάτων, ὁμολογεῖται δὲ ὥσπερ ἐπὶ

345
τοῦ Πατρὸς αὐτοῦ, ὅτι τὸ ἰδιαζόντως ἐπιθεωρούμενον, δι’ οὗ μόνος ἐπιγινώσκεται, κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τοῦ μονογενοῦς τὸ ἶσον πιστεύεται, πῶς ἐνταῦθα τὸ τῆς ὑποστάσεως ὄνομα τῷ Πατρὶ μόνῳ προσμαρτυρεῖ ἡ γραφὴ, τὸν δὲ υἱὸν, μορφὴν λέγει τῆς ὑποστάσεως, οὐκ ἐν ἰδίοις, ἀλλ’ ἐν τοῖς τοῦ Πατρὸς γνωρίσμασι χαρακτηριζόμενον; εἰ γὰρ ἡ ὑπόστασις τῆς ἑκάστου ὑπάρξεως σημεῖον ἐστὶ, τοῦ δὲ Πατρὸς ἴδιον τὸ ἀγεννήτως αὐτῷ ὁμολογεῖται, μεμόρφωται δὲ ὁ Υἱὸς τοῖς τοῦ Πατρὸς ἰδιώμασιν, ἄρα οὐκ ἔτι διαμένει τῷ Πατρὶ κατ’ ἐξαίρετον ἐπ’ αὐτοῦ μόνου τὸ ἀγέννητον λέγεσθαι, εἴπερ τῷ ἰδιάζοντι τοῦ Πατρὸς καὶ ἡ τοῦ μονογενοῦς χαρακτηρίζεται ὕπαρξις.

Ἄλλ ἡμεῖς τοῦτο φαμὲν, ὅτι ἕτερον πληροῖ σκοπὸν ἐνταῦθα τῷ Ἀποστόλῳ ὁ λόγος, πρὸς ὃν βλέπων ταύταις ἐχρήσατο ταῖς φωναῖς, δόξης ἀπαύγασμα λέγων καὶ χαρακτῆρα τῆς ὑποστάσεως· ὅν περ ὁ ἀκριβῶς νοήσας, οὐδὲν εὑρήσει τοῖς παρ’ ἡμῶν εἰρημένοις μαχόμενον, ἀλλ’ ἔπι τινος ἰδιαζούσης ἐννοίας τὸν λόγον διεξαγόμενον. οὐ γὰρ ὅπως διακριθεῖεν ἀπ’ ἀλλήλων αἱ ὑποστάσεις διὰ τῶν ἐπιφαινομένων σημείων ὁ ἀποστολικὸς πραγματεύεται λόγος, ἀλλ’ ὅπως τὸ γνήσιόν τε καὶ ἀδιάστατον καὶ συνημμένον τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα σχέσεως νοηθείη. ὡς γὰρ οὐκ εἶπεν, ὃς ὣν δόξα τοῦ Πατρὸς, καὶ τοιγε τὸ ἀληθὲς οὕτως ἔχει, ἀλλὰ τοῦτο παραλιπὼν ὡς ὁμολογούμενον, τὸ μὴ ἄλλο τι δόξης εἶδος ἐπὶ τοῦ Πατρὸς καὶ ἕτερον ἐπὶ τοῦ Υἱοῦ νοεῖν διδάσκων, αὐτῆς τῆς τοῦ Πατρὸς δόξης ἀπαύγασμα τὴν τοῦ μονογενοῦς διορίζεται δόξαν, τῷ ἀδιαστάτως συνεπινοεῖσθαι τῷ Πατρὶ τὸν Υἱὸν κατασκευάζων ἐκ τοῦ κατὰ τὸ φῶς ὑποδείγματος· ὡς γὰρ ἐκ τῆς φλογὸς μὲν ἡ αὐγὴ, οὐ μὴν ἑτέρα μετὰ τὴν φλόγα ἐστὶν ἡ αὐγὴ, ἀλλ’ ὁμοῦ τε ἡ φλὸξ ἀνέλαμψε, καὶ συναπηυγάσθη τὸ φῶς, οὕτω βούλεται καὶ ἐκ τοῦ Πατρὸς μὲν τὸν Υἱὸν νοεῖσθαι, οὐ μὴν παρατάσει τινὶ διαστηματικῇ τῆς τοῦ Πατρὸς ὑπάρξεως τὸν μονογενῆ διορίζεσθαι, ἀλλ’ ἀεὶ τῷ αἰτίῳ τὸ ἐξ αὐτοῦ συναπολαμβάνειν.

Κατὰ τὸν αὐτὸν οὖν τρόπον ὥσπερ ἐφερμηνεύων τὸν προαποδο- θέντα νοῦν, καὶ ὑποστάσεως χαρακτῆρα φησὶν, τοῖς σωματικοῖς

346
ἡμᾶς ὑποδείγμασι πρὸς τὴν τῶν ἀοράτων χειραγωγῶν κατανόησιν. ὡς γὰρ τὸ σῶμα πάντως ἐστὶν ἐν σχήματι, ἀλλ’ ἕτερος μὲν ὁ τοῦ σχήματος, ἕτερος δὲ ὁ τοῦ σώματος λόγος, καὶ οὐκ ἄν τις ἀποδιδοὺς τὸν ἑκατέρου τούτων ὁρισμὸν συνενεχθείη τῷ περὶ τοῦ ἑτέρου. πλὴν ἀλλὰ κἂν λόγῳ διακρίνῃς τὸ σχῆμα τοῦ σώματος, ἡ φύσις οὐ παραδέχεται τὴν διάκρισιν, ἀλλὰ συνημμένως νοεῖται μετὰ τοῦ ἑτέρου τὸ ἕτερον· οὕτως οἴεται δεῖν ὁ Ἀπόστολος, κἂν ὁ τῆς πίστεως λόγος ἀσύγχυτον καὶ διηρημένην τὴν τῶν ὐποστάσεων διδάσκει διαφορὰν, ἀλλὰ καὶ τὸ προσεχὲς καὶ οἱονεὶ συμ- φυὲς τοῦ μονογενοῦς πρὸς τὸν Πατέρα διὰ τῶν εἰρημένων παρίστησιν, οὐχ ὡς οὐκ ὄντος ἐν ὑποστάσει καὶ τοῦ μονογενοῦς, ἀλλ’ ὡς οὐ παραδεχομένου μεσότητα τινὰ τῆς ἑαυτοῦ πρὸς τὸν Πατέρα ἑνώσεως· ὥστε τὸν τῷ χαρακτῆρι τοῦ μονογενοῦς διὰ τῶν τῆς ψυχῆς ὀμμάτων ἐνατενήσαντα, καὶ τῆς τοῦ Πατρὸς ὑποστάσεως ἐν περινοίᾳ γενέσθαι οὐκ ἐπαλλασσομένης, οὐδὲ συνεπιμιγνυμένης τῆς ἐπιθεωρουμένης αὐτοῖς ἰδιότητος, ὡς ἢ τῷ Πατρὶ τὴν γέννησιν, ἢ τῷ Υἱῷ τὴν ἀγεννησίαν ἐπιμορφάζειν· ἀλλ’ ὡς οὐκ ἐνδεχόμενον τὸ ἕτερον τοῦ ἑτέρου διαζεύξαντα, ἐφ’ ἑαυτοῦ μόνον καταλαβεῖν τὸ λειπόμενον. οὐ γάρ ἐστι δυνατὸν Υἱὸν ὀνομάσαντα, μὴ καὶ Πατρὸς ἐν περινοίᾳ γενέσθαι. σχετικῶς τῆς προσηγορίας ταύτης καὶ τὸν Πατέρα συμφαινούσης.

Ἐπειδὴ τοίνυν ὁ ἑωρακὼς τὸν Υἱὸν ὁρᾶ τὸν Πατέρα, καθώς φησιν ἐν εὐαγγελίοις ὁ Κύριος, διὰ τοῦτο χαρακτῆρα φησὶ τὸν μονογενῆ τῆς τοῦ Πατρὸς ὑποστάσεως. καὶ ὡς ἃν μᾶλλον ἐπιγνωσθείη τὸ ὄνομα, καὶ ἄλλας συμπαραληψόμεθα τοῦ Ἀποστόλου φωνὰς, ἐν αἷς εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου καὶ τῆς ἀγαθότητος αὐτοῦ πάλιν εἰκόνα φησίν· οὐχὶ τῷ διαφέρειν τοῦ ἀρχετύπου τὴν εἰκόνα, κατὰ τὸν τῆς ἀορασίας καὶ ἀγαθότητος λόγον, ἀλλ’ ἵνα δειχθῇ ὅτι ταὐτὸν τῳ πρωτοτύπῳ ἐστι, κὰν ἕτερον ἢν· οὐ γὰρ ἀν’ ο τῆς εἰκόνος διασωθείη λόγος, εἰ μὴ διὰ πάντων τὸ ἐναργὲς ἔχοι καὶ ἀπαράλλακτον. οὐκοῦν ὁ τὸ τῆς εἰκόνος κατανοήσας κάλλος, ἐν περινοίᾳ τοῦ ἀρχετύπου γίνεται· καὶ ὁ τοῦ Υἱοῦ τὴν οἱονεὶ μορφὴν τῇ διανοίᾳ λαβὼν, τῆς πατρικῆς ὑποστάσεως τὸν χαρακτῆρα ἐνετυπώσατο, βλέπων διὰ τούτου ἐκεῖνον, οὐ τὴν ἀγεννησίαν τοῦ

347
Πατρὸς ἐν τῷ ἀπεικονίσματι βλέπων· ἦ γὰρ ἃν διόλου ταὐτὸν ἦν καὶ οὐχ ἕτερον, ἀλλὰ τὸ ἀγέννητον κάλλος ἐν τῷ γεννητῷ κατοπτευσας· ὡσπερ ὁ ἐν τῷ καθαρῷ κατόπτρῳ τὴν γενομένην τῆς μορφῆς ἔμφασιν κατανοήσας, ἐναργῆ τοῦ ἀπεικονισθέντος προσώπου τὴν γνῶσιν ἔσχεν. οὕτως ὁ τὸν Υἱὸν ἐπιγνοὺς τὸν χαρακτῆρα τῆς πατρικῆς ὑποστάσεως διὰ τῆς τοῦ Υἱοῦ γνώσεως ἐν τῇ καρδίᾳ ἐδέξατο. πάντα γὰρ τὰ τοῦ Πατρὸς ἐν τῷ Υἱῷ καθορᾶται, καὶ πάντα τὰ τοῦ Υἱοῦ τοῦ Πατρός ἐστιν. ἐπειδὴ καὶ ὅλος ὁ Υἱὸς ἐν τῷ Πατρὶ μένει, καὶ ὅλον ἔχει πάλιν ἐν ἑαυτῷ τὸν Πατέοα. ὥστε ἡ τοῦ Υἱοῦ ὑπόστασις ἐν τῇ τοῦ Υἱοῦ μορφῇ ἐπιγινώσκεται· μενούσης τῆς ἐπιθεωρουμένης αὐτοῖς ἰδιότητος εἰς διάκρισιν ἐναργῆ τῶν ὑποστάσεων.

Γρηγορίου Νύσσησ. καὶ γε τὸ ἀπαράλλακτον τῆς φύσεως ὁμολογήσαντες, τὴν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν διαφορὰν οὐκ ἀρνούμεθα. εἰπόντες γὰρ αἴτιον καὶ αἰτιατὸν, ἐδείξαμεν τὸ μήτε τὸν Υἱὸν ἀγέννητον εἶναι, μήτε τὸν Πατέρα γεννητόν. ὥσπερ δὲ καὶ τὸ ἐκ τοῦ λύχνου φῶς καὶ ἐκ τῆς φύσεως ἐστὶ τοῦ ἀπαυγάζοντος, καὶ μετ’ ἐκείνου ἐστίν. ὁμοῦ τε γὰρ ἐξεφάνει ὁ λύχνος, καὶ τὸ φῶς τὸ ἐξ αὐτοῦ συνεξέλαμψεν· οὕτως ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ οὐδέποτε χωρίζεται τοῦ Υἱοῦ ὁ Πατήρ. οὐκ ἐγχωρεῖ γὰρ ἀλαμπῆ αὐτοῦ τὴν θεότητα.

Ἰσιδώρου. Οὐδὲ πρεσβυτέρα ἡ ὕπαρξις τοῦ Πατρὸς τῆς τοῦ Υἱοῦ· διὸ καὶ Παῦλον ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα τῆς πατρικῆς ὑποστάσεως τὸν Υἱὸν αὐτοῦ ὡρίσατο. διὰ μὲν τοῦ πρώτου, τὸ συναΐδιον, διὰ δὲ τοῦ δευτέρου παραδείγματος, τὸ ἐνυπόστατον μηνύων.

Χρυσοστόμου ἐκ τοῦ κατὰ Ἰωάννην. Τὸ γὰρ ἀπαύγασμα συνεπινοεῖται τῇ φύσει ἧς ἐστιν ἀπαύγασμα. διὰ τοῦτο καὶ Παῦλος οὕτως αὐτὸν ἐκάλεσεν, ἵνα μηδὲν μέσου ὑποπτεύσῃς Πατρὸς καὶ Υἱοῦ. ἐπήγαγε δὲ ὅτι “καὶ χαρακτήρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ,” ἵνα τὴν ἰδίαν ὑπόστασιν δηλώση, καὶ τῆς ἀύτης οὐσίας ὄντα αὐτὸν, ἧς ἐστι καὶ χαρακτήρ. καὶ ὥσπερ οὐκ ἔστιν ἐν μέσῳ κύκλου καὶ τῆς ἀκτῖνος διαίρεσιν εὑρέσθαι, διὰ τὸ ἀπαθὲς καὶ ἀσώματον, ἁπλοῦν τε καὶ ἀμερὲς, ἀλλ’ ἡ μὲν ἀκτὶς συνῆπται τῷ κύκλῳ, τοὔμπαλιν δὲ ὁ κύκλος, οἶόν

348
τις ὀφθαλμὸς ποταμηδὸν ἐπιχεῖ τῷ παντὶ τὰς ἀκτῖνας, οὕτως οἱονεὶ τινες τοῦ Πατρὸς ἀκτῖνες ἐφ’ ἡμᾶς ἀπεστάλησαν, ὅ τε φεγγώδης Ἰησοῦς, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. καὶ ὥσπερ αἱ τοῦ φωτὸς ἀκτῖνες ἀμέριστον ἔχουσαι κατὰ φύσιν τὴν πρὸς ἄλληλα σχέσιν, οὔτε τοῦ φωτὸς χωρίζονται, οὔτε ἀλλήλων ἀποτέμνονται, καὶ μέχρις ἡμῶν τὴν χάριν τοῦ φωτὸς ἀποστέλλουσι, τὸν αὐτὸν τρόπον καὶ ὁ Σωτῆρ’ ὁ ἡμέτερος καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, ἡ δίδυμος τοῦ Πνεύματος ἀκτὶς, καὶ μέχρις ἡμῶν διακονεῖται τῆς ἀληθείας τὸ φῶς καὶ τῷ Πατρὶ συνήνωται. ὃν τρόπον δὲ καὶ ἐπί τινος ὑδάτων πηγῆς συμβαίνει ῥεῖθρόν τι ἀκατάσχετον εἰς ποταμοὺς δύο τῷ ῥεύματι τέμνεσθαι, μίαν ἐξ ἑνὸς ὀφθαλμοῦ τῆς πηγῆς τὴν ῥοὴν ἐξ ἀρχῆς ἐσχηκὸς, βλαβὲν δὲ ὅμως οὐδὲν εἰς τὴν οὐσίαν ἐκ τῆς διαιρέσεως· τῇ μὲν γὰρ τῶν ποταμῶν θέσει τὸ ῥεῖθρον διήρηται, τὴν δὲ τοῦ χυμοῦ ποιότητα μίαν καὶ τὴν αὐτὴν κέκτηται· παραπλησίως καὶ ὁ Θεὸς καὶ Πατὴρ, δίρρυτόν τινα τοῦ τε Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος τὴν νοητὴν εἰς ἡμᾶς ἀποστείλας χάριν, οὔτ’ αὐτός τι πέπονθεν εἰς τὴν οὐσίαν βλαβείς· οὐ γὰρ μείωσιν ὑπέστη τινὰ διὰ τὴν εἰς ἡμᾶς ἐκείνων ἄφιξιν, καὶ μέχρις ἡμῶν προσεχώρησαν, καὶ τοῦ Πατρὸς οὐδὲν ἧττον ἀχώριστοι καθεστήκασιν. ἀμερὴς γὰρ ἡ τῶν νοητῶν καὶ κρειττόνων φύσις. καὶ ταῦτά γε τίθημι τὰ ὑποδείγματα, οὐκ ἀγνοῶν ὅτι μηδεμία εἰκὼν φθάνει πρὸς τὴν ἀλήθειαν.

Ἐκ τοῦ περὶ Πνεύματοσ. Ὡς ἔγωγε πολλὰ διασκεψάμενος πρὸς ἐμαυτὸν τῇ φιλοπραγμοσύνῃ τοῦ νοῦ, καὶ πανταχόθεν τὸν λόγον εὐθύνας, καὶ ζητῶν εἰκόνα τινὰ τοῦ τοσούτου πράγματος, οὐκ ἔσχον ᾧ τινι χρὴ τῶν κάτω τὴν θείαν φύσιν παραβαλεῖν. κἂν γὰρ μικρά τις ὁμοίωσις εὑρεθῇ, φεύγει τὸ πλεῖον ἀφέν με κάτω μετὰ τοῦ ὑποδείγματος. ὀφθαλμόν τινα καὶ πηγὴν καὶ ποταμὸν ἐνόησα, καὶ γὰρ ἄλλοι, μὴ τῷ μὲν ὁ Πατὴρ, τῇ δὲ ὁ Υἱὸς, τῷ δὲ τὸ Πνεῦμα τὸ Ἅγιον ἀναλόγως ἔχῃ. ταῦτα γὰρ οὔτε χρόνῳ διέστηκεν, οὔτε ἀλλήλων ἀπέρρηκται τῇ συνεχείᾳ· καὶ δοκεῖ πώς τρισὶν ἰδιότησι τέμνεσθαι. ἀλλ’ ἔδεισα πρῶτον μὲν ῥύσιν τινὰ θεότητος παραδέξασθαι, στάσιν οὐκ ἔχουσαν· δεύτερον δὲ μὴ τὸ ἐν τῷ ἀριθμῷ διὰ τῆς εἰκασίας ταύτης εἰσάγηται. ὀφθαλμὸς γὰρ καὶ πηγὴ καὶ ποταμὸς ἕν ἐστι τῷ ἀριθμῷ διαφόρως σχηματιζό-

349
μένα. πάλιν ἥλιον ἐνεθυμήθην καὶ ἀκτῖνα καὶ φῶς, ἀλλὰ κ’ ταῦθα δέος πρῶτον μὲν μὴ σύνθεσίς τις ἐπινοῆται τῆς ἀσυνθέτου φύσεως, ὥσπερ ἡλίου καὶ τῶν ἐν ἡλίῳ· δεύτερον δὲ, μὴ τὸν Πα- τέρα μὲν οὐσιώσωμεν, τἄλλα δὲ οὐχ ὑποστήσωμεν, ἀλλὰ δυνάμεις Θεοῦ ποιήσωμεν ἐνυπαρχούσας οὐχ ὑφεστώσας. οὔτε γὰρ ἀκτὶς οὔτε φῶς ἄλλος ἥλιος, ἀλλ’ ἡλιακαὶ τινες ἀπόρροιαι καὶ ποιότη- τε; οὐσιώδεις. καὶ ἅμα τὸ αὐτῷ καὶ μὴ αὐτῷ τῷ Θεῷ δῶμεν ἐν τούτοις, ὅσον ἐκ τοῦ ὑποδείγματος, ὃ καὶ τῶν φημένων ἀτοπώτε- ρον. ἤκουσα ’δε τινος καὶ τοιοῦτον ὑπογράφοντος λόγον, μαρμαρυ- γήν τινα ἡλιακὴν τοίχῳ προσαστράπτουσαν, καὶ περιτρέπουσαν ἐξ ὑδάτων κινήσεως, ἣν ἀκτὶς ὑπολαβοῦσα διὰ τοῦ ἐν μέσῳ ἀέρος, εἶτα χεθει-σα τῷ ἀντιτύπῳ, παλμὸς ἐγένετο καὶ παράδοξος· ᾄττει γὰρ πολλαῖς καὶ πυκναῖς ταῖς κινήσεσιν, οὐχ ἓν οὖσα μᾶλλον ἣ πολλὰ, οὐδὲ πολλὰ μᾶλλον ἣ ἓν, τῷ τάχει τοῖς συνόλου καὶ τῆς διαστάσεως πρὶν ὄψει κρατηθῆναι διαδιδράσκουσα. ἀλλ’ οὐδὲ τοῦτο πείθεσθαι δύνατον ἐμοὶ δι’ ἐν μὲν, ὅτι ἔκει μὲν τὸ κίνησαν καὶ πάνυ δῆλον· Θεοῦ δὲ οὐδὲν πρεσβύτερον, ἵν ἦ τὸ τοῦτον κεκινηκός. αὐτὸς μὲν γὰρ πάντων αἰτία, αἰτίαν δὲ πρεσβυτέραν οὐκ ἔχει· δεύτερον δὲ, ὅτι κἀνταῦθα τῶν αὐτῶν ὑπόνοια, συνθέσεως, χύσεως ἀστάτου, καὶ οὐ παγίας φύσεως, ὧν οὐδὲν ἐννοητέον περὶ θεότητος. καὶ ὅλως οὐδὲν ἐστιν ο μοι τὴν διάνοιαν ἵστησιν, ἔπι τῶν υδ καὶ ὅλως οὐδὲν ἐστιν ο μοι τὴν διάνοιαν ἵστησιν, ἔπι τῶν ὑδάτων θεωροῦντι τὸ φανταζόμενον· πλὴν εἴ τις ἕν τι λαβὼν τῆς εἰκόνος, ὑπ’ εὐγνωμοσύνης τὰ λοιπὰ ῥίψειε. τέλος οὖν ἔδοξέ μοι κράτι- ’στὸν αὐτῷ τὰς μὲν εἰκόνας χαίρειν ἐᾶσαι, καὶ τὰς σκηνὰς, ὡς ἁπατηλὰς καὶ τῆς ἀληθείας πλεῖστον ἀποδεούσας· αὐτὸν δὲ τῆς εὐσεβεστέρας ἐννοίας ἐχόμενον, ἐπ’ ὀλίγων ῥημάτων ἱστάμενον, ὁδηγῷ τῷ Πνεύματι χρώμενον ἣν ἐντεῦθεν συνόμιλον τὸν αἰῶνα τοῦτον διαπορεύεσθαι τέμνοντα.

Χρυσοστόμου. Καὶ πιστεύων ὅτι ὁ μονογενὴς, ἄναρχος μέν ἐστι, γεγεννημένος δὲ ἐκ τοῦ Πατρός· ἀπαύγασμα γάρ ἐστι, δὲ ἀπαύγασμα συνεπινοεῖται τῇ φύσει, ἧς ἐστιν ἀπαύγασμα. διὰ γὰρ τοῦτο αὐτὸν καὶ ὁ Παῦλος οὕτω; ἐκάλεσε, καὶ τὸ ἐξ αὐτοῦ καὶ τὸ συναδιον παριστῶν, ἵνα μηδὲν μέσον ὑποπτεύσῃς Πατρὸς καὶ Υἱοῦ. τοῦτο μὲν οὖν τούτου δηλωτικὸν, τὸ δὲ ἐφεξῆς τοῦ προ-

350
τέρου παραδείγματος τὴν ὑφορμοῦσαν τοῖς ἀνοήτοις ἀτοπίαν διομ θοῦται. μὴ γὰρ ἐπειδὴ ἀπαύγασμα, φησὶν, ἤκουσας, τῆς ἰδίας αὐτὸν ἀποστερῆσθαι νομίσεις ὑποστάσεως· ἀσεβὲς γὰρ τοῦτο, καὶ τῆς τῶν Σαβελλιανῶν καὶ τῶν ἀπὸ Μαρκέλλου μανίας. ἡμεῖς δὲ οὐχ οὕτως φαμὲν, ἀλλὰ καὶ ἐν ἰδίᾳ αὐτὸν αὐτοῦ ὑποστάσει. διὰ γὰρ τοῦτο εἰπὼν αὐτὸν " ἀπαύγασμα,” ἐπήγαγεν, ὅτι “ καὶ “ χαρακτήρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ·” ἵνα τὴν ἰδίαν ὑπόστα- σιν δηλώσῃ, καὶ τῆς ἀύτης οὐσίας ὄντα αὐτὸν, ἧς ἐστι καὶ χα- ρακτήρ. οὐ γὰρ ἀρκεῖ μιᾷ λέξει τὰ περὶ Θεοῦ παραστῆσαι δόγματα τοῖς ἀνθρώποις, ἀλλ’ ἀγαπητὸν, ἃν πολλὰ συμφορή- σαντες, ἐξ ἑκάστου τὸ πρέπον ἐπιλεξώμεθα.

Γρξσπρόπθ Θεολόγου ἘΚ Tοῦ Περὶ υἱοῦ Δευτέρου Λόγου. Δοκεῖ γάρ μοι λέγεσθαι, Υἱὸς μὲν, ὅτι ταὐτόν ἐστι τῷ Πατρὶ κατ’ οὐσίαν, καὶ οὐκ ἐκείνῳ μόνον, ἀλλὰ κἀκεῖθεν· μονογενὴς δὲ, οὐχ ὅτι μόνος ἐκ μόνου καὶ μόνον, ἀλλ’ ὅτι καὶ μονοτρόπως, ὡς τὰ σώματα· Λόγος δὲ, ὅτι οὕτως ἔχει πρὸς τὸν Πατέρα, ὡς πρὸς νοῦν λόγος· οὐ μόνον διὰ τὸ ἀπαθὲς τῆς γεννήσεως, ἀλλὰ καὶ τὸ συναφὲς καὶ τὸ ἐξαγγελτικόν· εἰκὼν δὲ ὡς ὁμοούσιον, καὶ ὅτι τοῦτο ἐκεῖθεν, ἀλλ’ ἐκ τούτου Πατήρ· αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου καὶ οὑ λέγεται.

Γρηγορίου Νύσσησ κατὰ Ἀπολλιναρίου. Διὰ τοῦτο δὲ καὶ " δόξης ἀπαύγασμα καὶ χαρακτὴρ ὑποστάσεως.” ὥσπερ γὰρ συγγενῶς ἔχει πρὸς τὸν ἥλιον ἡ ἀκτὶς, καὶ πρὸς τὸν λύχνον τὸ ἀπαυγαζόμενον φῶς, καὶ ὁ τοῦ ἀνθρώπου χαρακτὴρ ἀνθρωπίνην ὑπόστασιν δείκνυσιν, οὕτω καὶ τὸ παρὰ τῆς δόξης τοῦ Πατρὸς ἀπαυγασθὲν φῶς· οἵα γὰρ ἡ δόξα, τοιοῦτον δηλονότι καὶ τὸ ἀπαύ- γασμα· καὶ οἷος ο χαρακτὴρ, τοιαύτη πάντως καὶ η ὑπόστασις. Ἀπολινάριος τὸν ἄνθρωπον αὐτοῦ λέγων τῆς τοῦ Θεοῦ δόξης ἀπαύ- γασμα, καὶ ἐν τῷ σαρκίνῳ Θεῷ, ὃν διὰ τῆς ματαιότητος τῶν λογισμῶν εἰδωλοποιήσας ἀνέπλασε, τὴν τοῦ Θεοῦ ὑπόστασιν ρακτηρίζεσθαι, αὐτῆς τῆς κατὰ τοῦ Πατρὸς ἅπτεται βλασφη- μίας. πάντως γὰρ εἴπερ τὸ ἡμῖν φανὲν παρὰ τῆς δόξης τοῦ Πα- τρὸς ἀπηυγάσθη· καὶ ὁ χαρακτὴρ αὐτοῦ τῆς ὑποστάσεως σάρξ ἐστι, σαρκώδης ἐκ τοῦ ἀκολούθως καὶ ἡ τοῦ Πατρὸς φύσις κατα-

351
σκευάζεται. οὐ γὰρ ἃν εἴποι χαρακτηρίζεσθαι μὲν σώματι τὸ ἀσώματον, ἐκ δὲ τοῦ ἀοράτου τὸ ἀόρατον ἀπαυγάζεσθαι· ἀλλ’ εἰ τοῦτο σῶμα, μηδὲ ἐκεῖνο πάντως ἀσώματον οἴεσθαι.

Βασιλείου ἀπὸ τῶν ἀντιρρητικῶν. Ἀκουέτωσαν δὲ καὶ οἱ λέγοντες ἦν ὅτε οὐκ ἦν ὁ Υἱός. εἰ ἀπαύγασμα παντὸς φωτὸς γεννᾶται μὲν ἐκ τοῦ φωτὸς, οὐ ποτὲ δὲ, ἀλλὰ ἀχρόνως καὶ συναϊδίως ἐκείνῳ· οὐ γάρ ἐστι φῶς χωρὶς ἀπαυγάσματος· καὶ ὁ Υἱὸς ἀπαύγασμα τυγχάνων, οὐ ποτὲ ἔσται, ἀλλὰ συναϊδίου φωτὸς ὄντως τοῦ Θεοῦ, ὡς Δαβίδ φησιν, “ἐν τῷ φωτὶ σου ὀψόμεθα φῶς” καὶ Δανιὴλ, “καὶ τὸ φῶς μετ’ αὐτοῦ ἐστι.” ναί φησιν, ἀλλὰ τάξει καὶ τοῖς ἐκ χρόνου πρεσβείοις, ὁ μέν ἐστι πρῶτος, ὁ δὲ δεύτερος. τίς ἡ ἀνάγκη, ἐφ’ ὧν ἡ οὐσία κοινὴ τάξει τε ὑποβεβλῆσθαι ταῦτα καὶ χρόνοις αὐτῇ δευτέρα; οὐ γὰρ δυνατὸν τῇ ἀπ’ αὐτοῦ εἰκόνι ἀχρόνως ἀπαυγασθείσῃ τὸν Θεὸν τῶν ὅλων ἐξ ἀιδίου συνεῖναι καὶ μὴ χρόνου μόνον, αἰώνων δὲ πάντων ἐπέκεινα τὴν συνάφειαν ἔχειν. διὰ τοῦτο γὰρ ἀπαύγασμα εἴρηται, ἵνα τὸ συνημμένον νοῶμεν, καὶ “χαρακτὴρ τῆς ὑποστάσεως,’ ἵνα τὸ ὁμοούσιον ἐκμανθάνωμεν. οὐ μὴν ἀλλ’ ἔστι τι καὶ τάξεως ἕδος, οὐκ ἐκ τῆς παρ᾿ ἡμῶν θέσεως συνιστάμενον, ὡς ἐν τοῖς κατασκευάσμασι καὶ μαθήμασιν, ἀλλ’ αὐτῇ τῇ κατὰ φύσιν ἀκολουθίᾳ συμβαῖνον, ὡς τῷ πυρὶ πρὸς τὸ φῶς ἐστι τὸ ἐξ αὐτοῦ. ἐν τούτοις γὰρ πρότερον τὸ αἴτιον λέγομεν, δεύτερον ’δε τὸ ἀπ’ αὐτοῦ οὐ διαστήματι χωρίζοντες ἀπ’ ἀλλήλων ταῦτα, ἀλλὰ τῷ λογισμῷ τοῦ αἰτιατοῦ προεπινοοῦντες τὸ αἴτιον. οὐκοῦν καὶ ἐπὶ τῆς θεολογίας, κατὰ μὲν τὴν τῶν αἰτίων πρὸς τὸ ἐξ αὐτῶν σχέσιν προτετάχθαι τοῦ Υἱοῦ τὸν Πατέρα φαμὲν, κατὰ δὲ τὴν τῆς φύσεως διαφορὰν οὐκέτι, οὐδὲ κατὰ τὴν τοῦ χρόνου ὑπεροχήν. ἣ οὕτω γε καὶ αὐτὸ τὸ, “τὸν Πατέρα αὐτοῦ τὸν Θεὸν,” ἀθετήσωμεν, τῆς κατὰ τὴν οὐσίαν ἀλλοτριότητος τὴν φυσικὴν συνάφειαν ἀθετούσης.

Χρυσοστόμου ἐκ τοῦ κατὰ Ἰωάννην. Τί δὲ, εἰπέ μοι, οὐχ οἱ αἰῶνες διὰ τοῦ Υἱοῦ γεγόνασιν ἅπαντες; καὶ διάστημα ἅπαν; ἀνάγκη πᾶσα ὁμολογῆσαι τὸν μὴ παραπαίοντα. οὐκοῦν οὐ μέσον Πατρὸς, Υἱοῦ, καὶ Ἁγίου Πνεύματος. εἰ δὲ οὐδὲν ὕστερος, ἀλλὰ συναΐδιος· τὸ γὰρ πρὸ, καὶ μετὰ, χρόνου εἰσὶν ἔννοιαι δηλωτικαί. χωρὶς γὰρ αἰῶνος ἣ χρόνου, οὐκ ἃν δυνηθείη τίς ταῦτα νοῆσαι τὰ ῥή-

352
μάτα. χρόνων δὲ καὶ αἰώνων ἀνώτερος ὁ Θεός. εἰ δὲ ὅλως τοῦ Υἱοῦ φῇς ἀρχὴν κατειληφέναι, ὅρα μὴ καὶ τὸν Πατέρα ὑπὸ ἀρχὴν ἀναγκασθῇς ἀγαγεῖν, πρεσβυτέραν μὲν, ἀρχὴν δὲ ὅμως. εἰπὲ γάρ μοι, οὐχ ὅρον τινὰ τιθεὶς τῷ Υἱῷ καὶ ἀρχὴν, οὕτω προιὼν ἀπ’ αὐτῆς ἐπὶ τὸ ἄνω προεῖναι τὸν Πατέρα λέγοις ; εὔδηλον ὅτι· εἰπὲ οὖν μοι, πόσον ὁ Πατὴρ προυπάρχει ; ἄν τε γὰρ ὀλίγον, ἄντε πολὺ διάστημα εἴπῃς, ὑπὸ τὴν ἀρχὴν τὸν Πατέρα ἤγαγες. μετρήσας q γὰρ δηλονότι τὸ μέσον, οὕτως ὀλίγον ἐρεῖς ἣ πολὺ μέτρον δὲ, οὐκ ἃν γένηται, μὴ ἑκατέρωθεν οὔσης ἀρχῆς· ὥστε καὶ τῷ Πατρὶ δέδωκας ἀρχὴν, τό γε εἰς σὲ ἧκον· καὶ οὐκ ἔσται λοιπὸν ἄναρχος οὔτε ὁ Πατὴρ καθ’ ὑμᾶς.

Άθανασίογἐκ ἐκ τοῦ κατὰ Α᾿ρειανῶν. Ἀλλὰ εἶδε φῶς χωρὶς ἀπαυγάσματος ; ἣ τίς τολμᾷ λέγειν ἀλλότριον αὐτοῦ τὸν χαρακτῆρα τῆς ὑποστάσεως ; ἢ πῶς οὐ μαίνεται πλέον ὁ κἂν ἐνθυμούμενος ἄλογον καὶ ἄσοφον ποτὲ τὸν Θεόν ; τοιαῦτα γὰρ τὰ παραδείγματα καὶ τοιαύτας εἰκόνας ἔθηκεν ἡ γραφὴ, ἵνα, ἐπειδὴ ἀδύνατός ἐστιν ἡ ἀνθρωπίνη φύσις περὶ Θεοῦ καταλαβεῖν, κἂν ἐκ τούτων ἀμυδρῶς ὡς ἐφικτὸν διανοεῖσθαι δυνηθῶμεν. καὶ ὥσπερ περὶ τοῦ αὐτοῦ Θεὸν καὶ πρόνοιαν αὐταρκῶς ἡ κτίσις πρὸς τὴν γνῶσιν· ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτίσεως κόσμου ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται, οὕτως περὶ τῆς τοῦ Υἱοῦ θεότητος ἱκανὰ τὰ προειρημένα ῥητά. ὁρῶμεν γὰρ τὸν Λόγον ἀεὶ ὄντα, καὶ ἐξ αὐτοῦ ὄντα καὶ τῆς οὐσίας ἴδιον, οὗ καὶ ἔστιν ὁ Λόγος, καὶ μὴ ἔχοντα τὸ πρότερον καὶ τὸ ὕστερον. ὁρῶμεν δὲ καὶ το ἀπαύγασμα τοῦ ἡλίου, ἴ’ διόν τε ὂν αὐτοῦ, καὶ μὴ διαιρουμένην ἣ μειουμένην τὴν οὐσίαν τοῦ φωτὸς, ἀλλὰ γέννημα ἀληθινὸν καὶ ἐξ αὐτοῦ προιόν. ὁρῶμεν καὶ τὸν Υἱὸν οὐκ ἔξωθεν, ἀλλ’ ἐκ τοῦ Πατρὸς γεννώμενον. καὶ ὁλόκληρον μὲν ὄντα τὸν Πατέρα, τὸν δὲ χαρακτῆρα τῆς ὑποστάσεως ἀεὶ ὄντα, ἐμφέρειάν τε καὶ εἰκόνα ἀπαράλλακτον σώζοντα πρὸς τὸν Πατέρα· ὡς τὸν ἰδόντα τοῦτον ὁρᾷν ἐν αὐτῷ καὶ τὴν ὑπόστασιν, ἧς καὶ χαρακτήρ ἐστιν· ἔκ τε τῆς ἐνεργείας τοῦ χαρακτῆρος, διανοούμεθα ἀληθῶς τὴν τῆς ὑποστάσεως ἀληθῶς θεότητα. οὐκοῦν ἡ χριστομάχος αἵρεσις πειρασάτω πρότερον τὰ ἐν γενητοῖς παραδείγματα διελεῖν, καὶ εἰπεῖν εἴποτε ὁ ἥλιος χωρὶς [*](q Leg, ἐμέτρησας.)

353
τοῦ ἀπαυγάσματος, ἣ ὅτι τοῦτο οὐκ ἔστιν ἴδιον τῆς τοῦ φωτὸς οὐσίας ἣ ἴδιον μέν ἐστι, κατὰ διαίρεσιν δὲ μέρος ἐστὶ τοῦτο τοῦ φωτὸς, καὶ πάλιν διελέτω τὸν λόγον, καὶ εἰπάτω τοῦτον ἀλλότριον αὐτοῦ τοῦ νοῦ. ἣ ὅτι ποτὲ οὐκ ἢν, ἣ οὐκ ἔστιν ἴδιος τῆς οὐσίας αὐτοῦ, ἣ ὅτι μέρος κατὰ διαίρεσιν οὗτος ἐστὶν ἐκείνου. εἰ δὲ ἐπὶ τούτων τῶν γενητῶν καὶ σωματικῶν ζώων εὑρίσκεται τὰ γεννήματα μὴ μέρη ὄντα τῶν οὐσιῶν ἐξ ὧν εἰσὶ, μηδὲ παθητικῶς ὑφιστάμενα, μηδὲ μειοῦντα τὰς οὐσίας τῶν γονέων, πῶς οὐ μαίνονται οἱ ἐπὶ τοῦ ἀσωμάτου καὶ ἀληθινοῦ Θεοῦ ὑπονοοῦντες μέρη, καὶ πάθη καὶ διαιρέσεις προσάπτοντες τῷ ἀπαθεῖ καὶ ἀναλλοιώτῳ Θεῷ, μηδὲ συνορῶντες ὅτι ἔνθα τὸ φῶς, ἐκεῖ καὶ τὸ ἀπαύγασμα. καὶ ἔνθα τὸ ἀπαύγασμα, ἐκεῖ καὶ ἡ τούτου ἐνέργεια καὶ αὐγοειδὴς χάρις ;

..... ΘΗ Ρῶν q. Καὶ ὅτι τὸ μερισμοὺς καὶ ἐλαττώσεις ὑπομένειν, αὔξην τε καὶ πληθυσμὸν, καὶ τὰς ἐν τῷ τίκτειν ἀπορροίας σωμάτων ἴδιον. καὶ ὅτι ὥσπερ ὁ λόγος οὗτος ὁ προφορικὸς, ᾧ κεχρήμεθα, καὶ ἐκ νοῦ γεννᾶται καὶ δοκεῖ μὲν ἕτερος αὐτῷ παρὰ τὸν ἐν καρδίᾳ στρεφόμενον, καθὸ ἔξω στόματος γίνεται, πεμπόμενος ὥσπερ ἐκ βάθους εἰς φῶς, ἔστι δὲ πάλιν ἐν αὐτῷ καὶ ὅμοιος αὐτῷ κατὰ πάντα. ἔστι γὰρ ἰδεῖν ἐν τῷ λόγῳ τὸν ἐν καρδίᾳ κληθέντα λογισμὸν, καὶ πάλιν ἐν τῷ νῷ τὸν λόγον ἔτι σιωπώμενον. οὕτω καὶ ὁ Υἱὸς τοῦ Θεοῦ, ἀμερίστως ἐκ Πατρὸς προελθὼν, χαρακτήρ ἐστι καὶ ὁμοίωμα τῆς ἀιδιότητος αὐτοῦ, Λόγος ὣν ἐνυπόστατος καὶ ζῶν ἐκ ζῶντος Πατρός.

Πρὸς ταῦτα φασιν οἱ ἀπὸ Εὐνομίου, εἴπατε ἡμῖν οἱ ἀπαύγασμα λέγοντες αὐτοῦ τοῦ Πατρὸς τὸν Υἱὸν, τι ποτε ἄρα λογίζεσθε ; ὁ δὲ τῆς ἐρωτήσεως τρόπος οὗτος, τὸ φῶς, ἤτοι τὸ πῦρ φέρε εἰπεῖν ἐν λύχνῳ κείμενον φωτίζει τὰ ἐκτὸς, ἀλλ’ αὐτὸ μὲν, οὐ πάντα πληροῖ, κεῖται δὲ ἐν τόπῳ, καὶ περὶ τὰ ἐκτὸς ὁ ἐξ αὐτοῦ φωτισμὸς γίνεται. εἰ τοίνυν φῶς μὲν αὐτοῦ τὸν Πατέρα, ἐκ φωτὸς δὲ ἀπαύγασμα τὸν Υἱὸν, ἀνάγκη λέγειν τοῦ Πατρὸς τὴν οὐσίαν μὴ δύνασθαι τὰ πάντα πληροῦν, ἵνα τόπον ἔχει καὶ χωρῆσαι ποι δύναιτο τὸ ἐξ αὐτοῦ πεμπόμενον ἀπαύγασμα. εἰ δὲ πάντα πληροῖ ὁ Πατὴρ, ποῦ χωρήσει τοῦ γεννήματος ἡ οὐσία ; ἡμεῖς δὲ ἀποκρινούμεθα· εἰ μὲν ἐν τόπῳ τίθησιν ὁ θεομάχος τὸν Πατέρα, καὶ [*](q Leg. Κυρίλλου ἐκ τῶν θησαυρῶν.)

354
καθάπερ τι σῶμα χωρεῖσθαι βούλεται, ζητείτω καὶ τῷ γεννήματι τόπον. εἰ δὲ οὐκ ἐν τόπῳ τοῦ Πατρὸς ἡ οὐσία, οὐ γὰρ τόπῳ περιληπτὸν τὸ θεῖον, τι μάτην περιεργάζεται τὰ μηδεμίαν ἔχοντα ζήτησιν, καὶ τολμᾷ λέγειν, ποῦ χωρήσει τοῦ γεννήματος ἡ οὐσία, πληροῦντος τὰ πάντα τοῦ Πατρός ; φαίνεται μὲν οὖν ὁ Πατὴρ, καὶ ἔστιν ἐν Υὶῷ. καὶ Τὶος ἐν Πατρὶ οὐχ ὡς ταὐτὸν δὲ οὐδὲ ὡς ἓν ἀριθμῷ. ἔστη γὰρ ὁ Πατὴρ ἐν τῇ αὐτοῦ ἰδιότητι, καὶ ἔστιν ὁ Υἱὸς ἐν τῇ ἰδίᾳ ἰδιότητι, ταύτην ἔχων μόνην πρὸς τὸν γεγεννηκότα τὴν διαφοράν. ὁ μὲν γὰρ Πατὴρ, καθ’ ἑαυτόν ἐστι, καὶ οὐκ ἔστιν Τιος. ὁ δὲ Υἱὸς, καθ’ ἑαυτόν ἐστι, καὶ οὐκ ἔστι Πατὴρ, ἀλλὰ κατὰ τοῦτο μόνον ὡς πρὸς τὸν Πατέρα τὴν διαστολὴν ἔχων, φέρει μὲν αὐτὸ τῆς πατρικῆς φύσεως τὸ ἰδίωμα, ἔστι δὲ πάλιν ἐν τῷ Πατρὶ, ὥσπερ τὸ ἐκ τοῦ ἡλίου πεμπόμενον ἀπαύγασμα· πρόεισι μὲν ἐξ αὐτὸς, ἕτερον δέ τι παρ’ αὐτόν ἐστιν, ἓν κατὰ φύσιν ὑπάρχων. τὸ μὲν γὰρ ἥλιος, τὸ δὲ ἀπαύγασμα. ὣν οὖν Πατὴρ ὁ Πατὴρ, ἀπηύγασε τὸν Υἱὸν, σφραγῖδα καὶ εἰκόνα τῆς ἑαυτοῦ φύσεως ἀκριβεστάτην.

Ἐκ Τοῦ r Πρὸσ Ἑρμείαν. Καὶ εἴπερ ἐστὶ Πατὴρ ὁ Θεὸς, οὐκ ἐν χρόνῳ, παντέλειος γὰρ, συνεισκρίνεται που πάντως αὐτῶ καὶ ἡ τοῦ τεχθέντος δήλωσίς τε ὁμοῦ καὶ ὕπαρξις, οὐχ ὑστερίζουσα ζοῦσα κατὰ χρόνον, οὔτε μὴν κατόπιν ἰοῦσα τῆς τοῦ τεκόντος δόξης, διὰ τὸ χρῆναι συνεπινοεῖσθαί τε καὶ συνυπάρχειν ἀεὶ, Υἱὸν μὲν Πατρὶ, Πατέρα δὲ Υἱῷ· εἰ καὶ ἔστι γεννητὸς ὡς ἐκ Πατρὸς κατὰ φύσιν. ἀπαύγασμα δὲ τῆς δόξης τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζων τὸν Υἱὸν ὁ θεσπέσιος Παῦλος, καὶ μὴν ὅτι καὶ χαρακτήρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ, κατασφραγιεῖ δή που τὸν ἀρτίως ἥμιν γεγονότα λόγον. τὸ γὰρ ἄπο τινος εζηυγασμένον τουτὶ φῶς, τῆς ἀπαυγαζούσης οὐσίας αὐτὸ διακομίζει τοῖς ἔξω τὴν εἴδησιν, καὶ ταῖς δι’ ὀμμάτων ἐγχρίπτον αἰσθήσεσι, τὸ τὶ κατὰ φύσιν ἐστὶν ἡ προϊεῖσά τε καὶ ἐξαστράπτουσα ῥίζα τὲ αὐτοῦ καὶ γνῶσις, ἐφῆκε νοεῖν.

Λαβέτω δὲ ὁ λόγος εἰς παράδειγμα τὴν ἡλίου φύσιν καὶ τὴν ἐξ αὐτοῦ προχεομένην αὐγήν. τι γὰρ κατὰ φύσιν ἐκεῖνος τὸ ἐξ [*](r Cod. ἐκ τοῦ πρὸς Ἑρ μ. i. e. Cyrilli Λόγων πρ. Ἑρμ’ vid. Fabr. Bibl. Gr. t. viii. p. 564.)

355
αὐτοῦ προϊέμενον σέλας ἀποφήνειεν s ἃν, δίεσιν δὲ ὅλως, ἤτοι τομὴν καὶ ἀπορροὴν καὶ πάθος, οὐκ ἃν ἀνάσχοιτο ἡ ἡλίου φύσις. καί τοι χύδην καὶ οὐσιωδῶς τὸ ἐξ αὐτῆς προϊεῖσα φῶς· ἀλλ’ ἔστη μὲν ὁλοκληρία ἐν αὐτῷ, καὶ εἰ προχέοιτο τυχὸν, ἔχει δὲ αὖ ἐν ἑαυτῷ τὸ ἴδιον φῶς, οὐ ἀπορριζούμενον ἐν τῷ διαχεῖσθαι καὶ δοκεῖν πὼς ἤδη διὰ τούτου, καὶ εἰς ἰδικὴν ἑτερότητα δραμεῖν. ἀποδιελθὼν γὰρ ὁ λόγος ἥλιον μὲν ἀνὰ μέρος αὐτὸς καθ’ αὑτὸν τὴν οὐσίαν, ὅτι ποτέ ἐστι φαντάζεται. τὸ δ᾿ ἐν αὐτὸ τὲ καὶ ἐξ αὐτοῦ προχεόμενον φῶς, ἴδιον μὲν αὐτοῦ, πλὴν εἰς ἀμέτρητον ἑτερότητα, τὴν ὡς ἐν ψιλαῖς καὶ μόναις ἐννοίαις εὖ μάλα διοικιεῖ, διὰ τὴν ἐξ αὐτοῦ πρὸς τὸ ἔξω πρόοδον. ὅτι δὲ γελοῖον ἃν εἴη, πρεσβυτέραν μὴν τὴν ἡλίου φαντάζεσθαι γένεσιν, ὑστερίζουσαν δὲ κἂν γοῦν τι βραχὺ τῆς ἐνούσης αὐτῷ φωτοειδοῦς ἐνεργείας τὴν δύναμιν, οὐκ ἃν οἰηθείην ἐνδοιάσειν ὅλως τὸν σωφρονοῦντα. ἶσον γὰρ ἥλιον μηδὲ αὐτοῦ λέγειν, εἰ μὴ συνυπάρχειν ἔχει, τὸ δι’ οὗ νοεῖται τοῦθ’ ὅπέρ ἐστιν. οὐκοῦν ἀνατύπωσιν ὥσπέρ τινα διαπεπλασμένην ὀρθῶς τῶν ἐν αἰσθήσει παραδειγμάτων λαβὼν τὴν δύναμιν, τὴν θείαν γέννησιν οὐ καταφθερεῖς, τομὰς ἐπ’ αὐτῇ καὶ ἀπορροὴν καὶ πάθος ἀσυνέτως εἰσδεδεγμένος.

Ἐπὶ γάρ τοι τῆς ἀνωτάτω πασῶν οὐσίας ἀπαθὴς μὲν ἡ γέννησις, καὶ μὴν καὶ οὐσιώδης ἡ τοῦ γεννήματος ὕπαρξις, καὶ διατομῆς ἐλευθέρα, καὶ τῷ τεκόντι συνθέουσα, καὶ ἀπαραιτήτως συννοουμένη. τὸ γὰρ ἄναρχον ἐν χρόνῳ, μεμαρτύρηκε τῷ Υἱῷ καὶ ὁ σοφὸς Ἰωάννης λέγων, “Ἐν ἀρχῇ ἦν ὁ Λόγος.” ἐπειδὴ δὲ τῆς τοῖ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐκπέφηνεν ὁ Υἱὸς, ἐνυπάρχει μὲν αὐτὸς τῷ ἰδίῳ Πατρὶ, παραδείξειε δ’ ἃν ἐν ἑαυτῷ διὰ ταὐτότητος φυσικῆς, καὶ τὴν τοῦ γεγεννηκότος. νοηθείη δ᾿ ἀν’ ὁ Πατὴρ οὐχ ἕτερος ἣ δι’ Υἱοῦ τε καὶ ἐν Υἱῷ, ἐπείπερ ἐστὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, τὴν ὅθεν ἐξέφυ διαστείβων φύσιν ἐν ἰδίᾳ μορφῇ.

Γρηγορίου Νύσσησ εἰσ Σιμπλίκιον u περὶ πίστεωσ. Καὶ ὥσπερ τὸ ἐκ τοῦ λύχνου φῶς καὶ ἐκ τῆς φύσεως ἐστὶ τοῦ ἀπαυγάζοντος, καὶ μετ’ ἐκείνου ἐστὶν, ὁμοῦ τε γὰρ ἐξεφάνη ὁ λύχνος, καὶ τὸ φῶς τὸ ἐξ αὐτοῦ συνεξέλαμψεν, οὕτω καὶ ἐκ τοῦ Πατρὸς ὁ [*](s Cod, ἀποφείνειεν. t Cod. ψηλαῖς. u Cod. συμπλό. π. πίστ.)

356
Υἱὸς, καὶ οὐδέποτε χωρὶς τοῦ Υἱοῦ ὁ Πατήρ· οὐκ ἐγχωρεῖ γὰρ ἀλαμπῆ αὐτοῦ τὴν δόξαν, ὡς οὐκ ἐγχωρεῖ ἄνευ ἀπαυγάσματος αὐτοῦ τὸν λύχνον. δῆλον δὲ ὅτι ὥσπερ τὸ αὐτοῦ ἀπαύγασμα μαρτυρία ἐστὶ τοῦ κατὰ τὴν δόξαν αὐτοῦ, μὴ γὰρ οὔσης τῆς δόξης, οὐκ ἃν εἴη τὸ ἐκ ταύτης ἀπαυγαζόμενον, οὕτως τὸ λέγειν μὴ αὐτοῦ ποτὲ ἀπαύγασμα, ἀπόδειξίς ἐστι τοῦ μηδὲ τὴν δόξαν αὐτοῦ ὅτε οὐκ ἦν τὸ ἀπαύγασμα. τὴν γὰρ δόξαν ἄνευ ἀπαυγάσματος εἶναι ἀμήχανον. ὥσπερ οὖν οὐκ ἔστιν ἐπὶ τοῦ ἀπαυγάσματος λέγειν ὅτι εἰ ἢν οὐκ ἐγένετο, καὶ εἰ ἐγένετο οὐκ ἢν, οὕτως μάταιον ἐστὶ περὶ τοῦ Υἱοῦ ταῦτα λέγειν· διότι ὁ Υἱός ἐστι τὸ ἀπαύγασμα. οἱ δὲ τὸ μικρότερον καὶ τὸ μεῖζον ἐπὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς λέγοντες, διδαχθήτωσαν παρὰ τοῦ Παύλου μὴ μετρεῖν τὰ ἀμέτρητα. ὁ γὰρ Ἀπόστολος τὸν Υἱὸν χαρακτῆρα λέγει τῆς τοῦ Πατρὸς ὑποστάσεως. δῆλον οὖν ὅτι ὅση ἃν ἡ ὑπόστασις ἦν ἡ τοῦ Πατρὸς, τοσοῦτος καὶ ὁ χαρακτήρ ἐστι τῆς ὑποστάσεως· οὐ γὰρ ἐνδέχεται μικρότερον αὐτοῦ τὸν χαρακτῆρα τῆς θεωρουμένης ἐν αὐτῷ ὑποστάσεως. ἀλλὰ καὶ ὁ μέγας Ἰωάννης ταῦτα διδάσκει λέγων, “ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὴν Θεόν.” ἐκ γὰρ τοῦ εἰπεῖν ὅτι ἐν ἀρχῇ ἦν, καὶ οὐ μετὰ τὴν ἀρχὴν, ἔδειξεν ὅτι οὐδέ ποτε ἄλογος ἢν ἡ ἀρχή. ἐκ δὲ τοῦ ἀποδεῖξαι ὅτι καὶ ὁ Λάγος ἦν πρὸς τὸν Θεὸν, τὸ ἀνελλιπὲς τοῦ Υἱοῦ ὡς πρὸς τὸν Πατέρα ἐσήμανεν· ὅλῳ γὰρ τῷ Θεῷ, ὅλος συνθεωρεῖται ὁ Λόγος. οὐκ ἔχει ἄρα χώραν ἐπὶ τῶν θείων δογμάτων τὸ μεῖζον λέγειν καὶ τὸ μικρότερον.

Γρηγορίου Νύσσησ κατὰ Εὐνομίου. Εἰ οὖν Θεὸς μὲν ὁ Πατὴρ, Θεὸς δὲ ὁ Υἱὸς, ἔτι x καταλείπεται πρὸς τὴν ἀκριβῆ τοῦ μονογενοῦς θεολογίαν ἀμφιβολία; ὅταν τῇ μὲν τοῦ Υἱοῦ σημασίᾳ τὸ κατὰ φύσιν οἰκεῖον γνωρίζεται, τῷ δὲ ἀπαυγάσματι τὸ συναφές τε καὶ ἀδιάστατον, τῇ δὲ τοῦ Θεοῦ προσηγορίᾳ, κατὰ τὸ ἶσον ἐφηρμοσμένῃ Πατρὶ τε καὶ Υἱῷ, τὸ διὰ πάντων ὁμότιμον. ὁ δὲ χαρακτὴρ πάσῃ τῇ ὑποστάσει τοῦ Πατρὸς ἐπιθεωρούμενος, τὸ ἀνελλιπὲς τοῦ ἰδίου μεγέθους διασημαίνει. καὶ ἡ μορφὴ τοῦ Θεοῦ τὴν διὰ πάντων καταμηνύει ταὐτότητα, τὸ πάντα δεικνύειν ἐφ’ [*](x Cod. ἔτη.)

357
ἑαυτῆς, δι᾿ ὧν ἡ θεότης χαρακτηρίζεται. τί γὰρ ἐρεῖς ὅταν ἀπαύγασμα δόξης καὶ ὀσμὴ νμύρου ἀκούσῃς, καὶ ἀτμίδα Θεοῦ; ὅτι οὐκ ἢν τὸ ἀπαύγασμα πρὸ τῆς οἰκείας γεννήσεως; ἀλλ’ οταν τοῦτο εἴπῃς, οὐδὲ τὴν δόξαν πάντως εἶναι δώσεις, οὔτε τὸ μῦρον· οὐ γάρ ἐστιν ἣ τυφλὴν ἐφ’ ἑαυτῆς καὶ ἀλαμπῆ νομισθῆναι τὴν δόξαν αὐτοῦ, ἥ τὸ μύρον τῆς εὐπνοίας ἄγονον. ὥστε εἰ τὸ απανγασμα οὐκ ἦν, οὐδὲ ἡ δόξα ἦν πάντως. καὶ τῆς ὀσμῆς μὴ οὔσης, τὸ μηδὲ μῦρον αὐτῇ συναπεδείχθη. ἐν γὰρ τῷ λέγειν μὴ αὐτοῦ ἀπαύ- γασμα, τὸ μηδὲ τὴν ἀπαυγάζουσαν αὐτοῦ δύναμιν κατασκευάζεται πάντως· ὡς ἐπὶ τοῦ κατὰ τὸν λύχνον ἐστὶν ἰδεῖν ὑποδείγματος. ὁ γὰρ τὴν αὐγὴν τοῦ λύχνου εἰπὼν, καὶ τὸ λάμπειν τὸν λύχνον συνεδείξατο. καὶ ὁ μὴ αὐτοῦ τὴν αὐγὴν λέγων, τὴν σβέσιν τοῦ φωτίζοντος συνεσήμανεν. ὥστε ὅταν ὁ Κύριος μὴ εἶναι λέγηται, καὶ ἡ τοῦ Πατρὸς ἀνυπαρξία κατὰ πᾶσαν ἀνάγκην ἐκ τοῦ ἀκολούθως διὰ τούτων κατασκευάζεται. εἰ γὰρ συνημμένως ἔχεται τοῦ ἑτέρου τὸ ἕτερον, κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν καὶ τὸ ἀπαύγασμα τῆς δόξης καὶ ὁ χαρακτὴρ τῆς ὑποστάσεως, καὶ ἡ σοφία τοῦ Θεοῦ, ὁ τὸ ἕτερον τῶν συνημμένων εἶναι λέγων, τῇ τοῦ ὲνός ἀναιρέσει, συνανεῖλε πάντως καὶ τὸ λειπόμενον· ὥστε τοῦ ἀπαυγάζοντος μὴ ὄντος, ὁμολογεῖσθαι μὴ αὐτοῦ μηδὲ τὴν ἀπαυγάζουσαν φύσιν· καὶ τοῦ χαρακτῆρος μὴ ὑφεστῶτος, μηδὲ τὴν χαρακτηριζομένην αὐτοῦ ὑπόστασιν· σοφίας δὲ καὶ δυνάμεως Θεοῦ μὴ οὔσης, μηδὲ ἐκεῖνον πάντως αὐτῷ ὁμολογεῖσθαι τὸ δίχα σοφίας τε καὶ δυνάμεως ἐφ’ ἑαυτοῦ μὴ νοούμενον.

Εἰ οὖν οὐκ ἦν ὁ μονογενὴς Θεὸς πρὶν γενέσθαι, καθὼς φησὶν ὁ Εὐνόμιος, Χριστὸς δὲ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία καὶ χα- ρακτὴρ καὶ ἀπαύγασμα, οὐκ ἦν πάντως οὐδὲ ὁ Πατὴρ, οὗ ὁ Υἱὸς δύναμις ἐστὶ καὶ σοφία, καὶ χαρακτὴρ καὶ ἀπαύγασμα. οὐ γάρ ἐστιν ἐπινοῆσαι τῷ λόγῳ, οὔτε ὑπόστασιν ἀχαρακτήριστον, οὔτε ἀλαμπῆ δόξαν, οὔτε ἄσοφον Θεὸν, οὐκ ἄχειρα δημιουργὸν, οὐκ ἄλογον ἀρχὴν, οὐκ ἄπαιδα Πατέρα· ἀλλὰ πάντα τὰ τοιαῦτα, ἔπι τε τῶν ὁμολογούντων, καὶ ἐπὶ τῶν ἀθετούντων, καὶ ἀλλήλοις συναναφαίνεται, καὶ διὰ τῆς τοῦ ἑνὸς ἀναιρέσεως καὶ τὸ συνημμένον συναφανίζεται. ἐπειδὴ τοίνυν κατασκευάζεται παρ’ αὐτῶν τὸ μὴ αὐτοῦ τὸν Υἱὸν πρὸ τοῦ γενέσθαι, ὡς ἔστιν ἀπαύγασμα δόξης· ἡ

358
δὲ ἀκολουθία συναναιρεῖ τῇ τοῦ ἀπαυγάσματος ἀνυπαρξίᾳ, καὶ τὴν τῆς δόξης ἀιδιότητα, δόξα δὲ ὁ Πατὴρ, ὅθεν τὸ μονογενὲς φῶς ἐστιν ἀπαυγασθὲν, νοησάτωσαν οἱ περιττοὶ τὴν διάνοιαν, ὅτι ἐν προσχήματι Χριστιανισμοῦ τὴν Ἐπικούρου ἀθείαν πρεσβεύουσιν.

Κυρίλλου πρὸσ Τιβέριον y.᾿ Ἀμήχανον γὰρ αὐτοῦ ποτε τοῦ ἑτέρου τὸ ἕτερον· ἀλλ’ ἔνθα περ ὁ Πατὴρ αὐτοῦ νοοῖτο, ἐστὶ δὲ πανταχοῦ, ἐκεῖ που πάντως καὶ ὁ Υἱός· καὶ ἔνθα περ ἃν ὁ Υἱὸς, ἐκεῖ καὶ ὁ Πατήρ. εἰ γάρ ἐστιν ἀπαύγασμα τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ Λόγος αὐτοῦ καὶ σοφία καὶ δύναμις, πῶς ἐνδέχεται δίχα λόγου σοφίας καὶ δυνάμεως νοεῖσθαι ποτὲ τὸν Πατέρα; πῶς δὲ ἡ σοφία καὶ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἡ δύναμις αὐτοῦ νοοῖτ’ ἄν ποτε δίχα τοῦ Πατρός; ἣ πῶς οὐκ ἐνυπάρξει ποτὲ αὐτῷ ὁ χαρακτὴρ αὐτοῦ; πῶς δὲ καὶ ὁ χαρακτὴρ δίχα τοῦ Πατρὸς, οὗ ἐστι χαρακτήρ; εἰ γὰρ ἐνδέχεται τοῦ φωτὸς ἐκπεσεῖν καὶ χωρισθῆναι τὸ ἀπαύγασμα τὸ ἀπ’ αὐτοῦ, ἦν ἃν εἰκὸς ἐννοῆσαι, ὅτι καὶ τὸν Υἱὸν ἐνδέχεται μὴ αὐτοῦ μετὰ τοῦ Πατρός. πῶς δὲ οὐκ ἐννοοῦσιν, ὅτι γενητὸς ὣν ὁ ἥλιος, κτίσμα γάρ ἐστι δι’ αὐτοῦ τοῦ Λόγου παρενεχθεὶς εἰς γένεσιν, διέρπει μὲν τὴν ἄνω καὶ αὐτῷ ταχθεῖσαν ὁδὸν, καθίησι δὲ τοῖς ἁπανταχόσε φῶς, καὶ πάντα πληρῶν τῆς ἐξ αὐτοῦ προχεομένης αὐγῆς, ἔχει πάλιν αὐτὴν ἐν ἑαυτῷ; πότε τοίνυν οὐκ ἦν ἐν τῷ Πατρὶ τὸ ἀπαύγασμα τῆς δόξης αὐτοῦ; πότε κεχώρισται τῆς ὑποστάσεως αὐτοῦ ὁ χαρακτὴρ αὐτοῦ; καὶ εἰ τὰ πάντα πληροῦντος τοῦ Πατρὸς οὐκ ἔχει τοῦτο κατὰ φύσιν ἰδίαν ὁ Υἱὸς, τὰ πάντα φημὶ πληροῦν καὶ αὐτοῦ πανταχοῦ, καὶ οὐδὲν ἀπολιμπάνεσθαι, ἑτεροφυὴς ἄρα παρ’ αὐτόν ἐστι, καὶ ἐκπίπτουσιν εἰς τὴν τῶν Ἀρειανῶν πεπλανημένην δόξαν οἱ περὶ αὐτοῦ τολμῶντες λέγειν, ὅτι γενόμενος ἄνθρωπος ὁ μονογενὴς, κενοὺς ἀφῆκε τῆς ἑαυτοῦ θεότητος τοὺς οὐρανοὺς, καὶ ὅτι κατὰ μὲν τὴν τῆς θεότητος ἀξίαν συνῆν τῷ Πατρὶ, καὶ ὅτε γέγονεν ἄνθρωπος, καὶ ἦν ἐπὶ γῆς, καθ’ ὑπόστασιν δὲ, οὐκέτι.

Ὁμιλία τοῦ αὐτοῦ. Ἀνοηταίνουσι δὲ καὶ οἱ λέγοντες τὸν Υἱὸν ἑτεροφυᾶ, καὶ ἀλλότριον τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας. ἀμήχανον γὰρ τὸν ἐκ Θεοῦ κατὰ φύσιν κτιστὸν αὐτοῦ καὶ γεννητόν. [*](y Vid. Fabr. B. Gr. t. viii.)

359
εἰ γὰρ πᾶν ὃ πέφυκε τίκτειν, ὁμοούσιον ἑαυτῷ γεννᾷ, γεγέννηκε δὲ κατὰ ἀλήθειαν τὸν Υἱὸν ὁ Πατὴρ, πάντως που καὶ ὁμοούσιον ἑαυτῷ γεγέννηκεν. ἣ γὰρ οὐκ ἄτοπον ἐξ ἀνθρώπου μὲν οὐχ ἑτεροειδὲς τίκτεσθαι ζῶον, καὶ μὴν ἐκ βοός γε ναὶ ἵππου, τίκτει γὰρ ἕκαστον τὸ κατὰ φύσιν αἴτιον ἑαυτῷ, τὴν δέ γε θείαν καὶ ἀνωτάτω φύσιν, μηδὲ ἐν τούτοις αὐτοῦ νομίζειν ἐν οἷς ἐστιν ἡ κτίσις. οὐκοῦν ἐκ κτίσματος γεννηθὲν, κτιστὸς ἄρα καὶ ο τεκών. ἀλλ’ ἔστιν ἀγένητος ὁ Πατήρ· οὐ γὰρ γέγονε παρά τινος· ἀγένητος ἄρα καὶ ὁ Υἱός. καὶ εἰ χαρακτήρ ἐστι τῆς ὑποστάσεως τοῦ γεγεννηκότος, Θεὸς δὲ κατὰ ἀλήθειαν ἐστὶν ὁ τεκὼν, Θεὸς ἄρα καὶ ὁ χαρακτὴρ αὐτοῦ. χαρακτηρίζει γὰρ, Θεὸν μὲν Θεὸς, κτίσιν δὲ κτίσις. ὥσπερ γὰρ εἰ τις βούλοιτο τὴν γενητὴν καὶ πεποιημένην κτίσιν καταδεῖξαι τισὶν, οὐ δύναται λέγειν, ὅρα μοι τὴν τῆς θεότητος φύσιν, καὶ ἐκ ταύτης νοήσεις ἐκείνην. ὀφθήσεται γὰρ ἀμαθὴς ὁ τοῦτο λέγων. οὐ γὰρ ἡ τῆς θεότητος φύσις ἐφ’ ἑαυτῇ καταδείξει τὴν γενητὴν οὐσίαν· οὕτως εἴ τις βούλοιτο τὴν ἄκτιστον φύσιν ἰδεῖν, οὐκ ἃν ἴδοι ταύτην ὡς ἐν εἰκόνι τῇ κτίσει· διὸ ἔλεγε τῷ Φιλίππῳ ὁ Κύριος, “ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.” φυσικὴ δὲ πάντως ἡ ὁμοιότης Υἱῷ πρὸς τὸν Πατέρα, καὶ οὐσιώδης ὁ χαρακτήρ.

Τοῦ αὐτοῦ. Πῶς οὑν οὐκ ἀσύνετον καὶ θρασὺ τὸ περιεργάζεσθαι φύσιν, δι’ ἧς τὰ πάντα παρήχθη, πρὸς ὕπαρξιν τὴν χρόνου παντὸς πρεσβυτέραν; γεγόνασι γὰρ δι’ αὐτῆς, καὶ ἔστη πρὸ παντὸς αἰῶνος ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος· ἀλλ’ οἱ πάντολμοι κατηγοροῦσιν αὐτοῦ τὸ νεώτερον, καὶ γενητὸν αὐτὸν αὐτοῦ φασίν· οὐκ εἰδότες ὅτι τοῖς τοῦ Ἁγίου Πνεύματος ἀντιφέρονται λόγοις· δι’ αὐτοῦ μὲν γὰρ πεποιῆσθαι τοὺς αἰῶνας φασὶν οἱ λαλοῦντες ἐν Πνεύματι. οἱ δὲ γενητὸν αὐτοῦ διισχυρίζονται τὸν ἐπέκεινα καινοῦ λόγου, καὶ οὐδὲ ἐκεῖνο δέχονται κατὰ νοῦν· οὐ γὰρ ἐν χρόνῳ γέγονε Πατὴρ ὁ Θεὸς, ἀλλ’ ἦν ἀεί τε καὶ ἐν ἀρχῇ. τούτου δὲ οὕτως ἔχοντος, πᾶσα πὼς ἀνάγκη συνυφεστάναι νοεῖν τὸν Υἱὸν, ἵνα καὶ ἀληθὴς ὑπάρχει Πατὴρ ὁ Θεός· ἐπεὶ διδασκέτωσαν εἰ Λόγος ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ σοφία καὶ δύναμις καὶ χαρακτὴρ, καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ, ποῖος ἦν ἄρα χρόνος καθ’ ὃν

360
ἦν ἄλογος ὁ Πατὴρ, οὐχ ὑπάρχοντος τοῦ Υἱοῦ; πότε δὲ ἦν δίχα τῆς ἑαυτοῦ σοφίας ἡ τῆς σοφίας πηγή; πότε δὲ δυνάμεως δίχα; πότε δὲ οὐκ ἢν ἐν Θεῷ τὸ ἀπαύγασμα τῆς δόξης αὐτοῦ; ἢ πῶς οὐκ ἃν εἴη σὺν αὐτῷ τε καὶ ἐν αὐτῷ διηνεκῶς ὁ χαρακτὴρ αὐτοῦ; εἰ μὲν οὑν ἐν χρόνῳ ταῦτα γέγονεν, οὐκοῦν ἄρα Πατὴρ πρὶν γεγένηται, ἄλογος τὴν καὶ ἄσοφος, καὶ ἰσχὺν οὐκ ἔχων, χαρακτῆρος τε δίχα καὶ ἀπαυγάσματος. ἀλλ’ οἶμαι τοῦτο αὐτῷ δυσσεβὲς ἐννοεῖν, καὶ τῆς ἀνωτάτω δυσσεβείας ἀπόδειξιν ἔχει. ἀεὶ δὲ ἦν ὁ Πατήρ. ἦν οὖν ἄρα καὶ ὁ Υἱὸς, συνυφεστηκὼς ἀεὶ τῷ ἰδίῳ γεννήτορι.

Πρὸσ Ἑρμείαν. Ναὶ φησιν, ἀλλ’ ὁ τινὸς, ὦ βέλτιστε, χαρακτὴρ οὐκ ἔστιν ἐν ὑποστάσει τῇ καθ’ ἑαυτὸν, οὐδὲ ἰδίαν ἔχει τὴν ὕπαρξιν· νοεῖται δὲ μᾶλλον ἐν ὑποκειμένῳ καὶ ὡς ἐν τάξει συμβεβηκότος, εἰ καὶ ἀχώριστος ἐνείη τυχὸν, καθάπερ ἀμέλει τὰ εἴδη τοῖς σώμασιν· ἀνύπαρκτος οὖν ὁ Υἱὸς, εἴπερ ἐστὶ καθ’ ὑμᾶς ὡς χαρακτὴρ ἐν τῷ Πατρί. τὴν μὲν τοῦ Υἱοῦ φύσιν ἥτις ποτὲ ἔστι, νῷ μὲν ἐπαθρῆσαι τῷ καθ’ ἡμᾶς ἀνέφικτον παντελῶς, μεῖζον δὲ εἰπεῖν ἣ κατὰ δύναμιν λόγου· “δόξα γὰρ Κυρίου κρύπτει “λόγον,” κατὰ τὸ γεγραμμένον. ἐκ πλείστων δὲ ὅσων θεωρημάτων τὴν ὡς ἐν ἐσόπτρῳ γνῶσιν οὐκ ἀνιδρωτὶ καὶ μόλις ἐρανιζόμεθα. φῶς γὰρ καὶ ζωὴν καὶ σοφίαν καὶ δύναμιν καὶ ἕτερα ἄττα φαμὲν αὐτοῦ τὸν Υἱὸν, ἀλλ’ οὐχ ἑκάστω τῶν ὀνομάτων τὴν ἄρρητον αὐτοῦ φύσιν ἐγκατακλείοντες, ἐκ διαφόρων αὐτὸν συγκεῖσθαι φαμέν· ἁπλοῦς γάρ ἐστι καὶ μονοειδὴς, ἀλλ’ ἐκ πλείστων ὅσων τῶν αὐτῷ προσπεφυκότων οὐσιωδῶς εἰς αὐγὰς ὥσπερ ἴμεν ἰσχνὰς τῆς ἐπ’ αὐτῷ θεωρίας.

Εἰ τοίνυν λέγοιτο χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Πατρὸς, ἀχωρίστως τε ἅμα καὶ προσπεφυκότως συνυπάρχοντα νόει, καὶ οἱονεὶ τὸ εἶδος αὐτοῦ τοῦ γεγεννηκότος. ἡνίκα δ᾿ ἃν ἀπαύγασμα λέγοιτο, μονονουχὶ φωτὸς προέντος τε καὶ ἀπαστράψαντος, εἰς νοῦν ἔ ’χε τὴν ἐκ Πατρὸς οἱονεί πὼς εἰς τὸ ἔξω διεκδρομὴν, οὔτε εἰς ἅπαν ἀπηλλαγμένην τῆς ὅθεν ἐστὶν ὑποστάσεως, οὔτε μὴν εἰς ἅπαν συνεσταλμένην· προεκκόπτουσαν δὲ ὥσπερ εἰς τὸ ὑπεστάναι καθ’ ἑαυτὴν, καὶ εἰς ὕπαρξιν ἰδικήν. ἐμφιλοχωρεῖ μὲν γὰρ τῇ τοῦ

361
Πατρὸς φύσει μονονουχὶ ῥίζαν ἔχων αὐτὴν ὁ Υἱὸς, καὶ τομῆς τῆς εἰς ἅπαν οὐκ ἀνεχόμενος· πλὴν ὑφέστηκεν ἰδικῶς, καὶ ἔστιν Υἱὸς ἀληθῶς, οὐκ ἀνυπόστατος χαρακτὴρ, οὐδὲ ἀνυπάρκτως ἐπερριμμένος ἣ συμβεβηκὼς ὡς εἶδος ἐν σώματι. ζωὴ γὰρ ὣν κατὰ φύσιν, πῶς ἃν νοοῖτο μὴ ὑφεστάναι; ἐν γὰρ τοῖς οὖσιν ὅσα μὴ μόνον εἰς σχῆμα καὶ ἕδος μεμόρφωται τὸ τινὸς, οὐσιώδη δὲ μᾶλλον ἐκληρώσατο τὴν ἐμφέρειαν, ὁμοφυῆ πάντως εἶεν ἃν, καὶ τῆς κατὰ πᾶσαν ὁτιοῦν ὁμοιότητα ἀνενδεῶς ἐξημμένα· οἷον τὸ χαλκοῦ φέρε εἰπεῖν ἣ λίθου πεποιημένον ἀνδροειδὲς ἄγαλμα, τῆς τοῦ δεῖνος μορφῆς εἴη ἃν ἐξεικονισμὸς, ἀλλ’ οὐ τῆς οὐσίας· ὅγε μὴν τοῦ δεῖνος υἱὸς, πρὸς αὐτῆς εἰς τοῦτο πλαστουργηθεὶς τῆς φύσεως, καὶ ἄκρος ἐξησκημένος πρὸς ὁμοίωσιν τοῦ γεννήσαντος, λόγοις δὲ δή φημι τοῖς κατὰ τὴν φύσιν, νοοῖτο ἂν λοιπὸν, φυσική τε καὶ οὐσιώδης εἰκὼν αὐτοῦ τοῦ ἡλίου· ἣ τίς μᾶλλον ἓ, ὁρῶν οὕτως τὸ ἀπαύγασμα πρὸς ’τον ἤλιον κα τὴν ταὐτότητα του φωτὸς, οὐκ ἃν εἴποι θαρρήσας, ὄντως τὸ φῶς καὶ τὸ ἀπαύγασμα ἕν εἰσι, καὶ τοῦτο ἐν ἐκείνῳ δείκνυται καὶ τὸ ἀπαύγασμα ἐν τῷ ἡλίῳ τυγχάνει ὄν; ὥστε τὸν ὁρῶντα τοῦτο βλέπειν κἀκεῖνο. τὴν δὲ τοιαύτην ἑνότητα καὶ φυσικὴν ἰδιότητα, πῶς ἃν οἱ πιστεύοντες καὶ βλέποντες ὀρθῶς καλέσαιεν, ἣ ὁμοούσιον γέννημα; τὸ δὲ τοῦ Θεοῦ γέννημα, τί ἄν τις οἰκείως καὶ πρεπόντως νοήσειεν, ἣ Λόγον καὶ σοφίαν καὶ δύναμιν; ἣν οὔτε τοῦ Πατρὸς λέγειν ξένην ὅσιόν ἐστιν, οὔτε μὴ ἀιδίως αὐτὸ παρὰ τῷ Πατρί.

Λέγει δέ που καὶ Θεόγνωστος s ἀνὴρ λόγιος, “οὐκ ἔξωθέν τις ἐστὶν ἐφευρεθεῖσα ἡ τοῦ Υἱοῦ οὐσία, οὐδὲ ἐκ μὴ ὄντων ἐπεισήχθη, ἀλλὰ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας ἔφυ, ὡς τοῦ φωτὸς τὸ ἀπαύγασμα. καὶ οὔτε αὐτός ἐστιν ὁ Πατὴρ, οὔτε ἀλλότριος, ἀλλὰ ἀπόρροια τῆς τοῦ Πατρὸς οὐσίας· ὡς γὰρ μένων ὁ ἥλιος ὁ αὐτὸς, οὐ μειοῦται ταῖς ἐκχεομέναις ὑπ’ αὐτοῦ αὐγαῖς, οὕτως οὐδὲ ἡ οὐσία τοῦ Πατρὸς ἀλλοίωσιν ὑπέμεινεν, εἰκόνα ἑαυτῆς “ἔχουσα ’τον Υἱὸν.”

Ἐξέστω δὲ ἀκοῦσαι καὶ παρὰ τοῦ φιλοπόνου Ὡριγένους, “εἰ “ἔστι τοῦ Θεοῦ τοῦ ἀοράτου ἀόρατος εἰκὼν, ἐγὼ δὲ προσθείην [*](s Theognost. Alex. in Q. ὑποτυπώσεων ab Athanas. cit. de decr. Conc. Nicien. t. i. p. 971. Vid. Fabr. B. Gr. t. ix. p. 408.)

362
“ἃν τολμήσας, ὅτι καὶ ὁμοιότης τυγχάνων Πατρὸς οὐκ ἔστιν ὅτε “οὐκ ἦν. πότε γὰρ ὁ Θεὸς ὁ κατὰ τὸν Ἰωάννην φῶς λεγόμενος, “ἀπαύγασμα οὐκ εἶχε τῆς ἰδίας δόξης; ἵνα τολμήσας τις ἀρ- “χὴν δῷ εἶναι Υἱοῦ, πρότερον οὐκ ὄντος. πότε δὲ τῆς ἀρρήτου “καὶ ἀκατονομάστου καὶ ἀφθέγκτου ὑποστάσεως, τοῦ Πατρὸς ὁ “χαρακτὴρ Λόγος, ὁ γινώσκων τὸν Πατέρα, οὐκ ἦν; κατανοείτω “γὰρ ὁ τολμῶν καὶ λέγων, ἦν ποτε ὅτε οὐκ ἢν ὁ Υἱὸς, ὅτι ἐρεῖ, “καὶ τὸ, σοφία ποτὲ οὐκ ἦν, καὶ ζωὴ οὐκ ἦν· ἀλλ’ οὐ θέμις ἐστὶν, οὐδὲ ἀκίνδυνον, διὰ τὴν ἡμῶν ἀσθένειαν, ὅσον ἐφ’ ἡμῖν, “ἀποστερεῖσθαι τὸν Θεὸν τοῦ ἀεὶ συνόντος αὐτῷ Λόγου μονο- “γένους, σοφίας ὄντος ᾗ προσέχαιρεν· οὕτω γὰρ οὐδὲ ἀεὶ χαίρων “νοηθήσεται.”

Καὶ Διονύσιος δὲ ὁ Ἀλεξανδρείας πρὸς τὸν ὁμώνυμον ἀπολογούμενος γράφει t, “οἶδα καὶ μέμνημαι πλείονα προσθεὶς τῶν συγ- “γενῶν ὁμοιώματα· καὶ γὰρ φυτὸν εἷπον ἀπὸ σπέρματος ἢ ἀπὸ “ῥίζης ἀνελθὸν, ἕτερον εἶναι τοῦ ὅθεν ἐβλάστησε, καὶ πάντως “ἐκείνῳ καθέστηκεν ὁμοφυές· καὶ ποταμὸν εἷπον ἀπὸ πηγῆς ῥεόντα “ἕτερον ὄνομα μετειληφέναι. μήτε γὰρ τὴν πηγὴν ποταμὸν, μήτε “τὸν ποταμὸν πηγὴν λέγεσθαι, καὶ ἀμφότερα ὑπάρχειν· καὶ τὴν “μὲν πηγὴν οἱονεὶ πατέρα εἶναι, τὸν δὲ ποταμὸν αὐτὸ τὸ ἐκ τῆς “πηγῆς ὕδωρ.”

τίς οὖν οὐ μανίαν καταψηφιεῖται τῶν λεγόντων Διονύσιον τὰ Ἀρείου φρονεῖν; ἰδοὺ γὰρ πᾶσαν αὐτοῦ πατεῖ τὴν αἵρεσιν τοῖς τῆς ἀληθείας λογισμοῖς. τὸ μὲν γὰρ οὐκ ἦν, πρὶν γεννηθῇ, ἐν τῷ οὐκ ἢν ποτε ἄγονος· τὸ δὲ ἐξ οὐκ ὄντων ἀναιρεῖ ἐν τῷ λέγειν τὸν Λόγον αὐτοῦ ὡς ποταμὸν ἀπὸ πηγῆς, καὶ βλαστὸν ἀπὸ ῥίζης, καὶ τέκνον ἀπὸ γονέως, καὶ φῶς ἐκ φωτὸς, καὶ ζωὴν ἐκ ζωῆς. φησὶ γὰρ ὅτι ἀπαύγασμα ὣν φωτὸς ἀιδίου, πάντως καὶ αὐτὸς ἀίδιός ἐστιν· ὄντος γὰρ ἀεὶ τοῦ φωτὸς, δῆλον ὡς ἔστιν ἀεὶ τὸ ἀπαύγασμα. τοῦτο γὰρ καὶ ὅτι φῶς ἐστι τὸ καταυγάζον νοεῖται, καὶ φῶς οὐ δύναται μὴ φωτίζον αὐτό. εἰ ἔστιν ἥλιος, ἔστιν αὐγὴ, ἔστιν ἡμέρα. εἰ τοιοῦτον μηδέν ἐστι, πολύ γε δεῖ παρεῖναι ἥλιον. εἰ μὲν οὖν ἀίδιος ἦν ὁ ἥλιος, ἄπαυστος ἃν ἦν καὶ ἡ ἡμέρα· νῦν δὲ, οὐ γάρ ἐστιν, ἀρξαμένου τε ἤρξατο καὶ παυομένου παύεται.

[*](t Ηæc desumta sunt ex Athaasii Apol. pro Dionys. Alex.)
363

Βασιλείου ἀπὸ τῶν ἀντιρρητικῶν. Ἐχρῆν τοίνυν τοὺς κατὰ μικρὸν γοῦν τῆς ἀληθείας πεφροντικότας, ἀφεμένους τῶν σωματικῶν ὁμοιώσεων, καὶ τοῦ ταῖς ὑλικαῖς φαντασίαις τὰς περὶ Θεοῦ ἐννοίας καταρρυπαίνειν, ταῖς παρὰ τοῦ Ἁγίου Πνεύματος παραδοθείσαις ἡμῖν θεολογίαις ἀκολουθεῖ; καὶ νοεῖν μὲν ἀξίαν τοῦ Θεοῦ γέννησιν ἀπαθῆ, ἀμέριστον, ἀδιαίρετον, ἄχρονον, κατὰ τὴν ἀπολάμπουσαν τοῦ φωτὸς αὐγὴν, τῇ θείᾳ γεννήσει προσαγομένους· νοεῖν δὲ εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου, οὐ κατὰ τὰς αἰσθητὰς ταύτας ὕστερον ἀπεργασθεῖσαν πρὸς τὸ ἀρχέτυπον, ἀλλὰ ἐνυπάρχουσαν καὶ παρυφεστηκυῖαν τῷ πρωτοτύπῳ οὐσίαν ζῶσαν καὶ ἐνεργῆ.

Ἀπὸ τῶν ἠθικῶν. Ἐνταῦθα μὲν γὰρ ξύλον καὶ κηρὸς καὶ ζωγράφου τέχνη τὴν εἰκόνα ποιεῖ, φθαρτὴν φθαρτοῦ μίμημα, καὶ τεχνητὴν τοῦ ποιηθέντος· ἐκεῖ δὲ ὅταν ἀκούσῃς εἰκόνα, ἀπαύγασμα νόει τῆς δόξης. τί δὲ τὸ ἀπαύγασμα, καὶ τίς ἡ δόξα, εὐθὺς ἑρμηνεύει ὁ Ἀπόστολος, καὶ χαρακτὴρ τῆς ὑποστάσεως· ταὐτὸν οὖν ἐστι τῆ δόξη μὲν, ἡ ὑπόστασις· τῷ ἀπαυγάσματι δὲ, ὁ χαρακτήρ. ὥστε τελείας μενούσης καὶ μηδὲν μειουμένης τῆς δόξης, τέλειον πρόεισι τὸ ἀπαύγασμα· καὶ οὕτως ὁ τῆς εἰκόνος λόγος θεοπρεπῶς παραδεχθεὶς, τὴν ἑνότητα ἡμῖν παρίστησι τῆς θεότητος. οὗτος γὰρ ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ, ὅτι καὶ οὗτος τοιοῦτος ἐστὶν οἷος ἐκεῖνος, κἀκεῖνος οἷος οὗτος. οὕτως ἑνοῦται τὰ δύο τῷ μὴ διαλάττειν, μηδὲ κἀς ἕτερον εἶδος καὶ ξένον χαρακτῆρα νοῆσαι τὸν Υἱόν.

Γρηγορίου Νύσσησ περὶ διαφόρων οὐσιῶν καὶ ὑποστάσεων. Ἀλλ᾿ ἐπειδὴ πολλοὶ τὸ κοινὸν τῆς οὐσίας ἐπὶ τῶν μυστικῶν δογμάτων μὴ διακρίνοντες ἀπὸ τοῦ τῶν ὑποστάσεων λόγου, ταῖς αὐταῖς συμπίπτουσιν ὑπονοίαις, καὶ οἴονται διαφέρειν μηδὲν, οὐσίαν ἣ ὑπόστασιν λέγειν, ὅθεν καὶ ἤρεσε τισὶ τῶν ἀνεξετάστως τὰ τοιαῦτα προσδεχομένων, ὥσπερ μίαν οὐσίαν οὕτω καὶ μίαν λέγειν ὑπόστασιν· καὶ τὸ ἔμπαλιν, οἱ τὰς τρεῖς ὑποστάσεις παραδεχόμενοι, καὶ τὴν τῶν οὐσιῶν διαίρεσιν κατὰ τὸν ἶσον ἀριθμὸν ἐκ τῆς ὁμολογίας ταύτης δογματίζειν οἴονται δεῖν· διὰ τοῦτο ὡς ἃν μὴ καὶ σὺ τὰ ὅμοια πάθοις, ὑπόμνημά σοι διὰ βραχέων τὸν περὶ τούτου λόγον ἐποιησάμην. ἔστι δὲ τοιαύτη τῶν λεγομένων ἡ

364
ἔννοια. πάντων τῶν ὀνομάτων τὰ μὲν ἐπὶ πλειόνων καὶ τῷ ἀριθμῷ διαφερόντων λεγόμενα πραγμάτων, καθολικωτέραν τινὰ τὴν σημασίαν ἔχει, οἷον ἄνθρωπος· ὁ γὰρ τοῦτο εἰπὼν, τὴν κοινὴν φύσιν διὰ τοῦ ὀνόματος δείξας, οὐ περιέγραψε τῇ φωνῇ τὸν τινὰ ἄνθρωπον, τον ἰδίως ὑπὸ τοῦ ὀνόματος γνωριζόμενον· οὐ γὰρ μᾶλλον Πέτρος ἄνθρωπος ἐστὶν, ἣ καὶ Ἀνδρέας, καὶ Ἰωάννης, καὶ Ἰάκωβος. ἡ οὖν κοινότης τοῦ σημαινομένου, ὁμοίως ἐπὶ πάντας τοὺς ὕπο τὸ αὐτὸ ὄνομα τεταγμένους χωροῦσα, χρείαν ἔχει τῆς υποδιαστολῆς, δι᾿ ἧς οὐ τὸν καθόλου ἄνθρωπον, ἀλλὰ τὸν Πέτρον ἣ τὸν Ιωάννην ἐπιγνωσόμεθα. τὰ δὲ τῶν ὀνομάτων, ἰδικωτέραν ἔχει ἔνδειξιν, δι’ ἧς, οὐχ ἡ κοινότης τῆς φύσεως ἐνθεωρῖται τῷ σημαινομένῳ, ἀλλὰ πράγματος τινὸς περιγραφὴ μηδεμίαν ἔχουσα πρὸς τὸ ὁμογενὲς κατὰ τὸ ἰδιάζον τὴν κοινωνίαν, οἷον ὁ Παῦλος ἣ ὁ Τιμόθεος. οὐκέτι γὰρ ἡ τοιαύτη φωνὴ ἐπὶ τὸ κοινὸν τῆς φύσεως φέρεται, ἀλλὰ χωρίσασα τῆς περιληπτικῆς σημασίας, περιγεγραμμένων τινῶν πραγμάτων ἔμφασιν διὰ τῶν ὀνομάτων παρίστησιν.

Ὅταν οὖν δύο ἣ καὶ πλειόνων κατὰ τὸ αὐτὸ ὄντων, οἷον Παύλου καὶ Σιλουανοῦ καὶ Τιμοθέου, περὶ τῆς οὐσίας τῶν ἀνθρώπων ζητεῖται λόγος, οὐκ ἄλλον τίς ἀποδώσει τῆς οὐσίας ἐπὶ τοῦ Παύλου λόγον, ἕτερον δὲ ἐπὶ τοῦ Σιλουανοῦ, καὶ ἄλλον ἐπὶ τοῦ Τιμοθέου, ἀλλὰ δι’ ὧν ἃν λόγων ἡ οὐσία τοῦ Παύλου δειχθῇ, οὗτοι καὶ τοῖς ἄλλοις ἐφαρμόσουσι, καὶ εἰσὶν ἀλλήλοις ὁμοούσιοι οἱ τῷ αὐτῷ λόγῳ τῆς οὐσίας ὑπογραφόμενοι. ἐπειδὰν δέ τις τὸ κοινὸν μαθὼν ἐπὶ τὰ ἰδιάζοντα τρέψῃ τὴν θεωρίαν, δι’ ὧν χωρίζεται τοῦ ἑτέρου τὸ ἕτερον, οὐκέτι ὁ ἑκάστου γνωριστικὸς λόγος, τῷ περὶ τοῦ ἄλλου διὰ πάντων συνενεχθήσεται, κἂν ἔν τισιν εὑρεθῇ τὸ κοινὸν ἔχων. οὕτω τοίνυν φαμὲν τὸ ἰδίως λεγόμενον τῷ τῆς ὑποστάσεως δηλοῦσθαι ῥήματι. ὁ γὰρ ἄνθρωπον εἰπὼν, ἐσκεδασμένην τινὰ διάνοιαν τῷ ἀορίστῳ τῆς σημασίας τῆ ἀκοὴ ἐνεποίησεν· ὥστε τὴν μὲν φύσιν ἐκ τοῦ ὀνόματος δηλωθῆναι, τὸ δὲ ὑφεστὸς καὶ δηλούμενον ἰδίως ὑπὸ τοῦ ὀνόματος πρᾶγμα μὴ σημανθῆναι· ὁ δὲ Παῦλον εἰπὼν, ἔδειξεν ἐν τῷ δηλουμένῳ ὑπὸ τοῦ ὀνόματος πράγματι ὑφεστῶσαν τὴν φύσιν.

τοῦτο οὖν ἐστιν ἡ ὑπόστασις, οὐχ ἡ ἀόριστος τῆς οὐσίας

365
ἔννοια, μηδεμίαν ἐκ τῆς κοινότητος τοῦ σημαινομένου στάσιν εὑρίσκουσα, ἀλλ’ ἣ τὸ κοινόν τε καὶ ἀπερίγραπτον ἐν τῷ τινὶ πράγματι διὰ τῶν ἐπιφαινομένων ἰδιωμάτων παριστῶσα καὶ περιγράφουσα· ὡς καὶ τῇ γραφῆ σύνηθες τὸ τοιοῦτον ποιεῖν, ἐν ἄλλοις τὲ πολλοῖς καὶ ἐν τῇ κατὰ τὸν Ἰὼβ ἱστορίᾳ. ἐπειδὴ γὰρ τὰ περὶ αὐτοῦ διηγεῖσθαι, πρότερον τοῦ κοινοῦ μνημονεύσασα καὶ εἰποῦσα ἄνθρωπος, εὐθὺς ἀποτέμνει τῷ ἰδιάζοντι ἐν τῇ προσθήκῃ τοῦ τὶς, ἀλλὰ τῆς μὲν οὐσίας τὴν ὑπογραφὴν ὡς οὐδὲν φέρουσαν κέρδος πρὸς τὸν προκείμενον τοῦ λόγου σκοπὸν ἐσιώπησε, τὸν δὲ τινὰ, διὰ τῶν οἰκείων γνωρισμάτων χαρακτηρίζει, καὶ τόπον λέγουσα, καὶ τὰ τοῦ ἤθους γνωρίσματα, καὶ ὅσα τῶν ἔξωθεν συμπαραλειφθέντα χωρίζειν αὐτὸν καὶ ἀμφιστᾶν ἔμελλεν τῆς κοινῆς σημασίας· ὥστε διὰ πάντων ἐναργῆ τοῦ ἱστορουμένου γενέσθαι τὴν ὑπογραφὴν, ἐκ τοῦ ὀνόματος, ἐκ τοῦ τόπου, ἐκ τῶν τῆς ψυχῆς ἰδιωμάτων. ἐκ τῶν ἔξωθεν περὶ αὐτὸν θεωρουμένων. εἰ δὲ τὸν τῆς οὐσίας ἐδήλου λόγον, οὐδεμία ἃν ἐγένετο τῶν εἰρημένων ἐν τῆ τῆς φύσεως ἑρμηνείᾳ μνήμη. ὁ γὰρ αὐτὸς ἃν ἦν λόγος ὃς καὶ ἐπὶ τοῦ Βαλδὰδ τοῦ Σαυχίτου, καὶ Σωφὰρ τοῦ νυ, καὶ ἐφ’ ἑκάστου τῶν ἐκεῖ μνημονευθέντων ἀνθρώπων.

Βασιλείου. Ἁπλῶς δὲ ὃν λόγον ἔχει τὸ κοινὸν πρὸς τὸ ἴδιον, τοῦτον ἔχει ἡ οὐσία πρὸς τὴν ὑπόστασιν. ἕκαστος γὰρ ἡμῶν καὶ τῷ κοινῷ τῆς οὐσίας λόγῳ τοῦ αὐτοῦ μετέχει, καὶ τοῖς περὶ αὐτῶν ἰδιώμασιν, ὁ δεῖνα ἐστὶ καὶ ὁ δεῖνα.

Πρὸς Ἀμφιλόχιον. Καὶ σαφέστερον εἰπεῖν οὐσία καὶ ὑπόστασις ταύτην ἔχει τὴν διαφορὰν, ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ καθ’ ἕκαστον, οἷον ὡς ἔχει τὸ ζῶον πρὸς τὸν δεῖνα ἄνθρωπον. Μαξίμου. Κοινὸν μὲν γάρ ἐστι καὶ καθολικὸν, ἤγουν γενικὸν, κατὰ τοὺς πατέρας ἡ οὐσία καὶ ἡ φύσις, ἴδιον δὲ καὶ μερικὸν ἡ ὑπόστασις καὶ τὸ πρόσωπον.

Βασιλείου. Γρηγορίου ἀδελφοῦ αὐτοῦ. Ὃν τοίνυν ἐν τοῖς καθ’ ἡμᾶς ἔγνως διαφορᾶς λόγον ἐπί τε τῆς οὐσίας καὶ τῆς ὑποστάσεως, τοῦτον μετατιθεὶς καὶ ἐπὶ τῶν θείων δογμάτων, οὐχ ἁμαρτήσῃ πῶς τὸ αὐτοῦ τοῦ Πατρὸς ὁ τι ποτε ὑποτίθεταί σου ἡ ἔννοια· πρὸς οὐδὲν γάρ ἐστιν ἀποτεταγμένον νόημα τὴν ψυχὴν ἐπερείδειν διὰ τὸ πεπεῖσθαι αὐτῷ ὑπὲρ πᾶν αὐτοῦ νόημα· τοῦτο

366
καὶ ἐπὶ τοῦ Υἱοῦ νοήσεις, τοῦτο ὡσαύτως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ Ἁγίου· ὁ γὰρ τοῦ ἀκτίστου καὶ ἀκαταλήπτου λόγος εἷς ἐστι, καὶ ὁ αὐτὸς ἐπί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος· οὐ γὰρ τὸ μὲν μᾶλλον ἀκατάληπτόν τε καὶ ἄκτιστον, τὸ δὲ ἧττον. ἐπειδὴ δὲ χρὴ διὰ τῶν ἰδιαζόντων σημείων ἀσύγχυτον ἐπὶ τῆς τριάδος τὴν διάκρισιν ἔχειν, τὸ μὲν κοινὸν ἐπιθεωρούμενον, οἷον τὸ ἄκτιστον λέγω, ἢ τὸ ὑπὲρ πᾶσαν κατάληψιν, ἣ εἴτι τοιοῦτον, οὐ συμπαραληψόμεθα εἰς τὴν τοῦ ἰδιάζοντος κρίσιν· ἐπιζητήσομεν δὲ μόνον δι’ ὧν ἡ περὶ ἑκάστου ἔννοια τηλαυγῶς καὶ ἀμίκτως τοῖς συνθεωρουμένοις ἀφορισθήσεται. καλῶς οὖν ἔχειν μοι δοκεῖ οὕτως ἀνιχνεῦσαι τὸν λόγον πᾶν ὅπερ ἃν εἰς ἡμᾶς ἐκ θείας δυνάμεως φθάσει ἀγαθὸν, τῆς πάντα ἐν πᾶσιν ἐνεργούσης χάριτος. ἐνέργειαν αὐτοῦ φαμὲν, καθώς φησιν ὁ Ἀπόστολος, ὅτι “ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ “ἑκάστω καθὼς βούλεται.”

Ζητοῦντες δὲ εἰ ἐκ μόνου Ἁγίου Πνεύματος ἡ τῶν ἀγαθῶν χορηγία τὴν ἀρχὴν λαβοῦσα οὕτω παραγίνεται τοῖς ἀναξίοις, πάλιν ὑπὸ τῆς γραφῆς ὁδηγούμεθα εἰς τὸ τῆς χορηγίας τῶν ἀγαθῶν διὰ τοῦ Πνεύματος ἡμῖν ἐνεργουμένων, ἀρχηγὸν καὶ αἴτιον τὸν μονογενῆ Θεὸν εἶναι πιστεύειν. πάντα γὰρ δι’ αὐτοῦ γεγενῆσθαι καὶ ἐν αὐτῷ συνεστάναι παρὰ τῆς ἁγίας γραφῆς ἐδιδάχθημεν. ὅταν τοίνυν καὶ πρὸς ἐκείνην ὑψωθῶμεν τὴν ἔννοιαν, πάλιν ὑπὸ τῆς θεοπνεύστου χειραγωγίας ἀναγόμενοι διδασκόμεθα, ὅτι δι’ ἐκείνης μὲν πάντα τῆς δυνάμεως ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγεται, οὐ μὴν οὐδὲ ἐξ ἐκείνης ἀνάρχως, ἀλλά τις ἐστὶ δύναμις ἀγεννήτως καὶ ἀνάρχως ὑφεστῶσα, ἥτις ἐστὶν αἰτία τῆς ἁπάντων τῶν ὄντων αἰτίας. ἐκ γὰρ τοῦ Πατρὸς ὁ Υἱὸς, δι’ οὗ τὰ πάντα, ᾧ πάντοτε τὸ Πνεῦμα τὸ Ἅγιον ἀχωρίστως συνεπινοεῖται· οὐ γάρ ἐστιν ἐν περινοίᾳ γενέσθαι τοῦ Υἱοῦ μὴ προκαταυγασθέντα τῷ Πνεύματι. ἐπειδὴ τοίνυν τὸ Ἅγιον Πνεῦμα, ἀφ’ οὗ πᾶσα ἐπὶ τὴν κτίσιν ἡ τῶν ἀγαθῶν χορηγία πηγάζει, τοῦ Υἱοῦ μὲν ἤρτηται, ᾧ ἀδιαστάτως συγκαταλαμβάνεται· τῆς δὲ τοῦ Πατρὸς αἰτίας ἐξημμένον ἔχει τὸ αὐτοῦ, ὅθεν καὶ ἐκπορεύεται, τοῦτο γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχει, τὸ μετὰ τὸν Υἱὸν καὶ σὺν αὐτῷ γνωρίζεσθαι, καὶ τὸ ἐκ τοῦ Πατρὸς ὑφεστάναι. ὁ

367
δὲ Υἱὸς, ὁ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα δι’ ἑαυτοῦ καὶ μεθ’ ἑαυτοῦ γνωρίζων, μόνος μονογενῶς ἐκ τοῦ ἀγεννήτου φωτὸς ἐκλάμψας, οὐδεμίαν κατὰ τὸ ἰδιάζον τῶν γνωρισμάτων τὴν κοινωνίαν ἔχει πρὸς τὸν Πατέρα ἣ πρὸς τὸ Πνεῦμα τὸ Ἅγιον, ἀλλὰ τοῖς εἰρημένοις σημείοις μόνος γνωρίζεται. ὁ δὲ ἐπὶ πάντων Θεὸς ἐξαίρετόν τι γνώρισμα τῆς ἑαυτοῦ ὑποστάσεως, τὸ Πατὴρ αὐτοῦ καὶ ἐκ μηδεμιᾶς αἰτίας ὑποστῆναι μόνος ἔχει· καὶ διὰ τούτου πάλιν τοῦ σημείου καὶ αὐτὸς ἰδιαζόντως ἐπιγινωσκεται.

τούτου ἕνεκεν ἐν τῆ τῆς οὐσίας κοινότητι, ἀσύμβατα φαμὲν εἶναι καὶ ἀκοινώνητα τὰ ἐπιθεωρούμενα τῇ τριάδι γνωρίσματα, δι’ ὧν ἡ ἰδιότης παρίσταται τῶν ἐν τῇ πίστει παραδεδομένων προσώπων· ἑκάστου τοῖς ἰδίοις γνωρίσμασι διακεκριμένως καταλαμβανομένου, ὥστε διὰ τῶν εἰρημένων σημείων τὸ κεχωρισμένον τῶν ὑποστάσεων ἐξαιρεθῆναι. κατὰ δὲ τὸ ἄπειρον καὶ ἀκατάληπτον καὶ τὸ ἄκτιστον αὐτοῦ καὶ μηδενὶ τόπῳ περιειλῆφθαι καὶ πᾶσι τοῖς τοιούτοις μηδεμίαν αὐτῷ παραλλαγὴν ἐν τῇ ζωοποιῷ φύσει ἐπὶ Πατρὸς λέγω καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου, ἀλλά τινα συνεχῆ καὶ ἀδιάσπαστον κοινωνίαν ἐν αὐτοῖς θεωρεῖσθαι, καὶ δι’ ὧν ἄν τις νοημάτων τὸ μεγαλεῖον ἑνός τινος τῶν ἐν τῇ Ἀγία τριάδι πιστευομένων ἐπινοήσειε, διὰ τῶν αὐτῶν προελεύσεται ἀπαραλλάκτως ἐπὶ Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου τὴν δόξαν βλέπων, ἐν οὐδενὶ διαλείμματι μεταξὺ Πατρὸς καὶ Υἱοῦ καὶ Ἄγ’ ἴου Πνεύματος τῆς διανοίας κενεμβατούσης· διότι οὐδέν ἐστι τὸ διὰ μέσου τούτων παρενειρόμενον, οὔτε πρᾶγμα ὑφεστὼς ἄλλο τι παρὰ τὴν θείαν φύσιν, ὡς καταμερίζειν αὐτὴν πρὸς ἑαυτὴν διὰ τῆς τοῦ ἀλλοτρίου παρεμπτώσεως δύνασθαι, οὔτε διαστήματός τινος ἀνυποστάτου κενότης, ἥτις κεχηνέναι ποιεῖ τῆς θείας οὐσίας τὴν πρὸς ἑαυτὴν ἁρμονίαν, τῇ παρενθήκῃ τοῦ κενοῦ τὸ συνεχὲς διαστέλλουσα, ἀλλὰ μᾶλλον, καὶ ἐκ τούτου τὸ ἄτρεπτον αὐτοῦ σημαίνων.

Ἐπειδὴ γὰρ τῶν γενητῶν ἡ φύσις τρεπτὴ, καὶ οἱ μὲν παρέβησαν, οἱ δὲ παρήκουσαν, ἥτε πράξις αὐτῶν οὐκ ἔστι βεβαία, ἀλλὰ πολλάκις ἐνδέχεται τὸν νῦν ἀγαθὸν μετὰ ταῦτα τρέπεσθαι· διὰ τοῦτο ἀτρέπτου χρεία, ἴνα τὸ ἀμετάβλητον τῆς τοῦ λόγου δικαιοσύνης ἔχωσιν εἰκόνα καὶ τύπον πρὸς ἀρετὴν οἱ ἄνθρωποι. ἡ δὲ

368
τοιαύτη διάνοια ἔχει καὶ τὴν αἰτίαν τοῖς εὖ φρονοῦσιν εὔλογον. ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ ἐτράπη, καὶ διὰ τῆς ἁμαρτίας θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, διὰ τοῦτο τὸν δεύτερον Ἀδὰμ ἔπρεπεν ἄτρεπτον εἶναι, ἵνα κἂν πάλιν ὁ ὄφις ἐπιχειρήσῃ, αὐτοῦ μὲν ἡ ἀπάτη ἐξασθενήσῃ· τοῦ δὲ Κυρίου ἀτρέπτου ὄντος πρὸς πάντα, ὁ ὄφις ἀσθενὴς τοῖς ἐπιχειρήσασι γένητ’ αἰ. ὥσπερ γὰρ τοῦ Ἀδὰμ παραβάντος εἰς πάντας ἀνθρώπους ἡ ἀπάτη διέβη, οὕτω τοῦ Κυρίου ἰσχύσαντος ἡ τοιαύτη λοιπὸν ἰσχὺς εἰς ἡμᾶς διαβήσεται, ὥστε λέγειν ἕκαστον ἡμῶν, “οὐ γὰρ αὐτοῦ τὰ νοή- “μάτα ἀγνοοῦμεν.” οὐκοῦν εἰκότως ὁ Κύριος ὁ ἀεὶ καὶ φύσει ἀτρέπτως ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἀδικίαν χρίεται, καὶ αὐτὸς ἀποστέλλεται, ἵνα ὁ αὐτὸς διαμένων, τὴν τρεπτὴν σάρκα λαβὼν, τὴν μὲν ἁμαρτίαν ἐν αὐτῇ κατακρίνῃ, ἐλευθέραν δὲ αὐτὴν κατασκευάσῃ· εἰς τὸ δύνασθαι λοιπὸν τὸ δικαίωμα τοῦ νόμου πληροῦν ἐν αὐτῇ. ὥστε λέγειν δύνασθαι ἡμεῖς, οὐκ ἐσμὲν ἐν σαρκὶ, ἀλλ’ ἐν Πνεύματι. μάτην ἄρα, ὦ Ἀρειανοὶ, ἡ τοιαύτη ὑμῖν ἀπόνοια γέγονεν, καὶ μάτην τὰ ῥήματα τῶν γραφῶν ἐπροφασίσασθε.

Κυρίλλου Θησαυρικῶν. Λέγοντες ὅτι γέγραπται “ἠγάπη- “σὰς δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ “Θεὸς,” οὐκ ἃν οὖν ὅλως κεχρῖσθαι τὸν Κύριον δώσομεν εἰ μὴ δικαιοσύνην ἠγάπησε καὶ ἐμίσησεν ἀδικίαν. ὁ γὰρ αἰτιολογικὸς σύνδεσμος, τουτέστι “διὰ τοῦτο” μεταξὺ κείμενος μισθὸν ὥσπερ ἀρετῆς τὸ χρῖσμα δεικνύει. εἰ δὲ διὰ τοῦτο χρίεται ὅτι δικαιοσύνην ἀγαπᾷ καὶ ἀδικίαν μισεῖ, δῶρον ἔχει τὸν ἁγιασμόν. ὁ δὲ προσθήκης τινὸς δεηθεὶς, ἀτελὴς ἃν εἴη, καὶ οὐχ ὅμοιος τῷ τελείῳ Πατρί. ταῦτα μὲν ὑμεῖς· ἀκούσεσθε δὲ ὅτι τοῦτο εἴρηται, οὐχ ἵνα μισθὸν ἀρετῆς τὸ χρῖσμα δεδόσθαι τίς ὑπολάβῃ, ἀλλ’ ἵνα τοιώσδε νοήσωμεν τὸ λεγόμενον. τρεπτῆς ὑπάρχων φύσεως ὁ προ- πάτωρ Ἀδὰμ, καὶ πεφυκὼς ποτὲ μὲν τὴν δικαιοσύνην ἀγαπᾶν καὶ μισεῖν τὴν ἀδικίαν, ποτὲ δὲ πάλιν εἰς τὴν ἐναντίαν ἕξιν μεταπηδᾷν παρηνέχθη παρὰ τοῦ διαβόλου. ἐπειδὴ δὲ πρὸς τὴν τοῦ τοιούτου νοσήματος λύσιν ἔδει τὸν ἄτρεπτον τοῦ Θεοῦ Λόγον ἑαυτὸν ὑπὲρ ἡμῶν ἀντιθεῖναι τῷ πονηρῷ, ἵν ὥσπερ διὰ τῆς τοῦ Ἀδὰμ τροπῆς ἐνικήθημεν, οὕτω διὰ τῆς ἀτρεψίας τοῦ Λόγου κρατήσωμεν· διὰ τοῦτο χρίεται, ὡς ἀεὶ καὶ ἀπαραλλάκτως δικαιοσύνην ἀγαπῶν καὶ

369
μισῶν ἀδικίαν, καὶ τραπῆναι μὴ δυνάμενος. ὅταν οὖν λέγω “ἠγά- “πησας δικαιοσύνη, καὶ ἐμίσησας ἀδικίαν, διὰ τοῦτο ἔχρισέ σε “ὁ Θεὸς,” τοιαύτην τινὰ δέχεσθε διάνοιαν. ἐπειδὴ πάντων τῶν γενητῶν τρεπομένην ἐχόντων τὴν φύσιν, οὐδὲν ἐδύνατο μάχεσθαι τῷ διαβόλῳ, σὺ δὲ ἐξ ἀτρέπτου Πατρὸς ἄτρεπτος ὣν Θεὸς Λόγος, ἀεὶ δικαιοσύνην ἀγαπᾷς, τὴν δὲ ἀδικίαν μισεῖς, ἔχρισέ σε ὁ Θεὸς, ἵνα ἱν σοὶ πρώτῳ τὴν ἀνθρώπου φύσιν πάντα νικῶσαν. θεάσηται.

Ἀθανασίου κατὰ Ἀρειανῶν. Ὁ Λάγος γὰρ τοῦ Θεοῦ ἄτρεπτος ἐστὶν ἀεὶ καὶ ὡσαύτως ἔχει, οὐχ ἁπλῶς, ἀλλ’ ὡς ὁ Πατήρ. ἐπεὶ πῶς πάντα τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστὶν, εἰ μὴ καὶ τὸ ἄτρεπτον τοῦ Πατρὸς ἔχει; οὐχ ὡς ὑποκείμενος δὲ νόμοις καὶ τὴν ἐπὶ θάτερα ῥοπὴν ἔχων, τὸ μὲν ἀγαπᾷ, τὸ δὲ μισεῖ, ἵνα μὴ φόβῳ τοῦ ἐκπεσεῖν τὸ ἕτερον προσλαμβάνῃ, καὶ ἄλλως πάλιν τρεπτὸς εἰσάγηται, ἀλλ’ ὡς Θεὸς ὣν καὶ Λόγος τοῦ Πατρὸς, κριτής ἐστι δίκαιος καὶ φιλάρετος, μᾶλλον δὲ καὶ χορηγὸς ἀρετῆς. οὖν φύσει καὶ ὅσιος ὣν, διὰ τοῦτο ἀγαπᾶν λέγεται δικαιοσύνην καὶ μισεῖν ἀδικίαν, ἴσον τῷ εἰπεῖν, ὅτι τοὺς μὲν ἐναρέτους ἀγαπᾷ καὶ προσλαμβάνεται, τοὺς δὲ ἀδίκους ἀποστρέφεται καὶ μισεῖ. τὸ αὐτὸ δὲ καὶ περὶ τοῦ Πατρὸς λέγουσιν αἱ γραφαὶ, “δίκαιος “Κύριος καὶ δικαιοσύνας ἠγάπησε.” καὶ “ἐμίσησας πάντας “τοὺς ἐργαζομένους τὴν ἀνομίαν.” καὶ διὰ Ἡσαΐου λέγει, “ἐγώ “ εἰμι Κύριος ὁ ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ “ἀδικίας.” ἣ τοίνυν κἀκεῖνα τὰ ῥήματα ὡς ταῦτα ἐκλαμβανέτωσαν, καὶ γὰρ κἀκεῖνα περὶ τῆς εἰκόνος τοῦ Θεοῦ γέγραπται, ἣ καὶ ταῦτα ὡς ἐκεῖνα κακῶς διανοούμενοι, τρεπτὸν καὶ τὸν Πατέρα ἐπινοείτωσαν. εἰ δὲ ἀσεβὲς τὸ λέγεσθαι τὸν Θεὸν δικαιοσύνας ἀγαπᾷν, καὶ μισεῖν ἁρπάγματα ἐξ ἀδικίας ὡς δεκτικὸν τοῦ ἐναντίου, ὥστε τοῦτο μὲν ἐκλέγεσθαι, τοῦτο δὲ μὴ αἱρεῖσθαι, ἀκόλουθον ἃν εἴη καὶ περὶ τῆς εἰκόνος τοῦ Θεοῦ τοιαῦτα νοεῖν. τοιαύτην γὰρ εἶναι τὴν εἰκόνα δεῖ, οἷος ὁ ταύτης Πατήρ· πρὸς γὰρ τὸ ἀρχέτυπον ἡ εἰκὼν, καὶ πρὸς τὴν εἰκόνα τὸ ἀρχέτυπον. ἀκουέ- τωσαν οὖν οἱ θεομάχοι, ἀπόδοτε τὰ τοῦ ἀνθρώπου τῷ ἀνθρώπῳ, καὶ τὰ τοῦ Θεοῦ τῶ Θεῶ.

Κυρίλλου Ὁμιλία. Ὁρᾷς ὅτι Θεὸς χρίεται παρὰ Θεοῦ, ὅτε

370
γὰρ γέγονεν ἄνθρωπος μεμενηκὼς ὅπερ ἦν, τότε καὶ καθ’ ἡμᾶς ἀνθρωπίνως χρίεται πρὸς ἀποστολήν. χρίεται γὰρ ἡ ἀνθρωπότης τῷ θείῳ Πνεύματι, οὐκ ἐνεργεῖται καθάπερ ἐπὶ τῶν ψιλῶν ἀνθρώπων, οἷον προφητῶν, πατριαρχῶν· καὶ ἔστι χρίσις οἷον ὅλη τοῦ χρίοντος ἡ παρουσία. χρίεται δὲ ὁ Υἱὸς ὅτε εἰς τὴν οἰκουμένην εἰσήχθη, τουτέστιν ὅτε ἐσαρκώθη· τότε γὰρ ἐκοινώνησε τῇ κτίσει, ἑνώσας ἑαυτῷ τὸ κτιστὸν, καὶ χρίσας τὴν ἀνθρωπότητα τῇ θεότητι, ὥστε ποιῆσαι τὰ ἀμφότερα ἕν.

Θεοδωρήτου περὶ . . . Φαίη δ᾿ ἄν τις πῶς ὁ Θεὸς καὶ μετὰ τοῦ ἄρθρου προσαγορευθεὶς Θεὸς, καὶ τὸν θρόνον ἔχων εἰς αἰῶνα αἰῶνος, χρισθείη ἃν ὑπὸ τοῦ Θεοῦ; πῶς δ᾿ ἃν χειροτονητὴν λάβοι βασιλείαν, φυσικὴν ἔχων βασιλείαν; ἐναντίον γὰρ τὸ εἶναι βασιλεία τοῦ χρισθῆναι εἰς βασιλείαν. ἐροῦμεν τοίνυν πρὸς τοῦτο, ὅτι τὸν μὲν Θεὸν, οὗ ὁ θρόνος εἰς αἰῶνα αἰῶνος, τὸν ἀεὶ ὄντα νοεῖν χρὴ, τὸν δὲ ὕστερον ποτὲ χρισθέντα, τὸ ἐξ ἡμῶν ληφθὲν, τὸ ἐκ Δαβὶδ, τὸ ἐξ Ἀβραὰμ, τὸ μετόχους ἔχων, οὓς πλεονεκτεῖ τὸ χρίσματι πάντα ἐν ἑαυτῷ δεξάμενον τὰ τοῦ παναγίου Πνεύματος χαρίσματα. ἐν ἑκατέρᾳ δὲ φύσει ὁ εἷς Θεὸς προσκυνεῖται.

Καὶ, σὺ κατ’ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελιώσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις. καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.

Θεοδωρήτου. Ἔδειξεν αὐτὸν τὸν ἁπάντων δημιουργόν. διὰ γὰρ οὐρανοῦ καὶ γῆς πάντα τὰ ἐν αὐτοῖς περιέλαβεν, ἃ καὶ ἀπὸ ἀρχῆς τινος τοῦ μὴ εἶναι ποτὲ γέγονε καὶ ἐκτίσθη. δῆλον γὰρ ὅτι τὸ κατ’ ἀρχὰς κτιζόμενον, ἀρχὴν ἔχει τοῦ κτίζεσθαι. ἐδίδαξεν ὡς ἄτρεπτος καὶ ἀναλλοίωτος. τοῦτο γὰρ δηλοῖ τὸ “αὐτοὶ ἀπολοῦν- “ται, σὺ δὲ διαμένεις.” ἐδήλωσε καὶ τῆς κτίσεως τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν ὑπ’ αὐτοῦ γενησομένην. αὐτοῦ δὲ τὸ ἄναρχον καὶ ἀνώλεθρον. “σὺ γάρ,” φησιν, “ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου “οὐκ ἐκλείψουσιν·” οὐ γὰρ ἐγένου, ἀλλὰ εἶ, οὐδὲ ἀλλοίωσιν δέχῃ

371
τινά· ἀεὶ γὰρ ὁ αὐτὸς εἰ δηλοῖ δὲ ταῦτα καὶ τὸ ἀπαθὲς τῆς θεότητος· εἰ γὰρ αὕτη πέπονθεν, πῶς ἐστὶν ἡ αὐτή; ἠλλοίωται γάρ. καὶ εἰ τρεῖς ἡμέρας ἐν τῷ θανάτῳ πεποίηκεν, ἐξέλειπε τὰ ὄη. ἀλλὰ καὶ ὁ προφήτης ἡμᾶς, καὶ ὁ Ἀπόστολος διδάσκει, ὁ μὲν, γεγραφὼς τὴν μαρτυρίαν, ὁ δὲ ταύτῃ χρησάμενος, ὡς ὁ αὐτός ἐστι, καὶ τὰ ἔτη αὐτοῦ οὐκ ἐκλείψουσιν.

Χργσοστόμου. Ἵνα γὰρ μὴ ἀκούσας “ὅταν δὲ εἰσαγάγῃ τὸν “πρωτότοκον εἰς τὴν οἰκουμένην,” ὡς δῶρον νομίσῃς εἶναι ὕστερον αὐτῷ προσδοθὲν, τοῦτο καὶ ἄνω προδιωρθώσατο. εἶτα καὶ πάλιν ἐπιδιορθοῦται λέγων “καταρχὰς,” οὐχὶ νῦν ἀλλ’ ἄνωθεν. ἰδοὺ πάλιν καὶ τὸν Σαμοσατέα καιρίᾳ πλήττει πληγῇ καὶ Ἄρειον· ἃ περὶ τοῦ Πατρός ἐστιν εἰπεῖν, ταῦτα ἁρμόσας τῷ Υἱῷ. μετὰ δὲ τούτου, καὶ τι ἄλλο πάρεργον ἠνίξατο. καὶ γὰρ τὴν μετασχημάτισιν τοῦ κόσμου παρεδήλωσε λέγων, ὅτι ἀλλαγήσονται, ὃ καὶ ἐν τῇ πρὸς Ῥωμαίους φησὶν, ὅτι μετασχηματίσει τὸν κόσμον, καὶ τὸ εὔκολον δηλῶν, ἐπήγαγεν, “ἑλίξεις αὐτοὺς,” ὥσπερ γάρ τις περιβόλαιον, οὕτως αὐτὸς τὸν κόσμον ἑλίξει καὶ ἀλλάξει. εἰ δὲ τὴν ἐπὶ τὸ βέλτιον μετασχημάτισιν οὕτως εὐκόλως ἐργάζεται, ἐπὶ τῆς ἐλάττονος δημιουργίας ἑτέρου ἐδεῖτο, μέχρι τίνος οὐκ αἰσχύνεσθε;

Θεοδωρήτου Ψαλμοῖσ περὶ ... Ὁ δὲ νοῦς τῶν ψαλμικῶν ῥημάτων τοιοῦτος. τὴν μὲν κτίσιν ὁ ποιητὴς ὡς ἃν ἐθέλῃς μετασκευάζεις· τρεπτὴ γάρ ἐστι, καὶ τοῖς σοῖς ἀκολουθεῖ νεύμασιν, αὐτὸς δὲ, ἄτρεπτον ἔχεις τὴν φύσιν καὶ ἀναλλοίωτον. τούτου δὴ χάριν περὶ μὲν τῆς κτίσεως ὁ προφήτης φησὶν, ὁ ποιῶν πάντα καὶ μετασκευάζων αὐτά, περὶ δὲ σοῦ τοῦ Θεοῦ Λόγου, σὺ δὲ ὁ αὐτὸς εἰ, καὶ σὺ περὶ σεαυτοῦ, ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι. σὺ τῇ γῇ τὸ εἶδος δέδωκας καὶ τὴν τάξιν, “κατ’ ἀρχάζ́” τουτέστιν ἅμα τῷ οὐσιωθῆναι τοὺς ἀνθρώπους μὴ ὄντας ἐποίησας τῇ ἐνεργητικῇ σου δυνάμει, καὶ τούτων μεταβολὴν δεχομένων καὶ ἀλλοιουμένων ὡς ποιημάτων, σὺ τὸ ἄτρεπτον ἔχεις ὡς ποιητής. τὰ μὲν γὰρ γενητὰ ἤρξατο γίνεσθαι, καὶ προάγει αὐτὸν ἡ ἀρχὴ, καὶ τὸ εἶναι αὐτῶν ἐν τῷ γίνεσθαι μετρεῖται. ὁ δὲ Λόγος οὐκ ἔχων ἀρχὴν, τοῦ εἶναι τῶν τὴν ἀρχὴν ἐχόντων δημιουργὸς γίνεταί.

Ἀπολοῦνται δὲ οἱ οὐρανοὶ οὐ κατ’ οὐσίαν, ἀλλὰ κατὰ τὸ σχῆμα.

372
“παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου,” καὶ ἅπαντα δὲ τὰ ὁρώμενα καταγηράσει, καὶ ἱματίου μιμήσεται παλαιότητα, τῇ συνεχεστέρᾳ χρήσει καὶ τῷ χρόνῳ· σὺ δὲ αὐτὴν ἀλλάξεις καὶ νεουργήσεις, καὶ ἄφθαρτα ποιήσεις ἀντὶ φθαρτῶν. καὶ αὐτὴ γὰρ ἡ κτίσις ἐλευθερωθήσεται ἐκ τῆς δουλείας τῆς φθορᾶς, καὶ οἱ οὐρανοὶ ὑποβληθήσονται φθορᾷ. ἡ δὲ φθορὰ αὕτη γενήσεται αὐτοῖς εἰς ἀνακαινισμὸν, καὶ συστελεῖς αὐτοὺς οὕτως εὐχερῶς, ὡς ἑλίσσει τις περιβόλαιον· ἑλιχθήσονται γὰρ εἰς βέλτιον σχῆμα μεταβαλλόμενοι, καὶ ἀλλαγήσονται, καὶ τροπὴν ἀγαθὴν ὑπομενοῦσι τὴν ἀπὸ τῆς παλαιότητος ἐπὶ τὴν ἀνακαίνισιν καὶ τὴν ἀφθαρσίαν. ἀλλὰ τὴν μὲν κτίσιν οὕτω μεταρυθμίζεις καὶ μεθαρμόζεις, καὶ μεταβάλλεις τὰ πάντα ὡς θέλεις. σὺ δὲ ἅτε Θεὸς, ἄτρεπτον ἔχεις τὴν φύσιν καὶ ἀίδιον, καὶ ἀλλοιώσεως κρείττονα. κτισμάτων γὰρ ἴδιον τὸ ἀλλοιοῦσθαι, τῷ καὶ τὴν οὐσίαν αὐτῆς ἀποτροπῆς ἦρχθαι, καὶ ἀπό τινος ἀρχῆς. σοῦ δὲ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὧσαύτως ἔχοντος ἀτρέπτου τε καὶ ἀμεταβλήτου ὄντος, ὑπερούσιος ἡ οὐσία, ἄναρχός τε καὶ ἀτελεύτητος. μόνος γὰρ ἔχεις ἀθανασίαν καὶ τὴν ὕπαρξιν ἐπ’ ἄπειρον. ἔτη γὰρ ἐπὶ Θεοῦ τὴν παράτασιν τοῦ εἶναι νοητέον. ὡς δὲ οὐκ ἔμελλεν ἄτρεπτος εἶναι ὁ μετὰ τοῦ Πατρὸς ἓν ὢν καὶ τῆς οὐσίας ἴδιος ὢν αὐτοῦ, ἧς ἀτρέπτου οὔσης, ἄτρεπτον καὶ τὸ ἐξ αὐτῆς γέννημα.

Εἰ δὲ τοῦ ὄντος Λόγου τροπὴν Ἀρειανικὴν καταψεύδονται, μανθανέτωσαν ποῦ τούτοις ὁ λόγος κινδυνεύει· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. καὶ διὰ τοῦτο ὁ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα, καὶ ἡ τοῦ Υἱοῦ γνῶσις, γνῶσις ἐστὶ τοῦ Πατρός. οὐκοῦν ἀναλλοίωτος ἡ εἰκὼν τοῦ ἀτρέπτου εἴη ἄν. ὁ μὲν οὖν Δαβὶδ πρὸς αὐτὸν ψάλλει, “σὺ δὲ ὁ αὐτὸς εἶ,” ὁ δὲ Κύριος περὶ ἑαυτοῦ φησιν, “ἴδετέ με ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι· εἰ γὰρ καὶ περὶ τοῦ Πατρὸς ὁ λόγος, ἀλλὰ καὶ τὸν Υἱὸν ἁρμόσει λέγειν, ὅτι μάλιστα γενόμενος ἄνθρωπος, δείκνυσι τὴν ταὐτότητα καὶ τὸ ἄτρεπτον αὐτοῦ τοῖς νομίζουσι διὰ τὴν σάρκα ἠλλοιῶσθαι αὐτὸν καὶ ἕτερόν τι γεγενῆσθαι.

Πάντων τοίνυν τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως δία τῆς οὐρανοῦ καὶ γῆς σημασίας τρεπτὴν καὶ ἀλλοιωτὴν τὴν φύσιν ἡ Γραφὴ λέγουσα, καὶ τὸν Υἱὸν ὑπεξαίρουσα τούτων, δείκνυσι μηδόλως

373
γενητὸν αὐτὸν εἶναι, ἀλλὰ καὶ μᾶλλον αὐτὸν ἀλλοιοῦντα τὰ ἄλλα· καὶ μὴ ἀλλοιούμενον αὐτὸν διδάσκει δι’ ὣν φησι, σὺ δὲ ὁ αὐτὸς “εἶ.Ζ καὶ εἰκότως· τὰ μὲν γὰρ γενητὰ ἐξ οὐκ ὄντων ὄντα, καὶ ὄντα πρὶν γένηται ὅλως ὅτι οὐκ ὄντα γένηται, ἀλλοιουμένην ἔχει τὴν φύσιν. ὁ δὲ Υἱὸς ἐκ τοῦ Πατρὸς ὣν, καὶ τῆς οὐσίας αὐτοῦ ἴδιος, καὶ οὐκ ἐν ἄλλῃ ἀρχῇ τὸ εἶναι ἔχων, ἀλλ’ ἐν τῷ ἀνάρχῳ Πατρὶ, ἵνα καὶ αὐτὸς ἄναρχος ᾖ, ἀναλλοίωτος καὶ ἄτρεπτος ἐστὶν, ὡς αὐτὸς ὁ Πατήρ. οὐ γὰρ θέμις εἰπεῖν ἐκ τῆς οὐσίας τοῦ ἀτρέπτου τρεπτὸν γεννᾶσθαι Λόγον, καὶ ἀλλοιουμένην σοφίαν. πῶς γὰρ ἔτι Λόγος, εἰ τρεπτός ἐστιν; ἣ πῶς ἐστι σοφία τὸ ἀλλοιούμενον; εἰ μὴ ἄρα ὡς ἐν οὐσίᾳ συμβεβηκέναι τινὰ χάριν καὶ ἕξιν ἀρετῆς, καὶ κεκλῆσθαι ταύτην οὕτως Λόγον καὶ Υἱὸν καὶ σοφίαν εἴποιεν· ὥστε καὶ ἀφαιρεῖσθαι καὶ προστίθεσθαι αὐτῇ δύνασθαι. ἀλλ’ οὐκ ἔστι Χριστιανῶν ἡ πίστις αὕτη· τὸ γὰρ τρεπόμενον καὶ οὐχ ἱστάμενον ἐν ἑνὶ καὶ τῷ αὐτῷ πῶς δύναται εἶναι ἀληθές; ἀλλὰ μὴν ὁ Κύριος περὶ ἑαυτοῦ λέγει, “ἐγώ εἰμι ἡ ἀλήθεια,” καὶ τὸ ἄτρεπτον αὐτοῦ τοῦτο δείκνυσιν. οἱ δὲ Ἀρειανοὶ ἀπὸ τῆς καρδίας ὡς ἀπὸ φθορᾶς ταῦτα ἐξεμοῦσι, καὶ γένητον αὐτὸν λέγουσι.

Κυρίλλου θησαυρικῶν. Ἀλλὰ μὴν πᾶν ὅπερ ἃν φαίνηται γεγονὸς κατ’ οὐσίαν, καὶ εἰς τὸ μὴ εἶναι καταλήξει ποτὲ, θελήσαντος τοῦ δημιουργοῦ· καὶ ὅπερ ἃν ἔχοι φύσιν τοῦ παθεῖν τι δεκτικὴν, πάθοι ἃν καὶ εἰ μήπω πέπονθε· τὸ δὲ πάσχειν οὐ πεφυκὸς, οὐκ ἄν τι πάθοι ποτὲ καὶ ἕτερόν τι παρ’ ἐκεῖνο ἐστί· καὶ τὸ ἀεὶ ὡσαύτως ὣν, οὔτε τοῦ εἶναι ἤρξατο, οὔτε μὴν οἰδε τὸν ἐπὶ τῷ τέλει δρόμον, ὥσπερ τὰ τοῦ εἶναι ἀρξάμενα. ἀλλ’ οὐκ ἄν τις εἴποι νοῦν ἔχων, τὰ τοσαύτην ἔχοντα πρὸς ἄλληλα τὴν ἐναντιότητα, καὶ οὕτω κατὰ φύσιν διεστηκότα, ὁμογενῆ τε εἶναι, καὶ τῆς αὐτῆς ὑπάρχειν οὐσίας. εἰ τοίνυν ἔπι μὲν τῶν ποιημάτων ὡς ὑποκειμένων φθορᾶ λέγεται, αὐτοὶ ἀπολοῦνται, ἐπὶ δὲ τοῦ Υἱοῦ, “σὺ δὲ διαμένεις;” κἀκεῖνα μὲν παλαιωθήσεται ὡς γενητικὴν ἔχοντα τὴν φύσιν, τοῦ δὲ Υἱοῦ τὰ ἔτη οὐκ ἐκλείψουσι, πῶς ὁ μονογενὴς u ἔσται τοῖς Ἀγγέλοις ὁ Υἱός; τοῖς γενητοῖς ὁ ἀγένητος; τοῖς πεποιημένοις ὁ ποιητής; τοῖς παρελθεῖν δυναμένοις ὁ αἰώνιος; εἰ γὰρ καὶ [*](u Leg. ὁμογενὴς.)

374
ἀθάνατόν τι χρῆμα ὁ Ἄγγελος ἐστὶ διὰ τὴν οὕτω κειμένην ἐπ’ αὐτῷ τοῦ ποιήσαντος βούλησίν τε καὶ χάριν, ἀλλ’ ἐπείπερ ἀρχὴν τοῦ εἶναι ἔχει, δύναιτ’ ἃν καὶ εἰς τέλος ἐλθεῖν. φύσεως δὲ πλεονεκτήματα τοῖς ἔχουσιν ἐστὶν ἰσχυρὰ, καὶ οὐχὶ τῷ πεποιηκότι Θεῷ· ὥσπερ οὖν καὶ τὸ πῦρ, καυστικὸν μέν ἐστιν, ἀλλ’ οὐ τῷ Θεῷ, οὕτω καὶ Ἄγγελος ἀθάνατος μὲν, ἀλλ’ οὐ τῷ Θεῷ· μόνος γὰρ αὐτὸς κυρίως ἀθάνατος, φυσικῶς ἔχων, οὐκ ἀπὸ χάριτος, τὴν ἀσφάλειαν, ὥσπερ τὰ γενητά.

Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκε ποτὲ, κάθου ἐκ δεξιῶν μου ἕως ἃν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

Χρυσοστόμου. Οἱ μὲν περὶ Ἄρειον καὶ Εὐνόμιον εἰς τὸν Θεὸν Λόγον εἰρῆσθαι λέγουσι ταῦτα καὶ πρὶν σαρκωθῆναι. οἱ δὲ περὶ Παῦλον τὸν Σαμοσατέα καὶ Φωτεινὸν, καὶ Σαβέλλιον, εἰ ψιλὸν ἄνθρωπον ἐκ Μάριας τὴν ἀρχὴν ἔχοντα, τι οὖν ἐροῦσι πρὸς τὸ “ἐκ “γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε;” οἱ δὲ ᾿Ιουδαῖοι, τὸ γελοιότερον, εἰς τὸν Ἁβραὰμ ἐκ προσώπου τοῦ δούλου. ὅσης δὲ ἀνοίας τὸ νομίζειν τὸν Ἁβραὰμ καθῆσθαι ἐκ δεξιῶν τοῦ Θεοῦ, ὅς γε καὶ τὸ παρεστάναι τοῖς Ἀγγέλοις, μεγίστης ἄξιον ἡγεῖτο τιμῆς εἶναι; ποῦ δὲ ἱερεὺς ὁ Ἁβραὰμ, ὅς γε καὶ αὐτὸς ἱερεῖ τῷ Μελχισεδὲκ ἐκέχρητο, καὶ τὰς παρ’ αὐτοῦ εὐλογίας ἐζήτει; πῶς δ᾿ ἃν ἔχοι λόγον περὶ τοῦ Ἁβραὰμ εἰρῆσθαι τὸ “ἐκ γαστρὸς πρὸ ἑωσφόρου “ἐγέννησά σε;” ἕτεροι δὲ, τὸν μὲν λέγοντα φασὶ τὸν Θεὸν, τὸν δὲ ἀκούοντα τὸν Ζοροβάβελ. τι οὖν; ὁ Ζοροβάβελ κύριος τοῦ Δαβίδ; καὶ πῶς ἃν ἔχοι λόγον ὃς καὶ αὐτὸς ἀντὶ μεγάλης τιμῆς, Δαβὶδ κέκληται; ποῦ δὲ ἱερωσύνην ἔσχε, καὶ ταύτην ξένην τινὰ καὶ παράδοξον; ἀλλὰ τὰς αἱρετικὰς καὶ Ἰουδαϊκὰς φλυαρίας παρελθόντας, εἰπεῖν χρὴ τἀληθὲς, ὅτι εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν εἴρηται ὁ Ψαλμὸς, τὸν μονογενῆ μὲν ἐκ Πατρὸς, κατὰ σάρκα δὲ πρωτότοκον· εἷς γὰρ τὸ συναμφότερον· ἐπιτρέπεται δὲ καθῆσθαι, οὐχ ὡς μονογενὴς, κατὰ τοῦτο γὰρ συναΐδιος καὶ ὀμόθρονος, ἀλλ’ ὡς πρωτότοκος καὶ κληρονόμος.

Θεδωρήτου Ψαλμοῖσ. Τοῦτο καὶ Πέτρος εἰς τὸν Κύριον ἐξελάβετο, καὶ αὐτὸς δὲ ὁ Κύριος ὁρῶν τοὺς Φαρισαίους ἄλλας

375
περὶ τοῦ Χριστοῦ δόξας ἔχοντας, καὶ ψιλὸν αὐτὸν ἄνθρωπον νομίζοντας, μηδὲν πλέον τῶν λοιπῶν ἔχοντα, πεῦσιν αὐτοῖς τοιάνδε προσήνεγκε, “τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστιν;” εἰρηκότων δὲ ἐκείνων, τοῦ Δαβὶδ, ἀπεκρίνατο, “πῶς οὖν ὁ Δαβὶδ “ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων, Εἶπεν ὁ Κύριος τῷ “Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου.” εἶτα ἐπισυλλογίζεται· “εἰ “οὖν Δαβὶδ Κύριον αὐτὸν καλεῖ ἐν Πνεύματι,” (ἀλλ᾿ οὐκ ἀνθρωπίνῳ λογισμῷ,) “πῶς υἱὸς αὐτοῦ ἐστί;” τοῦτο δὲ ἔφη, οὐκ ἐκβάλλων τὸ εἶναι υἱὸν Δαβὶδ τὸν Χριστὸν, ἀλλὰ τῷ ὁμολογουμένῳ τὸ ἀγνοούμενον προστιθείς. τὸ μὲν γὰρ εἶναι υἱὸν τοῦ Δαβὶδ τὸν Χριστὸν, ὡμολόγουν οἱ Φαρισαῖοι. ὅτι δὲ καὶ Κύριος ἦν τοῦ Δαβὶδ, ἠγνόουν παντάπασι. τὸ λεῖπον τοίνυν προστίθησιν, οὐ τὸ ὁμολογούμενον ἀναιρεῖ, διδάσκων ὡς αὐτὸς καὶ υἱὸς Δαβὶδ, τὸ κατὰ σάρκα, καὶ Κύριος αὐτοῦ ὡς Θεὸς καὶ δημιουργός. εἰ οὖν Δαβὶδ ὁ μέγας καὶ εὐσεβὴς, βασιλεὺς καὶ προφητικῆς Χάριτος ἠξιωμένος, Κύριον ἑαυτοῦ καλεῖ τὸν δεσπότην Χριστὸν, οὐκ ἅ μόνον ἄνθρωπος κατὰ τὴν ᾿Ιουδαίων διάνοιαν, ἀλλὰ καὶ Θεὸς, ὡς τοῦ Δαβὶδ δημιουργός τε καὶ Κύριος.

Καὶ τὸ κοινὸν δὲ τῶν ὀνομάτων τὴν ταὐτότητα τῆς οὐσίας δηλοῖ, Κύριος γὰρ Κυρίῳ λέγει, ὁ Πατὴρ τῷ Υἱῷ, καὶ ὁ Κύριος κτίσματι. τὸ δὲ “κάθου,” μέγα μὲν καὶ οὐ μόνον ἐπὶ τὴν ἀνθρωπείαν φύσιν, ἀλλὰ καὶ ὑπὲρ ἅπασαν κτίσιν, πλὴν ἀνθρωπίνως αὐτῷ εἴρηται. ὡς γὰρ Θεὸς ὁ Υἱὸς, αἰώνιον ἔχει τὸν θρόνον, καὶ οὐ μετὰ τὸν σταυρὸν καὶ τὸ πάθος καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, ταύτης ἠξιώθη τῆς τιμῆς, ἀλλ’ ἔλαβεν ὡς ἄνθρωπος, ὅπερ εἶχεν ὡς Θεός. σημαίνει δὲ ὁ μὲν θρόνος τὴν βασιλικὴν ἀξίαν· ἡ δὲ κάθισις, τὸ βέβαιον καὶ ἑδραῖον, καὶ τὴν ἐν ταὐτῷ τῶν ἀγαθῶν ἵδρυσίν τε καὶ διαμονήν· ἡ δεξιὰ δὲ χώρα τὸ τῆς ἀξίας ὁμότιμον. τοῦτο γὰρ ἡ κοινωνία τῆς καθέδρας δηλοῖ τὴν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα συμβασίλευσιν. εἰ δὲ τὸ εἰπεῖν “κάθου” σκανδαλίζει τινὰς, ἀκουέτωσαν ὅτι ἐκ δεξιῶν κάθηται, καὶ τοῦ σκανδάλου ἀπαλλαττέσθωσαν· τὸ γὰρ δεξιὸν, τὴν πρὸς τὸ ἶσον σχέσιν δηλοῖ. οὐ σωματικῶς τοῦ δεξιοῦ λαμβανομένου, ἀλλ’ ἐκ τῶν τιμίων τῆς προεδρίας ὀνομάτων, τὸ μεγαλοπρεπὲς τῆς περὶ τὸν Υἱὸν τιμῆς παριστῶντος τοῦ λόγου.

376

Ἀθανασίου περὶ Πίστεωσ. Πλὴν ὅπερ ἔφημεν τὸ “κάθου “ἐκ δεξιῶν μου,” εἰς τὸ κυριακὸν σῶμα λέγεται· εἰ γὰρ κατὰ τὸν Ἰερεμίαν “τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ λέγει Κύριος, πάντα δὲ χωρεῖ ὁ Θεὸς, ὑπ’ οὐδενὸς δὲ χωρεῖται, εἰς ποῖον καθέζεται θρόνον; τὸ σῶμα τοίνυν ἐστὶν ᾧ λέγει “κάθου ἐκ δεξιῶν μου,” οὗ καὶ γέγονεν ἐχθρὸς ὁ διάβολος σὺν ταῖς πονηραῖς δυνάμεσι, καὶ Ἰουδαῖοι καὶ Ἕλληνες οἱ τοῖς Χριστοῦ κηρύγμασιν ἀντιπιπτοντες.

Ἀπολιναρίου. Καὶ ἀνθρώπινον μὲν τὸ πρόσταγμα, ἀρχὴν τῇ καθέδρᾳ παρεχόμενον. θεῖον δὲ τὸ ἀξίωμα τὸ συγκαθῆσθαι Θεῷ, ᾧ παρεστήκασι καὶ λειτουργοῦσιν αἱ μυριάδες καὶ χιλιάδες. ὥσπερ δὲ ὡς πρὸς ἄνθρωπον λέγει τὸ “κάθου,” οὐ γὰρ τῷ ἀεὶ καθημένῳ ἐπὶ θρόνου δόξης, καθὸ Θεὸς Λόγος εἴρηται, μετὰ τὴν ἐκ γῆς ἄνοδον, ἀλλὰ τῷ νῦν εἰς τὴν ἐπουράνιον ὑψωθέντι δόξαν, καθὸ ἄνθρωπος, οὕτως οὐδὲ τοὺς ἐχθροὺς ὡς Θεῷ ὑποτάσσει, ἀλλ’ ὡς ἀνθρώπῳ. καὶ διδάσκει Παῦλος, ἴδιον αὐτοῦ τιθεὶς τὸ κατόρθωμα, κατὰ τὸ θεικὸν δηλαδὴ, ἐν οἷς φησι, “κατὰ τὴν ἐνέργειαν τοῦ “ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῶ τὰ πάντα.”

Χρυσοστόμου Ψαλμοῖσ. Σὺ δὲ ἀκούων τοῦ προφήτου λέγοντος ὅτι ὁ Πατὴρ τίθησιν ὑπὸ τοὺς πόδας, μὴ θορυβηθῇς· οὐ γὰρ ὡς ἀτονοῦντος τοῦ παιδὸς τοῦτο εἴρηται. ὁ Παῦλος γοῦν αὐτὸν φησὶ τοὺς ἐχθροὺς τιθέναι ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ τὸ πᾶν αὐτῷ ἀνατίθησι λέγων· “ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν “καὶ δύναμιν·” κοινὰ γὰρ τὰ ἔργα, τὰ ἐκείνου τούτου, καὶ τὰ τούτου ἐκείνου. ὥστε κἂν ἀκούσῃς, ὅτι ὁ Πατὴρ ὑπέταξε, μὴ ἀλλότριον εἶναι λέγε τὸν Πατέρα τοῦ πράγματος· καὶ ὑποπόδιον δὲ ἀκούων, μηδὲν αἰσθητὸν νόμιζε, ἀλλὰ τὴν ἐπιτεταμένην ὑπο- ταγήν.

Θεολωρήτου Ψαλμοῖσ. Τὸ δὲ “ἕως οὗ,” οὐ χρόνου ἐστὶν ὅρος, ἐπεὶ, πῶς ἕστηκεν ἐκείνῳ τὸ προφητικὸν τὸ λέγον, “ἡ ἐξουσία “αὐτοῦ ἐξουσία αἰώνιος. καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία ἥτις οὐ “διαφθαρήσεται, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος,” εἴγε μέχρι τούτου μέλλει βασιλεύειν; οὐ τοίνυν χρόνου σημαντικὸν τὸ “ἕως,” ἀλλ’ ἰδίωμα τῆς θείας Γραφῆς, οἷον τὸ “ἕως ἃν “καταγηράσηται, ἐγώ εἰμι.” δῆλον δὲ ὅτι οὐ συμπεριορίζεται τὸ

377
εἶναι τοῦ Θεοῦ τῷ γήρᾳ τῶν ἀνθρώπων, ἀλλὰ καὶ γηρώντων καὶ τελευτώντων διαμένει ὁ τῶν ὅλων ποιητὴς, καὶ τὰ ἔτη αὐτοῦ οὐκ ἐκλείψουσι. τοῦτο ἔοικεν ἐκείνῳ τῷ ἀποστολικῷ ῥητῷ, “δεῖ γὰρ “αὐτὸν βασιλεύειν ἄχρις οὗ ἃν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ “ὑπὸ τοὺς πόδας αὐτοῦ.” οὐδὲ γὰρ ἐνταῦθα τὸ ἄχρι χρόνου δηλωτικόν. ποῖον γὰρ ἔχει λόγον ἔτι μέν τινων ἀντιλεγόντων βασιλεύειν αὐτὸν, μετὰ δὲ τὴν ἁπάντων ὑποταγὴν ἀφαιρεῖσθαι τὴν βασιλείαν; καὶ μὴν Δανιὴλ ὁ προφήτης μετὰ τὴν τῶν θηρίων ἀναίρεσιν αὐτὸν ἔφη βασιλεύειν εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ μὴ ἔσεσθαι τέλος. πῶς δὲ καὶ οἱ ἅγιοι συμβασιλεύουσιν, ἣ τίνι συμβασιλεύσουσι, τοῦ τὴν βασιλείαν ὑπεσχημένου ἀποτιθεμένου τὴν βασιλείαν; οὐκοῦν τὸ “ἕως” χρόνου δηλωτικὸν, ἀλλὰ κατὰ ἰδίωμα τῆς θείας κεῖται Γραφῆς.

Γρηγορίου θεολόγου. Σὺ δὲ ὁ τὴν δόξαν τοῦ μονογενοῦς ἐλαττῶν, ὡς μέγιστόν τι προβάλλῃ καὶ ἄμαχον, τὸ “δεῖ γὰρ “αὐτὸν βασιλεύειν ἄχρι τοῦδε,” καὶ “ὑπ’ οὐρανοῦ δειχθῆναι ἄχρι “χρόνων ἀποκαταστάσεως,” καὶ τὴν ἐκ δεξιῶν καθέδραν ἔχειν ἕως τῆς τῶν ἐχθρῶν ἐπικρατήσεως, τὸ μετὰ τοῦτο δὲ τί λῆξαι τῆς βασιλείας, ἢ τῶν οὐρανῶν ἀποστῆναι. τίνος παύσοντος; ἣ δι’ ἥν τινα αἰτίαν; ὡς τολμηρὸς ἐξηγητὴς σὺ καὶ λίαν ἀβασίλευτος, καὶ μὴν ἀκούεις τῆς βασιλείας αὐτοῦ μὴ εἶναι πέρας· ἀλλὰ τοῦτο πάσχεις παρὰ τὸ μὴ γινώσκειν ὅτι τὸ “ἕως” οὐ πάντως ἀντιδιαιρεῖται τῷ μέλλοντι, ἀλλὰ τὸ μέχρι μὲν τοῦδε τίθησι, τὸ ὑπὲρ τοῦτο δὲ, οὐκ ἀναίνεται. ἣ πῶς νοήσεις, ἵνα μὴ τὰ ἄλλα λέγω, τὸ “ἔσομαι μεθ’ ὑμῶν ἕως τῆς συντελείας τοῦ αἰῶνος;” ἆρ’ ὡς μετὰ τοῦτο οὐκ ἐσομένου; καὶ τίς ὁ λόγος;

Θεολωρήτου. Κατὰ δὲ τὸν ἡμέτερον λόγον, οὐχ ὡς Θεῷ λέγει “κάθου ἐκ δεξιῶν μου.” πῶς γάρ; ὁ θρόνος γὰρ αὐτοῦ εἰς αἰῶνα αἰῶνος. ὡς ἄνθρωπος τοίνυν ταύτης μετέλαχε τῆς τιμῆς· ὡς γὰρ Θεὸς αἰώνιον ἔχει τὸν θρόνον.

Χρυσοστόμου. Ἅμα δὲ καὶ μεγίστη παραμυθία κἀκεῖνο τοῖς ἐξ Ἐβραίων πιστεύσασι, τὸ γνῶναι ὅτι οὐκ ἔσται οὕτω τὰ πράγματα, ἀλλὰ τὰ πάντα μεταβολὴ, λήψεται καὶ ἀλλαγήσεται, αὐτὸς δὲ μένει διὰ παντὸς ὁ αὐτὸς ὣν, καὶ ἄπειρος ὤν. καὶ νῦν δὲ ἰδοὺ πάλιν αὐτοὺς παραθαρρύνει, εἴ γε μέλλοιεν οἱ ἐχθροὶ αὐτῶν

378
ἡττηθήσεσθαι. καὶ ὅτι ἐχθροὶ αὐτῶν οἱ αὐτοὶ εἰσὶ καὶ τοῦ Χριστοῦ, τοῦτο βασιλείας, τοῦτο ὁμοτιμίας, τοῦτο τιμῆς, οὐκ ἀδυναμίας· τὸ τὸν Πατέρα ὀργίζεσθαι ὑπὲρ τῶν εἰς τὸν Υἱὸν γεγενημένων, τοῦτο πολλῆς ἀγάπης δεῖγμα καὶ γνησιότητος, τῆς ὡς ἀπὸ πατρὸς πρὸς υἱόν. ὁ δὲ ὀργιζόμενος ὑπὲρ αὐτοῦ πῶς ἀλλότριος αὐτοῦ ἐστίν; ὁ λέγων ἕως ἃν θῶ τοὺς ἐχθρούς σου, ὅπερ καὶ ἐν τῷ δευτέρῳ ψαλμῷ λέγεται· “ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελά- “σεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. τότε λαλήσει “πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐ- “τούς.” καὶ πάλιν αὐτὸς, τοὺς μὴ θέλοντάς με βασιλεῦσαι ἐπ’ αὐτοὺς, ἀγάγετε ὧδε ἐνώπιόν μου, καὶ κατασφάξατε αὐτούς.” ὅτι γὰρ αὐτοῦ ἐστὶ τὰ ῥήματα, ἄκουσον τί φησι καὶ ἑτέρωθι, “ποσάκις ἠθέλησα συναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε· ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. καὶ πάλιν, ἀρθήσεται ἀφ’ “ὑμῶν ἡ βασιλεία, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς “αὐτῆς.” καὶ πάλιν, “ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συγκλασθή- “σεται· ἐφ’ ὃν δ᾿ ἂν πέσει, λικμήσει αὐτόν.” ἄλλως δὲ ὁ μέλλων ἐκεῖ κρίνειν αὐτοὺς, πολλῷ μᾶλλον αὐτοὺς δίκην ἐνταῦθα τῆς εἰς αὐτὸν παροινίας ἀπῄτησεν, ὥστε τιμῆς μόνης ἐστὶ τῆς εἰς τὸν Υἱὸν, τὸ “ἕως ἃν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.”

Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν βασι- λείαν ;

Θεολωρήτου. ῾Ικανῶς καὶ τὴν κατὰ τὸ ἀνθρώπειον διαφορὰν ἔδειξεν· ὁ μὲν γάρ, φησιν, ἐκ δεξιῶν κάθηται, οὗτοι δὲ ὡς διάκονοι πέμπονται τῆς τῶν ἀνθρώπων ἕνεκα σωτηρίας.

Χρυσοστόμου. Ὃ δὲ λέγει, τοῦτό ἐστι. τί θαυμαστόν φησιν εἰ τῷ Υἱῷ λειτουργοῦσιν, ὅταν καὶ πρὸς τὴν ἡμετέραν σωτηρίαν ἐκπέμπονται; ὅρα πῶς ἐπαίρει αὐτῶν τὰ φρονήματα, καὶ πολλὴν δείκνυσι τοῦ Θεοῦ τὴν εἰς ἡμᾶς τιμήν. εἴπερ Ἀγγέλους τοὺς ὑπὲρ ἡμᾶς ταύτην ἔταξεν ἔχειν διακονίαν τὴν ὑπὲρ ἡμῶν, εἰς τοῦτο φησὶ, κέχρηται αὐτοῖς· τοῦτο Ἀγγέλων λειτουργία, τὸ διακονεῖν τῷ Θεῷ εἰς σωτηρίαν τὴν ἡμετέραν, ἅστε ἀγγελικὸν ἔργον τοῦτο τὸ πάντα ποιεῖν εἰς σωτηρίαν τῶν ἀδελφῶν, μᾶλλον δὲ αὐτοῦ τοῦ

379
Χριστοῦ τὸ ἔργον ἐστίν· αὐτὸς μὲν γὰρ ὡς δεσπότης σώζει, αὐτοὶ δὲ ὡς δοῦλοι ἀποστέλλονται. εἰ δὲ καὶ ἡμεῖς δοῦλοι, μᾶλλον δὲ σύνδουλοι Ἀγγέλων, τι κεχήνατε πρὸς τοὺς Ἀγγέλους; οὗτοι δοῦλοι εἰσὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ πανταχοῦ δι’ ἡμᾶς καὶ πρὸς σωτηρίαν τὴν ἡμετέραν ἐκπέμπονται, ὥστε ὁμόδουλοι ἡμῶν εἰσίν. ἐννοήσατε πῶς οὐ πολλὴν δίδωσι τοῖς κτίσμασιν ὁ Παῦλος διαφορὰν, καίτοι πολὺ τὸ μέσον Ἀγγέλων καὶ ἀνθρώπων. ἀλλ’ ὅμως πλησίον ἡμῶν αὐτοὺς ἵστησι, μονονουχὶ λέγων, ἡμῖν λειτουργοῦσι, δι’ ἡμᾶς περιτρέχουσιν, ἡμῖν, ὡς ἃν εἴποι τις, ὑπηρετοῦσιν. αὕτη ἐστὶν ἡ διακονία αὐτῶν, τὸ δι’ ἡμᾶς πανταχοῦ πέμπεσθαι.

Τούτων τῶν ὑποδειγμάτων μεστὴ μὲν ἡ παλαιὰ, μεστὴ δὲ καὶ ἡ καινή· ὅταν γὰρ Ἄγγελοι ποιμένας εὐαγγελίζωνται, ὅταν τὴν Μαρίαν, ὅταν τὸν Ἰωσὴφ, τὸν Ζαχαρίαν, ὅταν ἐπὶ τοῦ μνήματος καθέζωνται, ὅταν πέμπωνται εἰπεῖν τοῖς μαθηταῖς, “Ἄνδρες Γαλι- “λαῖοι τί ἑστήκατε, βλέποντες εἰς τὸν οὐρανόν;” ὅταν Πέτρον ἀπολύωσι τοῦ δεσμωτηρίου· ὅταν Φιλίππῳ διαλέγωνται, πῶς ὑμῖν οὐχ ὑπουργοῦσιν; ἐννόησον τοίνυν τὴν τιμὴν ὅση τυγχάνει· ὅταν ὡς πρὸς φίλους πέμπῃ τοὺς Ἀγγέλους διακόνους ὁ Θεὸς, ὅταν πάντας τοὺς Ἀποστόλους Ἄγγελος ἀπὸ τοῦ δεσμωτηρίου ἐκβάλλῃ καὶ λέγῃ “πορευθέντες στῆτε καὶ λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα “τὰ ῥήματα τῆς ζωῆς ταύτης.” τί τὰ ἄλλα λέγω; καὶ αὐτῷ Παύλῳ Ἄγγελος φαίνεται. ὁρᾷς αὐτοὺς διακονοῦντας ἡμῖν διὰ τὸν Θεὸν, καὶ εἰς τὰ μέγιστα διακονοῦντας; διὰ τοῦτο φησὶ Παῦλος· “πάντα ὑμῶν εἴτε ζωὴ, εἴτε θάνατος, εἴτε κόσμος, εἴτε “ἐνεστῶτα εἴτε μέλλοντα.” ἐπέμφθη μὲν οὖν καὶ ὁ Υἱὸς, ἀλλ’ οὐχ ὡς διάκονος, οὐδὲ ὡς λειτουργὸς, ἀλλ’ ὡς Υἱὸς καὶ μονογενὴς, καὶ τὰ αὐτὰ τῷ Πατρὶ βουλόμενος. μᾶλλον δὲ οὐδὲ ἐπέμφθη, οὐδὲ γὰρ ἐκ τόπου εἰς τόπον μετέβη, ἀλλὰ σάρκα ἀνέλαβεν. οὗτοι δὲ τόπους ἀμείβουσι καὶ τοὺς προτέρους ἀφέντες ἐν οἷς εἰσὶν, οὕτως εἰς ἑτέρους ἔρχονται, ἐν οἷς οὐκ ἦσαν. καὶ τοῦτο δὲ πάλιν παραθαρρύνων τοὺς ἐξ Ἑβραίων πιστεύσαντας λέγει, τί δεδοίκατε; ἄλλοι διακονοῦσιν ὑμῖν.

Βασιλείου κατ᾿ Εὐνομίου περὶ τοῦ α῾γίου Πνεύματοσ. Πλὴν ἰστέον ὅτι Ἄγγελοι πάντες, ὥσπερ προσηγορίας μιᾶς, οὕτω

380
καὶ φύσεως πάντως τῆς αὐτῆς τυγχάνουσιν· ἀλλ’ ὅμως οἱ μὲν αὐτῶν ἐθνῶν προεστήκασιν, οἱ δὲ ἑνὶ ἑκάστῳ τῶν πιστῶν εἰσι παρεπόμενοι. ὅσῳ μέν τοι προτιμότερον ἔθνος ὅλον ἑνὸς ἀνδρὸς, τοσοῦτο δή που μεῖζον ὑπάρχειν ἀνάγκη τὸ ἀξίωμα τοῦ ἐθνάρχου Ἀγγέλου, τῶν ἑνὸς ἑκάστου τὴν προστασίαν πεπιστευμένων. τὸ δὲ συνεῖναι ἑκάστῳ τῶν πιστῶν Ἄγγελον οἷον παιδαγωγόν τινα καὶ νομέα τὴν ζωὴν διευθύνοντα, οὐδεὶς ἀντερεῖ, μεμνημένος τῶν τοῦ Κυρίου λόγων, εἰπόντος, “μὴ καταφρονήσητε ἑνὸς τῶν ἐλαχίστων τούτων, “ὅτι οἱ Ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ “Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.” καὶ ὁ ψαλμῳδὸς φησὶ, “παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν.” καὶ ὁ Ἰακὼβ “ὁ Ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητός μου.” ὅτι δὲ πάλιν εἰσι τινες καὶ Ἄγγελοι καὶ ὅλων ἐθνῶν προεστῶτες, Μώσης ἡμᾶς διδάσκει διὰ τῆς ᾠδῆς λέγων· “ὅτε δὲ ἐμέριζεν ὀ Ὕψιστος “ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ “ἀριθμὸν Ἀγγέλων αὐτοῦ.” καὶ ὁ σοφὸς Δανιὴλ ἐν τῇ τοῦ ᾿Αγγέλου ὀπτασίᾳ ἤκουσεν αὐτοῦ λέγοντος, “ὅτι ὁ ἄρχων βασιλείας “Περσῶν εἱστήκει ἐξ ἐναντίας μου. καὶ ἰδοὺ Μιχαὴλ εἷς τῶν “ἀρχόντων τῶν πρώτων ἦλθε βοηθῆσαί μοι.” καὶ μετ’ ὀλίγα φησὶν ὁ αὐτὸς, “καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο.” ἀλλὰ καὶ ἀρχιστράτηγος Κύριος τῆς δυνάμεως λέγεταί τις ὁ Ἰησοῦ τῷ τοῦ Ναυῆ ἐπὶ τοῦ Ἰορδάνου φανερωθείς· καὶ πάλιν τινὲς λεγεῶνες Ἀγγέλων. ὁ τοίνυν ἀρχιστράτηγος τῶν ἐν τοῖς λεγεῶσι κατατεταγμένων ἄρχων ἐστὶ δηλονότι· Ἄγγελοι δὲ ὅμως τῇ φύσει πάντες. καὶ κατὰ μὲν ἀξίωμα ἡ διαφορὰ, κατὰ δὲ τὴν φύσιν ἡ κοινωνία. καὶ ὥσπερ ὁ ἐπὶ πάντων Θεὸς οὐκ ἀπαξιοῖ διακύπτειν ἐκ τοῦ οὐρανοῦ πρὸς τὴν ἐπιμέλειαν τῶν ἀνθρώπων, οὐδὲ αἱ νοηραὶ δυνάμεις τὴν διακονίαν ὑπὲρ εὐεργεσίας τῶν ἀνθρώπων ἀρνουνται.

Ἀθανασίου. Πλὴν τὸ μὲν διακονεῖν τῶν δούλων ἐστὶν, ὡς γενητῶν, τὸ δὲ δημιουργεῖν τοῦ Θεοῦ μόνου, καὶ τοῦ ἰδίου Λόγου αὐτοῦ. διὸ ἐπὶ μὲν τοῦ δημιουργεῖν, οὐκ ἄν τις ἄλλον εὕροι ἣ μόνον τὸν τοῦ Θεοῦ Λόγον. πάντα γὰρ ἐν σοφίᾳ, καὶ χωρὶς τοῦ Λόγου ἐγένετο οὐδὲ ἕν. πρὸς δὲ τὰς διακονίας, οὐχ εἷς, ἀλλ’ ἐκ

381
πάντων πολλοί εἰσιν. ἐν μὲν γὰρ Ἀγγέλοις, μυριάδες παρεστήκασι λειτουργῶν καὶ ἑτοίμων πρὸς τὸ ἐξαποστέλλεσθαι, καὶ προφῆται δὲ πολλοὶ καὶ Ἀπόστολοι. εἴπερ οὖν κτίσμα ἦν καὶ τῶν γενητῶν ὁ Υἱὸς, ἔδει πολλοὺς εἶναι τοιούτους υἱοὺς, ἵνα καὶ πολλοὺς τοιούτους διακόνους ἔχῃ ὁ Θεός· νῦν δὲ εἷς τοῦ ἑνὸς Πατρὸς Λόγος καὶ μία τοῦ Θεοῦ εἰκών ἐστιν. ἀλλ’ ἰδού φησι, καὶ ὁ ἥλιος μόνος εἶς καὶ ἡ γῆ μία. ἄφρονες, εἰπάτωσαν ὅτι καὶ ὕδωρ ἓν, καὶ πῦρ ἓν, ἵνα ἀκούσωσιν ὅτι τῶν γενομένων ἕκαστον, ἓν μέν ἐστι κατὰ τὴν ἰδίαν οὐσίαν, πρὸς δὲ τὴν ἐγχειριζομένην διακονίαν καὶ λειτουργίαν, οὐκ ἔστιν ἕκαστον ἱκανὸν καὶ μόνον αὐτάρκως· μία δὲ καὶ κοινὴ πάντων ἡ λειτουργία, καὶ τὰ ἑκάστου λείποντα παρὰ τοῦ ἑτέρου πληροῦται. ἥλιος γοῦν ἐν ἡμέρᾳ φαίνει, καὶ σελήνη ἐν νυκτὶ, καὶ γῆ βλαστάνει, καὶ τὸ στερέωμα διαχωρίζει ἀνὰ μέσον ὐδατος καὶ ὕδατος καὶ ὅλως οὐδὲ ἒν μόνον, ἀλλ’ ἕκαστα τῶν γενομένων, ὥσπερ ἀλλήλων ὄντα μέλη, καθάπερ ἓν σῶμα τὸν κόσμον ἀποτελοῦσι. καὶ ἁπλῶς ἐν τοῖς κτίσμασιν, οὐδέν ἐστιν ἓν καὶ μόνον κἄ ἑαυτὸ καὶ πρῶτον γενόμενον, ἀλλὰ μετὰ πάντων ἅμα τὴν γέννησιν ἔχει, κἂν τῇ δόξῃ διαφέρῃ τῶν ἄλλων.

Οὐδὲ γὰρ ἕκαστον τῶν ἀστέρων, οὐδὲ τῶν μεγάλων φωστήρων, ὁ μὲν, πρῶτος, ὁ δὲ, δεύτερος ἐφάνη, ἀλλὰ μιᾷ ἡμέρᾳ καὶ τῷ αὐτῷ προστάγματι οἱ πάντες ἐκλήθησαν εἰς τὸ εἶναι. οὕτω καὶ τῶν τετραπόδων, καὶ πετεινῶν καὶ νηκτῶν, καὶ κτηνῶν καὶ τῶν αὐτῶν ἡ γένεσις ἐπλάσθη, οὕτως καὶ τὸ κατ’ εἰκόνα γένος γέγονε τῶν ἀνθρώπων. εἰ γὰρ καὶ ὁ Ἀδὰμ ἐκ γῆς μόνος ἐπλάσθη, ἀλλ’ ἐν αὐτῷ ἦσαν οἱ λόγοι τῆς διαδοχῆς παντὸς γένους. ἀπὸ δὲ τῆς φαινομένης κτίσεως, καὶ τὰ ἀόρατα νοούμενα καθορᾶται, ὅτι κἀκεῖ ὁμοῦ πάντα κατὰ γένος συνέστη· οὐ γὰρ ἕκαστον ἠρίθμησεν ὁ Ἀπόστολος, εἴτε Ἄγγελος, εἴτε θρόνος, εἴτε κυριότης καὶ ἐξουσία, ἀλλ’ ὁμοῦ πάντα κατὰ τὴν τάξιν, εἴτε Ἄγγελοι, εἴτε Ἀρχάγγελοι, εἴτε ἀρχαί. τῶν γὰρ κτισμάτων τοιαύτη ἡ γένεσις. εἴπερ οὖν κτίσμα ἦν καὶ ὁ Λόγος, ἔδει μὴ πρῶτον αὐτὸν ἀλλὰ μετ’ ἄλλων δυνάμεων ἅμα γίνεσθαι, κἂν τῆ δόξη πλέον τῶν ἄλλων ὑπερέχει. οὕτω γὰρ καὶ ἐπὶ τῶν ἄλλων κτισμάτων εὑρεῖν ἐστιν, ὅτι ἅμα μὲν γεγόνασι, καὶ οὐκ ἔστι πρῶ-

382
τος ἣ δεύτερος. διαφέρουσι δὲ ἀλλήλων ἐν δόξῃ. καὶ οἱ μὲν ἐκ δεξιῶν, οἱ δὲ κύκλῳ, καὶ ἄλλοι ἐξ ἀριστερῶν, καὶ πάντες ὑμνοῦσιν ἅμα, καὶ παρεστήκασι λειτουργοῦντες τῷ Κυρίῳ.

Οὐκοῦν εἰ κτίσμα ἐστὶν ὁ Λόγος, οὐ πρῶτος ἃν εἴη, οὐδὲ ἀρχὴ τῶν ἄλλων. εἰ δὲ πρὸ πάντων ἐστὶν, ὥσπερ οὖν καὶ ἐστὶ, καὶ μόνος αὐτὸς πρῶτος καὶ Υἱός ἐστιν, οὐκ ἄρα οὐδὲ ἀρχὴ τῶν πάν- πάντων τῇ οὐσίᾳ ἐστίν. ἐν γὰρ τοῖς πᾶσι καὶ ἡ ἀρχὴ τῶν πάντων συναριθμεῖται. εἰ δὲ μὴ ἀρχή ἐστιν, οὐδὲ κτίσμα ἐστίν. ἀλλ’ εὔδηλον ἂν εἴη ὡς τῇ οὐσίᾳ καὶ τῇ φύσει τῶν μὲν κτισμάτων διέστηκε, καὶ ἄλλος ἐστὶν αὐτῶν, τοῦ δὲ μόνου καὶ ἀληθινοῦ Θεοῦ εἰκών ἐστι μόνος καὶ αὐτὸς ὑπάρχων. διὰ τοῦτο γοῦν οὐδὲ τοῖς κτίσμασιν αὐτὸν συντάττουσιν αἱ γραφαὶ, ἀλλὰ μὴν καὶ ὁ Δαβὶδ ἐπιπλήττει τοῖς τοιοῦτόν τι κἂν ἐνθυμεῖσθαι τολμῶσι, λέλέγων “ τίς ὅμοιός σοι ἐν Θεοῖς Κύριε ; ἣ τίς ὅμοιος τῷ Κυρίῳ ἐν “ υἱοῖς Θεοῦ ;” ὁ δὲ Bαροὺχ, “ οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσε- ” τᾶι ἕτερος πρὸς αὐτόν.” ὁ μὲν γὰρ κτίζει, τὰ δὲ κτίζεται. καὶ ὁ μὲν ἴδιός ἐστι Λόγος τῆς τοῦ Πατρὸς οὐσίας· τὰ δὲ γενόμενα, οὐκ ὄντα πρότερον, δἰ αὐτοῦ τοῦ Λόγου πεποίηται· ὥστε τὸ παρὰ τῶν Ἀρειανῶν εἰρημένον ὅτι κτίσμα ἐστὶν ὁ Υἱὸς, οὐκ ἔστιν ἀληθές.

Χρυσοστόμου. Ὁ μέν τοι Παῦλος εἰπὼν περὶ τοῦ Υἱοῦ, καὶ κατὰ τὴν οἰκονομίαν, καὶ τὰ κατὰ τὴν δημιουργίαν, καὶ τὰ κατὰ τὴν βασιλείαν, καὶ τὸ ὁμότιμον δείξας, καὶ ὅτι ὡς δεσπότης κρα- τεῖ, οὐχὶ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ τῶν ἄνω δυνάμεων, λοιπὸν παρακαλεῖ τοὺς πιστεύσαντας, κατασκευάσας τὸν λόγον, ὥστε προσέχειν, καὶ φησὶν, " διὰ τοῦτο χρὴ περισσοτέρως ἡμᾶς προσ- “ ἔχειν τοῖς ἀκουσθεῖσιν, ἵνα μὴ παραρρυῶμεν.”

Θεοδωρήτου. ταύτην τὴν διαφορὰν ἐπισταμένους, σπουδαιότερον χρὴ τῇ διδασκαλίᾳ προσέχειν, ἵνα μή τινα ὄλισθον ὑπομείνωμεν. ἐνταῦθα βουλόμενος εἰπεῖν ὅτι δεῖ περισσοτέρως τοῦ νόμου προσέχειν, ἐσιώπησεν αὐτό. δῆλον δὲ ὅμως τοῦτο ποιεῖ ἐν τῇ κατασκευῇ, οὐκ ἐν συμβουλῇ, οὐδὲ ἐν παρακλήσει, οὕτω γὰρ ἄμεινον ἦν. “ εἰ γὰρ ὁ δἰ Ἀγγέλων λαληθεὶς νόμος ἐγένετο βέ- “ βαιος,” καὶ οἱ παραβάντες ἐκολάσθησαν, πῶς ἡμεῖς διαφευ-

383
ξόμεθα ; “ διὰ τοῦτο περισσοτέρως ἡμᾶς δεῖ προσέχειν τοῖς “ ἀκουσθεῖσιν·” οὐχὶ κἀκεῖνα Θεοῦ καὶ ταῦτα ; ἣ τοίνυν περισσοτέρως τοῦ κόσμου φησὶν, ἣ ὅτι μεγάλως, οὐχὶ συγκρίνων· μὴ γένοιτο,. ἐπειδὴ γὰρ ἀπὸ τοῦ χρόνου τοῦ πολλοῦ μεγάλην εἶχον περὶ τῆς παλαιᾶς ὑπόληψιν, ταῦτα δὲ ὡς νέα ἔτι καταπεφρό- νητο, δείκνυσιν ἐκ περιουσίας ὅτι τούτοις δεῖ μᾶλλον προσέχειν. πῶς ; μονονουχὶ λέγων ὅτι τοῦ Θεοῦ καὶ ταῦτα κἀκεῖνα. ἀλλ’ οὐχ ὁμοίως, καὶ τοῦτο ἡμῖν ὕστερον δείκνυσιν, τέως δὲ ἐπιπολαιότερον αὐτὸ κατασκευάζει λέγων· εἰ γὰρ ὡς πρώτη ἐκείνη ἄμεμπτος ἦν, καὶ πάλιν, τὸ γὰρ παλαιούμενον ἐγγὺς ἀφανισμοῦ, καὶ πολλὰ ἕτερα τοιαῦτα, ἀλλ’ οὔπω τολμᾷ τοιοῦτον οὐδὲν εἰπεῖν ἐν προοιμίοις, ἕως ἃν προκαταλάβῃ καὶ προκατάσχῃ πλείοσι κατασκευαῖς τὸν ἀκροατὴν, ἀλλὰ διατί “ δεῖ περισσοτέρως ἡμᾶς “ ηοσέχειν,” εἰπὲ, “ μή ποτε,” φησὶ, “ παραρρυῶμεν,” τουττουτέστι μήποτε ἀπολλώμεθα, μὴ ἐκπέσωμεν. δείκνυσιν ἐνταῦθα τὸ χαλεπὸν τῆς ἐκπτώσεως, καὶ ὅτι δύσκολον τὸ παραρρυὲν πάλιν ἐπανελθεῖν, καθότι ἐκ ῥαθυμίας τοῦτο συνέβη. ἔλαβε δὲ τὴν λέξιν ἀπὸ τῶν παροιμιῶν. “ υζ́ε,” γάρ φησι, “ μὴ παραρρυῇς,” καὶ τὸ εὔκολον τοῦ ὀλίσθου δεικνὺς, καὶ τῆς ἀπωλείας τὸ χαλεπὸν, τουτἐστιν οὐκ ἀκίνδυνος ἡμῖν ἡ παρακοή· καὶ δι’ ὧν μὲν κατασκευάζει, δείκνυσιν ὅτι ρείζων ἡ κόλασις· ἀφίησι δὲ καὶ καθ’ ἑαυτοὺς τοῦτο τέως σκοπεῖν ἐν τῇ περὶ τούτων ζητήσει. πάλιν δὲ αὐτὸς ἐν τῷ συμπεράσματι ποιεῖ αὐτὸ φανερώτερον· εἰκότως δὲ τὸν λόγον οὕτω κατασκευάζει. καὶ γὰρ τοῦτό ἐστιν ἀνεπαχθῆ ποιεῖν αὐτὸν, μὴ ἀφ’ ἑαυτοῦ πανταχοῦ τὴν κρίσιν ἐπάγοντα ἀποφαίνεσθαι, ἀλλὰ κόριον ἀφιέναι τὸν ἀκροατὴν, ἵνα αὐτὸς ἐνέγκῃ τὴν ψῆφον. ὅπερ καὶ ἕωμονεστερους ἐποίει γενέσθαι. ποιεῖ δὲ αὐτὸ καὶ ἐν τῇ παλαιᾷ ὁ προφήτης Νάθαν, καὶ ἐν τῷ Ματθαίῳ ὁ Χριστὸς, λέ- λέγων, “ τί ποιήσει τοῖς γεωργοῖς τοῦ ἀμπελῶνος ἐκείνου ζ́ καὶ αὐτοὺς ἀναγκάζων τὴν ψῆφον ἐνεγκεῖν. τοῦτο γὰρ ἡμὲ (sic) τέως δ᾿ οὖν ὅρα πῶς κατασκευάζει αὐτό.

Εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμε-

384
λήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις καὶ τέρασι, καὶ ποικίλαις δυνάμεσι, καὶ Πνεύματος ἁγίου μερισμοῖς, κατὰ τὴν αὐτοῦ θέλησιν.

Θεοδωρήτου. τῇ παραινέσει πάλιν συνέζευξε παρεξέτασιν, καὶ δείκνυσιν ὅσον ὑπέρκειται τῶν νομικῶν διατάξεων ἡ τῶν Εὐαγγελίων διδασκαλία. τῇ γὰρ θέσει τοῦ νόμου Ἄγγελοι διηκόνουν. ἐνταῦθα δὲ αὐτὸς ὁ τῶν Ἀγγέλων δεσπότης πρῶτος τὴν σωτήριον διδασκαλίαν προσήνεγκε. διεδέξαντο δὲ ταύτην οἱ τῆς ἀποστολικῆς ἀπολαύσαντες χάριτος. καὶ ὁ μὲν νόμος, λόγος ἦν τὸ πρακτέον ὑποδεικνὺς, ἡ δὲ τοῦ Κυρίου διδασκαλία τῆς αἰωνίου πρόξενος σωτηρίας. ἐπειδὴ δὲ καὶ Μώσης θαυματουργίαις ἐχρήσατο, ἀναγκαίως δείκνυσι κατὰ τοῦτο πλεονεκτοῦσαν τὴν χάριν. ἐνταῦθα γὰρ οὐ μόνος ὁ δεσπότης ἐθαυματούργησεν, ἀλλὰ καὶ οἱ θεῖοι αὐτοῦ μαθηταὶ, καὶ οἱ ἐκείνων διάδοχοι. ἔδειξε δὲ καὶ ἐν αὐτοῖς πνευματικοῖς χαρίσμασι τὴν καινὴν διαθήκην ἀστράπτουσαν. πάλαι μὲν γὰρ οἱ προφῆται μόνοι τῆς πνευματικῆς μετελάγχανον δωρεᾶς, νῦν δὲ ἅπαντες οἱ πιστεύοντες τῆσδε τῆς χάριτος ἀπολαύουσι· τοῦτο γὰρ ἐπήγαγε “καὶ Πνεύματος Ἁγίου, μερισμοῖς “κατὰ τὴν αὐτοῦ θέλησιν.” ταῦτα δὲ εἴρηκε μὲν προτρέπων αὐτοὺς σπουδαιότερον τῇ θείᾳ προσέχειν διδασκαλίᾳ. ἐν σχήματι δὲ παραινέσεως ἐδίδαξε τὴν τούτων κἀκείνων διαφοράν. ἄγαν δὲ σοφῶς ἔφη τὸν Θεὸν διὰ τῶν θαυμάτων μαρτυρεῖν τῷ κηρύγματι· ἥτε γὰρ ἀπόδειξις ἐναργὴς, καὶ τοῦ μάρτυρος ἀναμφισβήτητος ἡ ἀλήθεια.

Χρυσοστόμου. Τὸ μὲν οὖν ἀκόλουθον ἢν εἰπεῖν, εἰ ὁ δι’ ᾿Αγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, πολλῷ μᾶλλον ὁ τοῦ Χριστοῦ. ὁ δὲ Παῦλος, τοῦτο μὲν εἴασεν, εἶπε δὲ τὸ ἔλαττον, “πῶς ἡμεῖς ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας.” καὶ ὅρα πῶς ποιεῖται τὴν σύγκρισιν, ἐκεῖ δι’ Ἀγγέλων, ἐνταῦθα δὲ διὰ τοῦ Κυρίου· κἀκεῖ μὲν λόγος, ἐνταῦθα δὲ σωτηρία. εἶτα ἵνα μὴ εἴπῃ τις, τί δὲ ἃ σὺ λέγεις Παῦλε, ταῦτα τοῦ Χριστοῦ

385
ἐστι, τῷ τε παρ’ ἐκείνου ἀκηκοέναι τὸ ἀξιόπιστον δείκνυσι, καὶ τῷ νῦν ὑπὸ Θεοῦ αὐτὰ λέγεσθαι, οὐχ ἁπλῶς φωνῆς φερομένης, ἀλλὰ σημείων γινομένων καὶ πραγμάτων μαρτυρούντων.

Τί δέ ἐστιν “ὁ δι’ ᾿Αγγέλων λαληθείς;” καὶ ἐν τῇ πρὸς Γαλάτας γὰρ οὕτω πῶς φησι, “διαταγεὶς δι’ ᾿Αγγέλων ἐν χειρὶ με- “σίτου.” καὶ πάλιν, “ἐλάβετε νόμον εἰς διαταγὰς ᾿Αγγέλων,” καὶ πανταχοῦ φησι δι’ Ἀγγέλων αὐτὸν δίδοσθαι. τινὲς μὲν, τὸν Μωσέα φασὶν αἰνίττεσθαι· ἀλλ’ οὐκ ἔχει λόγον. Ἀγγέλους γὰρ ἐνταῦθα πολλοὺς λέγει, καὶ Ἀγγέλους τούτους τοὺς ἐν τῷ οὐρανῷ. τί οὖν ἐστιν εἰπεῖν; ἤτοι τὴν δεκάλογον φησὶν οὕτως, ἐκεῖ γὰρ Μώσης ἐλάλει, καὶ ὁ Θεὸς ἀπεκρίνατο. ἣ ὅτι παρῆσαν Ἄγγελοι τοῦ Θεοῦ διαταττομένου. ἣ ὅτι περὶ τῶν ἐν τῇ παλαιᾷ λεγομένων καὶ γενομένων ἁπάντων ὡς Ἀγγέλων κοινωνησάντων ἐν τούτοις, ταῦτα φησί. πῶς δὲ ἀλλαχοῦ λέγει ὅτι ὁ νόμος διὰ Μώσεως ἐδόθη, ἐνταῦθα δὲ δι’ Ἀγγέλων; ἣ δηλονότι ἐδόθη τοῖς ἀρχαιοτέροις ὁ νόμος, λαληθεὶς δι’ Ἀγγέλων, καὶ μεσιτεύοντος τοῦ πανσόφου Μωσέως. τί δέ ἐστιν “ἐγένετο βέβαιος;” ἀληθὴς ὡς ἃν εἴποι τις καὶ πιστός. διότι ἐν τῷ προσήκοντι καιρῷ πάντα ἐξέβη τὰ λεχθέντα. ἣ τοίνυν τοῦτο φησὶν, ὅτι ἐκράτησε, καὶ αἱ ἀπειλαὶ εἰς ἔργον ἤρχοντο, ἣ λόγον τὰ προστάγματα λέγει. πολλὰ γὰρ χωρὶς νόμου προσέταξαν Ἄγγελοι παρὰ Θεοῦ πεμπόμενοι, οἷον ἐπὶ τοῦ κλαυθμῶνος, ἐπὶ τῶν Κριτῶν, ἐπὶ Σαμψών. διὰ γὰρ τοῦτο οὐδὲ εἶπε νόμος, ἀλλὰ λόγος. καὶ τάχα μοι δοκεῖ τοῦτο λέγειν μᾶλλον τὰ διὰ τῶν Ἀγγέλων οἰκονομηθέντα. καὶ γὰρ παρῆσαν οἱ Ἄγγελοι τότε, οἱ τὸ ἔθνος ἐμπεπιστευμένοι, καὶ αὐτοὶ τὰς σάλπιγγας ἐποίουν, καὶ τὰ ἄλλα, τὸ πῦρ, τὸν γνόφον, καὶ πᾶσα παράβασις, οὐχ ἡ μὲν, ἡ δὲ οὔ, ἀλλὰ πᾶσα· οὐδὲν ἀνεκδίκητον ἔμεινε φησὶν, ἀλλ’ “ἔλαβεν ἔνδικον μισθαποδοσίαν,” ἀντὶ τοῦ κόλασιν. καὶ τί δήποτε οὕτως εἶπεν; ἔθος τῷ Παύλῳ μὴ πολὺν τῶν λέξεων ποιεῖσθαι λόγον, ἀλλὰ ἀδιαφόρως καὶ ἐπὶ εὐφήμων τιθέναι κακέμφατα, οἷον ἐστὶ τὸ “αἰχμαλωτίζοντι πᾶν νόημα “εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.” καὶ πάλιν ἀλλαχοῦ τὴν ἀντιμισθίαν τέθεικεν ἀντὶ κολάσεως. καὶ ἐνταῦθα τὴν κόλασιν “μισθα- “ποδοσίαν” καλεῖ. “πῶς οὖν ἡμεῖς,” φησὶ, “φευξόμεθα, τηλικαύ-

386
“της τῆς ἀμελήσαντες σωτηρίας;” διὰ τούτου ἐδήλωσεν ὅτι οὐ πολλή τις ἦν ἐκείνη ἡ σωτηρία. οὐ γὰρ ἐκ πολέμων φησὶν ἡμᾶς διασώσει νῦν, οὐδὲ τὴν γῆν καὶ τὰ ἐν τῇ γῇ ἀγαθὰ παρέξει, ἀλλὰ θανάτου κατάλυσις ἔσται, ἀλλὰ διαβόλου ἀπώλεια, ἀλλ’ οὐρανῶν βασιλεία, ἀλλὰ ζωὴ αἰώνιος. ταῦτα γὰρ πάντα ἐν συντόμῳ ἐνέφηνεν εἰπὼν, “τηλικαύτης ἀμελήσαντες σωτηρίας.” εἶτα τὸ ἀξιόπιστον ἐπάγει,

Ἦτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι ὑπὸ τοῦ Κυρίου.

Τουτέστι παρ’ αὐτῆς τῆς πηγῆς ἔσχε τὴν ἀρχὴν, οὐκ ἄνθρωπος αὐτὴν διεπόρθμευσεν εἰς τὴν γῆν, οὐ κτιστὴ δύναμις, ἀλλ’ αὐτὸς ὁ μονογενὴς, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, ἐπιστεύθη ἣ ἐξέβη. τουτέστιν οἱ παρὰ τοῦ Κυρίου ἀκούσαντες αὐτοὶ ἡμᾶς ἐβεβαίωσαν. μέγα τοῦτο καὶ ἀξιόπιστον, ὅπερ καὶ Λουκᾶς φησὶν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου· “καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς “αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου.” εἶτα ἐπεὶ τινὰς εἰκὸς ἦν διαποροῦντας εἰπεῖν, πῶς ἐβεβαιώθη; τὶ δὲ εἰ οἱ ἀκούσαντες ἔπλασαν; τοῦτο ἀναιρῶν καὶ δεικνὺς οὐκ ἀνθρωπίνην τὴν χάριν ἐπήγαγε,

Συνεπιμαρτυροῦντος τοῦ Θεοῦ.

Οὐκ ἂν γὰρ εἰ ἔπλασαν, Θεὸς αὐτοῖς ἐμαρτύρησε. μαρτυροῦσι μὲν γὰρ κἀκεῖνοι, μαρτυρεῖ δὲ καὶ ὁ Θεός. πῶς; οὐ λόγῳ οὐδὲ φωνῇ. ἦν μὲν γὰρ καὶ τοῦτο πιστὸν, “ἀλλὰ σημείοις καὶ τέρασι “καὶ ποικίλαις δυνάμεσι.” καλῶς τὸ “ποικίλαις” τέθεικε, τὴν ἀφθονίαν τῶν χαρισμάτων δηλῶν· ὅπερ οὐ γεγένηται ἐπὶ τῶν προτέρων, οὐδὲ τοσαῦτα σημεῖα καὶ οὕτω διάφορα· τουτέστιν οὐχ ἁπλῶς ἐπιστεύσαμεν ἐκείνοις, ἀλλὰ διὰ σημείων καὶ τεράτων, ὥστε οὐκ ἐκείνοις πιστεύομεν, ἀλλὰ τῷ Θεῷ.

Καὶ Πνεύματος Ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν.

Τί οὖν ὅτι καὶ γόητες σημεῖα ποιοῦσι; καὶ Ἰουδαῖοι ἐν Βεελζεβοὺλ ἔλεγον ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια; ἀλλ’ οὐ τοιαῦτα σημεῖα ποιοῦσι· διὰ τοῦτο εἶπε “ποικίλαις δυνάμεσιν.” ἐκεῖνα γὰρ οὐ δυνάμεις, ἀλλὰ ἀσθένεια καὶ φαντασία, καὶ διάκενα

387
πράγματα. διὰ τοῦτο τε “Πνεύματος Ἁγίου μερισμοῖς κατὰ “τὴν αὐτοῦ θέλησιν.” ἐνταῦθα καί τι ἄλλο αἰνίττεσθαι μοι δοκεῖ. εἰκὸς γὰρ μὴ εἶναι πολλοὺς ἐκεῖ χαρίσματα ἔχοντας, ἐκλελοιπέναι δὲ ταῦτα ἅτε νωθροτέρων αὐτῶν γενομένων. ἱν οὑν αὐτοὺς καὶ ἐν τούτῳ παραμυθήσηται, καὶ μὴ ἀφῇ καταπεσεῖν, τὸ πᾶν ἀνέθηκε τῆ τοῦ Θεοῦ βουλῆ. αὐτὸς οἶδε, φησὶ, τίνι τί συμφέρει, καὶ οὕτω καταμερίζει τὴν χάριν. ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ λέγων, “ὁ Θεὸς ἔθετο ἕνα ἕκαστον ἡμῶν, καθὼς ἠθέλησε.” καὶ πάλιν, “ἑκάστῳ δὲ ἡ φανέρωσις τοῦ Πνεύματος δίδοται πρὸς τὸ “συμφέρον, κατὰ τὴν αὐτοῦ θέλησιν.” εἰ γὰρ ἄνθρωπος οἰκοδεσπότης οἶδε τίνι τι ἐγχειρήσει, πολλῷ μᾶλλον ὁ Θεὸς ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων. πολλοὶ μὲν οὖν δι’ ἀκάθαρτον βίον οὐκ ἔλαβον χαρίσματα, οἱ δὲ ὥστε μὴ φυσιωθῆναι. τοῖς ἀφελέσι δὲ μᾶλλον δίδοται. ὁ γὰρ ταπεινὸς καὶ μὴ μεγάλα περὶ ἑαυτοῦ φανταζόμενος, σπουδαιότερος γίνεται ὅταν λάβῃ χάρισμα, ἅτε παρ᾿ ἀξίαν εἰληφὼς, καὶ οὐκ ἄξιον ἑαυτὸν εἶναι κρίνων. ὁ δὲ κατορθωκέναι νομίζων, ὀφειλὴν εἶναι τὸ πρᾶγμα ἡγούμενος, πεφυσίωται. ὅστε ὁ Θεὸς συμφερόντως οἰκονομεῖ τοῦτο.

Κυρίλλου Θησαυροῖσ. Ὅγε μὴν Παῦλος κρείττονα τῆς διὰ Μώσεως διαθήκης καὶ τῶν προφητικῶν κηρυγμάτων τὴν εὐαγγελικὴν ἀποδεικνύων παίδευσιν, ἱν, ἀπὸ τῆς τῶν προσώπων διαφορᾶς ποιεῖται τὴν διάκρισιν. κατὰ μὲν οὖν τὸ ἀρχαῖον διὰ τῶν προφητῶν τοῖς πατράσιν ἀνακεκηρῦχθαι τὸν λόγον διισχυρίσατο· ἐπ ἐσχάτου δὲ τῶν καιρῶν, δι’ Υἱοῦ, τοῦ τοσαύτην ἔχοντος πρὸς ἐκείνους τὴν ὑπεροχὴν, ὡς τοὺς μὲν, τὸ οἰκετικὸν οὐχ ὑπερβαίνοντας μέτρον, τὸ “τάδε λέγει Κύρος” ἀναφωνεῖν· τὸν δὲ τὸ δεσποτικὸν ἀξίωμα φοροῦντα λέγειν ὡς Υἱὸν “ἐρρέθη τοῖς ἀρχαίοις οὐ μοι- “χεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν.” πῶς οὖν ἐν κτίσμασιν, ὁ κατὰ φύσιν Υἱός; ἣ πῶς ἐν δούλοις ὁ πάντων δεσπότης τετάξεται; καὶ εἰ πάντων ἐστὶ κληρονόμος, ἕτερος ἐστὶ παρὰ πάντα, ὦν καὶ ἐστὶ κληρονόμος· καὶ εἰ δι’ αὐτοῦ πεποίηκε τοὺς αἰῶνας, οὐκ ἃν εἴη τῶν γενητῶν ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. ἐπειδή περ οὐδὲν τῶν κτισμάτων προγενεστέραν τοῦ αἰῶνος ἔχει τὴν γένεσιν, ἀλλ’ ἐν χρόνῳ πεποίηται· μόνῳ δὲ πρόσεστι τῷ Υἱῷ τὸ ἀχρόνως εἶναι μετὰ Πατρός.

388

Τοσαύτην δὲ ὁ Ἀπόστολος τὴν Χριστοῦ ὑπεροχὴν καὶ πρὸς Ἀγγέλους δείκνυσιν, ὡς τὸν μὲν Υἱὸν προσκυνεῖσθαι, λειτουργεῖν δὲ αὐτῶ τοὺς Ἀγγέλους. καὶ τὸν μὲν ἐν τάξει βασιλέως καὶ Υἱοῦ καὶ δεσπότου καθέζεσθαι, τοὺς δὲ ἀποστέλλεσθαι εἰς διακονίαν. πῶς οὖν οὐκ ἔσται Θεὸς, ὁ καὶ ὑπὸ τῶν Ἀγγέλων ὡς τοῦτο ὣν κατὰ φύσιν γινωσκόμενος; εἰ γὰρ ποίημα ἐστὶ κατὰ τὴν τῶν ἑτεροδοξούντων ἀβουλίαν, ὥρα λέγειν οὐ μόνον ἡμᾶς ἀλλ’ ἤδη καὶ αὐτὰς τὰς ἐν τοῖς οὐρανοῖς πεπλανῆσθαι δυνάμεις, ὡς λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα· εἰ δὲ τοῦτο ἄτοπον, οὐ γάρ τις πλανᾶσθαι φήσειεν ἂν τοὺς ἁγίους Ἀγγέλους, ἀληθὴς δὲ μᾶλλον ἐν αὐτοῖς ἡ περὶ Θεοῦ γνῶσις, καὶ προσκυνοῦσιν ὡς τούτῳ κατὰ φύσιν ὄντα τὸν Υἱὸν, οὐκ ἄρα κτίσμα ἐστὶν οὐδὲ ποίημα· τὸ γὰρ ὅλως ποιηθὲν οὐκ ἃν εἴη φύσει Θεός. ἔτι Ἄγγελοι διακονοῦσι τὸν νόμον, καὶ λαλεῖται δι’ αὐτῶν, ἀλλ’ οὐδὲν ἐτελείωσεν ὁ νόμος· ὁ δὲ Υἱὸς ἐτελείωσε τὸ ἔργον τοῦ Πατρός. τέλειος γὰρ εἰς εὐσέβειαν ὁ τοῖς αὐτοῦ νόμοις παιδαγωγούμενος. ἐβασίλευσεν ὁ θάνατος καὶ κατὰ τὸν τοῦ νόμου καιρόν. “ἀπὸ γὰρ Ἀδὰμ,” φησὶ, “καὶ μέχρι “Μωσέως” λέλυται θάνατος διὰ Χριστοῦ· οὐκέτι γὰρ ἐν Ἀδὰμ ἀποθνήσκομεν, ἀλλ’ ἐν Χριστῷ ζωοποιούμεθα. ἦν ἐν μόνῃ τῇ ᾿Ιουδαίᾳ γνωστὸς ὁ Θεὸς, νῦν δὲ γεγόνασι πάντες διδακτοὶ Θεοῦ, οὐκ Ἀγγέλων ἀλλὰ Θεοῦ. Θεοῦ μὲν γὰρ καὶ ὁ νόμος, ἀλλὰ δι’ ᾿Αγγέλων. ὁ δὲ Υἱὸς φησὶν, αὐτὸς ὁ λαλῶν πάρειμι.

Οὐκοῦν κατὰ τὴν τοῦ Παύλου φωνὴν, ὅσῳ διαφορωτέρας τετύχηκε λειτουργίας, καὶ ὅσῳ κρείττονος διαθήκης γέγονεν ἔγγυος, τοσοῦτον ὑπερέξει τοὺς Ἀγγέλους. οὐχ ὡς πρὸς αὐτοὺς συγκρινόμενος κατὰ τὴν φύσιν, ἀλλὰ τοσοῦτον ὑπεραίρων, ὅσον ἀπῴκισται τῶν γενητῶν ὁ Θεὸς, κατὰ τὸν τῆς οὐσίας λόγον. τοῖς μὲν οὖν Ἀγγέλοις ὡς δούλοις ὁ Παῦλος ἀπονέμει διακονίαν τὴν ἐλάττονα, τῷ δὲ Υἱῷ τὴν Υἱῷ πρέπουσαν καὶ δεσποτείαν. ἐπὶ γὰρ κρείττοσι φησὶν ἐπ’ Ἀγγέλων νενομοθέτηται. εἰ δὲ κατὰ τοὺς χριστομάχους ὁμοιογενὴς τοῖς Ἀγγέλοις ὁ Υἱὸς, καλείσθωσαν καὶ αὐτοὶ Υἱοὶ ὥσπερ ἐκεῖνος, ἣ αὐτὸς ὥσπερ ἐκεῖνοι Ἄγγελος· καθέσθωσαν δὲ καὶ ἐν δεξιᾷ τοῦ Πατρὸς, καὶ λεγέτωσαν διατάττοντες ὥσπερ ὁ Υἱὸς, “ἐγὼ δὲ λέγω ὑμῖν·” ἀλλ’ οὐ τοῦτο φασὶν, ἀλλὰ μᾶλλον “ἀπεστάλην πρὸς σὲ,” καὶ οἱ μὲν διακονοῦσιν, ὁ δὲ

389
διακονεῖται· ἰδοὺ γάρ φησιν, “Ἄγγελοι προσῆλθον, καὶ διηκόνουν “αὐτῷ·” καὶ οἱ μὲν προσκυνοῦσιν, ὁ δὲ προσκυνεῖται· καὶ οἱ μὲν τὰς τῶν οὐρανῶν πύλας αἴρειν προστάττονται, ὁ δὲ εἰσέρχεται ὡς Κύριος τῶν δυνάμεων, ὡς βασιλεὺς τῆς δόξης· καὶ οἱ μὲν, ζωῆς μετέχουσι τῆς παρὰ Θεοῦ, ὁ δὲ τῆς ζωῆς χορηγός· κἂν “ ἐν τῷ “ὀνόματι τοῦ Υἱοῦ προσευξώμεθα, ὅσα περ ἃν αἰτήσωμεν ληψό- “μεθα·” ἐν ὀνόματι δὲ Ἀγγέλων, οὐκ ἄν τις προσεύξαιτο. καὶ τῷ μὲν Υἱῷ, σὺν τῷ Πατρὶ καὶ μετὰ Πατρὸς ἡ δόξα· Ἄγγελοι δὲ οὐ δοξάζονται, ἀλλὰ μᾶλλον δοξάζουσι μετὰ τοῦ Πατρὸς τὸν Υἱόν. πῶς οὖν τοσαύτης κειμένης διαφορᾶς μεταξὺ τῶν Ἀγγέλων καὶ τοῦ Υἱοῦ, τῆς αὐτῆς οὐσίας εἶναι νομισθήσονται, οὐδενὸς συγχωροῦντος λόγου; κἀνταῦθα δὲ σαφῶς ἐκ τῆς τῶν προσώπων διαφορᾶς πόσην ἔχει τὴν ὑπεροχὴν τὰ εύαγγελικὰ κηρυγματα ὡς πρὸς τὰς τοῦ νόμου σκιὰς ἀποδεικνύειν ὁ Παῦλος πειρᾶται. εἰ γὰρ τοῖς δι’ Αγγέλων, φησὶ, διατεταγμένοις, προσῆν οὕτω τὸ ἀξιόπιστον, ὡς τοῖς παραβαίνειν ἐπιχειροῦσι τὴν χαλεπωτάτην ἐπηρτῆσθαι κόλασιν, πῶς οὐ μᾶλλον τοσούτῳ μειζόνως εἰς τὸ κολάζεσθαι δικαιότερος, ὁ τὰ δι’ Υἱοῦ παραβαίνων φανεῖται, ὅσῳ περ ἃν εἴη τῆς εἰς Ἀγγέλους τιμῆς ἀξιολογώτερος ὁ Υἱός; εἰ δὲ χρὴ καὶ τὸ ἑκάστου μέτρον συνιδεῖν, οἱ μὲν παρεστῶτες ὑμνοῦσι, λειτουργικά τε εἰσὶ πνεύματα, ὁ δὲ ὑμνολογεῖται μετὰ Πατρὸς, σύνθρονός τε ὣν καὶ βασιλεύων αὐτῷ, καὶ ὑπὸ τῶν Ἀγγέλων διακονούμενος. πῶς οὑν ο τοσοῦτον ὑπερέχων ἐν τοῖς τοσοῦτον ὑποβεβηκόσιν ὡς ὁμογενὴς εὑρεθήσεται;

Θεοδρήτου. Ὁ μέν τοι Παῦλος ταῦτα μεταξὺ παρενθεὶς, ἀναλαμβάνει τὸν περὶ τῆς συγκρίσεως τῶν Ἀγγέλων λόγον. καὶ πάλιν οὐχ ὡς Θεῷ τῷ δεσπότῃ Χριστῷ, ἀλλ’ ὡς ἀνθρώπῳ τοὺς Αγγέλους παρεξετάζει, καὶ δείκνυσιν οὐ τοὺς Ἀγγέλους ἀλλ’ αὐτὸν τὴν τῶν ὅλων ἀναδεξάμενον δεσποτείαν, λέγων, οὐ γὰρ Αγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν περὶ ἧς λαλοῦμεν.

Χρυσοστόμου. Ἄρα μὴ περὶ ἑτέρας τινὸς διαλέγεται οὐκ ἔστιν· ἀλλὰ περὶ ταύτης. διὰ γὰρ τοῦτο προστέθεικε περὶ ἧς λαλοῦμεν, ἵνα μὴ ἀφῇ τὸν νοῦν πλανηθέντα, ἑτέραν τινὰ ἐπιζητεῖν. πῶς οὖν αὐτὴν μέλλουσαν καλεῖ, ὥσπερ καὶ ἐτόρωθι

390
φησὶν, “ὅ ἐστι τύπος τοῦ μέλλοντος;” περὶ τοῦ Ἀδὰμ καὶ τοῦ Χριστοῦ λέγων ἐν τῇ πρὸς Ρωμαίους Ἐπιστολῇ πρὸς τοὺς χρόνους τοῦ Ἀδὰμ, μέλλοντα τὸν κατὰ σάρκα Χριστὸν καλῶν. καὶ γὰρ ἔμελλεν οὕτω καὶ νῦν, ἐπειδὴ εἶπεν, “ὅταν δὲ εἰσαγάγῃ τὸν “πρωτότοκον εἰς τὴν οἰκουμένην,” ἵνα μὴ νομίσῃς ἑτέραν οἰκουμένην λέγειν αὐτὸν, πολλαχόθεν μὲν αὐτὸ καὶ ἄλλοθεν βεβαιοῦται, καὶ ἀπ’ αὐτοῦ δὲ τοῦ εἰπεῖν μέλλουσαν, ἔμελλε γὰρ ἡ οἰκουμένη, ὁ δὲ Υἱὸς τοῦ Θεοῦ ἦν ἀεί. ταύτην οὖν τὴν μέλλουσαν ἔσεσθαι, οὐκ Ἀγγέλοις ὑπέταξεν ἀλλὰ τῷ Χριστῷ.

Θεοδρήτου. Ἤ μέλλουσαν οἰκουμένην τὸν μέλλοντα βίον ἐκάλεσε, τὸν ἐσόμενον κόσμον, περὶ οὗ φησι, πᾶς ὁ λόγος ἡμῖν. αὐτὸς γὰρ κριτὴς ὁ Χριστὸς, ἐκεῖνος καθεδεῖται τῆς οἰκουμένης, οἱ δὲ Ἄγγελοι, ὡς λειτουργοὶ καὶ δοῦλοι παρίστανται. εἶτα καὶ ἑτέραν παράγει μαρτυρίαν, καί φησιν,

Διεμαρτύρατο δέ που τίς λέγων· τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ Υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ Ἀγγέλους, δόξῃ καὶ τιμῇ, ἐστεφάνωσας αὐτὸν, πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.

Χρυσοστόμου. Διατὶ μὴ τὸ ὄνομα τοῦ προφήτου εἶπεν, ἀλλ’ ἔκρυψεν αὐτό; καὶ ἐν ἑτέραις μαρτυρίαις τοῦτο ποιεῖ, ὡς ὅταν λέγῃ ἀπὸ τοῦ Δευτερονομίου καὶ τῆς μεγάλης ᾠδῆς, “προσκυ- “νησάτωσαν αὐτῷ πάντες Ἄγγελοι Θεοῦ. καὶ πάλιν ἀπὸ τῆς τῶν βασιλειῶν δευτέρας, “ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα,” καὶ ἀπὸ τῆς βίβλου τῶν ψαλμῶν, “ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ “Πνεύματα.”

Κυρίλλου. Πῶς ἠλάττωται παρὰ τοὺς Ἀγγέλους ὁ πρὸς αὐτῶν προσκυνούμενος; ἣ ὅτι καθίκετο ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις, καὶ τὸ ἀποθνήσκειν πεφυκὸς σῶμα λαβὼν ἐν αὐτῷ πέπονθεν ἑκὼν, καὶ ταῖς ἀνωτάτω δόξαις στεφανοῦται διὰ τὸ πάθος, ὡς δι’ αὐτοῦ καταργήσας τὸν θάνατον· καὶ ἄπρακτον ἀποφήνας τὴν φθορὰν, ἅτε ἀφθαρσία ὣν καὶ ζωή. τὰ δὲ τῆς ὑπεροχῆς τοῖς Ἀγγέλοις, ὅτι καὶ ἔξω σαρκὸς καὶ τοῦ τεθνάναι κρείττους εἰσί. γεγονότος ἐν τούτοις τοῦ Υἱοῦ διὰ τὴν ἑκούσιον κένωσιν· ἀλλ᾿ ὁ

391
βραχὺ παρ’ Ἀγγέλους ἠλαττωμένος διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον, ἐν ὑπεροχῇ θεότητος ὣν προσκυνεῖται παρ’ αὐτῶν καὶ ένίδρυται θάκοις οὓς περιεστῶσιν ἐκεῖνοι δοξολογοῦντες ἀεὶ, καὶ τῶν δυνάμεων αὐτὸν ὀνομάζοντες Κύριον. “καὶ σὺ κατ’ ἀρχὰς, Κύριε, “τὴν γῆν ἐθεμελίωσας.” οὕτω καὶ ἐνταῦθα φησὶ “διεμαρτύρατό “τις.” τοῦτο δὲ αὐτὸ οἶμαι τὸ κρύπτειν καὶ μὴ τιθέναι τὸν εἰρηκότα τὴν μαρτυρίαν, ἀλλ’ ὡς περιφερομένην καὶ κατάδηλον οὖσαν εἰσάγειν, δεικνύντος ἐστὶ σφόδρα ἐμπείρους εἶναι τῶν γραφῶν. τὸ δὲ “τί ἐστιν ἄνθρωπος” καὶ τὰ ἑξῆς, εἰ καὶ εἰς τὴν κοινὴν ἀνθρωπότητα εἴρηται, ἀλλ’ ὅμως κυριώτερον ἁρμόσειεν ἃν τῷ Χριστῷ κατὰ σάρκα. τὸ γὰρ “πάντα ὑπέταξας ὑποκάτω τῶν “ποδῶν αὐτοῦ,” ἐκείνου μᾶλλον ἐστὶν ἣ ἡμῶν. ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ οὐδὲν ἡμᾶς ὄντας ἐπεσκέψατο, καὶ τὸ ἐξ ἡμῶν ἀναλαβὼν καὶ ἑνώσας ἑαυτῷ, πάντων ἀνώτερον γέγονεν.

Κυρίλλου. Ἐστεφάνωσε δὲ ἡμᾶς δόξῃ καὶ τιμῇ, δι’ ὦν ὑπάρχων Θεὸς κατὰ φύσιν ἠλάττωται δι’ ἡμᾶς, ὡς ἂν ἡμεῖς ὑπὲρ φύσιν πλουτήσωμεν ἐν αὐτῷ. “συνήγειρε γὰρ ἡμᾶς καὶ συνεκά- “θισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.” συνεδρεύοντος γὰρ αὐτοῦ, ἐφ’ ὅλην τὴν ἀνθρώπου φύσιν δραμεῖται τὸ καύχημα. οὕτω γὰρ τῇ αὐτοῦ πτωχείᾳ πεπλουτήκαμεν, δι’ οὓς καὶ δόξῃ καὶ τιμῇ ἐστεφάνωται, καὶ τοι τῆς δόξης Κύριος ὣν ὡς Θεός. ἄτιμοι γὰρ ἐν τῇ τοῦ Ἀδὰμ παραβάσει γεγενημένοι, ἐν τῇ ὑπὲρ ἡμῶν ὑπακοῇ τοῦ Χριστοῦ δεδοξάσμεθα.

Χρυσοστόμου. Τί γὰρ ἶσον ταύτης τῆς δόξης, ὅταν ρεύωμεν Ἀγγέλοις, ὅταν εἰς υἱοθεσίαν ἀγώμεθα; τὸ δὲ “τί ἐστιν ἄνθρωπος;” ἀντὶ οὐδέν ἐστιν, εὐτελές τι ἐστί. πρὸς γὰρ τὴν πρόνοιαν ἧς ἠξίωσεν αὐτὸν ὁ Θεὸς, ἀφορῶν ὁ προφήτης, καὶ τὰς πραγματείας ἃς ἐπραγματεύσατο διὰ τὴν σωτηρίαν τοῦ τῶν ἀνθρώπων γένους, σφόδρα ἐκπληττόμενος θαυμάζει.

Βασιδείου. Βραχὺ μέν τοι ὑποβέβηκε τὴν τῶν Ἀγγέλων ἀξίαν ὁ ἄνθρωπος, διὰ τὴν πρὸς τὸ γεῶδες σῶμα συνάφειαν. Χρυσοστόμου. Καὶ τοῦτο δὲ αὐτὸ τὸ βραχὺ ἡ τῆς ἁμαρτία εἰσήγαγε· μετὰ γὰρ τὴν παρακοὴν τοῦτο ὁ προφήτης ἐφθέγξατο. οὐ μὴν ἐπειδὴ ἠλαττώθη διά τὴν παράβασιν θανάτῳ

392
καταδικασθεὶς ἐγυμνώθη, καὶ τῆς δωρεᾶς ἣ τῆς ἀρχῆς παρελύθη, ἀλλὰ τῇ δόξῃ ταύτῃ ἐστεφάνωται.

Θεοδρήτου. Πλὴν ὅπερ ἔφημεν, εἴρηται μὲν ταῦτα τῆς κοινῆς φύσεως, ἁρμόττει δὲ τῇ ἐξ ἡμῶν ἀπαρχῇ, ὡς οἰκειουμένη τὰ πάσης τῆς φύσεως. οὕτως ἐκ προσώπου πάντων ἡμῶν εἴρηκε, “μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτω- “μάτων μου.” αὐτὸς μὲν γὰρ καὶ κατὰ τὸ ἀνθρώπινον, ἁμαρτίας ἀμύητος ἦν. τὰ δὲ ἡμέτερα οἰκειούμενος, στόμα τῆς φύσεως γέγονεν. “αὐτὸς γὰρ τὰς ἁμαρτίας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους “ἐβάστασε,” καὶ τὴν φύσιν ἡμῶν ἐπεσκέψατο. ταῦτα τοίνυν τοῦ Παύλου σαφῶς ἐπὶ τὸν Σωτῆρα ἡμῶν ἐξειληφότος, ἀρκεῖσθαι τῇ ἐκδόσει χρὴ, εἶτα τῇ προφητικῇ μαρτυρίᾳ τὴν ἑρμηνείαν προσάγων ἐπάγει,

Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῶ ἀνυπότακτον.

Καὶ ἐπειδὴ εἰκὸς ἦν εἰπεῖν τινὰς, καὶ μὴν πλείστους ὁρῶμεν ἀντιλέγοντας, καὶ προσκυνεῖν αὐτὸν οὐκ ἐθέλοντας, ἐπήγαγε,

Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα.

Τοῦτο δὲ καὶ ἤδη εἴρηκεν, οὐ γὰρ Ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν· ἀντὶ τοῦ ἐν ἐκείνῳ τῷ βίῳ πάντων κρατήσει· ὑποταγήσονται γὰρ τότε καὶ οἱ νυν ἀντιλέγοντες.

Χρυσοστόμου. Ὃ δὲ λέγει τοιοῦτον ἐστίν· ἐπειδὴ εἶπεν “ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου,” εἰκὸς δὲ ἦν τοὺς ἐξ Ἑβραίων πιστεύσαντας ἔτι ἀσχάλλειν· εἶτα μετὰ ταῦτα ὀλίγα τινὰ παρενέθηκε, ταύτην τὴν μαρτυρίαν παρήγαγεν, ἵνα βεβαιώσῃ ἐκεῖνο. ἵνα γὰρ μὴ λέγωσι, τοὺς ἐχθροὺς ἔθηκεν ὑπὸ τοὺς πόδας αὐτοῦ, τοσαῦτα παθόντων ἡμῶν; ἱκανῶς μὲν καὶ ἐν τῷ προτέρῳ ἠνίξατο. τὸ γὰρ ἕως οὔτε εὐθέως ἐδήλου γινόμενον, ἀλλὰ τὸ ἐν χρόνῳ. ἐνταῦθα δὲ αὐτὸ ἐπεξέρχεται καὶ φησὶν, μὴ ἐπειδὴ οὐδέπω ὑπετάγησαν νομίσῃς μηδὲ ὑποτάττεσθαι. ὅτι μὲν γὰρ δέον ὑποταγῆναι, δῆλον. καὶ γὰρ ἡ προφητεία διὰ τοῦτο εἴρηται. “ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ,” φησὶ, “τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ “ἀνυπότακτον.” πῶς οὖν οὔπω πάντα ὑποτέτακται; ὅτι μέλλει

393
ὑποτάσσεσθαι. εἰ τοίνυν πάντα μὲν ὑποταγῆναι ὀφείλει, οὔπω δὲ ὑποτέτακται, μὴ ἄσχαλλε, μηδὲ θορυβοῦ. εἰ μὲν γὰρ τοῦ τέλους παραγενομένου, καὶ πάντων ὑποταγέντων ταύτα ἔπασχεν, εἰκότως ἤλγεις. “νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. οὔπω ἐκράτησεν ὁ βασιλεὺς καθαρῶς. τι τοίνυν θορυβῇ πάσχων κακῶς; οὔπω πάντων περιγέγονε τὸ κήρυγμα, οὔπω καιρὸς τέλεον υποταγηναι.

Κύριλλου. Σὺ δέ μοι πάλιν ὅρα ὅτι εἰς Χριστὸν ἀναφέρων ὁ μακάριος Παῦλος τὸ ἐν ὀγδόῳ Ψαλμῷ λέγει, “τί ἐστιν ἄνθρω- “πος” καὶ τὰ ἑξῆς. εἶτα τούτοις ἐπισυνάπτει, “ἐν γὰρ τῷ ὑπο- “τάξαι αὐτῶ τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῶ ἀνυπότακτον. ἤ οὑν οὐχὶ καὶ βασιλέα καὶ κύριον, καὶ τὴν θεοπρεπῆ περικεῖσθαι δόξαν ὁμολογήσαιμεν ’τον ᾧ τὰ πάντα ὑποτέτακται; πως οὑν ο Θεὸς; πῶς δὲ ἐν τοῖς πᾶσιν ὁ ὑπὲρ πάντα καὶ τοσοῦτον τῶν γεννητῶν τὴν φύσιν ὑπερκείμενος, ὡς τὰ μὲν ὑποτετάχθαι καὶ τῷ τῆς δουλείας ἐνέχεσθαι ζυγῷ, τὸν δὲ αὖ πάλιν περικεῖσθαι μὲν τῆς κυριότητος τὸ ἐλεύθερον ἀξίωμα, πάντα δὲ ἔχειν ὑπὸ πόδας, ὡς καὶ αὐτός που φησὶ δι’ ἑνὸς τῶν προφητῶν, “ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑπο- “πόδιον τῶν ποδῶν μου;”

Θεοδωρήτου. τέλος γε μὴν, ἐπειδὴ τῶν Ἀγγέλων αὐτῶν ὁ Παῦλος καὶ ποιητὴν εἴρηκε καὶ δεσπότην, ἀπίθανον δὲ εἶναι τοῦτο πὼς ἐδόκει τοῖς ἀθάνατον μὲν διδασκομένοις τὴν φύσιν, τὸ δὲ τοῦ δεσπότου Χριστοῦ μανθάνουσι πάθος, ἀναγκαίως καὶ τὴν περὶ τούτου διδασκαλίαν προσφέρει λέγων,

Τὸν δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου, δόξη καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γένηται θανάτου.

Χρτσοστόμου. τοῦτο πάλιν ἑτέρα παράκλησις. εἰ δὴ ὁ μέλλων πάντας ἔχειν ὑποτεταγμένους καὶ αὐτὸς ἀπέθανε, καὶ μυρία πέπονθεν. εἶτα χρηστὰ πάλιν, τουτέστι δόξα καὶ στέφανος. εἶδες πὼς ἀυτῶ πάντα ἥρμοσε; τί γὰρ βραχὺ αὐτῷ ἀν’ ἁρμόσειε, μᾶλλον τὸ τρεῖ; ἡμέρας ἐν ἅδῃ γενομένῳ μόνας, ἀλλ’ οὐχ ἡμῖν

394
τοῖς ἐπὶ πολὺ φθειρομένοις· ὁμοίως καὶ τὸ δόξῃ καὶ τιμῇ ἐστεφανῶσθαι, ἐκείνῳ πολλῷ πλέον ἢ ἡμῖν ἁρμόσει. πάλιν μέν τοι αὐτοὺς ἀναμιμνήσκει τοῦ σταυροῦ· δύο ταῦτα κατορθῶσαι σπουδάζων, καὶ τὴν κηδεμονίαν αὐτοῦ δεῖξαι, καὶ πεῖσαι αὐτοὺς πάντα φέρειν γενναίως, εἰς τὸν διδάσκαλον ἀφορῶντας. εἰ γὰρ ὁ προσκυνούμενος ὑπ’ Ἀγγέλων φησὶν, ἠνέσχετο βραχύ τι παρ’ Ἀγγέλους ἔχειν διὰ σὲ, πολλῷ μᾶλλον σὺ ὁ τῶν Ἀγγέλων ἐλάττων πάντα φέρειν ὀφείλεις δι’ αὐτόν. εἶτα δείκνυσιν ὅτι δόξα καὶ τιμὴ ὁ σταυρός ἐστιν· ὥσπερ οὖν καὶ αὐτὸς δόξαν αὐτὸν καλεῖ λέγων, “ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.” εἰ οὖν ἐκεῖνος τὰ διὰ τοὺς δούλους δόξαν καλεῖ, πολλῷ μᾶλλον σὺ τὰ διὰ τὸν δεσπότην. ὁρᾷς τοῦ σταυροῦ τὸν καρπὸν ὅσος; μὴ φοβηθῇς τὸ πρᾶγμα· σκυθρωπὸν μὲν γὰρ εἶναι δοκεῖ, μυρία δὲ τίκτει ἀγαθά. τί δέ ἐστιν, “ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται “θανάτου; δείκνυσιν ἐκ τούτων τοῦ πειρασμοῦ τὸ ὄφελος, καὶ ὅτι κἀκεῖ διὰ χάριν τοῦ Θεοῦ τὴν εἰς ἡμᾶς ταῦτα πέπονθεν. “ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, φησὶν, ἀλλ’ ὑπὲρ ἡμῶν “πάντων παρέδωκεν αὐτόν.” τίνος δὲ ἕνεκεν οὕτως εἶπε; δεικνὺς ὅτι οὐκ ὤφειλε τοῦτο, εἶπεν, ἀλλὰ χάριτι πεποίηκεν. οὕτω καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ φησίν· “πολλῷ μᾶλλον ἡ χάρις “τοῦ Θεοῦ ἐν χάριτι, τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσε. τὸ δὲ ὑπὲρ παντὸς είπε, τουτέστιν οὐχὶ τῶν ποιητῶν μόνον, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης. αὐτὸς μὲν γὰρ ὑπὲρ πάντων ἀπέθανε. τι δὲ εἰ μὴ πάντες ἐπίστευσαν; αὐτὸς τὸ ἑαυτοῦ πεπλήρωκε· καὶ κυρίως εἰπε τὸ “γεύσηται “θανάτου,” ἀλλ’ οὐκ εἶπεν ἀποθάνῃ· ὥσπερ γὰρ ὄντως γευσάμενος, οὕτω μικρὸν ἐν αὐτῷ ποιήσας διάστημα, εὐθέως ἀνέστη· καθάπερ γὰρ ἰατρὸς οὐκ ἔχων ἀνάγκην τῶν τῷ ἀρρώστῳ παρεσκευασμένων μένων σιτίων ἀπογεύσασθαι, διὰ τὴν περὶ ἐκεῖνον κηδεμονίαν, πρότερος αὐτὸς ἀπογεύεται, ἵνα πείσῃ τὸν ἄρρωστον θαρροῦντα κατατολμῆσαι τῆς βρώσεως· οὕτως ἐπειδὴ πάντες ἄνθρωποι τὸν θάνατον ἐδεδοίκεσαν, πείθων αὐτοὺς κατατολμᾷν τοῦ θανάτου, καὶ αὐτὸς ἀπεγεύσατο αὐτοῦ, οὐκ ἔχων ἀνάγκην, ὅτι μηδὲ ἥμαρτεν. “ἔρχεται “γάρ,” φησιν, “ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.”
395
τῷ μὲν οὖν εἰπεῖν “διὰ τὸ πάθημα τοῦ θανάτου,” τὸν ὄντως θάνατον ἐσήμανεν· τῷ δὲ “Ἀγγέλων κρείττων,” τὴν ἀνάπαυσιν ἐδήλωσεν.

Θεοδρήτου. Τὸ δὲ συναγόμενον τοιοῦτον ἐστὶν, ὅτι οὐ φύσει τῆς θεότητος ἠλάττωται τῶν Ἀγγέλων ὁ μονογενὴς, ἀλλὰ τῷ πάθει τῆς ἀνθρωπότητος· καὶ αὐτὴ δὲ μετὰ τὴν ἀνάστασιν τῆς θείας μετέλαχε δόξης. τὸ μέντοι πάθος ὑπὲρ ἁπάντων ὑπέμεινεν, οὐ κατὰ ὀφειλὴν, ἀλλὰ κατὰ χάριν Θεοῦ.

Οἰκουμενίου. Οἱ δὲ Νεστοριανοὶ τὴν γραφὴν περιξέοντες, τοῦ “χάριτι χάριτι Θεοῦ” “χωρὶς Θεοῦ” ἀναγινώσκουσιν. οὕτως αὐτὸ δεξόμεθα, ὅτι χωρὶς Θεοῦ ὑπὲρ πάντων ἀπέθανεν ὁ Χριστὸς, οὐ μόνον ὑπὲρ ἀνθρώπων, ἀλλὰ καὶ ὑπὲρ τῶν ἄνω δυνάμεων, ἵνα λύσῃ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ ἑνώσῃ τὰ κάτω τοῖς ἄνω.

Θεοδρήτου. Μόνη, φησὶν, ἡ θεία φύσις ἀνενδεὴς, τἆλλα πάντα τοῦ τῆς ἐνανθρωπήσεως ἐδεῖτο φαρμάκου· ἐνανθρωπήσας γὰρ ὁ Θεὸς Λόγος, κατέλυσε τοῦ θανάτου τὸ κράτος. καταλύσας δὲ, ἐπηγγείλατο ἡμῖν τὴν ἀνάστασιν. τῇ δὲ ἀναστάσει ἀφθαρσία καὶ ἀθανασία συνέζευκται. τῆς δὲ ἀφθαρσίας μεθέξει καὶ τὰ ὁρώμενα· τοῦτο γὰρ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἔφη· “ὅτι καὶ αὐτὴ “ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν “ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.” καὶ οἱ Ἄγγελοι δὲ ἐν θυμηδίᾳ διατελοῦσι, τὴν τῶν ἀνθρώπων θεώμενοι σωτηρίαν. εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρουσι, πολλῷ μᾶλλον τοσαύτας ὁρῶντες μυριάδας τῆς σωτηρίας ἀξιουμένας, θυμηδίας πλησθήσονται. ὑπὲρ ἁπάντων τοίνυν τὸ σωτήριον ὑπέμεινε πάθος, χωρὶς Θεοῦ. μόνη γὰρ ἡ θεία φύσις, τῆς ἐντεῦθεν γενομένης θεραπείας πείας ἀνενδεής.

Κυρίλλου. Σὺ δέ μοι λογίζου ὡς εἰ διὰ τὸ πάθημα τοῦ βλέπομεν ἠλαττωμένον τὸν Κύριον, κατὰ τὴν τοῦ Παύλου φωνὴν, πρὸ τοῦ πάθους ἀρα τὸ ἔλαττον οὐκ ἦν ἐν αὐτῷ. ἀπόντος δὲ τούτου, τὸ εἶναι τέλειον αὐτὸν εἰσβαίνειν ἀνάγκη. τέλειος δὲ ὣν ὁ Υἱὸς, καὶ τῇ τοῦ Πατρὸς τελειότητι παρισούμενος, οὐκ ἐπιδέξεται δηλονότι τῶν ἀνομοίων τὸ ἔλαττον.

Θεοδρήτου. Ὄρα δὲ πῶς δείκνυσιν ὁ Παῦλος τοῦ ληφθέντος ἀνθρώπου τὸ τέλειον, “Κύριε,” γάρ φησι, “τί ἐστιν “ἄνθρωπος;” οὐκ εἶπε τί ἐστι σάρξ; ὅτι ἐστι σῶμα, ἀλλὰ τί

396
ἐστιν ἄνθρωπος; πᾶσαν ὁμοῦ τὴν φύσιν περιλαβὼν, καὶ Κύριον μὲν προσαγορεύσας τὸν ἐνοικίσαντα Θεὸν Λόγον, ἄνθρωπον δὲ τὸν ἐξ ἡμῶν ἀναληφθέντα ναὸν, ὃν ἐπεσκέψατο τῆ παρουσίᾳ, καὶ ἑαυτὸν συνῆψε, καὶ τῇ ἑνώσει τὴν σωτηρίαν εἰργάσατο· καὶ τοῦτο ἑρμηνεύων ἔφη, “τὸν δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττωμένον Ιησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου.” ἀπέθανε δὲ οὐχ ὁ ἀθάνατος Θεὸς Λόγος, ἀλλ’ ἡ θνητὴ φύσις· διὸ καὶ ἠλαττοῦτο βραχύ τι παρ’ Ἀγγέλους, τῷ τοὺς μὲν ἀθανάτους εἶναι, τὴν δὲ θνητήν. ὁ δὲ Θεὸς Λόγος, οὐκ ἐλάττων Ἀγγέλων, ἀλλὰ δεσπότης Ἀγγέλων. “ἐν αὐτῷ γὰρ ἐκτίσθη τὰ πάντα, εἴτε ὁρατὰ, εἴτε ἀόρατα.”

Ἔπρεπε γὰρ αὐτῷ δι’ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν, διὰ παθημάτων τελειῶσαι.

Χρυσοστόμου. Περὶ τοῦ Πατρὸς ἐνταῦθα λέγει· ὁρᾷς πάλιν τὸ δι’ οὗ αὐτῷ ἁρμόζει, οὐκ ἃν τοῦτο ποιήσας, εἴγε ἐλαττώσεως ἦν καὶ τῷ Υἱῷ προσῆκον μόνῳ.

Κυρίλλου. Ἔπρεπε τῷ δι’ οὗ τὰ πάντα Πατρὶ, διὰ παθημάτων τελειῶσαι ἐνανθρωπήσαντα τὸν Υἱόν. ὑπέμεινε γὰρ σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν εὐδοκίᾳ πάντως τοῦ Θεοῦ καὶ Πατρὸς, ἴνα καὶ ἡμᾶς τοῖς ἴχνεσιν αὐτοῦ ἀκολουθοῦντας νεανικοὺς ἀποφήνῃ, λέγων· “μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα.” ἐλάσας γὰρ αὐτὸς διὰ παθημάτων, καὶ ἡμᾶς ἐκδυσωπεῖ λέγων, “οὐκ ἔστι “μαθητὴς ὑπὲρ τὸν διδάσκαλον.” αὐτὸς οὖν ἆρα ἐστὶν ὁ σαρκὶ τελειούμενος δι’ ἡμᾶς ἀνθρωπίνως· τελειῶν δὲ ἡμᾶς θεικῶς διὰ τοῦ καταργῆσαι τοῦ θανάτου τὸ κράτος. ἐλείπετο γὰρ τῇ ἀνθρωπίνῃ φύσει τὸ ἄφθαρτον y, οὕτω γενομένη καὶ ἐν ἀρχῇ, ὁ γὰρ Θεὸς θάνατον οὐκ ἐποίησεν· οὕτως ἡμᾶς τελειώσας, ἔλεγε πρὸς τὸν Πατέρα· “ἐγώ σε ἐδόξασα, τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι, ἴνα ποιήσω αὐτό. δόξα γὰρ τῷ Πατρὶ διὰ τοῦ ἰδίου γεννήματος καταργῆσαι τὸν θάνατον. οὐκοῦν ἡ μὲν τελείωσις αὐτῷ διὰ παθημάτων, ἡμῖν δὲ προσθήκη τοῦ λείποντος τὸ γεγενημένον. “καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ.” ὅτι δὲ οὐκ ἄνθρωπον ἁπλῶς ἐξηρημένου τοῦ λόγου τετελειῶσθαι φησὶν ὑπὲρ ἡμῶν, ἐν ἀνθρωπείᾳ [*](y Cod. αφθεν)

397
δὲ μᾶλλον μορφῇ πεφηνότα τὸν μονογενῆ ἐπάγει· ὁ τε γὰρ ἁγιάξων Υἱὸς, ἅγιος ὣν κατὰ φύσιν ὡς Θεὸς, καὶ ἡμεῖς ἐξ ἑνὸς ὡς ποιητοῦ καὶ δημιουργοῦ· ὥστε καὶ ἐντεῦθεν ἡμᾶς πρὸς ἀλλήλους ἔχειν τὴν ἀδελφότητα. γενητῷ γὰρ πρὸς γενητὸν, καθὸ γενητὰ, φυσική τις ἡ ἀδελφότης.

Βασιλείου. Ἔστι γάρ τι τοῖς Εὐνομιανοῖς παλαιὸν ὑπὸ Ἀετίου τοῦ προστάτου τῆς αἱρέσεως ταύτης ἐξευρεθὲν, ὃς ἔγραψέ που τῶν αὐτοῦ Ἐπιστολῶν λέγων, “τὰ ἀνόμοια κατὰ τὴν “φύσιν ἀνομοίως ἐκφέρεσθαι, καὶ ἀνάπαλιν τὰ ἀνομοίως φερό- “μένα, ἀνόμοια εἶναι κατὰ τὴν φύσιν·” καὶ εἰς μαρτυρίαν τοῦ λόγου, τὸν ἀπόστολον ἀπεσπάσατο λέγοντα· “εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ εἶς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα. “ὡς οὖν ἔχουσιν αἱ φωναὶ πρὸς ἀλλήλας, οὕτως ἕξουσι, φησὶ, καὶ “αἱ δι’ αὐτῶν σημαινόμεναι φύσεις, ἀνόμοιον δὲ τὸ ἐξ οὗ τὸ δι’ “οὗ. ἀνόμοιος ἆρα καὶ τῷ Πατρὶ ὁ Υἱός.” ἐντεῦθεν οὗτοι ὁρμώμενοι, τῷ μὲν Θεῷ καὶ Πατρὶ ὧσπέρ τινα κλῆρον ἐξαίρετον προσνέμουσι τὸ ἐξ οὗ, τῷ δὲ Υἱῷ καὶ Θεῷ ἀφιέρωσαν τὸ δι’ οὗ, τῷ δὲ Ἁγίῳ Πνεύματι τὸ ἐν ᾧτ’, καὶ φασὶ, μηδέποτε τὴν χρῆσιν ταύτην τῶν συλλαβῶν ἐπαμείβεσθαι· ἵν ὥσπερ ἔφην, τῷ παρηλλαγμένῳ τῆς ἐκφωνήσεως καὶ ἡ τῆς φύσεως παραλλαγὴ συνεκφαίνηται. βούλονται δὲ, τὸ μὲν ἐξ οὗ, τὸν δημιουργὸν σημαίνειν, τὸ δὲ δι’ οὗ, τὸν ὑπουργὸν, ἣ τὸ ὄργανον, τὸ δὲ ἐν ᾧτ’ τὸν χρόνον δηλοῦν, καὶ τὸν τόπον. ἵνα μηδὲν μὲν ὀργάνου σεμνότερος ὁ δημιουργὸς τῶν ὅλων νοῆται, μηδὲν δὲ τῆς ἀπὸ τόπου ἢ χρόνου συνεισφορᾶς εἰς τὰ ὄντα πλεῖον φαίνηται τὸ Πνεῦμα τὸ Ἅγιον παρεχόμενον. τῷ μὲν γὰρ Υἱῷ τὴν τοῦ ὀργάνου προσηγορίαν ἐπέθηκαν· τῷ δὲ Πνεύματι, τὴν τοῦ τόπου, τῷ δὲ Πατρὶ, τὴν τοῦ αἰτίου. τί οὖν αὐτοῖς ἐντεῦθεν τὸ συναγόμενον; ἄλλη φύσις αἰτίου, καὶ ἄλλη ὀργάνου, καὶ ἄλλη τόπου· ἀλλότριος ἄρα κατὰ τὴν φύσιν ὁ Υἱὸς τῷ Πατρὶ, ἐπειδὴ καὶ τὸ ὄργανον τῷ τεχνίτῃ· ἀλλότριον δὲ καὶ τὸ Πνεῦμα, καθόσον κεχώρισται τόπος καὶ χρόνος τῆς τῶν ὀργάνων φύσεως, ἣ τῆς τῶν μεταχειριζομένων αὐτά.

Τὰ μὲν δὴ ἐκείνων τοιαῦτα. ἡμεῖς δὲ εὑρίσκομεν τὸν Ἀπόστολον τὰ τρία συναγαγόντα, τουτέστιν ἐπὶ τοῦ Χριστοῦ, καὶ εἰπόντα· ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα.” ἐξ αὐτοῦ

398
γὰρ τοῖς οὖσιν, ἡ αἰτία τοῦ εἶναι, “δι’ αὐτοῦ” τοῖς πᾶσιν ἡ διαμονὴ καὶ ἡ σύστασις. διὸ δὴ καὶ “εἰς αὐτὸν” ἐπέστραπται ἀρρήτῳ στοργῇ, πρὸς τὸν χορηγὸν τῆς ζωῆς ἀποβλέποντα. ἔστι δὲ πολλαχοῦ εὑρεῖν καὶ περὶ τοῦ Υἱοῦ καὶ περὶ τοῦ Πνεύματος τὸ ἐξ οὗ κείμενον, ὡς τὸ “ἐξ οὗ πᾶν τὸ σῶμα ἐπιχορηγούμενον αὔξει “τὴν αὔξησιν τοῦ Θεοῦ.” καὶ πάλιν, “ἐκ τοῦ ἐμοῦ λήψεται,’ καὶ αὖθις “ἔγνων δύναμιν ἐξελθοῦσαν ἐξ ἐμοῦ, καὶ ἐκ τοῦ “Πνεύματος θερίσει ζωὴν,’ καὶ “ἐκ Πνεύματος ἐστὶν Ἁγίου·” ὁμοίως καὶ τὴν δι’ οὗ φωνὴν, οὐ μόνον ἐπὶ τοῦ Υἱοῦ ἀλλὰ καὶ ἐπὶ τοῦ Πατρὸς κειμένην εὑρήσομεν, ὡς τὸ “Παῦλος Ἀπόστολος “Ἰησοῦ Χριστοῦ, διὰ θελήματος Θεοῦ.” καὶ “πιστὸς ὁ Θεὸς, δι’ “οὗ ἐκλήθετε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.” καὶ “ἡμῖν ὁ Θεὸς “ἀπεκάλυψε διὰ τοῦ Πνεύματος·” καὶ ἑτέρωθι “τὴν καλὴν παρα- “θήκην φύλαξον διὰ Πνεύματος Ἁγίου.” τὰ αὐτὰ καὶ περὶ τῆς ἓν συλλαβῆς ἔχομεν εἰπεῖν, ὅτι καὶ ἐπὶ τοῦ Πατρὸς εὕρηται, οἷον, ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, ἐν σοὶ ἡ ὕμνησίς μου. ἐν “τῷ ὀνόματι σου ἀγαλλιάσομαι.” “ἐν τῷ Θεῷ τῷ τὰ πάντα “κτίσαντι·” ἤδη δὲ καὶ ἀντ’ ἀλλήλων παραλαμβάνονται, οἷον “ἐκτισάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ,” ἀντὶ τοῦ ἐκ τοῦ Θεοῦ. ἀνάπαλιν δὲ, τῇ ἐξ οὗ λέξει, ἀντὶ τῆς δι’ οὗ ὁ Παῦλος κέχρηται, ὡς ὅταν λέγῃ “γενόμενος ἐκ γυναικὸς,” ἀντὶ τοῦ διὰ γυναικός. οὕτω ῥαδίως ἀλλήλαις ἀντεπιχωριάζουσιν αἱ φωναί. ὁπότε τοίνυν καὶ ἐφ’ ὧν διωρίσθη τὸ δι’ οὗ κυρίως λέγεται, ἐπὶ τῶν αὐτῶν τούτων, τὸ ἐξ οὗ μετελήφθη, τίνα ἃν ἔχῃ λόγον ἐπὶ συκοφαντίᾳ τῆς εὐσεβείας πάντη ἀλλήλων ἀφορίζειν τὰς λέξεις; ἀλλὰ γὰρ πρὸς ἑαυτὸν ἡμᾶς καλεῖ ὁ Ἀπόστολος ἐμβοῶν,

Ἔπρεπε γὰρ αὐτῷ, δἰ ὃν τὰ πάντα, καὶ δἰ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.

Χρυσοστόμου. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἄξιον, φησὶ, τῆς φιλανθρωπίας αὐτοῦ πεποίηκε, τὸ τὸν πρωτότοκον λαμπρότερον ἀποδεῖξαι πάντων, καὶ ὥσπερ ἀθλητὴν γενναῖον καὶ τοὺς ἄλλους ὑπερβαίνοντα, τοῖς ἑτέροις ὑπόδημα θεῖναι, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν, τουτέστι τὸν αἴτιον. ὁρᾷς ὅσον τὸ μέσον; καὶ

399
οὗτος Υἱὸς, καὶ ἡμεῖς υἱοί· ἀλλ’ ὁ μὲν σώζει, ἡμεῖς δὲ σωζόμεθα. εἶδες πῶς ἡμᾶς συνάγει, καὶ διΐστησι, “πολλούς,” φησιν, “υἱοὺς εἰς δόξαν ἀγαγόντα.” ἐνταῦθα συνήγαγε τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν, πάλιν διέστησε, “διὰ παθημάτων τελειῶσαι.” ἰδοὺ τὰ παθήματα τελείωσις καὶ αἰτία τῆς σωτηρίας. ὁρᾷς ὅτι τὸ παθεῖν κακῶς, οὐκ ἔστιν ἐγκαταλελειμμένων, εἰ δὴ τούτῳ πρῶτον τετίμηκε τὸν Υἱὸν ὁ Θεὸς, τῷ διὰ παθημάτων αὐτὸν ἀγαγεῖν· καὶ ὄντως του του κόσμον ποίησαι, καὶ ἐκ μὴ ὄντων παραγαγεῖν, τὸ σάρκα ἀναλαβόντα παθεῖν ἅπερ ἔπαθε, πολλῷ μεῖζον ἐστί. καὶ τοῦτο μὲν γὰρ φιλανθρωπίας, ἐκεῖνο δὲ πολλῷ πλέον, ὃ καὶ αὐτὸς δείκνυσιν ἐν οἷς φησιν· “ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερ- “χομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὐτοῦ, “καὶ συνήγειρε, καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν “Χριστῷ,” ἔπρεπε τοίνυν αὐτῷ, φησι, τῷ κηδεμόνι καὶ πάντα εἰς τὸ εἶναι παραγαγόντι, ἐκδοῦναι τὸν Υἱὸν ὑπὲρ τῆς τῶν λοιπῶν σωτηρίας, τὸν ἕνα ὑπὲρ τῶν πολλῶν. ἀλλ’ οὐκ εἶπεν οὕτως, ἀλλὰ “διὰ διὰ παθημάτων τελειῶσαι,” ἵνα δείξῃ ὅτι ὁ παθὼν ὑπέρ τινος, οὐκ ἐκεῖνον ὠφελεῖ μόνον, ἀλλὰ καὶ αὐτὸς λαμπρότερος γίνεται καὶ τελειότερος. καὶ τοῦτο δὲ πρὸς τοὺς πιστοὺς φησὶ παραθαρρύνων αὐτούς. καὶ γὰρ ὁ Χριστὸς τότε ἐδοξάσθη, ὅτε ἔπαθεν. ὅταν δὲ εἴπω ὅτι ἐδοξάσθη, μὴ νομίσῃς δόξης πρόσληψιν αὐτῷ γίνεσθαι. ἐκείνην γὰρ τὴν τῆς φύσεως εἶχεν ἀεὶ, καὶ οὐδὲν προσέλαβεν.

Θεοδρήτου. Οὐκοῦν ἔδειξε τὸν Θεὸν Λόγον ἣν ἀνέλαβε τελειώσαντα φύσιν. ἀρχηγὸς γὰρ τῆς ἡμετέρας σωτηρίας ἡ ληφθεῖσα φύσις· ἐκείνη γὰρ ἐκ νεκρῶν ἀναστᾶσα, πᾶσιν ἡμῖν ἐπραγματεύσατο τὴν ἀνάστασιν.

Κυρίλλου. Καὶ τοῦτο ἐστὶ τὸ διὰ παθημάτων τὸν Χριστὸν τελειῶσαι, τουτέστι τὸ ἐλλεῖπον αὐτῷ ἀναπληρῶσαι. τι δὲ ἐνέλειπε τῷ Χριστῷ, καθὸ νοεῖται ἄνθρωπος; τὸ ἀθάνατον δηλαδὴ, ἵνα τὸ κατ’ εἰκόνα ἔχῃ ἀνελλειπῶς. ἀνεπλήρωσεν οὖν αὐτῷ τὸ λεῖπον ὁ Πατὴρ, διὰ τῆν’ ἀναστάσεως· διὰ μέσου αὐτοῦ πάντας ἀνθρώπους ἀναπληρῶν, καθὼς καὶ ἀλλαχοῦ φησὶν ὁ Ἀπόστολος, “καὶ τελειωθεὶς γέγονε τοῖς εἰς αὐτὸν ἐλπίζουσι πρόξενος ζωῆς “ἀκαταλυτου.”

400

Ὁμιλίαι. Ὁ πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγὼν, οὐκ ἃν ἀλισθήσειε τοῦ εἶναι κατὰ ἀλήθειαν Υἱός. οὐ γὰρ ἠμέλησε τοῦ εἰναι ὁ ἐστιν, ὅπερ οὐκ ἦν γεγονώς. μένει δὲ Κύριος ἐν τῇ τοῦ δούλου μορφῇ.

Ἀθανασίου. Εἰ μὴ ἦλθε καὶ ἐφόρεσε τὸ ἡμέτερον σῶμα, οὐδεὶς ἃν ἐτελειώθη, ἀλλ’ ἔμενον οἱ πάντες φθαρτοί. νῦν δὲ λυτρωθέντες ὑπὸ τῆς ἁμαρτίας, οὐκέτι μένουσι νεκροί. καὶ αὕτη ἡ αἰτία τοῦ μὴ ἄλλον ἀλλ’ αὐτὸν τὸν Θεὸν Λόγον ἐνανθρωπίσαι· ὅτι οὐκ ἄλλου ἦν ἀπὸ τῆς γενομένης φθορᾶς τοὺς ἀνθρώπους ἀνενεγκεῖν, ἣ τοῦ Θεοῦ ογου, του καὶ τὴν ἄρχην πεποιηκότος αὐτοὺς. ἄλλα πὼς του Ἀπόστολου λέγοντος, περὶ τοῦ Υἱοῦ, “δι’ ὃν τὰ πάντα,” Ἀρειανοι φασιν, οὐχ ἡμεῖς δι’ αὐτὸν, ἀλλ’ ἐκεῖνος δι’ ἡμᾶς γέγονεν; ἔδει γὰρ εἴπερ οὕτως ἦν, εἰπεῖν αὐτὸν, δι’ οὓς γέγονεν ὁ Λόγος. νῦν δὲ μὴ τοῦτο λέγων, ἀλλὰ “δι’ ὃν τὰ πάντα,” δείκνυσι τούτους αἱρετικοὺς καὶ συκοφάντας, οἳ πλέον ἡμῖν ἣ τῷ Υἱῷ χαρίζονται. οὐ γὰρ ἡμεῖς δι’ ἐκεῖνον φησὶν, ἀλλ’ ἐκεῖνος δι’ ἡμᾶς γέγονεν. εἴγε διὰ τοῦτο ὑπέστη, ἵνα δι’ αὐτοῦ κτίσῃ ἡμᾶς ὁ Θεός.

Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες.

τοῦτο κατὰ τὸ ἀνθρώπινον τέθεικε· κτιστὴ γὰρ ἡ ληφθεῖσα φύσις, εἷς δέ γε καὶ ἡμῶν καὶ αὐτῆς ποιητής. ἀλλὰ δι’ ἐκείνης ἁγιαζόμεθα. εἰ δὲ καὶ κατὰ τὴν θείαν φύσιν οἱ αἱρετικοὶ τοῦτο νοῆσαι θελήσαιεν, οὐδὲ οὕτω λυμανοῦνται τῇ τοῦ μονογενοῦς δόξῃ. ἕνα γάρ, φησιν, ἔχομεν πατέρα καὶ ἡμεῖς καὶ αὐτὸς, ἀλλ’ εὔδηλον ὡς ὁ μέν ἐστι φύσει Υἱὸς, ἡμεῖς δὲ χάριτι. ταύτην γὰρ ἡμᾶς διδάσκει τὴν διαφορὰν τὸ τὸν μὲν ἁγιάζειν, ἡμᾶς δὲ ἁγιάζεσθαι. ἄμεινον δὲ κατὰ τὸ ἀνθρώπινον τοῦτο νοεῖν.

Χρυσοστόμου. ἰδοὺ τοίνυν πάλιν συνάγει, τιμῶν αὐτοὺς καὶ παραμυθούμενος, καὶ ἀδελφοὺς αὐτοὺς ποιῶν τοῦ Χριστοῦ κατὰ τοῦτο, ἐξ ἑνὸς εἶναι. “εἷς γὰρ Θεὸς ἐξ οὗ τὰ πάντα.” εἶτα πάλιν ἀσφαλιζόμενος καὶ δεικνὺς τὸ κατὰ σάρκα, ἐπήγαγε τὸ “ὁ ἁγιά- “ζων καὶ οἱ ἁγιαζόμενοι.” ὁ μὲν οὖν ἁγιάζων ἐστὶν ὁ Χριστὸς, ἡμεῖς δὲ οἱ ἁγιαζόμενοι. ὁρᾷς ὅσον τὸ μέσον; ὁ μὲν ἁγιάζει, ἡμεῖς δὲ ἁγιαζόμεθα. καὶ ἀνωτέρω ἔφη, “τὸν ἀρχηγὸν τῆς σωτη- “ριας αὐτῶν.”

401

Κυρίλλου. Λέγεται δὲ καὶ ἡγιάσθαι μεθ’ ἡμῶν ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν, ὅτε κεκένωκε, ἑαυτὸν, καὶ γέγονε σάρξ. ἐπεὶ δὲ κατὰ πολλοὺς τρόπους ἡ Γραφὴ τὸ ἡγίασε δέχεται, χρὴ μαθεῖν τὴν διαφοράν. ἁγιάζεσθαι γὰρ λέγονται τινες ὡς ἐν προγνώσει Θεοῦ, προαναθροῦντος ὅτι τὴν εὐδόκιμον κατωρθωκότες ζωὴν ἐπιτηδείως ἕξουσιν εἰς τὸ μεταλαχεῖν Ἄγ’ ἴου Πνεύματος. ὁποῖοι τινὲς εἰεν ἃν περὶ ὧν ὁ σοφὸς ἐπιστέλλει Παῦλος, “ὅτι οὓς προέγνω καὶ “προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ εἰς τὸ εἶναι “αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. ἔφη δὲ Θεὸς καὶ πρὸς τὸν σοφώτατον Ἱερεμίαν, “πρὸ τοῦ με πλάσαι ἐν κοιλίᾳ ἐπίσταμαί “σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε.” ἁγιάζονται δὲ ἕτεροι τινες, καὶ τοι τὸν φύσει Θεὸν οὐκ ἐπεγνωκότες, ἀλλ’ οὐ σχέσιν τινὰ καὶ οἰκειότητα τὴν πρὸς τὸ Ἅγιον Πνεῦμα κατασημήνειεν ὁ ἐν τούτοις ἁγιασμὸς, ἀλλ’ οἱονεί πὼς ἀνάδειξιν καὶ παραγωγὴν τὴν εἰς τὸ πληροῦν ἅπερ ἃν βούλοιτο Θεός. καὶ γοῦν Κύρου τε καὶ Μηδῶν κατακράτος αἱρήσειν τὴν Βαβυλῶνα μελλόντων, καὶ ὑπὸ θείας εἰς τοῦτο παρενηνεγμένων ὀργῆς, φησὶ, “γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ “ὑβρίζοντες· ἡγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτούς.” Ἀγγαίῳ δὲ τῷ προφήτῃ φησὶν ὁ Θεός· “ἐὰν δὲ λάβῃ ἄνθρωπος κρέας ἅγιον,” τὸ προσκομισθὲν οἶμαι ἄμωμον θῦμα, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνατεθειμένον τῷ Θεῷ, κρέας ἅγιον ὀνομάζων. φαμὲν δὲ ἁγίους καὶ τοὺς ἀληθῶς διὰ Πνεύματος Ἁγίου ἡγιασμένους, οὕτω τὲ θείας φύσεως κοινωνοὺς ἀναδεδειγμένους.

Ἐπεὶ οὖν ἁγιάζεσθαι λέγεται καὶ τὸ ἀνατεθειμένον τῷ Θεῷ κατὰ τὸ πρὸς Μωσέα εἰρημένον· “ἁγίασόν μοι πᾶν πρωτότοκον “διανοῖγον μήτραν, τὰ ἀρσενικὰ τῷ Κυρίῳ·” ἁγιάζεται δὲ πάλιν τὸ προχειρισθὲν παρὰ Θεοῦ πρὸς τὸ πράξαι τι τῶν κατὰ γνώμην αὐτῷ, ὡς Μῆδοι καὶ Κῦρος· ἁγιάζεται δὲ καὶ τὸ ἐν μεθέξει γεγονὼς τοῦ Ἄγ’ ἴου Πνεύματος· τίνα δὴ τρόπον ἡγιάσθαι ὑπονοήσομεν τὸν Υἱὸν, ὧδε γὰρ αὐτὸς ἔφη, “ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστει- “λεν εἰς τὸν κόσμον·” συμπαρέζευκται γὰρ τὸ ἡγιάσθαι, καὶ ἡ εἰς τόνδε ’τον κόσμον ἀποστολή. εἰ μὲν οὑν πρὸ τῆς σαρκώσεως καὶ τῆς ἀποστολῆς ἐν μεθέξει Πνεύματος ἢ, ὁ Λόγος, τί πάλιν

402
αὐτὸ καὶ μετὰ σαρκὸς ἐδέχετο; εἰ δὲ ἐπεί τοι πέφηνε καθ’ ἡμᾶς, καὶ ἀπεστάλει μετὰ σαρκὸς, ἐν τῷδε τῷ κόσμῳ τὸ Πνεῦμα πλουτεῖ, καινὴν δὲ ὧσπέρ τινα τὴν ὧδε λαμπρὰν κεκέρδακε χάριν, ποῦ κεκένωκεν ἑαυτόν; πῶς δὲ ἀφῖκται εἰς ὑποβιβασμὸν καὶ ταπείνωσιν γεγονὼς ἐν ἀμείνοσιν; εἰ μὴ ἄρα φήσομεν ὡς ἦν ἐν αἰσχίοσι τὸ Πνεῦμα λαβὼν, καὶ τὸ ἁγιάζειν πεφυκὼς κατωθεῖ πρὸς τὸ χεῖρον τοὺς ἐν οἶς ἂν γένοιτο. ἀλλὰ τοῦτο μὲν οὐ φήσομεν.

Ἀναμετρεῖν δὲ δεῖ τὸν τοῦ ἡγιάσθαι χρόνον· οὐ γάρ τοι πρὸ τῆς ἐπιδημίας ἡγιάζετο Θεὸς ὢν ὁ Λάγος, ἀλλ’ ὅτε γέγονε καθ’ ἡμᾶς, οἷς οὐ φύσεως καρπὸς ἰδίας, ἀλλ’ ἔξωθέν τε καὶ ἐπακτὸς ὁ ἁγιασμός. πεπλούτηκε μὲν γὰρ ἐν ἀρχαῖς ἡ ἀνθρώπου φύσις τὸ καὶ θείου μεταλαχεῖν Πνεύματος, καὶ τὸν δι’ ἁγιασμοῦ πρὸς Θεὸν ἐξεικονισμόν· ἀπεμπολήσας δὲ τῇ παραβάσει τὸ δῶρον, θανάτῳ κατεδικάζετο, καὶ τὸν τῆς ἁμαρτίας ὑπέδυ ζυγόν. ἔδει τοίνυν ἐπείπερ ἐξ ἡμερότητος τὸ διολισθῆσαν γένος ἀναστοιχειοῦν εἰς τὸ ἐν ἀρχαῖς ἐβούλετο Θεὸς, δευτέραν ὥσπερ τοῦ γένους ἀρχὴν ἀναφῦναι Χριστὸν, καὶ ἀπότεξιν μὲν ἀνατλῆναι τὴν διὰ τῆς ἁγίας παρθένου· μὴ μὴν ἔτι καὶ πατέρα σαρκικὸν ἀνασχέσθαι λαβεῖν, ἵνα καὶ σὺν αὐτῷ Θεὸν ἔχωμεν οἱ πάντες πατέρα, δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ τῆς τοιαύτης δόξης εἰς ἀρχὰς ἀναβαίνοντες, ἔδει γενόμενον ἄνθρωπον τὸ νεῦμα λαβεῖν, ἵν ἐπείπερ ἐστὶν οὐκ εἰδὼς ἁμαρτίαν, ἐμφιλοχωροίη λοιπὸν ἐν αὐτῷ τὸ Πνεῦμα καὶ ἀναπαύηται. ὥσπερ δὲ ὑπάρχων ἀεὶ βασιλεὺς καὶ ὁμόθρονος τῷ Θεῷ καὶ Πατρὶ, κεχειροτονεῖσθαι λέγεται βασιλεὺς, ὅτι καθ’ ἡμᾶς γέγονεν ἄνθρωπος, ᾧ καὶ δοτὸν ἄνωθεν τὸ βασιλεύειν ἐστὶ, καὶ ὥσπερ ἀεὶ συνυπάρχων τῷ Πατρὶ, εἰς υἱὸν ὁρίζεται διὰ Πνεύματος, διὰ τὸ τοῖς κατὰ θέσιν υἱοῖς ἐξωμοιῶσθαι κατὰ τὴν σάρκα, καὶ ὥσπερ ἡμῖν τοῖς ὑπὸ Θεὸν συμμορφούμενος, Θεὸν ἑαυτοῦ τὸν Πατέρα ἐκάλει. καί τοι Θεὸς ὑπάρχων αὐτὸς, οὕτω καὶ ἡγιάσθαι λέγεται, χωροῦντος εἰς τὸ ἀνθρώπινον, ἤτοι περὶ τήνδε τὴν σάρκα τοῦ ἁγιασμοῦ, διὰ τὸ μὴ οἴκοθεν ἔχειν δύνασθαι τὴν ἀνθρώπου φύσιν τὸν ἁγιασμόν. ἔνεστι γὰρ τοῦτο μόνῃ τῇ θείᾳ καὶ ὑπὲρ πάντα φύσει, ἧς ἐπείπερ ἐστὶ καρπὸς ὁ Λόγος, ἕξει δὴ πάντως ὡς ἴδιον ἑαυτῷ τῆς τεκούσης αὐτὸν φύσεως τὸν ἁγιασμόν.

403

Ἀνακθκλήσας δὴ οὖν ὅπερ ἔφην ἀρτίως, καὶ αὖθις ἐρῶ. εἰ μὲν γὰρ καθὸ ἄνθρωπος ὡς ἄνθρωπον ἡγιάσθαι φαμὲν, ἀδιαφορήσειεν ἃν ὁ Λόγος ὡς ἔν γε δὴ τούτῳ, τὸ βλάβος οὐδέν. εἰ δὲ παρέντες τὸ ἀληθὲς αὐτὸν ἡγιάσθαι φήσομεν τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον, ἀτοπίας ὁ λόγος ἐπέκεινα. σκόπει δὲ ὧδε. εἰ προχεῖται μὲν οἷα περ ἀπὸ πηγῆς τοῦ Πατρὸς τὸ Πνεῦμα, ἔστι γεμὴν οὐκ ἀλλότριον τοῦ Υἱοῦ, πῶς ἂν νοοῖτο γυμνὸς τῶν τῆς θεότητος ἀγαθῶν; ἴδιον δὲ θεότητος ὁ ἁγιασμός· πῶς δ᾿ ἃν τὸν ἐκ Θεοῦ Πατρὸς διὰ Πνεύματος ἁγιασμὸν εἰσκεκρίσθαι τε φῶμεν, καὶ δοτὸν ὡς οὐκ ἔχον τι γενέσθαι ποτὲ, καθάπερ τῇ κτίσει οἴκοθεν αὐτὸν οὐκ ἐχούσῃ, καὶ διὰ τοῦτο πασχούσῃ τὴν παρατροπήν; οὐκοῦν κατὰ φύσιν ἅγιος ὣν ὡς Θεὸς, ἡγιάζετο μεθ’ ἡμῶν καθὸ ἄνθρωπος, τῷ δίῳ Πνεύματι τὸν οἰκεῖον αὐτὸς καταχρίων ναόν. πῶς οὖν ὁ Πατὴρ αὐτὸν ἁγιάσαι λέγεται; ὅτι πάντα παρὰ Πατρὸς δι’ Υἱοῦ ἐν Πνεύματι ἁγιάζοντα δὲ καὶ ἁγιαζόμενον τὸν φύσει τε καὶ ἀληθῶς Υἱὸν ὅτε γέγονεν ἄνθρωπος, εἰσκεκόμικεν ἡμῖν ὁ τοῦ Παύλου λόγος· “ὅ τε γὰρ ἁγιάζων,” φησὶ, “καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες.” ἁγιάζει μὲν γὰρ αὐτὸς ἅγιος ὣν κατὰ φύσιν ὡς Θεὸς, ἁγιάζεται δὲ μεθ’ ἡμῶν κατὰ τὸ ἀνθρώπινον, ὅτε τὴν πιὸν ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, καὶ κατ’ αὐτὸ δὴ τοῦτο ἡγιάσθαι φημὶ, καὶ τοι τῶν ὅλων κατεξουσιάζων ὡς Θεὸς, ἀδελφοὺς ἡμᾶς οὐκ ἐπαισχύνεται καλεῖν. ναί φησιν, οὐκ ἃν διαψεύσεται λέγων, ἡγιάσθαι παρὰ τοῦ Πατρὸς, καὶ τῆς καθ’ ἡμᾶς οἰκονομίας ἐξηρημένης. καὶ γὰρ ἐν ἐσχάτοις μὲν τοῦ αἰῶνος καιροῖς πέφηνεν ἄνθρωπος· ἀλλ’ ἦν καὶ πρὸ τούτου τοῖς εἰς τὸ εἶναι κεκλημένοις ὁμογενὴς, καὶ ἀδελφὸς τῶν πεποιημένων, καθὸ καὶ αὐτὸς οὐκ ἀγένητός ἐστι τῇ φύσει, πεποίηται δὲ παρὰ τοῦ Πατρός. ἀληθεύει δὴ οὖν καὶ ἀδελφοὺς ἡμᾶς ἀποκαλῶν, καὶ συνηγιάσθαι λέγων.

Ἄλλ᾿ ὦτ’ πρὸς πάντα ἰόντες ἑτοίμως, καὶ τὰ πέρα λόγου καὶ τοῦ καθήκοντος λογισμοῦ, ποῖ ποτε ἄρα ὁ θρασὺς ὑμῖν οὑτοσὶ καὶ ἀπόπληκτος ἐκτελευτήσει λόγος, ἐννοεῖν οὐκ ἔχω· ὅτι μὲν γὰρ οὐ γενητὸς ὁ Υἱὸς, οὐ τοῖς ὑμῶν μαντεύμασιν, ἀλλὰ τοῖς ἱεροῖς πιστευω μυσταγωγοῖς. ἔφη τοίνυν ο Ἰωάννης ἡμῖν ἐναργῶς περὶ τοῦ Ἰησοῦ ὅτι Θεοῦ Υἱός ἐστι, καὶ Θεὸς ἀληθινὸς, Θεὸς δὲ ἀληθινὸς, τοῖς κτίσμασιν οὐχ ὁμογενής. ὅτε τοίνυν κατά γε τὸ τοῖς αἱρετι-

404
κοῖς ἀβουλότατα δοκοῦν, ἐν μεθέξει γέγονεν ἁγιασμοῦ, καί τοι Θεὸς ἀληθινὸς ὣν ὁ Λόγος, καὶ εἰ νοοῖτο καθ’ ἑαυτὸν καὶ δίχα σαρκὸς, ἡκέτωσαν εἰς μέσον, καὶ Θεὸν ἡμῖν τὸν ἀληθινὸν ἐπακτὸν ἔχοντα τὸν ἁγιασμὸν, οἶσπερ ἃν βούλοιντο λόγοις, καταδεικνύτωσαν. εἰ δὲ ἔστιν ἐν Υἰῷ, τὸ ἡγιάσθαι δοτὸν Θεῷ κατὰ φύσιν ὄντι καὶ ἀληθινῷ, οὐδὲν ἔτι τὸ ἀπεῖργον καὶ αὐτὸν ἡγιάσθαι ὑπονοεῖν τὸν ἐξ οὗ πάρεστι Πατέρα, καὶ εἰ Θεὸς ἀληθινὸς εἶναι πεπίστευται. ἵνα πανταχόθεν τὸ ἀνόσιον αὐτῶν ἐκπολιορκῆται θράσος, οὐ παραιτήσομαι καί τι τῶν εἰς ἀτοπίαν ἡκόντων εἰπεῖν. ἣ γὰρ οὐ μόνῳ καὶ ἐξαιρέτως ἀνακείσεται τὸ ἁγιάζειν δύνασθαι τῷ κατὰ φύσιν Θεῷ, καθάπερ καὶ τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ ὄντα καλεῖν; φαίης ἄν.

Οὐκοῦν εἰ τοῖς κτίσμασιν ἐναρίθμιος ὑπάρχων ὁ Υἱὸς, κατά γε τὸν παρ’ ἐκείνοις λόγον, τὰ τῆς κατὰ φύσιν θεότητος ἴδια καὶ ἐξαίρετα διαπεραίνεται, καὶ φύσεως τῆς ἰδίας ποιεῖται δόξαν· ἑαυτὸν γὰρ ἁγιάσαι φησὶ λέγων, “ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυ- “τὸν, κατεκομίσθη μὲν ὡς ἔοικε τὰ τῆς ἐπέκεινα πασῶν οὐσίας ἐπὶ τὴν κτίσιν. οὐκ ἀπίθανον δὲ οἶμαι τὸ καὶ ἡμᾶς αὐτοὺς ἁγιάζειν δύνασθαι κατατολμᾶν εἰπεῖν, καθ’ ὁμοιότητα τοῦ Υἱοῦ. εἰ γὰρ γενητὸς ὑπάρχων αὐτὸς, τὰ τῆς τοσοῦτον ἀνῳκισμένης οὐσίας ἴδια ποιεῖται πλεονεκτήματα, τί τὸ ἐμποδὼν εἰς τὸ καὶ ἡμᾶς αὐτοὺς τὰ αὐτοῦ δύνασθαι πληροῦν; ἅτε δὴ καὶ ἀγχοῦ καὶ οὔτι που διεστηκότας τῆς πρὸς αὐτὸν οἰκειότητος· εἴπερ ἐστί τις παντὶ γενητῷ πρὸς γενητὸν συγγένειά τε καὶ σχέσις. κατ’ αὐτὸ δὴ τοῦτο γεγενῆσθαι φημί. εἴη δ᾿ ἃν καὶ ἑτέρως δυσεβὲς τὸ ἡγιάσθαι πιστευειν αὐτὸν τινα τρόπον τὸ ἁγιαζόμενον, ἀρ’ οὔχι τῳ υπερκειμένῳ καὶ ἀμείνονι τῆς ἰδίας φύσεως ἁγιάζεται; οὐ γάρ που τῷ αἰσχίονι φαῖεν ἃν, εἴπερ εἴς τι τῶν τελούντων εἰς ὄνησιν ἀναβιβάζει τὸ ἁγιάζεσθαι.

Οὐκοῦν εἴπερ ἐστιν ἀληθὲς ὡς ἡγίασται κατ’ ἐκείνους διὰ τοῦ Πνεύματος ὁ Υἱὸς, ὡς ἀμείνονι πάντως που κατεχρίετο καὶ τὴν φύσιν ἔχοντι παρ’ αὐτὸν ἑτέραν. μετάσχοι γὰρ ἀν’ ἑαυτοῦ τῶν ὄντων οὐδὲν, ἀλλ’ ἕτερον ἐν ἑτέρῳ τὸ μετεχόμενον, κατά γε τὸν τοῦ πῶς εἶναι λόγον. εἶτα πῶς ἡμῖν ὁ Υἱὸς διὰ τοῦ Πνεύματος ἐναυλίζεται; πῶς δὲ τὸ ἄμεινον κατὰ φύσιν τὴν τοῦ χείρονος

405
ἐμποιήσει μέθεξιν δι’ ἑαυτοῦ; ἡμεῖς δὲ τὸ μακροὺς ἀντεξάγειν λόγους ὡς περιττὸν ἀφέντες, φαμὲν ὅτι ἐπειδὴ τὸ ἀμετρήτως διεστηκὸς τῆς θείας αὐτοῦ καὶ ὑπερτάτης οὐσίας ἴδιον ἐποιήσατο, φημὶ δὴ τὴν σάρκα, τότε δὴ τότε καὶ ἡγιάσθαι λέγεται σοφῶς τὲ καὶ πρεπωδέστερον ἐπὶ τὸ ἀνθρώπινον τοῦ ἡγιάσθαι διάττοντος. τήν γε μὴν τοῦ ἡγιάσθαι πλήρωσιν ἤτοι τὴν ἐνέργειαν, ὡς ἐν προσώπῳ Πατρὸς τῇ τῆς θεότητος ἀνετέθει φύσει. μόνῃ γὰρ αὐτῇ τὸ ἁγιάζειν οἰκεῖον. ὁ μέν τοι Ἀπόστολος δεικνὺς ὅτι ἅμα τὲ τὴν σάρκα ἥνωσεν ἑαυτῷ ὁ Λόγος, καὶ τὴν ἀδελφότητα ἐνεδύσατο, ἐπάγει,

Δἰ ἢν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.

Χρυσοστόμου. Ὁρᾷς πῶς δείκνυσι πάλιν τὴν ὑπεροχήν; γὰρ εἰπεῖν “οὐκ ἐπαισχύνεται” δείκνυσιν οὐ τῆς τοῦ πράγματος φύσεως, ἀλλὰ τῆς φιλοστοργίας τοῦ μὴ ἐπαισχυνομένου τὸ πᾶν ὃν, τῆς ταπεινοφροσύνης τῆς πολλῆς. εἰ γὰρ καὶ ἐξ ἑνὸς, ἀλλ’ ὁ μὲ, ἁγιάζει, ἡμεῖς δὲ ἁγιαζόμεθα· πολὺ δὲ τὸ μέσον. καὶ ὁ μὲν ἐκ τοῦ Πατρὸς ὡς Υἱὸς γνήσιος, τουτέστιν ἐκ τῆς οὐσίας αὐτοῦ· ἡμεῖς δὲ ὡς κτίσμα, τουτέστιν ἐξ οὐκ ὄντων. ὥστε πολὺ τὸ μέσον. τὴν σάρκα μέν τοι ἐνδυσάμενος, ἐνεδύσατο καὶ τὴν ἀδελφότητα, καὶ συνῆλθεν ὁμοῦ τῇ προσλήψει τῆς σαρκὸς καὶ ἡ ἀδελφότης, ἀλλὰ τὸ μὲν “ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς “μου,” καὶ τὸ ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεὸς, εἰκότως παράγει. ὥσπερ γὰρ ἐνταῦθα πατέρα δείκνυσιν ἑαυτὸν, οὕτως ἐκεῖ ἀδελφόν.

Φωτίου. Τὸ δὲ “ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτῷ, τί βούλεται; ἣ τάχα ἐπειδὴ ἄνω είπεν αὐτὸν ἀδελφὸν καὶ κάτω πατέρα, ἐν μέσῳ ἐσήμανεν, ὅτι ταῦτα μὲν φιλανθρωπίας ὀνόματα καὶ χάριτος τῆς αὐτοῦ. τὸ δὲ φύσει καὶ ἀληθῶς Θεὸς ἔστη φησί. τίς γὰρ πέποιθεν ἐπὶ ἑτέρῳ τινὶ, εἰ μὴ ἐπὶ μόνῳ Θεῷ, ὡσεὶ ἔλεγε, μὴ ἀκούοντες αὐτὸν ἀδελφὸν καὶ πατέρα, νομίσητε ἕνα εἶναι τῶν πολλῶν, Θεός ἐστιν ἐφ’ ὃν γέγραπται πεποιθέναι χρεών.

Ἀθανασίου. Ἀπόχρη μὲν οὖν καὶ τὸ “οὐκ

406
δεῖξαι τὴν διαφορὰν τῆς υἱότητος. περὶ δεσπότου γὰρ καὶ δούλων διαλεγόμενοι καὶ τὴν τῶν δεσποτῶν ταπεινοφροσύνην διδάσκοντα εἰώθαμεν λέγειν, οὐκ ἐπαισχύνεται μετὰ τῶν οἰκετῶν ἐσθίων καὶ πίνων καὶ συγκαθήμενος, καὶ τοὺς τούτων ἀρρώστους δι’ ἑαυτοῦ θεραπεύων. τοῦτο τοίνυν κἀνταῦθα αἰνίττεται, ὡς ὁ τὸ ὑπὲρ ἡμῶν καταδεξάμενος πάθος, οὐκ ἐπαισχύνεται καλεῖν ἀδελφοὺς, τούτους ὑπὲρ ὧν τὸ πάθος ὑπέμεινε, λέγων πρὸς τὸν πατέρα ἐν Ψαλμοῖς, “διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.”

Κυρίλλου. Ὄνομα δὲ ἐνταῦθα τὴν δόξαν λέγει, κατὰ τὸ “νέρωσά σὸν τὸ ὄνομα τοῖς ἀνθρώποις. κατέστησε γὰρ ἐναργῆ τὴν δόξαν αὐτοῦ, οὐχ ὅτι μόνον Πατήρ ἐστιν εἰπὼν καὶ διδάξας, ἀλλ’ ἐμφανῆ καθιστὰς τήν τε ἡμερότητα καὶ τὴν δόξαν αὐτοῦ ἡμῖν τοῖς γενομένοις αὐτοῦ ἀδελφοῖς, καθὸ γέγονε καθ’ ἡμᾶς· ἔφη γὰρ, ὅτι “οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ “τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, “ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.” πεφανέρωκε δὲ καὶ ἑτέρως ἡμῖν τὴν τοῦ Πατρὸς δόξαν. ὅσοι γὰρ τεθέανται τὸν Υἱὸν τοῖς τῆς διανοίας ὄμμασι, θεοπρεπεστάτην ἔχοντα τὴν ἐξουσίαν καὶ τὸ ἐφ’ ἅπασι παναλκὲς, τεθέανται τὸν Πατέρα, καὶ ἐγνώκασιν αὐτόν. ἔφη γοῦν καὶ αὐτὸς ὅτι “ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,” ἀλλὰ καὶ “ἐν μέσῳ,” φησὶν, “ἐκκλησίας ὑμνήσω σε.” ἐκκλησίας δὲ ποίας ἣ ἐκείνης πάντως, ἣν αὐτὸς ἑαυτῷ παρέστησεν ὁ Υἱὸς, “μὴ ἔχουσαν “σπῖλον ἣ ῥυτίδα, ἁγίαν δὲ καὶ ἄμωμον;” ὑμνεῖ γε μὴν τὸν Πατέρα, τὴν δόξαν αὐτοῦ καθιστὰς φανερὰν· τοῦτο γὰρ δηλοῖ τὸ ὄνομα.

Γρηγορίου Νύσσησ. ἰδοὺ ἐκ τῆς Μάριας ὁ δὲ μονογενὴς, ἀδελφοὺς οὐκ ἔχει. πῶς γὰρ ἃν ἀδελφοῖς τὸ μονογενὲς διασώζοιτο; ἀλλ’ ἐπειδὴ γέγονεν ὁ Λόγος ὅπερ ἡμεῖς, δι’ ἑαυτοῦ πάλιν συνῆψε Θεῷ τὸ ἀνθρώπινον· καὶ τὸν καινὸν ἐκεῖνον ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα, τοῦτον διὰ καθαρότητα τῇ συγγενείᾳ τοῦ Πατρὸς τῆς φύσεως ἡμῶν προσοικειώσας, πᾶσαν τὴν κοινωνὸν τοῦ σώματος αὐτοῦ καὶ συγγενῆ φύσιν, πρὸς τὴν αὐτὴν χάριν συνεφειλκύσατο· ὥστε οὐκέτι ἐν ἀποκηρύκτοις ὁ ἄνθρωπος, οὐδὲ τῆς τοῦ Θεοῦ βασιλείας ἀπόβλητος, ἀλλὰ πάλιν υἱὸς, πάλιν ὑπὸ τὸν Θεὸν τετιμένος, τῇ ἀπαρχῇ τῆς ἀνθρωπότητος συναγι-

407
ᾀσθέντος καὶ τοῦ φυράματος. ὅθεν γὰρ ἀπεφοιτήσαμεν, σάρκες διὰ τὴν ἁμαρτίαν γενόμενοι, ἐκεῖ πάλιν ἡμᾶς ἀναλαβὼν, ἐπανήγαγεν ὁ δἰ ἡμᾶς κεκοινωνηκὼς σαρκός τε καὶ αἵματος. καὶ οὕτω γέγονε καὶ ἡμέτερος Πατὴρ ὁ Θεὸς, ἐπειδὴ καὶ τῆς ἡμετέρας ἀπαρχῆς.

Θεοδρήτου. Καὶ πάλιν “ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ ἔδειξε τὰ ταπεινῶς εἰρημένα, οἰκονομικῶς εἰρημένα. τῷ γὰρ “οὐκ “ ἐπαισχύνεται” συνέζευξε τὸ “ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτῷ.” οὐκ ἐπαισχύνεται γὰρ διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν, καὶ ταπεινοῖς παρὰ τὴν οἰκείαν ἀξία, κεχρῆσθαι λόγοις.

Καὶ πάλιν ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός.

Βασιλείου. Ἐκ προσώπου τοῦ Χριστοῦ καὶ οὗτος ἐστὶν λόγος· ἀπὸ γὰρ τοῦ ἰδίου προσώπου διαλεγόμενος, λέγει ἐν Ἡσαΐᾳ, ὅτι ἐγὼ τοὺς εἰς ἐμὲ πεπιστευκότας ἄρτι ἀναγεννηθέντας ἐν τῷ ἀποθέσθαι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἀναλαβεῖν τὸν νέον, οἱονεὶ παῖδας ἀρτιγενεῖς, ἁπαλοὺς τὸν τρόπον καὶ ἀπειροκάκους, ἀπογεγαλακτισμένους λοιπὸν ἀπὸ τῶν εἰσαγωγικῶν λόγων, καὶ ἐπὶ τὴν τελεωτέραν τροφὴν τῶν μυστηρίων χωροῦντας, τούτους προσλαβόμενος, καὶ θάλπων τῷ κόλπῳ τῆς εὐσπλαγχνίας, προσάγει τῷ Πατρί. δι’ ἐμοῦ γὰρ ἡ ὁδὸς τῆς πρὸς αὐτὸν ἐπιγνώσεως.

Θεοδρήτου. Εἶτα τῆς περὶ τῶν παιδίων μαρτυρίας ἐξυφαίνει τὸν λόγον ὁ Παῦλος.

Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θα· νάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δου- λείας.

Κυρίλλου. Τὰ παιδία, φησὶν, ἐν τούτοις, ἡμᾶς δηλονότι τοὺς ὄντας ἐπὶ τῆς γῆς, κατὰ τὸ “ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψί- “στου.” ὅσον γὰρ ἧκεν εἰς τὸ Θεῷ δοκοῦν, πάντες ἃν ἦμεν τέκνα. νῦν δὲ ὡς ἄνθρωποι ἀποθνήσκομεν, καὶ πίπτομεν τοῖς τῆς σαρκὸς πάθεσι τὸν νοῦν ὑποφέροντες. πῶς οὖν ἄρα κεκοινώνηκεν αἵματος

408
καὶ σαρκός; ψυχὴ γὰρ ἡ ἀνθρωπίνη φύσιν ἑτέραν ἔχουσα, τὴν σάρκα τῇ πρὸς αὐτὴν συνθέσει καθ’ ἕνωσιν, τὸ ἕν τε καὶ λογικὸν ἀποτετέλεκε ζῶον, τουτέστιν τὸν ἄνθρωπον· οὕτω καὶ ὁ τοῦ Θεοῦ Λόγος ἐψυχωμένῃ σαρκὶ ἑαυτὸν ἑνώσας, μετέσχεν αἵματος καὶ σαρκὸς παραπλήσιος ἰὸς ἡμῖν, διὰ γεννήσεως δηλονότι τῆς ἐκ γυναικός. εἰς οὖν Κύριος Ἰησοῦς Χριστὸς, ὡς ἑνώσαντος μὲν ἑαυτῷ τοῦ Θεοῦ Λόγου τὸ ἀνθρώπινον, μεμενηκότος δὲ καὶ οὕτως ὅπερ Θεός. εἰ δὲ αὐτὸς κατήργηκε τοῦ θανάτου τὸ κράτος ὡς ζωὴ καὶ Θεὸς, ἴδιον αὐτοῦ νοεῖσθαι πρέπει τὸ πεπονθὸς τὸν θάνατον· ἵν ὡς αὐτὸς ἀναστὰς καταργῆσαι λέγοιτο τὴν φθορὰν, καὶ εἰς ἅπαν ἡμῶν παραπέμψῃ τὸ νέον τῆς ἀφθαρσίας τὴν χάριν. ἐπειδὴ δέ ἐστι τῶν τῆς καθ’ ἡμᾶς ἀνθρωπότητος μέτρων ἐπέκεινα τὸ πατῆσαι θάνατον, ἑνώσει φαμὲν ἤγουν κοινωνίᾳ τῇ πρὸς σάρκα τε καὶ αἷμα τὸν Λόγον γενέσθαι καθ’ ἡμᾶς ἄνθρωπον. ἀπομεμενηκέναι δὲ καὶ οὕτω θανάτου κρείττω· Θεὸς γὰρ ἦν ἐν σαρκί.

Πῶς οἷόν τε ἦν φησὶν, ἢ ἀδελφὸν ἡμῶν αὐτὸν χρηματίσαι, ἣ παῖδας ἡμᾶς γνησίως καλέσαι, μὴ τὴν αὐτὴν περικείμενον φύσιν; οὗ δὴ χάριν ταύτην ἀναλαβὼν, τὴν τοῦ θανάτου κατέλυσε δυναστείαν, καὶ τὸ ἐπικείμενον ἡμῖν διέλυσε δέος. δειμαίνοντες γὰρ ἀεὶ διετελοῦμεν τὸν θάνατον· ἐπειδή περ ἕλκειν ἠναγκαζόμεθα τῆς θνητότητος τὸν ζυγόν. σφόδρα δὲ ἀναγκαίως καὶ τὸ “παραπλησίως τέθεικεν, ἵνα τὴν τῆς φαντασίας διελέγξῃ συκοφαντίαν. ταῦτα δὲ ἅπαντα διεξῆλθε διδάσκων τοὺς ἐλάττονα τῶν Ἀγγέλων τὸν Υἱὸν διὰ τὸ πάθος ὑπολαμβάνοντας, ὡς ἀναγκαίως τὸ πάθος ὑπέμεινε. τοῦτο δὲ καὶ διὰ τῶν ἑξῆς ἐκπαιδεύει σαφέστερον.

Χρυσοστόμου. Ἀλλ᾿ ἐγκαλυπτέσθωσαν οἱ δοκήσει αὐτὸν παραγεγενῆσθαι καὶ οὐκ ἀληθείᾳ. οὐ γὰρ εἶπεν ὅτι μετέσχε τούτων μόνον, καὶ ἐσίγησε· καὶ τοι καὶ εἰ οὕτως εἶπεν, ἵκανον ἢν, ἀλλ’ ἕτερόν τι μεῖζον ἔθηκε, τὸ “παραπλησίως” προσθεὶς, οὐ φαντασίᾳ, οὐδὲ εἰκόνι φησὶν, ἐπεὶ τὸ παραπλησίως οὐ σώζεται, ἀλλ’ ἀληθεία δεικνὺς τὴν ἀδελφότητα· εἶτα καὶ τὴν αἰτίαν τίθησι τῆς οἰκονομίας, “ὅπως διὰ τοῦ θανάτου,” φησὶ, “καταργήσῃ τὸν τὸ “κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον.” ἐνταῦθα τὸ θαυμαστὸν δείκνυσιν, ὅτι δι’ οὗ ἐκράτησεν ὁ διάβολος, διὰ τούτου ἡττήθη, καὶ ὅπερ ἰσχυρὸν ἦν αὐτῷ ὅπλον κατὰ τῆς οἰκουμένης

409
ὁ θάνατος, τούτω αὐτὸν ἔπληξεν ὁ Χριστός. ἐνταῦθα τὸ πολὺ τῆς δυνάμεως τοῦ νικήσαντος ἐμφαίνει· ὁρᾷς ὅσον ὁ θάνατος εἰργάσατο καλόν; “καὶ ἀπαλλάξῃ,” φησὶ, “τούτους, ὅσοι φόβῳ θανάτου διὰ “παντὸς τοῦ ζῆν, ὄι ἦσαν δουλείας.” τίνος ἕνεκεν φρίττετε φησίν; τί δεδοίκετε ἕτε τὸν καταργηθέντα; οὐκέτι φοβερός ἐστιν, ἀλλὰ πεπάτηται, καταπεφρόνηται· εὐτελής ἐστι καὶ οὐδενὸς ἄξιος. τι δέ ἐστι, “φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας;” ἣ τοῦτο φησὶν, ὅτι ὁ τὸν θάνατον δεδοικὼς, δοῦλος ἐστὶ καὶ πάντα ὑφίσταται ὑπὲρ τοῦ μὴ ἀποθανεῖν· ἣ ἐκεῖνο, ὅτι πάντες δοῦλοι ἦσαν τοῦ θανάτου, καὶ τῶ μηδέπω αὐτὸν λελύσθαι, ἐκρατοῦντο· ἣ ὅτι φόβῳ διηνεκεῖ συνέζων οἱ ἄνθρωποι, ἀεὶ ἀποτεθνήξεσθαι προσδοκῶντες, καὶ τὸν θάνατον δεδοικότες, οὐδεμιᾶς ἡδονῆς αἴσθησιν λαβεῖν ἠδύναντο, τοῦ φόβου τούτου παρόντος αὐτοῖς. τοῦτο γὰρ ἠνίξατο εἰπὼν “διὰ παντὸς τοῦ ζῇν.” δείκνυσι δὲ ἐνταῦθα τοὺς θλιβομένους, τοὺς ἐλαυνομένους, τοὺς καὶ πατρίδος καὶ οὐσίας καὶ τῶν ἄλλων ἀποστερουμένους ἤδη y διάγοντας καὶ ἐλευθεριώτερον ἐκείνων, τῶν ἐν τρυφῇ τὸ πάλαι διαγόντων, τῶν μηδὲν τοιοῦτον παθόντων, τῶν εὐθηνουμένων. εἴγε ἐκεῖνοι μὲν διὰ παντὸς τοῦ ζῆν ὑπὸ τῶ φόβω τούτω ἦσαν καὶ δοῦλοι· αὐτοὶ δὲ τούτου εἰσὶν ἀπηλλαγμένοι, καὶ γελῶντες τοῦτο ὅπερ ἐκεῖνοι πεφρίκεσαν. ταὐτὸν γάρ ἐστιν νῦν, ὥσπερ ἂν εἴ τις μέλλοντα μέλλοντα τὴν ἐπὶ θάνατον ἄγεσθαι καὶ ἀεὶ τοῦτο προσδοκῶντα λιπαίνοι πολλῇ τῇ τρυφῇ. τοιοῦτόν τι ἦν τὸ παλαιὸν ὁ θάνατος. νῦν δὲ ὥσπερ ἃν εἴ τις τὸν φόβον ἐκεῖνον ἐκβαλὼν, μετὰ τῆς τρυφῆς ἐπαγγέλοιτο ἀθλεῖν, καὶ προτιθείη τὸν ἀγῶνα ὥστε μηκέτι εἰς θάνατον, ἀλλ’ εἰς βασιλείαν ἀγαγεῖν. τίνων ἃν ἠθέλησας γενέσθαι, τῶν ἐν τῷ δεσμωτηρίῳ λιπαινομένων μετὰ τοῦ καθ’ ἑκάστην ἡμέραν τὴν ἀπόφασιν προσδοκᾷν, ἢ τῶν ἀθλούντων καὶ πονούντων ἑκοντὶ ὥστε τὸ διάδημα τῆς βασιλείας ἀναδήσασθαι; ὁρᾷς πῶς αὐτῶν ἦρι τὴν ψυχὴν, καὶ μετεώρους εἰργάσατο; δείκνυσι δὲ, οὐ τὸν θάνατον πεπαυμένον μόνον, ἀλλὰ διὰ τούτου κἀκεῖνον τὸν ἄσπονδον, τὸν διάβολον λέγω καταργηθέντα. ὁ γὰρ θάνατον μὴ δεδοικὼς, ἔξω τῆς τυραννίδος ἐστὶ τοῦ διαβόλου. εἰ γὰρ δέρμα ὑπὲρ δέρματος καὶ πάντα δώσει τίς ὑπὲρ τῆς ψυχῆς αὐτοῦ, ὅταν καὶ ταύτης τίς κρίνει καταφρο- [*](y An ἡδονῇ.)
410
νεῖν, τίνος ἔσται δοῦλος λοιπὸν, ὁ τοιοῦτος πάντων ἐστὶν ἀνώτερος, καὶ πάντων ἐλευθεριώτερος; πάντα γὰρ μικρὰ τῳ μηδὲ τὴν ψυχὴν τιμίαν τιθεμένῳ κατὰ τὸν μακάριον Παῦλον. ὅταν δὲ εὕρῃ ψυχὴν τοιαύτην ὁ διάβολος, οὐδὲν ἐργάσασθαι δυνήσεται ἐν αὐτῇ τῶν αὐτοῦ. ὁρᾷς ὅτι τοῦ θανάτου τὴν τυραννίδα ἐκβαλὼν, κατέλυσε καὶ τοῦ διαβόλου τὴν ἰσχύν. ὁ γὰρ περὶ ἀναστάσεως μυρία φιλοσοφεῖν εἰδὼς, πῶς δέδοικε λοιπὸν θάνατον;

Ἰσιδώρου. Εἰ δὲ πυνθάνῃ τί ἐστι, “καὶ ἀπαλλάξῃ αὐτοὺς “ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἦσαν ἔνοχοι δουλείας,” ἄκουε. οὐχ ὁ θάνατος, ὦ βέλτιστε, ἀλλὰ τὸ δικαστήριον τὸ μετὰ τὸν θάνατον, ἀποτρέπει τῶν ἁμαρτημάτων. οἱ γὰρ ἀσεβεῖς σπινθῆρα νομίσαντες εἶναι τὴν ψυχὴν, οὗ ἀποσβεσθέντος, ὡς ἔφασαν, τέφρα ἀποβήσεται, τὸ σῶμα μόνον τεθνάναι νομίζοντες, μὴ κρίνεσθαι δὲ, ταῦτα γάρ ἐν τῇ ἐπιγεγραμμένῃ σοφίᾳ Σολομῶντος εἰρήκασιν, οὐδὲν ἄπρακτον εἴασαν. ὡς γὰρ μηκέτι ὄντες μετὰ θάνατον πάντα δρᾷν τὰ αἰσχύνης καὶ θανάτων καὶ κολάσεων ἄξια ἐπεχείρουν, λέγοντες, “αὕτη ἡ μερὶς ἡμῶν καὶ ὁ κλῆρος οὗτος.” ἦλθε τοίνυν ὁ Σωτῆρ’ μετὰ τῶν ἄλλων ὧν κατώρθωσε, καὶ ταύτης ἀπαλλάξων τοὺς ἀνθρώπους τῆς ἐπινοίας τὴν γὰρ τῆς ψυχῆς ἀθανασίαν ὁρισάμενος ἐν τῷ φάναι, “τὴν δὲ ψυχὴν μὴ δυναμένων “ἀποκτεῖναι,” καὶ τὴν τῶν σωμάτων ἀνάστασιν εὐαγγελισάμενος διὰ τοῦ εἰπεῖν ὅτι “ἐν τῆ ἀναστάσει οὐκέτι γάμος, ἀλλ’ ἔσονται ὡς “Ἄγγελοι,” τήν τε κρίσιν καὶ τὴν κόλασιν προμηνύσας, διὰ πολλῶν μὲν ἄλλων καὶ ἐν τῷ φράσαι δὲ, “φοβήθητε τὸν δυνάμενον “καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ,” πάσης ἐκείνης ἠλευθέρωσεν ἅπαντας τῆς ὑπονοίας, μᾶλλον δὲ ἀληθέστερον εἰπεῖν τῆς δουλείας. τὸ γὰρ θεῖον δεκαστήριον ἐν νῷ λαμβάνοντες, καὶ ὡς πρὸς σκοπὸν τὸ ὄμμα τείνοντες, οὐδὲν φαῦλον πράξαι τολμήσειαν. οἶμαι μὲν οὖν σεσαφηνίσθαι τὸ ῥητόν. εἰ δὲ καὶ μεταφρασθήναι αὐτῶι βούλει, φήσαιμι. ἐπειδὴ ὡς μέλλοντες ἀποθνήσκειν ἐδούλευον ἀφειδῶς ταῖς ἁμαρτίαις, ὁ γὰρ τοῦ θανάτου φόβος βλοσυρὸν αὐτοῖς ἐνορῶν, καὶ τὴν τοῦ μηκέτ’ εἶναι ἔννοιαν τίκτον, εἰς πᾶσαν αὐτοὺς δουλείαν ἁμαρτίας ἀπέπεμπε. διὰ τοῦτ’ ἦλθεν ὁ Χριστὸς καὶ ταύτης αὐτοὺς ἀπαλλάξων τῆς δουλείας. εἰ δὲ μηδ’ [*](z Leg. αὐτό.)

411
οὕτως νενόηται, σαφέστερον εἰρήσεται. πολλοῖς γὰρ ἁλώσιμον οὐκ ἔστι τὸ νόημα τὸ ἀποστολικόν. ἀπαλλάξῃ, φησὶ, τούτους τοῦ φόβου τοῦ θανάτου, τοῦ ἀνυπαρξίαν αὐτοῖς ἀπειλοῦντος, καὶ ἀγάγοι εἰς ἔννοια, τοῦ μετὰ τὴν ἐντεῦθεν τελευτὴν ἀδεκάστου κριτηρίου. οὕτω γὰρ ἄσμενοι τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδὸν τρέχοιεν, τῇ ἐλπίδι τῶν στεφάνων πτερούμενοι· καὶ τὴν ἁμαρτίαν φεύγοιεν τῷ φόβῳ τῶν ἐσομένων τιμωριῶν. εἰ δὲ καὶ εἰς ἄλλο ἐνθύμημα βλέπει ὁ νοῦς ὁ ἀποστολικὸς, τῆς συνέσεως τῆς σῆς ἐστὶ κρῖναι. εἰκὸς γὰρ καί τι τοιοῦτον αὐτὸν ἐμφαίνειν. ἐπειδὴ πολλοὶ τὸν θάνατον δεδιότες ὡς εἰς ἀνυπαρξίαν παραπέμποντα, πολλὰ καὶ παρὰ γνώμην καὶ δρᾶσαι καὶ παθεῖν αἰσχρὰ ὑπέμενον. ἵνα μὴ μόνον τιμωρηθεῖεν παρὰ τῶν δυνατωτέρων. ἐρῶντες γὰρ καὶ μὴ τυγχάνοντες τοῦ σκοποῦ, δόλους καὶ ἐπιβουλὰς θάνατον τίκτοντας κατεσκεύαζον, ὡς δηλοῦσιν, εἴτε κατὰ τὸν Ἰωσὴφ, εἴτε κατὰ τὴν Σωσάνναν ἱστορίαι. ἧκε παιδεύσων τοὺς ἀνθρώπους ὅτι ὁ θάνατος αἱρετώτερός ἐστι τῆς κακίας, καὶ χρὴ μᾶλλον τοῦτον καταδέχεσθαι, ἤ τι τῶν αἰσχίστων δράσαι τὲ καὶ παθεῖν. ὁ μὲν γὰρ ὑπὸ τῆς ἀναστάσεως σβεσθήσεται, τὰ δὲ, εἰς κολάσεις κατα- λήξουσιν.

Ἀθανασίου. Ἄνωθεν δὲ πάλιν περὶ τοῦ αὐτοῦ ῥητέον πλατύτερον. ὁ Θεὸς ἀγαθὸς ὣν, οὐδενὶ τοῦ εἶναι φθονήσας, ἐξ οὐκ ὄντων τὰ πάντα πεποίηκε διὰ τοῦ ἰδίου Λόγου αὐτοῦ. ἐν οἷς πάντων μάλιστα τῶν ἐπὶ γῆς, τὸ ἀνθρώπινον γένος ἐλεήσας, καὶ θεωρήσας ὡς οὐχ ἱκανὸν εἴη κατὰ τὸν τῆς ἰδίας γενέσεως λόγον διαμένειν, ἀεὶ πλέον τί χαριζόμενος αὐτοῖς, οὐχ ἁπλῶς ὡς τὰ ἄλογα ζῷα ἔκτισε τοὺς ἀνθρώπους, ἀλλὰ κατὰ τὴν ἑαυτοῦ εἰκόνα ἐποίησεν αὐτοὺς, μεταδοὺς αὐτοῖς καὶ τῆς τοῦ δίου λόγου δυνάμεως, ἵνα ὡσπερ σκιάς τινας ἔχοντες τοῦ λόγου καὶ γενόμενοι λογικοὶ, διαμένειν ἐν μακαριότητι δυνηθῶσι, ζῶντες τὸν ἀληθινὸν καὶ ὄντως τῶν ἁγίων ἐν παραδείσῳ βίον. εἰδὼς δὲ πάλιν τὴν ἀνθρώπων εἰς ἀμφότερα νεύειν δυναμένην προαίρεσιν, προλαβὼν ἠσφαλίσατο νόμῳ, τὴν δοθεῖσαν αὐτοῖς χάριν. εἰς τὸν ἑαυτοῦ γὰρ παράδεισον αὐτοὺς εἰσαγαγὼν, ἔδωκεν αὐτοῖς νόμον ἵνα εἰ μὲν φυλάξαιεν τὴν χάριν, καὶ μένοιεν καλοὶ, ἔχωσι τὴν ἐν παραδείσῳ ἄλυπον ζωὴν, πρὸς τὸ καὶ τῆς ἐν οὐρανοῖς ἀφθαρσίας αὐτοὺς τὴν ἐπαγγελίαν

412
ἔχειν. εἰ δὲ παραβαῖεν καὶ στραφέντες γένοιντο φαῦλοι, γινώσκοιεν ἑαυτοὺς τὴν ἐν θανάτῳ κατὰ φύσιν φθορὰν ὑπομένειν, καὶ μένειν ἐν τῷ θανάτῳ. τὸ γὰρ “θανάτῳ ἀποθανεῖσθε,” τί ἃν ἄλλο εἴη ἣ τὸ μὴ μόνον ἀποθνήσκειν, ἀλλὰ καὶ ἐν τῇ τοῦ θανάτου φθορᾷ διαμένειν;

Οὕτω μὲν οὖν ὁ Θεὸς τὸν ἄνθρωπον πεποίηκε, καὶ μένειν ἠθέλησεν ἐν ἀφθαρσίᾳ. ἄνθρωποι δὲ ἀποστραφέντες τὴν πρὸς τὸν Θεὸν κατανόησιν, ἐπινοήσαντες δὲ ἑαυτοῖς τὴν κακίαν, ἔσχον τὴν προαπειληθεῖσαν τοῦ θανάτου κατάκρισιν, καὶ ὁ θάνατος αὐτῶν ἐκράτει βασιλεύων. ἡ μὲν γὰρ παράβασις τῆς ἐντολῆς, εἰς τὸ κατὰ φύσιν αὐτοὺς ἐπέστρεφεν, ἵνα ὥσπερ οὐκ ὄντες γεγόνασιν, οὕτως καὶ τὴν εἰς τὸ μὴ εἶναι φθορὰν ὑπομείνωσιν εἰ γὰρ φύσιν ἔχοντες τὸ μὴ εἶναι ποτε τῇ τοῦ Λόγου παρουσίᾳ καὶ φιλανθρωπίᾳ εἰς τὸ εἶναι ἐκλήθησαν, ἀκόλουθον ἦν κενωθέντας τῆς περὶ Θεοῦ ἐννοίας καὶ εἰς τὰ οὐκ ὄντα αποστραφεντας· οὐκ ὄντα γάρ ἐστι τὰ κακὰ, ὄντα δὲ τὰ καλά ἐπειδή περ ἀπὸ τοῦ ὄντως Θεοῦ γεγονασιν, κενωθῆναι καὶ τοῦ εἶναι ἀεί· τοῦτο δέ ἐστι τὸ διαλυθέντας μένειν ἐν τῷ θανάτῳ καὶ τῇ φθορᾷ. ἔστι μὲν δὴ κατὰ φύσιν ὁ ἄνθρωπος θνητὸς, ἅτε δὴ ἐξ οὐκ ὄντων γεγονὼς, διὰ δὲ τὴν πρὸς τὸν ὄντα ὁμοιότητα, ἣν διεφύλαττε διὰ τῆς πρὸς αὐτὸν κατανοήσεως, ἤμβλυνεν ἃν τὴν κατὰ φύσιν φθορὰν, καὶ ἔμεινεν ἄφθαρτος· διὰ γὰρ τὸν συνόντα Λόγον καὶ ἡ κατὰ φύσιν φθορὰ τούτῳ οὐκ ἤγγιζεν. ἐπεὶ δὲ φθόνῳ διαβόλου εἰς τὰ τῆς φθορᾶς ἀπεστράφησαν, ἀπέθνησκον. ἡ δὲ φθορὰ λοιπὸν κατ’ αὐτῶν ἤκμαζεν, ὅσω καὶ τὰ τῆς κακίας ἐπετείνετο καὶ νόμῳ ἴσχυε καθ’ ἤμων ο θάνατος, καὶ οὐχ οἷόν τε ἦν τὸν νόμον ἐκφυγεῖν, διὰ τὸ ὑπὸ Θεοῦ τεθεῖσθαι τοῦτον, τῆς παραβάσεως χάριν. καὶ ἦν ἄτοπον ὁμοῦ καὶ ἀπρεπὲς εν τοῖς γινομένοις. ἄτοπον μὲν γὰρ ἢν εἰπόντα ’τον Θέον ψευσασθαι, ἀπρεπὲς δὲ τὰ ἅπαξ γενόμενα λογικὰ καὶ τοῦ λόγου αὐτοῦ μετασχόντα, παραπόλλυσθαι, καὶ τὴν τοῦ Θεοῦ τέχνην ἐν τοῖς ἀνθρώποις ἀφανίζεσθαι, ἣ διὰ τὴν αὐτῶν ἀτέλειαν, ἣ διὰ τὴν τῶν δαιμόνων ἀπάτην. φθειρομένων τοίνυν τῶν λογικῶν, τι ἔδει τὸν Θεὸν ποιεῖν ἀγαθὸν ὄντα ; ἀφεῖναι τὴν φθορὰν κατ’ αὐτῶν ἰσχύειν; καὶ τίς ἡ χρεία τοῦ καὶ ἐξ ἀρχῆς αὐτὰ γενέσθαι; ἔδει γὰρ αὐτὰ μὴ γενέσθαι, ἣ γενόμενα, παραμεληθῆναι καὶ ἀπολέσθαι· ἀσθένεια

413
γὰρ μᾶλλον καὶ οὐκ ἀγαθότης ἐκ τῆς ἀμελείας γινώσκεται τοῦ Θεοῦ. οὐκοῦν ἔδει τοὺς ἀνθρώπους μὴ ἀφιέναι φέρεσθαι τῇ φθορᾷ. ἀλλὰ πάλιν ἀντίκειται τὸ δεῖν ἀληθῆ φανῆναι τὸν Θεὸν ἐν τῇ περὶ τοῦ θανάτου νομοθεσίᾳ. τί οὖν ἔδει καὶ ἐν τούτῳ ποιῆσαι τὸν Θεόν; μετάνοιαν ἐπὶ τῇ παραβάσει τοὺς ἀνθρώπους ἀπαιτῆσαι, ἵν ὥσπερ ἐκ τῆς παραβάσεως εἰς φθορὰν, οὕτως ἐκ τῆς μετανοίας εἰς ἀφθαρσιαν γένοιντο. ἀλλ’ ἡ μετάνοια οὔτε τὸ εὔλογον τὸ πρὸς Θέον ἐφύλαττεν. ἔμενε γὰρ πάλιν οὐκ ἀληθὴς, μὴ κρατουμένων ἐν τῷ θανάτῳ τῶν ἀνθρώπων. οὔτε δὲ ἡ μετάνοια ἀπὸ τῶν κατὰ φύσιν ἀνακαλεῖται, ἀλλὰ μόνον παύει τῶν ἁμαρτημάτων.

Εἰ μὲν οὖν μόνον ἦν πλημμέλημα, καὶ μὴ φθορᾶς ἐπακολούθησις, καλῶς ἃν ἦν ἡ μετάνοια. εἰ δὲ ἅπαξ προλαβούσης τῆς παραβάσεως εἰς τὴν κατὰ φύσιν φθορὰν ἐκρατοῦντο οἱ ἄνθρωποι, καὶ τὴν τοῦ κατ’ εἰκόνα χάριν ἀφαιρεθέντες ἦσαν, τί ἄλλο ἔδει γενέσθαι; ἣ τίνος ἦν χρεία πρὸς τὴν τοιαύτην χάριν καὶ ἀνάκλησιν, ἣ τοῦ καὶ κατὰ τὴν ἀρχὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάντα πεποιηκότος, τοῦ Θεοῦ Λόγου; αὐτοῦ γὰρ ἦν πάλιν καὶ τὸ φθαρτὸν εἰς ἀφθαρσίαν ἐνεγκεῖν, καὶ τὸ ὑπὲρ πάντων εὔλογον ἀποσῶσαι πρὸς τὸν Πατέρα. τούτου δὴ ἕνεκεν ὁ ἄφθαρτος τοῦ Θεοῦ Λόγος παραγίνεται εἰς τὴν ἡμετέραν χώραν· οὔτε γε μακρὰν ὢν πρότερον· οὐδὲν γὰρ αὐτοῦ καινὸν ὑπολέλειπται τῆς κτίσεως μέρος, ἀλλὰ παραγίνεται συγκαταβαίνων τῇ εἰς ἡμᾶς αὐτοῦ φιλανθρωπίᾳ καὶ ἐπ’ ἐπιφανείᾳ· καὶ ἰδὼν τὸ λογικὸν ἀπολλύμενον γένος, καὶ τὸν θάνατον κατ’ αὐτῶν βασιλεύοντα τῆ φθορᾷ, ὁρῶν δὲ καὶ τὴν ἀπειλὴν τῆς παραβάσεως διακρατοῦσαν τὴν καθ’ ἡμῶν φθορὰν, καὶ ὅτι ἄτοπον ἦν πρὸ τοῦ πληρωθῆναι τὸν νόμον λυθῆναι· ὁρῶν δὲ καὶ τὸ ἀπρεπὲς ἐν τῷ συμβεβηκότι, ὅτι ὥν αὐτὸς ἦν δημιουργὸς ταῦτα παρηφανίζετο· ὁρῶν δὲ καὶ τὴν ὑπερβάλλουσαν τῶν ἀνθρώπων κακίαν, καὶ τὸ ὑπεύθυνον πάντων πρὸς τὸν θάνατον· ἐλεήσας ἡμῶν τὴν ἀσθένειαν, καὶ τῆ φθορᾷ ἡμῶν συγκαταβὰς, καὶ τὴν τοῦ θανάτου κράτησιν κατενέγκας, ἵνα μὴ τὸ γενόμενον ἀπόληται, λαμβάνει ἑαυτῷ σῶμα, καὶ τοῦτο οὐκ ἀλλότριον τοῦ ἡμετέρου, ἀλλὰ τὸ ἡμέτερον· καὶ τοῦτο οὐχ ἁπλῶς, ἀλλ’ ἐν ἀχοάντῳ παρθένῳ κατασκευάζει ἑαυτῷ ναὸν τὸ σῶμα, καὶ ἰδιοποιεῖται αὐτὸ, καὶ οὕτως ἀπὸ τῶν ἡμετέρων τὸ ὅμοιον λαβὼν διὰ τὸ πάντας ὑπευθύνους εἶναι τῇ τοῦ θανάτου

414
ᾇ, ἀντὶ πάντων αὐτὸ θανάτῳ παραδοὺς, προσῆγε τῷ Πατρί. καὶ τοῦτο φιλανθρώπως ποιῶν, ἵνα ὡς μὲν πάντων ἀποθανόντων, ἐν αὐτῷ λυθῇ ὁ κατὰ τῆς φθορᾶς τῶν ἀνθρώπων νόμος, ἅτε δὴ πληρωθείσης τῆς ἐξουσίας ἐν τῷ Κυριακῷ σώματι, καὶ μηκέτι χώραν ἔχοντος κατὰ τῶν ὁμοίων ἀνθρώπων, ὡς δὲ εἰς φθορὰν ἀναστρέψαντας τοὺς ἀνθρώπους, πάλιν εἰς τὴν ἀφθαρσίαν ἐπιστρέψει, καὶ ζωοποιήσει τούτους ἀπὸ τοῦ θανάτου τῇ τοῦ σώματος ζωοποιήσει, καὶ τῇ τῆς ἀναστάσεως χάριτι τὸν θάνατον ἀπ’ αὐτῶν ὡς καλάμην ἀπὸ πυρὸς ἐξαφανίζων. συνιδὼν γὰρ ὁ Λόγος ὅτι ἄλλως οὐκ ἃν λυθείη τῶν ἀνθρώπων ἡ φθορὰ, εἰ μὴ διὰ τοῦ πάντως ἀποθανεῖν, οὐχ οἷον τε δὲ ἢν τὸν Λόγον ἀποθανεῖν ἀθάνατον ὄντα, τούτου ἕνεκεν τὸ δυνάμενον ἀποθανεῖν ἑαυτῷ λαμβάνει σῶμα, ἵνα τοῦτο τοῦ Λόγου μεταλαβὸν, ἀντὶ πάντων ἱκανὸν γένηται τῷ θανάτῳ, καὶ διὰ τὸν ἐνοικήσαντα Λόγον ἄφθαρτον διαμείνῃ, καὶ λοιπὸν ἀπὸ πάντων ἡ φθορὰ παύσηται τῇ τῆς ἀναστάσεως χάριτι.

Ὅθεν ὡς ἱερεῖον καὶ θῦμα παντὸς ἐλεύθερον σπίλου ὃ αὐτὸς ἑαυτῷ ἔλαβε σῶμα προσάγων εἰς θάνατον, ἀπὸ πάντων εὐθὺς τῶν ὁμοίων ἠφάνιζε τὸν θάνατον τῇ προσφορᾷ τοῦ καταλλήλου. ὑπὲρ πάντας γὰρ ὣν ὁ Λόγος τοῦ Θεοῦ, εἰκότως τὸν ἑαυτοῦ ναὸν καὶ τὸ σωματικὸν ὄργανον προσάγων ἀντίψυχον, ὑπὲρ τοῦ Δαβὶδ καὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἀδὰμ ὡς γέγραπται· εἶτα καὶ τῆς ἐνανθρωπήσεως λέγει τὴν αἰτίαν, ὅτι τῆς ἐκείνου ἐνσωματώσεως ἡμεῖς γεγόναμεν ὑπόθεσις, καἰ διὰ τὴν ἡμῶν σωτηρίαν ἐφιλανθρωπεύσατο καὶ ἐν ἀνθρωπίνῳ γενέσθαι καὶ φανῆναι σώματι, ἵνα διὰ τοῦ θανάτου αὐτοῦ καταλυθῇ, ὁ τῆς ἁμαρτίας ἄρχων διάβολος, ἥτις ἐστὶ κράτος καὶ ἰσχὺς τοῦ θανάτου. δι’ αὐτῆς γὰρ ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθε. τῇ γὰρ τοῦ ἰδίου σώματος θυσίᾳ, καὶ τέλος ἐπέθηκε τῷ καθ’ ἡμᾶς νόμῳ, καὶ ἀρχὴν ζωῆς ἡμῖν ἀνεκαίνησεν, ἐλπίδα τῆς ἀναστάσεως δεδωκώς. οὐκέτι γὰρ νῦν ὡς κατακρινόμενοι ἀποθνήσκομεν, ἀλλ’ ὡς ἐγειρόμενοι περιμένομεν τὴν κοινὴν πάντων ἀνάστασιν.

Κυρίλλου. Νοοῖτο δ᾿ ἃν πρὸς ἡμῶν ὁ παραπλησίως ἡμῖν μετεσχηκως αιματος καὶ σαρκὸς, ὡς ἕτερος ὣν παρ’ ἡμᾶς κάτα φύσιν οὐ γάρ τοι φαίη τίς ἃν ἀνθρώπῳ βλέπειν τὸ ἀνθρωπότητος μετασχεῖν· ὃ γάρ ἐστι κατὰ φύσιν, πῶς ἄν τις νοοῖτο λαβὼν ὡς ἕτερον

415
ὄντι πη ὅπερ ἐστί; τι δέ ἐστι “παραπλησίως μετέσχε τῶν “αὐτῶν;” ἣ ἐκεῖνό που πάντως, ὅτι γέγονε καθ’ ἡμᾶς ἐν αἵματι καὶ σαρκὶ, σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου, οὐκ ἄψυχον, καθάπερ ἔδοξέ τισι τῶν αἱρετικῶν, ἐμψυχωμένον δὲ ψυχῇ λογικῇ· καὶ οὕτω προῆλθεν ἄνθρωπος ἐκ γυναικὸς, οὐκ ὀλιγωρήσας τοῦ εἶναι Θεὸς, ἀλλὰ καὶ ἐν προσλήψει σαρκὸς, μεμενηκὼς ὅπερ ἦν ἀεί. ἐπειδὴ δὲ βαθὺς ὁ λόγος, πρόσεχε διεγηγερμένῳ (??) πῶς ἡμεῖς κεκοινωνήκαμεν αἵματος καὶ σαρκὸς, ἑτεροφυὴς γὰρ ἡ ψυχὴ πρὸς αἷμα καὶ σάρκα. ἀλλ’ εἰς ἄνθρωπον ἕνα δι’ ἀμφοῖν συντεθείμεθα, ταῖς τοῦ πλάσαντος ἡμᾶς εὐτεχνίαις, εἰς ἄφραστόν τινα συνδεδραμηκότων ἑνότητα τῶν ἀλλήλοις ἐναντίων κατὰ τὴν φύσιν. “βούλῃ,” καθά φησιν Ἡσαΐας, “μετρήσωμεν τῇ χειρὶ τὸ ὕδωρ, “καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί;” βούλῃ τὰ ὑπὲρ ἡμᾶς ἴδωμεν ἐκ τῶν καθ’ ἡμᾶς; οὐκοῦν παραθέντες εἰς παράδειγμα βραχὺ τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον, ἀναπηδήσωμεν εἰς ἐννοίας τὰς ἐπὶ Χριστῷ. ἕνωσιν ἀληθῆ γενέσθαι φαμὲν προσλαβόντος τοῦ Λόγου τὸ ἀνθρώπινον. ἴδιον γὰρ ἐποιήσατο σῶμα τὸ ἐκ τῆς ἁγίας παρθένου, ἴδιον δὲ ὡσὰν εἰ λέγοιτο τυχὸν καὶ ἡμῶν ἑκάστου τὸ αὐτοῦ· καὶ τοῦτο οἶμαι δηλοῦν τὸ γενέσθαι σάρκα αὐτὸν, οὐ κατὰ τροπὴν ἣ μετάστασιν· ἄτρεπτος γὰρ ἡ θεία φύσις· ἀλλ’ ὅτι τῇ θείᾳ γραφῇ σύνηθές πώς ἀεὶ καὶ ὅλον ἔσθ’ ὅτε τὸν ἄνθρωπον, τὸν ἐκ ψυχῆς δὴ λέγω καὶ σώματος, καὶ ὡς ἀπὸ μόνης καταδηλοῦν τῆς σαρκὸς, οἷον ἐστὶ τὸ “ἐκχεῶ “ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.” ἕνα τοίνυν ὁμολογοῦμεν Υἱὸν, γεννηθέντα μὲν θεικῶς ἐκ Πατρὸς, καθὸ νοεῖται καὶ ἔστι Λόγος, ἀποτεχθέντα δὲ αὐτὸν ἐκ γυναικὸς κατὰ σάρκα· νοηθήσεται γὰρ οὕτω, κεκοινωνηκὼς αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν, ἵνα διὰ τοῦ οἰκείου θανάτου καταργήσῃ τὸν διάβολον, οὗ φθόνῳ θάνατος εἰς τὸν κόσμον εἰσῆλθε· ῥίζα γὰρ ὥσπερ ζωῆς ὁ Χριστοῦ γέγονε θάνατος, καὶ φθορᾶς ἀναίρεσις, καὶ ἁμαρτίας ἀποτροπὴ καὶ πέρας ὀργῆς. γεγόναμεν ἐπάρατοι, καὶ ὑπὸ θανάτου δίκην ἐν Ἀδὰμ, ἀλλὰ κεχρημάτικεν ὁ Λόγος, ὁ μὴ εἰδὼς ἁμαρτίαν, υἱὸς Ἀδὰμ, καὶ λέλυται δι’ αὐτοῦ τῆς τοῦ πρώτου παραβάσεως τὰ ἐγκλήματα· ὤφθη γὰρ ἡ ἀνθρώπου φύσις ἐν Χριστῷ ὑγιῶς ἔχουσα, τὸ ἀπλημμελὲς τοῦτο σέσωκε τοὺς ἐπὶ γῆς.

416

Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.

Κυρίλλου. Σπέρματος Ἀβραὰμ ἐπιλαβέσθαι φαμὲν τὸν τοῦ Θεοῦ Λόγον· ἀνέφυ γὰρ ἐξ Ἰούδα τὸ κατὰ σάρκα. τὴν πολλὴν τοῦ Θεοῦ φιλανθρωπίαν ὁ Παῦλος δεῖξαι βουλόμενος, καὶ τὴν ἀγάπην ἣν περὶ τὸ γένος ἔσχε τὸ ἀνθρώπινον, μετὰ τὸ εἰπεῖν ἔπει οὑν τὰ παίδια κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς “παραπλησίως μετέσχε τῶν αὐτῶν,” ἐπεξέρχεται τούτῳ τῷ χωρίῳ· μὴ γὰρ ἁπλῶς πρόσχῃς τῷ λεχθέντι, μηδὲ ψιλόν τι μόνον τοῦτο εἶναι νομίσῃς, τὸ τὴν ἐξ ἡμῶν σάρκα ἀναλαβεῖν αὐτόν· Ἀγγέλοις τοῦτο οὐκ ἐχαρίσατο. οὐ γὰρ δὴ Ἀγγέλου φύσιν ἀνεδέξατο, ἀλλ’ ἀνθρώπου. τι δέ ἐστιν “ἐπιλαμβάνεται;” οὐκ ἐκείνης φησὶ τῆς φύσεως ἐδράξατο τῶν Ἀγγέλων, ἀλλὰ τῆς ἡμετέρας. διατὶ δὲ οὐκ εἶπεν ἀνέλαβεν, ἀλλὰ ταύτῃ τῇ λέξει ἐχρήσατο, τῇ “ἐπιλαμβάνεται;” ἀπὸ μεταφορᾶς τῶν διωκόντων τοὺς ἀποστρεφομένους αὐτοὺς καὶ πάντα ποιούντων ὥστε καταλαβεῖν φεύγοντας, καὶ ἐπιλαβέσθαι ἀποπηδώντων· φεύγουσαν γὰρ ἀπ’ αὐτοῦ τὴν ἀνθρωπίνην φύσιν, καὶ πόρρω φεύγουσαν, ἦμεν γὰρ μακρὰν, καταδιώξας κατέλαβεν. ἔδειξε δὲ ὅτι τοῦτο ἀγάπῃ μόνῃ καὶ κηδεμονίᾳ πεποίηκε. καὶ ὥσπερ ὅταν λέγῃ, οὐχὶ πάντες εἰσὶ λειτουργικὰ “πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας “κληρονομεῖν σωτηρίαν,” τὸ περισπούδαστον αὐτῷ τῆς ἀνθρωπίνης φύσεως δείκνυσι, καὶ ὅτι πολὺς τῷ Θεῷ Λόγος αὐτῆς, οὕτω καὶ ἐνταῦθα τὸ πολὺ μεῖζον τίθησιν ἀπὸ συγκρίσεως. “οὐ γὰρ Ἀγ- “γέλων,” φησὶν, “ἐπιλαμβάνεται.” καὶ γὰρ ὄντως μέγα καὶ θαυμαστὸν καὶ ἐκπλήξεως γέμον, τὴν ἐξ ἡμῶν σάρκα ἄνω καθῆσθαι, καὶ προσκυνεῖσθαι ὑπ’ Ἀγγέλων καὶ τῶν Ἀρχαγγέλων καὶ τῶν Χερουβὶμ καὶ τῶν Σεραφίμ. τοῦτο πολλάκις ἐγὼ εἰς νοῦν λαβὼν ἐξίσταμαι, καὶ μεγάλα περὶ τοῦ γένους τοῦ ἀνθρωπίνου φαντάζομαι. μεγάλα γὰρ ὁρῶ καὶ λαμπρὰ τὰ προοίμια, και πολλὴν τῷ Θεῷ τὴν σπουδὴν ὑπὲρ τῆς φύσεως τῆς ἡμετέρας. ὅρα δὲ οὐκ εἶπεν ἀνθρώπων ἁπλῶς ἐπιλαμβάνεται, ἀλλὰ βουλόμενος τοὺς ἐξ Ἑβραίων πιστοὺς ἐπᾶραι, καὶ δεῖξαι μέγα καὶ τίμιον τὸ γένος αὐτῶν φησὶν, “ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.”

Θεοδωρήτου. Εἰ γὰρ Ἀγγέλων ἀνειλήφει φύσιν, κρείττων

417
ἃν ἐγεγόνει θανάτου. ἐπειδὴ δὲ ἀνθρώπειον ἦν ὃ ἀνέλαβε, διὰ μὲν τοῦ πάθους τὸ τῶν ἀνθρώπων ἀπέδωκε χρέος, διὰ δὲ τῆς τοῦ πεπονθότος σώματος ἀναστάσεως, τὴν οἰκείαν ἐπέδειξε δύναμιν. ἄγαν δὲ σοφῶς ὁ θεῖος Ἀπόστολος ἀντὶ τοῦ γενικοῦ ὀνόματος τὸ ἴδιον τέθεικεν· οὐ γὰρ εἶπε σπέρματος ἀνθρώπου ἐπιλαμβάνεται, ἀλλὰ “σπέρματος Ἁβραὰμ,” ἀναμιμνήσκων αὐτοὺς καὶ τῆς πρὸς τὸν Ἁβραὰμ γεγενημένης ἐπαγγελίας.

Ἰσιδώρου. Διὰ τοῦτο καὶ Ἁβραὰμ τελευτῶν ἐνετείλατο τῷ οἰκέτῃ, “ὑπόθες τὴν χεῖρα σου ὑπὸ τὸν μηρόν μου, καὶ ἐξορκιῶ “σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ,” τὸν ἐκ τῶν μηρῶν αὐτοῦ μέλλοντα σαρκοῦσθαι Θεὸν, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὸν Κύριον καὶ δεσπότην Χριστὸν, καθαρότητι διανοίας ὁρῶν μέλλοντα τοῦ σπέρματος Ἁβραὰμ ἐπιλαμβάνεσθαι, ὡς προφήτης καὶ βλέπων τὰ ἔμπροσθεν.

Κυρίλλου. Ἀλλ᾿ ἴδωμεν καὶ τὰ πη ἑκάστῳ τῶν αἱρετικῶν μυθάρια. οἱ μὲν γάρ φασιν, ὅτι πέφηνεν ἄνθρωπος, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, οὐ μὴν ὅτι πεφόρηκε τὴν ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου σάρκα. ἕτεροι δὲ, νόθον νοσοῦντες εὐλάβειαν, ἵνα μὴ δοκοῖεν ἀνθρώπῳ προσκυνεῖν, καὶ τὴν ἀπὸ γῆς σάρκα ταῖς ἀνωτάτω δόξαις στεφανοῦν, προτετράφθαι φασὶν τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον, εἰς ὀστέων καὶ νεύρων καὶ σαρκὸς φύσιν, τὴν ἐκ παρθένου γέννησιν πλατὺ γελῶντες οἱ τάλανες. οἱ δὲ καὶ ὀψιγενῆ τὸν συναΐδιον τῷ Πατρὶ εἶναι πεπιστεύκασι, καὶ εἰς τὸ μόλις ὑπάρξαι διακεκλῆσθαι τότε, ὅτε καὶ τῆς κατὰ σάρκα γεννήσεως ἔλαχε τὴν ἀρχήν. εἰσὶ δὲ οἳ καὶ ἀνυπόστατον τὸν ἐκ Θεοῦ φασι Λόγον εἶναι, ῥῆμα δὲ ἁπλῶς τὸ κατὰ μόνην νοούμενον προφορὰν ἐν ἀνθρώπῳ γενέσθαι. Μάρκελλος δὲ οὗτοι καὶ Φωτεινός. δοκεῖ γε μὴν ἑτέροις ἐνανθρωπῆσαι μὲν ἀληθῶς τὸν μονογενῆ καὶ ἐν σαρκὶ γενέσθαι πιστεύειν, μὴ μὴν ἔτι καὶ ἐμψυχῶσθαι τελείως τὴν ἀναληφθεῖσαν σάρκα, ψυχῇ λογικῇ καὶ νοῦν ἐχούσῃ τὸν καθ’ ἡμᾶς, εἰς ἑνότητα δὲ τὴν εἰς ἅπαν. ὥσπερ οὖν οἴονται κατασφίγγοντες τόν τε ἐκ Θεοῦ Λόγον, καὶ τὸν ἐκ τῆς ἁγίας παρθένου ναὸν, κατοικῆσαι φασὶν ἐν αὐτῷ τὸν Λόγον, καὶ ἴδιον μὲν ποιῆσαι σῶμα τὸ ἀναληφθὲν, ψυχῆς δὲ αὐτὸν τῆς νοερᾶς τε καὶ λογικῆς

418
ἀποπληροῦν τὸν τόπον. ἕτεροι δὲ τούτοις μὲν ἀντιφέρονται ἔκ τε Θεοῦ Λόγου καὶ ψυχῆς τῆς λογικῆς καὶ σώματος ἤτοι τελείας ἀνθρωπότητος συνεστάναι, καὶ ἀναπεπλέχθαι διαβεβαιούμενοι τὸν Ἐμμανουήλ, οὐ μὴν ἔτι καὶ ὑγιᾶ πάντη τὴν ἐπ’ αὐτῷ τετηρήκασι δόξαν. καταδιιστᾶσι γὰρ εἰς δύο τὸν ἕνα Χριστὸν, καὶ παχεῖαν αὐτοῖς ὥσπερ ἐνιέντες τὴν διατομὴν, ἀνὰ μέρος ἑκάτερον μονονουχὶ καὶ ἑστῶτα παραδεικνύουσιν· ἕτερον μὲν ε-ι’ναι διατεινόμενοι τὸν ἐκ παρθένου τεχθέντα τελείως ἄνθρωπον· ἕτερον δὲ αὖ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, οὐχ ὅτι ποτε ἐστὶν ἡ τοῦ Αόγου φύσις καὶ τῆς σαρκὸς διακρίνοντες, οὐδὲ μόναις ταῖς εἰς τοῦτο διαφοραῖς ἐμφιλοχωρεῖν ἐθέλοντο· οὐ γὰρ ἃν ἐννοίας τῆς ἀληθοῦς εἰς τοῦτο διή- μαρτον, ἐπεὶ μὴ φύσις ἡ αὐτὴ σαρκός τε καὶ θεότητος, ἀλλὰ τὸν μὲν ὡς ἄνθρωπον ἰδίᾳ τιθέντες καὶ ἀνὰ μέρος· τὸν δὲ, ὡς Θεὸν φύσει τὲ καὶ ἀληθῶς Υἱὸν ὀνομάζουσι, καὶ τοι θέλοντες ει-’ναι Χριστιανοὶ, καὶ γράφειν τετολμήκασιν ὧδε. ὁ μὲν γὰρ φύσει καὶ ἀληθῶς Υἱὸς, ἐκ Θεοῦ Πατρὸς Λόγος ἐστὶν, ὁ δὲ, ὁμωνύμως τῷ Υἱῶ υἱός. ἀλλὰ ταυτὶ μὲν ἐκεῖνοι. ἡμεῖς δὲ ὀλίγην κομιδῆ τὴν βάσανον ἐπιρριπτοῦντες ἑκάστῳ φέρε λέγωμεν καὶ πρό γε τῶν ἄλλων τοῖς Δοκήταις πλανᾶσθαι, μὴ εἰδότες τὰς γραφὰς μήτε μὴν τὸ μέγα τῆς εὐσεβείας μυστήριον τουτέστι Χριστὸν, ὃς γεν- νηθεὶς ἐκ παρθένου, ἐφανερώθη ἐν σαρκὶ, ὤφθη τὲ καὶ Ἀγγέλοις. οὗ δὲ τόκος ὁ διὰ παρθένου καὶ φανέρωσις ἐν σαρκὶ, πῶς οὐ μανία τὸ τῆς δοκήσεως ὄνομα τῆς οὕτως ἐναργοῦς καταγράφειν οἰκονο- μίας ; ἡ γὰρ σκιὰ καὶ δόκησις ἦν, καὶ οὔτε σάρκωσις ἀληθῶς, οὔτε μὴν τέτοκεν ἡ παρθένος, οὐκ ἐπελάβετο σπέρματος Ἁμ ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, οὐχ ὡμοιώθη τοῖς ἀδελφοῖς· σκιὰ γὰρ οὔτι πὼς τὰ κἄ ἡμᾶς ἣ δόκησις, ἀλλὰ ἐσμὲν ἐν σώμασιν αὐτοῖς τε καὶ ὁρατοῖς, καὶ τὴν γηγενῆ δὴ ταύτην σάρκα κατημφιεσμένοι, καὶ φθορᾶς καὶ παθῶν ἡττώμεθα.

Οὐκοῦν εἰ μὴ γέγονε σὰρξ ὁ Λόγος, οὐδὲ ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθεὶς δύναται τοῖς πειραζομένοις βοηθεῖν. οὐδὲ γὰρ ἄν τι πάθοι σκιά. οἴχεται δὴ οὖν τὸ σύμπαν ἡμῶν εἰς τὸ μηδὲν ἀληθῶς. ποῖον γὰρ ἔτι νῶτον δέδωκεν ὑπὲρ ἡμῶν ; ἣ ποίαν τοῖς πταίουσι παρειὰν ὑποστρώσας πρὸς τὰς ἐκ τῶν Iουδαίων διεκαρτέρει πλη-

419
γάς; ἥλοις δὲ διαπεπάρθαι χεῖράς τε καὶ πόδας τὸν οὐκ ἐν σαρκὶ πεφηνότα τίνα δὴ τρόπον οἰηθείη τις ἄν; ἣ ποίαν πλευρὰν διανύττοιτο; καὶ εἰ χρὴ τούτων τὸ ἐπέκεινα λέγειν, οὔτε ἀπέθανεν ὑπὲρ ἡμῶν, οὔτε μὴν ἠγέρθη Χριστός. οὗ παραδεχθέντος, ἡ πίστις κεκένωται. τεθναίη γὰρ ἃν εἰπέ μοι τίνα δὴ τρόπον ἡ σκιά; πῶς οὖν ἀνέστησεν τὸν Χριστὸν ὁ Πατὴρ σκιὰν ὄντα καὶ δόκησιν, καὶ τοῖς τοῦ θανάτου δεσμοῖς οὐχ ἁλώσιμον; οἰχέσθω δὴ οὖν ἐκείνων εμετος.

Τὸ δὲ δὴ καὶ ἑτέρους οἴεσθαι γέννησιν μὲν ἀνήνασθαι τὴν διὰ τῆς ἁγίας παρθένου τὸν ἐκ Θεοῦ φύντα Λόγον, παρατετράφθαι δὲ αὐτὸν εἰς τὴν ἀπὸ γῆς σάρκα, δυσφημούντων ἐστὶ τὴν οἰκονομίαν, καὶ τοῖς θείοις ἐπιτιμώντων σκέμμασιν. ὁ μὲν γὰρ πολὺς εἰς ἔλεον κεκένωκεν ἑαυτὸν δι’ ἡμᾶς, γενόμενος ἄνθρωπος ἐκ γυναικὸς, ἵν᾿ “ἐπείπερ αἵματος καὶ σαρκὸς κεκοινώνηκε τὰ παιδία” τουτέστιν ἡμεῖς, παραπλησίως μετάσχῃ τῶν αὐτῶν, “ἵνα διὰ θανάτου “καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου.” οἱ δὲ τῆς οὕτω παγκάλης βουλῆς τὸ ἀπρεπὲς καθορίζουσι. καὶ ὥσπερ ἐνὸν αὐτοῖς τὰ ἀμείνω φρονεῖν, μὴ χρῆναι λέγουσιν ὠδῖνα καὶ τόκον ἐκ γυναικὸς καταγράφειν ἡμᾶς τοῦ μονογενοῦς, οἴεσθαι δὲ μᾶλλον τὴν τοῦ Λόγου φύσιν εἰς τὸ σαθρὸν δὴ τοῦτο καὶ γηγενὲς μετεστοιχειῶσθαι σῶμα, καὶ τροπὴν φαντάζονται, τοῦ τροπὴν οὐκ εἰδότος. τὸ μὲν γὰρ ἀρχὴν τοῦ εἶναι λαχὸν, οἱονεί πω, ἤδη καὶ συνεσπαρμένον ἔχει τὸ ἀλλοιοῦσθαι. Θεὸς δὲ ὁ παντὸς ἐπέκεινα νοῦ γενέσεως καὶ φθορᾶς τὴν ὕπαρξιν ἔχων ἐξηρημένην, ἀμείνων ἔσται καὶ τροπῆς. διὸ ψάλλει πρὸς αὐτὸν ὁ Δαβὶδ, “σὺ δὲ ὁ αὐτὸς εἶ.” ποῦ τοιγαροῦν ἔτι μεμένηκεν ὁ αὐτὸς, εἰ μεταπεποίηται εἰς σαρκὸς φύσιν; οὐκ ἔστι δὲ κατ’ αὐτοὺς ἀπεικὸς καὶ τὴν ἀπὸ γῆς σάρκα πρὸς τὴν τῆς θεότητος φύσιν ἀναφοιτᾷν δύνασθαι. εἰ γὰρ ἡ τῆς θεότητος φύσις εἰς τὴν τῆς σαρκὸς μετακεχώρηκε φύσιν, οὐδέν ἐστι τὸ ἀπεῖργον, ὑπερπέτεσθαι μὲν τὴν ἰδίαν φύσιν τὴν σάρκα, μεταπλάττεσθαι δὲ πρὸς θεότητα καὶ εἰς οὐσίαν τὴν ἀνωτάτω.

Ἡμεῖς δὲ ταῖς θείαις μᾶλλον γραφαῖς ἑπόμενοι, ἐκ γυναικὸς γεγεννῆσθαι πιστεύομεν τὸν Ἐμμανουήλ, καὶ τὸ ἀξιάγαστον τῆς ἑαυτῶν φύσεως οὐ διωσόμεθα καύχημα φρονοῦντες ὀρθῶς. ἐπεδράξατο γὰρ ὁ μονογενὴς οὐχὶ τῆς ἰδίας φύσεως, ἣν γὰρ ἃν οὐδέν τι

420
μᾶλλον τὰ καθ᾽ ἡμᾶς ἐναμείνωσιν· ἀλλ᾽ οὐδὲ τῆς ἀγγελικῆς, ἀλλὰ σπέρματος Ἁβραάμ· ἦν γὰρ οὕτως καὶ οὐχ ἑτέρως, τὸ διολισθῆσαν εἰς φθορὰν ἀνασώσασθαι γένος. τὸ δὲ οἴεσθαι τινὰς τὸν τῶν αἰώνων δημιουργὸν τῇ τῆς σαρκὸς γενέσει συμπαρομαρτοῦσαν ἔχειν τὴν ἀρχὴν τῆς ὑπάρξεως, ὡς ἐν ἐσχάτοις μόλις καιροῖς τοῖς τῆς ἐνανθρωπήσεως, πατέρα μὲν γενέσθαι τὸν Θεὸν, συνεισβαλεῖν δὲ ὥσπερ εἰς τὸ εἶναί τε καὶ ὑφεστάναι τῷ ἐκ τῆς παρθένου ναῷ τὸν "δι᾽ οὗ τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα," ἆρ᾽ οὐ μῦθος γραώδης καὶ βδελυρός; τὶ δὲ δὴ καὶ δρῶεν ἂν, Ἰωάννου μὲν γράφοντος, "ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ πάντα δι᾽ αὐτοῦ ἐγένετο," καὶ πάλιν, "ὃ ἦν ἀπ᾽ ἀρχῆς·" αὐτοῦ δὲ Χριστοῦ τῆς ἰδίας ὑπάρξεως τὴν ἄποπτον ἀρχαιότητα τοῖς Ἰουδαίοις κατασημαίνοντος, "πρὶν γάρ, "φησιν, "Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι;" οὗ δὲ τὸ ἦν ἐστιν ἐπενηνεγμένου μηδαμῶς τινὸς, καὶ μὴν καὶ τὸ "εἰμὶ" τέτακται σαφῶς, τίνα τῆς γενέσεως κατίδοι τις ἂν τὴν ἀρχήν; ἢ τίνα δὴ τρόπον ὁ ὢν ἐν ἀρχῇ παραδέξαιτο ἂν τὸ ἐν καιρῷ κεκλῆσθαι πρὸς ὕπαρξιν;

Τίνα δ᾽ ἂν εἴποιμεν πρὸς τοὺς ἀνύπαρκτον καὶ ἰδικῶς οὐχ ὑφεστῶτα φανταζομένους τὸν μονογενῆ; καὶ οὐκ εἶναι μὲν ἐν ὑποστάσει τῇ καθ᾽ ἑαυτὸν, ῥῆμα δὲ ἁπλῶς καὶ λόγον, τὸν κατὰμόνην τὴν προφορὰν γενέσθαι παρὰ Θεῷ καὶ ἐν ἀνθρώπῳ κατοικῆσαι φάσκοντας; οἵ τινες συνθέντες οὕτω τὸν Ἰησοῦν, ἁγίων μὲν εἶναι φασὶν ἁγιώτερον, οὐ μὴν ἔτι καὶ Θεὸν, οὗτοι ἀρνοῦνται καὶ τὸν Πατέρα καὶ τὸν Υἱόν. εἰ γάρ ἐστιν ἀνύπαρκτος ὁ Υἱὸς, οὐδὲ τὸν Πατέρα, πατέρα κατὰ τὸ ἀληθὲς νοῆσαι μὲν ἄν. ποῦ γάρ ἐστι πατὴρ, εἰ μὴ τέτοκεν ἀληθῶς; ἢ εἴπερ γεγέννηκε τὸ μὴ ὑφεστὼς ἐν ἴσῳ τῷ μηδενὶ, παντελῶς δὲ μᾶλλον μηδὲν, εἶτα τοῦ μηδενὸς ἔσται πατὴρ ὁ Θεός. καὶ εἰ δέδωκεν ὑπὲρ ἡμῶν τὸν Υἱὸν, τὸν καθ᾽ ὑμᾶς οὐχ ὑφεστηκότα, τὸ μηδὲν ἄρα δέδωκεν ὑπὲρ ἡμῶν. καὶ οὔτε γέγονε σὰρξ ὁ Λόγος, οὔτε τὸν τίμιον ὑπέστη σταυρὸν, οὔτε κατήργηκε τοῦ θανάτου τὸ κράτος, οὔτε μὴν ἀνεβίω πάλιν. εἰ γάρ ἐστι τὸ μηδὲν καὶ ἀνύπαρκτος καθ᾽ ὑμᾶς, πῶς ἐν τούτοις γένοιτ᾽ ἄν; πεφενάκικεν οὖν ἄρα τῆς ἁγίας Γραφῆς ὁ λόγος τοὺς πεπιστευκότας. τί δὲ οὐκ ἐν μορφῇ Θεοῦ ὑπάρχειν τὸν Υἱὸν τὸ ἱερὸν ἡμῖν κατεσήμηνε γράμμα; εἰκόνα τε αὐτὸν καὶ χαρακτῆρα

421
φησὶ τοῦ γεγεννηκότος; αἱ δὲ εἰκόνες ὡς τὰ ἀρχέτυπα. οὐκοῦν εἰ μὴ ἐνυπόστατος ἦν ἡ εἰκὼν, μήτε μὴν ἐν ὑπάρξει τῇ καθ’ ἑαυτὸν ὁ χαρακτὴρ, ἀνυπόστατον εἶναι δώσουσιν ὡς ἐξ ἀναγκαίου λόγου καὶ τὸν οὗπερ ἐστὶ χαρακτὴρ, καὶ τὸ τῆς εἰκόνος ἀκαλλὲς ἀναδραμεῖται πάντως ἐπὶ τὸ ἀρχέτυπον. πῶς δὲ ἐν τῷ Υἱῷ τῷ μὴ λαχόντι τὸ εἶναι τὰ ὄντα πεποίηκεν ὁ Πατήρ; πῶς δὲ οὐκ ἐν ἀμείνοσιν ἡ κτίσις, ἄπερ y ὁ δι’ οὗ τὰ πάντα παρήχθη πρὸς γένεσιν; ὁ μὲν γὰρ οὐχ ὑφεστηκέναι λέγεται, τὰ δὲ ὑφέστηκέ τε καὶ ἐν τῷ εἶναι νοεῖται. ἄπαγε τῆς δυσφημίας. ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καθὰ γέγραπται, διὸ καὶ ἔλεγεν “ἐγὼ εἰμὶ ἡ ζωὴ,” ἀλλ’ οὐκ ἃν νοοῖτο ζωὴ, μὴ ὑφεστηκώς· καὶ τῷ Μώσῃ πάλι,, “ἐγώ εἰμι ὁ ὢν,” τὸ δὲ ὣν ἀληθῶς, πῶς ἃν νοοῖτο οὐκ ἐν ὑποστάσει τῇ κἀς ἑαυτὸν σωζόμενον;

Οὐ μὴν οὐδὲ ἐκείνους ἐπαινέσομεν ἃν οἱ τητᾶσθαι λέγουσι ψυχῆς λογικῆς τὴν ἑνωθεῖσαν τῷ Λάγῳ σάρκα. σαρκὶ γάρ που μόνῃ τὴν ζωτικήν τε καὶ αἰσθητικὴν λαχοῦσι κίνησιν ἀμφιεννύντες τὸν Λόγον παραφέρουσιν εἰς τὸν κόσμον τὴν νοῦ καὶ ψυχῆς ἐνέργειαν, ἀπονέμοντες τὸν μονογενῆ. καταπεφρίκασι γῆ οὐκ ὄῃ ὅπως ψυχωθείσῃ ψυχῇ λογικῇ τῇ ἀνθρωπίνῃ σαρκὶ κατὰ φύσιν ἡνῶσθαι τῷ Λόγῳ ὁμολογεῖν. καὶ τίς ὁ λόγος αὐτοῖς τοῦ τοιοῦδε δόγματος, ἐγὼ φράσω· τὸν Θεοῦ μεσίτην καὶ ἀνθρώπων κατὰ τὰς γραφὰς, συγκεῖσθαι φαμὲν ἔκ τε τῆς καθ’ ἡμᾶς ἀνθρωπότητος τελείως ἐχούσης κατὰ τὸν ἴδιον λόγον, καὶ ἐκ τοῦ πεφηνότος ἐκ Θεοῦ κατὰ φύσιν Υἱοῦ, τουτέστι τοῦ μονογενοῦς· διαβεβαιούμεθα δὲ σύνοδον μέν τινα καὶ τὴν ὑπὲρ λόγον συνδρομὴν εἰς ἕνωσιν ἀνίσων τε καὶ ἀνομοίων πεπρᾶχθαι φύσεων. ἕνα δ᾿ οὖν ὅμως Χριστὸν καὶ Κύριον καὶ Υἱὸν ἐπιγινώσκομεν, ἐν ταὐτῷ καὶ ὑπάρχοντα καὶ νοούμενον, Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον. οἱ δὲ ἕνα μὲν ὁμολογουμένως παραδέχονται καὶ αὐτοὶ Χριστὸν Ἰησοῦν, καὶ οὐ διιστῶσιν εἰς δύο τὸν Ἐμμανουήλ. ψυχῆς δ᾿ οὖν ὅμως τῆς ἀνθρωπίνης καὶ λογικῆς τὴν σάρκα γυμνώσαντες, ἡνῶσθαι φασὶν αὐτῇ τὸν ἐκ Θεοῦ Λόγον.

Ἐξεύρηται δέ τις αὐτοῖς πιθανὸς ὡς οἴονται πρὸς τοῦτο λόγος. τὰ γάρ τοι φασὶν κατὰ σύνθεσιν πρὸς ἑνὸς τελείου σύστασιν [*](y Leg. vid. ᾗπερ.)

422
δεδραμηκότα μέρη τε καὶ ἐξαντλῶν ὁρᾶσθαι φιλεῖ, τοῦ τελείως ἔχοντος καθ’ ἑαυτὸ καὶ ὡς ἐν ἰδίᾳ φύσει τῆς ἐκ μερῶν συνθέσεως οὐ δεδεημένου. τοιγάρτοι φασὶ παραιτητέον εἰκότως ἄνθρωπον δοῦναι τέλειον, τὸν συνενωθέντα τῷ λόγῳ ναὸν, ἵνα καὶ ἡ ἕνωσις, ἥπερ ἃν ἐπὶ Χριστῷ νοοῖτο τυχὸν, ἀκριβῆ καὶ ἀδιάβλητον ἐπ’ αὐτῆς ἀποσώζει λόγον. καὶ μὴν κἀκεῖνο προσθεῖεν ἄν. εἰ γὰρ ἐξ ἀνθρώπου τελείου φασὶ καὶ τοῦ ἐκ τοῦ Πατρὸς ὄντος Λόγου φήσομεν εἶναι τὸν Ἐμμανουὴλ, ἀδιάφυκτον φανεῖται τὸ καὶ ἀβουλήτως δύο μὲν υἱοὺς, Χριστοὺς δὲ αὖ δύο φρονεῖν τε καὶ λέγειν. εἶτά τι τούτοις ἀντεροῦμεν ἡμεῖς. πρῶτον μὲν ὅτι τῆς πίστεως τὴν οὕτω ἀρχαιοτάτην παράδοσιν, οὐ ταῖς ὑπερμέτροις ἀκριβείαις καταλύειν ἄξιον. ἔπειτα ὅτι που δύο υἱοὺς προσκυνήσομεν, κἂν ἐμψυχῶσθαι πιστεύωμεν ψυχῇ λογικῇ τὸν ἑνωθέντα τῷ Λόγῳ ναόν. ὥσπερ γὰρ κἂν εἰ ἐκ μόνης λέγοιτο τῆς σαρκὸς καὶ τοῦ ἐκ Θεοῦ Πατρὸς πεφηνότος Λόγου, οὐδεὶς αὐτοὺς ἀναπείσει τρόπος, ἀνὰ μέρος τὴν σάρκα τιθέντας καὶ ἀνὰ μέρος αὖ τὸν μονογενῆ δυάδα Χριστῶν ὁμολογεῖν.

Οὕτως κἀν τῇ καθ’ ἡμᾶς ἀνθρωπότητι τελείως ἐχούσῃ κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον οἱονεὶ συνενηνέχθαι τε καὶ ἡνῶσθαι λέγομεν τὸν ἐκ Θεοῦ Λόγον, οὐχ υἱῶν δυάδα νοήσομεν, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν, φύσει μὲν ὄντα Θεὸν, καὶ ἐξ αὐτῆς πεφηνότα τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς γενόμενον ἄνθρωπον, καὶ διὰ τῆς ἁγίας θεοτόκου γεγεννημένον. εἰ δὲ φαῖεν ὅτι κόσμος μὲν ἐδεῖτο τὰ καθ’ ἡμᾶς τῆς τοῦ μονογενοῦς ἐπιδημίας, ἐθελήσας δὲ ὀφθῆναι τοῖς ἐπὶ γῆς, παραδεῖξαι τε ἡμῖν τῆς ἀγγελικῆς πολιτείας τὴν ὁδὸν οἰκονομικῶς ἠμπίσχετο τὴν ὁμοίαν ἡμῖν σάρκα. τὸ γάρ τοι θεῖον κατὰ φύσιν θείαν οὐχ ὁρατὸν ἠγνοηκότες, ἁλώσονται τῆς ἐνανθρωπήσεως τὸν σκοπόν. εἰ γὰρ δὴ μόνην ἔχει τὴν ἀφορμὴν τὸ ὀφθῆναι τοῖς ἐπὶ τῆς γῆς τοῦ μονογενοῦς ἡ σάρκωσις, προσετέθει γεμὴν ἕτερον οὐδὲν τῇ ἀνθρώπου φύσει, πῶς οὐκ ἄμεινον τῷ τῶν Δοκητῶν συμφέρεσθαι δόξῃ καὶ ἡμᾶς αὐτοὺς, οἳ σαρκός τε ὁμοῦ καὶ γηίνου σώματος ἀπαμφιεννῦντες τὸν Λόγον, ὦφθαι μὲν ἐπὶ γῆς ὡς ἄνθρωπον μυθοπλαστοῦσιν οἱ δείλαιοι, ἡμαρτηκότες δὲ τἀληθοῦς ἁλῷεν; ἣ οὐκ ἄμεινον ἐροῦσιν, εἰ μηδὲν ὀνίνησι τὴν ἀνθρώπου φύσιν ὁ Λόγος, εἰ καὶ γέγονε

423
σὰρξ, ἀπαλλάττεσθαι μὲν ἀκαθαρσίας σαρκικῆς, δόξαι δ’ οὖν ἅπαξ τῷ γηΐνῳ προσκεχρῆσθαι σώματι, διαπεράναι τε οὕτω τὸν προτεθέντα σκοπόν.

τίς οὖν ὁ λόγος τῆς ἐπιδημίας, πύθου τοῦ Παύλου, καὶ ἀκούση ὅτι “ἐπειδὴ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ “αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ θανάτου καταρ- “γήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου,” καὶ τὰ ἑξῆς. ἦ οὐχὶ πρόδηλον ὅτι καθ’ ἡμᾶς γέγονεν ὁ μονογενής; τουτέστι τέλειος ἄνθρωπος, ἵνα τῆς μὲν ἐπεισάκτου φθορᾶς τὸ γήινον ἡμῶν ἀπαλλάξῃ σῶμα, τῆ καθ’ ἕνωσιν οἰκονομίᾳ τὴν ἰδίαν αὐτῶ ζωὴν ἐνιεὶς, ψυχὴν δὲ ἰδίαν τὴν ἀνθρωπίνην ποιούμενος, ἁμαρτίας αὐτὴν ἀποφήνῃ κρείττονα, τῆς ἰδίας φύσεως τὸ πεπηγός τε καὶ ἄτρεπτον· οἵα περ ἐρίῳ βαφὴν ἐγκαταχρώσας αὐτῇ. ὥσπερ οὖν ἐπειδὴ γέγονε σὰρξ τοῦ ζωοποιοῦντος τὰ πάντα Λόγου τὸ θανάτου καὶ φθορᾶς ὑποφέρεται κράτος· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον ἐπείτοι γέγονε ψυχὴ τοῦ πλημμελεῖν οὐκ εἰδότος, ἐρηρεισμένην ἔχει λοιπὸν τὴν ἐφ’ ἅπασιν τοῖς ἀγαθοῖς ἀμεταποίητον στάσιν, καὶ τῆς πάλαι καθ’ ἡμῶν τυραννούσης ἁμαρτίας ἀσυγκρίτως ἀσθενεστέραν. πρῶτος τὲ γὰρ καὶ μόνος ἄνθρωπος ἐπὶ γῆς ὁ Χριστὸς ἁμαρτίαν οὐκ ἐποίησεν. ῥίζα δὲ ὥσπερ καὶ ἀπαρχὴ τεθειμένος τῶν εἰς καινότητα ζώων ἀναμορφουμένων ἐν Πνεύματι, καὶ τὴν τοῦ σώματος ἀφθαρσίαν καὶ τὸ τῆς θεότητος ἀσφαλὲς ὡς ἐν μεθέξει καὶ κατὰ χάριν, εἰς ἅπαν εἴδη (sic) τὸ ἀνθρώπινον παρέπεμψε γένος.

Ὅλον οὖν ὅλῃ συνηνῶσθαι φαμὲν τῇ καθ’ ἡμᾶς ἀνθρωπότητι τὸν ἐκ Θεοῦ Λόγον. οὐ γάρ που τὸ ἄμεινον ἐν ἡμῖν τουτέστι τὴν ψυχὴν οὐδενὸς ἃν ἠξίωσε λόγου, μόνῃ δωρούμενος τῇ σαρκὶ τῆς ἐπιδημίας τὴν χάριν. ἐπράττετο δὲ δι’ ἄμφω καλῶς τῆς οἰκονομίας τὸ μυστήριον. προσεχρήσατο δὲ καθάπερ ὀργάνῳ, τῇ μὲν ἰδίᾳ σαρκὶ πρὸς τὰ σαρκὸς ἔργα, καὶ ἀρρωστήματα φυσικὰ, καὶ ὅσα μώμου μακράν· ψυχὴ δὲ αὐτῇ ἰδίᾳ πρὸς τὰ ἀνθρώπινά τε καὶ ἀνυπαίτια πάθη. πεινῆσαι γὰρ λέγεται, κόπους τὲ ὑπενεγκεῖν τοὺς ἐκ μακρῶν ὁδοιποριῶν, πτοίας τε καὶ φόβους καὶ λύπας καὶ ἀγωνίας, καὶ τὸν ἐπὶ τῷ σταυρῷ θάνατον. ἐπαναγκάζοντος γὰρ οὐδενὸς, τέθεικεν ἀφ’ ἑαυτοῦ τὴν ἰδίαν ψυχὴν ὑπὲρ ἡμῶν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ, σάρκα μὲν τὴν ἰδίαν τῆς ἁπάντων

424
σαρκὸς ἀνταποτιννὺς δῶρον ἀληθῶς ἀντάξιον, ψυχὴν δὲ ψυχῆς ἀντίλυτρον τῆς ἁπάντων ποιούμενος· καὶ ἀνεβίω πάλιν, ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς Θεός· καὶ ἵνα τὸν λόγον ἀνακεφαλαιώσωμαι, Θεὸς ὑπάρχων ὁ μονογενὴς, ἐπέλαμψε τοῖς ἐν σκότει γενόμενος ἄνθρωπος, οὐ δοκήσει, μὴ γένοιτο, μανία γὰρ τὸ οὕτω φρονεῖν, οὔτε μὴν εἰς σάρκα παρενεχθεὶς κατὰ μετάστασιν ἣ τροπήν· ἀναλλοίωτος γὰρ καὶ ἀεὶ κατὰ τὸ αὐτὸ ὡσαύτως ἔχων ὁ τοῦ Θεοῦ Λόγος. ἀλλ’ οὐδὲ ὁμόχρονον τῇ σαρκὶ τὴν ὕπαρξιν ἔχων, αὐτὸς γάρ ἐστι τῶν αἰώνων ὁ ποιητής· οὔτε μὴν ὡς Λόγος ἀνυπόστατος οὐδὲ ὡς ῥῆμα ψιλὸν ἐν ἀνθρώπῳ γεγονὼς, ὁ γάρ τοι καλῶν τὰ οὐκ ὄντα ποτε πρὸς ὕπαρξιν καὶ γένεσιν, προυφέστηκεν ἀναγκαίως· ἀλλ’ οὐδὲ μόνην ἠμπέσχετο σάρκα ψυχῆς ἐρήμην τῆς λογικῆς, γεγέννηται δὲ κατὰ ἀλήθειαν ἐκ γυναικὸς μορφὴν δούλου λαβὼν, καὶ ἐστιν ὡσπερ ἐν θεότητι τέλειος, οὐτῶ καὶ ἐν ἀνθρωπότητι τελειος· οὐκ ἐκ μόνης θεότητος καὶ σαρκὸς εἰς ἕνα Χριστὸν καὶ Κύριον καὶ υἱὸν συγκείμενος, ἀλλ’ ἐκ δυοῖν τελείων, ἀνθρωπότητος δὴ λέγω καὶ θεότητος, εἰς ἕνα καὶ τὸν αὐτὸν παραδόξως συνδεόμενος. σφαλερὸν γὰρ τὸ διατέμνειν εἰς δύο καὶ ἀνὰ μέρος ἱστᾷν ἄνθρωπόν τε καὶ Λάγον, ἕνα Χριστὸν βοώσης τῆς θεοπνεύστου Γραφῆς. ἐχρῆν γὰρ μήτε τὸν ἐκ Θεοῦ Λόγον ἀνθρωπότητος δίχα, μήτε μὴν τὸν ἐκ γυναικὸς ἀποτεχθέντα ναὸν ὡς ἑνωθέντα τῷ Λόγῳ Χριστὸν Ἰησοῦν ὀνομάζεσθαι· ἀνθρωπότητα γὰρ καθ’ ἕνωσιν οἰκονομικὴν ἀπορρήτως συνενηνεγμένος ὁ ἐκ Θεοῦ Λόγος νοεῖται Χριστὸς, ἀνώτερος μὲν ἀνθρωπότητος ὡς φύσει Θεὸς καὶ Υἱὸς, οὐκ ἀτιμάζων δὲ τὸ ἐν ὑφέσει γενέσθαι δοκεῖν διὰ τὸ ἀνθρώπινον.

Θεοδωρήτου Ἐρανιστῆι Ζ. Εἰ δὲ τὴν σάρκα τροπὴν ὁ Θεὸς Λόγος ὑπομεμένηκε, μὴ καλείσθω Θεὸς ἀλλὰ σάρξ. ἁρμόττει γὰρ τῇ ἀλλοιώσει τῆς φύσεως ἡ τῆς προσηγορίας ἐναλλαγή. εἰ γὰρ ἔνθα τὰ μεταβαλλόμενα ἔχει τινὰ πρὸς ἃ πρότερον ἢν συγγένεια, πελάζει γάρ πὼς καὶ τὸ ὄξος τῷ οἴνῳ, καὶ ὁ οἶνος τῷ τῆς ἀμπέλου καρπῷ, καὶ τῇ ψάμμῳ ὁ ὕελος, ἑτέρας ταῦτα μετὰ τὴν ἀλλοίωσιν μεταλαγχάνει προσηγορίας, ὅπου τὸ διάφορον ἄπειρον καὶ τοσοῦτον, ὅσον ἐμπίδος πρὸς τὴν κτίσιν ἅπασαν· τοσοῦτο γὰρ [*](z Cod. ερα.)

425
μᾶλλον δὲ καὶ πολλῷ πλέον τὸ μέσον φύσεως σαρκὸς καὶ θεότητος, πῶς οἷόν τε μετὰ τὴν τροπὴν τὴν προτέραν μεῖναι προσηγορίαν; ἄκουε δὲ καὶ τοῦ Ἀποστόλου, “οὐκ εἶπε σπέρμα Ἁβραὰμ “ἐγένετο, ἀλλὰ σπέρματος Ἁβραὰμ ἐπιλαμβάνεται. σπέρμα δὲ τοῦ Ἁβραάμ. οὐκοῦν ὅπερ εἶχε κατὰ φύσιν ὁ Ἁβραὰμ, εἶχε καὶ τὸ σπέρμα τοῦ Ἁβραὰμ, τουτέστι σῶμα καὶ ψυχὴν λογικήν. οὐκ ἐναντίον γεμὴν τὸ “ὁ Λόγος σὰρξ ἐγένετο,” τοῦ “σπέρματος “Ἀβραὰμ ἐπελάβετο.” διδάσκει γὰρ ὁ θεῖος Ἀπόστολος, ὡς οὐ τραπεὶς ὁ Θεὸς Λόγος σὰρξ ἐγένετο. ἀλλὰ σπέρματος Ἁβραὰμ ἐπιλαβόμενος. κατὰ ταὐτὸν δὲ καὶ τῆς πρὸς τὸν Ἁβραὰμ γεγενημένης ἐπαγγελίας ἀναμιμνήσκει. ἔφη γὰρ πρὸς αὐτὸν ὁ Θεὸς, “ἐν τῷ σπέρματι σου εὐλογηθήσεται πάντα τὰ ἔθνη. ταύτην οὖν πεπερασμένην ἐπιδεικνὺς ὁ Παῦλος, τὴν θαυμασίαν ταύτην ἀφῆκε φωνήν· “οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνεται·” μονονουχὶ λέγων, ἀψευδὴς ἡ ὑπόσχεσις ἐπέθηκε ταῖς ἐπαγγελίαις ὁ δεσπότης τὸ πέρας, ἀνεώγη τοῖς ἔθνεσιν ἡ τῆς εὐλογίας πηγή. τοῦ Ἁβραμιαίου σπέρματος ὁ Θεὸς Λόγος ἐπείληπται, διὰ τούτου τὴν ἄνωθεν ἐπηγγελμένην πραγματεύεται σωτηρίαν· διὰ τούτου τὴν ἐθνῶν ἀπεδοῖ a προσδοκίαν. οὕτως οὖν δείξας τῆς σαρκὸς τὴν συγγένειαν ἐπάγει,

Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι.

Κυρίλλου. Ὡμοιώθη κατὰ πάντα τοῖς ἀδελφοῖς, κατά γε τὸ ἀνασχέσθαι λαβεῖν τὴν τοῦ δούλου μορφήν. κεχρημάτικε γὰρ οὕτω καὶ υἱὸς ἀνθρώπου, καὶ γέγονεν ἀδελφὸς τοῖς ἐκ σπέρματος Ἁβραὰμ, ἤγουν τοῖς ἐν αἵματι καὶ σαρκί.

Χρυσοστόμου. Τί ἐστι “κατὰ πάντα;” ἅπερ ἐχρῆν, τέλος ἀπέθανε. τοῦτό ἐστι κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. ἐπειδὴ γὰρ πολλὰ διηλέχθη περὶ τῆς μεγαλειότητος αὐτοῦ καὶ τῆς ἄνω δόξης, λοιπὸν τὸν περὶ τῆς οἰκονομίας λόγον κινεῖ. καὶ θέα πῶς αὐτὸν δείκνυσι, πολλὴν τὴν σπουδὴν τιθέμενος ὥστε ἡμῖν ὁμοιωθῆναι, ὅπερ κηδεμονίας ἦν πολλῆς· μονονουχὶ λέγων, ὁ οὕτω μέγας, ὁ ὣν ἀπαύγασμα τῆς δόξης, ὁ ὣν χαρακτὴρ τῆς ὑποστά- [*](a Leg. ἐμπεδοῖ.)

426
σεως, ὁ τοὺς αἰῶνας πεποιηκὼς, ὁ ἐν δεξιᾷ τοῦ Πατρὸς καθήμενος, οὕτως ἠθέλησε καὶ ἐσπούδασεν ἀδελφὸς ἡμῶν ἐν ἅπασι γενέσθαι. καὶ διὰ τοῦτο Ἀγγέλους ἀφῆκε, καὶ τὰς ἄλλας δυνάμεις, καὶ πρὸς ἡμᾶς κατῆλθε, καὶ ἡμῶν ἐπελάβετο, καὶ μυρία εἰργάσατο ἀγαθὰ, θάνατον ἔλυσε, τὸν διάβολον τῆς τυραννίδος ἐξέβαλεν, ἡμᾶς δουλείας ἀπήλλαξεν, οὐ τῇ ἀδελφότητι μόνον τετίμηκεν, ἀλλὰ καὶ ἑτέροις μυρίοις.

Θεοδωρήτου. Ὁμοίως ἡμῖν τροφῆς μετέλαβε, καὶ πόνους ὑπέμεινε καὶ ἠθύμησε, καὶ ἐδάκρυσε, καὶ θάνατον κατεδέξατο.

Κλήμεντοσ. Μεγαλόδωρος οὖν ὁ τὸ μέγιστον ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἐπιδιδοὺς, καὶ μεγαλωφελὴς καὶ φιλάνθρωπος, ὅτι καὶ ἄνθρωπος· ἐξὸν εἶναι κύριον, ἀδελφὸς εἶναι βεβούληται. ὁ δὲ καὶ εἰς τοσοῦτον ἀγαθὸς, ὥστε καὶ ἡμῶν ὑπεραποθανεῖν, καὶ τὸ κατὰ τοῦ θανάτου ἐπιδείξασθαι τρόπαιον.

Εὐσεβίου Εὐλγγελικῆσ Ἀποδείξεωσ. Ἦν μὲν γὰρ πάλαι πρότερον φοβερὸς τοῖς πᾶσιν ὁ τοῦ θνητοῦ γένους ὀλετὴρ θάνατος, καὶ λύμη ἐνομίζετο τῆς ὅλης ἀνθρώπου φύσεως, ψυχῆς ὁμοῦ καὶ σώματος ἡ τούτου δυναστεία· οὐδέ τις ἦν τῶν ἐξ αἰῶνος οἷός τε τουτὶ τὸ φόβητρον ἐξ ἀνθρώπων ἀνελεῖν, πάντες δ’ ἐπτήχεσαν φόβῳ μικροὶ καὶ μεγάλοι τὸν θάνατον. οὐκ ἦν τε τοῦ κακοῦ παραμύθιον ἀνθρώποις, οὐ λόγος, οὐ τρόπος, οὐ βίος, οὐ σοφῶν λογισμὸς, οὐ παλαιῶν συγγράμματα, οὐ προφητῶν θεσπίσματα, οὐκ Ἀγγέλων ἐπιφάνεια. πάντων δὲ κρείττων καὶ ἀνώτερος τὴν κατὰ πάντων νίκην ἐπεῖχεν ὁ θάνατος, ὑψηλὸς, μεγάλαυχος, ὑπερήφανος, ᾧ δὴ καταδεδουλωμένον τὸ θνητὸν γένος, παντοίαις ἐκαλινδεῖτο παρανομίαις, μιαιφονίαις, ἀθεμιτουργίαις, δυσσεβείαις, πολυπλόκῳ πλάνῃ. τούτων γὰρ ἦν ἁπάντων θάνατος αἴτιος. ὡς γὰρ μηκέτι ὄντες μετὰ θάνατον, τὰ μυρία θανάτων ἄξια δρῶντες διῆγον· καὶ ὡς εὐθύναις οὐδαμῶς ὑποκείμενοι διὰ τὴν ἐκ τοῦ θανάτου λύσιν, βίον ἔζων ἀβίωτον. οὓς δὴ κατελεήσας ὁ παμβασιλεὺς τοῦ Θεοῦ Λόγος, ἐπὶ τὴν ἄμυναν ἔσπευσε, καὶ τὸν κατὰ τοῦ θανάτου ἔλεγχον δι’ ἀνθρώπου φύσεως ἐμηχανᾶτο. ζωὴ μὲν αὐτὸς τυγχάνων καὶ Θεοῦ Λόγος καὶ Θεοῦ δύναμις, ἀλλ’ οὐ δίχα τοῦ βοηθουμένου, τὸ τῶν ἀνθρώπων φόβητρον διελέγξαι κρίνας.

427
διὸ δὴ ὅπλῳ χρησάμενος ἀνθρωπείῳ καὶ θνητῷ ὁ ἀσώματος, τὸν θάνατον διὰ τοῦ θνητοῦ κατηγωνίσατο, καὶ μέγα θαῦμα τοῖς πᾶσιν ἀπέδειξε. θνητῷ γὰρ ὅπλῳ κεχρημένος, τρόπαιον ἀθανασίας κατὰ τοῦ θανάτου ἔστησεν.

Κυρίλλου ὅτι εἷσ Κύριοσ. Ἀλλ᾿ εἰπάτωσαν ἡμῖν οἱ αἰρετικοὶ, τίνα τρόπον ὡμοιῶσθαι φασὶν αὐτὸν κατὰ πάντα τοῖς ἀδελφοῖς, τουτέστιν ἡμῖν. ἣ καὶ τίς ἃν ὅλως νοοῖτο ὁ τὴν ὁμοίωσιν ὑπελθὼν, εἰ μὴ κατὰ φύσιν ἕτερος ἦν, καὶ οὐκ ἐν τοῖς καθ’ ἡμᾶς; τὸ γάρ τοι τισὶν ὁμοιούμενον εἶναί που πάντως ἀνάγκη διάφορον πη αὐτοὺς, καὶ οὐκ ἐοικὸς αὐτοῖς, ἑτεροειδὲς δὲ μᾶλλον εἴτουν ἑτεροφυές. ἀνόμοιος τοίνυν ὑπάρχων ἡμῖν κατὰ φύσιν ὁ μονογενὴς, ὡμοιῶσθαι λέγεται, γεγονὼς καθ’ ἡμᾶς, τουτέστιν ἄνθρωπος. ἡ δὲ κατὰ πάντα ὁμοίωσις ἀρχὴν ὧσπέρ τινα καὶ παρεισβολὴν τοῦ πράγματος τὴν ἐκ γυναικὸς ἔχει ἀπόταξιν, καὶ τὴν ἐν σαρκὶ φανέρωσιν ἰδίαν, οὐχ ὁρατοῦ, καὶ τὴν ἐν τοῖς καθ’ ἡμᾶς κάθεσιν οἰκονομικὴν, τοῦ ἐν ὑπερτάτοις ὄντος ὑψώμασιν, καὶ τὸ ἐν ἀνθρωπότητι ταπεινὸν, τοῦ τοῖς ἀνωτάτω θρόνοις ἐμπρέποντος, καὶ τὸ ἐν μέτροις γενέσθαι τοῖς ἱκετικοῖς, τὸν ἐν κυριότητι φυσικῇ. τὸ μὲν οὖν ὡμοιῶσθαι γένοιτ’ ἃν καὶ μάλα ὀρθῶς ἐν ἀποτάξει τῇ καθ’ ἡμᾶς, εἰ καὶ παραδόξως ἐπ’ αὐτοῦ. Θεὸς γὰρ ἦν ὁ σαρκούμενος. ὁμολογείσθω γεμὴν, ὡς ἐψύχωτο νοερῶς τὸ ἑνωθὲν αὐτῷ σῶμα. οὐ γάρ τοι τὸ κρεῖττον τῶν ἐν ἡμῖν ἀφεὶς, τουτέστι ψυχὴν, μόνου πεποίηται φειδὼ γηΐνου σώματος, ἀλλ’ ὁμοῦ ψυχῆς καὶ σώματος προενόησεν. εἲτα δείκνυσιν ὁ Ἀπόστολος ὅτι καὶ ἀρχιερεὺς ἡμῶν πρὸς τὸν Πατέρα ὁ Υἱὸς γενέσθαι ἠθέλησεν, ἐπάγει γὰρ,

Ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ.

Χρυσοστόμου. Διὰ τοῦτο φησὶ, τὴν σάρκα ἀνέλαβε τὴν ἡμετέραν διὰ φιλανθρωπίαν μόνον, ἵνα ἐλεήσῃ ἡμᾶς. οὐδὲ γάρ ἐστιν ἄλλη τις αἰτία τῆς οἰκονομίας, ἣ αὕτη μόνη. εἶδε γὰρ χαμαὶ ἐρριμμένους, ἀπολλυμένους, ὑπὸ τοῦ θανάτου τυραννουμένους, καὶ ἠλέησε. τί δέ ἐστι πιστός; ἀληθὴς, δυνάμενος· ἁρχιερεὺς γάρ ἐστι πιστὸς ὁ Υἱὸς, δυνάμενος τοὺς ὧν ἐστιν ἀρχιερεὺς ἀπαλλάξαι τῶν ἁμαρτημάτων. ἵν οὖν προσενέγκῃ θυσίαν δυνα-

428
μένην ἡμᾶς καθαρίσαι, διὰ τοῦτο γέγονεν ἄνθρωπος· ἐπήγαγε γοῦν τὰ πρὸς τὸν Θεὸν, τουτέστι τῶν πρὸς τὸν Θεὸν ἕνεκεν, ἐκπεπολεμωμένοι ἦμεν φησὶ τῷ Θεῷ, κατεγνωσμένοι, ἠτιμωμένοι, οὐδεὶς ἦν ὁ προσοίσων ὑπὲρ ἡμῶν θυσίαν. εἶδεν ἡμᾶς ἐν τούτοις καὶ ἠλέησεν, οὐ καταστήσας ἡμῖν ἀρχιερέα, ἀλλ’ αὐτὸς γενόμενος ἡμῖν ἀρχιερεύς. πῶς δὲ πιστὸς, ἐπήγαγεν “εἰς τὸ ἱλάσκεσθαι τὰς “ἁμαρτίας τοῦ λαοῦ.”

Κυρίλλου. Αὐτὸς γενόμενος ἀρχιερεὺς κατὰ τὸ ἀνθρώπινον. καί τοι παρὰ πάντων τὰς θυσίας δεχόμενος θεικῶς, αὐτὸς τὸ θῦμα κατὰ τὴν σάρκα· αὐτὸς ὁ ταῖς ἁμαρτίαις ἡμῶν ἱλασκόμενος, κατά γε τὴν τῆς θεότητος ἐξουσίαν. εἷς οὖν ἄρα Κύριος Ἰησοῦς Χριστός,

Θεπδωρύτου. Ἔδειξεν ἐν τούτοις προσφορὰν γεγενημένον αὐτοῦ τὸν σωτήριον θάνατον· ὑπὲρ ἁπάσης γὰρ τῆς κτίσεως ὃ ἀνέλαβε προσενήνοχε σῶμα.

Κυρίλλου Ὁμιλία. Οὐκ αὐτῇ μέντοι τῇ τοῦ Λόγου φύσει, τὸ ἀρχιερέα κεκλῆσθαι καὶ τὰ τοιάδε τῶν ὀνομάτων, ἀλλὰ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ καὶ μέτροις τοῖς καθ’ ἡμᾶς. καὶ φέρε πρῶτον ἐκεῖνο ζητήσωμεν. τίς ἦν ὁ δυνάμενος μὲν καὶ ἐξουσίαν ἔχων ἐπιλαβέσθαι Ἀγγέλων, εἰ τοῦτο χρήσιμον ἦν, οὐκ ἐπιλαβόμενος δὲ μᾶλλον ἐκείνων, ἀλλὰ σπέρματος Ἁβραάμ. εἰ μὲν οἴονται τινες περὶ ἀνθρώπου ταῦτα λέγεσθαι κοινοῦ, πῶς ἀνεδέχετο τὸν οὔπω γεγεννημένον μηδὲ ὑπάρχοντα, φύσεως ἐπιλαμβάνεσθαι τῆς τῶν ἁγίων Ἀγγέλων, εἴπερ ἤθελε τοῦτο δρᾷν, ἀλλ’ ἐκεῖνο μὲν οὐ πεποιηκότα, ἐπιλαβόμενον δὲ μᾶλλον σπέρματος Ἁβραάμ. ἄλλως τε, κἀκεῖνο γὰρ οἶμαι κατιδεῖν ἀναγκαῖον, τὸ λέγειν ἄνθρωπον ἀνθρωπότητος ἐπιλαβέσθαι, ἀσύνετον παντελῶς. οὐκοῦν ὁ ἔξω τῆς ἀνθρώπου φύσεως ὣν ὡς Θεὸς, ἐπιλαμβάνεται σπέρματος Ἁβραάμ. σῶμα γὰρ οὕτω λαβὼν ἔμψυχόν τε καὶ ἔννουν ἐκ τῆς ἁγίας καὶ θεοτόκου Μάριας, ὡμοιώθη τε τοῖς ἀδελφοῖς κατὰ πάντα, τουτέστιν ἡμῖν. τότε γέγονεν ἐφ’ ἡμᾶς ἀρχιερεὺς ἐλεήμων, καὶ πρός γε τούτῳ πιστός. πῶς οὖν γέγονεν, ἀκόλουθον ἰδεῖν. οὐ γὰρ ἦν ἐλεήμων καὶ πρὶν γένηται καθ’ ἡμᾶς· οὐκ ἦν ἀγαθὸς ὡς ἐξ ἀγαθοῦ Πατρὸς, ἀλλ’ ὅτε γέγονεν ἄνθρωπος, τότε καὶ ἐλεήμων· προέκοψεν οὐν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ κρείττων εαυτοῦ

429
γέγονεν, ὅτε σπέρματος Ἁβραὰμ ἐπελάβετο. οὐκοῦν ὅπερ οὐκ ἢν, ἐγένετο, καὶ ὠφέληται μᾶλλον γενόμενος ἄνθρωπος. πῶς οὑν ἄτρεπτος ἔτι κατὰ φύσιν εἰ γέγονεν ὅπερ οὐκ ἠν; πῶς μεμένηκεν ὁ αὐτός; πῶς δὲ κεκένωκε καὶ καθῆκεν ἑαυτὸν εἰς ταπείνωσιν, εἰ γέγονεν ἑαυτοῦ καλλίων; ἀλλ’ οὐχ οὕτω ταῦτ’ ἔχει, μὴ γένοιτο· ἦν γὰρ ἐλεήμων καὶ ἔστιν ἀεί· καὶ ἐπειδὴ τοῦτό ἐστιν, ἐπελάβετο σπέρματος Ἁβραὰμ, ἵν εἰς ἡμᾶς ἱερεὺς ἐλεήμων γένηται· καὶ τίνα τρόπον ἐρῶ. οὐκ ἦν ἐν νόμῳ δικαιωθῆναι τὸν ἄνθρωπον· οὐκ ἦν παραβῆναι τὴν δοθεῖσαν ἐντολὴν, καὶ μὴ δίκας ὑποσχεῖν παραχρῆμα καὶ μέχρι θανάτου. πιστώσεται δὲ γράφων ὁ Παῦλος, “ἀθετήσας τίς νόμον Μώσεως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἣ “τρισὶν μάρτυσιν ἀποθνήσκει.” ἀρχιερεὺς εἰς ἡμᾶς γέγονεν ὁ Χριστὸς, οὐκέτι ταῖς νομικαῖς ἀποτομίαις κρατεῖν ἐπιτρέπων, ἀνιεὶς δὲ μᾶλλον τῶν ἀρχαίων αἰτιαμάτων τοὺς ἠσθενηκότας. πιστὸς δὲ ὅτι μόνιμος καὶ διηνεκὲς, καὶ ἀξιόχρεως εἰς πίστιν τῶν ἐπηγγελμένων, καὶ ἀπαράβατον ἔχων τὴν ἱερωσύνην. ἐλεήμων, ἵνα τοίνυν ἀπαλλάξῃ ἡμᾶς τῆς ἐν νόμῳ δίκης καὶ ἀρᾶς καὶ ἀποτομίας· κεχρημάτικεν ἡμῶν ἱερεὺς, οὐ δίκας αἰτῶν τῶν ἡμαρτημένων, οὐκ ἐνόχους τῇ κρίσει καθιστὰς τοὺς ἐξ ἀσθενείας ἀνθρωπίνης πεπλημμεληκότας. δικαιῶν δὲ μᾶλλον τῇ πίστει καὶ ἐγκλημάτων ἀνιεὶς καὶ ἁγίους ἀποφαίνων, καὶ τῆς ἑαυτοῦ φύσεως κοινωνοὺς, οὕτω τὲ συνάπτων δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. ἐλεήμων γὰρ τοίνυν καὶ πιστὸς, τουτεστιν ἀεὶ μένων γέγονεν ἱερεὺς ὅτε σπερματος Ἁβραὰμ ἐπελάβετο, Θεὸς ὣν ὁ Λόγος, καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός. τι τοίνυν συκοφαντοῦσι τὴν ἀλήθειαν; τί παραιτοῦνται τὸν Υἱὸν τοῦ εἶναι ὅ ἐστι, διὰ τὴν εἰς ἡμᾶς ἀγάπην;

Ἀθλνλσίυ κατὰ Ἀρειλνῶν, τίς δὲ τὴν περικοπὴν ταύτην, οὐ τῶν μὲν Ἀρειανῶν καταγινώσκει, τὸν δὲ μακάριον Ἀπόστολον θαυμάζει καλῶς εἰρηκότα; πότε γὰρ πεποίηται καὶ πότε ἀπόστολος γέγονεν, εἰ μὴ ὅτε παραπλησίως ἡμῖν μετέσχεν αὐτὸς αἵματος καὶ σαρκὸς. κα ποτε γέγονεν ἐλεήμων καὶ πιστὸς αρχιερεὺς ἣ ὅτε κατὰ πάντα τοῖς ἀδελφοῖς ὡμοιώθη; ὡμοιώθη δὲ τότε, ὅτε γέγονεν ἄνθρωπος, ἐνδυσάμενος τὴν ἡμετέραν σάρκα.

430
οὐκοῦν περὶ τῆς κατὰ ἄνθρωπον οἰκονομίας τοῦ Λόγου γράφων ὁ Παῦλος ἔλεγε. μηκέτι τοίνυν μαίνεσθε, ποίημα εἶναι λέγοντες τὸν Λόγον. ἔστι γὰρ αὐτὸς Υἱὸς φύσει μονογενὴς, τότε δὲ ἔσχεν ἀδελφοὺς, ὅτε τὴν ὁμοίαν ἡμῖν ἐνεδύσατο σάρκα, ἣν καὶ προσφέρων αὐτὸς δι᾽ ἑαυτοῦ ἀρχιερεὺς ὠνομάσθη, καὶ γέγονεν ἐλεήμων καὶ πιστός· ἐλεήμων μὲν, ὅτι περὶ ἡμῶν προσενέγκας ἠλέησεν ἡμᾶς· πιστὸς δὲ, οὐ πίστεως μετέχων, οὐδὲ εἴς τινα πιστεύων ὥσπερ ἡμεῖς, ἀλλὰ πιστεύεσθαι ὀφείλει περὶ ὧν ἂν λέγει καὶποιεῖ, καὶ ὅτι πιστὴν θυσίαν προσφέρει, τὴν μένουσαν καὶ μὴ διαπίπτουσαν. "αἱ μὲν γὰρ κατὰ νόμον προσφερόμεναι, οὐκ εἶχον τὸ πιστὸν καθ᾽ ἡμέραν παρεχόμεναι, καὶ δεόμεναι πάλιν καθαρσίου," ἡ δὲ τοῦ Σωτῆρος θυσία ἅπαξ γενομένη τετελείωκε τὸ πᾶν, καὶ πιστὴ γέγονε, μένουσα διὰ παντός. καὶ Ἀαρὼν μὲν ἔσχε τοὺς διαδεχομένους· καὶ ὄντως ἡ κατὰ νόμον ἱερατεία χρόνῳ καὶ θανάτῳ παρήμειβε τοὺς προτέρους, ὁ δὲ Κύριος ἀπαράβατον καὶ ἀδιάδοχον ἔχων τὴν ἀρχιερωσύνην, πιστὸς γέγονεν ἀρχιερεὺς, παραμένων ἀεὶ, καὶ τῇ ἐπαγγελίᾳ πιστὸς γενόμενος εἰς τὸ ἐπακούειν καὶ μὴ πλανᾷν τοὺς προσερχομένους· πιστὸς γάρ ἐστιν, οὐκ ἀλλασσόμενος, ἀλλὰ διαμένων, καὶ ἀποδιδοὺς ἃ ἐπηγγείλατο. Ἑλλήνων μὲν οὖν οἱ λεγόμενοι παρ᾽ αὐτοῖς ψευδώνυμοι θεοὶ, οὔτε τὸ εἶναι οὔτε τὸ ἐπαγγέλλεσθαι εἰσὶ πιστοί· οὔτε γὰρ οἱ αὐτοὶ εἰσὶ πανταχοῦ, ἀλλὰ καὶ οἱ κατὰ τόπους τῷ χρόνῳ διαφθείρονται καὶ περὶ ἑαυτοὺς καταρρέουσι. διὸ καὶ κατ᾽ αὐτῶν ὁ λόγος βοᾷ, ὅτι πίστις οὐκ ἔστιν ἐν αὐτοῖς. ὁ δὲ τῶν ὅλων καὶ μόνος τῷ ὄντι καὶ ἀληθινὸς Θεὸς, πιστός ἐστιν ὁ αὐτὸς ὢν καὶ λέγων, "ἴδετε ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι·" διὸ καὶ ὁ τούτου Υἱὸς πιστός ἐστιν ἀεὶ καὶ οὐκ ἀλλοιούμενος, οὐδὲ διαψευδόμενος, οὔτε ἐν τῷ εἶναι, οὔτε ἐν τῷ ἐπαγγέλλεσθαι· τοιοῦτον τὸ "πιστὸς ὁ καλῶν ἡμᾶς, ὃς καὶ ποιήσει." ἐν γὰρ τῷ ποιεῖν ἃ ἐπαγγέλλεται, πιστός ἐστι λαλῶν. καὶ πάλιν τὸ ἀναλλοίωτον τῇ λέξει ταύτῃ σημαίνων, "εἰ ἀπιστήσομεν," φησὶν, "ἐκεῖνος πιστὸς μένει."

Κυρίλλου. Ἄθρει δὲ ὅπως οὐκ εἰς κατάκρισιν τῶν ἡμαρτηκότων γέγονεν ἱερεὺς, εἰς τὸ ἱλάσκεσθαι δὲ μᾶλλον τὰς ἁμαρτίας αὐτῶν. ὁ δέ γε τοῦ πειρασμοῦ καὶ τῆς θυσίας, ὁποῖος ἂν εἴη

431
τρόπος; διεκαρτέρησε φησὶ πειραζόμενος, καὶ ὑπέμεινε σταυρὸν. πλὴν ἑαυτὸν ὁ Υἱὸς ὡς ἄμωμον ἱερεῖον προσεκόμισε τῷ Πατρὶ, ἵνα διὰ τῆς ἑαυτοῦ σαρκὸς βοηθήσῃ τοῖς κάμνουσι καὶ πειραζομένοις. μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζο- μένους.

Κυρίλλου Γρᾶ. Ἐξιλάσεται δὲ Χριστὸς ἥκιστα μὲν ὑπὲρ ἑαυτοῦ· καὶ ἀληθὴς ὁ λόγος, οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, ὑπὲρ ἡμῶν δὲ μᾶλλον· προσέθετο γὰρ αὐτὸν ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως.

Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθεῖν.

Χρυσοστόμου. Πάνυ ταπεινὸν τοῦτο καὶ εὐτελὲς καὶ ἀνάξιον Θεοῦ. περὶ τοῦ σαρκωθέντος μέντοι ἐνταῦθα φησὶ, καὶ πρὸς πληροφορίαν τῶν ἀκουόντων εἴρηται, καὶ διὰ τὴν αὐτῶν ἀσθένειαν. δι’ αὐτῆς φησὶ τῆς πείρας ὣν ἐπάθομεν ἦλθεν. οὐκ ἀγνοεῖ οὖν τὰ πάθη τὰ ἡμέτερα. οὐχ ὡς Θεὸς μόνον οἶδεν, ἀλλὰ καὶ ὡς ἄνθρωπος ἔγνω διὰ τῆς πείρας ἧς ἐπειράσθη· ἔπαθε πολλὰ, οἶδε συμπάσχειν· καὶ τοι γε ἀπαθὴς ὁ Θεός ἐστιν, ἀλλὰ τὰ τῆς σαρκώσεως ἐνταῦθα διηγεῖται, ὡς ἃν εἰ ἔλεγε, καὶ αὐτὴ ἡ σὰρξ τοῦ Χριστοῦ πολλὰ δεινὰ ἔπαθεν. οἶδε τί ἐστι θλίψις, οἶδε τί ἐστι πειρασμὸς τῶν παθόντων οὐχ ἧττον ἡμῶν. καὶ γὰρ καὶ αὐτὸς ἔπαθεν. τι οὖν ἐστι τὸ δύναται τοῖς πειραζομένοις βοηθῆσαι; ὡς ἄν τις εἴποι μετὰ πολλῆς προθυμίας ὀρέξει χεῖρα, συμπαθὴς ἔσται. ἐπειδὴ γὰρ ἐβούλοντο μέγα τι καὶ πλέον ἔχειν τῶν ἐξ ἐθνῶν, δείκνυσιν ἐν τούτῳ πλέον ἔχοντας, ἔνθα οὐδὲν κατέβλαπται τοὺς ἐξ ἐθνῶν. ἐν ποίῳ δὴ τούτῳ; ὅτι ἐξ αὐτῶν ἐστὶν ἡ σωτηρία; ὅτι ἐκείνων ἐπελάβετο πρῶτον, ὅτι ἐκεῖθεν ἀνέλαβε σάρκα. σπέρματος γάρ φησιν Ἀβραὰμ ἐπιλαμβάνεσθαι. τιμᾷ καὶ τὸν πατριάρχην διὰ τούτου, ἀναμιμνήσκει αὐτοὺς καὶ τῆς πρὸς αὐτὸν ἐπαγγελίας τῆς λεγούσης, “σοὶ καὶ τῷ σπέρματι σου δώσω τὴν γῆν “ταύτην.” διὰ τοῦ μικροτάτου δείκνυσι τὴν ἐγγύτητα, τῷ ἐξ ἑνὸς εἶναι πάντας. ἀλλ’ οὐ πολλὴ ἐκείνη ἠν ἐγγύτης. ἔρχεται πάλιν ἐπὶ ταύτην καὶ ἐνδιατρίβει λοιπὸν τῇ κατὰ σάρκα οἰκονομία, καὶ φησὶν, ἢν μὲν καὶ αὐτὸ τὸ θελῆσαι γενέσθαι ἄνθρωπον, πολλῆς κηδεμονίας καὶ ἀγάπης. νῦν δὲ οὐ τοῦτο μόνον ἐστὶν, ἀλλὰ καὶ

432
τὰ ἀθάνατα ἀγαθὰ τὰ δι’ αὐτοῦ ἡμῖν παραχθέντα· “εἰς τὸ ἱλά- “σκεσθαι,” γάρ φησι, “τὰς ἁμαρτίας τοῦ λαοῦ.” διατὶ μὴ εἶπε τῆς οἰκουμένης ἁλλὰ τοῦ λαοῦ; τὰς γὰρ πάντων ἁμαρτίας ἀνήνεγκεν, ὅτι τέως περὶ αὐτῶν ἦν ὁ λόγος αὐτῷ, ἐπεὶ καὶ ὁ Ἄγγελος πρὸς τὸν Ἰωσὴφ ἔλεγε, “καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς “γὰρ σώσει τὸν λαὸν αὐτοῦ. τοῦτο γὰρ καὶ πρῶτον ἔδει γενέσθαι. καὶ διὰ τοῦτο ἦλθεν, ὥστε τούτους σῶσαι, καὶ τότε διὰ τούτων ἐκείνους, εἰ καὶ τοὐναντίον γέγονεν. τοῦτο καὶ οἱ Αποστολοι ελεγον, “ὑμῖν ἀναστήσας τὸν παῖδα αὐτοῦ ἀπέστειλεν εὐλογοῦντα “ὑμᾶς.” καὶ πάλιν· “ὁ λόγος τῆς σωτηρίας ὑμῖν ἀπεστάλει.” οὐκοῦν τὴν εὐγένειαν ἐνταῦθα δείκνυσι τὴν Ἰουδαϊκὴν λέγων, “εἰς τὸ “ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ.’ καὶ τέως μὲν οὕτω φησὶν, ὅτι γὰρ αὐτός ἐστιν ὁ τὰς ἁμαρτίας πάντων ἀφιεὶς, ἐδήλωσε καὶ ἐν τῷ παραλυτικῷ καὶ ἐν τῷ βαπτίσματι. τὸ δὲ “πειρασθεὶς δύνα- “ται βοηθεῖν, ταπεινὸν σφόδρα, πλὴν οὐκ ἔξω τῶν τῆς σαρκώσεως μέτρων. ἔπειτα καὶ διὰ τὸ νηπιῶδες τῶν ἀκουόντων εἴρηται εἰς ψυχαγωγίαν ἐκείνων. ἐπειδὴ γάρ φησι, πέπονθεν αὐτὸς εἰς τὸ οἰκεῖον σῶμα πειρασθεὶς, προθυμότερον βοηθήσει τοῖς πειραζο- μενοις.

Θεοδωρητου. Ὡσεὶ ἔλεγε, πείρᾳ μαθὼν τι ἐστι τὸ πειρασμοῖς περιπεσεῖν, καὶ αὐτοπαθῶς πειράσας τῆς ἀνθρωπείας φύσεως τὴν ἀσθένειαν, ἅτε δὴ καὶ κατὰ νόμον καὶ κατὰ χάριν πολιτευσάμενος, τοῖς πολεμουμένοις ἐπικουρίαν ὀρέγει. καὶ ταῦτα δὲ κατὰ τὸ ἀνθρώπειον εἴρηται. οὔτε γὰρ ἀρχιερεὺς ἡμῶν ὡς Θεὸς ἀλλ’ ὡς ἄνθρωπος· οὔτε ὡς Θεὸς πέπονθεν, ἀλλ’ ὡς ἄνθρωπος· οὔτε διὰ τῆς πείρας μεμάθηκε τὰ ἡμέτερα, ἀλλ’ καὶ Θεὸς καὶ δημιουργὸς γινώσκει πάντα καλῶς.

Χρυσοστόμου. Πλὴν εἰ περὶ τοῦ Πατρὸς τοῦ μὴ σαρκωθέντος φησὶν ἡ γραφὴ, “ἐκ τοῦ οὐρανοῦ διέκυψεν ὁ Κύριος, εἶδε πάντας “τοὺς υἱοὺς τῶν ἀνθρώπων,” τουτέστιν ἀκριβῶς πάντα κατέμαθε. καὶ πάλιν, “καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντε- “λεῖται,” πολλῷ μᾶλλον περὶ τοῦ Χριστοῦ, τοῦ καὶ παθόντος ἐν σαρκὶ λέγεται ταῦτα. ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀνθρώπων τὴν πείραν πάντων πιστοτέραν εἶναι νομίζουσι πρὸς γνῶσιν, βούλεται δεῖξαι ὅτι ὁ παθὼν οἶδε τί πάσχει ἡ ἀνθρωπίνη φύσις.

433

Θεοδωρήτου. Οὕτω τὴν πρὸς τοὺς Ἀγγέλους παρεξέτασιν συμπεράνας, τὸν μείζονα τῶν προφητῶν Μωϋσῆν τὸν μέγαν ἐκ παραλλήλου τίθησιν, ἵνα δείξας ἄπειρον τὸ διάφορον, δείξῃ κατὰ ταὐτὸν καὶ τῶν διαθηκῶν καὶ τῶν ἐπαγγελιῶν, καὶ μέν τοι καὶ τῶν ἱερέων τὸ μέσον. πάλιν δὲ τῇ συγκρίσει παραίνεσιν ἀναμίγνυσιν, ἵνα μὴ δόξη ὥσπερ ἐξεπίτηδες τοῦτο ποιεῖν, ἀλλ’ ὑπό τινος ἀνάγκης ὠθούμενος.

Χρυσοστόμου. Ὅταν δὲ τῆς σαρκὸς ἐπιλάβηται ὁ Παῦλος, πάντα ταπεινὰ φθέγγεται οὐδὲν δεδοικώς. ὅρα γὰρ λοιπὸν τί φησι,

Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστόν· πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωϋσῆς ἐν ὅλω τῶ οἴκῳ αὐτοῦ.

Χρυσοστόμου. Μέλλων αὐτὸν προτιθέναι τοῦ Μωϋσέως, κατὰ σύγκρισιν εἰς τὸν ἀρχιερωσύνης νόμον τὸν λόγον ἐδέξατο. οὐ γὰρ μικρὰν περὶ Μώσεως δόξαν εἶχον ἅπαντες, καὶ προκαταβάλλεται ἤδη τὰ σπέρματα τῆς ὑπεροχῆς. καὶ ἄρχεται μὲν ἀπὸ τῆς σαρκὸς, ἄνεισι δὲ εἰς τὴν θεότητα, ἔνθα οὐκέτι σύγκρισις ἦν. ἤρξατο δὲ ἀπὸ τῆς σαρκὸς τέως τὸ ἶσον τιθέναι καὶ φησίν· “ὡς καὶ “Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ.” καὶ οὐ παρὰ τὴν ἀρχὴν δείκνυσι τὴν ὑπεροχὴν, ἵνα μὴ ἀποπηδήσῃ ὁ ἀκροατὴς, καὶ εὐθέως ἐμφράξῃ τὰς ἀκοάς. εἰ γὰρ καὶ πιστοὶ ἦσαν, ἀλλ’ ὅμως πολὺ ἔτι τὸ συνειδὸς εἶχον πρὸς Μωϋσέα. “πιστὸν ὄντα,” φησὶ, “τῷ “ποιήσαντι αὐτόν. τι ποιήσαντι; ἀπόστολον καὶ ἀρχιερέα· οὐδὲν γὰρ ἐνταῦθα περὶ οὐσίας φησὶν, οὐδὲ περὶ τῆς θεότητος, ἀλλὰ τέως περὶ ἀξιωμάτων ἀνθρωπίνων· “ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ “οἴκῳ αὐτοῦ,” τουτέστιν ἐν τῷ λαῷ ἣ ἐν τῷ ἱερῷ. ἐνταῦθα δὲ τὸ ἐν τῷ οἴκῳ αὐτοῦ φησὶν, ὡσανεὶ τις εἴποι περὶ τῶν ἐν τῇ οἰκίᾳ, καθάπερ τίς ἐπίτροπος καὶ οἰκονόμος οἰκίας, οὕτως ἦν ὁ Μωϋσῆς ἐν τῷ λαῷ. ὅτι γὰρ οἶκον τὸν λαὸν φησὶν, ἐπήγαγεν, “οὗ οἶκος ἐσμὲν ἡμεῖς,” τουτέστιν ἐν τῆ κτίσει αὐτοῦ ἐσμέν.

Θεοδωρήτου. πάλιν μέντοι ἀρχιερέα καὶ ἀπόστολον αὐτὸν, ὡς ἄνθρωπον κέκληκεν. εἰ γὰρ ὡς Θεὸς ἀρχιερεύς ἐστιν, καὶ πρὸ

434
τῆς ἐνανθρωπήσεως τοῦτο ἃν ἦν. ὅτι δὲ καὶ ἀπόστολος τῆς ὁμολογίας ἡμῶν μετὰ τὴν ἐνανθρώπησιν γέγονεν, ἐν τῇ πρὸς Γαλάτας ἐδίδαξεν· “ὅτε γὰρ ἦλθε,” φησὶ, “τὸ πλήρωμα τοῦ χρόνου, ἐξα- “πέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικὸς,” οὐκ εἰπεν ἀπέστειλεν αὐτὸν γενέσθαι ἐκ γυναικὸς, ἀλλὰ γενόμενον ἐκ γυναικὸς, ἀπέστειλεν. ὡς εἶναι δῆλον ὅτι τῇ ἐνανθρωπίσει πρόσφορον τὸ τῆς ἀποστολῆς ὄνομα. ὁμολογίαν δὲ ἡμῶν τὴν πίστιν ἐκάλεσε. ποίησιν δὲ οὐ τὴν δημιουργίαν ἀλλὰ τὴν χειροτονίαν κέκληκε. πιστὸν γὰρ ὄντα φησὶ τῷ ποιήσαντι αὐτὸν ἀρχιερέα· εἰτα καὶ τῶν περὶ τοῦ Μώσεως ὑπὸ τοῦ Θεοῦ ἐἰρημένων ἀναμιμνήσας, τοῦ γὰρ Θεοῦ ἐστι φωνὴ, “ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός “ἐστι,” δείκνυσιν ἐν τοῖς ἑξῆς τὸ διάφορον καὶ τὴν ὑπεροχήν.

Πλείονος γὰρ δόξης οὗτος παρὰ Μωϋσῆν ἠξίωται, καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.

Θεοδωρήτου. Ὅση, φησὶ, ποιήματος πρὸς ποιητὴν διαφορὰ, τοσαύτη Μωϋσέως πρὸς τὸν Χριστόν. τοῦτο γὰρ καὶ τὰ ἑξῆς διδάσκει σαφέστερον.

Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· ὁ δὲ πάντα κατασκευάσας, Θεός.

Χρυσοστόμου. Καὶ αὐτός φησι τῆς οἰκίας ἦν, καὶ οὐκ εἶπεν, οὗτος μὲν γὰρ δοῦλος ἦν, ἐκεῖνος δὲ δεσπότης, ἀλλὰ τοῦτο λανθανόντως ἔφηνεν. εἰ γὰρ οἶκος ἦν ὁ λαὸς, καὶ αὐτὸς δὲ τοῦ λαοῦ ἦν, καὶ αὐτὸς ἄρα τῆς οἰκίας ἦν. οὕτω καὶ ἡμῖν ἔθος λέγειν, ὁ δεῖνα τῆς οἰκίας ἐστὶ τῆς τοῦ δεῖνος· ἐνταῦθα γὰρ οἶκον, καὶ τὸν ναὸν λέγει· οὐ γὰρ ὁ Θεὸς αὐτὸν κατεσκεύασεν, ἀλλ’ ἄνθρωποι. ὁ δὲ ποιήσας αὐτὸν ὁ Θεὸς, τὸν Μωϋσέα φησί. καὶ ἅ πῶς δείκνυσι τὴν ὑπεροχὴν λανθανόντως. “πιστὸς,” φησὶν, “ἐν ὅλῳ τῷ οἴκῳ “αὐτοῦ.” καὶ αὐτὸς ὢν τοῦ οἴκου, τουτέστι τοῦ λαοῦ. πλείονα τιμὴν ἔχει τῶν ἔργων ὁ τεχνίτης ἀλλὰ καὶ τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. “ὁ δὲ πάντα κατασκευάσας Θεός.” ὁρᾷς ὅτι οὐ περὶ τοῦ ναοῦ λέγει, ἀλλὰ περὶ παντὸς τοῦ λαοῦ.

Θεοδωρήτου. Εἰδέναι μέντοι χρὴ, ὡς τὴν μὲν ὑπεροχὴν ἀπὸ τῆς θείας ἔδειξε φύσεως, πλείονος δὲ αὐτὸν ἠξιῶσθαι δόξης κατὰ

435
τὸ ἀνθρώπειον εἴρηκεν. ἐπειδὴ γὰρ καὶ Θεὸς καὶ ἄνθρωπος ὁ δεσπότης Χριστὸς, ἀμφότερα δὲ τῷ ἑνὶ θεωρεῖται προσώπῳ, ἀνάγκη καὶ τὰ ταπεινὰ καὶ τὰ ὑψηλὰ περὶ αὐτοῦ λέγειν εἰς δήλωσιν τῶν δύο φύσεων.

Κυρίλλου. Ἀλλὰ γὰρ οἱ χριστομάχοι τὰ ἐκ πανουργίας εὑρήματα πανταχόθεν ἑαυτοῖς συλλέγοντες εἰς ἐπικουρίαν, καὶ αὐτὰς τὰς θείας συκοφαντοῦσι γραφάς. καὶ δὴ φασὶ τὸν μακάριον Παῦλον Ἁπόστολον καὶ ἀρχιερέα καλέσαι τὸν Ἰησοῦν· ἀποστολὴ δέ φασι καὶ ἱερωσύνη, λειτουργίας εἰσὶ τρόποι. καὶ γοῦν ἀπεστάλησαν μὲν οἱ μαθηταὶ, ἱερατεύσαι δὲ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ. καὶ εἴπερ ἐν τούτοις ἐστι φασι τὸ τοῦ υἱοῦ μέτρον, πῶς ὁμοούσιος εἶναι δύναται τῷ Θεῷ καὶ Πατρὶ; ὣ πολλῆς δυστροπίας. ἀπαπροσποιοῦνται τὸ εἰδέναι τὴν ἀλήθειαν, καὶ σκοπὸς αὐτοῖς μηδὲν ὑγιὲς φρονεῖν ἣ λέγειν. ὁμολογοῦντες γὰρ μεθ’ ἡμῶν, ὅτι καί περ ὑπάρχων ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, κεκένωκεν ἑαυτὸν ἑκὼν, οὐκ ἐπαινοῦσι τῆς μετὰ σαρκὸς οἰκονομίας μυστήριον. ἀκούοντες δὲ τοῦ Ἀποστόλου λέγοντος, “ἀρχιερέα καὶ ἀπόστολον “Ἰησοῦν,” οὐκ εἰσδέχονται κατὰ νοῦν ὅτι γεγονὼς καθ’ ἡμᾶς ὁ μονογενὴς, ὠνόμασται τότε καὶ Ἰησοῦς, διὰ τῆς τοῦ Ἀγγέλου φωνῆς. τότε κεχρημάτικε καὶ Ἀπόστολος καὶ ἱερεύς. οὐκοῦν ἢ ἀρνείσθωσαν ἐναργῶς, ὅτι γέγονε σὰρξ ὁ Λόγος, τουτέστιν ἄνθρωπος, ἐμψυχωμένον τε καὶ ἔννουν σῶμα λαβὼν, καὶ τότε πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα περιαγέτωσαν εἰς τὸν οἰκεῖον σκοπόν. ἣ εἰ φοβοῦνται τὸ ἀρνεῖσθαι τὸ μυστήριον, θαυμαζέτωσαν μεθ’ ἡμῶν, τὸν δι’ ἡμᾶς ἐν τοῖς καθ’ ἡμᾶς γεγονότα, μεμενηκότα δὲ καὶ οὕτω ἔον. τότε γὰρ τὸ τῆς κενώσεως πολυπραγμονοῦντες μέτρον, τὸν αὐτὸν εὑρήσουσι καὶ Ἀπόστολον ἀνθρωπίνως, καὶ κηρυσσόμενον θεικῶς παρὰ τῶν ἀπεσταλμένων. τίνα γὰρ ἐκήρυττον τοῖς ἔθνεσιν οἱ μακάριοι μαθηταὶ, καὶ τοῦτο ὡς Θεὸν ἀληθινόν; ἆρ’ οὐχὶ τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν; οὐκ ἀπόστολον διὰ τὸ ἀνθρώπινον; οὐκ αὐτὸν ὄντα Θεὸν, ὅτι Λόγος ἦν τοῦ Πατρός; πῶς αὐτὸν ἀρχιερέα γεγονότα θεωρήσομεν; ἆρα κατὰ τὸν Ἀαρών; ἆρα κατὰ τὸν Μώσεως νόμον, τοὺς ἐξ ἀγέλης ἀμνοὺς καταθύοντα τῷ Θεῷ; τρυγόνας προσάγοντα καὶ περιστερὰς, καὶ σεμίδαλιν ἐλαίῳ

436
βραχεῖ; καίτοι τῶν τοιούτων οὐδὲν πέπραχεν ὁ Ἐμμανουήλ· ἱερατεύει γὰρ ὑπὲρ νόμον· αὐτὸς ἦν τὸ θῦμα, ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αὐτὸς ὁ ἄμωμός τε καὶ ἄκακος ἀρχιερεὺς, οὐχ ὑπὲρ ἰδίων πλημμελημάτων ἱερουργῶν, κρείσσων γὰρ ἦν ἁμαρτίας ὡς Θεὸς, ἀλλ᾿ ἵνα λύσῃ τὴν ἁμαρτίαν τοῦ κόσμου. γέγονε τοίνυν αὐτὸς τῆς ἰδίας προσρορᾶς ἱερουργός. οὐ γὰρ ἔδει κοινὸν ἄνθρωπον τὴν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς θυσίαν προσενεγκεῖν.

῎Αλλωσ. Τί φησιν ὁ μακάριος Παῦλος, δοκιμάσωμεν ἀκριβέστερον. “ κατανοήσατε τὸν Ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολο- “ γίας ἡμῶν.” τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν· τί τοίνυν ἱερουργεί ἑαυτῷ καὶ τῷ Πατρὶ, “ πιστεύομεν γὰρ εἰς ἕνα “ Θεὸν Πατέρα παντοκράτορα, πάντων ὁράτων τε καὶ ἀοράτων “ ποιητὴν, καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ.” οὐκοῦν οἱ λέγοντες ὅτι γέγονεν ἱερεὺς, διά τε τοῦτο σκανδαλιζόμενοι, διδασκέτωσαν ἡμᾶς ποῖος ἱερεὺς ἑαυτῷ ποιεῖται τὴν ἱερουργίαν, ἑαυτῷ προσφέρει τὴν θυσίαν· ποῖος ἱερεὺς ἐν ἴσῃ τάξει καὶ ἐν δόξῃ φαίνεται τῷ παρ᾿ αὐτοῦ δεχομένῳ τὴν λειτουργίαν. ἀλλὰ καίτοι γεγονὼς ἀρχιερεὺς ὁ Υἱὸς διὰ τὸ ἀνθρώπινον, ἑαυτῷ προσκεκόμικε, καὶ δἰ ἑαυτοῦ τῷ Πατρὶ τὴν ὁμολογίαν ἡμῶν, καὶ ἐν τοῖς τῆς θεότητος ὁράται θρόνοις. καὶ πιστώσεται γράφων ὁ Παῦλος, “ κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις. τοιοῦτον ἔχομεν “ ἀρχιερέα ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν “ τοῖς οὐρανοῖς τῶν ἁγίων λειτουργὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθι- “ νῆς ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος.” οὐκοῦν ἱερατεύει μὲν ἀνθρωπίνως ὅτι γέγονεν ἄνθρωπος, συνεδρεύει δὲ θεϊκῶς ὅτι μεμένηκε Λόγος.

Ἀυανασίου κατὰ ἀρειανῦν. Εἰδ᾿ ὅτι γέγραπται “ πιστὸν “ ὄντα τῷ ποιήσαντι αὐτὸν,” ταράτει πάλιν αὐτοὺς νομίζοντας ὡς ἐπὶ πάντων λέγεσθαι καὶ ἐπ᾿ αὐτοῦ τὸ πιστὸν, ὅτι πιστεύων ἐκδέχεται τῆς πίστεως τὸν μισθὸν, ὥρα δὲ καὶ διὰ τοῦτο πάλιν αὐτοὺς ἐγκαλεῖν Μωϋσεῖ μὲν λέγοντι, “ Θεὸς πιστὸς καὶ ἀληθινός·” Παύλῳ δὲ γράφοντι, “ πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρα- “ θῆναι ὑπὲρ ὃ δύνασθε.” ἀλλὰ ταῦτα λέγοντες οἱ ἅγιοι, οὐκ ἀνθρώπινα περὶ Θεοῦ διενοοῦντο, ἀλλ᾿ ἐγίνωσκον διπλοῦν εἶναι τὸν

437
νοῦν ἐν τῇ Γραφῇ ῥαφῇ περὶ τοῦ πιστοῦ τὸ μὲν ὡς πιστεύοντος, τὸ ’δε, ὡς ἀξιοπίστου. καὶ τὸ μὲν, ἐπ’ ἀνθρώπων· τὸ δὲ, ἐπὶ Θεοῦ ἁρμόζειν. πιστὸς γοῦν ὁ Ἁβραὰμ ὅτι τῶ λαλοῦντι πεπίστευκε Θεῷ. πιστὸς δὲ ὁ Θεὸς, ὅτι καθὼς ψάλλει Δαβὶδ, πιστός ἐστιν ἐν τοῖς λόγοις αὐτοῦ ὁ Κύριος, καὶ ἀξιόπιστος, καὶ ἀδύνατον αὐτὸν ψεύσασθαι. καὶ πιστὸς ὁ λόγος, ὅτι ὃ εἴρηκεν ὀφείλει πιστεύεσθαι. ἀληθὲς γάρ ἐστι καὶ οὐκ ἔστιν ἄλλως. καὶ τὸ γεγράφθαι τοίνυν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, οὐ πρὸς ἄλλους ἔχει τὴν ὁμοιότητα, οὐδ’ ὅτι πιστεύων εὐάρεστος γέγονεν· ἀλλ’ ὅτι Υἱὸς ὣν τοῦ ἀληθινοῦ Θεοῦ, πιστός ἐστι, καὶ αὐτὸς ὀφείλων πιστεύεσθαι ἐν οἱς ἃν λέγῃ καὶ ποιῇ, αὐτὸς ἄτρεπτος μένων καὶ μὴ ἀλλοιούμενος ἐν τῇ ἀνθρωπίνῃ οἰκονομίᾳ καὶ τῇ ἐνσάρκῳ οἰκονομίᾳ καὶ τῇ ἐνσάρκῳ παρουσίᾳ.

Οὕτως μὲν οὖν ἄντις πρὸς τὴν ἀναίδειαν χωρῶν, δύναται καὶ ἐκ μόνης τῆς “ἐποίησε” λέξεως διελέγχειν αὐτοὺς πλανωμένους καὶ νομίζοντας ποίημα εἶναι τὸν τοῦ Θεοῦ Λόγον. ἐπειδὴ δὲ καὶ ἡ διάνοια τῶν γεγραμμένων ἐστὶν ὀρθὴ δεικνύουσα τὴν “ἐποίησε” λέξιν πότε καὶ πρὸς τίνα λεγομένη σημαίνεται, ἀναγκαῖον καὶ ἐξ αὐτῆς δεῖξαι τῶν αἱρετικῶν τὴν ἀλογίαν, ἐὰν μάλιστα κἀνταῦθα τὸν καιρὸν καὶ τὴν χρείαν λάβωμεν. οὐ τοίνυν τὰ πρὸ τῆς κτίσεως διηγούμενος ὁ Ἀπόστολος ταῦτα εἴρηκεν, ἀλλ’ ὅτε ὁ Λόγος σὰρξ ἐγένετο. “κατανοήσατε” γάρ φησι, ”τὸν Ἀπόστολον καὶ ἀρχιερέα “τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.” πότε οὖν ἀπεστάλη, ἢ ὁπηνίκα τὴν ἡμετέραν ἐνεδύσατο σάρκα; πότε δὲ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν γέγονεν, ἢ ὅτε προσενέγκας ἑαυτὸν ὑπὲρ ἡμῶν, ἤγειρεν ἐκ νεκρῶν τὸ σῶμα; καὶ νῦν αὐτὸς τοὺς προσερχομένους αὐτὸν τῇ πίστει προάγει, καὶ προσφέρει τῷ Πατρὶ, λυτρούμενος πάντας, καὶ ὑπὲρ πάντων ἱλασκόμενος τὰ πρὸς τὸν Θεόν; οὐ τὴν οὐσίαν ἄρα τοῦ Λόγου, οὐδὲ τὴν ἐκ τοῦ Πατρὸς αὐ- τοῦ φύσιν, γέννησιν σημαίνειν θέλων ὁ Ἀπόστολος εἴρηκε, “πιστὸν “ὄντα τῷ ποιήσαντι αὐτὸν,” μὴ γένοιτο· ποιῶν, γάρ ἐστιν ὁ λόγος, οὐ ποιούμενος αὐτὸς, ἀλλὰ τὴν εἰς ἀνθρώπους αὐτοῦ κάθοδον καὶ ἀρχιερωσύνην γενομένην, ἣν καλῶς ἄν τις ἴδοι ἐκ τῆς κατὰ τὸν νόμον καὶ τὸν Ἀαρὼν ἱστορίας· οὕτως ὁ Ἀαρὼν οὐ γεγένηται ἀρχιερεὺς, ἀλλὰ καὶ ἄνθρωπος καὶ μετὰ χρόνον, ὅτε ὁ Θεὸς ἠθέλησε,

438
γέγονεν ἀρχιερεὺς, καὶ γέγονεν οὐχ ἁπλῶς, οὐδὲ ἐκ τῶν συνήθων ἱματίων γνωριζόμενος, ἀλλ’ ἐπενδυδισκόμενος τὴν ἐπωμίδα, τὸ λογεῖον, τὸν ποδήρη, ἃ αἱ γυναῖκες μὲν εἰργάσαντο προστάξει τοῦ Θεοῦ· ἐν τούτοις δὲ εἰσερχόμενος εἰς τὰ ἅγια, τὴν ὑπὲρ τοῦ λαοῦ θυσίαν προσέφερε, καὶ ἐν τούτοις ὥσπερ ἐμεσίτευε τῇ ὀπτασίᾳ τοῦ Θεοῦ καὶ ταῖς τῶν ἀνθρώπων θυσίαις.

Οὕτω τοίνυν καὶ ὁ Κύριος, ἐν ἀρχῇ μὲν ἦν ὁ Λόγος, ὅτε δὲ ἠθέλησεν ὁ Πατὴρ ὑπὲρ πάντων λύτρα δοθῆναι, καὶ πᾶσι χαρίσασθαι, τότε δὴ ὁ Λόγος ὡς Ἀαρὼν τὸν ποδήρη, οὕτω καὶ αὐτὸς ἔλαβε τὴν ἀπὸ γῆς σάρκα· Μαρίαν ἀντὶ τῆς ἀνεργάτου γῆς ἐσχηκὼς μητέρα τοῦ σώματος, ἵνα ἔχων τὸ προσφερόμενον, αὐτὸς ὡς ἀρχιερεὺς ἑαυτὸν προσενέγκῃ τῷ Πατρὶ, καὶ τῳ ιδιῳ αἵματι πάντας ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν καθαρίσῃ, καὶ ἀπὸ τῶν νεκρῶν ἀναστήσῃ. τούτου γὰρ αὖ τὰ παλαιὰ σκιά. καὶ ὅπερ ἐλθὼν πεποίηκεν ὁ Σωτῆρ’, τοῦτο κατὰ τὸν νόμον σκιαγραφεῖ ὁ Ἀαρών. ὁ αὐτὸς γὰρ ὣν οὐκ ἠλλάσσετο περιτιθέμενος τὴν ἱερατικὴν ἐσθῆτα, ἀλλὰ μένων ὁ αὐτὸς, ἐκαλύπτετο μόνον. καὶ εἰ ἔλεγέ τις ἑωρακὼς αὐτὸν προσφέροντα, ἰδοὺ γέγονε σήμερον ὁ Ἀαρὼν ἀρχιερεὺς, οὐκ ἐσήμαινεν αὐτὸν ἄνθρωπον τότε γεγενῆσθαι, ἦν γὰρ καὶ πρὸ τοῦ ἀρχιερέα γενέσθαι ἄνθρωπος, ἀλλ’ ὅτι τῇ λειτουργίᾳ πεποίηται ἀρχιερεὺς περιθέμενος τὰ πεποιημένα καὶ κατασκευασθέντα ἱμάτια τῇ ἱερατείᾳ· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ Κυρίου δυνατόν ἐστι καλῶς νοεῖν, ὡς οὐκ ἄλλως γέγονε τὴν σάρκα λαβὼν, ἀλλ’ ὁ αὐτὸς ὢν, ἐκαλύπτετο ταύτῃ. καὶ τὸ γέγονε καὶ τὸ πεποίηται, οὐχ ὅτι ὁ Λόγος ᾗ Λόγος ἐστὶ, πεποίηται νοεῖν θέμις, ἀλλ’ ὅτι Λόγος ὣν δημιουργὸς, ὕστερον πεποίηται ἀρχιερεὺς, ἐνδυσάμενος σῶμα τὸ γεννητὸν καὶ ποιητὸν, ὅπερ καὶ προσενεγκεῖν ὕπερ ἤμων δύναται. διὸ καὶ λέγεται πεποιῆσθαι. τίς γοῦν ἰδὼν τὸν Κύριον ἄνθρωπον περιπατοῦντα, καὶ Θεὸν ἐκ τῶν ἔργων δεικνύμενον, οὐκ ἃν ἠρώτησε, τίς ἐποίησε τοῦτον ἄνθρωπον, καὶ ἀπέστειλεν ἡμῖν ἀρχιερέα; τὴν δὲ τοιαύτην διάνοιαν καὶ τὸν καιρὸν καὶ τὸ πρόσωπον, αὐτὸς ὁ Ἀπόστολος ὁ καὶ γράψας “πιστὸν ὄντα τῷ ποιήσαντι “αὐτὸν,” δηλῶσαι μᾶλλον ἱκανός ἐστιν. εἰπὼν γὰρ ὅτι παρπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκὸς, καὶ σπέρματος Ἁβραὰμ ἐπελάβετο, μετὰ ταῦτα ἐπήγαγεν, ὅτι Ἀπόστολος γέγονε καὶ

439
ἀρχιερεύς. οὐκοῦν εἰκότως τὴν σωματικὴν τοῦ Λόγου παρουσίαν διηγούμενος, ἔφησεν “ἀπόστολον καὶ πιστὸν ὄντα τῷ ποιήσαντι “αὐτόν·” δεικνὺς ὅτι καὶ ἄνθρωπος γενόμενος Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας, ἀναλλοίωτός ἐστι.

Διὸ καὶ ὡς περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ, διὰ τῆς ἀρχιερω- συνῆς μνημονεύει γράφων οὐτῶ πάλιν οὐκ ἐσιώπησε μάκραν, ἀλλ’ εὐθὺς, περὶ τῆς θεότητος αὐτοῦ μνημονεύει πανταχοῦ τῆς ἀσφαλείας γινόμενος, ἔνθα μάλιστα τὸ ταπεινὸν ὀνομάζει, ἱν εὐθὺς αὐτοῦ τὴν ὑψηλότητα καὶ τὴν πατρικὴν μεγαλειότητα γινώσκωμεν. φησὶ γοῦν ὅτι ὁ μὲν Μωϋσῆς θεράπων, ὁ δὲ Χριστὸς Υἱός· κἀκεῖνος μὲν πιστὸς εἰς τὸν οἶκον, οὗτος δὲ ἐπὶ τὸν οἶκον· ὡς αὐτὸς αὐτὸν κατασκευάσας, καὶ Κύριος αὐτοῦ καὶ δημιουργὸς ὑπάρχων, καὶ ὡς Θεὸς ἁγιάζων αὐτόν. ὁ μὲν γὰρ Μώσης, ἄνθρωπος φύσει ὣν, πιστὸς ἐγένετο· πιστεύων τῷ διὰ τοῦ λόγου λαλοῦντι αὐτῷ Θεῷ· ὁ δὲ Λόγος, οὐχ ὥσπερ τις τῶν γενητῶν ἦν ἐν σώματι, οὐδὲ ὡς κτίσμα ἐν κτίσματι, ἀλλὰ Θεὸς ἐν σαρκὶ, καὶ δημιουργὸς καὶ κατασκευαστὴς ἐν τῷ κατασκευασθέντι ὑπ’ αὐτοῦ. καὶ οἱ μὲν ἄνθρωποι ἕνεκα τοῦ εἶναι καὶ ὑφεστάναι σάρκα περιβέβληνται, ὁ δὲ τοῦ Θεοῦ Λόγος ἕνεκεν τοῦ ἁγιάζειν τὴν σάρκα γενόμενος ἄνθρωπος καὶ Κύριος ὣν, ἐν τῇ μορφῇ τοῦ δούλου ἦν. δούλη γὰρ τοῦ Λόγου πᾶσα ἡ κτίσις δι’ αὐτοῦ γενομένη καὶ ποιηθεῖσα. ἐκ δὲ τούτου συνέστηκεν ὅτι καὶ τὸ λεγόμενον παρὰ τῷ Ἀποστόλῳ “ἐποίησεν,” οὐ ποιούμενον δείκνυσι τὸν Λόγον, ἀλλ’ ὅπερ ἔλαβεν ὅμοιον ἡμῶν σῶμα· διὸ καὶ ἀδελφὸς ἡμῶν ἐχρημάτισε γενόμενος. εἰ δὲ δέδεικται ὅτι κἂν ἐπ’ αὐτοῦ τοῦ Λόγου τίς λέγῃ τὸ “ἐποίησεν, ἀντὶ τοῦ ἐγέννησε λέγει, ποίαν ἄρα παρεξευρεῖν ἐπίνοιαν εἰς τοῦτο δυνήσονται, ὅπου γε πανταχόθεν ὁ λόγος τὸ ῥητὸν διακαθάρας, ἔδειξε μὴ εἶναι ποίημα τὸν Υἱὸν, ἀλλὰ τῇ μὲν οὐσίᾳ γέννημα τοῦ Πατρὸς, τῇ δὲ οἰκονομίᾳ, κατ’ εὐδοκίαν τοῦ Πατρὸς ἐποιήθη δι’ ἡμᾶς ἄνθρωπος.

Κυρίλλου Θησαυρικῶν κά. Δέδεικται τοίνυν ὅτι οὐ τοῦ Λόγου φύσιν ὁ Ἀπόστολος ἐξηγούμενος τοιαῦτα φησὶν, ἀλλὰ μέτα τὴν τῆς σαρκὸς οἰκονομίαν· ποτε γὰρ γέγονεν ἀρχιερεὺς καὶ Ἀπόστολος τῆς ὁμολογίας ἡμῶν καὶ πιστὸς τῶ ποιήσαντι αὐτὸν, ἣ ὅτε δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γέγονεν ἄνθρωπος; τότε τῷ ποιή-

440
σαντι αὐτὸν ὡς ἄνθρωπος καὶ πιστὸς ἐγένετο, πληρῶν αὐτοῦ τὸ ἔργον καθάπερ αὐτὸς ἔλεγε· τότε γέγονεν Ἀπόστολος ὑπὲρ ἡμῶν καὶ δι’ ἡμᾶς ἀποσταλείς· τότε γέγονε τῆς ὁμολογίας ἡμῶν ἀρχιερεὺς προσφέρων τῆς πίστεως ἡμῶν τὴν ὁμολογίαν τῷ Πατρὶ, καὶ τὸ ἴδιον σῶμα καθάπερ τι θῦμα προσάγων ἄμωμον, ἵνα πάντας ἡμᾶς δι’ αὐτοῦ καθαρίσῃ. ἃν τοίνυν λέγηται περὶ αὐτοῦ τοῦ Υἱοῦ ὅτι γέγονε πιστὸς, καὶ Ἀπόστολος καὶ ἀρχιερεὺς, μὴ κατὰ τῆς οὐσίας αὐτοῦ φερέσθω τὸ ῥῆμα, ἀλλὰ κατὰ τῆς τῶν πραγμάτων ποιότητος· ἐπειδὴ καὶ Παῦλος ἄνθρωπος ὢν, καὶ ὑπάρχων ἤδη, γέγονεν Ἀπόστολος, καὶ Μώσης ὡσαύτως γέγονε πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ Ἀαρὼν ὡσαύτως γέγονεν ἀρχιερεὺς ἐν ἑαυτῷ, καὶ πάλιν τὸν Σωτῆρα μορφῶν. ὅν περ γὰρ τρόπον ὁ Ἀαρὼν, οὐκ ἐγεννήθη μὲν ἀρχιερεὺς, πολλοῖς δὲ ὕστερον χρόνοις τοῦτο γέγονε, τὸν ποδήρη περιβαλλόμενος, καὶ τὴν ἐπωμίδα, καὶ τὰ ἄλλα τῆς ἱερατικῆς ἐσθῆτος σχήματα, ἅπερ ἢν ἔργα γυναικῶν ’τον αὐτὸν δὴ τρόπον καὶ ἐπὶ Χριστοῦ. ἦν μὲν γὰρ ὁ Λόγος ἐν ἀρχῇ, πολλῷ δὲ ὕστερον χρόνῳ γέγονεν ὑπὲρ ἡμῶν ἀρχιερεὺς, ὥσπέρ τινα ποδήρη, τὸν ἐκ γυναικὸς ἄνθρωπον ἤτοι ναὸν ἀναλαβὼν, ἵνα τῷ ἰδίῳ αἵματι καθαρίσῃ τὸν λαὸν, ἑαυτὸν προσενεγκὼν ὡς ἀμνὸν ἄμωμον τῷ Θεῷ· “οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ “στόματι αὐτοῦ.”

Γρηγορίου Νύσσοσ κατὰ Εὐνομίου. Ὥσπερ ἐνταῦθα τῷ ἰδίῳ αἵματι περὶ τῶν ἁμαρτιῶν ἡμῶν ἱερατικῶς ἱλεωσάμενον ἀρχιερέα κατονομάσας ὁ Παῦλος τὸν Κύριον, οὐ τὴν πρώτην τοῦ μονογενοῦς ὑπόστασιν διὰ τῆς “ἐποίησε” λέξεως καταγγέλλει, ἀλλὰ τὴν συνήθως ἐπὶ τῆς τῶν ἱερέων ἀναδείξεως ὀνομαζομένην χάριν παραστῆσαι θέλων, φησὶ τὸ “ἐποίησεν·” Ἰησοῦς γὰρ, καθώς φησι Ζαχαρίας, ὁ ἱερεὺς ὁ μέγας, ὁ τὸν ἴδιον ἀμνὸν, τουτέστι τὸ ἴδιον σῶμα ὑπὲρ τῆς κοσμικῆς ἁμαρτίας ἱερουργήσας, ο δια τα παιοια τὰ κεκοινωνηκότα σαρκὸς καὶ αἵματος καὶ αὐτὸς παραπλησίως συμμετασχὼν τοῦ αἵματος, οὐ καθὸ ἦν ἐν ἀρχῇ, ἀλλὰ καθὸ ἐκένωσεν ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ, καὶ προσήγαγε προσφορὰν καὶ θυσίαν ὑπὲρ ἡμῶν, οὗτος ἐγένετο ἱερεὺς πολλαῖς ὕστερον γενεαῖς κατὰ τὴν τάξιν Μελχισεδέκ.

Κυρίλλου Θησαυρικῶν λβ'. Ἀλλ’ ἀκουέτωσαν οἱ Χριστομά-

441
χοὶ, ὅτι ὁ μακάριος Ἀπόστολος οὐκ ἐν ἴσῳ μέτρῳ τὸν ποιηθέντα τῷ πεποιηκότι τιμᾶσθαι δεῖν ἐκδιδάσκων, δῆλος ἃν εἴη δήπουθεν οὐκ ἐπιτρέπων ἐν ποιήμασι κατατάττεσθαι τὸν Υἱόν. “πλείονα “γὰρ,” φησι, “τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.” καὶ τίς ὁ τόδε τὸ σύμπαν τεχνησάμενος, λεγέτω πάλιν αὐτὸς πέρι τοῦ Υἱοῦ, ὅτι δι’ αὐτοῦ ἐκτίσθη τὰ πάντα, τὰ ὁρατὰ καὶ “τὰ ἀόρατα.” πῶς οὖν ἐν ποιήμασιν ὁ ποιητής; καὶ εἰ ἐν τοῖς πᾶσι καὶ αὐτὸς ὁ χρόνος ἐστὶ καὶ ἓν τῶν πάντων· ἔστι δὲ πρὸ πάντων αὐτὸς δηλονότι καὶ τοῦ χρόνου πρεσβύτερος ὁ Υἱός. “δι “αὐτοῦ,” γάρ φησιν, “ἐποίησε τοὺς αἰῶνας.” πῶς οὖν ὁ πρὸ αἰώνων ἐν τοῖς ἐν χρόνῳ γενομένοις συναριθμεῖται; ἐπεὶ καὶ πᾶν ὅπερ ἃν εἴη ποιηθὲν ὡς ἐν γενέσει, τοῦτο πάντως ἔσται καὶ ἐν χρόνῳ τοῦ εἶναι ἀρξάμενον, εἴπερ μόνῃ σώζεται τὸ ἀίδιον τῇ θείᾳ καὶ ἀκηράτῳ φύσει.

Καὶ Μώσης μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων· Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκος ἐσμὲν ἡμεῖς ἐάν περ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν.

Χρυσοστόμου. Εἰρηκὼς ἀδελφοὶ κλήσεως οὐρανίου μέτοχοι, καὶ παιδεύσας μηδὲν ἐνταῦθα ζητεῖν, εἰ ἐκεῖ κέκληνται, ἐκεῖ ὁ μισθὸς, ἐκεῖ ἡ ἀνταπόδοσις. εἶτα προτρεψάμενος κατανοῆσαι Χριστὸν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ἀρχιερέα, τουτέστιν εὐνοικὸν, προιστάμενον τῶν αὐτοῦ, οὐκ ἐῶντα φέρεσθαι ἁπλῶς, καὶ μονονουχὶ φήσας, γνῶτε τίς ἐστιν ἀρχιερεὺς καὶ ποταπὸς, καὶ οὐ δεήσεσθε παραμυθίας ἑτέρας οὐδὲ παρακλήσεως· καὶ ἀρχιερέα καλέσας αὐτὸν τῆς πίστεως ἡμῶν, καὶ ἀπόστολον διὰ τὸ ἀπεστάλθαι ὑπὲρ ἡμῶν, ὑπερτίθησι νῦν αὐτὸν τοῦ Μώσεως, τοσαύτην δεικνὺς τὴν ὑπεροχὴν, ὅσον υἱοῦ πρὸς δοῦλον. γνησιότητα δὲ πάλιν διὰ τῆς υἱοῦ προσηγορίας αἰνίττεται. εἶδες πῶς ποιήματα καὶ ποιητὴν διίστησι, πῶς δοῦλον καὶ υἱόν· ἐκεῖνος μέν φησιν, εἰς τὰ πατρῷα ὡς δεσπότης εἰσέρχεται, οὗτος δὲ ὡς δοῦλος. καὶ οὗτος φησὶ λαὸν ἐγχειρίζεται, καθάπερ ἐκεῖνος προστασίαν λαοῦ, ἀλλὰ

442
μείζων καὶ ἐπὶ μείζονι. καὶ ὁ μὲν, ὡς θεράπων, ὁ δὲ, ὡς Υἱός. ὁ μὲν γὰρ ἀλλοτρίων κήδεται, οὗτος δὲ τῶν αὐτοῦ. εἶτα προτρέπεται πάλιν αὐτοὺς ἑστάναι γενναίως, καὶ μὴ καταπίπτειν· οἶκος γάρ, φησιν, ἐσόμεθα τοῦ Θεοῦ, ὅπερ ἦν Μωϋσῆς, ἐὰν τὸ καύχημα τέλους φυλάξωμεν. ὁ μέν τοι ἀλγῶν φησιν ἐν τοῖς πειρασμοῖς καὶ καταπίπτων, οὐ καυχᾶται· ὁ αἰσχυνόμενος, ὁ κρυπτόμενος, παρρησίαν οὐκ ἔχει, ὁ ἀλύων, οὐ καυχᾶται· οὐ μὴν ἀλλὰ καὶ ἐγκωμιάζει αὐτούς. εἰπὼν γὰρ “ἐὰν βεβαίαν κατάσχωμεν τὴν παρρησίαν, ἔδειξεν ὅτι ἤρξαντο. δεῖ δὲ τοῦ τέλους, καὶ οὐχ ἁπλῶς ἐστι, ἀλλὰ βεβαίαν ἔχειν τὴν ἐλπίδα, οὐ πληροφορίᾳ πίστεως, μὴ σαλευομένους ὑπὸ τῶν πειρασμῶν.

Καλῶς εἶπε “τὸ καύχημα τῆς ἐλπίδος·” ἐπειδὴ γὰρ πάντα ἐν ἐλπίσιν ἦν τὰ ἀγαθὰ, οὕτω δὲ αὐτὴν δεῖ κατέχειν ὡς ἤδη καυχᾶσθαι ἐπιγεγενημένην, διὰ τοῦτο φησὶ “τὸ καύχημα τῆς “ἐλπίδος.” τῇ γὰρ ἐλπίδι ἐσώθημεν. οὐκοῦν μὴ ἀσχάλλωμεν ἐπὶ τοῖς παροῦσι, μηδὲ ἤδη ζητῶμεν τὰ μετὰ ταῦτα ἐπαγγελθέντα. ἐλπὶς γὰρ βλεπομένη, οὐκ ἔστιν ἐλπίς· ἐπειδὴ γὰρ μεγάλα ἐστὶ τὰ ἀγαθὰ, ἐνταῦθα λαβεῖν αὐτὰ οὐ δυνάμεθα, ἐν τῷ ἐπικήρῳ τούτῳ βίῳ. τίνος οὖν ἕνεκεν καὶ προεῖπεν ἡμῖν; οὐ μέλλων αὐτὰ ἐνταῦθα διδόναι, ἵνα τῇ ἐπαγγελίᾳ τὰς ψυχὰς ἀνακτήσηται. τί δέ ἐστιν “εἰς μαρτύριον τῶν λαληθησομένων; τουτέστιν ἵνα ὦσι μάρτυρες ὅταν ἀναισχυντῶσιν αὐτοί. τί λέγεις; μαρτυρίαν ἀνθρώπου λαμβάνει ὁ Θεός; καὶ πάνυ. εἰ γὰρ οὐρανὸν μαρτύρεται καὶ γῆν, καὶ βουνοὺς, λέγων διὰ τοῦ προφήτου, “ἄκουε οὐρανὲ, καὶ ἐνωτίζου “ἡ γῆ, ὅτι Κύριος ἐλάλησε,” καὶ “ἀκούσατε φάραγγες, θεμέλια “τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ,” πολλῷ μᾶλλον ἀνθρώπους.

Θεοδωρίτου. Σὺ δέ μοι ἐπισήμηναι, ὅτι ἀπὸ τῆς γραφῆς τὰ ὀνόματα τέθεικε. καὶ γὰρ τὸν Μωϋσῆν θεράποντα κέκληκεν ὁ Θεός. “Μωϋσῆς,” γάρ φησιν, “ὁ θεράπων μου τετε- “λεύτηκε,” καὶ πάλιν, “οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωϋσῆς.” καὶ αὐτὸν δὲ τὸν δεσπότην Χριστὸν Υἱὸν ἡ παλαιὰ καλεῖ γραφή. “τί ὄνομα αὐτῷ, ἣ τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;” καὶ “Υἱός μου εἶ “σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.” γινώσκετε τοίνυν φησὶν τούτου

443
κἀκείνου τὸ μέσον. ὁ μὲν γὰρ θεράπων, ὁ δὲ Υἱὸς, καὶ ἐκεῖνος μὲν πιστὸς ἐκλήθη, ἵνα δειχθῇ ἀξιόχρεως νομοθέτης. τοῦτο γὰρ εἶπεν εἰς μαρτύριον τῶν λαληθησομένων. ὁ δὲ Χριστὸς, ὡς Υἱὸς καλεῖται πιστός. εἰ δὲ εὐτελείας τήνδε τὴν προσηγορίαν οἱ αἱρετικοὶ σημαντικὴν εἶναι νομίζουσιν, ἀκουέτωσαν τοῦ Ἀποστόλου περὶ τοῦ Θεοῦ καὶ Πατρὸς λέγοντος. “πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς “κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ·” καὶ τοῦ Δαβὶδ, “πιστὸς Κύριος ἐν “πᾶσι τοῖς λόγοις αὐτοῦ. καὶ πάλιν· “καὶ ὁ μάρτυς ἐν οὐρανῷ “πιστός. καὶ ὁ Μώσης δὲ οὕτω λέγει· “Θεὸς πιστὸς, καὶ οὐκ “ἔστιν ἀδικία ἐν αὐτῷ.” οἶκον δὲ τοῦ Θεοῦ κέκληκε τοὺς πιστεύοντας κατὰ τὴν προφητείαν τὴν λέγουσαν, “ἐνοικήσω ἐν αὐτοῖς “καὶ ἐμπεριπατήσω.” ταύτης δέ φησιν ἀπολαυσόμεθα τῆς τιμῆς, ἐὰν τὴν παρρησίαν ἧς τετυχήκαμεν, καὶ τὴν ἀξιέραστον ἐλπίδα διὰ τῶν τῆς ἀρετῆς κατορθωμάτων διατηρήσωμεν.

Κυρίλλου Θησαυρικῶν λβ΄. Ἀκουέτωσαν δὲ πάλιν Ἀρειανοὶ, ὡς ὁ θεῖος Παῦλος ἀπὸ τῶν ὀνομάτων καὶ τῶν ἀποτελεσμάτων τῆς ὑπεροχῆς ποιεῖται τὴν σύγκρισιν, καὶ τῆς οὐσιώδους, ἱν οὕτως εἴπω, ποιότητος τὴν διαφορὰν δεικνύει, ἣν ἔχει Χριστὸς καὶ πρὸς Μωσέα, καὶ δι’ αὐτοῦ πρὸς πάντα τὰ πεποιημένα. τρέχει γὰρ ὁ λόγος εἰς τουτὶ τὸ συμπέρασμα. εἰ τοίνυν ὁ μὲν, ὡς θεράπων καὶ ὑπὸ ζυγὸν δουλείας καὶ δοῦλος, ὁ δὲ ὡς Υἱὸς καὶ κατὰ φύσιν ἐλεύθερος ὡς Θεὸς, καὶ ὁ μὲν ὡς οἰκέτης ἐν τῷ οἴκῳ πιστὸς, ὁ δὲ ὡς κληρονόμος, οὐκ ἐν τῷ οἴκῳ ἀλλ’ ἐπὶ τὸν οἶκον αὐτοῦ, τουτέστιν ἡμᾶς. καὶ ὁ μὲν ἐν τοῖς κατεσκευασμένοις, καὶ ἐν ποιήμασιν, ὁ δὲ τῶν ὅλων κατασκευαστής. πῶς ὁ Θεὸς ἀληθινὸς ἀνενδοιάστως ἐστί; πῶς δὲ ἔσται ὁμογενὴς, ὁ τοσοῦτον αὐτοῦ διενεγκών; ὁ δὲ Μωσεῖ μήτε ὁμογενὴς ὑπάρχων γενητῆς ὄντι φύσεως, μήτε μὴ, ἄλλως ὁμόδουλος, οὐκ ἃν ἑτέρῳ τινὶ κατὰ τὸν τῆς φύσεως λόγον ὡς ὁμοφυὴς συντάττοιτο. πρὸς γὰρ τὰ πεποιημένα καὶ οὐ πρὸς Μωσέα πάντως ἡ σύγκρισις, εἰ καὶ τὸ Μώσεως πρόσωπον ἐπὶ τοῦ παρόντος ἐξετάζεται. ἔτι εἰ ὁ Θεός ἐστιν ὁ ἐν προφήταις εἰπὼν, “ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν “Θεὸς, καὶ αὐτοὶ ἔσονται μου λαὸς,” πῶς νῦν ἡμεῖς οἶκος ἐσμὲν τοῦ Υἱοῦ, εἴπερ μὴ ἔστι φύσει Θεός; ἀλλ’ εὐχόμεθα, καθά φησιν ὁ Παῦλος, κατοικῆσαι τὸν Χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον, καὶ

444
οἶκος τοῦ Θεοῦ ἐσμέν τε καὶ χρηματίζομεν. Θεὸς ἄρα ὁ Χριστός. εἰ δὲ τοῦτο, οὐ ποίημα. ἀλλὰ ταῦτα μὲν πρὸς τοὺς Χριστομαχους.

Χρυσοστόμου. Ὁ μέν τοι Παῦλος διαλεχθεὶς περὶ καὶ εἰπὼν ὅτι “οἶκος αὐτοῦ ἐσμὲν, ἐὰν τὴν ἐλπίδα βεβαίαν κατά- “σχωμεν,” δείκνυσι λοιπὸν ὅτι βεβαίως χρὴ προσδοκᾷν, καὶ τοῦτο πιστοῦται ἀπὸ τῶν γραφῶν. προσέχετε δὲ, δυσκολώτερον γάρ πὼς αὐτὸ ἔφρασε. διὸ χρὴ τὰ παρ’ ἡμῶν εἰπόντας καὶ συντομώτερον τὴν πᾶσαν ὑμᾶς ὑπόθεσιν διδάξαντας, οὕτως ἐπαφεῖναι τὸν λόγον τοῖς γεγραμμένοις· οὐκέτι γὰρ ἡμῶν δεηθήσεσθε, ἐὰν τὸν ἀποστολικὸν σκοπὸν μάθητε. περὶ ἐλπίδος ἦν αὐτῷ ὁ λόγος, καὶ ὅτι χρὴ ἐλπίζειν τὰ μέλλοντα, καὶ ὅτι ἔσται τοῖς ἐνταῦθα πονήσασι, μισθός τις καὶ καρπὸς καὶ ἀνάπαυσις. τοῦτο οὖν ἀπὸ τοῦ προφήτου δείκνυσι, καὶ τί φησιν;

Διὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον, σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, ἐν τῇ ἡμέρᾳ τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. διὸ προσώχθισα τῆ γενεᾷ ἐκείνη, καὶ εἶπον, ἀεὶ πλανῶνται τῆ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· ὡς ὤμοσα ἐν ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσιν μου.

Θεοδωρίτου. Ἐπειδὴ τῆς ἐλπίδος ἐμνήσθη, ἐλπὶς δὲ οὐκ ἔστιν ἐλπὶς, ὃ γὰρ βλέπει τις, τι καὶ ἐλπίζει; ὑπέσχετο δὲ ἡμῖν ὁ δεσπότης τὴν βασιλείαν τῶν οὐρανῶν, σύγκρισιν πάλιν ποιεῖται τῶν Ἰουδαίοις δεδομένων, καὶ τῶν ἡμῖν ἐπηγγελμένων. καὶ τέθηκε μὲν τὴν μαρτυρίαν δεδιττόμενος δῆθεν αὐτοὺς, ἵνα φυλάξωσι διὰ σπουδῆς τὴν δεδομένην ἐλπίδα. πλὴν ἕτερον κατασκευάζει ἀνυπόπτως πάλιν μεθοδεύων τὸν λόγον, ἐπιμένει δὲ τῇ παραινέσει.

Χρυσοστόμου. Τρεῖς μέν τοι φησὶ καταπαύσεις εἶναι, τὴν τοῦ σαββάτου, ἐν ἧ ὁ Θεὸς κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· δευτέραν τὴν τῆς Παλαιστίνης εἰς ἢν εἰσελθόντες οἱ

445
Ἰουδαῖοι, ἔμελλον ἀναπαύεσθαι ἀπὸ τῆς πολλῆς ταλαιπωρίας καὶ τῶν πόνων· τρίτην, τὴν ὄντως ἀνάπαυσιν τὴν βασιλείαν τῶν οὐρανων, ἧς οἱ τυχόντες ἀναπαύονται ὄντως τῶν πόνων καὶ τῶν μόχθων. τῶν τριῶν τοίνυν ἐνταῦθα μέμνηται, καὶ τίνος ἕνεκεν περὶ τῆς μιᾶς διαλεγόμενος τῶν τριῶν ἐμνημόνευσεν; ἵνα δείξῃ τὸν προφήτην περὶ ταύτης λέγοντα. περὶ μὲν γὰρ τῆς πρώτης, οὐκ εἶπε φησὶ, πῶς γὰρ τῆς πάλαι γεγενημένης; ἀλλ’ οὐδὲ περὶ τῆς δευτέρας τῆς ἐν Παλαιστίνῃ. ἴνη. πῶς γάρ; “οὐ γὰρ εἰσελεύσονται,” φησὶν, “εἰς τὴν κατάπαυσίν μου.” λείπεται δὴ τὴν τρίτην εἶναι ταύτην λοιπόν. ἀναγκαῖον δὲ καὶ τὴν ἱστορίαν ἀναπτύξαι, ὥστε σαφέ- στερον ποιῆσαι ’τον λόγον.

Ἐπειδὴ γὰρ ἀπὸ τῆς Αἰγύπτου ἐξελθόντες Ἑβραῖοι, πολλὴν ὁδὸν διανύσαντες, καὶ μυρία τῆς τοῦ Θεοῦ δυνάμεως λαβόντες τεκμήρια, ἔν τε τῇ Αἰγύπτῳ, ἔν τε τῇ ἐρυθρᾷ, ἔν τε τῇ ἐρήμῳ, ἐβουλεύσαντο πέμψαι κατασκόπους τοὺς διασκεψομένους τὴν φύσιν τῆς ἐπηγγελμένης γῆς· οἱ δὲ ἀπελθόντες ἐπα- νῆλθον, τὴν μὲν χώραν θαυμάζοντες, καὶ γενναίων καρπῶν εὔφορον εἶναι λέγοντες· ἀνθρώπων μέν τοι ἀκαταμαχήτων εἶναι χώραν. καὶ ἰσχυρῶν. οἱ δὲ ἀγνώμονες Ἰουδαῖοι καὶ ἀναίσθητοι, δέον αὐτοὺς τῶν προτέρων εὐεργεσιῶν τοῦ Θεοῦ ἀναμνησθῆναι, καὶ πῶς αὐτοὺς εἰς μέσον ἀπειλημμένους στρατοπέδων τοσούτων Αἰγυπτιακῶν, ἐξήρπασε τῶν κινδύνων, καὶ τῶν λαφύρων αὐτῶν ἐποίησε κυρίους, καὶ πάλιν ἐν τῇ ἐρήμῳ πέτρας ἔρρηξε, καὶ τῶν ὑδάτων τὴν ἀφθονίαν ἐχαρίσατο, καὶ τὸ μάννα παρέσχε, καὶ τὰ ἄλλα εἰργάσατο θαυμάσια, καὶ πιστεῦσαι τῷ Θεῷ· τούτων μὲν οὐδὲν ἐνενόησαν, ὡς μηδενὸς δὲ γενομένου οὕτω καταπλαγέντες, πάλιν εἰς Αἴγυπτον εἰσιέναι ἐβούλοντο. “ἐξήγαγε γάρ,” φησιν, “ὧδε “ὁ Θεὸς καὶ ἡμᾶς, ὥστε ἀνελεῖν ἡμᾶς μετὰ παίδων καὶ γυναι- “κῶν.” ὁ τοίνυν Θεὸς ὀργιζόμενος ὅτι οὕτω ταχέως ἐξέβαλον τὴν μνήμην τῶν γεγενημένων, ὤμοσε μὴ εἰσελθεῖν τὴν γενεὰν ἐκείνη, τὴν ταῦτα εἰρηκυῖαν εἰς τὴν κατάπαυσιν. καὶ πάντες ἀπώλοντο ἐν τῇ ἐρήμῳ. ἐπεὶ οὖν ὁ Δαβὶδ φησὶν ὕστερον καὶ μετὰ ταῦτα, μετὰ τὴν ἐκείνων γενεὰν διαλεγόμενος ἔλεγεν, “ὅτι σήμερον ἐὰν “τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν,” ἵνα μὴ τὰ αὐτὰ πάθητε ἅπερ οἱ πρόγονοι οἱ ἡμέτεροι, καὶ ἀπο-

446
στερηθῆτε τῆς καταπαύσεως, δηλονότι ὡς οὔσης ἄλλης τινὸς καταπαύσεως ταῦτα λέγει. ἐπεὶ εἰ ἀπειληφότες ἤσαν τὴν κατά- κατάπαυσιν φησὶν, τίνος ἕνεκεν αὐτοῖς πάλιν λέγει, τὸ “ σήμερον ἐὰν “ τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν “ ὡς οἱ πατέρες ὑμῶν ;” τίς οὖν ἐστιν ἄλλη κατάπαυσις, ἀλλ’ ἣ ἡ βασιλεία τῶν οὐρανῶν, ἧς εἰκών ἐστι καὶ τύπος τὸ σάββατον;

Γρηγορίου Νύσσησ Ψαλμῶν. Καταφορικωτέραν δὲ ἀπειλὴν ὁ ψαλμὸς κατὰ τῶν ἀπιστούντων ἔχει, τῶν τὴν αὐτὴν ἐπιδειξαμένων κακόνοιαν, ἔν τε τοῖς τεσσαράκοντα ἔτεσι τῆς ἐν ἐρήμῳ διαγωγῆς, ἐν οἷς τὸν εὐεργέτην παρώξυναν, καὶ μετὰ ταῦτα τὴν δοθεῖσαν ἡμῖν διὰ τοῦ εὐαγγελίου κατάπαυσιν τῆς ἁμαρτίας μὴ προσδεχόμενοι, οἷς ἐξῆν σήμερον ἀκούσασι τῆς φωνῆς τοῦ δι’ ἡμᾶς εἰς τὸ σήμερον ἐλθόντος, καὶ ἐκ τῆς προαιωνίου τε καὶ ἀιδίου μεγαλειότητος εἰς χρονικὴν γένεσιν καταβάντος, ἀνοῖξαι αὐτοῖς τὴν εἴσοδον τῆς ἀναπαύσεως· ἀλλ’ ἀεὶ τὴν πλάνην καὶ τὴν ἀπι- στίαν ὁδηγὸν ἑαυτῶν προβαλλόμενοι ἔν τε τοῖς πρώτοις καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις, ὅρκῳ τῆς εἰσόδου τῆς εἰς τὴν κατά- κατάπαυσιν τοῦ Θεοῦ ἀπεκλείσθησαν. πῶς γὰρ ἂν εἰσέλθοιεν εἰς τὴν κατάπαυσιν οἱ ἑκουσίως ἑαυτοὺς τῆς εὐλογίας ἀλλοτριώσαντες ;

Χρυσοστόμου. Ο μέν τοι Παῦλος θεὶς τὴν μαρτυρίαν πᾶσαν, αὕτη δέ ἐστιν, “ σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ “ σκληρύνητε τὰς καρδίας ὑμῶν” καὶ τὰ ἑξῆς, τότε ἐπάγει,

βλέπετε ἀδελφοὶ, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος.

Τοῦ αὐτοῦ. Πόλλης φησὶν, ἐπιμελείας ὑμῖν δεῖ καὶ σπουδῆς, ὥστε φυλάξαι τὴν πίστιν, καὶ μὴ τὴν λώβην τῆς ἀπιστίας εἰσδέξασθαι. αὕτη γὰρ χωρίζει τοῦ ζῶντος Θεοῦ.

Τοῦ αὐτοῦ. Ἀπὸ δὲ σκληρότητος ἡ ἀπιστία γίνεται. καὶ καθάπερ τὰ πεπωρωμένα τῶν σωμάτων καὶ σκληρὰ, οὐκ εἴκει ταῖς τῶν ἰατρῶν χερσὶν, οὕτω καὶ αἱ ψυχαὶ αἱ σκληρυνθεῖσαι οὐκ εἴκουσι τῷ λόγῳ τοῦ Θεοῦ· εἰκὸς γάρ τινας καὶ ἀπιστεῖν λοιπὸν ὡς οὐκ ὄντων ἀληθῶν τῶν γενομένων. διὰ τοῦτο φησὶν, βλέπετε μὴ ἀπιστήσητε. ἐπειδὴ γὰρ ὁ τῶν μελλόντων λόγος οὐκ ἔστιν οὕτω πιθανὸς ὡς ὁ τῶν παρελθόντων, ἀναμιμνήσκει αὐτοὺς ἱστο-

447
ρίας ἐν ᾗ πίστεως ἐδεήθησαν. εἰ γὰρ οἱ πατέρες ὑμῶν φησιν, ἐπειδὴ οὐκ ἤλπισαν ὥσπερ ἐχρῆν ἐλπίσαι, ταῦτα ἔπαθον, πολλῷ μᾶλλον ὑμεῖς.

Κυρίλλου Ὁμιλία, καὶ Θησυρικῶν λβ΄. Θεὸν μέν ζῶντα φησὶ τὸν Χριστὸν, οὗ πάντη τε καὶ πάντως ἀφίστανται τῶν τῆς ἀληθείας δογμάτων ἀποπηδῶντες τινές. ἀλλὰ τι φησιν ὁ αὐτοῦ μαθητής; “ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν Κύριον, “ἐν αὐτῷ περιπατεῖτε.” παρελάβομεν δὲ ζῶντα Θεὸν καὶ Κύριον ἀληθῶς τὸν Χριστόν. καί γε εἰς Χριστὸν ἡ πίστις, καὶ ἐπ’ αὐτῇ τοῖς ἁγίοις τὰ γέρα καὶ ἡ ἀπέραντος χρεωστεῖται ζωή. τοῦτο γὰρ ἐκδιδάσκων ἡμᾶς αὐτός που φησίν· “ἀμὴν ἀμὴν λέγω ὑμῖν, “ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον.” εἴπερ οὖν ὁ τὴν πίστιν τὴν εἰς αὐτὸν ἀρνούμενος, καὶ καρδίαν ἀναλαβὼν πονηρὰν Θεοῦ ζῶντος ἀποστατεῖ, πῶς οὐ κατὰ φύσιν Θεὸς ὁ Υἱός; πῶς δὲ κτίσμα ἢ ποίημα τοῦτο ὑπάρχων; ὅπερ ἃν εἴη καὶ ὁ Πατὴρ, οὗ καὶ ἔστιν Υἱὸς, πάντα φέρων τὰ τοῦ γεννήσαντος ἴδια καὶ ἐξαίρετα. ζῶν γοῦν Θεὸς ὁ Πατὴρ, ζῶν δὲ ὁμοίως καὶ ὁ Υἱός.

Ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλῆται, ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τίς ἀπάτη τῆς ἁμαρτίας.

Τοῦ αὐτοῦ. καθ’ ἑκάστην γὰρ ἡμέραν τοὺς ἔτι ζῶντας προσήκει πᾶσαν ἑαυτῶν ποιεῖσθαι φροντίδα, ἵνα μὴ χώραν ἡ ἁμαρτία λαβοῦσα, ἀντίτυπον τὴν ἡμετέραν καρδίαν ἐργάσηται. σήμερον δὲ τὸν παρόντα κέκληκε βίον, καὶ ἀεὶ ἐστι τὸ σήμερον, ἕως ἃν συνεστήκῃ ὁ κόσμος. παρακαλεῖτε οὖν αὐτοὺς, τουτέστι, οἰκοδομεῖτε ἀλλήλους, ἀνορθώσατε ἑαυτοὺς ἵνα μὴ τὰ αὐτὰ γένηται, “ἵνα μὴ σκληρυνθῇ τίς ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας.” ὁρᾷς ὅτι τὴν ἀπιστίαν ἡ ἁμαρτία ποιεῖ. ὥσπερ γὰρ ἡ ἀπιστία βίον τίκτει πονηρὸν, οὕτω καὶ ψυχὴ, ὅταν εἰς βάθος ἔλθῃ κακῶν, καταφρονεῖ. καταφρονήσασα δὲ, οὐδὲ πιστεύειν ἀνέχεται, ὥστε ἀπαλλάξαι φόβου ἑαυτήν. “εἶπον γάρ,” φησιν, “οὐκ ὄψεται Κύριος, οὐδὲ “συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ.” καὶ πάλιν, “τὰ χείλη ἡμῶν παρ’ “ἡμῖν ἐστι, τίς ἡμῶν Κύριος ἐστί;” καὶ πάλιν, “ἕνεκεν τίνος “παρώργισεν ὁ ἀσεβὴς τὸν Θεὸν, εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ οὐκ

448
ἐκζητήσει.” καὶ πάλιν, “εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός.” “διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν,” “οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι.” καὶ ὁ Χριστὸς δὲ, τοῦτο αὐτό φησι· “πᾶς ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς.” “οὐκοῦν κἄν τις ἡμαρτηκὼς ᾖ, μηδέποτε ἀπελπιζέτω ἕως ἃν ζῇ. ἕως γὰρ ἃν ᾖ τὸ σήμερον, ἐλπίδας ἔχει. μάλιστα μὲν οὖν, φησὶν, μηδὲ ἔστω καρδία πονηρὰ ἀπιστίας· εἰ δὲ καὶ γένοιτο, μηδεὶς ἀπογινωσκέτω ἀλλὰ ἀναλαμβανέτω ἑαυτόν· ἕως γὰρ ἐσμὲν ἐν τῷδε τῷ κόσμῳ, τὸ σήμερον ἔχει καιρόν. ἐνταῦθα δὲ οὐ τὴν ἀπιστίαν μόνον λέγει ἀλλὰ καὶ τοὺς γογγυσμούς. ἀπάτην δὲ ἁμαρτίας ἣ τὴν ἀπάτην τοῦ διαβόλου φησὶν, ἀπάτη γάρ ἐστιν ὄντως τὸ μηδὲν περὶ τῶν μελλόντων προσδοκᾶν, τὸ νομίζειν ὅτι ἀνεύθυνα ἔσται τὰ ἡμέτερα, καὶ ὅτι τῶν πεπραγμένων ἡμῖν ἐνταῦθα, οὐ δώσομεν δίκην, οὐδὲ ἔσται ἀνάστασις· ἢ ἑτέρως ἀπάτη ἐστὶν ἡ ἀναλγησία, ἡ ἀπόγνωσις· τὸ γὰρ λέγειν, τι λοιπόν; ἅπαξ ἥμαρτον, οὐκ ἔχω ἐλπίδα τοῦ ἀνακτήσασθαι ἐμαυτὸν, ἀπάτη ἐστί. καθάπερ δὲ οἱ τύλοι τοῦ σώματος νεκροῦνται λοιπὸν, καὶ οὐδεμίαν αἴσθησιν ἔχουσιν, οὕτω καὶ ψυχὴ ὅταν πολλοῖς κατασχέθῃ πάθεσιν, νεκροῦται πρὸς τὴν ἀρετήν. κἂν ὁτιοῦν προσενέγκῃς, οὐ λαμβάνει τοῦ πράγματος αἴσθησιν, ἀλλὰ κἂν κόλασιν, κἂν ὁτιοῦν ἀπειλήσῃς, ἀνάλγητος μένει. “διὰ τοῦτο,” φησὶ, “παρακαλεῖτε “ἑαυτούς· ὅρα τὸ ἥμερον καὶ προσηνὲς, οὐκ εἶπεν ἐπιτιμᾶτε, ἀλλὰ “παρακαλεῖτε.” οὕτως ἡμᾶς χρὴ τοῖς ἀπὸ θλίψεως στενοχωρουμένοις προσφέρεσθαι. τοῦτο καὶ Θεσσαλονικεῦσι γράφων φησὶ, “νουθετεῖτε τοὺς ἀτάκτους.” περὶ δὲ τῶν ὀλιγοψύχων οὐχ οὕτως, ἀλλὰ τί; “παραμυθεῖτε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε “ἀσθενούντων, μακροθυμεῖτε πρὸς πάντας,” τουτέστι μὴ ἀπελπίσητε, μὴ ἀπογνῶτε. τὸν γὰρ ἀπὸ θλίψεως στενοχωρούμενον ὁ μὴ παρακαλῶν σκληρότερον ποιεῖ. ὲἶτα ἐλπίδας αὐτοῖς ἐντίθησι λέγων,

Μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ.

Μονονουχὶ λέγων, ὁ οὕτως ἡμᾶς ἀγαπήσας, ὁ τοσούτων καταξιώσας, ὥστε αὐτοῦ σῶμα ποιῆσαι, οὐ περιόψεται ἀπολλυμένους. ἐννοήσωμεν τίνων κατηξιώθημεν, ἡμεῖς καὶ ὁ Χριστὸς ἓν ἐσμὲν,

449
μετέχομεν αὐτοῦ, ἓν ἐγενόμεθα ἡμεῖς καὶ αὐτὸς, εἴπερ αὐτὸς μὲν κεφαλὴ, ἡμεῖς δὲ σῶμα, συγκληρονόμοι καὶ σύσσωμοι ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ. μὴ τοίνυν ἀποστῶμεν αὐτοῦ. κἀκεῖνο δὲ αἰνίττεται τὸ εἰρημένον ἑτέρωθι, ὅτι εἰ ὑπομένωμεν, καὶ συμβουλεύσομεν z . τοῦτο γάρ ἐστι μέτοχοι γεγόναμεν, των ἀυτῶν μετέχομεν·

Ἐάν περ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν.

“Ἀρχὴν ὑποστάσεως” τὴν πίστιν λέγει. δι’ ἧς ὑπέστημεν καὶ γεγεννήμεθα καὶ συνουσιώθημεν ὡσάν τις εἴποι· ἣ καὶ οὕτω κεκοινωνήκαμεν τῷ δεσπότῃ Χριστῷ διὰ τοῦ παναγίου βαπτίσματος τοῦ θανάτου, καὶ συνταφέντες αὐτῶ ἐν τῶ τύπω τῆς ἀναστάσεως γεγεννήμεθα. εἴ περ ἄρα βεβαίαν τὴν πίστιν φυλάξαιμεν, δι’ ἧς ἐνεουργήθημεν καὶ συνήφθημεν τῷ δεσπότῃ Χριστῷ, καὶ τῆς τοῦ παναγίου Πνεύματος μετειλήφαμεν χάριτος. εἶτα πάλιν τὸν προφητικὸν ἀναλαμβάνει λόγον, καὶ φοβεῖ ἀπὸ τῶν σκυθρωποτέρων λέγων,

Ἐν τῷ λέγεσθαι, σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ. τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ’ οὐ πάντες οἱ ἐξ Αἰγύπτου ἐξελθόντες διὰ Μώσεως. τίσι δὲ προσώχθησε τεσσαράκοντα ἔτη; οὐχὶ τοῖς ἀπειθήσασιν, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ; τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι’ ἀπιστίαν. φοβηθῶμεν οὖν μή ποτε καταλειπομένης ἐπαγγελίας εἰσελθὼν εἰς τὴν κατάβασιν αὐτοῦ, δοκῇ τίς ἐξ ὑμῶν ὑστερηκέναι.

Χρυσοστόμου. Καθ᾿ ὑπερβατόν ἐστι τοῦτο, τὸ ἀκόλουθον δὲ οὕτως ἔχει, ἐν τῷ λέγεσθαι “σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ “ἀκούσητε μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. φοβηθῶμεν μή [*](z Leg. συμθασιλεύσομεν.)

450
“ποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυ- “σιν αὐτοῦ, δοκῆ τις ἐς ὑμῶν ὑστερηκέναι.” τὰ δὲ λοιπὰ μεταξὺ ἔγκειται. εἰπὼν γὰρ πάλιν τὴν μαρτυρίαν, εἶτα βουλόμενος αὐτοὺς φοβῆσαι, δείκνυσι τοῦτο αὐτὸ δι’ ὧν φησὶ, “τίνες γὰρ “παρεπίκραναν” καὶ τὰ ἑξῆς. ἐπάγει δὲ τὴν ἐρώτησιν ὅπερ ποιεῖ τὸν λόγον σαφῆ. εἶπε, γάρ φησι, “σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ “ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπι- “κρασμῷ.” τίνων, φησὶ, μέμνηται σκληρυνθέντων; τίνων δὲ ἀπειθησάντων; οὐ τῶν Ἰουδαίων;

Θεοδωρίτου. Ὥστε τὸ μέν “τινες ἀκούσαντες παρεπίκρα- “ναν,” κατ’ ἐρώτησιν ἀναγνωστέον, τὸ δὲ “ἀλλ᾿ οὐ πάντες,” μὴ ἀποφαντικῶς ἀλλὰ καθ’ ὑπόκρισιν. οὕτω γὰρ νοεῖν τὰ ἑξῆς παρασκευάζει. πλὴν γὰρ Χαλὲβ τοῦ ’Iεφονῆ, καὶ Ἰησοῦ τοῦ Ναβῆ, ἑξακόσιαι διεφθάρησαν χιλιάδες. τούτους γὰρ εἶπεν ἐξεληλυθότας ἐξ Αἰγύπτου, ἀπειθήσαντας δὲ πάλιν ὠνόμασε, τοὺς μὴ πιστεύσαντας ταῖς θείαις ἐπαγγελίαις. τοῦ γὰρ Θεοῦ παρεγγυήσαντος εἰς τὴν ἐπηγγελμένην ἀπᾶραι γῆν, ἀντεῖπον ἐκεῖνοι προβαλλόμενοι τὸ χρέως καὶ τῶν πολεμίων τὸ μέγεθος. οὗ δὴ χάριν ὁ τῶν ὅλων Θεὸς ἅπαντας κατὰ μέρος ἐν τῇ ἐρήμῳ καταναλώσας, τοὺς ἐκείνων παῖδας ἀντ’ ἐκείνων εἰσήγαγε. ταῦτα παρενθεὶς ὁ Παῦλος, ὥστε διὰ τούτων δειδίξασθαι καὶ παρασκευάσαι προσμεῖναι τὰς δεδομένας ἐλπίδας, περὶ τῆς καταπαύσεως λοιπὸν ποιεῖται τὸν λόγον, διδάσκων ὡς ἄνωθεν ὁ προφήτης Δαβὶδ ταύτην ἡμῖν προεθέσπισεν, ἐπηγγείλατό φησιν ἡμῖν ὁ Δαβὶδ ὡς ἑτέρα ἐστὶ κατάπαυσις. σπουδάσωμεν τοίνυν ταύτης τυχεῖν, ἵνα μὴ ἐκείνοις τὰ ὅμοια πάθωμεν. “καὶ γὰρ ἐσμὲν εὐηγγελι- “σμένοι καθάπερ ἐκεῖνοι.” ἐν τῷ λέγεσθαι, “σήμερον, ἐὰν τῆς “φωνῆς αὐτοῦ ἀκούσητε,’ τὸ γὰρ σήμερον ἀεί ἐστιν.

Χρυσοστόμου. Εἶτα δεικνὺς ὅτι οὐκ ἀπόχρη εἰς σωτηρίαν τῶν λόγων ἀκρόασις, ἀλλὰ προσήκει ταύτην καὶ μετὰ πίστεως δέξασθαι, καὶ βεβαίως φυλάξαι, ἐπάγει,

Ἀλλ’ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους μὴ συγκεκραμμένους τῆ πίστει τοῖς ἀκούσασι.

451

Θεοδωρίτου. Τί γὰρ ὤνησεν ἡ τοῦ Θεοῦ ἐπαγγελία τοὺς ταύτην δεξαμένους μὴ πιστῶς δεξαμένους, καὶ τῆ τοῦ Θεοῦ δυνάμει τεθαρρηκότας, καὶ οἷον τοῖς τοῦ Θεοῦ λόγοις ἀνακραθέντας;

Χρυσοστόμου. Ἐνταῦθα δείκνυσιν πῶς ὁ λόγος οὐκ ὠφέλησεν, ὅτι ἐκ τοῦ μὴ συγκραθῆναι αὐτοὺς τῇ πίστει τοῖς ἀκούσασιν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ἤκουσαν κἀκεῖνοι ὥσπερ ἡμεῖς ἠκούσαμεν· ἀλλ’ οὐδὲν ὄφελος αὐτοῖς γέγονε. μὴ τοίνυν νομίσητε ὅτι ἀπὸ τοῦ ἀκούειν τοῦ κηρύγματος ὠφεληθήσεσθε. ἐπεὶ κἀκεῖνοι ἤκουσαν, ἀλλ’ οὐδὲν ἀπώναντο, ἐπειδὴ μὴ ἐπίστευσαν· οἱ δὲ περὶ Χαλὲβ καὶ Ἰησοῦν, ἐπειδὴ μὴ συνεκράθησαν τοῖς ἀπιστήσασι, τουτέστιν συνεφώνησαν, διέφυγον τὴν κατ’ ἐκείνων ἐναχθεῖσαν τιμωρίαν. ὅρα τὸ θαυμαστὸν, οὐκ εἶπεν οὐ συνεφώνησαν, ἀλλ’ “οὐ συνεκράθησαν,” δηλῶν ἐντεῦθεν ὅτι ἀστασιάστως διέστησαν, ἐκείνων πάντων μίαν καὶ τὴν αὐτὴν γνώμην ἐσχηκότων. ἐνταῦθά μοι δοκεῖ καὶ στάσιν αἰνίττεσθαι, εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες, εἶτα τοῦτο βεβαιῶν ἐπήγαγε,

Καθὼς εἴρηκεν, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.

Ἐπεὶ δὲ εἰκὸς ἦν εἰπεῖν τινα, καὶ μὴν τοῦτο οὐ τοῦ ἡμᾶς εἰσελεύσεσθαι δηλωτικόν ἐστιν, ἀλλὰ τοῦ ἐκείνους μὴ εἰσεληλυθέναι, τί ποιεῖ; σπουδάζει δεῖξαι τέως ὅτι ὥσπερ ἡ κατάπαυσις ἐκείνη οὐ κωλύει ἑτέραν κατάπαυσιν λέγεσθαι, οὕτως οὐδὲ αὕτη τὴν τῶν οὐράνων.

Θεοδωρίτου. Τρεῖςγὰρ Θεοδωρίτου. Τρεῖς γὰρ δεῖξαι βούλεται καταπαύσεις ἐν θείᾳ γραφῇ. καὶ πρῶτον μὲν, τὴν ἑβδόμην ἡμέραν ἐν ᾗ τὴν κτίσιν πεπλήρωκεν ὁ Θεὸς, δευτέραν δὲ, τῆς ἐπαγγελίας τὴν γῆν, τρίτην δέ γε τὴν βασιλείαν τῶν οὐρανῶν. κατασκευάζει δὲ τὴν ταύτης ἀπόδειξιν, ἀπὸ τῆς προφητικῆς μαρτυρίας, εἰ γὰρ μὴ ἀληθῶς φησὶν, ἐστὶν ἑτέρα κατάπαυσις. τί δήποτε τοὺς τὴν δευτέραν δεξαμένους· καὶ παρεγγυᾷ μὴ σκληρύναι τὴν καρδίαν, καὶ ἀπειλεῖ τιμωρίαν, καὶ τῶν τῆς δευτέρας καταπαύσεως καταπεφρονηκότων ποιεῖται τὴν μνήμην. κατὰ τάξιν δὲ ταύτας τίθησι, καὶ πρώτην μὲν τῆς δευτέρας ἡμέρας.

452

Καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων. εἴρηκε γάρ που περὶ τῆς ἑβδόμης οὕτως· καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῆ ἑβδόμη ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ.

Ὅτι, φησὶν, οὐ περὶ ἐκείνης ὁ μακάριος λέγει Δαβὶδ, δῆλον. πρὸ πολλῶν γὰρ γενεῶν ἐκείνη γεγένηται τοῦ Δαβίδ. ἐν γὰρ τῇ ἑβδόμῃ ἡμέρᾳ πεπλήρωκε τὴν φύσιν ὁ τῶν ὅλων Θεός.

Χρυσοστόμου. Τέως οὖν δείκνυσιν ὅτι οὐκ ἔτυχον ἐκεῖνοι καταπαύσεως, ὅτι γὰρ τοῦτο λέγει, δῆλον ἐξ ὧν ἐπάγει,

Καὶ ἐν τούτῳ πάλιν, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.

Θεοδωρίτου. Ὁρᾷς ὅπως οὐ κωλύει ἐκείνη, ταύτην κατάπαυσιν.

Ἀλλ᾿ ὁμώς καὶ ταῦτα σαφῶς ἐπιστάμενος ὁ προφήτης, οὐδὲν ἧττον ἑτέραν κατάπαυσιν ἐπαγγέλλεται,

Ἐπεὶ οὖν ὑπολείπεταί τινας εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι’ ἀπείθειαν, πάλιν τινὰ ὁρίζει ἡμέραν, σήμερον ἐν Δαβὶδ λέγων, μετὰ τοσοῦτον χρόνον, καθὼς εἴρηται.

Χρυσοστόμου. Τί ἐστιν ὁ φησιν; ἐπεὶ ὀφείλουσι τινὲς εἰσελθεῖν πάντως, ἐκεῖνοι δὲ οὐκ εἰσῆλθον, πάλιν ὁρίζει τρίτην ἄλλην κατάπαυσιν. ὅτι δὲ εἰσελθεῖν χρὴ, καὶ δεῖ τινὰς εἰσελθεῖν, ἀκούσομεν πόθεν τοῦτο κατασκευάζει, ὅτι μετὰ τοσαῦτα ἔτη φησὶν λέγει πάλιν ὁ Δαβὶδ, “σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ “ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν.”

Θεοδωρίτου. Εἶτα διδάσκων ὡς οὐ περὶ τῆς Παλαιστίνης ταῦτα φησὶν ὁ προφήτης, ἐπισυλλογίζεται,

Εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἃν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας.

Οὐκ ἄν, φησι, περὶ ἐκείνης εἶπε τῆς γῆς. εἰς ἐκείνην γὰρ αὐτοὺς εἰσήγαγεν Ἰησοῦς ὁ τοῦ Ναβῆ. ἐν αὐτῇ δὲ ἦν καὶ ὁ θεῖος Δαβὶδ ὅτε ταύτην ἐπηγγέλλετο τὴν κατάπαυσιν. δῆλον οὖν ὡς

453
μελλόντων τινῶν τεύξεσθαι τινος ἀμοιβῆς, ταῦτα λέγει, εἶτα συλλογιστικῶς,

Ἄρα οὖν ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.

Οὐ κατ’ ἐρώτησιν τὸ ἄρα, ἀλλὰ κατὰ ἀπόφασιν ἀναγνωστέον. σαββατισμὸν δὲ τὴν κατάπαυσιν κέκληκεν. ἐπειδὴ ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων ὣν ἐποίησεν, ἐν τῷ μέλλοντι δὲ βίῳ ἄλυπος ἔσται ζωὴ καὶ πόνων ἐλευθέρα καὶ φροντίδων ἀπηλλαγμένη, σαββατισμὸν τοίνυν ὠνόμασε τὴν τῶν σωματικῶν ἔργων ἀπαλλαγήν· τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς,

Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αἰτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.

Καὶ πῶς ἐν τῷ Εὐαγγελίῳ φησὶν, “ὁ Πατήρ μου ἕως ἄρτι “ἐργάζεται, κἀγὼ ἐργάζομαι;” οὐκ ἐναντία λέγων, ἄπαγε. ἐνταῦθα μὲν γὰρ τὸ κατέπαυσε δηλοῖ, ὅτι τοῦ παράγειν εἰς τὸ εἶναι ἐπαύσατο, ἐκεῖ δὲ τὴν διηνεκῆ αὐτοῦ δηλοῖ πρόνοιαν, καὶ τὸ διακρατεῖν τὰ γεγενημένα. ὥσπερ οὖν ὁ τῶν ὅλων Θεὸς ἐν τῇ ἕκτῃ ἡμέρᾳ πᾶσαν τὴν κτίσιν πεπληρωκὼς, ἐν τῇ ἑβδόμῃ ἐπαύσατο τοῦ δημιουργεῖν, οὕτως οἱ τόνδε τὸν βίον ὑπεξελθόντες καὶ εἰς ἐκεῖνον μεταβάντες, τῶν παρόντων ἀπαλλαγήσονται πόνων. καὶ Ἰουδαίοις δὲ ὁ νόμος ἐκέλευσε τῷ σαββάτῳ τῶν μὲν σωματικῶν ἔργων ἀπέχεσθαι, μόναις δὲ προσφέρειν ταῖς ψυχαῖς ἐπιμέλειαν.

Χρυσοστόμου. Καλῶς οὑν συνεπέρανε τὸν λόγον· οὐ γὰρ κατάπαυσις, ἀλλὰ “σαββατισμὸς,” τὸ οἰκεῖον ὄνομα, καὶ ᾦ ἔχαιρον καὶ ἐπέτρεχον, σαββατισμὸν τὴν βασιλείαν καλῶν. ὥσπερ γὰρ ἐν τῷ σαββάτῳ πάντων μὲν τῶν πονηρῶν ἀπέχεσθαι κελεύει, ἐκεῖνα δὲ μόνα γίνεσθαι τὰ πρὸς λατρείαν τοῦ Θεοῦ, ἅπερ οἱ ἱερεῖς ἐπετέλουν, καὶ ὅσα ψυχὴν ὠφελεῖ καὶ μηδὲν ἕτερον, οὕτω καὶ τότε. ἀλλ’ αὐτὸς οὐχ οὕτως εἶπεν, ἀλλὰ τί; ὥσπερ ὁ Θεός, φησι, κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, οὕτως ὁ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ. ἐπειδὴ γὰρ περὶ ἀναπαύσεως αὐτοῖς ὁ λόγος ἦν, καὶ τοῦτο ἐπεθύμουν ἀκοῦσαι πότε ἔσται, εἰς τοῦτο τὸν

454
λόγον κατέκλεισεν. ὅρα δὲ πῶς ὅλον τὸν λόγον συνελογίσατο. ὤμοσε φησὶ τοῖς προτέροις μὴ εἰσελθεῖν αὐτοὺς εἰς τὴν κατάπαυσιν, καὶ οὐκ εἰσῆλθον, εἶτα μετ’ ἐκείνους χρόνῳ πολλῷ ὕστερον διαλεγόμενος τοῖς Ἰουδαίοις φησὶ, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς οἱ πατέρες ὑμῶν, δηλονότι ἔστιν ἄλλη κατάπαυσις. περὶ μὲν γὰρ τῆς Παλαιστίνης οὐκ ἔχομεν εἰπεῖν· εἶχον γὰρ αὐτὴν, περὶ δὲ τῆς ἑβδόμης, οὐκ ἔστιν εἰπεῖν. οὐ γὰρ δή που περὶ ταύτης διελέγετο τῆς πάλαι γεγενημένης. ἄρα ἑτέραν τινὰ αἰνίττεται τὴν ὄντως ἀνάπαυσιν, ἔνθα ἀπέδρα ὀδύνη, καὶ λύπη καὶ στεναγμός· ἔνθα οὐ φροντίδες, οὐ πόνος, οὐκ ἀγωνία, ἀλλ’ εἰρήνη, χαρὰ, εὐφροσύνη, ἀγαθοσύνη. οὐκ ἔστιν ἐκεῖ ζηλοτυπία, οὐ βασκανία, οὐ θάνατος οὕτος ὁ τοῦ σώματος, οὐκ ἐκεῖνος ὁ τῆς ψυχῆς, οὐ σκότος, οὐ νὺξ, ἀλλὰ πάντα ἡμέρα λαμπρὰ, πάντα φῶς· οὐκ ἔστι καμεῖν, οὐκ ἔστι κόρον λαβεῖν, ἀεὶ ἐν ἐπιθυμίᾳ τῶν ἀγαθῶν διατελέσομεν.

Ἰσιδώρου καὶ Χρυσοστόμου. Οὐ τοίνυν περὶ τῆς καταπαύσεως τῶν Ἐβραίων τῆς γενομένης ἐν τῇ Παλαιστίνῃ, διὰ τῆς Ιησοῦ τοῦ υἱοῦ Ναυῆ στρατηγίας, τῷ θεσπεσίῳ Παύλῳ ὁ λόγος. ἐκείνης γὰρ οὐδεὶς λόγος αὐτῷ. εἰς δὲ τὴν προσδοκωμένην ἔσεσθαι βλέπει, καὶ κατ’ ἐκείνης ὁ τῶν νοημάτων σκοπὸς συντείνεται. ὅτι δὲ τοῦτ’ ἔστιν ἀληθὲς, αὐτὸς ἑαυτὸν ἑρμηνεύει λέγων, “εἰ γάρ “αὐτοὺς Ἰησοῦς,” δηλονότι ὁ τοῦ Ναυῆ, “κατέπαυσεν, οὐκ ἃν “περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας. ἄρα ἀπολείπεται σαβ- “βατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.” εἰ γὰρ αὐτοὺς φησὶν ἐκεῖνος κατέπαυσεν, οὐκ ἂν ὁ Δαβὶδ μετὰ τοσαύτας γενεὰς γενόμενος, περὶ τῆς καταπαύσεως διαλεγόμενος ἔλεγε, “σήμερον ἐὰν τῆς “φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν “τῷ παραπικρασμῷ.” οὐκοῦν φησὶν ἡ ἀληθινὴ ἀνάπαυσις τῷ λαῷ τοῦ Θεοῦ, τουτέστι τοῖς εὐδοκίμως μετὰ τὴν πίστιν πολιτευσαμένοις, ἀπόκειται, οὐκ ἐν τῇ Παλαιστίνῃ, ἀλλ’ ἐν τῇ ὐπερκοσμίῳ Ἱερουσαλὴμ εὐτρεπισθεῖσα.

Βασιλείου ἐν Ἰσαΐαι. Σάββατα γὰρ ἀληθινὰ ἡ προκειμένη ἀνάπαυσις τῷ λαῷ τοῦ Θεοῦ, καὶ φθάνει γε ἐπ’ ἐκεῖνα τὰ σάββατα τὰ τῆς ἀναπαύσεως, παρ’ ᾧ ὁ κόσμος ἐσταύρωται. ὁ ἀποστὰς δηλονότι τῶν κοσμικῶν, καὶ ἐπὶ τὸν ἴδιον τόπον τῆς πνευματικῆς ἀναπαύσεως καταντήσας, ἐν οἷς ὁ γενόμενος οὐκέτι κινηθή-

455
σεται ἀπὸ τοῦ ἰδίου τόπου, ἡσυχίας καὶ ἀπραξίας περὶ τὴν κάτω στάσιν ἐκείνην ὑπαρχούσης· καὶ πῦρ οὐ καύσει ἐν τῇ αἰωνίᾳ καὶ οἰκείᾳ κατοικήσει, διὰ τὸ μὴ ἐπικομίζεσθαι ὕλην πῦρ ἀνάπτουσαν, ξύλον, χόρτον, καλάμην· καὶ βάσταγμα οὐκ ἀρεῖ ὁ μὴ ἔχων τὸ βαρὺ φορτίον τῆς ἀνομίας αὐτῷ ἐπικείμενον, ἀλλ’ ὄντως σάββατα τρυφερὰ ἀναπαύσεται.

Καήμεντοσ πρὸσ Ἕλληνασ. Ἀλλὰ γὰρ βοᾷ καὶ νῦν ὁ Κύριος, “σήμερον ἐὰν τῆς φωνῆς μου ἀκούσητέ, μὴ σκληρύνητε “τὰς καρδίας ὑμῶν,” μὴ οὖν περιφρονείτω τίς τοῦ λόγου, μὴ λάθῃ καταφρονῶν ἑαυτοῦ, ὡς οἱ πειράσοντες τὸν Θεὸν ἐν δοκιμασίᾳ. εἰ δὲ δοκιμασία τίς ἐστιν, εἰ θέλεις μαθεῖν, τὸ Ἅγιόν σοι Πνεῦμα ἐξηγήσεται. “εἶδον γὰρ ἔργα μου,” φησὶν, “τεσσαράκοντα ἔτη, καὶ “οὐκ ἔγνωσαν τὰς ὁδούς μου, διὸ οὐκ εἰσελεύσονται εἰς τὴν κατά- “παισίν μου. ὁρᾶτε τὴν ἀπειλὴν, ὁρᾶτε τὴν προτροπήν· μεγάλη τῆς ἐπαγγελίας αὐτοῦ ἡ χάρις. ἐὰν σήμερον τῆς φωνῆς αὐτοῦ ἀκούσωμεν. τὸ δὲ σήμερον καθ’ ἑκάστην αὔξεται τὴν ἡμέραν, ἔστ’ ἃν ἡ σήμερον ὀνομάζεται. μέχρι δὲ συντελείας ἡ σήμερον διαμένει, καὶ τότε ἡ ὄντως σήμερον, ἡ ἀνελλιπὴς τοῦ Θεοῦ ἡμέρα τοῖς αἰῶσι συνεκτείνεται. ἀεὶ οὖν τῆς φωνῆς ὑπακούσωμεν τοῦ θείου λόγου. ἡ σήμερον γὰρ ἀΐδιος αἰών ἐστι. καί γε πιστεύσασι μὲν καὶ ὑπακούουσιν, ἡ χάρις ὑπερπλεονάσει, ἀπειθήσασι δὲ καὶ πλανωμένοις κατὰ καρδίαν, ὁδούς τε τὰς κυριακὰς μὴ ἐγνωκόσιν, ἃς εὐθείας ποιεῖν καὶ εὐτρεπίζειν παρήγγειλεν ὁ Ἰωάννης, τούτοις προσώχθισεν ὁ ἕ καὶ ἀπειλεῖ. καὶ δὴ καὶ τὸ τέλος τῆς ἀπειλῆς αἰνιγματωδῶς ἀπειλήν φασιν οἱ παλαιοὶ τῶν Ἑβραίων πλανῆται. οὐ γὰρ εἰσελθεῖν εἰς τὴν κατάπαυσιν λέγονται διὰ τὴν ἀπιστίαν, πρὶν ἣ σφᾶς αὐτοὺς κατακολουθήσαντας τῷ Μωσέως διαδόχῳ, ὀψέ ποτε ἔργῳ μαθεῖν, οὐκ ἃν ἄλλως σωθῆναι μὴ οὐχὶ ὡς Ιησους πεπιστευκότας.

Χρυσοστόμου. “ Ἐδοκίμασάν με,” φησὶ, “καὶ εἶδον τὰ “ἔργα μου τεσσαράκοντα ἔτη.” ὁρᾷς ὅτι οὐ δεῖ τὸν Θεὸν ἀπαιτεῖν εὐθύνας ἀλλ’ ἀντιπροίστασθαι, ἄν τε μὴ, πιστεύειν αὐτῶ. ἐκείνοις γὰρ τοῦτο ἐγκαλεῖ νῦν, ὅτι ἐπείρασαν τὸν Θεόν. ὁ γὰρ βουλόμενος ἀποδείξεις λαβεῖν τῆς δυνάμεως ἣ τῆς προνοίας ἣ τῆς

456
κηδεμονίας αὐτοῦ, οὔπω πιστεύει, οὔτε δυνατὸν αὐτὸν εἶναι οὔτε φιλάνθρωπον.

Τοῦτο καὶ πρὸς τοὺς ἐξ Ἑβραίων πιστοὺς γράφων ὁ Παῦλος αἰνίττεται, βουλομένους ἴσως ἤδη τῆς δυνάμεως αὐτοῦ καὶ τῆς ὑπὲρ αὐτῶν προνοίας τὴν ἐξέτασιν καὶ τὸν ἔλεγχον λαβεῖν ἐν τοῖς πειρασμοῖς. προετρέψατο μὲν οὑν αὐτοὺς ἀπὸ τῶν χρηστῶν εἰπὼν, “μέτοχοι ἐσμὲν τοῦ Χριστοῦ,” εἶτα πάλιν ἀπὸ τῶν σκυθρωπῶν φήσας, “φοβηθῶμεν μήποτε καταλειπομένης ἐπαγγελίας, εἰσελ- “θεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ ὑστερήσωμεν.” ὅτι γὰρ ἐπήγγελται τίς κατάπαυσις, δῆλον καὶ ὁμολογούμενόν ἐστι. τὸ δὲ σήμερον φησὶν, ὥστε μηδέποτε ἀπελπίζειν αὐτούς· ἀεὶ δέ ἐστι τὸ σήμερον.

Βασιλείου. Τοῦτο δὲ ἀποσυλᾷ καθ’ ἑκάστην ὁ πονηρός. ἣ γὰρ οὐχὶ τὴν ἁμαρτίαν σήμερον ποιεῖν ὑποβάλλει, τὴν δὲ δικαιοσύνην εἰς τὴν αὔριον πείθει ἡμᾶς ταμιεύσασθαι; διὰ τοῦτο ὁ Κύριος ἀναλύων αὐτοῦ τὰς πονηρὰς συμβουλίας, “σήμερον,” φησὶν, “ἐὰν τῆς φωνῆς μου ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας “ὑμῶν.” ἐκεῖνος λέγει, σήμερον ἐμοὶ, καὶ τὴν αὔριον τῷ Κυρίῳ. ὁ Κύριος ἀντιβοᾷ, σήμερον τῆς ἐμῆς φωνῆς ἀκούσατε. νόησον τὸν ἐχθρὸν, οὐ τολμᾷ συμβουλεῦσαι καθόλου ἀποστῆναι Θεοῦ, οἶδεν ὅτι βαρὺ ἀκοῦσαι τοῦτο Χριστιανοῖς, ἀλλὰ τέχναις ἀπατηλαῖς μεθοδεύει τὴν ἐπιχείρησιν. σοφός ἐστι τοῦ κακοποιῆσαι. συνορᾷ, ὅτι κατὰ τὸ παρὸν ζῶμεν οἱ ἄνθρωποι, καὶ πᾶσα πρᾶξις κατὰ τὸ ἐνεστὼς ἐνεργεῖται. τὰ οὖν σήμερον κλέπτει ἡμῶν διὰ τῆς μεθοδείας, εἰς τὴν αὔριον ἡμῖν τὰς ἐλπίδας περιαφίησιν. εἶτα, ἐπειδὰν ἡ αὔριον ἔλθῃ, πάλιν ἔρχεται ὁ κακὸς συμμεριστὴς ἡμῶν, ἀξιῶν τὴν σήμερον ἑαυτῷ, τὴν δὲ αὔριον τῷ Κυρίῳ. καὶ οὕτως ἀεὶ τὸ μὲν παρὸν δι’ ἡδονῆς, τὸ δὲ μέλλον ταῖς ἐλπίσιν ἡμῶν προσαφιεὶς, λανθάνει ἡμᾶς ἀποβουκολῶν τῆς ζωῆς. ἀλλ’ ἡμεῖς αὐτοῦ μὴ ἀγνοήσωμεν τὰ νοήματα, ἀλλὰ τὸν θεῖον ζηλῶ μὲν Ἀντώνιον. ἦν ἐκείνῳ παράδοξος οὗτος ὁ λογισμός· οὐ γὰρ ἠξίου χρόνῳ μετρεῖν τὴν τῆς ἀρετῆς ὁδὸν, ἀλλὰ πόθῳ καὶ τῇ προαιρέσει· αὐτὸς οὖν οὐκ ἐμνημόνευε τοῦ παρελθόντος χρόνου, ἀλλὰ κα ἡμέραν ὡς ἀρχὴν ἔχων τῆς ἀσκήσεως, μείζω τὸν πόνον εἶχεν εἰς προκοπὴν, ἐπιλέγων

457
ἑαυτῷ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, καὶ τὸ τοῦ Ἡλιοῦ, “ζῇ Κύ- “ριος ᾧ παρέστην ἐνώπιον αὐτοῦ σήμερον.” παρετηρείτω γὰρ ὅτι σήμερον λέγων, οὐκ ἐμέτρει τὸν παρελθόντα χρόνον, ἀλλ’ ὡς ἀεὶ ἀρχὴν καταβαλλόμενος, καθημέραν ἐσπούδαζεν ἑαυτῷ τῷ Θεῷ παρεστάνειν τοιοῦτον οἷον χρὴ φαίνεσθαι τῷ Θεῷ.

Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πώη τῆς ἀπειθείας.

Χρυσοστόμου. Μέγα μὲν πίστις καὶ σωτήριον, καὶ ἄνευ οὐκ ἔνι σωθῆναι ποτέ. ἀλλ’ οὐκ ἀρκεῖ κἄ ἑαυτὴν τοῦτο ἐργάσασθαι, ἀλλὰ δεῖ καὶ πολιτείας ὀρθῆς. ὥστε διὰ τοῦτο καὶ Παῦλος τοῖς ἤδη μυστηρίων καταξιωθεῖσι παραινεῖ λέγων, “σπουδάσωμεν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν.” σπουδάσωμεν φησὶν, ὡς οὐκ ἀρκούσης τῆς πίστεως, ἀλλ’ ὀφείλοντος προστεθῆναι καὶ τοῦ βίου. δεῖ γὰρ ὄντως πολλῆς σπουδῆς ὥστε ἀνελθεῖν εἰς τὸν οὐρανόν. εἰ γὰρ γῆς οὐκ ἠξιώθησαν οἱ τοσαῦτα ταλαιπωρηθέντες ἐν τῇ ἐρήμῳ, ἐπειδὴ ἐγόγγυσαν καὶ ἐπόρνευσαν, πῶς τῶν οὐρανῶν ἡμεῖς καταξιωθησόμεθα, ἀδιαφόρως ζῶντες καὶ ῥαθύμως. ὅρα δὲ τὴν ζημίαν. οὐ μόνον μέχρι τοῦ μὴ εἰσελθεῖν, οὐ γὰρ εἶπε σπουδάσωμεν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν, ἵνα μὴ ἐκπέσωμεν τοσούτων ἀγαθῶν, ἀλλ’ ὃ μάλιστα τοὺς ἀνθρώπους διεγείρει, τοῦτο προσέθηκε. ποῖον δὴ τοῦτο; τὸ “ἵνα μὴ ἐν τῷ “αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας.” τί ἐστι τοῦτο; τουτέστιν ἵνα τὸν νοῦ ἔχωμεν ἐκεῖ, τὴν ἐλπίδα, τὴν προσδοκίαν, ἵνα μὴ ὁμοίως ἐκπέσωμεν. ὅτι γὰρ ἐκπεσούμεθα, τὸ ὑπόδειγμα δηλοῖ.

Θεοδωρίτου. Ὁ γὰρ ῥᾳστώνῃ συζῶν, καὶ μὴ ποθῶν τῶν ἀγαθῶν ἀπολαῦσαι, ταῖς ἐκείνων τῶν ἀπειθησάντων ὑπεύθυνος ἔσται κατηγορίαις.

Τί δέ ἐστιν ἐν τῷ αὐτῷ ὑποδείγματι τῆς ἀπειθείας; ὡς ἄν τις εἴποι διατί οὐκ εἶδον ἐκεῖνοι τὴν γῆν, ἔλαβον ἀρραβῶνα τῆς θείας δυνάμεως, δέον πιστεῦσαι, πλέον τῷ φόβῳ ὀδόντες, καὶ μηδὲν μέγα περὶ τοῦ Θεοῦ φαντασθέντες, καὶ ὀλιγοψυχήσαντες, οὕτως ἀπώλοντο. ἐστι δὲ καὶ ἕτερόν τι ἐρεῖν, οἷον ὅτι τὸ πλέον ἀνύσαντες

458
τῆς ὁδοῦ, ὅτε πρὸς αὐταῖς ταῖς θύραις ἐγένοντο, πρὸς αὐτῷ τῷ λιμένι κατεποντίσθησαν, τοῦτο καὶ περὶ ὑμῶν δέδοικά φησιν. ὅτι γὰρ καὶ οὗτοι πολλὰ ἔπαθον, ὕστερον αὐτοῖς μαρτυρεῖ λέγων, “ἀναμνήσθητε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπομείναντες παθημάτων.” μηδεὶς οὖν ὀλιγοψυχείτω, μηδὲ πρὸς τὸ τέλος ἀπαγορεύων καταπιπτέτω. εἰσὶ γὰρ εἰσὶν οἳ παρὰ τὴν ἀρχὴν μὲν, μετὰ ἀκμαζούσης προθυμίας προσβάλλουσιν, ὕστερον δὲ, μικρὸν τῷ παντὶ προσθῆναι μὴ βουληθέντες, τὸ πᾶν ἀπώλεσαν. ἱκάνοι φησιν οἱ πρόγονοι παιδεῦσαι ὑμᾶς μὴ τοῖς αὐτοῖς περιπεσεῖν, μὴ τὰ αὐτὰ παθεῖν. τοῦτό ἐστιν, “ἐν τῷ “αὐτῷ ὑποδείγματι τῆς ἀπειθείας.” μὴ ἐκλυώμεθα φησὶν ὃ καὶ πρὸς τῷ τέλει λέγει, “τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλε- “λυμένα γόνατα ἀνορθώσατε.” κάλλιστα δὲ εἴρηται καὶ τὸ πέση, τοῦτο γὰρ πεσεῖν ὄντως ἐστιν. εἶτα ἴνα μὴ ἄκουσας “ἐν τῷ αὐτῷ ὑποδείγματι πέσῃ” τὸν αὐτὸν θάνατον ὑπολάβῃς ὅν περ κἀκεῖνοι ὑπέμειναν, μηδὲ νομίσῃς ὅτι ἁπλῶς τῆς ἀναστάσεως ἀποστερηθήσονται μόνον, ἐπάγει καὶ κόλασιν, καὶ τὸ φρίκης γέμον ἐπιδείκνυσι μυστήριον, καὶ ὅρα τί φησιν,

Σῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον.

Χρυσοστόμου. Δείκνυσιν ἐνταῦθα ὅτι κἀκεῖνα αὐτὸς ὁ τοῦ Θεοῦ λόγος, καὶ ζῇ, καὶ οὐκ ἐσβέσθη. μὴ τοίνυν ἐπειδὴ λόγον ἤκουσας, ἁπλῶς νομίσῃς μαχαίρας γάρ ἐστι φησι τομώτερος. ὅρα τὴν συγκατάβασιν, καὶ ἐνταῦθα σκόπει τίνος ἕνεκεν ἐδεήθησαν καὶ οἱ προφῆται εἰπεῖν, τόξον καὶ ῥομφαίαν καὶ μάχαιραν, λέγοντες, “ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον “αὐτοῦ ἐνέτεινε καὶ ἡτοίμασεν αὐτό.” εἰ γὰρ νῦν μετὰ τοσοῦτον χρόνον οὐ δύναται τὸ τοῦ λόγου ὀνόματι καταπλῆξαι μόνον, ἀλλὰ δεῖται τούτων τῶν ῥητῶν ἵνα δείξῃ τὴν ὑπεροχὴν τῆς συγκρίσεως, πολλῷ μᾶλλον τότε. πάσης οὖν φησι μαχαίρας χαλεπώτερον εἰς τὰς τούτων ψυχὰς ἐμπίπτει ὁ λόγος, χαλεπὰς πληγὰς ἐργαζόμενος, καὶ καιρίας δίδωσι τομὰς, καὶ τούτων ἀπόδειξιν οὐ δεῖται παρασχεῖν, οὐδὲ κατασκευάσαι, ἔχων οὕτω τὴν διήγησιν φοβεράν. ποῖος γὰρ πόλεμος ἐκείνους ἀπώλεσε φησὶ, ποῖα μάχαιρα· καὶ

459
οὐχ ἁπλῶς αὐτόματοι κατέπιπτον, μηδὲ γὰρ ἐπειδὴ μὴ ἐπάθωμεν τὰ αὐτὰ, ἀμεριμνήσωμεν, μέχρις οὗ τὸ σήμερον λέγεται, ἔξεστιν ἡμῖν ἀνακτήσασθαι.

Ἰσιδώρου. Ὁ θειότατος μέν τοι καὶ ἄρρητος τοῦ Πατρὸς ὁ παρ’ ἡμῶν προσκυνούμενος, εἰκότως Λόγος προσαγορεύεται· οὐχ ὅτι Λόγος μόνον ἐστὶ, καὶ τοῦ Πατρὸς ἑρμηνευτὴς, ὥς τινες οἴονται, ἀλλ’ ὅτι καὶ θᾶττον ἢ λόγος δημιουργεῖ, καὶ ἀπαθῶς ἐτέχθη. Λόγος δὲ ὣν ἐνυπόστατός ἐστι, καὶ οἰκείαν ἰδιότητα ἔχει. ὅτι δὲ οὐκ ἔστιν ἀνυπόστατος, αὐτὸς ὁ Λόγος λόγους ἔχειν φράζει, λέγων, “ὁ ἀκούων μου τοὺς λόγους καὶ ποιῶν αὐτούς.” εἰ οὖν ὁ λόγος λόγους ἔχει, οὐκ ἔστιν ἀνυπόστατος, ἀλλ’ ἐνυπόστατος ὣν, διὰ τὸ ἀπαθῶς προεληλυθέναι Λόγος προσαγορεύεται.

Ἀοανασίου κατὰ εἰδώλων. Λόγον γάρ φαμεν Θεοῦ, οὐ ἐν ἑκάστῳ τῶν γινομένων συμπεπλεγμένον καὶ συμπεφυκότα, ὃν δὴ καὶ σπερματικὸν τινὲς εἰώθασι καλεῖν, ἄψυχον ὄντα καὶ μηδὲν ληιζόμενον, μήτε νοοῦντα, ἀλλὰ τῇ ἔξωθεν τέχνῃ μόνον ἐνεργοῦντα, κατὰ τὴν τοῦ ἐπιβάλλοντος αὐτῷ ἐπιστήμην. οὐδὲ οἷον ἔχει τὸ λογικὸν γόος λόγον τὸν ἐκ συλλαβῶν συγκείμενον, καὶ ἐν ἀέρι σημαινόμενον, ἀλλὰ τὸν τοῦ ἀγαθοῦ καὶ Θεοῦ τῶν ὅλων ζῶντα καὶ ἐνεργῆ Θεὸν, αὐτολόγον λέγω, ὃς ἄλλος μέν ἐστι τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως, ἴδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ Πατρὸς ὑπάρχει Λόγος, ὃς τόδε τὸ πᾶν διεκόσμησε· Λόγος δὲ ὣν, οὐ κατὰ τὴν τῶν ἀνθρώπων ὁμοιότητα, ὥσπερ εἶπον, συγκείμενός ἐστιν ἐκ συλλαβῶν, ἀλλὰ τοῦ ἑαυτοῦ Πατρὸς εἰκών ἐστιν ἀπαράλλακτος. ἄνθρωποι μὲν γὰρ ἐκ μερῶν συγκείμενοι, καὶ ἐκ τοῦ μὴ ὄντος γενόμενοι, συγκείμενον ἔχουσι καὶ διαλυόμενον τὸν ἑαυτῶν λόγον· ὁ δὲ Θεὸς ὤν ἐστιν καὶ οὐ σύνθετος· διὸ καὶ ὁ τούτου Υἱὸς, ὤν ἐστι καὶ οὐ σύνθετος, ἀλλ’ εἰς καὶ μονογενὴς Θεὸς ἐκ Πατρὸς οἷα πηγῆς ἀγαθῆς ἀγαθὸς προελθὼν, τὰ πάντα διακοσμεῖ καὶ συνέχει.

Εὐσεβίου Εὐαγγελικὰ Θεοφάνεια. Ὥσπερ δὲ ἐπὶ τοῦ ἡμᾶς παραδείγματος, ὁ μὲν ἀόρατος καὶ ἀφανὴς ἐν ἡμῖν νοῦς, ὃν ὅστις ποτε καὶ ὁποῖος ὣν τὴν οὐσίαν ὑπάρχει, οὐδεὶς πώποτε ἀνθρώπων ἔρω, βασιλεὺς δ᾿ οἷα ἐν ἀπορρήτοις εἴσω τοῖς αὐτοῦ ταμείοις καθιδρυμένος τὰ πρακταῖα βούλεται· λόγος δ’ ἐξ αὐτοῦ

460
πρόεισι μονογενὴς, οἷα πατρὸς ἐξ ἀδύτων μυχῶν γεγεννημένος, ὃς δὴ καὶ πρῶτος τῶν πατρικῶν τοῖς πᾶσι καθίσταται νοημάτων ἄγγελος, εἰς φανερόν τις κηρύττει τὰ ἐν ἀπορρήτοις τῷ πατρὶ βεβουλευμένα, ἔργοις τε ἐπιτελεῖ τὰ βουλεύματα, προιὼν εἰς τὰς πάντων ἀκοάς· εἶθ᾿ οἱ μὲν τῆς ἐκ τοῦ λόγου μεταλαμβάνουσιν ὠφελείας, τὸν δ᾿ ἀφανῆ καὶ ἀόρατον νοῦν τὸν τοῦ λόγου πατέρα, οὐδεὶς πώποτε ὀφθαλμῶν εἶδε· κατὰ ταῦτα δὴ, μᾶλλον δ ἐπέκεινα πάσης εἰκόνος καὶ παραδείγματος, ὁ τοῦ παμβασιλέως Θεοῦ τέλειος Λόγος, οἷα μονογενὴς, οὐ προφορικῇ δυνάμει συνεστὼς, οὐδ᾿ ἐκ συλλαβῶν ὀνομάτων τε καὶ ῥημάτων τὴν φύσιν κατεσκευασμένος, οὐδ’ ἐν φωνῇ δι’ ἀέρος πληττομένη σημαινόμενος, Θεοῦ δὲ τοῦ ἐπὶ πάντων ζῶν καὶ ἐνεργὴς ὑπάρχων Υἱὸς Λόγος, κατ’ οὐσίαν τε ὑφεστὼς οἷα Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, πρόεισι μὲν τῆς πατρικῆς θεότητος, ἀγαθοῦ δὲ Πατρὸς ἀγαθὸν τυγχάνει γέννημα, αὐτοζωὴ, αὐτοφῶς, γέννημα νοερὸν φωτὸς ἀλήκτου, διὰ πάντων χωρῶν, ἐν πᾶσι τε ὣν καὶ πάντα ἐπιπορευομενος.

Γρηγορίου Νύσσησ κατηχητικόν. Ἀλλαμὴν καὶ ὁ ὁμωνύμως λέγεται λόγος, οὐκοῦν εἴτις λέγοι καθ’ ὁμοιότητα τὴν παρ’ ἡμῖν, καὶ τὸν τοῦ Θεοῦ λόγον ὑπονοεῖν, οὕτω μεταχθήσεται πρὸς τὴν ὑψηλοτέραν ὑπόληψιν. ἀνάγκη γὰρ πᾶσα κατάλληλον εἶναι πιστεύειν τῇ φύσει τὸν Λόγον ὡς καὶ τὰ ἄλλα πάντα. καὶ γὰρ δύναμίς τε καὶ ζωὴ καὶ σοφία περὶ τὸ ἀνθρώπινον βλέπεται, ἀλλ’ οὐκ ἄν τις ἐκ τῆς ὁμωνυμίας τοιαύτην καὶ ἐπὶ τοῦ Θεοῦ τὴν ζωὴν καὶ τὴν δύναμιν ἣ τὴν σοφίαν ὑπονοήσειεν. ἀλλὰ πρὸς τὸ τῆς φύσεως τῆς ἡμετέρας μέτρον συνταπεινοῦνται καὶ αἱ τῶν τοιούτων ὀνομάτων ἐμφάσεις. ἐπειδὴ γὰρ φθαρτὴ καὶ ἀσθενὴς ἡμῶν ἡ φύσις, διὰ τοῦτο ὠκύμορος ἡ ζωὴ, ἀνυπόστατος ἡ δύναμις, ἀπαγὴς ὁ λόγος. ἐπὶ δὲ τῆς ὑπερκειμένης φύσεως τῷ μεγαλείῳ τοῦ θεωρουμένου πᾶν τὸ περὶ αὐτῆς λεγόμενον συνεπαίρεται. οὐκοῦν κάη Λόγος Θεοῦ λέγηται, οὐκ ἐν τῇ ὁρμῇ τοῦ φθεγγομένου τὴν ὑπόστασιν ἔχειν νομισθήσεται, καθ’ ὁμοιότητα τοῦ ἡμετέρου μεταχωρῶν εἰς ἀνύπαρκτον. ἀλλ’ ὥσπερ ἡ ἡμετέρα φύσις ἐπίκοπος οὖσα καὶ τὸν λόγον ἐπίκηρον ἔχει, οὕτως ἡ ἄφθαρτος καὶ ἀεὶ ἑστῶσα φύσις, ἀίδιον ἔχει καὶ ὑφεστῶτα τὸν Λόγον.

461

Εἰ δὴ τοῦτο κατὰ τὸ ἀκόλουθον ὁμολογηθείη τὸ ὑφεστάναι τὸν τοῦ Θεοῦ Λόγον ’ς, ἀνάγκη πᾶσα ἐν ζωῇ τὴν ὑπόστασιν τοῦ Λόγου ὁμολογεῖν. οὐ γὰρ καθ’ ὁμοιότητα τῶν λίθων ἀψύχως ὑφεστάναι τὸν λόγον εὐαγές ἐστιν οἴεσθαι. ἀλλ’ εἰ ὑφέστηκε νοερόν τι χρῆμα καὶ ἀσώματον ὣν, ζῇ πάντως. εἰ δὲ τοῦ ζῇν κεχώρισται, οὐδὲν ἐν ὑποστάσει πάντως ἐστίν. ἀλλαμὴν ἀσεβὲς ἀπεδείχθη τὸν τοῦ Θεοῦ Λόγον ἀνυπόστατον εἶναι· οὐκοῦν συναπεδείχθη κατὰ τὸ ἀκόλουθον ἐν ζωῇ τοῦτον θεωρεῖσθαι τὸν Λόγον. ἁπλῶς δὲ τῆς τοὐ Λόγου φύσεως κατὰ τὸ εἰκὸς εἶναι πιστευομένης, καὶ οὐδὲ μίαν διπλόην καὶ σύνθεσιν ἐν ἑαυτῇ δεικνυούσης, οὐκέτ’ ἄν τις κατὰ μετουσίαν ζωῆς τὸν Λόγον ἐν ζωῇ θεωροίη. οὐ γὰρ ἃν ἐκτὸς εἴη συνθέσεως ἡ τοιαύτη ὑπόληψις τὸ ἕτερον ἐν ἑτέρῳ λέγειν εἶναι, ἀλλ’ ἀνάγκη πᾶσα τῆς ἁπλότητος ὁμολογουμένης, αὐτοζωὴν εἶναι τὸν Λόγον οἴεσθαι, οὐ ζωῆς μετουσίαν. εἰ οὖν ζῇ ὁ Λόγος ὡς ζωὴ ὣν, καὶ προαιρετικὴν πάντως δύναμιν ἔχει, οὐδὲν γὰρ ἀπροαίρετον τῶν ζώντων ἐστι. τὴν δὲ προαίρεσιν ταύτην καὶ δυνατὴν εἶναι κατὰ τὸ ἀκόλουθον, ἐσεβές ἐστι λογίζεσθαι· εἰ γὰρ μή τις τὸ δυνατόν ὁμολογοίη, τὸ ἀδύνατον πάντως κατασκευάσει. ἀλλαμὴν πόρρω πάντως τῆς περὶ τὸ θεῖον ὑπολήψεως ἐστὶ τὸ ἀδύνατον· οὐδὲν γὰρ τῶν ἀπεμφαινόντων περὶ τὴν θείαν θεωρεῖται φύσιν. ἀνάγκη δὲ πᾶσα τοσαύτην εἶναι ὁμολογεῖν τοῦ Λόγου τὴν δύναμιν, ὅση ἐστὶ καὶ ἡ πρόθεσις, ἵνα μή τις μίξις τῶν ἐναντίων καὶ συνδρομὴ περὶ τὸ ἁπλοῦν θεωροῖτο, ἀδυναμίας τε καὶ δυνάμεως ἐν τῇ αὐτῇ προθέσει θεωρουμένων, εἴπερ τὸ μέν τι δύναιτο, πρὸς δ᾿ ἔτι ἀδυνάτως ἔχει, πάντα δὲ δυναμένην τὴν τοῦ Λόγου προαίρεσιν, πρὸς οὐδὲν τῶν κακῶν τὴν ῥοπὴν ἔχειν. ἀλλοτρία γὰρ τῆς θείας φύσεως ἡ πρὸς κακίαν ὀδμὴ, ἀλλὰ πᾶν ὅτι πέρ ἐστιν ἀγαθὸν, τοῦτο καὶ βούλεσθαι, βουλομένην δὲ πάντως καὶ δύνασθαι, δυναμένην δὲ μὴ ἀνενέργητον εἶναι, ἀλλὰ πᾶσαν ἀγαθοῦ πρόθεσιν εἰς ἐνέργειαν ἀγαγεῖν. ἀγαθὸν δὲ ὁ κόσμος, καὶ τὰ ἐν αὐτῷ πάντα, σοφῶς τε καὶ τεχνικῶς θεωρούμενα. τοῦ Λόγου ἄρα ἔργα τὰ πάντα, τοῦ ζῶντος μὲν καὶ ὑφεστῶτος, ὅτι Θεοῦ Λόγος ἐστί. προαιραμένου δὲ ὅτι ζῆ, δυναμένου δὲ πᾶν ὅτι περ ἃν ἕληται. αἰρουμένου δὲ πᾶν εἴτι τῆς κρείττονος όνος σημασίας ἐστίν.

462

Ἐπεὶ δὲ ὁ Λόγος οὗτος ἕτερος ἔστι παρὰ τὸ οὗ ἐστι Λόγος, τρόπον γάρ τινα τῶν πρός τι λεγομένων καὶ τοῦτο ἐστί. χρὴ γὰρ πάντως τῷ Λόγῳ καὶ τὸν Πατέρα συνυπακούεσθαι. οὐ γὰρ ἃν εἴη Λόγος, μή τινος ὣν Λόγος. εἰ οὖν διακρίνει τῷ σχετικῷ τῆς σημασίας ἡ τῶν ἀκουόντων διάνοια, αὐτόν τε τὸν Λόγον καὶ τὸν ὅθεν ἐστὶν, οὐκέτ’ ἃν ἡμῖν κινδυνεύει τὸ μυστήριον ταῖς Ἑλληνικαῖς μαχόμενον ὑπολήψεσι, τοῖς τὰ τῶν Ἰουδαίων πρεσβεύουσι συνενεχθῆναι. ἀλλ’ ἐπίσης ἑκατέρων τὴν ἀτοπίαν ἐκφεύξεται, τόν τε ζῶντα τοῦ Θεοῦ Λόγον καὶ ἐνεργὸν καὶ ποιητικὸν ὁμολογῶν· ὅπερ ὁ Ἰουδαῖος οὐ δέχεται, καὶ τὸ διαφέρειν κατὰ τὴν φύσιν αὐτόν τε τὸν Λόγον καὶ τὸν ὅθεν ἐστιν. ὥσπερ γὰρ ἐφ’ ἡμῶν ἐκ τοῦ νοῦ φαμὲν εἶναι τὸν λόγον, οὔτε δι’ ὅλου τὸν αὐτὸν εἶναι τῷ νῷ, οὔτε παντάπασιν ἕτερον. τῷ μὲν γὰρ ἐξ ἐκείνου εἶναι, ἀλλ’ ὅτι καὶ οὐκ ἐκείνῳ ἐστί. τῷ δὲ αὐτὸν τὸν νοῦν εἰς τὸ ἐμφανὲς ἄγειν, οὐκέτ’ ἃν ἕτερόν τι παρ’ ἐκείνων ὑπονοοῖτο, ἀλλὰ κατὰ τὴν φύσιν ἓν ὣν, ἕτερον τῷ ὑποκειμένῳ ἐστὶν, οὕτω καὶ ὁ τοῦ Θεοῦ Λόγος τῷ μὲν ὑφεστάναι καθ’ ἑαυτὸν, διήρηται πρὸς ἐκεῖνον παρ’ οὗ τὴν ὑπόστασιν ἔχει, τῷ δὲ ταῦτα δεικνύειν ἐν ἑαυτῷ, ἃ περὶ τὸν Θεὸν καθορᾶται, ὁ αὐτός ἐστι κατὰ τὴν φύσιν ἐκείνῳ τῷ διὰ τῶν αὐτῶν γνωρισματων εὑρισκομένῳ.

Κυρίλλου Θησαγρικῶν ιθ΄. Ἀλλ᾿ εὑρίσκομεν, φησὶν, ἐν Εὐαγγελίοις λέγοντα τὸν Υἱὸν ὡς πρὸς τὸν Πατέρα, “Πάτερ δόξασον σου τον Τιον,” ἀντακούοντα παρ’ αὐτοῦ, “καὶ “καὶ πάλιν δοξάσω,” καὶ πῶς ἃν εἶναι δύναιτο Λόγος τοῦ Πατρὸς κατὰ ἀλήθειαν ὁ Υἱὸς, ὅπου φαίνεται πρὸς αὐτὸν διαλεγόμενος ὁ Πατὴρ, διάλεξις δὲ λόγου χωρὶς, οὐκ ἃν γένοιτο; ἣ τοίνυν αὐτὸς ἑαυτῷ ἔσται διαλεγόμενος ὁ Υἱὸς έστὶν], εἴπερ a ὄντως λέγει τι πρὸς αὐτὸν ὁ Πατὴρ, ἕτερος ἐστὶ παρὰ τὸν ἐνδιάθετον καἰ ἐνυπάρχοντα τῷ Θεῷ κατὰ φύσιν λόγον, ὃς καὶ λαλεῖ πρὸς αὐτὸν κατὰ βούλησιν τοῦ Πατρός.

Οὐ παύσῃ συκοφαντῶν τὴν ἀσώματον οὐσίαν, Εὐνόμιε, λόγον ἐξ αὐτῆς ἀποτελεῖσθαι πιστεύων τοιοῦτον, ὁποῖος ἃν εἴη καὶ ὁ ἀνθρώπινος, διὰ χειλέων καὶ γλώττης ἀποκτυπούμενος, καὶ τὴν [*](a Leg. ἢ εἴπερ.)

463
τοῦ πέλας προσράσσων ἀκοήν; ἵνα δὴ καὶ γένοιτο σαφὴς τοῦ λαλοῦντος ἡ βούλησις. εἰ γὰρ ἐθελήσαις ἀποσώζειν τῇ ἀσωμάτῳ φύσει τὸν αὐτὴ κατάλληλον λόγον, οὐ τοιαύτην εἶναι νομιεῖς τοῦ Πατρὸς τὴν φωνὴν ὡς εἰς ἀκοὴν φέρεσθαι σωματικήν. οὐ γὰρ μόνος ὁ Κύριος ἠκροάσατο τοῦ Πατρὸς λέγοντος “καὶ ἐδόξασα καὶ “πάλιν δοξάσω,” ἀλλὰ γὰρ καὶ οἱ συνόντες αὐτῷ. διδάσκων δὲ σοφῶς ὁ Χριστὸς, ὅτι κυρίως καὶ φυσικῶς οὐκ ἐκείνη τοῦ Πατρὸς ἦν ἡ φωνὴ, ἀλλά τις κτύπος φωνῇ προσεοικὼς, ἐξήγγειλε τοῦ Πατρὸς τὴν ἐφ’ Υἱῷ βούλησιν, καὶ ὅτι περ εἴη τίμιος πη αὐτῷ, λέγει πρὸς τοὺς ἀκροωμένους, “οὐ δι’ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, “ἀλλὰ δι’ ὑμᾶς.” πρόσχες, οὐκ εἶπε λελάληκεν ὁ πατὴρ, ἣ ἐβόησεν, ἣ ἕτερόν τι τοιοῦτον, ἀλλὰ “δι’ ὑμᾶς γέγονεν ἡ φωνή,’ οὓς ἀμήχανον ἦν ἀνθρώπους ὄντας ἑτέρως δύνασθαι μαθεῖν τοῦ Πατρὸς τὴν βούλησιν, εἰ μὴ ἀνθρωπεία πρὸς αὐτοὺς ἐγένετο φωνὴ, διά τινος θείας ἐνεργείας. τί τοίνυν μάτην τὰ οἰκονομικῶς γεγονότα δι’ ἡμᾶς ἀναφέρεις ἐπὶ τὴν ἀσώματον οὐσίαν, τὰ τῇ γενητῇ πρέποντα ῥιψοκινδύνως καὶ ἐπὶ τὴν ἀγένητον ἀνατιθείς;

Εἰ δὲ καὶ διὰ ταύτην ὑπειλήφασι τὴν αἰτίαν οἱ Χριστομάχοι, μὴ εἶναι τὸν Υἱὸν ὁμοούσιον τῷ Πατρὶ, ἐπεὶ μήτε ὁ Πατὴρ Λόγος ἐστι, μήτε ὁ Λόγος Πατὴρ, καὶ τὴν ἑνότητα τῆς φύσεως, τῷ διαφόρῳ τῶν ὀνομάτων διατέμνειν δύνασθαι πεπιστεύκασι, λεγέτωσαν ἡμῖν πῶς ὁ προπάτωρ Ἀδὰμ ὁμοούσιος ἔσται πρὸς τὸν ἐξ αὐτοῦ γεγονότα, οὔτε αὐτὸς Ἄβελ εἶναι δυνάμενος, οὔτε μὴν τοῦ Ἄβελ ἐσομένου ποτὲ Ἀδάμ· ἀλλ’ οὐκ ἐκβάλλει τῆς οὐσίας τὴν ταὐτότητα ἡ τῶν ὀνομάτων διαφορά. εἰ δὲ πάλιν κἄ ὑμᾶς ἕτερός ἐστιν ὁ ἐνυπάρχων τῷ Πατρὶ κατὰ φύσιν Θεὸς Λόγος, παρὰ τὸν ἐν ταῖς θείαις γραφαῖς σημαινόμενον, καὶ κεῖται μέν τις ἐν Πατρὶ κεκρυμμένος καὶ ἐνδιάθετος, ἕτερος δέ τις ἐστὶν ἐξαγγελτικος τῶν παρ’ αὐτοῦ λεγομένων, ὃν καὶ Ἰωαννης Θεὸν Λόγον εἶναι φησὶν, πῶς ἔτι τῷ Θεῷ καὶ Πατρὶ, τὸ ἁπλοῦν καὶ ἀσύνθετον σωθήσεται, εἴπερ ἀναγκαίως ὁ κεκρυμμένον τι καὶ ἐμφανὲς ἔχων, ἁπλοῦς οὐκ ἃν εἴη, σύνθετος δὲ μᾶλλον καὶ ἐκ δύο συγκείμενος; ἔστι δὲ ἁπλοῦς κατὰ φύσιν ὁ Θεὸς, καὶ οὐδὲν αὐτῶ σύνθετον. εἷς ἄρα Λόγος ἐν αὐτῷ φυσικός τε καὶ ἐνδιάθετος ὁ Υἱός. καὶ πῶς ἃν δύναιτό φησιν Λόγος εἶναι τοῦ Πατρὸς ὁ Υἱὸς, εἴπερ

464
ὁ μὲν Λόγος ῥήματός ἐστιν ἀργὴ προφορὰ, ὁ δὲ υἱὸς ζωὸν ἐστί; σκανδαλίζῃ μάτην οὐκ ἀναβαίνων τὰ ἀνθρώπινα. ἣ οὐκ οἶσθα ὅτι τοῖς καθ’ ἡμᾶς ὀνόμασι τὸ θεῖον ἀποκαλεῖται· πάντα δὲ ἑτέρως ἐστὶν ἣ καθάπερ ἡμεῖς; οὐ γὰρ ἐπειδή περ ὁ τοῦ ἀνθρώπου Λόγος ἀνυπόστατος, καὶ γλώττης ἐξήχημα πρὸς ἀέρα πεμπόμενον. διὰ τοῦτο καὶ ὁ θεῖος ὡσαύτως ἕξει λόγος, ἀλλὰ ζῶν ἐκ ζῶντος, καὶ ὑφεστηκὼς ἐξ ὑφεστηκότος ἐστίν. εἰ δὲ Λόγος ἐκλήθη, κατὰ τὴν σὴν δυσφημίαν, οὐχ ὅτι κατὰ φύσιν τοῦτο ἐστὶν ἐκ Πατρὸς προελθὼν, καὶ τῆς τοῦ τεκόντος οὐσίας ἐμφαντικὸς, ἀλλ’ ὅτι τὸν παρὰ Πατρὸς ἀκούσας λόγον, ἐξαγγέλλει τοῦτον εἰς ἡμᾶς, τήρει καὶ ἐν τοῖς ἄλλοις τὴν ἴοην ἀκολουθίαν, ἵνα καὶ μειζόνως ἀσχημονήσῃς. εἰ γὰρ λόγος ἐστὶν ὅτι λόγον ἀκήκοεν, ἀναγκαίως εἰπεῖν ὅτι καὶ δικαιοσύνη καὶ ἁγιασμός ἐστιν, ὡς δικαιοσύνης καὶ ἁγιασμου μέτοχος, καὶ οὐ κατὰ φύσιν ταῦτα ὑπάρχων τὰ δὲ μὴ κατὰ φύσιν, ῥαδίως ἀποσυμβήσεται, καὶ ποτὲ δικαιοσύνης καὶ ἁγιασμοῦ ἔρημος καθ᾿ ὑμᾶς ὁ τοῦ Θεοῦ Λόγος φανεῖται. εἰ οὖν διὰ τοῦτο κεκλῆσθαι φησὶν ἑαυτὸν λόγον, ἐπειδή περ ἀκούσας παρὰ τοῦ Πατρὸς τοῦτον εἰς ἡμᾶς ἐξήγγειλεν, οὐκέτι Λόγος ἐστὶν, ἀλλὰ λόγου μέτοχος. οὐκοῦν μηδὲ Λόγος ὀνομαζέσθω, ἣ εἰ Λόγος, μὴ μέτοχος λόγου.

Ἀθανασίου. Ἀλλ᾿ ἡμεῖς τούτοις ἐρρῶσθαι φράσαντες, ὅτι οὐκ ἔστιν ὁ Υἱὸς Λόγος ἐν καρδίᾳ τοῦ Πατρὸς, ἀλλὰ Λόγος ζῶν, ἀπὸ ζῶντος Θεοῦ ἐκλάμψας, ἀνάρχως τῷ Πατρὶ συνὼν, ὡς μηδέποτε μόνον ἐπινοεῖσθαι τὸν Πατέρα. περὶ τούτου καὶ Παῦλος φησὶ, “ζῶν γὰρ ὁ τοῦ Θεοῦ Λόγος καὶ ἐνεργής. ἵνα δὲ μὴ λόγον ἀκούσαντες, μηδὲν φοβερὸν ὑποπτεύσωσιν, ἐπεξηγεῖται τὸ εἰρημένον, τῶν παρ’ ἡμῖν δεηθεὶς ὑποδειγμάτων· ἐπάγει γοῦν, “καὶ “τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος “ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, “καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας.”

Χρυσοστόμου. Ἐνταῦθα φοβερόν τι ἠνίξατο, ἣ ὅτι τὸ διαιρεῖ ἀπὸ τῆ, ψυχῆς, ὅπερ ἐστιν ἡ ἐν τοῖς Εὐαγγελίοις ἀπειλουμένη διχοτομία, ἡ τελεία τοῦ Ἁγίου Πνεύματος ἐγκατάλειψις· οὑ γενομένου λοιπὸν πάντα ἕψεται τὰ χαλεπά. ἣ οἶ καὶ αὐτῶν τῶν ἀσωμάτων διϊκνεῖται, οὐ καθὼς ἡ μάχαιρα μόνον τῶν σωμάτων.

465
δείκνυσιν ἐνταῦθα ὅτι καὶ ψυχὴ κολάζεται, καὶ ὅτι τὰ ἐνδότατα διερευνᾶται, ὅλον δι᾿ ὅλου διϊκνουμένη τὸν ἄνθρωπον. καἰ ἵνα μὴ τὰ τῆς ψυχῆς ἀκούσαντες ῥαθυμήσωσι, προστίθησι καὶ τὰ τοῦ σώματος. τότε γὰρ οὕτω γίνεται, καθάπερ τίς βασιλεὺς ἄρχοντας ἁμαρτῶντας μεγάλα πρότερον ἀπογυμνοῖ οἷον τῆς στρατείας, καὶ τὴν ζώνην ἀφελόμενος καὶ τὸ ἀξίωμα, καὶ τὸν κήρυκα τότε κολάζει, οὕτω καὶ ἐνταῦθα τοῦ Πνεύματος ἡ μάχαιρα ἐργάζεται. εἰπὼν δὲ “κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας,” μάλιστα αὐτοὺς ἐφόβησε. μὴ γὰρ εἰ ἔτι, φησὶν, ἐν τῇ πίστει ἑστήκατε, μὴ μετὰ πληροφορίας δὲ θαρρεῖτε, αὐτὸς τὰ ἐγκάρδια κρίνει, ἐκεῖ γὰρ διαβαίνει καὶ κολάζων καὶ ἐξετάζων.

Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ.

Τοῦ αὐτοῦ. Τί λέγω περὶ ἀνθρώπων φησὶν, κἂν γὰρ Ἄγγελους εἴπῃς, κἂν Ἀρχαγγέλους, κἂν τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ, κἂν οἱανδήποτε κτίσιν, πάντα ἐκκεκάλυπται τῷ ὀφθαλμῷ ἐκείνῳ, πάντα δῆλα ἐστὶ καὶ φανερά.

Θεοδωρίτου. Οὐδέν ἐστι τὸ λαθεῖν αὐτὸν δυνατὸν τὸν δικαστὴν, πάντα δὲ ἀκριβῶς ἐπίσταται καὶ αὐτῶν τῶν λογισμῶν τὰ κινήματα. οἶδε τὰ ἐν τῷ σκότει γινόμενα. οἶδε τὰ κρύβδην τολμώμενα. οὐ λέληθεν αὐτὸν τὰ πονηρὰ βουλεύματα τῆς ψυχῆς· ἀσώματος γὰρ ὣν, μέσος καὶ ψιθυρισμῶν καὶ βλεμματων και νοημάτων ἔστηκεν.

Πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.

Χρυσοστόμου. Τὸ τετραχηλισμένα εἴρηται ἀπὸ μεταφορᾶς τῶν δερμάτων τῶν ἀπὸ τῶν ἱερείων ἐξελκομένων. ὥσπερ γὰρ ἐκεῖνα ἐπειδάν τις σφάξας ἀπὸ τῆς σαρκὸς παρελκύσει τὸ δέρμα, πάντα τὰ ἔνδον ἀποκαλύπτει, καὶ δῆλα ποιεῖ τοῖ; ἡμετέροις ὀφθαλμοῖς, οὕτω καὶ τῷ Θεῷ δῆλα πρόκειται πάντα. “πρὸς ὅν,” φησιν, “ἡμῖν ὁ λόγος,” τουτέστι, ᾧ μέλλομεν δοῦναι εὐθύνας τῶν πεπραγμένων· ἡ γὰρ ἡμέρα δηλώσει ἐκείνη, ὅταν ὁ ζῶν τοῦ Θεοῦ Λόγος τὰ κρυπτὰ τῶν ἀνθρώπων εἰς μέσον ἄγων, καὶ τοῖς λάθρα γινομένοις παρὼν, πάντα γυμνὰ καὶ τετραχηλισμένα πρὸ τῶν ἁπάντων ὀφθαλμῶν θῇ. σὺ δέ μοι θέα πῶς ἀεὶ τῶν σωματικῶν εἰκόνων δεῖται,

466
ὅπερ ἦν τῆς ἀσθενείας τῶν ἀκουόντων. ὅτι γὰρ ἀσθενεῖς ἦσαν, ἐδήλωσεν εἰπὼν νωθροὺς αὐτοὺς εἶναι, καὶ χρείαν ἔχοντας γάλακτος οὐ στερεᾶς τροφῆς.

Ἰσιδώρου. Διὰ τοῦτο τὸ γυμνὰ καὶ τετραχηλισμένα εἴρηται, ἐκ μεταφορᾶς τῶν ἱερείων τῶν εἰς θυσίαν προσαγομένων. ὥσπερ γὰρ ἐκεῖνα τῶν δορῶν ἀφαιρούμενα, πάσης τῆς φαινομένης ἀπογυμνοῦνται περιβολῆς, καὶ τῶν κεκρυμμένων ἔνδοθεν ἐπιδείκνυται τὴν διάθεσιν, καὶ τραχηλίζεται εἰς ἔρευναν παντὸς ὀστέου καὶ μέλους πρὸς τὸ πάντα ἐκκαθαρθῆναι διὰ τὴν τοῦ αἵματος τῷ προσάγοντι καθαρότητα, οὕτω καὶ ἐπὶ τῆς μεγάλης τοῦ Κυρίου ἡμέρας ἡ τῶν ἀδήλων καὶ ἀφανῶν πράξεων ἀνακάλυψις, ἀναγνώσει καὶ τραχηλισμῷ εἰκυῖα φανήσεται, οὐδενὸς λαθεῖν δυναμένου, ἀλλὰ πάντων εἰς τοὐμφανὲς ἀγομένων.

Θεοδωρίτου. Γυμνὰ γὰρ αὐτῷ καὶ τὰ κεκρυμμένα. τὸ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, ἐκ μεταφορᾶς τέθεικε τῶν θυομένων ζώων, ἃ παντελῶς ἄφωνα κεῖται, τῆς σφαγῆς τὴν ζωὴν ἀφελομένης, καὶ μετὰ τῆς ζωῆς τὴν φωνὴν, οὕτω φησὶ καὶ ἡμεῖς κρινόμενοι θεώμεθα μὲν ἅπαντα, δυσσεβῶς παρ’ ἡμῶν ἣ παρανόμως γεγενημένα, σιγῶντες δὲ τῆς τιμωρίας δεχόμεθα τὴν ψῆφον, ἅτε δὴ τὸ δίκαιον αὐτῆς ἐπιστάμενοι.

Κυρίλλου Θησαυρικῶν λβ΄. Ἐνταῦθα μέν τοι πάλιν ὁρᾷν τὰ τοῦ Πατρὸς ἴδια φέροντα τὸν Υἱὸν, καὶ τοιούτοις ἐπαγλαϊζόμενον ἀγαθοῖς οἷς περ ἃν φαίνοιτο καὶ ὁ γεννήσας αὐτόν. τοῦ Θεοῦ τοιγαροῦν καὶ Πατρὸς πάντα φέροντος ἑτοίμως, καὶ πᾶσιν ἀκωλύτως ἐνατενίζοντος, εἰδότος τε ἔτι καρδίας καὶ νεφροὺς, καὶ διὰ τοῦτο λέγοντος ποτὲ μὲν, “τίς οὗτος ὁ κρύπτων με βου- “λήν;” ποτὲ δὲ “Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόρρωθεν. “μὴ ἀπ’ ἐμοῦ κρυβήσεταί τι;” τοῦτο προσεῖναι καὶ τῷ Υἱῷ δι’ ὧν ἔφησεν ὁ Παῦλος ἐπιμαρτυρεῖ. εἶτα ζῶντος τοῦ Πατρὸς διὰ τὸ εἶναι ζωὴν ζῶντα καὶ τὸν λόγον ἀποκαλεῖ, διὰ τὸ εἶναι καὶ αὐτὸν κατὰ φύσιν ζωήν. πάντων οὖν ὅσα πρόσεστι τῷ Πατρὶ κατὰ φύσιν, καὶ ἐν Υἱῷ κειμένων φυσικῶς τε καὶ οὐσιωδῶς, τίς ποίημα λέγων αὐτὸν, οὐκ ἃν εἴη τοῖς ἀφύκτοις τῆς δυσφημίας ἐγκλήμασιν ἔνοχος; πῶς γὰρ οὐκ ἃν εἴη ἀλλήλοις ὁμοφυῆ τὰ τῆς αὐτῆς ὄντα φύσεως τε καὶ οὐσιώδους ἐνεργείας; ὅρα δὲ ὅτι τῶν πάντων

467
αὐτὸν ὁ Παῦλος διαστέλλων τρανότατα λέγει, ὅτι πάντα τετραχήλισται τοῖς ὀφθαλμοῖς αὐτοῦ. εἰ τοίνυν πάντων ἐστὶ ποιητὴς, καὶ πάντα ἐνώπιον αὐτοῦ τετραχήλισται, οὐκ ἃν εἴη τῶν πάντων εἷς ποιητής; καὶ ᾧ τὰ πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐστὶν, οὐκ ἃν εὐλόγως νοοῖτο εἷς ὑπάρχειν τῶν τετραχηλισμένων. ἐν γὰρ τῷ λέγειν τὰ πάντα, οὐδὲν ἀφεῖκεν ἐκτός. καὶ εἰ ἐν μόνοις τοῖς κτίσμασι πληροῦται τὰ πάντα, ἕτερος ἃν εἴη παρ’ αὐτὰ ὁ μὴ ἐν αὐτοῖς ἀριθμούμενος. οὕτω καὶ ὁ μακάριος Παῦλος τοῦ πάντα νοεῖ τὴν δύναμιν. ἑρμηνεύων γὰρ τὸ “πάντα ὑπέταξας ὑπὸ τοὺς “πόδας αὐτοῦ,” ἐπιφέρει σοφῶς, “ἐν δὲ τῷ λέγειν τὰ πάντα, “οὐδὲν ἀφῆκεν αὐτῶ ἀνυπότακτον.” εἰ τοίνυν τὸ πάντα τῶν ὅλων ἐστὶ περιεκτικὸν, τὰ πάντα δὲ τῷ Υἱῷ τετραχήλισται, οὐκ ἃν εἴη τῶν πάντων εἷς, ἀλλ’ ἕτερος παρ’ αὐτά.

Κυρίλλου. Τὸ γε μὴν “διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς “καὶ πνεύματος,” ἔστι καὶ οὕτως νοῆσαι, ὅτι τὸ παρὰ Θεοῦ κήρυγμα διαιρεῖ καὶ μερίζει τὰ τῆς ψυχῆς μέρη, δεκτικὴν ποιοῦν κα χωρητικὴν τῶν ἀκουομένων.

Ἔχοντες οὖν ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας.

Θεοδωρίτου. Ἐν μὲν τοῖς πρόσθεν εἰρημένοις μᾶλλον ἑρμηνευμένοις, τῶν καταπαύσεων τὴν σύγκρισιν ἐποιήσατο, καὶ ἔδειξε τὴν ἡμῖν ἐπηγγελμένην ἀμείνω τοῖς Ἰουδαίοις ὑπεσχημένης. ἐκείνοις γὰρ, τὴν γῆν τῆς ἐπαγγελίας ὑπέσχετο, ἡμῖν δὲ τὸν οὐρανόν. ἐντεῦθεν δὲ λοιπὸν τῆς ἀρχιερωσύνης ποιεῖται τὴν παρεξέτασιν, καὶ δείκνυσι πολλῷ μείζονά τε καὶ κρείττονα τῆς Λευιτικῆς τὴν κατὰ τάξιν Μελχισεδέκ· τῷ παραινετικῷ δὲ πάλιν σχήματι κεχρημένος ποιεῖται τὴν σύγκρισιν, ἵνα μὴ δόξῃ τοῖς ἔτι τὴν κατὰ νόμον πολιτείαν ἀσπαζομένοις τῷ νόμῳ πολεμεῖν, ἀλλ’ οὐ τῆ ἀληθείᾳ συνηγορεῖν.

Ἀρχιερέα δὲ τὸν Κύριον Ἰησοῦν προσηγόρευσεν ὡς τὴν ὑπὲρ ἡμῶν προσενηνοχότα θυσίαν, καὶ ἄραντα τοῦ κόσμου τὴν ἁμαρτίαν. τούτου δὴ χάριν καὶ ἀμνὸς ὠνομάσθη. “ἴδε” γάρ φησιν, “ὁ “ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.” δῆλον δὲ

468
καὶ τοῖς ἄγαν φιλονείκοις, ὡς ἀνθρώπεια τὰ ὀνόματα. εἰ δὲ τῆς θεότητος ταῦτα τινὲς ὑπειλήφασι, καλείτωσαν αὐτὴν καὶ κατάραν, καὶ δούλου μορφὴν, καὶ ὅσα τοιαῦτα. εἰ δὲ οὐδὲν τούτων τῆς θείας φύσεως ἴδιον, λείπεται νοεῖν ταῦτα τῆς οἰκονομίας ὀνόματα. ὥσπερ γὰρ ἄνθρωπος λέγεται γεγενῆσθαι φύσιν ἀνθρωπείαν ἀνειληφὼς, οὕτως ἀρχιερεὺς ἡμῶν ὡς ἄνθρωπος κέκληται. τοῦτο δὲ καὶ τὰ ἀποστολικὰ ἡμᾶς διδάσκει ῥητά· δείκνυσι γὰρ αὐτὸν τοὺς οὐρανοὺς διεληλυθότα. ἡ δὲ τοῦ δεσπότου Χριστοῦ θεότης, ἀπερίγραφον ἔχει τὴν φύσιν, πανταχοῦ πάρεστι καὶ τοῖς πᾶσι παρίσταται. τοῦτο καὶ αὐτὸς ἡμᾶς ὁ δεσπότης ἐδίδαξεν. οὐδεὶς γάρ, φησιν, “ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ “καταβὰς, ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ ὣν ἐν τῷ οὐρανῷ.” κάτω γὰρ ὢν, καὶ τοῖς ἀνθρώποις διαλεγόμενος, ἔλεγεν εἶναι καὶ ἄνω. χρὴ τοίνυν ἡμᾶς εἰδέναι τίνα μὲν τῆς θεολογίας, τίνα δὲ τῆς οἰκονομίας ὀνόματα. ὁ μέν τοι θεῖος Ἀπόστολος ὑποδείξας ἡμῖν τὸν μέγαν τοῦτον ἀρχιερέα, πρῶτον εἰς τὴν ἀληθινὴν εἰσεληλυθότα κατάπαυσιν, καὶ τῶν οὐράνων γεγενημένον ὑπέρτερον, τὴν ὁμολογίαν κατεχειν παρεγγυᾷ. ὁμολογίαν δὲ ἡμῶν τὴν πίστιν ὠνόμασεν. ὁμολογοῦμεν γὰρ πιστεύειν οὐ μόνον εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, ἀλλὰ καὶ εἰς ἀνάστασιν νεκρῶν, καὶ εἰς ζωὴν αἰώνιον, καὶ εἰς οὐρανῶν βασιλείαν.

Χρυσοστόμου. Ὅρα δὲ ὅτι οὐ τὸ πᾶν τῷ ἱερεῖ δίδωσιν, ἀλλὰ καὶ τὰ παρ’ ἡμῶν ζητεῖ, λέγω δὴ τὴν ὁμολογίαν. ποίαν δὴ ταύτην; ὅτι ἀνάστασις ἐστὶν, ὅτι ἀνταπόδοσις, ὅτι μυρία ἀγαθὰ, ὅτι ὁ Χριστὸς Θεός ἐστιν, ὅτι ἡ πίστις ὀρθὴ, ταῦτα ὁμολογήσωμεν, ταῦτα κατέχωμεν. ὅτι γὰρ ταῦτα ἀληθῆ, δῆλον ἐκ τοῦ τὸν ἀρχιερέα ἔνδον εἶναι· εἰ καὶ μὴ πάρεστι τὰ πράγματα, ἀλλ’ ἡμεῖς ὁμολογήσωμεν, εἰ ἄρτι παρῆν, ψεῦδος ἢν, ὥστε καὶ τοῦτο ἀληθὲς, τὸ ὑπερτίθεσθαι. καί γὰρ ὁ ἀρχιερεὺς ἡμῶν μέγας, “Μωσῆς μὲν “γάρ” φησιν, “οὐκ εἰσῆλθεν εἰς τὴν κατάπαυσιν, αὐτὸς δὲ “εἰσῆλθε.” καὶ πῶς τοῦτο οὐδαμοῦ τέθεικεν; ἵνα μὴ δόξωσιν ἀπολογίαν εὑρίσκειν. συμπεριέλαβε δὲ αὐτὸ, καὶ ἵνα μὴ δόξῃ κατηγορεῖν τοῦ ἀνδρὸς, φανερῶς αὐτὸ οὐκ εἶπεν. εἰ γὰρ οὐδενὸς τούτων λεχθέντος ταῦτα προέφερον λέγοντες, κατὰ Μωσέως καὶ κατὰ τοῦ νόμου οὗτος εἴρηκε, πολλῷ μᾶλλον εἰ εἰπεν οὐκ ἔστι Παλαιστίνη,

469
ἀλλ’ οὐρανὸς, μεῖζον ἃν τοῦτον εἶπον. ὅρα δὲ τὴν ἀκολουθίαν. ἐπειδὴ εἶπεν ἄνωθεν, “παρακαλεῖτε ἀλλήλους,” ὥς τινος εἰπόντος. τί οὖν ποιήσομεν ἵνα μὴ πέσωμεν, μηδὲ ὀλιγοψυχήσωμεν; ἱκανὰ μὲν κακεῖνα παιδεῦσαι φησὶν, ἔχομεν δὲ καὶ ἀρχιερέα μέγαν ὃς διῆλθε τοὺς οὐρανοὺς καὶ ἐκάθισεν ἐπὶ τὸν πατρικὸν θρόνον. τοιγαροῦν καὶ ἡμᾶς ἰσχύει εἰσαγαγεῖν, ἀλλ’ οὐχ ὥσπερ Μωϋσῆς, οὔτε αὐτὸς ἴσχυσεν εἰσελθεῖν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, οὔτε τὸν λαὸν εἰσήγαγεν. ἐπειδὴ μέν τοι εἶπεν, “οὐκ ἔστι κτίσις ἀφανὴς “ἐνώπιον αὐτοῦ,” τὴν θεότητα αἰνιττόμενος, πάλιν ἐπειδὴ τῆς σαρκὸς ἐπελάβετο, συγκαταβατικώτερον διαλέγεται, καὶ ἀρχιερέα λαλεῖ τὸν Κύριον, καὶ μείζονα δείκνυσι τὴν κηδεμονίαν, καὶ ὅτι ὥσπερ οἰκείων προιστᾶται, καὶ οὐ θέλει αὐτοὺς ἐκπεσεῖν· διὰ τοῦτο ἐπήγαγεν,

Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ᾿ ὁμοιότητα χωρὶς ἁμαρτίας.

Χρυσοστόμου. Τοῦτο καὶ ἀνωτέρω ἔλεγεν, “ὅτι ἐν ᾧ πέπονθεν “αὐτὸς πειρασθεὶς δύναται τοῖς πειραζομένοις, βοηθῆσαι.” τὸ αὐτὸ κἀνταῦθα ποιεῖ. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. ἦλθε, φησὶν, ὁδὸν ἣν καὶ ἡμεῖς νῦν, μᾶλλον δὲ καὶ τραχυτέραν, πάντων γὰρ ἔλαβε τῶν ἀνθρωπίνων πεῖραν. οὐκ ἔστιν ἀγνοῶν τὰ ἡμέτερα, ὡς πολλοὶ τῶν ἀρχιερέων, ὣ τοὺς ἐν θλίψεσιν οὐκ ἴσασιν, οὐδὲ ὅτι ποτέ ἐστι θλίψις. ἐπὶ γὰρ ἀνθρώπων ἀδύνατον εἰδέναι τὴν κάκωσιν τοῦ κακουμένου, τὸν μὴ πεῖραν λαβόντα, καὶ διὰ τῶν αἰσθητῶν ἐλθόντα. ὁ δὲ ἡμέτερος ἀρχιερεὺς, διὰ τοῦτο πρῶτον πάντα ὑπέστη, καὶ τότε ἀνέβη, ἵνα δύνηται συμπαθεῖν.

θεοδωρίτου. Ἀλλὰ τί βούλεται ταῦτα τῷ Ἀποστόλῳ; πολλὰς κατ’ ἐκεῖνον τὸν καιρὸν οἱ πεπιστευκότες ἐδέχοντο πειρασμῶν τρικυμίας. ψυχαγωγεῖ τοίνυν αὐτοὺς διδάσκων ὡς ὁ ἡμέτερος ἀρχιερεὺς, οὐ μόνον ὡς Θεὸς οἰδε τῆς ἡμετέρας φύσεως τὴν ἀσθένειαν, ἀλλὰ καὶ ὡς ἄνθρωπος, πεῖραν τῶν ἡμετέρων ἔλαβε παθημάτων, μόνης τῆς ἁμαρτίας διαμείνας ἀμύητος. ταύτην δέ φησιν ἡμῶν τὴν ἀσθένειαν ἐπιστάμενος, καὶ τὴν ἁρμόττουσαν ὀρέγει βοήθειαν, καὶ δικάζων ἡμῖν πρὸς τὴν ἀσθένειαν ἐξοίσει τὴν ψῆφον.

470

Χρυσοστόμου. Πεπειραμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα, ὅρα πῶς καὶ ἄνω τὸ παραπλησίως τέθεικεν, εἰπὼν “παραπλησίως “μετέσχε τῶν αὐτῶν,” καὶ ἐνταῦθα τὸ καθ’ ὁμοιότητα, τουτέστιν ἐδιώχθη, ἐνεπτύσθη, ἐσκώφθη, ἀπηλάθη, τὸ τέλος ἐσταυρώθη. προσθεὶς δὲ ὅτι χωρὶς ἁμαρτίας καὶ ἄλλο αἰνίττεται, ἐν θλίψεσιν ὄντα διενεγκεῖν. ὥστε καὶ ὅταν λέγῃ “ἐν ὁμοιώματι σαρκὸς,” οὐ τοῦτο φησὶν ὅτι ὁμοίωμα εἶχε σαρκὸς, ἀλλ’ ὅτι σάρκα ἀνέλαβε. διατὶ οὖν εἶπεν “ἐν ὁμοιώματι;” ὅτι περὶ ἁμαρτωλοῦ σαρκὸς ἔλεγεν. ὁμοία γὰρ ἦν τῇ σαρκὶ τῇ ἡμετέρᾳ. τῇ μὲν γὰρ φύσει, ἡ αὐτὴ ἦν ἡμῖν· τῇ δὲ ἁμαρτίᾳ οὐκέτι ἡ αὐτή.

Κυρίλλου. Εἰ καὶ μὴ γέγονεν ἄνθρωπος, φησὶν, ὁ τοῦ Θεοῦ Λόγος, ᾔδη μὲν καὶ οὕτω τὴν ἀνθρωπίνην ἀσθένειαν ὡς δημιουργός. αὐτὸς γὰρ ἔγνω τὸ πλάσμα ἡμῶν. ἐπειδὴ δὲ τὴν ἡμῶν ἠμπέσχετο σάρκα, πεπείραται κατὰ πάντα, καὶ οὐ δήπου φαμὲν ὡς ἠγνοηκὼς, ἀλλ’ ὅτι τῇ γνώσει τῇ θεοπρεπεῖ προυποκειμένῃ, καὶ τὸ διὰ πείρας αὐτῆς συνέβη μαθεῖν. γέγονε δὲ συμπαθὴς οὐκ ἀπό γε τοῦ πεπειρᾶσθαι. πόθεν δέ; ἦν γὰρ ἐλεήμων φύσει καὶ ἔστιν ὡς Θεός. ἐπειδὴ δὲ μετὰ τοῦ εἶναι ὁ ἐστι καὶ γέγονε καθ’ ἡμᾶς ἀνθρωποπρεπῶς, καὶ ταῦτα λέγεται περὶ αὐτοῦ.

Ἀθανασίου Περὶ τῆσ σωτηριώλουσ ἐπιφανείασ. Πάντα γὰρ ἔλαβεν ἐκ παρθένου ὅσα ἀρχῆθεν ὁ Θεὸς εἰς σύστασιν ἔπλασεν ἀνθρώπου, καὶ ἐποίησε χωρὶς ἁμαρτίας, οὐ τῆς θεότητος μεταποίησιν ἐνδειξάμενος, ἀλλὰ τῆς ἀνθρωπότητος καινοποίησιν ἐργασάμενος, οὐχὶ ἀνθρώπου πρὸς τὸν Θεὸν ὄντως, κατὰ τοὺς περὶ Ἀπολινάριον, ἀλλὰ Θεοῦ τοῦ μονογενοῦς εὐδοκήσαντος τῷ πληρώματι τῆς θεότητος αὐτοῦ, τὴν τοῦ ἀρχετύπου πλάσιν ἀνθρώπου καὶ ποίησιν καινὴν ἐκ μήτρας παρθένου ἀναστήσασθαι ἑαυτῷ φυσικῇ γεννήσει καὶ ἀλύτῳ ἑνώσει, ἵνα τὴν ὑπὲρ ἀνθρώπων σωτήριον πραγματείαν ποιήσηται, τῷ πάθει καὶ θανάτῳ καὶ ἀναστάσει ἀπολύτρωσιν τῶν ἀνθρώπων κατεργαζόμενος· ἀλλὰ λέγετε ὅτι εἰ πάντα ἔλαβε, πάντως δήπου καὶ τοὺς ἀνθρωπίνους λογισμοὺς εἶχεν. ἀδύνατον δέ ἐστιν ἐν λογισμοῖς ἀνθρωπίνοις ἁμαρτίαν μὴ εἶναι. καὶ πῶς ἐστὶ χωρὶς ἁμαρτίας ὁ Χριστός; εἴπατε τοίνυν εἰ τῶν ἁμαρτητικῶν λογισμῶν δημιουργὸς ὁ Θεὸς, προσακτέον τῷ Θεῷ τὴν ἰδίαν δημιουργίαν. ἦλθε γὰρ προσαγαγέσθαι τὴν ἰδίαν

471
ποίησιν· ἀλλ’ ἄδικος ἔσται πάλιν ἡ κρίσις καταδικάζουσα τὸν ἁμαρτήσαντα. εἰ γὰρ ἁμαρτητικοὺς λογισμοὺς ἐδημιούργησεν ὁ Θεὸς, πῶς καταδικάζει τὸν ἁμαρτήσαντα; καὶ πῶς οἷόν τε παρὰ Θεοῦ τοιαύτην κρίσιν γενέσθαι; εἰ δὲ καὶ ὁ Ἀδὰμ ὑπέκειτο τοῖς τοιούτοις λογισμοῖς, πρὶν ἣ παρακούσαι τῆς τοῦ Θεοῦ ἐντολῆς, πῶς οὐκ ἐγίνωσκε καλὸν καὶ πονηρόν; λογικὸς μὲν ὣν τῇ φύσει, ἐλεύθερος δὲ τῶν λογισμῶν, πείραν κακοῦ οὐκ εἰδὼς, μόνον δὲ τὸ καλὸν γινώσκων, καὶ ὥσπερ τίς μονότροπος ὣν, παρακούσας δὲ τῆς ἐντολῆς τοῦ Θεοῦ ὑποπέπτωκε τοῖς ἁμαρτητικοῖς λογισμοῖς, οὐ τοῦ Θεοῦ δημιουργήσαντος τοὺς αἰχμαλωτίζοντας ἵζοντας λογισμοὺς, ἀλλὰ τοῦ διαβόλου ἐξ ἀπάτης ἐπισπείραντος.

Γρηγορίου Νύσσησ Κατ᾿ Εὐνομίου Λόγ. Β΄. Διὰ τοῦτο μετέσχε τῆς φύσεως ἡμῶν ὁ μονογενὴς, κατὰ πάντα καθ’ ὁμοιότητα· καθ’ ὁμοιότητα δὲ τῷ μετὰ ψυχῆς καὶ σώματος ἀναλαβεῖν ὅλον τὸν ἄνθρωπον.

Προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεος, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.

Χρυσοστόμου. Θρόνον χάριτος τίνα φησί; τὸν θρόνον τὸν βασιλικὸν, περὶ οὗ φησὶν “εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου “ἐκ δεξιῶν μου.” ἵνα γὰρ μὴ ἀκούων ἀρχιερέα, νομίσῃς ἑστάναι αὐτὸν, εὐθέως ἐπὶ τὸν θρόνον ἄγει. ὁ δὲ ἱερεὺς οὐ κάθηται, ἀλλ’ ἕστηκεν. ὁρᾷς ὅτι τὸ γενέσθαι ἀρχιερέα, οὐ φύσεως ἐστιν, ἀλλὰ χάριτ’ ὃς καὶ συγκαταβάσεως καὶ κενώσεως.

θεοδωρίτου. Τάχα δὲ ἐπεὶ ὡς Θεὴ ὁ δεσπότης Χριστὸς, φυσικὴν ἔχει τὴν βασιλείαν καὶ αἰώνιον τὸν θρόνον, “ὁ θρόνος σου, γάρ φησιν, ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,” ὡς δὲ ἄνθρωπος καὶ ἀρχιερεὺς καὶ Ἀπόστολος τῆς ὁμολογίας ἡμῶν, ἀκούει “κάθου ἐκ δεξιῶν μου,” τοῦτον χάριτος κέκληκε θρόνον ὁ θεῖο, Ἀπόστολος. οἶμαι δὲ αὐτὸν καὶ τὴν φιλανθρωπίαν αἰνίττεσθαι, ᾗ κεχρημένος δικάσει. τοῦτο γὰρ προστέθεικεν, “ἵνα λά- “βωμεν ἔλεον, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.” κατὰ γὰρ τὸν παρόντα προσιόντες βίον, καὶ τὴν ἀκραιφνῆ καὶ εἱλικρινῆ

472
πίστιν ἐπιδεικνύμενοι, ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ τῆς φιλανθρωπίας τευξόμεθα.

Χρυσοστόμου. Tί δέ ἐστι “ προσερχώμεθα μετὰ παρρησίας ;” ὅτι ἀναμάρτητον ἔχομεν ἀρχιερέα καταγωνιζόμενον τὴν οἰκουμένην. “ θαρσεῖτε, γάρ φησιν, ” ἐγὼ νενίκηκα τὸν κόσμον.” τὸ γὰρ πάντα μὲν παθεῖν, καθαρὸν δὲ εἶναι ἁμαρτημάτων, τοῦτό ἐστιν. εἰ καὶ ἡμεῖς ὑπὸ ἁμαρτίας ἐσμέν φτσιν, ἀλλ’ αὐτὸς ἀναμάρτητος. πῶς προσερχώμεθα μετὰ παρρησίας ; ὅτι θρόνος χάριτος, οὐ θρόνος κρίσεως νῦν. διὰ τοῦ μετὰ παρρησίας, ἵνα λάβωμεν ἔλεον οἷον ζητοῦμεν· φιλοτιμία γὰρ τὸ πρᾶγμα ἐστὶ, δωρεὰ βασιλική· ἣ τὸ μετὰ παρρησίας, ἀντὶ τοῦ μηδὲν ἔχοντος συνειδὸς πονηρόν, τουττουτέστι μὴ διστάζοντω οὐ γὰρ δύναται μετὰ παρρησίας ὁ τοιοῦτος προσελθεῖν. “ καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.” ἃν νῦν προσέλθῃς φησὶ, λήψῃ καὶ χάριν καὶ ἔλεον, εὐκαίρως γὰρ προσέρχῃ· ἃν δὲ τότε προσέλθῃς, οὐκέτι· ἄκαιρος γὰρ τότε ἡ πρόσοδος. οὐ γάρ ἐστι τότε θρόνος χάριτος, ἀλλὰ κρίσεως· ἕως τότε κάθηται χαριζόμενος, ὅταν δὲ ἡ συντέλεια ἐπιστῇ, τότε ἐγείρεται εἰς κρίσιν. “ ἀνάστα,” γάρ φησιν, “ ὁ Θεὸς κρίνων τὴν γῆν.” διὰ τοῦτο λέγει, “ καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοή- “ θησά σοι.” ἐπεὶ καὶ νῦν τὸ μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας εὑρίσκειν μετάνοιαν, χάριτος ἐστιν.

Θεοδωρίτου. Εἶτα τῆς ἱερωσύνης τὴν αἰτίαν διδάσκει, καὶ τίνος ἕνεκεν ταύτης ἀξιοῦνται τινὲς, καὶ τι ποιεῖν προσήκει τὸν ἀρχιερέα, ὅθεν ἐπάγει,

Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεὸν, ἵνα προσφέρῃ δῶρα τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν δυνά- δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτως καὶ ὑπὲρ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν.

Εἶπεν ἄνω ὅτι “ οὐκ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι “ ταῖς ἀσθενείαις ἡμῶν, ἀλλὰ πεπειραμένον κατὰ πάντα καθ’ ὁμοιό-

473
“τητα χωρὶς ἁμαρτίας.” ἀναγκαίως τοίνυν καὶ ταῦτα προστέθεικε διδάσκων, ὡς καὶ ἐν τῷ νόμῳ οὐκ Ἄγγελος ὑπὲρ ἀνθρώπων ἱερατεύειν ἐτάχθη, ἀλλ’ ἄνθρωπος ὑπὲρ ἀνθρώπων, τὴν αὐτὴν φύσιν ἔχων, τὰ αὐτὰ περικείμενος πάθη, τῆς φύσεως τὴν ἀσθένειαν ἐπιστάμενος, συγγνώμην νέμων τοῖς ὀλισθαίνουσιν, ὀρέγων χεῖρα τοῖς ἁμαρτάνουσιν, ἐκ τῶν οἰκείων καὶ τὰ τοῦ πέλας σκοπῶν· οὑ δὴ χάριν καὶ τὰς θυσίας οὐχ ὑπὲρ τοῦ λαοῦ μόνον ἀλλὰ καὶ ὑπὲρ ἑαυτοῦ προσφέρειν νομοθετεῖται.

Χρυσοστόμου. Θέλει τοίνυν δεῖξαι λοιπὸν ὁ μακάριος Παῦλος, λος, ὅτι πολλῶ βελτίων ἡ διαθήκη αὕτη τῆς παλαιᾶς. ποιεῖ οὖν τοῦτο πόρρωθεν προκαταβάλλων τοὺς λογισμούς. ἐπειδὴ γὰρ οὐδὲν ἦν σωματικὸν, ἣ φανταστικὸν, οἷον οὐ ναὸς, οὐχ ἅγια ἁγίων, οὐχ ἱερεὺς τοσαύτην ἔχων σκευὴν, οὐ παρατηρήσεις νομικαὶ, ἀλλ’ ὑψηλότερα καὶ τελειότερα πάντα, καὶ οὐδὲν τῶν σωματικῶν, τὸ δὲ πᾶν ἐν τοῖς πνευματικοῖς ἦν· οὐχ οὕτω δὲ τὰ πνευματικὰ τοὺς ἀσθενεστέρους ἐπήγετο ὡς τὰ σωματικὰ, τοῦτον ὅλον ἀνακινεῖ τὸν λόγον· καὶ θέα τὴν σύνεσιν, ἀπὸ τοῦ ἱερέως πρώτου ποιεῖται τὴν ἀρχὴν, καὶ συνεχῶς αὐτὸν ἀρχιερέα καλεῖ, καὶ ἀπ’ αὐτοῦ πρώτου δείκνυσι τὴν διαφοράν· διὰ τοῦτο ὁρίζεται πρῶτον τί ἐστιν ἱερεὺς, καὶ δείκνυσιν εἴ τινα ἔχει ἱερέως, καὶ εἴ τινα σύμβολα γίνεται ἱερωσύνης. ἀντέπιπτε δὲ αὐτῷ ὅτι οὐδὲ εὐγενὴς ἦν, οὔτε ἐκ φυλῆς ἱερατικῆς, οὔτε ἐπὶ τῆς γῆς ἱερεὺς, πῶς οὑν ἱερεύς φησιν, καὶ ὥσπερ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, ἀπίθανον λόγον λαβὼν ἡ πίστις ἐργάζεται τοῦτο, ὅπερ οὐκ ἴσχυσεν ὁ πόνος ὁ τοῦ νόμου καὶ ὁ τῆς πολιτείας ἱδρὼς, κατέφυγεν ἐπὶ τὸν πατριάρχην, καὶ εἰς ἐκεῖνον τὸν χρόνον τὸ πᾶν ἀνήγαγεν, οὕτω δὴ καὶ ἐνταῦθα, πρῶτον ἀπὸ τῶν παρόντων τοῦτο βεβαιοῦται. ἔδει μὲν γὰρ ἀπὸ τῶν οὐρανίων τὰ ἐπίγεια πιστοῦσθαι, ἀλλ’ ὅταν ἀσθενεῖς ὦσιν οἱ ἀκούοντες, τὸ ἐναντίον γίνεται. τέως οὖν ἃ κοινά ἐστι τίθησι πρῶτα, καὶ τότε δείκνυσιν ὅτι ὑπερέχει. ἡ γὰρ κατὰ σύγκρισιν ὑπεροχὴ οὕτως γίνεται· ὅταν ἐν μὲν τοῖς, κοινωνῇ· ἐν δὲ τοῖς, ὑπερέχει, εἰ δὲ μὴ, οὐκέτι κατὰ σύγκρισιν γίνεται. “πᾶς,” φησὶν, “ἀρχιερεὺς ἐξ “ ἀνθρώπων λαμβανόμενος,” τοῦτο κοινὸν τῷ Χριστῷ, “ὑπὲρ ἀν- “ θρώπων καθίσταται τὰ πρὸς τὸν Θεὸν,” καὶ τοῦτο οὐχ ὅλον, τὰ δὲ λειπόμενα οὐκέτι, “μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ

474
“ πλανωμένοις.” ἐνταῦθα λοιπὸν ἡ ὑπεροχή. οὐ γὰρ δὴ καὶ ὁδεύει ὁ Κύριος περίκειται ἀσθένειαν, ἀλλὰ τοῦτο ὅλον ἡμέτερον.

Ὁμιαία. Διὰ τοῦτο ἴσμεν συγγινώσκειν, ὅτι καὶ αὐτοὶ ἁμαρτήμασιν ὄντες ὑπεύθυνοι. διὰ γὰρ τοῦτο καὶ ὁ Θεὸς οὐκ Ἀγγέλους ἔδωκεν ἡμῖν διδασκάλους, οὐδὲ τὸν Γαβριὴλ ἄνωθεν κατενεγκὼν ἐπέστησεν αὐτοῦ ταῖς ἀγέλαις, ἀλλ᾿ ἀπ᾿ αὐτοῦ τοῦ ποιμνίου ἀναλαμβάνων, ποιεῖ ποιμένας, ἀπ᾿ αὐτῶν τῶν προβάτων τὸν ἀγελάρχην, ἵνα συγγνωμονικὸς ᾖ τοῖς ἀρχομένοις, καὶ τὴν οἰκείαν ἀσθένειαν ἐννοῶν, μὴ ἐπαίρηται κατὰ τῶν ποιμαινομένων, ἀλλ᾿ ἔχῃ χαλινὸν καὶ ταπεινοφροσύνης ὑπόθεσιν, τοῦ οἰκείου συνειδότος τὴν ἀνάγκην. ταῦτα νῦν ὁ Παῦλος φιλοσοφεῖ, καὶ τὴν αἰτίαν ἡμῖν ἄριστα λέγει, δἰ ἣν οὐκ Ἄγγελοι οὐδὲ Ἀρχάγγελοι, ἀλλ᾿ ἄνθρωποι ταῖς ἐκκλησίαις ἐφεστήκασιν, ἵνα δύνωνται συναλγεῖν τοῖς ὁμογενέσι, τὸ τῶν οἰκείων ἁμαρτημάτων συνειδὸς, μέγιστον διδασκαλίαν ταπεινοφροσύνης ἔχοντες. καὶ γὰρ καὶ αὐτὸς περίκειται,” φησὶν, “ ἀσθένειαν, καὶ διὰ ταύτην ὀφείλει καθὼς περὶ τοῦ λαοῦ “ οὕτως καὶ περὶ ἑαυτοῦ προσφέρειν περὶ ἁμαρτιῶν.” τοῦτο γοῦν καὶ νῦν γίνεται. καὶ γὰρ τῇ ἱερᾷ ταύτῃ τραπέζῃ παρεστῶτες, καὶ τὴν φρικτὴν θυσίαν ἀναφέροντες, ὥσπερ ὑπὲρ τῶν τοῦ λαοῦ πλημμελημάτων, αἰτοῦμεν γενέσθαι συγχώρησιν, οὕτω καὶ ὑπὲρ τῶν ἡμετέρων αὐτὸν παρακαλοῦμεν, καὶ ὑπὲρ ἁπάντων τὴν θυσίαν ἀναφέρομεν ἐκείνην, καὶ ὑμῶν καὶ ἡμῶν τῶν ἀναφερόντων. διά τοι τοῦτο καὶ τοὺς μέλλοντας δήμους ἐγχειρίζεσθαι, καὶ πόλεις καὶ ἔθνη καὶ δημαγωγοὺς γίνεσθαι καὶ διδασκάλους, πρὸ τῆς χειροτονίας ἀφῆκε τῆς οἰκείας ἀσθενείας καταμαθεῖν τὴν ὑπερβολὴν, γυμνώσας αὐτοὺς τῆς παρ᾿ αὐτοῦ βοηθείας, ἵνα ἐν τοῖς οἰκείοις πάθεσι μαθόντες αὐτῶν τὸ εὐπερίτρεπτον, ἡνίκα ἂν ἑτέροις δικάζωσι, μετὰ πολλὰ τοῦ ἐλέου καὶ τῆς συγγνώμης τὴν ψῆφον ἐκφέρωσι, τῆς οἰκείας ἀναμιμνησκόμενοι συνεχῶς οὐδενείας· καὶ τοῦτο ἴδοι τις ἂν καὶ ἐν τῇ καινῇ καὶ ἐν τῇ παλαιᾷ γενόμενον.

Μωσῆς μὲν γὰρ Αἰγυπτίου ἑνὸς, Ἠλίας δὲ πόρνης μιᾶς ἀπειλὴν δείσαντες, ἐφυγαδεύθησαν. Πέτρος δὲ, οὐδὲ βγασιλίδος, οὐδὲ ἀνδρὸς, ἀλλὰ θυρωροῦ κόρης ἀπειλὴν ἔδεισε, καὶ πτῶμα ἔπεσε χαλεπώτατον. ἐπειδὴ γὰρ ἐγυμνώθη τῆς χάριτος, ἐδείχθη καὶ ἡ τούτου ἀσθένεια ἐρήμη γενομένη τῆς τοῦ Θεοῦ κηδεμονίας· ἀφῆκε

475
δὲ αὐτὸν ὁ Θεὸς πεσεῖν, ἐπειδὴ καὶ τοῦτον ἔμελλεν ἄρχοντα ποιεῖν τῆς οἰκουμένης ἁπάσης, ἵνα τῶν οἰκείων ἀναμιμνησκόμενος πτωμάτων, τῶν ἐφεξῆς γινομένων, συγγινώσκῃ τοῖς ὑποσκελιζομένοις· καὶ Μωσῆν δὲ καὶ Ἡλίαν καὶ Παῦλον, γυμνοὺς ὁ Θεὸς τῆς αὐτοῦ ἠφίει χάριτος· ἵνα ὅταν διδαχθῶσιν αὐτῶν τὴν ἀσθένειαν, καὶ πῶς οὐδὲν ἄνθρωπος ἀμοιρῶν τῆς ἄνωθεν ῥοπῆς, ἐπὶ τὸν δικαστικὸν ἀναβάντες θρόνον, καὶ δημαγωγοὶ γενόμενοι καὶ ἄρχοντες, πολλὴν τὴν φιλανθρωπίαν, πολλὴν τὴν συγκατάβασιν, πολλὴν τὴν συγγνώμην περὶ τοὺς ἀρχομένους ἐπιδεικνύωνται.

Οὐχ ἑαυτῷ τίς λαμβάνει τὴν τιμὴν, ἀλλ’ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ καθάπερ καὶ Ἀαρών.

Ὕστερον, φησὶ, γίνεται καὶ οὐκ αὐτὸς ἐπιπηδᾷ. καὶ τοῦτο δὲ κοινὸν τῷ Χριστῷ. ἐνταῦθα δὲ πάλιν καὶ ἕτερόν τι θεραπεύει, ὅτι ἀπὸ Θεοῦ ἀπέσταλται· ὅπερ ἄνω καὶ κάτω διαλεγόμενος Ἰουδαίοις ἔλεγεν ὁ Χριστὸς, “ὁ πέμψας με μείζων μού ἐστι.” καὶ “ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα. ἐνταῦθά μοι δοκεῖ καὶ Ἰουδαίων αίνιττεσθαι τοὺς ἱερέας τοὺς ἐπιπηδῶντας, καὶ τὸν νόμον τῆς ἱερωσύνης παραφθείροντας.

Θεοδωρίτου. Ἀρχιερεὺς γὰρ ἔννομος ὁ παρὰ Θεοῦ τὴν χειροτονίαν δεχόμενος. οὕτω γοῦν καὶ Ἀαρὼν ὁ πρῶτος ἀρχιερεὺς τὴν ἀξίαν ταύτην ἐδέξατο.

Γρηγορίου Νύσσησ Εἰσ Τὸν Βίον Μωσέδσ. Οἱ μὲν γὰρ περὶ Κορὲ καὶ Δαθὰν ταπεινὸν εἶναι κρίνοντες τὸ φυλάσσειν ἐφ’ ἑαυτῶν τὴν τάξιν ἐφ’ ἧς ἐτάχθησαν, εἰσώθουν ἑαυτοὺς εἰς τὸ τῆς ἱερωσύνης ἀξίωμα, παρώσασθαι τοὺς παρὰ Θεοῦ τὴν λειτουργίαν ταύτην λαχόντας φιλονεικοῦντες· ἀλλ’ οἱ μὲν χάσματι ὑπολειφθέντες καὶ κεραυνοῖς καταπρησθέντες, ἐξηφανίσθησαν. ὁ δὲ Θεὸς ἐδίδαξεν ὅτι θεῖον χρῆμά ἐστιν ἡ ἱερωσύνη, καὶ οὐκ ἀνθρώπινον. ἐδίδαξε δὲ οὕτως, ῥάβδους πη ἑκάστης φυλῆς ἐπὶ τῷ ὀνόματι τῶν δεδωκότων σημάνας ὁ Μώσης, προτίθησι τῷ θυσιαστηρίῳ, ὥστε τῆς ἄνωθεν χειροτονίας μαρτυρίαν γενέσθαι τὴν ῥάβδον θαύματι θείῳ παρὰ τὰς ἄλλας γινομένην ἐπίσημον. καὶ γενομένου τούτου, αἱ μὲν τῶν ἄλλων ῥάβδοι, ὅπερ ἦσαν διέμειναν,

476
ἡ δὲ τοῦ ἱερέως αὐτὴ ἑαυτῇ ῥιζωθεῖσα, οὐ διά τινος ἀλλοτρίας ἰκμάδος, ἀλλὰ τῆς θεόθεν αὐτῇ ἐντεθείσης, κλάδον καὶ καρπὸν ἀνεβλάστησε, καὶ προῆλθεν ὁ καρπὸς εἰς τελείωσιν. κάρυον δὲ ἦν ὁ καρπός. οὗ γενομένου, πρὸς εὐταξίαν ἐπαιδεύθη πᾶν τὸ ὑπήκοον.

Νοεῖν δὲ προσήκει διὰ τοῦ καρποῦ, οὗ ἡ ῥάβδος ἐβλάστησε τοῦ ἱερέως, οἷον χρὴ εἶναι τὸν ἐν ἱερωσύνῃ βίον, ἐγκρατῆ, περιεσκληκότα τῇ φαινομένῃ ζωῇ, ἔνδοθεν τὸ ἐδώδιμον ἐν τῷ κρυπτῷ καὶ ἀφανεῖ περιέχοντα, ὃ τότε ἀνακαλύπτεται ὅταν πεπανθῇ τῷ χρόνῳ ἡ βρῶσις, καὶ περιρραγῇ τὸ στῦφον περιβόλαιον, καὶ περιτριβῇ τὸ ξυλῶδες ἐκεῖνο τοῦ ἐδωδίμου προκάλυμμα. εἰ δέ τινος ἱερέως λεγομένου καταμάθῃς τὸν βίον μηλοειδῆ καὶ εὔπνουν καὶ ῥοδόχροον, οἷοι τῶν πολλῶν εἰσι βύσσῳ καὶ πορφύρᾳ διανθιζόμενοι, καὶ ταῖς λιπαραῖς τραπέζαις ἐμπεπαινόμενοι, οἱ τὸν διυλισμένον πίνοντες οἶνον, καὶ τὰ πρῶτα μῦρα χριόμενοι, καὶ ὅσα ἄλλα γλυκέα δοκεῖ κατὰ τὴν πρόχειρον γεῦσιν τοῖς τὸν ἀπολαυστικὸν πορίζουσι βίον, καλῶς ἃν ἐπὶ τούτου τὸ εὐαγγελικὸν εἴποις, ὅτι τὸν καρπὸν βλέπων οὐκ ἐπιγινώσκω δοιὰ τοῦ καρποῦ τὸ ἱερατικὸν δένδρον. ἄλλος τῆς ἱερωσύνης καρπὸς, οὗτος ἕτερος, ἐκεῖνος ὁ καρπὸς ἐγκράτεια ἦν, τρυφῆς δὲ οὗτος. ἐκεῖνος οὐκ ἀπὸ γηίνης ἰκμάδος ὑπεπιαίνετο, τούτῳ δὲ πολλοὶ κάτωθεν ἐπιρρέουσιν οἱ τῶν ἡδονῶν ὀχετοὶ, δι’ ὧν πρὸς τὴν τοιαύτην ὥραν ἡ τοῦ βίου ὀπώρα ὑπερυθαίνεται. ἀλλὰ ταῦτα μὲν εἴρηται ὥστε γνωρίσαι τὸ τῆς ἱερωσύνης σεβάσμιον.

Κυρίλλου. Εἰδέναι δὲ χρὴ ὡς οὐδ’ ἂν αὐτὸς ὁ Υἱὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ἱερατεύειν λέγοιτο, καὶ ἐν τάξει γενέσθαι τῇ λειτουργικῇ, εἰ μὴ νοοῖτο καθ’ ἡμᾶς δι’ ἡμᾶς γεγονὼς, καὶ ὥσπερ κέκληται προφήτης καὶ μὴν καὶ Ἀπόστολος διὰ τὸ ἀνθρώπινον, οὕτω καὶ ἱερεύς. πρέποι γὰρ ἃν τῷ τῆς δουλείας σχήματι τὰ δουλοπρεπῆ· καὶ τοῦτο ἐστὶν ἡ καίνωσις. ὁ γὰρ ὑπάρχων ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς, ᾧ καὶ αὐτὰ τὰ ἄνω παρέστηκε Σεραφὶμ, ᾧ λειτουργοῦσι χίλιαι χιλιάδες Ἀγγέλων, ἐπειδὴ κεκένωκεν ἑαυτὸν, τότε δὴ τῶν ἁγίων λειτουργὸς ἀναδειχθῆναι λέγεται. καὶ ἔστι τὸ ἱερατεύειν τῆς μέτα σαρκὸς οἰκονομίας.

Ταῦτα μέντοι ὁ θεῖος Ἀπόστολος εἴρηκεν, οὐ τῆς ἀρχιερωσύνης

477
ἡμῖν τοὺς κανόνας νῦν ἐπιδεῖξαι βουλόμενος, ἀλλὰ τὰ περὶ τῆς δεσποτικῆς ἀρχιερωσύνης προκατασκευάζων. σαφῶς αὐτίκα τοίνυν ἐπήγαγεν,

Οὕτως καὶ ὁ Χριστὸς, οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτὸν, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε, καθὼς καὶ ἐν ἑτέρῳ λέγει, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

Χρυσοστόμου. Ποῦ οὖν ἐχειροτονήθη φησίν; ὁ γὰρ Ἀαρὼν πολλάκις ἐχειροτονήθη, ὡς ἐπὶ τῆς ῥάβδου, καὶ ὅτε τὸ πῦρ κατῆλθε, καὶ ἠφάνισε τοὺς ἐπιπηδῆσαι τὴν ἱερωσύνην βουλομένους. ἐνταῦθα δὲ τοὐναντίον, οὐ μόνον οὐδὲν ἔπαθον, ἀλλὰ καὶ εὐδοκιμοῦσι· πόθεν οὖν τοῦτο δείκνυσιν; οὐδὲν ἔχει αἰσθητὸν, οὐδὲν ὁρατόν. διὰ τοῦτο ἀπὸ προφητείας ἰσχυρίζεται λέγων, “ἀλλ’ ὁ λαλήσας πρὸς αὐτὸν, Υἱός “μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε,” καὶ τί πρὸς τὸν Υἱὸν τοῦτο; ναί, φησι, προκατασκευή ἐστι τοῦ ὑπὸ Θεοῦ χειροτονηθῆναι, καθὼς καὶ ἐν ἑτέρῳ λέγει· “σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ “τὴν τάξιν Μελχισεδέκ.” πρὸς τίνα δὲ εἴρηκε τοῦτο; τίς ἐστι κατὰ τὴν τάξιν Μελχισεδέκ; οὐδεὶς ἕτερος, πάντες γὰρ ὑπὸ νόμον ἦσαν, πάντες ἐσαββάτιζον, πάντες περιετέμνοντο, οὐδένα ἃν ἔχοι τις ἕτερον δεῖξαι.

Κυρίλλου. Ὁ καθεὶς ἑαυτὸν εἰς κένωσιν περιμένει κλῆσιν τὴν ἐκ Πατρὸς ἀποφέρουσαν εἰς ἱερωσύνην τὴν πρεπωδεστάτην, οὐ τῇ ἑαυτοῦ φύσει, ἀλλὰ τῇ καθ’ ἡμᾶς· ἧς ἐπείπερ ἐν ἴσῳ γέγονεν, ὑπομένει τὰ αὐτῆς ἀδικούμενος ἐντεῦθεν οὐδὲν, ἀτεχνῶς δὲ μᾶλλον τῇ μετὰ σαρκὸς οἰκονομίᾳ χρώμενος. ὥσπερ γὰρ καί τοι φύσει κύριος ὣν, μεμένηκεν ὅπερ ἦν, κάη δὲ γέγονεν ἐν τῇ τοῦ δούλου μορφῇ, οὕτω φαμὲν, ὅτι καὶ τοι μυρίους ἔχων ἐν οὐρανῷ τοὺς ἱερουργοῦντας, αὐτὰς τὰς νοητὰς δηλονότι καὶ ἀναιμάκτους θυσίας, ὕμνους καὶ δοξολογίας καὶ τὴν καθ’ ἡμᾶς ἱερωσύνην ποιεῖται δεκτὴν, ἀποσώζων πανταχοῦ τοῖς τῆς ἀνθρωπότητος μέτροις τὰ πρέποντα. κέκληται τοίνυν καθὸ καὶ Ἀαρὼν οὐκ ἐν ἴσω τρόπῳ. ὁ μὲν γὰρ ἐχρίετο πρὸς ἱερουργίαν, καὶ ἦν οἰκέτης, ὁ δὲ ὡς Υἱὸς καλεῖται, καὶ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερουργεῖ τῷ Πατρί. ὡς μὲν γὰρ φύσει Θεὸς καὶ Λόγος κατὰ τὴν πρὸ αἰώνων γέννησιν

478
Υἱὸς ὣν, ὡς δὲ ἄνθρωπος κατὰ τὴν * * * * καὶ ἐν σαρκὶ ἧς ἃν εἴη δεκτικὸν καὶ τὸ σήμερον καῖρον γὰρ ἥμιν σημαίνει ’τον ένεστηκότα. οἰκειοῦται δὴ οὖν καὶ τὴν σαρκικὴν αὐτοῦ γέννησιν ὁ Πατήρ. οἶδεν γὰρ ἴδιον ὄντα Υἱὸν τὸν ἐξ αὐτοῦ θεικῶς, καὶ ἐκ γυναικὸς ἀνθρωπίνως.

Θεοδωρίτου. Ἐπειδὴ τοίνυν ἐξ ἑτέρας ὑπῆρχε φυλῆς ὁ Χριστὸς, ἐκ τοῦ Δαυϊτικοῦ γὰρ κατὰ τὴν ἀνθρωπείαν φύσιν ἐβλάστησε γένους, εἰδὼς ὁ Ἀπόστολος τῶν ἀπιστούντων Ἰουδαίων τὸ τῆς γνώμης ἀντίτυπον, εἰς τὰς προφητικὰς κατέφυγε μαρτυρίας. καὶ σοφῶς μὲν διὰ τούτων τὸν οἰκεῖον ἐβεβαίωσε λόγον· σοφῶς δὲ αὐτὸν ἔ δεῖξεν, οὐκ ἀρχιερέα μόνον ἀλλὰ καὶ Υιον προσαγορευόμενον, καὶ καινήν τινα καὶ παράδοξον ἀρχιερωσύνην δεξάμενον τὴν κατὰ τὴν τάξιν Μελχισεδέκ.

Ἀθανασίου Ψαλμοῖσ. Ὅτι οὐ δι’ ἐλαίου ἐχρίσθη ὁ Μελχισεδὲκ ὡς Ἀαρὼν, οὐ τὰς δι’ αἱμάτων θυσίας προσήγαγε, ὅτι τῶν ἐθνῶν ἦν ἀρχιερεὺς, ὅτι δι’ ἄρτου καὶ οἴνου εὐλόγησε τὸν Ἀβραὰμ, τὰ μυστήρια αἰνιττόμενος.

Χρυσοστόμου. Καὶ διὰ τοῦτο ἐλευθέραν εἶναι τοῦ νόμου τὴν ἱερωσύνην καὶ διὰ τὸ ἀτελεύτητον καὶ ἄναρχον. ὅπερ γὰρ ἐκεῖνος εἶχεν ἐν ταῖς σκιαῖς, τοῦτο ἐν τῇ ἀληθείᾳ ἐπὶ τοῦ Ἰησοῦ.

Θεοδωρίτου. Ἐπειδὴ δὲ εἶπεν ὁ Παῦλος, ὡς τούτου χάριν “ἄνθρωπος ὑπὲρ ἀνθρώπων ἀρχιερεὺς προβάλλεται, ὥστε συμ- “πάσχειν τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περί- “κεῖται ἀσθένειαν” δείκνυσι καὶ τὸν δεσπότην Χριστὸν, πλὴν ἁμαρτίας, πάντα τῆς ἀνθρωπείας φύσεως δεξάμενον τὰ παθήματα, ἐπάγει γὰρ,

Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τὲ καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς, ἀπὸ τῆς εὐλαβείας, καί περ υἱὸς ὢν ἔμαθεν ἀφ’ ὧν ἔπαθεν, τὴν ὑπακοήν.

Σκόπη τῷ μονογενεῖ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἔχοντι παθεῖν ἀνθρωπίνως, καὶ διδάξαι τοὺς αὐτοῦ γνωρίμους, τίνα δὴ τρόπον ταῖς τῶν πειρασμῶν ἐφόδοις προσέρχεσθαι χρὴ, καὶ προσέτι

479
καταδεῖξαι τῆς ὑπακοῆς εὐκλεὲς τὸ τέλος. προσίει τοίνυν μετὰ κραυγῆς ἰσχυρᾶς καὶ ἱκετηρίας ὡς καθ’ ἡμᾶς. εἰσηκούσθη δὲ, ὡς φύσει Υἱὸς, οὐ παρακουόμενος. ἐγὼ γὰρ ᾔδειν, φησὶν, “ὅτι “πάντοτέ μου ἀκούεις.” ἵνα γὰρ καὶ τὰς ἡμῶν προσευχὰς δεκτὰς γενέσθαι παρασκευάσῃ, αὐτὸς ἀπάρχεται τῷ πράξαι μονονουχὶ κατευρυμένον τῇ ἀνθρώπου φύσει τὴν τοῦ Πατρὸς ἀκοὴν, καὶ οἷον ἑτοιμοτάτην παρατιθεὶς ταῖς τῶν δι’ αὐτὸν κινδυνευόντων ψυχαῖς. οὐκοῦν ἡμεῖς ἦμεν αὐτῷ, καθάπερ ἐν ἀπαρχῇ δεύτεροι τοῦ γένους, οἳ οὐκ ἀδακρυτὶ προσευχόμενοι, καὶ τὸ τοῦ θανάτου κράτος καταργηθῆναι παρακαλοῦντες, ἰσχύσει δὲ τὴν ζωὴν τὴν καὶ πάλαι τῇ φύσει δεδωρημένην. ὅτι δὲ τὸ ὑπακοῦσαι Θεῷ ἀπόβλεπτον ἔχει τὸ πέρας, ἐν αὐτῷ πάλιν ὀψόμεθα, “ἀφ’ ὧν γὰρ ἔπαθε,” φησὶν, “ἔμαθε τὴν ὑπακοὴν,” ὡσεὶ λέγοι, τεταπείνωκεν ἑαυτὸν, ἀλλ’ οὐ μεμένηκε ταπεινός. ὑπερυψώθη γὰρ, ὅτι ὄνομα λαβὼν τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ ἀνθρωπίνως μὲν τοῦ λόγου τὸ σχῆμα· ἄριστος γεμὴν εἰς ἡμᾶς ὁ τοῦ γράμματος τύπος, τοῦ παντὸς πρόξενον ἀγαθοῦ τὴν ὑπακοὴν ἡμῖν ἀποφαίνων. ὑπογραμμὸς οὖν εἰς ἡμᾶς τὸ μετὰ κραυγῆς καὶ δακρύων εὔχεσθαι πειραζόμενον τὸν Ἐμμανουὴλ, οὐ πρὸ τῆς ἐνανθρωπήσεως ἀλλ’ ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ ἐφιείσης αὐτῷ, τοῦ δρᾶν τῆς μετὰ σαρκὸς οἰκονομίας, οὐδὲν εἰς τὴν τῆς θεότητος δόξαν ἀδικουμένης. ἐπεὶ τίνα τρόπον κατεπτοήθη θάνατον ἡ ζωή· ὁ δὲ καὶ ἡμᾶς εὐτολμωτέρους ἀποφαίνων, καὶ λέγων “μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτενόντων τὸ “σῶμα,” πῶς ἃν ἥλω παθεῖν τὴν δειλίαν; ἣ πῶς ἃν ἠτόνησε τῆς ἰδίας σαρκὸς ἀποσοβῆσαι τὸν θάνατον, ὁ πάντων αὐτὸν ἀφιστάς; παναλκὴς γάρ ἐστιν ὁ τοῦ Θεοῦ Λόγος, καὶ θανάτου κρείττων καὶ παθῶν ἐπέκεινα, ἀνθρωποπρεπῶς· ἀλλαμὴν οὕτω φύσεως πέπονθεν ὑπὲρ ἡμῶν. οὐκοῦν οὔτε ψιλὸς ἄνθρωπος ὁ Χριστὸς, οὔτε ἄσαρκος ὁ Λόγος. ἑνωθεὶς δὲ μᾶλλον τῇ καθ’ ἡμᾶς ἀνθρωπότητι, ἔπαθεν ἀπαθῶς σαρκὶ τῇ ἰδίᾳ τὰ ἀνθρώπινα, καὶ γέγονε ταῦτα εἰς ὑποτύπωσιν εἰς ἡμᾶς ἀνθρωπίνως, ἵνα τοῖς ἴχνεσιν αὐτοῦ ἀκολουθήσωμεν.

Χρυσοστόμου. Ὁρᾷς ὅτι οὐδὲν ἄλλο ποιεῖ, ἣ τὸ κηδεμονικὸν παρίστησι καὶ τῆς ἀγάπης τὴν ὑπερβολή; τί γὰρ βούλεται τὸ

480
“μετὰ κραυγῆς ἰσχυρᾶς;” καὶ μὴν οὐδαμοῦ τοῦτο τὸ εὐαγγέλιον φησὶν, οὐδ’ ὅτι ἐδάκρυσεν εὐχόμενος, οὐδ’ ὅτι κραυγὴν ἐποιήσατο. ὁρᾷς ὅτι συγκατάβασις ἦν, οὐ γὰρ ἐνῆν εἰπεῖν ὅτι ηὔξατο, ἀλλὰ καὶ μετὰ κραυγῆς. ἔστω “μετὰ κραυγῆς,” διατί καὶ “ἰσχυρᾶς, “καὶ δακρύων;” αἰσχυνέσθωσαν οἱ αἱρετικοὶ ἀθετοῦντες τὴν σάρκα. τί λέγεις; ὁ Υἱὸς τοῦ Θεοῦ ἀπὸ εὐλαβείας ἠκούετο; καὶ τι περὶ τῶν προφητῶν πλέον ἃν εἴποι τις. ποία δὲ καὶ ἀκολουθία εἰπεῖν “εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας ἔμαθεν ἀφ’ ὧν ἔπαθεν τὴν “ὑπακοήν;” ποίαν δὲ ὑπακοὴν ὁ μέχρι θανάτου πρὸ τούτου ὑπακούσας, ὡς πατρὶ υἱός; πῶς ὕστερον ἔμαθε; ταῦτα περὶ Θεοῦ ἄν τις εἴποι; καὶ τίς οὕτω μέμηνεν; ὁρᾷς ὅτι περὶ τῆς σαρκώσεως εἴρηται. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι εἰσακούεται εὐκόλως. ἐπειδὴ γὰρ οὐδέπω περὶ αὐτοῦ δόξαν εἶχον τὴν προσήκουσαν, εἶπεν ὅτι εἰσηκούσθη, ὥσπερ καὶ αὐτὸς τοὺς μαθητὰς παραμυθούμενος ἔλεγεν, “εἰ ἠγαπᾶτε με, ἐχάρητε ἃν ὅτι πρὸς τὸν Πατέρα μου “πορεύομαι, καὶ ὁ Πατήρ μου μείζων μου ἐστί.” πῶς δὲ οὐχ ἑαυτὸν ἐδόξασεν, ὁ ἑαυτὸν κενώσας, ὁ παραδοὺς ἑαυτόν; “παρέδωκε “γάρ,” φησιν, “ἑαυτὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν.” καὶ πάλιν, “δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων ἡμῶν.” εἰπὲ δή μοι, τοῦ Πατρὸς ἐδεῖτο ἵνα σωθῇ ἀπὸ τοῦ θανάτου; καὶ διὰ τοῦτο περίλυπος ἦν, καὶ ἔλεγεν “εἰ δυνατὸν παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ “ἐμοῦ;” οὐδαμοῦ δὲ περὶ ἀναστάσεως ἐδεήθη τοῦ Πατρὸς, ἀλλὰ τοὐναντίον αὐτὸς ἀποφαίνεται λέγων, “λύσατε τὸν ναὸν τοῦτον, “καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.” καὶ “ἐξουσίαν ἔχω θεῖναι “τὴν ψυχήν μου, καὶ πάλιν λαβεῖν αὐτήν· οὐδεὶς αἴρει αὐτὴν ἀπ’ “ἐμοῦ, ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ·” καὶ πάλιν “τῇ τρίτῃ “ἡμέρᾳ ἀναστήσομαι.” καὶ οὐκ εἶπεν ὅτι ἀναστήσει με ὁ Πατήρ· πῶς οὖν περὶ τούτου ἐδεήθη, καὶ τίνος ἕνεκεν; ἀλλὰ περὶ τίνων ἐδεῖτο, περὶ τῶν πιστευσάντων εἰς αὐτόν. ὁρᾷς ὅτι διὰ τὴν σάρκα ταπεινὰ φθέγγεται περὶ ἑαυτοῦ, οὕτω καὶ ἐνταῦθα “ἀπὸ τῆς “εὐλαβείας εἰσηκούσθη” φησίν. βούλεται αὐτοῦ δεῖξαι τὸ κατόρθωμα ὃν μᾶλλον ἣ τῆς χάριτος τοῦ Θεοῦ. τοσαύτη φησὶν ἦν αὐτοῦ ἡ εὐλάβεια, ὡς καὶ ἀπὸ τούτου αἰδεῖσθαι αὐτὸν τὸν Θεόν. ὁρᾷς ὅσα περὶ ὑπακοῆς διαλέγεται, ὥστε πείθεσθαι αὐτούς·
481
δοκοῦσι γάρ μοι ἀφηνιάζειν. δείκνυσιν οὖν τῶν παθημάτων τὸ κέρδος, καὶ φησὶν, εἰ ἐκεῖνος υἱὸς ὣν ἐκέρδισεν ἀπὸ τῶν παθημάτων τὴν ὑπακοὴν, πολλῷ μᾶλλον ἡμεῖς.

Θεοδωρίτου. Τίς ἃν μὴ κομιδὴ παραπαίων ταῦτα περὶ τῆς θείας φύσεως εἴπῃ εἰρῆσθαι; εἰ γὰρ ὁ μακάριος Παῦλος, οὐκ ἐδεδίει τὸν θάνατον, ἀλλὰ ἐπιθυμίαν εἶχεν ἀναλύσαι καὶ σὺν Χριστῷ εἶναι, καὶ τοῖς προειρηκόσι τὰ ἐν Ἰεροσολύμοις αὐτῷ συμβησόμενα, καὶ πειραθεῖσιν ἐπισχεῖν ἔφη, “τί κλαίετε “συνθρύπτετέ μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεηθῆναι, “ἀλλὰ καὶ ἀποθανεῖν ἕτοιμός εἰμι, ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου “ἡμῶν Ἰησοῦ Χριστοῦ,” πῶς ὁ Θεὸς Λόγος, ὁ τῶν αἰώνων δημιουργὸς, ὁ ἀναλλοίωτός τε καὶ ἄτρεπτος, καὶ πάθους ἐλεύθερος ἐδεδίει τὸν θάνατον; ἀλλὰ γὰρ ἴσως καὶ τὸ μηκύνειν περὶ τούτων ἀνοίας ἐσχάτης· ἡ γὰρ τῆς ταπεινότητος τῶν μέτρων ὑπερβολὴ καὶ αὐτοὺς ἀναγκάζει τοὺς τὴν θεότητα βλασφημοῦντας, μηδὲν τούτων τῇ θεότητι προσαρμόσαι. καὶ γὰρ τὴν ἀνθρωπότητα τοῦτο παθεῖν ἡ θεότης συνεχώρησεν, ἵνα μάθωμεν ὡς ἀληθῶς ἐνηνθρώπησε, καὶ φύσιν ἀνθρωπείαν ἀνέλαβε, καὶ οὐ φαντασίᾳ καὶ δοκήσει τὸ τῆς οἰκονομίας ἐτελέσθη μυστήριον. εἰ γὰρ καὶ τούτων οὕτω γενομένων, καὶ Σίμων καὶ Μένανδρος καὶ Κερδῶν καὶ Μαρκίων καὶ Βαλεντῖνος καὶ Βαρδισάνης καὶ Βασιλείδης καὶ Μάνης, τοὺς οἰκείους ἐδίδαξαν θιασώτας ὡς οὐδὲν τῆς ἀνθρωπείας ἀνείληφε φύσεως, δηλονότι πλείους ἃν τὴν πλάνην ταύτην ὑπέμειναν, εἰ μὴ τῶν ἀνθρωπείων πλὴν ἁμαρτίας ἠνέσχετο παθημάτων. ἡμέρας δὲ σαρκὸς, τὸν τῆς θνητότητος ἔφη καιρὸν, τουτέστιν ἡνίκα θνητὸν εἶχε τὸ σῶμα· λέγει δὲ τὴν εὐχὴν ἣν περὶ τὸ πάθος προσηύξατο, “πατέρ’ εἰπὼν, “εἰ δυνατὸν παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ “ἐμοῦ.” τὸ δὲ “ἔμαθεν ἀφ’ ὧν ἔπαθε τὴν ὑπακοὴν,” ὑπερβολικῶς ὁ Ἀπόστολος τέθεικε. τὴν γὰρ ὑπακοὴν, οὐ μετὰ τὸ πάθος, ἀλλὰ πρὸ τοῦ πάθους ἐπεδείξατο.

Γρηγορίου Θεοδόγου Περὶ Υίου. Τυποῖ δὲ ἐν αὐτῶ πολλαχοῦ καὶ τὸ ἡμέτερον. τῆς αὐτῆς οὑν ἔχεται θεωρίας καὶ τὸ “μα- “θεῖν αὐτὸν τὴν ὑπακοὴν ἐξ ὧν ἔπαθεν.” ἥτε κραυγὴ καὶ τὰ δάκρυα καὶ τὸ ἱκετεύσαι καὶ τὸ εἰσακουσθῆναι, καὶ τὸ εὐλαβὲς, ἃ δραματουργεῖται καὶ πλέκεται θαυμασίως ὑπὲρ ἡμῶν. ὡς μὲν γὰρ

482
λόγος οὔτε ὑπήκοος ἢν, οὔτε ἀνήκοος, τῶν γὰρ ὑπὸ χεῖρα ταῦτα· ὡς δὲ δούλου μορφῇ, συγκαταβαίνει τοῖς ὁμοδούλοις καὶ δούλοις, καὶ μορφοῦται τὸ ἀλλότριον, ὅλον ἐν ἑαυτῷ ἐμὲ φέρων μετὰ τῶν ἔμων ἱν ἐν ἑαυτῷ δαπανήσῃ τὸ χεῖρον ὡς κηρὸν πῦρ, ἣ ὡς ἀτμίδα γῆς ἥλιος, κἀγὼ μεταλάβω τῶν ἐκείνου διὰ τὴν σύγκρασιν· διὰ τοῦτο ἔργῳ τιμᾷ τὴν ὑπακοὴν, καὶ πειρᾶται ταύτης ἐκ τοῦ παθεῖν· οὐ γὰρ ἱκανὸν ἡ διάθεσις, ὥσπερ οὐδὲ ἡμῖν, εἰ μὴ καὶ διὰ τῶν πραγμάτων χωρήσαιμεν· ἔργον γὰρ ἀπόδειξις διαθέσεως· οὐ χεῖρον δὲ ἴσως κἀκείνῳ ὑπολαβεῖν, ὅτι δοκιμάζει τὴν ἡμετέρα, ὑπακοὴν, καὶ πάντα μετρεῖ τοῖς ἑαυτοῦ πάθεσι, τέχνῃ Φιλανθρωπίας, ὥστ’ ἔχειν εἰδέναι τοῖς ἑαυτοῦ τὰ ἡμέτερα, καὶ πόσον μὲν ἀπαιτούμεθα, πόσον δὲ συγχωρούμεθα, λογιζομένης μετὰ τοῦ πάσχειν καὶ τῆς ἀσθενείας. εἰ γὰρ τὸ φῶς ἐδιώχθη διὰ τὸ πρόβλημα ὑπὸ τοῦ πειραστοῦ, τὸ σκότος πόσον ἀσθενέστερον.

Ὅταν οὖν γράφῃ ταῦτα περὶ Χριστοῦ Παῦλος, κάτιθι βραχὺ, καὶ τὸ τῆς ἀνθρωπότητος ἀναλογίζου μέτρον. ἐπειδὴ δὲ καὶ ἐν ταῖς τῆς σαρκὸς ἡμέραις ἡ ἱκετηρία, σαρκὸς ἃν εἴη τὸ δεῖμα, καὶ τῆς ἀνθρωπότητος ἰδικῶς τὸ κατορρωδῆσαι θάνατον. κατατέθηπε τοίνυν· τὸ μυστήριον ο πνευματοφόρος, καὶ τὴν πέρι ἧμᾶς τοῦ Θεοῦ οἰκονομίαν, ὅτι καὶ περ ὣν Υἱὸς ταῦτα ὑπέμεινε τῇ ἡμετέρᾳ φύσει, ἵνα νευρώσῃ αὐτὴν κατὰ τῶν παθῶν, καὶ διδάξῃ ἡμᾶς πρὸς Θεὸν ἐν τοῖς πειρασμοῖς βλέπειν, καὶ αὐτὸν πρὸς ἐπικουρίαν καλεῖν, καὶ ὅσον πρὸς τελείωσιν καὶ πρὸς ποῖα γέρα καταλήγειν ἡ τῶν παθῶν ὑπομονὴ καὶ ὑπακοή. ὥσπερ δὲ ὁ θάνατος οὐκ ἃν κατηργήθη, μὴ ἀποθανόντος αὐτοῦ, οὕτως ἐφ’ ἑκάστου τῶν τῆς σαρκὸς παθῶν. εἰ μὴ γὰρ ἐδειλίασεν, οὐκ ἃν ἐλευθέρα τοῦ δειλιᾶν ἡ φύσις ἐγένετο· εἰ μὴ ἐλυπήθη, οὐκ ἃν ἀπηλλάγη τοῦ λυπεῖσθαι ποτέ· εἰ μὴ ἐταράχθη, οὐκ ἃν ἔξω ποτὲ τούτων ἐγένετο. καὶ ἐφ’ ἑκάστου τῶν ἀνθρωπίνως γεγονότων τὸν αὐτὸν ἐφαρμόζων λόγον, εὑρήσεις ἐν Χριστῷ τὰ τῆς σαρκὸς ἡμῶν πάθη κεκινημένα, οὐχ ἵνα κρατήσῃ ὥσπερ καὶ ἐν ἡμῖν, ἀλλ’ ἵνα κινηθέντα καταργηθῇ τῇ δυνάμει τοῦ ἐνοικήσαντος τῇ σαρκὶ Λόγου, πρὸς τὸ ἄμεινον μεταποιούμενος τῆς φύσεως.

Θεοδωρίτου. Οὐ μὴν τὴν τοῦ Θεοῦ σοφίαν καὶ δύναμιν ἀσθενείας εἰς τοῦτο καθικέσθαι δώσομεν, ὡς δεδιέναι μὲν θάνατον,

483
ἐξαιτεῖν δὲ τὸ σώζεσθαι παρὰ τοῦ Πατρός. οὐδὲ τοῦ κατὰ φύσιν εἶναι ζωὴν ἐκπέμψωμεν τὸν Ἐμμανουὴλ, ἀλλ’ εἰς τὴν ἀνθρωπότητα καὶ εἰς μέτρον φύσεως τῆς καθ’ ἡμᾶς, τὸ ὡς ἐν Λόγῳ μικροπρεπὲς περιτρέψομεν, καὶ οὔτε τῆς πρὸς τὸν Πατέρα ἀκριβοῦς ἐμφερείας διὰ τὸ τῆς οἰκονομίας μικροπρεπὲς ἐξώσομεν, οὔτε ψιλὸν ἄνθρωπον αὐτὸν λογιούμεθα. οἶμαι γὰρ δεῖν οὔτε τῶν ἀνθρωπίνων ἀπαλλάττειν παντελῶς τὸν ἐκ Θεοῦ Θεὸν Λόγον μετὰ τὴν πρὸς σάρκα σύνοδον, οὔτε μὴν δόξης τῆς θεοπρεποῦς ἀποστερεῖν τὸ ἀνθρώπινον, εἰ ἐν Χριστῷ νοοῖτο καὶ λέγοιτο.

Καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτὸν πᾶσιν αἴτιος σωτηρίας αἰωνίου.

Χρυσοστόμου. Τοῦτο ἐστὶν ἄρα τελείωσις, καὶ διὰ τῶν παθημάτων ἐλθεῖν εἰς τελείωσιν χρή. οὐ μόνον γὰρ αὐτὸς ἐσώθη, ἀλλὰ καὶ ἑτέροις τοῦτο γέγονε περιουσία σωτηρίας.

Θεοδωρίτου. Ἴσως δὲ τελείωσιν τὴν ἀνάστασιν καὶ τὴν ἀθανασίαν ἐκάλεσε· τοῦτο γὰρ τῆς οἰκονομίας τὸ πέρας. ὑπερβολικῶς δὲ ἅπαντα τέθεικε τὰ παθήματα. οὐ μόνον δεῖξαι βουλόμενος τὸ τῆς ἐνανθρωπήσεως ἀληθὲς, ἀλλὰ καὶ ἐκεῖνον βεβαιῶν τὸν λόγον, ὂν ἤδη προείρηκεν· “οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμ- “παθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα “καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας,” ἵνα καὶ ταύτῃ προτρέψῃ τούτους οἶς ἔγραφεν ἐπιμεῖναι τῇ πίστει, καὶ θαρρῆσαι τῇ ἀρχιερέως συμπαθείᾳ τε καὶ φιλανθρωπίᾳ. τῶν μέν τοι ταπεινῶν τούτων ῥημάτων, δύο τὰ αἴτια, ἥτε σὰρξ καὶ ἡ ἀσθένεια τῶν ἀκουόντων, οὔπη μεγάλην ἐχόντων περὶ Χριστοῦ δόξαν. οὐ τοσοῦτον οὖν φησι χάριν ἀπὸ τοῦ Πατρὸς, ὅσον ἀπὸ τῆς οἰκείας εὐλαβείας ἠκούσθη. τοσαύτη γὰρ ἢν, ὅτι καὶ ᾐδέσθη αὐτὴν ὁ Πατὴρ, καὶ ᾔδει μὲν ὁ Υἰὸς τις ὁ θάνατος Θεὸς ὤν. τι γὰρ λέληθε Θεόν; ἔμαθε δὲ πείρᾳ, καθὸ γέγονεν ἄνθρωπος.

Προσαγορευθεὶς ὑπὸ Θεοῦ ἀρχιερεὺς, κατὰ τὴν τάξιν Μελχισεδὲκ, περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος, καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.

Θεοδωρίτου. πάλιν τοῦ Μελχισεδὲκ μνημονεύσας, βούλεται μὲν τὴν τούτου ἱερωσύνην δεῖξαι τῆς Λευιτικῆς μείζονα,

484
ἀναβάλλεσθαι δὲ τέως οὐ δοκεῖ διὰ τὴν τῶν διδασκομένων ἀσθένειαν.

Χρυσοστόμου. Καὶ ὅρα πῶς μέλλων καθιέναι τὸν λόγον εἰς τὴν διαφορὰν τῆς ἱερωσύνης, πρότερον αὐτοῖς ἐπιτιμᾷ, δεικνὺς ὅτι καὶ η τοσαύτη συγκατάβασις γάλα ἢν, καὶ δία τὸ νηπίους εἶναι, πλέον ἐνδιέτριψε τῷ ταπεινῷ λόγῳ τῷ κατὰ σάρκα, καὶ ὡς περί τινος δικαίου διαλέγεται· καὶ θέα, οὔτε ἀπεσιώπησε τὸν λόγον πάντῃ, οὔτε εἶπε· τὸ μὲν γὰρ πεποίηκεν, ἵνα ἀναγάγῃ αὐτῶν τὴν διάνοιαν, καὶ πείσῃ τελείους εἶναι, καὶ μὴ ἀποστερεῖσθαι τῶν μεγάλων δογμάτων, τὸ δὲ ἵνα μὴ καταχώσῃ αὐτῶν τὸν νοῦν. ὅρα δὲ αὐτὸν συνεχῶς ὠδίνοντα τὸν περὶ τοῦ ἀρχιερέως εἰσάγειν λόγον, καὶ ἀεὶ ἀναβαλλόμενον. ἄκουε γὰρ ὅπως ἤρξατο, “ἔχοντες ἀρχιε- “ῥέα μέγαν, διεληλυθότα τοὺς οὐρανοὺς,” καὶ παρεὶς εἰπεῖν πῶς μέγαν, πάλιν φησὶν, “πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβα- “νόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν. καὶ πάλιν· “οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχ- “ιερέα,” καὶ πάλιν εἰπὼν, “σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν “τάξιν Μελχισεδὲκ,” πάλιν ἀναβάλλεται λέγων, “ὃς ἐν ταῖς “ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις προσήνεγκεν.” ἐπεὶ οὖν τοσαυτάκις ἐκρούσθη ὡσανεὶ ἀπολογούμενος φησὶν, ἡ αἰτία παρ’ ὑμᾶς. ἐπειδὴ γὰρ οὐκ ἀκούεται, διὰ τοῦτο δυσερμήνευτος ὁ λόγος· ὅταν γάρ τις πρὸς ἀνθρώπους ἔχῃ μὴ παρακολουθοῦντας μηδὲ τὰ λεγόμενα νοοῦντας, ἑρμηνεῦσαι καλῶς αὐτοῖς οὐ δύναται.

Χρυσοστόμου. Ὅρα δὲ πῶς μέχρις ἀκοῆς τὴν νωθρότητα ἔστησεν. ἔστι γὰρ ἀσθένεια καὶ ἀκοῆς, καὶ καθάπερ στόμαχος οὐκ ἃν δέξαιτο ὑγιεινὰ σῖτα καὶ δυσκατέργαστα ἀσθενὴς ὢν, οὕτω καὶ ἡ ψυχὴ ὀγκωθεῖσα, φλεγμαίνουσα, ἄτονος γενομένη καὶ ἔκλυτος, οὐκ ἃν δυνηθείη δέξασθαι πνευματικὸν λόγον. ἄκουε τῶν μαθητῶν λεγόντων, “σκληρός ἐστιν ὁ λόγος οὗτος, τίς δύναται “αὐτοῦ ἀκούειν;” ἃν δὲ ἰσχυρὰ ᾖ καὶ ὑγιεινὴ, πάντα ῥᾷστα καὶ εὔκολα.

Κατὰ Ἰωάννην ἠθικὸν Β΄. Καὶ καθάπερ τὸ ὄμμα, ὅταν μὲν καθαρὸν ᾖ καὶ διαυγὲς, ὀξυδερκές τέ ἐστι, καὶ οὐκ ἃν ἀποκάμῃ ῥαδίως καὶ τὰ λεπτότατα σώματα καταλαμβάνειν· ἐπειδὰν δὲ χυμοῦ τινος ἀπὸ τῆς κεφαλῆς ἐπιρρεύσαντος πονηροῦ, ἣ κάτωθεν

485
λιγνύος καπνώδους ἀνενεχθείσης, πυκνή τις γίνεται νεφέλη πρὸ τῆς κόρης, οὐδὲν οὐδὲ τῶν παχυτέρων σαφῶς ἀφίησι συνιδεῖν, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς γίνεσθαι πέφυκεν. ὅταν μὲν ἐκκεκαθαρμένη τυγχάνῃ καὶ μηδὲν ἔχῃ πάθος ἐνοχλοῦν, ἀτενὲς ἐνορᾷ πρὸς ἅπερ ἐνορᾶν χρὴ, ὅταν δὲ πολλοῖς ἐπιθολωθεῖσα πάθεσιν ἀπολέσῃ τὴν ἑαυτῆς ἀρετὴν, πρὸς οὐδὲν τῶν ὑψηλῶν ἀρκέσαι δύναται ῥαδίως, ἀλλ’ ἀποκάμνει ταχέως καὶ ἀναπίπτει, καὶ εἰς ὕπνον ἀποκλίνασα καὶ ῥαθυμίαν, καὶ τὰ πρὸς ἀρετὴν καὶ τὴν ζωὴν καὶ τὴν ἐκ ταύτης αὐτῇ διαφέροντα παραπέμπεται, καὶ οὐ προσίεται μετὰ προθυμίας πολλῆς. τοῦτο καὶ οἱ ἄπιστοι τῶν Ἑβραίων παρὰ Παύλου ἀκούουσι. καὶ γὰρ πολὺν αὐτοῖς ἔφησε τὸν λόγον γεγενῆσθαι καὶ δυσερμήνευτον. οὐκ ἐπειδὴ φύσει τοιοῦτος ἦν, ἀλλ’ ἐπειδὴ, φησὶν, ὑμεῖς νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς· ὁ γὰρ ἀσθενὴς καὶ ἄρρωστος καὶ ὑπὸ τῆς βραχυλογίας ὡς ὑπὸ μακρηγορίας ἐνοχλεῖσθαι πέφυκε, καὶ τὰ σαφῆ καὶ τὰ εὐδιάληπτα, δυσκατάληπτα εἶναι νομίζει. ἆρ’ οὖν τέλεον ἀπεσιώπησε διὰ τὸ ἀσθενεῖς ἔτι εἶναι πρὸς οὓς ὁ λόγος, καὶ μὴ δύνασθαι τῶν τελειοτέρων ἀκούειν δογμάτων; οὐμενοῦν, ἀλλὰ πάλιν τὸν λόγον ἀνέλαβεν ἐν τοῖς ἐφεξῆς, καὶ ταὐτὸν ἐποίησεν, οἶον ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ. καὶ γὰρ ἐκεῖ πρότερον ἐπιστομήσας τοὺς ἀντιλέγοντας, καὶ εἰπὼν, μενοῦν γε, ὢ ἄνθρωπε, σὺ τίς εἰ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ, τότε τὴν λύσιν ἐπάγει. ἐγὼ δὲ αὐτὸν οὐδὲ πάντῃ σεσιγηκέναι, οὐδὲ εἰρηκέναι οἶμαι, ἵνα εἰς πόθον ἀγάγῃ τοὺς ἀκροατάς. μνημονεύσας γὰρ καὶ εἰπὼν μεγάλα τινὰ ἐναποκεῖσθαι τῷ λόγω, ορα πως μετ’ ἐγκωμίου ποιεῖται τὴν ἐπιτίμησιν. τοῦτο γὰρ ἀεὶ τῆς σοφίας Παύλου, τὰ δυσχερῆ τοῖς χρηστοῖς ἀναμιγνύναι. ὃ καὶ ἐν τῇ πρὸς Γαλάτας ποιεῖ λέγων· “ἐτρέχετε καλῶς, τίς ὑμᾶς “ἐνέκοψε, καὶ τοσαῦτα ἐπάθετε, εἰ μὴ εἴγε καὶ εἰκῆ, καὶ πέποιθα “εἰς ὑμᾶς ἐν Κυρίῳ,” ὃ καὶ τούτοις φησι. πεπείσμεθα δὲ περὶ ὑμῶν τὰ κρείττονα, καὶ ἐχόμεθα σωτηρίας.

Δύο γὰρ ταῦτα ποιεῖ, οὔτε ἐπιτείνει οὔτε ἀφίησιν αὐτοὺς ἀναπεσεῖν. εἰκότως. εἰ γὰρ τὰ ἑτέρων παραδείγματα ἱκανὰ τὸν ἀκούοντα ἀναστῆσαι καὶ εἰς ζῆλον ἀγαγεῖν, ὅταν τις παρ᾿ ἑαυτοῦ τὸ ὑπόδειγμα ἔχῃ, καὶ ἑαυτὸν κελεύηται ζηλοῦν, ἤδη τὸ δυνατὸν συνεισάγεται. καὶ τοῦτο οὖν δείκνυσι, καὶ οὐκ ἀφίησιν ὡς σφόδρα

486
κατεγνωσμένους ἀναπεσεῖν, οὐδὲ ὡς ἀεὶ ὄντας κακοὺς, ἀλλ’ ὅτι ποτε ἐγένοντο καὶ χρηστοὶ. ὄρα τοίνυν ὅπως καὶ μετρίαν ἀυτῶν ποιεῖται κατηγορίαν, καὶ εὐφημίᾳ ταύτην κεράννυσιν, ἵνα διὰ ταῦτης τὴν ὠφέλειαν εἰσδέξωνται. τὸ γὰρ εἰπεῖν, “ἐπεὶ νωθροὶ γεγό- “νατε ταῖς ἀκοαῖς,” δηλοῦντος ἦν ὅτι πάλαι ὑγίαινον καὶ ἦσαν ἰσχυροὶ, τῇ προθυμίᾳ ζέοντες, ὃ καὶ ὕστερον αὐτοῖς μαρτυρεῖ. τὴν δὲ νωθρότητα ταύτην τί κατεργάζεται, ἐν τῇ πρὸς Κορινθίους τοῦτο μάλιστα ἐσήμανεν Ἐπιστολῇ, εἰπών· “ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ “ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοὶ ἔστε;” θέα δέ μοι, τὴν σύνεσιν αὐτοῦ τὴν πολλὴν, πῶς καταλλήλως ἀεὶ τοῖς ὑποκειμένοις πάθεσι προσφέρεται. ἐκεῖ μὲν γὰρ ἡ ἀσθένεια ἀπὸ ἁμαρτημάτων τὸ πλέον ἐγένετο, ἐνταῦθα δὲ ἀπὸ τῶν συνεχῶν θλίψεων. διὸ καὶ λέξεσι δείξασθαι δυναμέναις τὴν διαφορὰν, κέχρηται, οὐ λέγων σαρκικοὶ γεγόνατε, ἀλλὰ νωθροί. ἐκεῖ σαρκικοὶ, ἐνταῦθα δὲ μείζων ἡ ὀδύνη. κἀκεῖνοι μὲν οὐκ ἠδυνήθησαν ἀνενεγκεῖν ἅτε σαρκικοὶ ὄντες, οὗτοι δὲ ἠδυνήθησαν. καὶ ὅτι μὲν νωθροὶ γεγόνασιν, εἶπε· πόθεν δὲ, οὐκέτι προσέθηκεν, αὐτοῖς ἀφιεὶς εἰδέναι, καὶ μὴ βουλόμενος ἐπαχθῆ τὸν λόγον ἐργάσασθαι. ἐπὶ δὲ τῶν Γαλάτων, καὶ ἐθαύμασε καὶ ἠπόρησεν, ὃ πολλῷ μεῖζον πρὸς παραμυθίαν ἐστὶν, ὡς οὐκ ἃν προσδοκήσαντος ποτὲ τοῦτο γενέσθαι. τοῦτο γάρ ἐστιν ἡ διαπόρησις. εἶτα δείκνυσιν αὐτοὺς πρὸ πολλοῦ χρόνου πεπιστευκότας, καὶ ὅτι καὶ ἄλλους ὀφείλει κατηχεῖν λέγων,

Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ.

Κυρίλλου. βαβαὶ πόση διαφορά. ὀφείλοντες ἄλλους διδάσκειν, οὐδὲ ἁπλῶς μαθηταὶ εἰσιν, ἀλλὰ μαθηταὶ ἔσχατοι, καί τοι δι’ ὃ μάλιστα ἐξελύθητε, καὶ ὕπτιοι γεγόνατε, διὰ τοῦτο μάλιστα ὀφείλετε εἶναι ἰσχυροὶ, διὰ τὸν χρόνον. οἱ διδασκόμενοι οὐ διὰ παντὸς ἐπὶ τὸ μαθεῖν διατρίβουσιν, ἐπεὶ οὐ διδάσκονται. ἃν ἀεὶ μανθάνῃς, οὐδέποτε μαθήσῃ· μὴ οὕτως ἔρχου ὡς ἀεὶ μαθησόμενος, ἐπεὶ οὐδέποτε εἴσῃ, ἀλλὰ καὶ ὡς διδάξων ἕτερον. ἃν δὲ ἀεὶ μανθάνῃς, τεκμήριόν ἐστι, τοῦ μηδὲν μαθεῖν. τοῦτο τοῖς Ἰουδαίοις ὁ Θεὸς ὀνειδίζων, εἶπεν “αἰρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἕως

487
“γήρους.” ὅρα γοῦν καὶ Παῦλον διὰ τοῦτο δυσανασχετοῦντα ὅτι πολὺν χρόνον τοῖς προτέροις ἐνδιέτριβον μαθήμασιν οἱ ἀκροαταὶ, καὶ ἔτι τῶν πρώτων εἴχοντο στοιχείων, ὅπερ ἱκανὸν τῷ διδάσκοντι πολὺν ἐνθεῖναι τὸν ὄκνον. στοιχεῖα δὲ ἐνταῦθα τοὺς περὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ λόγους φησίν. ὥσπερ γὰρ ἐπὶ τῶν ἔξωθεν γραμμάτων, πρῶτα τὰ στοιχεῖα δεῖ μαθεῖν, οὕτω καὶ ἐνταῦθα πρῶτον περὶ τῆς ἀνθρωπότητος ἐδιδάσκοντο, καὶ τοὺς ταπεινοτέρους περὶ τοῦ Χριστοῦ λόγους.

Κυ * * * Λατί a. ἰναι φαμὲν τὰ πάλαι τοῖς ἀρχαιοτέροις διὰ Μώσεως τεθεσπισμένα, στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ. εἰ οὑν παραιτοίμεθα τὸ μαθεῖν τὰ στοιχεῖα, πῶς ἃν ἔτι λοιπὸν ἀφιξόμεθα πρὸς τὸ τέλος; ἣ γὰρ οὐχὶ κατὰ τὰς Γραφὰς πλήρωμα νόμου καὶ προφητῶν ο Χριστός;

Θεοδωρίτου. Τοῖς γὰρ μηδέπω τὴν πίστιν ἐσχηκόσι τελείαν, τὰ περὶ τῆς ἀνθρωπότητος ἔφερον μόνα τῆς ἀληθείας οἱ κήρυκες. οὕτως ὁ μακάριος Πέτρος ἐν Ἰουδαίᾳ δημηγορῶν ἐμέτρησε τὴν διδασκαλίαν τῇ ἀσθενείᾳ τῶν ἀκουόντων, “’Iησοῦν,” γὰρ ἔφη, “τὸν “Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ Θεοῦ δεδειγμένον εἰς ὑμᾶς,” καὶ τὰ τούτων ἑξῆς τῷ λόγῳ τούτῳ συμβαίνοντα. καὶ ὁ θεσπέσιος δὲ Παῦλος προφέρων Ἀθηναίοις τὸ κήρυγμα, οὐ Θεὸν, ἀλλὰ ἄνδρα τὸν δεσπότην Χριστὸν προσηγόρευσεν, εἰπὼν, “τοὺς μὲν οὖν χρόνους “τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τανῦν παραγγέλλει τοῖς ἀνθρώποις “πᾶσι πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει “κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν “παρασχὼν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.”

Χρυσοστόμου. Ὁρᾷς τίς κἀνταῦθα ἡ αἰτία τοῦ ταπεινὰ φθέγγεσθαι. διὰ τοῦτο εἰ μέν τοι ὑψηλὸν λέγοι, ἐν βραχεῖ τοῦτο φησὶν, τὰ δὲ πετεινὰ πολλαχοῦ διέσπαρται τῆς ἐπιστολῆς. καὶ οὕτως δὲ τὸ ὑψηλὸν δείκνυται· τὸ γὰρ σφόδρα ταπεινὸν, οὐκ ἀφίησι περὶ τῆς θεότητος ταῦτα ὑποπτεύεσθαι.

Κυρίλλου Τῆσ ἐν Πηεύματι Λατρείασ. Καὶ τὰ πάλαι διὰ Μώσεως τοῖς ἀρχαίοις τεθεσπισμένα, εἶναι φαμὲν στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ. εἰ οὑν παραιτοίμεθα τὸ μαθεῖν ταῦτα, πῶς ἃν ἔτι λοιπὸν ἣ πόθεν ἀφιξόμεθα πρὸς τὸ τέλος; καὶ εἰ τὸν [*](a Cyrilli sunt hæc ut patet infra ubi pleniora exstant.)

488
παιδαγωγὸν παρωσόμεθα, τίς ἡμᾶς ἔτι διακομιεῖ πρὸς τὸ τοῦ Χριστοῦ μυστήριον; πλήρωμα γὰρ νόμου καὶ προφητῶν εἴη ἃν ὁ Χριστὸς, ὡς εἰς αὐτὸν ὁρῶντος καὶ τετραμμένου παντὸς προφητικοῦ τε καὶ νομικοῦ θεσπίσματος. καὶ τὸ “οὐκ ἦλθον καταλύσων, ἀπο- “περᾷν δὲ μᾶλλον τὸν νόμον,” μὴ τὴν εἰς ἅπαν ἀνατροπὴν τῶν πάλαι θεσπισμένων εἰργάσθαι διανοοῦ, μᾶλλον δὲ μεταπλασμὸν ὧσπέρ τινα, καὶ ἱν οὕτως εἴπω, μεταχάραξιν τῶν ἐν τύποις ἐπὶ τὸ ἀληθὲς καὶ τῆς οἷον σκιαγραφίας εἰς εἶδος τὸ ἐμφανές.

Καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος οὐ στερεᾶς τροφῆς.

Τὰ ταπεινότερα λέγειν ὑμῖν, φησι, περὶ τοῦ δεσπότου Χριστοῦ ἀναγκαζόμεθα· τοῖς γὰρ μηδὲ ταῦτα δεχομένοις, πῶς οἷόν τε τὰ μείζονα προσενεγκεῖν; οὕτω καὶ Κορινθίοις γράφων ἔφη, “γάλα “ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε.” ἐν δὲ τοῖς πρὸ τούτων γεγραμμένοις, ἐδήλωσε τι προσηγόρευσε γάλα· “οὐ γὰρ “ἔκρινα,” φησὶ, “τοῦ εἰδέναι τί ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, “καὶ τοῦτον ἐσταυρωμένον.” τοῦτο καὶ ἐνταῦθα λέγει.

Χρυσοστόμου. Ἀεὶ δὲ γάλα τὸν ταπεινὸν λόγον καλεῖ, καὶ ἐνταῦθα κἀκεῖ. γάλα δὲ καλεῖ διὰ τὸ τοῖς ἀφελεστέροις ἁρμόζειν· τοῦτο δὲ ἐναντίον τοῖς τελειοτέροις, καὶ βλαβερὸν τὸ ἐν τούτοις διατρίβειν· ὥστε οὐκέτι τὰ νομικὰ ἐπιφέρεσθαι νῦν, οὐδὲ ἀπὸ τούτων τὴν σύγκρισιν γίνεσθαι, ὅτι ἀρχιερεὺς καὶ ἔθυσε καὶ ἐδεήθη κραυγῆς καὶ ἱκετηρίας. ὅρα γοῦν πῶς ὑμῖν ταῦτα προσίσταται. ἀλλ’ ἐκείνους τότε ἔτρεφεν οὐδαμοῦ προσιστάμενα αὐτοῖς. ἄρα οὖν τροφὴ ἀληθὴς τὰ λόγια τοῦ Θεοῦ. “δώσω γὰρ αὐτοῖς,” φησὶν, “οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦ- “σαι λόγον Κυρίου.” τοῖς δὲ Κορινθίοις γράφει Παῦλος “γάλα “ὑμᾶς ἐπότισα, οὐ βρῶμα.” οὐκ εἶπεν ἔθρεψα, δεικνὺς ὅτι οὐκ ἔστι τὸ τοιοῦτον τροφή. ἀλλ’ ὡσπερ ἐπὶ τῶν παιδίων τῶν μικρῶν τῶν μὴ δυναμένων ἄρτῳ τρέφεσθαι. τὰ γὰρ τοιαῦτα, οὐ ποτίζεται, ἀλλ’ ἡ τροφὴ αὐτοῖς ἀντὶ ποτοῦ γίνεται. κἀνταῦθα οὐκ εἶπε χρείαν ἔχετε, ἀλλὰ “γεγόνατε χρείαν ἔχοντες γάλακτος,” τουτέστιν ὑμεῖς ἠθελήσατε. ὑμεῖς ἑαυτοὺς εἰς τοῦτο κατεστήσατε, εἰς ταύτην τὴν χρείαν.

Ἰσιδώρου. Ἀλλὰ πῶς φησιν, εἰ ὁ νόμος νηπιώδης ὡς νηπίοις δεδομένος, ἡ κατὰ Χριστὸν στοιχείωσις, πάλιν τυγχάνει νηπιότης,

489
τοῦ Ἀποστόλου φάσκοντος " γάλα ὑμᾶς ἐπότισα καὶ οὐ βρῶμα.” ἄκουε τοίνυν νηπίους ἐκ τοῦ νόμου ὁ εὐαγγελικὸς νόμος δεξάμενος, καὶ τῆς ἀκραιφνοῦς καὶ τελεωτάτης γνώσεως μεταδοῦναι αὐτοῖς οὐ δυνάμενος, καὶ ἀθρόως ὑποδεῖξαι τῶν ὑπὲρ νοῦν μυστηρίων τὴν διὰ ταύτης φανερωθεῖσαν ἀλήθειαν, οἷον τὴν θείαν οὐσίαν ἐν τριάδι ὑφεστῶσαν, ἐν μονάδι δὲ καθεστῶσαν τοῖς μίαν καὶ ὑπόστασιν Θεοῦ ὥσπερ οὐσίαν φανταζομένοις, πάλιν τῷ νόμῳ χρῆται πρὸς σύστασιν καὶ πειθὼ τῶν ὑπ’ αὐτοῦ παιδαγωγηθέντων, ἐξ αὐτοῦ τὰς τῶν τελείων δογμάτων μαρτυρίας ἐπιφερόμενος. οὕτως γάλα ποτίζει Παῦλος τὸν νεογνὸν τοῦ Κυρίου λαὸν, σαφῶς αὐτὸν διὰ τῆς τοῦ νόμου νηπιότητος παιδεύων τὴν τελειότητα.

Διονυσίου Ἀρεοπαγίτου. Δρόσῳ μέν τοι καὶ ὕδατι καὶ νοητὰ λόγια καὶ γάλακτι καὶ οἴνῳ καὶ μέλιτι παρεικάζεται, διὰ τὴν ζωογόνον αὐτῶν ὡς ἐν ὕδατι δύναμιν, καὶ αὐξητικὴν ὡς ἐν γάλακτι, καὶ ἀναζωτικὴν ὡς ἐν οἴνῳ, καὶ καθαρτικὴν ἅμα καὶ φρουρητικὴν, ὡς ἐν μέλιτι. ταῦτα γὰρ ἡ θεία σοφία δωρεῖται τοῖς προσιοῦσιν, ἀφθόνων αὐτοῖς καὶ ἀνεκλείπτων εὐωχιῶν ἐπίρροιαν χορηγοῦσα, καὶ ὑπερβλύζουσα· τοῦτο δὴ τὸ ἀληθῶς εὖ ἔχειν, καὶ διὰ ταῦτα ζωοποιεῖν, ἅμα καὶ κουροτρόφος καὶ ἀνανεωτικὴ καὶ τελεσιουργὸς ὑμνουμένη.

B. ἐν ΣΑ Α. Φάγεται δέ τις βούτυρον καὶ μέλι, τὰ φημι εἰς τὴν θείαν διδασκαλίαν διδάγματα. διότι πρῶτον ἀνθρώπου τροφὴ, βούτυρον καὶ μέλι ἐπινενόηται. ὅταν δὲ τούτοις αὐταρκῶς τραφῇ μετὰ τὸ στοιχειωθῆναι, τότε ὑπερβὰς τὰ ἐπὶ τῆς γῆς, στερεωτέρας καὶ μείζονος καὶ ἀνδράσι πρεπούσης τροφῆι μεταλήψεται, τοῖς πνευματικοῖς μαθήμασιν ἑαυτὸν ἐπιδούς.

Γρηγορίου Θεολόγου ἐκ τοῦ μεγάλου ἀπολογητικοῦ. Οἱ μὲν γὰρ δέονται γάλακτι τρέφεσθαι, τοῖς ἁπλουστέροις καὶ στοιχειωδεστέροις τῶν διδαγμάτων, ὅσοι τὴν ἕξιν νήπιοι καὶ ἀρτιπα- γεῖς ὡς ἃν εἴποι τις τὴν ἀνδρείαν τοῦ λόγου τροφὴν οὐ φέροντα. ἣν εἰ προσάγοι τις παρὰ δύναμιν, τάχα ἃν καταβιασθέντες καὶ βαρηθέντες οὐκ ἐξαρκούσης τῆς διανοίας, ὥσπερ ἐκεῖ τῆς ὕλης τὸ ἐπεισελθὸν ἑλκύσαι καὶ οἰκειώσασθαι, ζημιωθεῖεν ἃν λαὶ εἰς τὴν ἀρχαίαν δύναμιν. οἱ δὲ τῆς ἐν τοῖς τελείοις λαλουμένης σοφἱας φίας χρήζοντες, καὶ τροφῆς τῆς ὑψηλοτέρας καὶ στερροτέρας, τὸ

490
πρὸς διάκρισιν ἀληθοῦς τε καὶ ἀψευδοῦς ἱκανῶς γεγυμνάσθαι τὰ αἰσθητήρια, εἰ γάλα ποτίζοιντο καὶ τρέφοιντο λαχάνοις, ἀσθενῶν βρώματι, δυσχεραίνοιεν ἂν, καὶ μάλα εἰκότως, οὐ δυναμούμενοι κατὰ Χριστὸν, οὐδὲ αὔξοντες τὴν ἐπαινετὴν αὔξησιν, ἣν ἐργάζεται λόγος, τελειῶν εἰς ἄνδρα καὶ εἰς μέτρον ἄγων ἡλικίας πνευματικῆς τὸν καλῶς τρεφόμενον.

Ἐκ τοῦ Εὐν. Φιλοσοφητέον ἄρα ὅσα ἡμῖν ἐφικτὰ, ὅσον ἡ τοῦ ἀκούοντος ἐξικνεῖται ἕξις καὶ δύναμις· ἵνα μὴ καθάπερ αἱ ὑπερβάλλουσαι τῶν φωνῶν ἣ τῶν τροφῶν τὴν ἀκοὴν βλάπτωσιν ἢ τὰ σώματα εἰ βούλει δὲ τῶν φορτίων τὰ ὑπὲρ δύναμιν τοὺς ὑποβαίνοντας ἣ τὴν γῆν τῶν ὑετῶν οἱ σφοδρότεροι, οὕτω δὲ καὶ οὗτοι τοῖς στερροῖς ἵν οὕτως εἴπω τῶν λόγων καταπιεσθέντες καὶ βαρυνθέντες, ζημιωθεῖεν καὶ εἰς τὴν ἀρχαίαν δύναμιν.

Περὶ . . . ἐν Τ Δ ΑΛΕ ἐν T Ξίο. Καὶ σὺ τοίνυν, εἰ μὲν ἀνὴρ εἶ κατὰ Χριστὸν, καὶ γεγύμνασται σοι τὰ αἰσθητήρια, καὶ λαμπρόν σοι τὸ φῶς τῆς γνώσεως, λάλει Θεοῦ σοφίαν τὴν λαλουμένην ἐν τοῖς τελείοις, καὶ τὴν ἀποκεκρυμμένην ἐν μυστηρίῳ, καὶ ταύτην ὅταν καιρὸν λάβῃς καὶ πιστευθῇς. τι γὰρ ἔχεις παρὰ σεαυτοῦ ὃ μὴ δέδοται, μηδὲ εἴληφας; εἰ δὲ ἔτι νήπιος εἶ, καὶ χαμερπὴς τὴν διάνοιαν, καὶ τοῖς ὑψηλοτέροις προσβαίνειν οὐχ ἱκανὸς, γενοῦ Κορίνθιος, γάλακτι τράφηθι, τι χρήζεις στερεωτέρας τροφῆς, ἣν οὐκ ἀναλίσκει τὰ μέλη, καὶ ποιεῖ τροφὴν δι’ ἀσθένειαν; ἴσως δὲ οὐ παρέλκον καὶ περὶ τῆς τοῦ γάλακτος βραχεία φιλοσοφῆσαι γενέσεως.

Κλήμεντοσ Παιδαγνγένσ a. Πρωτόγονον τὸ αἷμα εὑρίσκεται ἐν ἀνθρώπῳ, τοῦτο δὴ τὸ αἷμα φυσικῇ τρεπόμενον πέψει, κυησάσης τῆς μητρὸς, φιλοστοργίᾳ συμπαθεῖ, ἐξανθεῖ καὶ γηράσκει πρὸς τὸ ἄφοβον τοῦ παιδίου. καὶ ἐστὶ μὲν τῆς σαρκὸς ὑγρότερον τὸ αἷμα, οἷον ὑγρά τις οὖσα σὰρξ, τοῦ δὲ αἵματος νοστιμώτερον τὸ γάλα καὶ λεπτομερέστερον. εἴτε γὰρ τὸ ἐπιχορηγούμενον αἷμα τῷ ἐμβρύῳ, καὶ διὰ μητρῴου ἐστὶ πρότερον πεμπόμενον ὀμφαλοῦ, εἴτε αὖ τὸ καταμήνιον αὐτὸ ἀποκλεισθὲν τῆς οἰκείας φορᾶς κατὰ φυσικὴν ἀνάχυσιν χωρεῖν κελεύεται πρὸς τοῦ παντρόφου καὶ γενεσιουργοῦ ἐπὶ τοὺς φλεγμαίνοντας ἤδη μαστοὺς, καὶ ὑπὸ πνεύ- [*](a Edit. Sylburg. p. 44. l. 25.)

491
μάτος ἀλλοιούμενον θερμοῦ, ποθεινὴ σκευάζεται τῷ νηπίῳ τροφὴ, αἷμα τὸ μεταβάλλον ἐστί. μάλιστα γὰρ πάντων μελῶν μαστοὶ συμπαθεῖς μήτρᾳ. ἐπὰν οὖν κατὰ τοὺς τόκους ἀποκοπὴν λάβῃ τὸ ἀγγεῖον, δι’ οὗ πρὸς τὸ ἔμβρυον τὸ αἷμα ἐφέρετο, μύσις μὲν γίνεται τοῦ πόρου, τὴν δὲ ὁρμὴν ἐπὶ τοὺς μαστοὺς τὸ αἱμα λαμβάνει, καὶ πολλῆς τῆς ἐπιφορᾶς γενομένης, διατείνονται, καὶ μεταβάλλει τὸ αἷμα εἰς γάλα, ἀναλόγως τῇ ἐπὶ τῆς ἑλκώσεως εἰς πύον τοῦ αἵματος μεταβολῆ. εἴτε αὖ ἀπὸ τῶν ἐν μαστοῖς παρακειμένων φλεβῶν ἀναστομουμένων κατὰ τὰς διαστάσεις τῆς κύησεως τὸ αἷμα μεταχεῖται εἰς τὰς φυσικὰς τῶν μαστῶν σύριγγας· τούτων δὲ ἀνακιρνάμενον τὸ ἀπὸ τῶν γειτνιαζουσῶν καταπεμπομενον ἀρτηριῶν πνεῦμα, μενούσης ἔτι τῆς ὑποκειμένης ἀκεραίου τοῦ αἵματος οὐσίας, ἐκκυμαινόμενον λευκαίνεται, καὶ τῇ τοιαύτῃ ἀνακοπῇ κατ’ ἐξαφρισμὸν μεταβάλλεται, παραπλήσιόν τι πεπονθὼς τῆ θαλάττῃ, ἣν δὴ κατὰ τὰς ἐμβολὰς τῶν πνευμάτων οἱ ποιῆται φασιν, ἀποπτύειν ἁλὸς ἄχνην· πλὴν ἀλλὰ αἷμα ἔχει τὴν οὐσίαν· τούτῳ τῷ τρόπῳ, καὶ οἱ ποταμοὶ ῥόθῳ φερόμενοι, τῇ ἐπιλήψει τοῦ περικεχυμένου ἀέρος ξενόμενοι, ἀφρὸν μορμύρουσι, καὶ τὸ ἐνστόμιον ἡμῶν ὑγρὸν τῷ πνεύματι ἐκλευκαίνεται.

τίς οὖν ἡ ἀποκλήρωσις, μὴ οὐχὶ καὶ τὸ αἷμα ἐπὶ τὸ φωτεινότατον καὶ λευκότατον ὑπὸ τοῦ πνεύματος τρέπεσθαι ὁμολογεῖν. πάσχει δὲ τὴν μεταβολὴν κατὰ ποιότητα οὐ κατ’ οὐσίαν. ἀμέλει γοῦν οὐ τροφιμώτερον ἄλλο τι οὐδὲ μὴν γλυκύτερον ἀλλ’ οὐδὲ λευκότερον εὕροις ἃν γάλακτος. πάντῃ δὲ ἔοικε τοῦτο τῇ πνευματικῇ τροφῇ, ἥτις ἐστὶ γλυκεῖα μὲν, διὰ τὴν χάριν, τρόφιμος δὲ ὡς ζωὴ, λευκὴ δὲ ὡς ἡμέρα Χριστοῦ. ταύτῃ τοίνυν περὶ τὴν ἀποκύησιν οἰκονομούμενον τῷ βρέφει τὸ γάλα χορηγεῖται. καὶ οἱ μαστοὶ οἱ τέως τὸν ἄνδρα περιβλεπόμενοι ὀρθοὶ, ἤδη κατανεύουσι πρὸς τὸ παιδίον, τὴν ὑπὸ τῆς φύσεως πεπονημένην, εὔληπτον παρέχειν διδασκόμενοι τροφὴν εἰς ἀνατροφὴν σωτηρίας· οὐ γὰρ ὡς αἱ πηγαὶ πλήρεις εἰσὶν οἱ μαστοὶ ἐπεισρέοντος ἑτοίμου γάλακτος, ἀλλὰ μεταβάλλοντες τὴν τροφὴν, ἐν ἑαυτοῖς ἐργάζονται γάλα καὶ διαπνέουσιν. ἡ τροφὴ δὲ ἡ κατάλληλος αὕτη καὶ πρόσφορος νεοπαγεῖ καὶ νεοφυεῖ παιδίῳ πρὸς τοῦ Θεοῦ τοῦ τροφέως καὶ πατρὸς τῶν γεννωμένων καὶ ἀναγεννωμένων πονουμένη, οἷον τὸ

492
μάννα οὐρανόθεν ἐπερρέετο τοῖς παλαιοῖς Ἑβραίοις ἡ τῶν Ἀγγέλων ἐπουράνιος τροφὴ, ἀμέλει καὶ νῦν αἱ τίτθαι τὸ πρωτόχυτον τοῦ γάλακτος πόμα ὁμωνύμως ἐκείνῃ τῇ τροφῇ γάλα κεκλήκασι. χρὴ δὲ κατανοῆσαι τὴν φύσιν. ἡ γάρ τοι τροφὴ χειμῶνος μὲν πυκνοῦντος τοῦ περιέχοντος καὶ πάροδον οὐ διδόντος, ἐντὸς κατακλειομένη, τῷ θερμῷ ἑψομένη καὶ πεττομένη εἰς τὰς φλέβας ἐξαιματουμένη ἐκχωρεῖ. αἱ δὲ διὰ πνοῆς οὐ τυγχάνουσαι, πεπληρωμέναι μάλιστα συντείνονται καὶ σφύζουσι· διὸ καὶ αἱ τίτθαι περιπληθεῖς τότε μάλιστα γίνονται τῷ γάλακτι. ἀποδέδεικται δὲ ἡμῖν μικρῷ πρόσθεν τὸ αἷμα εἰς γάλα ταῖς κυούσαις κατὰ μεταβολὴν οὐ κατ’ οὐσίαν χωρεῖν. ὥσπερ ἀμέλει καὶ αἱ τρίχες αἱ ξανθαὶ τοῖς γηρῶσιν εἰς πολιὰς μεταβάλλουσιν. θέρους δὲ ἔμπαλιν ἀραιότερον ὃν τὸ σῶμα, τὴν τροφὴν εὐδιαφορωτέραν παρέχει, καὶ ἥκιστα πλεονάζει τὸ γάλα, ἐπεὶ μήτε τὸ αἷμα· οὐδὲ γὰρ πᾶσα κατέχεται ἡ τροφή. εἰ τοίνυν ἡ μὲν κατεργασία τῆς τροφῆς ἐξαιματοῦται, τὸ δὲ αἷμα ἐκγαλακτοῦται, παρασκευὴ γίνεται τὸ αἷμα τοῦ γάλακτος ὥσπερ αἷμα ἀνθρώπου, καὶ γίγαρτον ἀμπέλου.

Ἀλληγορῶν τοίνυν τὸν λόγον ὁ Παῦλος, καὶ γάλα αὐτὸν ὀνομάζων, “ ἐπότισα” ἐπιφέρει. πίνεται γὰρ ὁ λόγος, ἡ τροφὴ τῆς ἀληθείας, ἀμέλει καὶ τὸ ποτὸν, ὑγρὰ καλεῖται τροφή. δυνατὸν δὲ τὸ αὐτὸ καὶ βρῶμα εἶναί πὼς ἔχον καὶ ποτὸν, πρὸς ἄλλο καὶ ἄλλο νοούμενον, καθάπερ καὶ ὁ τυρὸς, γάλακτος ἐστὶ πῆξις, ἣ γάλα πεπηγὸς, οὐ γάρ μοι τῆς λεξιθηρίας μέλλει τανῦν, πλὴν ὅτι τὰς τροφὰς ἄμφω μία διακονεῖται οὐσία. ἀλλὰ καὶ τοῖς ὑποτιτθίοις παιδίοις, ἀρκεῖ μόνον τὸ γάλα καὶ ποτὸν εἶναι καὶ τροφήν. πολλαχῶς δὲ ὁ λόγος ἀλληγορεῖται, καὶ βρῶμα, καὶ σὰρξ, καὶ τροφὴ, καὶ ἄρτος, καὶ αἷμα, καὶ γάλα, ἅπαντα ὁ Κύριος εἰς ἀπόλαυσιν ἡμῶν τῶν εἰς αὐτὸν πεπιστευκότων. πλὴν ἀλλὰ καὶ ἡ σὰρξ, αὐτὴ αἷμα τῷ γάλακτι, οἷον ἀντιπελαργούμενον ἄρδεται τε καὶ αὔξεται. καὶ δὴ καὶ ἡ διαμόρφωσις τοῦ συλληφθέντος τῷ τῆς ἐπὶ μῆνα καθάρσεως ὑπολελειμμένῳ καθαρῷ περιττώματι, κιρναμένου τοῦ σπέρματος γίνεται. ἡ γὰρ ἐν τούτῳ δύναμις θρομβοῦσα τοῦ αἴματος τὴν φύσιν, ὃν τρόπον ἡ πυτεία συνίστησι, τὸ γάλα οὐσίαν ἐργάζεται μορφώσεως· εὐθαλεῖ γὰρ ἡ

493
κράσις, σφαλερὰ δὲ ἡ ἀκρότης εἰς ἀτεκνίαν. καὶ γὰρ αὐτῆς ἤδη τῆς γῆς ὑπὸ μὲν ἐπομβρίας κατακλυσθὲν ἀποσύρεται τὸ σπέρμα· διὰ δὲ αὐχμὸν νοτίδος ἀποξηραίνεται. κολλώδης δὲ ὁ χυμὸς ὣν συνέχει τὸ σπέρμα καὶ φύει. τινὲς δὲ καὶ τὸ σπέρμα τοῦ ζώου ἀφρὸν εἶναι τοῦ αἵματος κατ’ οὐσίαν ὑποτίθενται· ὃ δὴ τῇ ἐμφύτῳ τοῦ ἄρρενος θέρμῃ παρὰ τὰς συμπλοκὰς ἐκταραχθὲν, ἐκραπιζόμενον ἐξαφροῦται, κἀν ταῖς σπερματίσι παρατίθεται φλεψὶν, ἐντεῦθεν καὶ τὰ ἀφροδήσια κέκληται. συμφανὲς τοίνυν ἐκ τούτων ἁπάντων, αἷμα εἶναι τοῦ ἀνθρωπίνου σώματος τὴν οὐσίαν, ἀλλὰ καὶ μετὰ τὴν ἀποκύησιν αὖθις ἐκτρέφεται τὸ παιδίον αἵματι τῷ αὐτῷ. ὅς γὰρ φύσις τοῦ γάλακτος ἡ ῥύσις, καὶ πηγὴ τροφῆς τὸ γάλα, ᾧτ’ δὴ καὶ γυνὴ δήλη τεκοῦσα ἀληθῶς καὶ μήτηρ δι’ οὗ καὶ φίλτρον εὐνοίας προσλαμβάνει.

Διὰ τοῦτο ἄρα μυστικῶς τὸ ἐν τῷ Ἀποστόλῳ ἅγιον Πνεῦμα, τῇ τοῦ Κυρίου ἀποχρώμενον φωνῇ, “ γάλα ὑμᾶς ἐπότισα” λέγει. εἰ γὰρ ἀνεγεννήθημεν εἰς Χριστὸν, ὁ ἀναγεννήσας ἡμᾶς ἐκτρέφει τῷ ἰδίῳ γάλακτι τῷ λόγῳ· πᾶν γὰρ τὸ γεννῆσαν, ἔοικεν εὐθὺς παρέχειν τῷ γεννωμένῳ τροφήν. καθάπερ δὲ ἡ ἀναγέννησις ἀναλόγως, οὕτω καὶ ἡ τροφὴ γέγονε τῷ ἀνθρώπῳ πνευματικὴ πάντῃ. τοίνυν καὶ ἡμεῖς τὰ πάντα Χριστῷ προσοικειούμεθα, καὶ εἰς συγγένειαν διὰ τὸ αἱμα αὐτοῦ ᾧ λυτρούμεθα, καὶ εἰς συμπάθειαν διὰ τὴν ἀνατροφὴν τὴν ἐκ τοῦ λόγου, καὶ εἰς ἀφθαρσίαν διὰ τὴν ἀγωγὴν τοῦ αὐτοῦ. τὸ θρέψαι δ’ ἐν βροτοῖσι πολλάκις, πλείω πορίζεται φίλτρα τοῦ φύσαι τέκνα. ὅτι τοίνυν ἐξ αἵματος γάλα, κατὰ μεταβολὴν γίνεται, ἤδη μὲν σαφὲς, οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶ, ποιμνίων, ἔκ τε τῶν βουκολίων ἔξεστι μαθεῖν. τὰ γὰρ ζῷα ταῦτα τοῦ ἔτους κατὰ τὴν ὥραν ἣν ἔαρ καλοῦσιν, ὑγροτέρου τοῦ περιέχοντος γεγονότος, ἀλλὰ καὶ τῆς πόας καὶ τῶν νομῶν εὐχύλων τὸ τηνικαῦτα οὐσῶν καὶ ἐνίκμων, αἵματος πίμπλαται πρότερον, ὡς ἐκ τῆς διατάσεως τῶν φλεβῶν κυρτουμένων τῶν ἀγγείων δείκνυται. ἐκ δὲ τοῦ αἵματος δαψιλέστερον χεῖται τὸ γάλα. θέρους δ’ ἔμπαλιν ὑπὸ τοῦ καύματος συγκαιόμενον καὶ ἀναξηραινόμενον, ἵστησι τὴν μεταβολὴν τὸ αἷμα, καὶ ταύτῃ ἔλαττον ἀμέλγονται. ναὶ μὴν καὶ συγγένειάν τινα πρὸς τὸ ὕδωρ φυσικωτάτην ἔχει τό γάλα, καθάπερ ἀμέλει πρὸς τὴν πνευματικὴν τὸ λουτρὸν τὸ πνευματικόν.

494
οἱ γοῦν ἐπιρροφῶντες τὸ γάλακτι ψυχροῦ ὀλίγον ὕδατος, ὠφελοῦνται παραχρῆμα. οὐ γὰρ ἀποξύνεσθαι τὸ γάλα ἐᾷ ἡ πρὸς τὸ ὕδωρ κοινωνία, οὐκ ἀντιπαθίᾳ τινὶ, προσπεπαινομένου δὲ, προσπαθείᾳ. καὶ ἣν ὁ λόγος ἔχει πρὸς τὸ βάπτισμα κοινωνίαν, ταύτην ἔχει τὸ γάλα τὴν συναλλαγὴν πρὸς τὸ ὕδωρ. δέχεται γὰρ μόνον τῶν ὑγρῶν τοῦτο καὶ τὴν πρὸς τὸ ὕδωρ μίξιν ἐπικάθαρσιν παραλαμβανόμενον, καθάπερ τὸ βάπτισμα ἐπὶ ἀφέσεως ἁμαρτιῶν. μίγνυται δὲ καὶ μέλιτι προσφυῶς, καὶ τοῦτο ἐπὶ καθάρσει πάλιν μετὰ γλυκείας τῆς τρυφῆς· μιγνύμενος γὰρ ὁ λόγος φιλανθρωπίᾳ, ἰᾶται γε ἅμα τὰ πάθη καὶ ἀνακαθαίρει τὰς ἁμαρτίας. ἐπιμίγνυται δὲ τὸ γάλα καὶ οἴνῳ γλυκεῖ. ἐπωφελὴς δὲ ἡ μίξις, ἀνακιρναμένου τοῦ πάθους εἰς ἀφθαρσίαν. εξοννοῦται γὰρ ὑπὸ τοῦ οἴνου τὸ γάλα καὶ σχίζεται· καὶ ὅτι περ αὐτοῦ νόθον, τοῦτο ἀποχετεύεται. κατὰ τὰ αὐτὰ δὲ τῆς πίστεως ἡ κοινωνία ἡ πνευματικὴ πρὸς τὸν παθητὸν ἄνθρωπον τὰς σαρκικὰς ἐπιθυμίας εξορροῦσα εἰς ἀιδιότητα συστέλλει τὸν ἄνθρωπον, τοῖς θείοις ἀπαθανατίζουσα. οἱ πολλοὶ δὲ καὶ τὸ λιπαρὸν τοῦ γάλακτος, ὃ δὴ βούτυρον καλοῦσι, καταχρῶνται εἰς λύχνον, τὸ πολυέλαιον τοῦ λόγου δι’ αἰνίγματος ἀριδήλως σαφηνίσαντες, ὡς μόνου τοῦδε ἐνδίκως καὶ τρέφοντος καὶ αὔξοντος, καὶ φωτίζοντος τοὺς νηπίους. τοσαῦτα περὶ γάλακτος καὶ τῆς τούτου ἀλληγορίας.

Θεοδωρήτου. Ὁ μέν τοι Ἀπόστολος γάλα τὴν ἁπλουστέραν καλέσας διδασκαλίαν, ἐφεξῆς δείκνυσιν ἀτελοῦς καὶ τελείου διαφορὰν λέγων, “ πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαι- “ οσύνης, νήπιος γὰρ, ἐπιτελειῶν δ᾿ ἐστὶν ἡ στερεὰ τροφὴ, τῶν διὰ “ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν “ καλοῦ τε καὶ κακοῦ.” ἀπὸ τῶν ἡλικιῶν ἔδειξε τὴν διαφοράν. καθάπερ γὰρ τοῖς μὲν εὐθυγενέσι βρέφεσι τὸ γάλα προσφέρειν εἰώθαμεν, τοῖς δὲ στεγανωτέροις ἐσχηκόσιν ὀδόντας, πάσης λοιπὸν ἀπολαύειν τροφῆς ἐπιτρέπομεν, οὕτω τοῖς ἀτελῆ πίστιν ἔχουσι σύμμετρον τῆς ἀσθενείας τὴν διδασκαλίαν προσφέρομεν, τοὺς δὲ τελείαν εἰσδεξαμένους τῶν τελειοτέρων δογμάτων μεταλαγχάνειν παρασκευάζομεν.

Γρηγορίου Νύσσησ. Μαλλὸν δὲ καθάπερ τις μήτηρ καταλλήλως τιθηνουμένη τὸ νήπιον, τέως μὲν ἁπαλῷ καὶ ὑγρῷ τῷ

495
στόματι τὸ γάλα διὰ τῆς θηλῆς ἐντίθησιν. ὀδοντοφυοῦντι δὲ ἤδη καὶ αὐξ,ανομένῳ προσάγει τὸν ἄρτον, οὐ τραχύν τε καὶ ἀκατέργαστον, ὡς ἃν μὴ περιξανθείη τῷ σκληρῷ τῆς τροφῆς τὸ τούτων ἁπαλόν τε καὶ ἀγύμναστον, ἀλλὰ τοῖς ἰδίοις ὀδοῦσι καταλειάνασα σύμμετρόν τε καὶ κατάλληλον τῇ δυνάμει τοῦ προσφερομένου ἐποίησεν. εἶτα κατὰ προσθήκην τῆς δυνάμεως ἐπιδηλούσης προσεθισθὲν τοῖς ἁπαλωτέροις ἡμέρα τὸ νήπιον προσάγει τῇ στερεω- τέρᾳ τροφῇ. οὕτω τοὺς μαθητὰς ὁ Παῦλος, τοὺς μὲν οἷόν τι νήπιον ἀτελὲς τοῖς στοιχειωδεστέροις τρέφει λόγοις καὶ τιθηνεῖται, τοὺς δὲ οἵα τελείους τοῖς ὑψηλοτέροις.

Βασιλείου ἐν Ἡσαΐαι. τέλος δέ ἐστι τοῦ γεγυμνασμένα ἔχοντος τὰ αἰσθητήρια διακρίνειν δύνασθαι τὴν τοῦ καλοῦ φύσιν ἀπὸ τοῦ πονηροῦ, καὶ δοκίμου τραπεζίτου τὸ καλὸν κατέχειν, ἀπὸ δὲ παντὸς εἴδους πονηροῦ ἀπέχεσθαι· διεφθαρμένον δὲ ἔχοντος τῆς ψυχῆς τὸ κριτήριον ἐνηλλαγμένας τὰς μαρτυρίας περὶ τῆς ἑκάστου ἀξίας ἀποδιδόναι. καὶ ἔοικε πολλή τις εὐχέρεια εἶναι τῇ ἀνθρωπείᾳ φύσει πρὸς τὸ τὰ ἐναντία δοξάζειν τῇ περὶ ἕκαστόν ἀληθείᾳ ἑκάστου φιλονείκως τῷ ἰδίῳ δόγματι παρισταμένου, μένου, καὶ μετὰ διατάσεως σφοδροτάτης τὰ τοῦ ἑτέρου ἀνατρέπειν διελέγχειν βιαζομένου. τὸ μὲν οὖν ἀληθινῶς καλὸν, τὸ ἐν τῆ ψυχῇ σύμμετρόν ἐστι κατ’ ἀρετὴν διακειμένῃ. μεσότης γὰρ καὶ συμμετρία τίς ἡ ἀρετή. αἱ δὲ ἐφ’ ἑκάτερα τὴν ἀρετὴν ἐκβαίνουσαι ὑπερβολαὶ καὶ ἐλλείψεις, ἀμετρία καὶ αἶσχος. οἱ δὲ πολλοὶ τὴν μὲν κακίαν, ὡς ἀγαθὸν αἱροῦνται· τὴν δὲ ἀρετὴν, ὡς πονηρίαν ἀποφεύγουσι.

Χρυσοστόμου. Τί δέ ἐστιν ὁ λόγος τῆς δικαιοσύνης ; ἐνταῦθα καὶ βίον αἰνίττεσθαι, ὅπερ καὶ ὁ Χριστὸς ἔλεγεν, “ ἐὰν μὴ “ περισσεύῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων,” τοῦτο καὶ αὐτὸς φησὶν, ἄπειρος λόγου δικαιοσύνης, τουτέστι τῆς ἄνω φιλοσοφίας ἄπειρος οὐ δύναται παραδέξασθαι βίον ἄκρον καὶ ἠκριβωμένον μένον. ἣ δικαιοσύνην ἐνταῦθα τὸν Χριστόν φησι, καὶ τὸν ὑψηλὸν περὶ αὐτοῦ λόγον. ὁρᾷς νηπιότητα ἑτέραν οὖσαν, καὶ αὖ τελειότητα. γενώμεθα τέλειοι ταύτην τὴν τελειότητα. ἔνεστι καὶ παῖδας ὄντας καὶ νέους πρὸς ἐκείνην ἐλθεῖν τὴν τελειότητα. οὐ γάρ

496
ἐστι φύσεως ἀλλ’ ἀρετῆς. οὐκ εἶχον ἐκεῖνοι τὰ αἰσθητήρια γεγυμνασμένα, οὐδὲ ᾔδεισαν καλὸν καὶ κακόν. νῦν οὐ περὶ βίου τῷ Ἀποστόλῳ ὁ λόγος, ὅταν λέγει “ πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ.” τοῦτο γὰρ παντὶ ἀνθρώπῳ δυνατὸν εἰδέναι καὶ εὔλογον, ἀλλὰ περὶ δογμάτων ὑψηλῶν καὶ ὑγιῶν διεφθαρμένων καὶ ταπεινῶν. τὸ παιδίον οὐκ τὴν τὴν φαύλην καὶ τὴν δόκιμον τροφὴν διαιρεῖν. πολλάκις γοῦν καὶ χοῦν ἐνέβαλεν εἰς τὸ στόμα καὶ τὸ βλαβερὸν ἐδέξατο, καὶ πάντα ἀδιακρίτως ποιεῖ, ἀλλ’ οὐ τὸ τέλειον. τοιοῦτοι εἰσὶν οἱ πᾶσι προσέχοντες ἁπλῶς καὶ ἀδιακρίτως τὰς ἀκοὰς ἐκδιδόντες ἀδοκίμοις, τούτους αἰτιᾶται ὡς ἁπλῶς περιφερομένους, καὶ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις διδόντας ἑαυτοὺς, ὃ καὶ πρὸς τῷ τέλει ἠνίξατο λέγων διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε. τοῦτο ἐστι πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ. λάρυγξ μὲν γὰρ, σῖτα γεύεται· ψυχὴ δὲ δοκιμάζει λόγους. εἶτα σαφέστερον διδάσκων τί προσηγόρευσε γάλα, ἐπήγαγε,

Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα· μὴ πάλιν θεμέλιον καταβαλλόμενοι βαλλόμενοι μετανοίας ἀπὸ τῶν νεκρῶν ἔργων καὶ πίστεως ἐπὶ Θεὸν, βαπτισμῶν διδαχῆς ἐπιθέσεως τε χειρῶν, ἀναστάσεως τε νεκρῶν, καὶ κρίματος αἰωνίου, καὶ τοῦτο ποιήσωμεν ἐάν περ ἐπιτρέπῃ ὁ Θεός.

Θεοδωρήτου. Μεμψάμενος αὐτοῖς τὸ περὶ τὴν πίστιν τοῦτο γὰρ ἐκάλεσε γάλα, τῆς τελειότητος ἔχεσθαι παραινεῖ, καὶ τοῖς ἤδη καταβληθεῖσι θεμελίοις ἐποικοδομεῖν τὰ λοιπὰ, μὴ ἄλλον ἄνωθεν πηγνύειν θεμέλιον. θεμέλια δὲ τὴν πίστιν ἐκάλεσεν· ἔργα δὲ νεκρὰ, τὴν πονηρίαν. οἱ γὰρ πεπιστευκότες, τὴν τούτων βδελυσσόμενοι δυσοσμίαν καὶ μεταμελείᾳ χρώμενοι, προσίασι τῷ θείῳ βαπτίσματι, καὶ διὰ τῆς ἱερατικῆς χειρὸς, ὑποδέχονται τὴν χάριν τοῦ Πνεύματος, καὶ ἐν τῷ θείῳ βαπτίσματι τὸν τῆς ἀναστάσεως δεχόμενοι τύπον, προσμένουσι τὴν κοινὴν πάντων ἀνάστασιν καὶ τὸ μέλλον κριτήριον. ταῦτα στοιχεῖα ἐκάλεσε τῶν λογίων τοῦ Θεοῦ. καθάπερ γὰρ τοῖς μειρακίοις ὁ γραμματιστὴς, πρῶτον ὑποδείκνυσι τῶν στοιχείων τοὺς χαρακτῆρας, οὕτως οἱ τῆς

497
εὐσεβείας διδάσκαλοι ταῦτα πρῶτα τοὺς τῆς πίστεως προσιόντας παιδεύουσι. λέγει τοίνυν ὁ θεῖος Ἀπόστολος ὅτι τῶν τελειοτέρων ἀφίεσθαι χρὴ, καὶ μὴ πάλιν ἄνωθεν μανθάνειν τὰ τῆς εὐσεβείας στοιχεῖα. τὸ μέν τοι “ καὶ τοῦτο ποιήσωμεν, ἐάν περ ὁ Θεὸς ἐπι- “ τρέπῃ,” τοῖς ἄνω προσήρμοσεν, ὡς εἶναι τὸ ἀκόλουθον οὕτως. " διὸ " ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα “ φερώμεθα, καὶ τοῦτο ποιήσωμεν ἐάν περ ἐπιτρέπῃ ὁ Θεὸς,” ἀντὶ τῶ σπουδάσωμεν, ἐπιθυμήσωμεν, πάντα πόνον ὑπὲρ τῆς τελειότητος ἀσπασώμεθα. εἴωθεν δὲ ὁ Ἀπόστολος πάντα ἐξαρτᾶν τῆς θείας προμηθείας. διὰ τοῦτο προστέθεικεν “ ἐάν περ ἐπιτρέπῃ ὁ “ Θεὸς,” οὕτω καὶ Κορινθίοις ἐπιστέλλων ἔλεγε,, " ἐλεύσομαι πρὸς " ὑμᾶς ἐὰν ὁ Κύριος θελήσῃ.” πληθυντικῶς “ βαπτισμῶν” τέθεικεν, οὐ πολλὰ εἶναι διδάσκων βαπτίσματα, ἀλλ’ ἐπειδὴ πολλοὶ τῆς τοῦ βαπτίσματος ἀπολαύουσι χάριτος. ὅτι γὰρ ἓν ἐκήρυττε βάπτισμα, τὰ ἑξῆς διδάσκει.

Ἀθανασίου. Ἀλλ’ ἄνωθεν πάλιν ἔδωκεν τίς ἐστιν ἡ ἀρχὴ λόγου, αὐτὸς ἐφεξῆς τίθησι λέγων, " μὴ πάλιν θεμέλιον κατα- " βαλλόμενοι μετανοίας,” καὶ τὰ ἑξῆς. εἰ δὲ τοῦτο ἀρχὴ, τι ἄλλο ἐστι τὸ δόγμα τὸ ἡμέτερον, ἣ τὸ μετανοῆσαι ἀπὸ νεκρῶν ἔργων, καὶ διὰ τοῦ Πνεύματος λαβεῖν τὴν πίστιν εἰς ἀνάστασιν νεκρῶν καὶ κρίματος αἰωνίου; τί δέ ἐστιν ἀρχή; οὐδὲν ἄλλο ἣ τοῦτο. ἠχή φησιν, ὅταν μὴ βίος ἀκριβὴς παρῇ. καθάπερ γὰρ τὸν εἰς τὴν μάθησιν τῶν γραμμάτων εἰσερχόμενον τὰ στοιχεῖα δεῖ πρῶτον ἀκοῦσαι, οὕτω καὶ τὸν Χριστιανὸν ταῦτα εἰδέναι ἀκριβῶς πρῶτον χρὴ καὶ μηδὲν ἀμφιβάλλειν περὶ αὐτῶν. εἰ δὲ δέοιτο πάλιν διδασκαλίαν, σκαλίαν, οὔπω τὸν θεμέλιον ἔχει. τὸν γὰρ ἑδραῖον, πεπηγέναι χρὴ καὶ ἑστάναι καὶ μὴ μετακινεῖσθαι. εἰ δὲ μέλλοι τις κατηχηθεὶς καὶ βαπτισθεὶς μετὰ ἔτη δέκα περὶ πίστεως πάλιν ἀκούειν καὶ ὅτι πιστεῦσαι χρὴ εἰς ἀνάστασιν νεκρῶν, οὔπω τὸν θεμέλιον ἔχει, πάλιν τὴν ἀρχὴν τοῦ χριστιανισμοῦ ζητεῖ. ὅτι γὰρ ἡ πίστις θεμέλιος, τὸ δὲ λοιπὸν οἰκοδομὴ, ἄκουε αὐτοῦ λέγοντος, " ἐγὼ “ θεμέλιον τέθεικα, ἄλλος ἐποικοδομεῖ.” τί δέ ἐστιν “ ἐπὶ τὴν “ τελειότητα φερώμεθα;" πρὸς αὐτὴν χωρῶμεν λοιπόν, φησι, τὴν ὀροφὴν, τουτέστι βίον ἄριστον ἔχωμεν. ὥσπερ γὰρ ἐπὶ τῶν στοιχείων χείων τὸ πᾶν τὸ ἄλφα συνέχει, καὶ ὁ θεμέλιος τὴν πᾶσαν οἰκοδο-

498
μὴν, οὕτω καὶ τοῦ βίου τὴν καθαρότητα, ἡ περὶ τὴν πίστιν πληροφορια. φορία. ταύτης δὲ ἄνευ, οὐκ ἔστιν εἶναι Χριστιανὸν, ὥσπερ οὐδὲ θεμελίων ἄνευ οἰκοδομὴν, οὐδὲ στοιχείων χωρὶς ἔμπειρον γραμμάτων γενέσθαι, ἀλλ’ ἐάν τις ἀεὶ περὶ τὰ στοιχεῖα στρέφηται, ἣ εἴτις περὶ τὸν θεμέλιον, οὐδέπω ἔσται αὐτῷ τι πλέον, οὕτω καὶ ἐφ’ ἡμῶν. ἃν γὰρ ἀεὶ ἐν τῇ ἀρχῇ τῆς πίστεως μένωμεν, οὐδέποτε πρὸς τῷ τέλει ταύτης ἀναβησόμεθα.

Σὺ δὲ μὴ νομίσῃς ἠλαττῶσθαι τὴν πίστιν διὰ τὸ στοιχεῖον κληθῆναι· ἡ γὰρ πᾶσα δύναμις αὕτη ἐστίν. ὅταν γοῦν λέγῃ, " πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης· νή- " πῖος γάρ ἐστιν,” οὐ γάλα ταύτην καλεῖ, ἀλλὰ τὸ ἀμφιβάλ λειν ἔτι περὶ τούτων, τοῦτό ἐστιν ἀσθενοῦς διανοίας, καὶ λόγων δεομένης πολλῶν. τὰ γὰρ δόγματα ταῦτα ἐστὶ τὰ ὑγιῆ. τέλειον γὰρ ἐκεῖνον καλοῦμεν τὸν μετὰ τῆς πίστεως βίον ἔχοντα ὀρθόν. ἐὰν δέ τις πίστιν μὲν ἔχῃ, πράττῃ δὲ πονηρὰ, καὶ περὶ αὐτῆς δὲ ταύτης ἀμφιβάλλει καὶ ὑβρίζει τὴν διδασκαλίαν, εἰκότως αὐτὸν φήσομεν νήπιον ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντα. ὥστε κἂν μυρία ἔτη ἐν τῇ πίστει ἔχωμεν καὶ μὴ βέβαιοι ἐμεν, ἐν αὐτῇ νήπιοι ἐσμέν· ὅταν βίον αὐτῇ μὴ συμβαίνοντα ἐπιδεικνύμεθα, ὅταν ἔτι θεμέλιον καταβαλλώμεθα. τούτοις δὲ μετὰ τοῦ βίου καὶ ἄλλα ἐγκαλεῖ, ὡς παρασαλευθεῖσι καὶ δεομένοις θεμέλιον καταβαλεῖν μετανοίας ἀπὸ νεκρῶν ἔργων. τὸν γὰρ ἀπό τινος εἰς ἕτερον μετατιθέμενον, καὶ τὸ μὲν ἀφιέντα, τὸν δὲ αἱρούμενον, πρότερον αὐτοῦ καταγνῦναι χρὴ, καὶ ἀποστῆναι τῇ διαθέσει, καὶ τότε ἐλθεῖν ἐφ’ ἕτερον. εἰ δὲ τοῦ προτέρου πάλιν ἔχεσθαι μέλλοι, πῶς τοῦ δευτέρου ἅψεται; τί φής; κατέγνωμεν τοῦ νόμου, καὶ πάλιν ἐπ’ αὐτὸν ἀνατρέχειν κελεύεις; τοῦτο οὐκ ἔστι μετάθεσις· καὶ γὰρ ἐνταῦθα ἔχομεν νόμον. νόμον οὖν, φησι, καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον ἱστῶμεν. ἐγὼ δὲ περὶ πονηρῶν εἶπον πραγμάτων, ἀλλ’ οὐ περὶ νόμου. ὁ γὰρ μέλλων ἐπ’ ἀρετὴν μετιέναι, πρότερον τῆς κακίας καταγνῶναι ὀφείλει, καὶ τότε αὐτὴν μετελθεῖν. καλῶς δὲ τῇ μετανοίᾳ καὶ τὸ βάπτισμα προσέθεικεν· οὐ γὰρ ἴσχυεν ἡ μετάνοια καθαροὺς αὐτοὺς δεῖξαι· διὰ τοῦτο εὐθέως ἐβαπτίζοντο, ἵν ὅπερ ἀδυνάτως εἶχον ἐργάσασθαι δι’ ἑαυτῶν, τοῦτο διὰ τῆς τοῦ Χριστοῦ γένοιτο χάριτος. οὔτε οὖν μετάνοια ἀρκεῖ

499
πρὸς τὸν καθαρισμὸν, ἀλλὰ δεῖ τὸ βάπτισμα παραλαβεῖν. ἐπὶ γοῦν τὸ βάπτισμα ἔδει ἔρχεσθαι, πρότερον καταγνόντα τῶν ἡμαρτημένων αὐτῶ καὶ καταψηφισάμενον.

Τί δέ ἐστι “ βαπτισμῶν διδαχῆς;" οὐχ ὡς πολλῶν ὄντων τῶν βαπτισμῶν ἀλλ’ ἑνός. τί οὖν αὐτὸ πληθυντικῶς εἶπε; διὰ τὸ εἰπεῖν " μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας.” εἰ γὰρ πάλιν αὐτοὺς ἐβάπτιζε, καὶ ἄνωθεν κατήχησε, καὶ πάλιν ἐξ ἀρχῆς βαπτισθέντες ἐδιδάσκοντο τὰ πρακτέα, καὶ τὰ μὴ πρακτέα, διηνεκῶς ἔμελλον ἀδιόρθωτοι μένειν. ἐπιθέσεως δὲ χειρῶν εἶπεν· οὕτω γὰρ τὸ Πνεῦμα ἐλάμβανον, ἐπιθέντος αὐτοῖς τὰς χεῖρας τοῦ Παύλου φησίν· ἀναστάσεως τε νεκρῶν. τοῦτο γὰρ ἔν τε τῷ βαπτίσματι γίνεται, καὶ ἐν τῇ ὁμολογίᾳ βεβαιοῦται· καὶ κρίματος αἰωνίου. διατί δὲ ταῦτα φησίν; ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἣ περι- σαλεύεσθαι ἤδη πεπιστευκότας, ἣ κακῶς βιοῦν καὶ ῥαθύμως, νήψατέ φησιν. οὐκ ἔνι εἰπεῖν ἐὰν ῥαθύμως ζήσωμεν πάλιν βαπτισθησόμεθα, πάλιν κατηχησόμεθα, πάλιν ληψόμεθα Πνεῦμα. κἂν νῦν τῆς πίστεως ἐκπέσωμεν, πάλιν δυνησόμεθα βαπτιζόμενοι τὰ ἁμαρτήματα ἀπολούσασθαι καὶ τῶν αὐτῶν τυχεῖν, ὣν περ καὶ πρότερον. θεμέλιον, φησὶ, κατεβαλόμεθα ἐν τῷ βαπτίζεσθαι, τουτέστιν ἀποταγὴν τῶν ἔργων τοῦ Σατανᾶ. ἅπαξ γὰρ μετανοήσαντες ἐπ’ αὐτοῖς ἐβαπτίσθημεν.

Οὐκέτι οὖν δεῖ b ταῦτα ἐξ ἀρχῆς ποιεῖν, " διὸ ἀφέντες τὸν τῆς “ ἀρχῆς τοῦ Χριστοῦ λόγον τὸ περὶ βαπτίσματος λέγειν καὶ χει “ ρῶν ἐπιθέσεως δι’ ἣν τὸ Πνεῦμα ἐλάβετε, καὶ νεκρῶν ἀναστάσεως “ καὶ κρίσεως, ἐπὶ τὴν τελειότητα φεοώμεθα.” οὐ δεῖ γὰρ ἀεὶ τὰ αὐτὰ λέγεσθαι· εἴρηται γὰρ ἅπαξ καὶ γεγένηται. ἀλλὰ δεῖ καὶ τὰ παρ’ ἡμῶν εἰσφέρεσθαι, τουτέστι χρηστὴν πολιτείαν καὶ τῆς πίστεως ἀξίαν. αὕτη γὰρ ἡ τελειότης τὸ ἀμφιδέξιον εἶναι τὴν ἀρετὴν, ὡσεὶ ἔλεγε, νήψατε, οὐκ ἔνι γὰρ ζῆσαι ῥαθύμως καὶ πάλιν βαπτισθῆναι, καὶ δι’ ἐπιθέσεως χειρῶν λαβεῖν Πνεύματος Ἁγίου ἐπιφοίτησιν. τάχα δὲ οὗτοι Ἰουδαϊκώτερον φρονοῦντες, διὰ τὸ διαφόρως ἐν τῷ νόμῳ εἶναι, βαπτισμοὺς ἐβούλοντο καὶ τὸ τῆς νέας βάπτισμα τὸ τὴν παλιγγενεσίαν δωρούμενον, πολλάκις βα- [*](b δὴ Cod.)

500
πτίζεσθαι, διὰ τὸ ἀφέσεως ἁμαρτιῶν πολλάκις ἐθέλειν ἀξιοῦσθαι· διὸ ἐπάγει,

Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας Πνεύματος Ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοὺς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας.

Θεοδωρήτου. τῶν ἄγαν ἀδυνάτων φησι, τοὺς τῷ παναγίῳ προσεληλυθότας βαπτίσματι, καὶ τῆς τοῦ θείου Πνεύματος χάριτος μετειληφότας, καὶ τῶν αἰωνίων ἀγαθῶν δεξαμένους τὸν τύπον, αὖθις προσελθεῖν καὶ τυχεῖν ἑτέρου βαπτίσματος. τοῦτο γὰρ οὐδέν ἐστιν ἕτερον, ἣ πάλιν τὸν Υἱὸν τοῦ Θεοῦ τῷ σταυρῷ προσηλῶσαι, καὶ τὴν γεγενημένην ἀτιμίαν πάλιν αὐτῷ προσάψαι. ὥσπερ γὰρ ἅπαξ αὐτὸς τὸ πάθος ὑπέμεινεν, οὕτω καὶ ἡμᾶς ἅπαξ αὐτῷ προσήκει κοινωνῆσαι τοῦ πάθους· συνθαπτόμεθα δὲ αὐτῷ διὰ τοῦ βαπτίσματος καὶ συνανιστάμεθα. οὐχ οἷόν τε οὖν ἡμᾶς πάλιν ἀπολαῦσαι τῆς τοῦ βαπτίσματος δωρεᾶς· Χριστὸς γὰρ ἀναστὰς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει. θάνατος αὐτοῦ οὐκέτι κυριεύσει. ”ὃ γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ”ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ.” καὶ ἡμῶν δὲ ὁ παλαιὸς ἄνθρωπος συνεσταυρώθη ἐν τῷ βαπτίσματι τοῦ θανάτου τὸν τύπον δεξάμενος. ”καλὸν ”δὲ Θεοῦ ῥῆμα,” τὴν ὑπόσχεσιν ἔφη τῶν ἀγαθῶν. ”δυνάμεις δὲ ”μέλλοντος αἰῶνος” τὸ βάπτισμα προσηγόρευσε, καὶ τὴν χάριν τοῦ Πνεύματος. διὰ τούτων γὰρ δυνατὸν τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν. ταῦτα δὲ ὁ Ἀπόστολος εἴρηκε τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας διδάσκων, μὴ νομίζειν τὸ πανάγιον βάπτισμα τοῖς Ἰουδαϊκοῖς ἐοικέναι βαπτίσμασιν. ἐκεῖνα μὲν γὰρ οὐχ ἁμαρτήματα ἔλυεν, ἀλλὰ τὸν δοκοῦντα τοῦ σώματος ἐκάθαιρε μολυσμὸν, οὗ δὴ χάριν καὶ πολλάκις καὶ συνεχῶς προσεφέρετο. τοῦτο δέ γε ἔνεστιν, ἅτε δὴ τοῦ σωτηρίου πάθους καὶ τῆς ἀναστάσεως ἔχων τὸν τύπον, καὶ προδιαγράφων ἡμῖν τὴν ἐσομένην ἀνάστασιν· ταῦτα οἱ Ναυάτου κατὰ τῆς ἀληθείας ὁπλίζουσι τὰ ῥητὰ, μὴ συνιέντες ὡς ὁ θεῖος Ἀπόστολος, οὐ τὰ τῆς μετανοίας ἀπηγόρευσε φάρμακα,

501
ἀλλὰ τοῦ θείου βαπτίσματος τὸν ὅρον ἐδίδαξεν· ὅθεν ἐπήγαγεν, “ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζον- “τας.” παραδειγματίσαι γάρ ἐστι τὸ θεῖον μυστήριον τὸ δὶς· τούτου μεταλαχεῖν. ὅτι γὰρ πανταχοῦ κηρύττει μετάνοιαν, μαρτυρεῖ μὲν τὰ πρὸς Κορινθίους αὐτῷ γεγραμμένα, μσρτυρεῖ δὲ τὰ πρὸς Γαλάτας, καὶ πανταχοῦ δὲ τούτους κατασπείρει τοὺς λόγους.

Ἀθανασίου. Εἰ γὰρ τοῖς μετὰ τὸ λουτρὸν ἁμαρτάνουσιν, ἀσύγγνωστος ἐστὶν ἡ τῶν πλημμελημάτων δίκη, πῶς τῷ μὲν ἐν Κορινθίῳ μετανοοῦντι κυροῖ τὴν αὐτὴν ἀγάπην ὁ Ἀπόστολος, τοὺς δὲ Γαλάτας παλινδρομήσαντας ὠδίνει, ἄχρις οὗ πάλιν μορφωθῇ Χριστὸς ἐν αὐτοῖς; ἐν δὲ τῷ λέγειν πάλιν, δείκνυσιν αὐτῷ τὴν προτέραν ἐν τῷ Πνεύματι τελειότητα. τὸ γοῦν ἐν τῇ πρὸς Ἑβραίους εἰρημένον, οὐκ ἐκκλεῖον ἐστὶν τῶν ἁμαρτανόντων τὴν μετάνοιαν, ἀλλὰ δεικνύον ἓν εἶναι τὸ τῆς καθολικῆς ἐκκλησίας βάπτισμα, καὶ μὴ δεύτερον. Ἑβραίοις γὰρ ἔγραφε, καὶ ἵνα μὴ νομίσωσι κατὰ τὴν ἐν τῷ νόμῳ συνήθειαν προφάσει μετανοίας πολλὰ καὶ καθημέραν βαπτίσματα, διὰ τοῦτο μετανοεῖν μὲν παραινεῖ, μίαν δὲ εἶναι τὴν ἀνακαίνισιν διὰ τοῦ βαπτίσματος, καὶ μὴ δευτέραν ἀποφαίνεται, ὡς καὶ ἐν ἑτέρᾳ Ἐπιστολῇ φησὶ, “μία πίστις, ὃ βάπτισμα.” οὐδὲ γὰρ εἶπεν ἀδύνατον μετανοεῖν, ἀλλ’ ἀδύνατον προφάσει μετανοίας ἀνακαινίζειν ὑμᾶς. ἔχει δὲ πολλὴν τὴν διαφοράν· ὁ μὲν γὰρ μετανοῶν, παύεται μὲν τοῦ ἁμαρτάνειν, ἔχει δὲ τῶν τραυμάτων τὰς οὐλάς. ὁ δὲ βαπτιζόμενος, τὸν μὲν παλαιὸν ἀπεκδιδύσκεται ἄνθρωπον, ἀνακαινίζεται δὲ ἄνωθεν γεννηθεὶς τῇ τοῦ Πνεύματος χάριτι.

Χρυσοστόμου. Ὅρα δὲ πῶς ἐντρεπτικῶς καὶ ἀπαγορευτικῶς ἄρχεται λέγων, “ἀδύνατον·” μηκέτι φησὶν προσδόκα τὸ μὴ δυνατόν. οὐ γὰρ εἶπεν οὐ πρέπει οὐδὲ συμφέρει οὐδὲ ἔξεστιν, ἀλλὰ “ἀδύνα- “τον,” ὥστε ἀπόγνωσιν ἐμβαλεῖν· εἰ ὅλως ἐφωτίσθητε ἅπαξ. δωρεὰν δὲ ἐπουράνιον τὴν ἄφεσιν λέγει, ῥῆμα δὲ καλὸν, τὴν διδασκαλίαν, δυνάμεις δὲ τοῦ μέλλοντος αἰῶνος, ἣ τὸ θαύματα ἐπιτελεῖν, ἣ τὸν ἀρραβῶνα τοῦ Πνεύματος. ἀνακαινίζειν δὲ φησὶν εἰς μετάνοιαν, τουτέστι διὰ μετανοίας· οὐκ ἐκβέβληται δὲ ἡ μετάνοια, μὴ γένοιτο, ἀλλ’ ὁ διὰ τοῦ λουτροῦ πάλιν ἀνακαινισμός· οὐ γὰρ εἶπεν ἀνακαινισθῆναι πάλιν εἰς μετάνοιαν, καὶ ἐσίγησεν, ἀλλ’ ἐπήγαγεν,

502
ἀδύνατον ἀνασταυροῦντας ἀνακαινισθῆναι, τουτέστι καινοὺς γενέσθαι. τὸ γὰρ καινοὺς ποιῆσαι, τοῦ λουτροῦ μόνον ἐστίν. “ἀνα- “καινισθήσεται” γάρ φησιν “ὡς ἀετοῦ ἡ νεότης σου.” τῆς δὲ μετανοιας εστι το καινοὺς γενομένους, εἰτα παλαιωθέντας ἀπὸ τῶν ἁμαρτημάτων, ἀπαλλάξαι τῆς παλαιότητος, καὶ στερροὺς ἐργάσασθαι. εἰς ἐκείνην μέν τοι τὴν λαμπρότητα ἀγαγεῖν οὐκ ἔνι. ἐκεῖ γὰρ τὸ ὅλον ἡ χάρις ἦν.

“ Ἀνασταυροῦντας ἑαυτοῖς, φησὶ, τὸν Υἱὸν τοῦ Θεοῦ καὶ πα- “ραδειγματίζοντας.” ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· τὸ βάπτισμα σταυρός ἐστι. καὶ συνεσταυρώθη ὁ παλαιὸς ἡμῶν ἄνθρωπος. σύμμορφοι γὰρ γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ,” καὶ πάλιν “συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς “τὸν θάνατον.” ὥσπερ οὖν οὐκ ἔνι δεύτερον σταυρωθῆναι τὸν Χριστὸν, τοῦτο γὰρ παραδειγματίσαι αὐτόν ἐστιν· εἰ γὰρ θάνατος αὐτῷ οὐκέτι κυριεύσει, εἰ ἀνέστη, τῇ ἀναστάσει κρείττων γενόμενος τοῦ θανάτου, εἰ διὰ τοῦ θανάτου τὸν θάνατον κατεπάλαισεν, εἰτα πάλιν σταυροῦται, μῦθος πάντα ἐκεῖνα καὶ παραδειγματισμός. οὕτως οὐκ ἔνι οὐδὲ δεύτερον βαπτισθῆναι. ὁ τοίνυν δεύτερον βαπτίζων, πάλιν αὐτῷ σταυροῖ· τοῦτο γάρ ἐστιν ἀνασταυροῦντας, ἄνωθεν πάλιν σταυροῦντας. ὥσπερ γὰρ ἀπέθανεν ὁ Χριστὸς ἐν τῷ σταυρῷ, οὕτως ἡμεῖς ἐν τῷ βαπτίσματι, οὐ τῇ σαρκὶ, ἀλλὰ τῇ ἁμαρτίᾳ. ὅρα θάνατον καὶ θάνατον. ἐκεῖνος ἀπέθανε τῇ σαρκὶ, ἡμῶν ὁ παλαιὸς ἄνθρωπος ἐτάφη, καὶ ἀνέστη ὁ καινός. ὁ σύμμορφος γενόμενος τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. εἰ τοίνυν ἀνάγκη δὶς βαπτισθῆναι, ἀνάγκη πάλιν αὐτὸν ἀποθανεῖν. τὸ γὰρ βάπτισμα οὐδέν ἐστιν ἄλλο, ἢ ἀναίρεσις τοῦ βαπτιζομένου, καὶ ἔγερσις ἐκείνου. καὶ καλῶς εἶπεν ἑαυτοῖς ἀνασταυροῦντας. ὁ γὰρ τοῦτο ποιῶν, ὡς τῆς προτέρας χάριτος ἐπιλαθόμενος, καὶ ῥαθύμως τὸν ἑαυτοῦ βίον οἰκονομῶν ὡς ὄντος ἑτέρου βαπτίσματος, οὕτω πάντα διαπράττεται. διόπερ προσέχειν χρὴ καὶ ἀσφαλίζεσθαι.

Τί δέ ἐστι “γευσαμένους τῆς δωρεᾶς τῆς ἐπουρανίου;” τουτέστι τῆς ἀφέσεως τῶν ἁμαρτημάτων. τοῦτο γὰρ Θεοῦ μόνον χαρίζεσθαι. καὶ ἡ χάρις ἅπαξ ἐστὶ χάρις. “τί οὖν; ἐπιμενοῦμεν “τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; μὴ γένοιτο.” εἰ δὲ ἀεὶ

503
μέλλοιμεν χάριτι σώζεσθαι, οὐδέποτε ἐσόμεθα ἀγαθοί· ὅπου γὰρ μία ἐστὶ χάρις καὶ οὕτω ῥαθυμοῦμεν. εἰ ᾔδημεν ὅτι πάλιν ἐστὶν ἀπολούσασθαι τὰ ἁμαρτήματα, ἆρα ἃν ἐπαυσάμεθα ἁμαρτάνοντες; οὐκ ἔγωγε οἶμαι. πολλὰ δὲ ἐνταῦθα δείκνυσι τὰ δῶρα. καὶ ἵνα μάθῃς, “κατηξιώθητε,” φησιν, “τοσαύτης ἀφέσεως.” ὁ γὰρ ἐν σκότῳ καθεζόμενος, ὁ ἐχθρὸς, ὁ πολέμιος, ὁ θεοστυγὴς, ὁ ἀπολύμενος, οὗτος ἐξαίφνης φωτισθεὶς, Πνεύματος ἀξιωθεὶς, δωρεᾶς ἐπουρανίου, υἱοθεσίας, βασιλείας οὐρανῶν, τῶν ἄλλω, ἀγαθῶ,, μυστηρίων ἀπορρήτων, καὶ οὐδὲ οὕτω βελτίων γενόμενος, ἀλλ’ ἄξιος ὣν ἀπωλείας, τυχὼν δὲ σωτηρίας καὶ τιμῆς, ὡς τὰ μεγάλα κατωρθωκὼς, πῶς ἃν δύναιτο βαπτισθῆναι πάλιν; δύο τοίνυν τρόποις τὸ πρᾶγμα ἔφησεν ἀδύνατον εἶναι, καὶ τὸν ἰσχυρότερον ὕστερον ἔθεικεν, ἑνὶ μὲν, ὅτι οὐκ ἄξιος ὁ τοιούτων καταξιωθεὶς, καὶ πάντα προδοὺς τὰ δωρηθέντα αὐτῷ, πάλιν ἀνακαινισθῆναι· δευτέρῳ δὲ, ὅτι οὐ δυνατόν ἐστιν πάλιν αὐτὸν ἀνασταυροῦσθαι. τοῦτο γάρ ἐστι παραδειγματισαι.

Οὐκ ἔστι τοίνυν δεύτερον λουτρὸν, οὐκ ἔστιν. εἰ δέ ἐστιν, καὶ τρίτον κα τέταρτον ἐστιν, Τί γὰρ πρότερον νπο του υστερου ἀεὶ καταλύεται, καὶ τοῦτο ἀεὶ ὑπὸ ἄλλου, καὶ τοῦτο εἰς ἄπειρον. εἰπὼν δὲ, “καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα,” οὐκ ἀποκαλύπτει αὐτῷ, ἀλλ’ αἰνίττεται. “δυνάμεις τε μέλλοντος “αἰῶνος,” μονονουχὶ τοῦτο λέγει ὅτι τὸ ζῆν ὡς Ἀγγέλους τὸ μηδενὸς δεῖσθαι τῶν ἐνταῦθα, τὸ εἰδέναι ὅτι τῆς τῶν μελλόντων αἰώνων ἀπολαύσεως, πρόξενος ἡμῖν υἱοθεσίας γίνεται. τὸ εἰς τὰ ἄδυτα ἐκεῖνα εἰσελθεῖν προσδοκᾷν, διὰ τοῦ Πνεύματος ἐστὶ ταῦτα μαθεῖν· τι ἐστι “δυνάμεις τε μέλλοντος αἰῶνος;” ἡ ζωὴ ἡ αἰώνιος, ἡ ἀγγελικὴ διαγωγή. τοῦτον ἤδη τὸν ἀρραβῶνα ἐλάβομεν διὰ τῆς πίστεως παρὰ τοῦ Πνεύματος. εἰπέ μοι τοίνυν, εἰ εἰς βασίλεια εἰσαχθεὶς, καὶ πάντα ἐμπιστευθεὶς τὰ ἐκεῖ, εἶτα προὔδωκας ἀπάντα, ἄρα ἃν ἐνεπιστεύθης πάλιν; τί οὐν; οὐκ ἔστι μετάνοια; φησὶν, ἐστι μετάνοια, ἀλλὰ βάπτισμα οὐκ ἔστι δεύτερον. μετάνοια δέ ἐστιν, καὶ πολλὴν ἔχει τὴν ἰσχὺν, καὶ τὸν σφόδρα τοῖς ἁμαρτήμασι βεβαπτισμένον, εἰ βουληθείη, δυναμένη ἀπαλλάξαι τοῦ τῶν ἁμαρτημάτων φόρτου, καὶ τὸν κινδυνεύοντα καταστῆσαι ἐν ἀσφαλείᾳ, κάν πρὸς αὐτὸν ἔλθῃ τῆς κακίας τὸν πυθμένα. καὶ τοῦτο πολλαχόθεν δῆλον· “μὴ ὁ πίπτων γάρ,” φησιν, “οὐκ ἀνίσταται;”

504
ἔστιν ἐὰν βουλώμεθα μορφωθῆναι τὸν Χριστὸν ἐν ἡμῖν πάλιν. πόθεν δὲ κατασκευάζεται τὸ τῆς μετανοίας φάρμακον, πρῶτον ἀπὸ καταγνώσεως τῶν οἰκείων ἁμαρτημάτων· δεύτερον ἀπὸ ταπεινοφροσύνης πολλῆς, ἀπὸ εὐχῶν καὶ δακρύων, ἀπὸ ἐλεημοσύνης μάλιστα, ἀπὸ τοῦ μηδενὶ ὀργίζεσθαι, μηδὲ μνησικακεῖν, ἀλλ’ ἀφιέναι πᾶσι τὰ ἁμαρτήματα· ἀπὸ τοῦ ἀποστρέφειν ἀδελφοὺς ἀπὸ τῆς πλάνης, ἀπὸ τοῦ πρὸς τοὺς ἱερεῖς ἔχειν οἰκείως, ἀπὸ τοῦ προίστασθαι τῶν ἀδικουμένων. διὰ τοσούτων ἡ μετάνοια καὶ ἡ ἄφεσις κατορθοῦται. ὁ μέν τοι Παῦλος εἰπὼν “παραπεσόντας ἀδύ- “νατον βαπτισθῆναι δεύτερον,” καὶ τὴν διὰ λουτροῦ ἄφεσιν λαβεῖν, καὶ δείξας τὸ φρικτὸν τοῦ πράγματος, εἴγε οἱ ἅπαξ εἰς μετάληψιν τῆς οὐρανίου καὶ θείας ἐνηνεγμένοι χάριτος, διὰ τοῦ βαπτίσματος, ἀναστάσεως τε πέρι καὶ Χριστοῦ βασιλείας τὸν ἀληθῆ παραδεξάμενοι λόγον, εἰ παλινδρομεῖν ἕλοιντο πρὸς τὸ ἐν ἀρχῇ, οὐκ ἀνακαινισθήσονται πρὸς καθαρισμὸν διὰ δευτέρου βαπτίσματος, ἐπάγει,

Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ’ αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι’ οὓς καὶ νεωρηεῖται, μεταλαμβάνει εὐλογίαν ἀπὸ τοῦ Θεοῦ, ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν.

Χρυσοστόμου. Ἐνταῦθα δηλοῖ ὅτι καὶ ἐδέξαντο καὶ συνέπιον τὸν λόγον, καὶ πολλάκις τούτου ἔτυχον, καὶ οὐδὲ οὕτως ἀπώναντο. ὅπερ δὲ ἀνωτέρω ἔλεγεν, “ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρό- “νον,” τοῦτο καὶ ἐνταῦθα φησίν. ὅτι πολλάκις ἔπιον τὸν ὑετὸν, τουτέστι τὴν διδασκαλίαν. πολλαχοῦ γὰρ ἡ Γραφὴ ὑετὸν τὴν διδασκαλίαν λέγει. “ἐντελοῦμαι γάρ,” φησι, “ταῖς νεφέλαις τοῦ μὴ “βρέξαι εἰς αὐτὸν ὑετόν.” περὶ τοῦ ἀμπελῶνος λέγουσα, ὅπερ ἀλλαχοῦ, λιμὸν ἄρτου καὶ δίψαν ὕδατος καλεῖ. καὶ πάλιν, “ὁ ποταμὸς “τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων·” οὐδὲν μέν τοι οὕτως εὔθετον ὡς βίου καθαρότης, οὐδὲν οὕτως εὔρυθμον ὡς βίος ἄριστος, εἰπὼν δὲ μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ, τὸν Θεόν φησιν αἴτιον τῶν ἁπάντων γίνεσθαι, ἠρέμα πλήττων τοὺς Ἔλληνας, τοὺς τῇ δυνάμει τῆς γῆς τῶν καρπῶν τὴν γένεσιν ἐπιγράφοντας· οὐδὲ γὰρ γεωργικαὶ φησιν χεῖρες εἰσὶν, αἱ τὴν γῆν πρὸς τὴν τῶν καρπῶν φορὰν διεγείρουσαι, ἀλλὰ τὸ παρὰ τοῦ Θεοῦ πρόσταγμα.

505

Κυρίλλου. Ἥ γε μὴν ῥάθυμος ψυχὴ παρεικάζοιτο ἃν εἰκότως γῇ πονηρᾷ καὶ ἁλμάδι, δεχομένῃ μὲν πολλάκις παρὰ τῶν γηπονεῖν εἰωθότων τὰς τῶν σπερμάτων καταβολὰς, τικτούσῃ δὲ τὸ σύμπαν οὐδέν. εἰς ποῖον δὲ αὐτῇ τέλος ἡ ῥαθυμία ἐκβήσεται ἄπρακτον, ἀποφηνάσῃ τὴν δοθεῖσαν αὐτῇ παρὰ τοῦ Θεοῦ δωρεὰν, διδάξει λέγων ὁ Παῦλος, ὅτι τὸ τέλος αὐτῆς εἰς καῦσιν. βούλει καὶ διὰ πραγμάτων τὸ εἰρημένον ἰδεῖν ἀληθές; γέγονε ποτὲ γῆ καρποφόρος ὁ Ἰσραὴλ, ἄμπελος εὐκληματοῦσα κατὰ τὸ γεγραμμένον. ταύτῃ γεγόνασιν ἐν τάξει νεφῶν οἱ μακάριοι προφῆται, καὶ θείοις αὐτὴν κατάρδοντες λόγοις, ὠφελεῖν ἐσπούδαζον, ἀλλ’ ἐποίησεν ἀκάνθας· ἀγρία γέγονε καὶ ὑλομανής. δέδοται τοίνυν εἰς καῦσιν, τουτέστι, ἠχρειώθη παντελῶς, καὶ τῷ πυρὶ τεταμιευται.

Χρυσοστόμου. Εἰ μὴ ἑγεωρηήθης, φησὶν, εἰ μὴ ἀπήλαυσας ὑετοῦ, οὐκ ἦν τοσοῦτον τὸ κακόν. “εἰ γὰρ μὴ ηλθον,” φησὶ, “καὶ “ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον.” νῦν δὲ πολλάκις ἔπιες καὶ ἐδέξω. τίνος ἕνεκεν ἀντὶ καρπῶν ἕτερα ἐξήγαγες; “ἔμεινα γάρ, φησιν, “ἵνα ποιήση σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας.” ὁρᾷς ὅτι πανταχοῦ ἡ γραφὴ ἀκάνθας καλεῖ τὰ ἁμαρτήματα. καὶ ὁ Δαβὶδ, “ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναι μοι ἄκανθαν. οὐ γὰρ ἁπλῶς ἐπέρχεται, ἀλλ’ ἐμπήγνυται. κἂν μικρὸν αὐτῆς ἐναπομείνῃ, κἂν μὴ πᾶσαν αὐτὴν ἐξέλωμαι, τὸ μικρὸν ὀδυνᾷ ὁμοίως, καθάπερ ἐπὶ τῆς ἀκάνθης. καὶ τι λέγω; αὐτὸ τὸ μικρὸν καὶ μέτα τὸ ἐξαιρεθῆναι, ἐπὶ πολὺ τῆς πληγῆς τὴν ὀδύνην ἐναφίησι, καὶ δεῖ θεραπείας πολλῆς καὶ ἰατρείας, ὥστε τέλεον αὐτῆς ἐλευθερωθῆναι. οὐδὲ γὰρ ἀρκεῖ τὸ ἐξελεῖν μόνον τὴν ἁμαρτίαν, ἀλλὰ δεῖ καὶ τοῦ τὸν πληγέντα θεραπεῦσαι τόπον. τίνες δὲ αἱ ἄκανθαι ἀκούσωμεν τοῦ Χριστοῦ λέγοντος, “ὅτι ἡ μέριμνα τοῦ αἰῶνος τού- “του καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος “γίνεται.” εἰκότως δὲ τὴν ἁμαρτίαν τρίβολον ἐκάλεσεν. ὅθεν γὰρ αὐτὴν κατάσχῃς, πλήττει καὶ δάκνει. ὅρα δὲ πῶς ἐπὶ τῶν ἀκανθῶν οὐκ εἰπε τίκτουσα, οὐδὲ τῷ χρησίμῳ τούτῳ ὀνόματι ἐχρήσατο, ἀλλὰ τί; “ἐκφέρουσα ἀκάνθας,” ὡς ἃν εἴποι τις ἐκβράσσουσα, ἐκβάλλουσα· “καὶ κατάρας ἐγγὺς, βαβαὶ πόσην παραμυθίαν ἔχει ὁ λόγος· κατάρας γὰρ εἶπεν ἐγγὺς, οὐ κατάρα, ὁ δὲ μήπω εἰς τὴν

506
κατάραν ἐμπεσὼν, ἀλλ’ ἐγγὺς γενόμενος, καὶ μακρὰν γενέσθαι δυνήσηται. καὶ οὐ τούτῳ μόνῳ παρεμυθήσατο, ἀλλὰ καὶ τὸ ἑξῆς. οὐ γὰρ εἶπεν ἡ κτίσις καήσεται, ἀλλὰ τί; “ἧς τὸ τέλος εἰς καῦσιν.” ἐὰν μέχρι τέλους ἐπιμείνῃς, φησὶν, ὥστε ἐὰν ἐκτέμωμεν καὶ κατακαύσωμεν τὰς ἀκάνθας, δυνησώμεθα τῶν μυρίων ἀπολαῦσαι ἀγαθῶν, καὶ γενέσθαι δόκιμοι καὶ εὐλογίας μετασχεῖν. νῦν δὲ δέδοικα μὴ πρὸς ἡμᾶς εἴη τὰ λεγόμενα μᾶλλον ἣ πρὸς ἑτέρους. ἀεὶ γὰρ πίνομεν, ἀεὶ ἀκούομεν, ἀλλ’ εὐθέως τὴν νοτίδα ἀπόλλυμεν, τοῦ ἡλίου ἀνατέλλοντος, καὶ διὰ τοῦτο ἀκάνθας ἐκφέρομεν. ἄρα τίς ἐστιν ὁ τούτων τῶν ἀκανθῶν καθαρός; εἰ δὲ καὶ ἦμεν καθαροὶ, οὐδὲ οὕτω θαρρεῖν ἐχρῆν, ἀλλὰ δεδοικέναι καὶ τρέμειν μή ποτε ἄκανθαι βλαστήσωσιν ἐν ἡμῖν. ὅταν δὲ ὅλοι δι’ ὅλων ἄκανθαι ὠμεν, καὶ τρίβολοι, πόθεν θαρροῦμεν εἰπέ μοι, καὶ ὕπτιοι γενόμεθα, τί τὸ ποιοῦν ἡμᾶς ῥαθυμεῖν; εἰ ὁ δοκῶν ἑστάναι ὀφείλει δεδοικέναι μὴ πέσῃ, ὁ πεσὼν πῶς ὀφείλει μεριμνᾷν ὥστε ἀναστῆναι; εἰ Παῦλος φοβεῖται, μή πὼς ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένηται, ὁ οὕτω δόκιμος, ἡμεῖς οἱ γενόμενοι ἤδη ἀδόκιμοι, τίνα ἕξομεν συγγνώμην, οὐδένα φόβον ἔχοντες, ἀλλ’ ὡς συνήθειαν οὕτως πληροῦντες τὸν Χροστοαμοσμὸν, καὶ ἀφοσιούμενοι; φοβηθῶμεν οὖν, οὐκ ἔστι Παύλου αὕτη ἡ ἀπειλὴ, οὐκ ἔστιν ἀνθρώπου τὰ ῥήματα, τοῦ Πνεύματος εἰσὶ τοῦ Ἁγίου, τοῦ Χριστοῦ τοῦ λαλοῦντος ἐν Παύλῳ.

Θεοδωρήτου. Πλὴν ἀπὸ τῆς εἰκόνος δείξας τίνων μὲν ἀγαθῶν ἀπολαύσουσιν οἱ τοὺς ὡρίμους φέροντες τῆς εὐσεβείας καρποὺς, τίνα δὲ πείσονται οἱ τὰς ἀκάνθας βλαστάνοντες, ἐπειδὴ αὐστηροτέροις ἐχρήσατο λόγοις, ἀκανθῶν καὶ πυρὸς μνημονεύσας, τὴν ἀπὸ τῆς εὐφημίας ψυχαγωγίαν προσφέρει λέγων,

Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείττονα ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν.

Χρυσοστόμου. Καθαψάμενος αὐτῶν ἱκανῶς, καὶ φοβήσας καὶ πλήξας, θεραπεύει πάλιν, ὥστε μὴ πλέον καταβαλεῖν καὶ ὑπτίους ἐργάσασθαι. τὸν γὰρ νωθρὸν ὁ πλήττων, νωθρότερον ἐργάζεται. οὕτως οὖν πάντῃ κολακεύει ὥστε μὴ ὑπτινεστέρους ποιῆσαι, οὔτε πάντη πλήττει, ἀλλ’ ὁ λόγος γὰρ ἐμβαλὼν τὸ πληκτικὸν, πολὺ τὸ θεραπευτικὸν προσφέρει διὰ τῶν ἐπαγομένων. τί γάρ φησιν;

507
οὐχ ὡς κατεγνωκότες ὑμῶν ταῦτα λέγομεν, οὐδὲ ὡς νομίζοντες ὑμᾶς ἀκανθῶν πλήρεις, ἀλλὰ δεδοικότες μὴ τοῦτο γένηται. βέλτιον γὰρ ὑμᾶς τοῖς ῥήμασι φοβῆσαι, ἵνα μὴ τοῖς πράγμασιν ἀλγήσητε. καὶ τοῦτο τῆς συνέσεως Παύλου μάλιστα. καὶ οὐκ εἶπε νομίζομεν, οὐδὲ στοχαζόμεθα, οὐδὲ προσδοκῶμεν, οὐδὲ ἐλπίζομεν, ἀλλὰ τί; “πεπείσμεθα περὶ ὑμῶν τὰ κρείττονα,” ὃ καὶ Γαλάταις γράφων ἔλεγε, “πέποιθα δὲ εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο “φρονήσετε.” ἀλλ’ ἐκεῖ μὲν, ἐπειδὴ κατεγνωσμένοι ἦσαν, καὶ οὐκ εἶχεν αὐτοὺς ἀπὸ τῶν παρόντων ἐπαινέσαι, ἀπὸ τῶν μελλόντων τοῦτο ποιεῖ. “ὅτι οὐδὲν ἄλλο,” φησὶ, “φρονήσετε·” οὐκ εἶπε φρονεῖτε, ἀλλὰ “φρονήσετε.” ἐνταῦθα δὲ ἀπὸ τῶν πω, οὐ τοσαῦτα εἶχεν εἰπεῖν, ἀπὸ τῶν παρελθόντων κατασκευάζει τὴν παραμυθίαν καὶ φησίν,

Οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης, ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.

Θεοδωρήτου. Ἵνα μὴ δόξῃ κολακείᾳ μᾶλλον ἣ ἀληθείᾳ κεχρῆσθαι, τῶν ἤδη κατωρθωμένων αὐτοῖς ἀναμιμνήσκει, προθυμοτέρους ταύτῃ περὶ τὰ θεῖα ποιῶν.

βαβαὶ πῶς αὐτῶν ἀνεκτήσατο τὴν ψυχὴν καὶ ἐνέρρωσε, τῶν παλαιῶν ἀναμνήσας πραγμάτων, καὶ εἰς ἀνάγκην καταστήσας τοῦ μὴ προσδοκᾷν ἐπιλελῆσθαι τὸν Θεόν. ἀνάγκη γὰρ ἐκεῖνον ἁμαρτάνειν, τὸν μὴ πεπληροφορημένον περὶ τῆς ἐλπίδος, καὶ λέγειν ὅτι ἄδικος ὁ Θεός. ὥστε συνηνάγκασεν αὐτοὺς πάντως προσδοκᾶν ἐκεῖνα τὰ μέλλοντα. τὸν γὰρ ἀπεγνωκότα ἀπὸ τῶν παρόντων, καὶ ἀπαγορεύσαντα, ἀπὸ τῶν μελλόντων ἀναρρῶσαι δυνήσεταί τις, ὡς καὶ αὐτὸς Γαλάταις γράφων ἔλεγεν· “ἐτρέχετε καλῶς,” καὶ πάλιν, “τοσαῦτα ἐπάθετε εἰκῆ, εἴγε καὶ εἰκῆ.” ὥσπερ δὲ ἐνταῦθα μετ’ ἐκπλήξεως τίθησι τὸ ἐγκώμιον λέγων, “ὀφείλοντες εἶναι διδά- “σκαλοι διὰ τὸν χρόνον,” οὕτω κἀκεῖ, “θαυμάζω ὅτι οὕτω ταχέως “μετατίθεσθε,” μετ’ ἐκπλήξεως τὸ ἐγκώμιον. περὶ γὰρ μεγάλων ὅταν ἐκπέσωσι, θαυμάζομεν. ὁρᾷς ἐγκεκρυμμένον τὸν ἔπαινον τῇ κατηγορίᾳ καὶ τῇ διαβολῇ, καὶ οὐ περὶ ἑαυτοῦ τοῦτο μόνον φησὶν, ἀλλὰ καὶ περὶ πάντων. οὐ γὰρ εἶπε πέπεισμαι, “ἀλλὰ πεπείσμεθα,”

508
“περὶ ὑμῶν,” φησὶ, “τὰ κρείττονα καὶ χρηστὰ,” ἤτοι περὶ πολιτείας ἣ περὶ ἀντιδόσεως ταῦτα λέγων. ἐπειδὴ γὰρ εἶπεν ἀνωτέρω, ὅτι ἀδόκιμος καὶ κατάρας ἐγγὺς, καὶ ὅτι εἰς καῦσιν ἔσται, οὐ πάντως, φησὶ, περὶ ὑμῶν τοῦτο λέγομεν. “οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλα- “θέσθαι τοῦ ἔργου ὑμῶν καὶ τοῦ κόπου τῆς ἀγάπης. κόπον γὰρ ὄντως ἔχει τὸ ὡς δεῖ ἀγαπᾷν· μεγάλα δὲ αὐτοῖς μαρτυρεῖ, οὐκ ἔργα μόνον, ἁλλὰ μετὰ προθυμίας ἔργα, ὃ καὶ ἀλλαχοῦ φησὶν, “οὐ “μόνον δὲ, ἀλλὰ καὶ ἑαυτοὺς ἐδώκατε τῷ Κυρίῳ καὶ ἡμῖν, ἧς ἐνεδεί- “ξασθέ,” φησιν, “εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ “διακονοῦντες.” ὁρᾷς πῶς πάλιν αὐτοὺς θεραπεύει, ἐπαγαγὼν “καὶ “διακονοῦντες.” καὶ διανίστησιν αὐτοὺς, δεικνὺς ὅτι οὐκ ἐκείνοις πεποιήκασιν ἀλλὰ τῷ Θεῷ, “σἣν ἐνεδείξασθέ,” φησι, καὶ οὐκ εἶπεν εἰς τοὺς ἁγίους, ἀλλ’ εἰς τὸν Θεόν· τοῦτο γάρ ἐστιν εἰς τὸ ὄνομα αὐτοῦ. δία τὸ ὄνομα αὐτοῦ, φησι, πάντα πεποιήκατε. ο τοίνυν τοσαύτης παρ’ ἡμῶν ἀπολαύων σπουδῆς καὶ ἀγάπης, οὐ καταφρονήσει ποτὲ ὑμῶν, οὐδὲ ἐπιλήσεται. ἁγίους δὲ τοὺς πιστοὺς ὁ Παῦλος καλεῖ. πᾶς γὰρ πιστὸς, ἅγιος, καθὸ πιστός ἐστιν. “ἡγία- “σται γάρ, φησιν, “ὁ ἀνὴρ ὁ ἄπιστος παρὰ τῇ γυναικί.” ὅρα πῶς ἡ πίστις τὸν ἁγιασμὸν ποιεῖ. ταῦτα τοίνυν αὐτοῖς συνειδὼς, ὦ Παῦλε, τι δή ποτε νωθροὺς καλεῖς, καὶ νηπίους καὶ ἀτελεῖς; τίνος δὲ ἕνεκεν ταῦτα λέγεις;

Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους· ἵνα μὴ νωθροὶ γένοισθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.

Θεοδωρήτου. Αἰνίττεται διὰ τῶν λόγων ὡς πολλὴν μὲν ἐξ ἀρχῆς ἐπεδείξαντο προθυμίαν, ἤμβλυνε δὲ ταύτην τὰ συνεχῆ καὶ ἐπάλληλα τῶν ἐναντίων κύματα. καὶ τὴν οἰκείαν δὲ φιλοστοργίαν ὑπέφηνεν. ἐφίεμαι γάρ, φησι, καὶ λίαν ποθῶ μετ’ ἐκείνης ὑμᾶς τῆς προθυμίας ὁρᾶν ἀεί· ἔσται δὲ τοῦτο, εἰ δίχα πάσης ἀμφιβολίας τὰς δεομένας ὑμῖν τῶν μελλόντων ἐλπίδας κατάσχητε; εἰς τοὺς διὰ πίστεως περιφανεῖς γεγενημένους ἀφορῶντες ἁγίους, οἳ διὰ πολλῆς καρτερίας τῶν ἐπηγγελμένων ἀπήλαυσαν ἀγαθῶν.

509

Χρυσοστόμου. “Ἐπιθυμοῦμεν,” φησὶν, οὐκ ἄρα σπουδάζομεν μόνον, οὐδὲ μέχρι ῥημάτων τοῦτο βουλόμεθα, ἀλλὰ τί; ἐπιθυμοῦμεν τῆς ἀρετῆς ὑμᾶς ἔχεσθαι, οὐχ ὡς τῶν προτέρων καταγινώσκοντές, φησιν, ἀλλ’ ὑπὲρ τῶν μελλόντων δεδοικότες. καὶ οὐκ εἶπεν οὐχ ὡς τῶν προτέρων καταγινώσκοντες, ἀλλὰ τῶν παρόντων, ἐξελύθητε γὰρ, ῥᾳθυμότεροι γεγόνατε· ἀλλ’ ὅρα πῶς προσηνῶς ἐνέφηνε καὶ οὐκ ἔπληξε· τί γάρ φησιν; “ἐπιθυμοῦμεν δὲ ἕκαστον “ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν ἄχρι τέλους·” τοῦτο γὰρ τὸ θαυμαστόν ἐστι τῆς Παύλου συνέσεως, ὅτι οὐκ ἐνδείκνυται ὅτι ἐνέδωκαν, ὅτι καθυφῆκαν· τὸ γὰρ εἰπεῖν “ἐπιθυμοῦμεν ἕκαστον ὑμῶν τὴν “αὐτὴν ἐνδείκνυσθαι σπουδὴν ἄχρι τέλους,” τοῦτό ἐστιν, ὡς ἃν εἴποι τις, θέλω σε σπουδάζειν ἀεὶ, καὶ οἷος εἶς πρότερον, τοιοῦτον εἶναι καὶ νῦν, καὶ εἰς τὸ μέλλον. τοῦτο γὰρ τὸν ἔλεγχον προσηνέστερον καὶ εὐπαράδεκτον εἰργάζετο. καὶ οὐκ εἶπε θέλω, ὅπερ ἦν διδασκαλικῆς αὐθεντίας, ἀλλ’ ὃ πατρικῆς φιλοστοργίας ἦν, τὸ πλέον τοῦ θέλειν, “ἐπιθυμοῦμεν·’ μόνον οὐχὶ λέγων, σύγγνωτε κἂν φορτικόν τι φθεγξώμεθα. “ἐπιθυμοῦμεν ἕκαστον ὑμῶν, τὴν αὐτὴν ἐνδείκνυσθαι σπου- “δὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ὑμῶν ἄχρι τέλους. τι ἐστι τοῦτο; ἡ ἐλπὶς διαβαστάζει, αὕτη ἀνακτᾶται πάλιν, μὴ σκυλληθῆτε, μὴ ἀπελπίσητε, ἵνα μὴ περιττὴ ὑμῶν ἡ ἐλπὶς ᾖ ὁ γὰρ ἀγαθὰ ἐργαζόμενος καὶ ἀγαθὰ ἐλπίζει, καὶ οὐδέποτε ἀπελπίζει. “ἵνα μὴ νωθροί,” φησι, “γένησθε.” ἀκμὴν γένησθε, καὶ μὴν ἀνωτέρω ἔλεγεν· “ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.” ἀλλ’ ὅρα πῶς ἐκεῖ μέχρι τῆς ἀκοῆς τὴν νωθρότητα ἔστησεν, ἐνταῦθα δὲ εἰ καὶ τὸ αὐτὸ τοῦτο φθέγγεται, ἀλλ’ ἕτερόν τι αἰνίττεται· ἀντὶ γὰρ τοῦ μὴ ἐναπομείνητε τῇ ῥαθυμίᾳ “μὴ νωθροὶ γένησθε” εἶπε. πάλιν δὲ αὐτὸ εἰς τὸν μέλλοντα ἐξάγει καιρὸν τὸν ἀνεύθυνον, εἰπὼν, “ἵνα μὴ “νωθροὶ γένησθε·” ἐκείνου γὰρ μήπω παρόντος, οὐκ ἃν εἴημεν ὑπεύθυνοι· ὁ μὲν γὰρ εἰς τὸ παρὸν παρακαλούμενος σπουδάζειν ὡς ῥαθυμῶν, ἴσως καὶ ὀκνηρότερος ἔσται. ὁ δὲ εἰς τὸ μέλλον, οὐχ οὕτως. “ἐπιθυμοῦμεν δέ,” φησιν, “ἕκαστον ὑμῶν·” πολλὴ ἡ φιλοστοργία, καὶ μεγάλων καὶ μικρῶν ὁμοίως κήδεται, καὶ πάντας οἶδε, καὶ οὐδένα παρορᾷ, ἀλλὰ τὴν αὐτὴν περὶ ἕκαστον κηδεμονίαν ἐπιδείκνυται, καὶ τὴν ἰσοτιμίαν πρὸς πάντας, ὅθεν καὶ μᾶλλον ἔπειθε δέξασθαι τὸ φορτικὸν τῶν ῥημάτων, “ἵνα μὴ νωθροὶ γένησθέ,”

510
φησιν. καθάπερ γὰρ ἡ ἀργία τὸ σῶμα βλάπτει, οὕτω καὶ τὴν ψυχὴν ἡ ἀργία τῶν ἀγαθῶν ὑπτιωτέραν ἐργάζεται καὶ ἀσθενῆ. “μιμηταὶ δέ,” φησι, “τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρο- “νομοῦντων τὰς ἐπαγγελίας” καὶ τίνες οὗτοί εἰσιν, ἑξῆς λέγει.

Θεοδωρήτου. Καὶ τῶν μὲν πλειόνων μετὰ τὴν παρεξέτασιν ποιεῖται τὴν μνήμην, τέως δὲ τὸν πατριάρχην Ἁβραὰμ εἰς μέσον ἄγει, καὶ δείκνυσι τὰς μὲν θείας ἐπαγγελίας δεξάμενον, μετὰ πλεῖστον δὲ χρόνον τὸ τούτων θεασάμενον πέρας.

Χρυσοστόμου. Ὅρα δὲ οἰκονομίαν λόγου, πρότερον εἴρηκε, μιμήσασθε τὰ πρότερον ὑμῶν κατορθώματα, εἶτα ἵνα μὴ λέγωσι ποῖα, ἀνάγει αὐτοὺς ἐπὶ τὸν πατριάρχην, τῶν μὲν κατορθωμάτων οἴκοθεν αὐτοῖς φέρων τὰ ὑποδείγματα, τοῦ δὲ νομίζειν ἐγκαταλελεῖφθαι ἀπὸ τοῦ πατριάρχου, ἵνα μὴ νομίσωσιν ὥστε ὡς οὐδενὸς ἄξιοι λόγου καταφρονηθέντες ἐγκατελείφθησαν, ἀλλ’ εἰδέναι ἔχωσιν ὅτι τῶν μάλιστα γενναίων ἀνδρῶν τοῦτό ἐστι τὸ διὰ πειρασμῶν ὁδεύειν τὸν βίον, καὶ ὅτι τοῖς θαυμαστοῖς καὶ μεγάλοις ἀνδράσιν οὕτω κέχρηται ὁ Θεός. δεῖ δέ φησι, μετὰ μακροθυμίας ἅπαντα φέρειν. τοῦτο γάρ ἐστι καὶ πιστεῦσαι. ἐὰν δὲ εἴπῃ, ὅτι δίδωσι καὶ λάβῃς εὐθέως, τί καὶ ἐπίστευσας; οὐκέτι γὰρ τῆς πίστεως ἐστι τοῦτο τῆς σῆς, ἀλλ’ ἐμοῦ φησὶ τοῦ δεδωκότος. ἐὰν δὲ εἴπω ὅτι δίδωμι, καὶ μετὰ ἑκατὸν ἔτη δώσω, σὺ δὲ μὴ άπελπίσῃς, τότε με ἐνόμισας ἀξιόπιστον, τότε τὴν προσήκουσαν περὶ ἐμοῦ δόξαν ἔχεις. ὁρᾷς ὅτι πολλάκις ἡ ἀπιστία οὐκ ἐξ ἀνελπιστίας γίνεται μόνον, ἀλλὰ καὶ ἐκ τοῦ ὀλιγοψυχεῖν καὶ μὴ μακροθυμεῖν, οὐκ ἐκ τοῦ καταγνῶναι τοῦ ἐπαγγειλαμένου.

τῷ γὰρ Ἁβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ’ ἑαυτοῦ λέγων, ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. καὶ οὕτως μακροθυμήσας, ἐπέτυχε τῆς ἐπαγγελίας.

Χρυσοστόμου. Καθαψάμενος γενναίως τῶν Ἑβραίων, καὶ φοβήσας αὐτοὺς ἱκανῶς, πρῶτον μὲν τοῖς ἐγκωμίοις παραμυθεῖται· δεύτερον δὲ, ὃ καὶ ἰσχυρότερόν ἐστι, τὸ πάντως ἐπιτεύξασθαι αὐτοὺς τῶν ἐλπιζομένων, καὶ τὴν παράκλησιν οὐκ ἀπὸ τῶν μελλόντων ποιεῖται, ἀλλὰ πάλιν ἀπὸ τῶν παρελθόντων· ὃ δὴ μᾶλλον

511
αὐτοὺς ἔπειθεν. ὥσπερ γὰρ ἐν τῇ κολάσει δι’ ἐκείνων μᾶλλον φοβεῖ, οὕτω καὶ ἐν τοῖς ἐπάθλοις, διὰ τούτων παρακαλεῖ, τὸ τοῦ Θεοῦ δεικνὺς ἔθος. τοῦτο δέ ἐστι τὸ μὴ ταχέως ἐπάγειν τὰ ἐπηγγελμένα, ἀλλὰ διὰ μακροῦ τοῦ χρόνου. ποιεῖ δὲ τοῦτο, τῆς τε αὐτοῦ δυνάμεως μέγιστον τεκμήριον ἐκφέρων, καὶ ἡμᾶς εἰς πίστιν ἄγων, ἵνα οἱ ἐν θλίψει ζῶντες, καὶ τὰς ἐπαγγελίας μὴ λαμβάνοντες, μηδὲ τοὺς μισθοὺς, μὴ ἀπαγορεύσωσι πρὸς τοὺς καμάτους· καὶ πάντας ἀφεὶς, καί τοι γε ἔχων πολλοὺς εἰπεῖν, τὸν Ἁβραὰμ εἰς μέσον ἤγαγε, διά τε τὸ ἀξίωμα τοῦ προσώπου, καὶ διὰ τὸ μάλιστα ἐπ’ αὐτοῦ τοῦτο συμβῆναι. καί τοι γε ἐν τῷ τέλει τῆς Ἐπιστολῆς φησὶν, “ὅτι οὗτοι πάντες οὐκ ἐκομίσαντο τὰς “ἐπαγγελίας, πόρρωθεν αὐτὰς καὶ ἰδόντες καὶ ἀσπασάμενοι.” νῦν δέ φησιν, “ὅτι μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας.” εἰ οὖν οὐκ ἔλαβε, πῶς ἐπέτυχεν; οὐ περὶ τῶν αὐτῶν ἐνταῦθα λέγει κἀκεῖ, ἀλλὰ διπλὴν ποιεῖται τὴν παράκλησιν· ἐπηγγείλατο τῷ Ἁβραὰμ, καὶ τὰ μὲν ἐνταῦθα, μετὰ μακρὸν χρόνον ἔδωκε, τὰ δὲ ἐκεῖ, οὐδέπω, “καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας.” ὁρᾷς ὅτι οὐχ ἡ ἐπαγγελία μόνη τὸ πᾶν εἰργάσατο, ἀλλὰ καὶ ἡ μακροθυμία. ἐνταῦθα μέν τοι φοβεῖ αὐτοὺς, δεικνὺς ὅτι πολλάκις ἐγκόπτεται ἐπαγγελία δι’ ὀλιγοψυχίας. καὶ τοῦτο ἔδειξε μὲν διὰ τοῦ λαοῦ. ἐπειδὴ γὰρ ὠλιγοψύχησαν, διατί τῶν τῆς ἐπαγγελίας οὐκ ἔτυχον, τὸ δὲ ἐναντίον δείκνυσι διὰ τοῦ Ἁβραάμ· εἶτα πρὸς τῷ τέλει καὶ πλεῖον τί ποιεῖ, ὅτι καὶ μακροθυμήσαντες οὐκ ἔτυχον, καὶ οὐδὲ οὕτω; ἀσχάλλουσιν. ἐγὼ δὲ ἡδέως ἃν πυθοίμην τῶν αἱρετικῶν, τίς ἐστιν ὁ ὀμόσας τῷ Ἁβραὰμ, οὐχὶ ὁ Υἱὸς, οὔ φησιν, μάλιστα μὲν αὐτὸς, ἀλλ’ οὐκ ἀμφισβητῶ· ὅταν οὖν αὐτὸς ὀμνύῃ, “ἀμὴν ἀμὴν λέγω ὑμῖν,” τὸν αὐτὸν ὅρκον, οὐ δῆλον ὅτι ἐκ τοῦ μὴ ἔχειν κατὰ μείζονος ὀμόσαι; ὥσπερ γὰρ ὁ Πατὴρ ὤμοσεν, οὕτω λαὶ ὁ Υἱὸς ὀμνύει κἄ ἑαυτοῦ λέγων, “ἀμὴν ἀμὴν λέγω ὑμῖν.” ἐνταῦθα αὐτοὺς ἀναμιμνήσκει καὶ τῶν ὅρκων τοῦ Χριστοῦ, ὧν συνεχῶς ἔλεγεν, “ἀμὴν ἀμὴν λέγω σοι, ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ “ἀποθάνῃ εἰς τὸν αἰῶνα τὸ γὰρ ἀμὴν, ὅρκου τύπον ἐπέχει.

Κυρίλλου Κατὰ Ἰουλιανοῦ. Εἰ δὲ δὴ καὶ ὀμνύναι λέγεταί τισι Θεὸς, ἐγκαλείσθωσαν οἱ ἀπιστήσαντες, ἵνα καὶ ὅρκου γένηται χρεία. ἐμπεδῶν γὰρ πρὸς πίστιν τῶν ἁγίων τινὰς, ὅτι πρὸς πέρας

512
αὐτοῖς ἐκβήσεται τὰ ἐπηγγελμένα, καὶ ἐνώμοτον ἐσθ’ ὅτε ’τον ἤ αὐτοὺς ἐποιεῖτο λόγον. ὄμνυσι γε μὴν κατὰ τῆς οἰκείας δόξης. “ὀμοῦμαι γάρ,” φησι, “τὴν δεξιάν μου·” καὶ πάλιν, “κατ’ ἐμαυ- “τοῦ ὤμοσα.” οὐ γὰρ ἦν ὡμόσαι καθ’ ἑτέρου τινὸς ὡς ὑπερκειμένου καὶ τῆς αὐτοῦ δόξης ἐπέκεινα. ὅτι δὲ οὐχ ἕτερος παρ’ αὐτὸν ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν Υἱὸς, πιστώσεται λέγων· “κατ “ἐμαυτοῦ ὤμοσα λέγει Κύριος.” ὀμνὺς γὰρ κατὰ τῆς ἑαυτοῦ δεξιᾶς, ἥτις ἐστιν ὁ Υἱὸς, ὄμνυσι που πάντως καθ’ ἑαυτοῦ. μεσολαβεῖ γὰρ ὅλως τὸ σύμπαν οὐδὲν τό γε ἧκον εἰς ἑνότητα καὶ ταὐτότητα φυσικὴν τὴν ἐπ’ ἀμφοῖν νοουμένην· πλὴν ὅτι μόνον, ὁ μέν ἐστι Πατὴρ καὶ γεγέννηκεν· ὁ δὲ πέφηνεν ἐξ αὐτοῦ γεννητῶς.

Γρηγορίου Νύσσησ. Ἐπειδὴ δὲ εἰκὸς ἄγνωστα εἶναι τοῖς πολλοῖς τίνα τῷ Ἁβραὰμ ὁ Θεὸς ἐπηγγείλατο καὶ ἐπὶ τίσιν, δι’ ὀλίγων ὑμῖν τὴν ἱστορίαν διηγήσομαι. ἀποικίζει τὸν Ἁβραὰμ τῶν οἰκείων συγγενῶν τε καὶ τόπων, διὰ προστάγματος ὁ Θεός. καὶ ἦν ἐπὶ τῆς ἀλλοδαπῆς ὁ πατριάρχης ἐγκαρτερῶν τῇ ἐλπίδι τῆς ὑποσχέσεως. βάσανος προσάγεται τῷ ἀνδρὶ τῆς πρὸς τὸν Θεὸν βεβαιότητος ἡ χρονία τῶν ἐλπιζομένων παράτασις. ἡ δὲ ὑπόσχεσις ἦν πατέρα ἔθνους γενέσθαι τὸν Ἁβραάμ. χρόνος διέβη πολὺς, καὶ ἡ φύσις τὸ ἴδιον ἔπασχεν. ἤδη πρὸς τὸ γηραιὸν αὐτῷ τῆς ἡλικίας ἐκικλιθείσης, καὶ ἔτι ἡ ἐλπὶς παρετείνετο. ἀπέσβη κατὰ τὸ εἰκὸς ἐν τῷ γηραιῷ τῆς ἡλικίας αὐτῷ τε καὶ τῇ ὁμοζύγῳ ἡ πρὸς παιδοποιίαν ἰσχὺς, καὶ τοῦτο ἀνεπαισχύντως ἡ ἱστορία παρασημαίνεται, ἐκλελοιπέναι φάσκουσα τῆς Σάρρας τὰ γυναικεῖα, δι’ ὣν ἐνεργεῖται ἡ σύλληψις· καὶ τὸ μὲν σῶμα τῇ φύσει ὑπήκουε, τῆς νεότητος ὑπαναλωθείσης, καὶ τὸ γήρα ἐκάμπτετο. ἡ δὲ πρὸς τὸν Θεὸν ἐλπὶς ἀγήρως τις ἦν ἐν αὐτοῖς καὶ ἀκμάζουσα. ἐν τούτῳ τίκτεται αὐτοῖς ὁ Ἰσαὰκ, ἵνα φανῇ οὐχὶ φύσεως ἔργον ὁ τόκος, ἀλλὰ θείας δυνάμεως ἀποτέλεσμα· εἶτα ἱδρύνετο τὸ νήπιον κατ’ ὀλίγον, καὶ εἰς τὴν τῶν μειρακίων ἡλικίαν ἀνέτρεχεν, καὶ ἤδη παῖς ἦν ἐν ἄνθει τῆς ἡλικίας, ἐν ἀκμῇ τῆς ὥρας. ἐν τούτοις πείρα προσάγεται τῷ πατριάρχῃ, τίνι τὸ πλέον νέμει, τῇ πρὸς τὸν Θεὸν ἀγάπῃ, ἣ τῇ περὶ τὴν φύσιν ῥοπῇ. χρηματίζει γὰρ αὐτῷ ὁ Θεὸς ἀνενεγκεῖν τὸν μονογενῆ εἰς ὁλοκάρπωσιν· ὁ δὲ πείθεται, καὶ ἐπειδὴ ἔμελλε τὴν δεξιὰν καθωπλισμένην μένην τῷ ξίφει ἤδη πρὸς τὴν σφαγὴν

513
κατευθύνειν, τότε γίνεται αὐτῷ θεόθεν φωνὴ τὸ ἔργον κωλύουσα. ἐφώνησε γὰρ αὐτὸν Ἄγγελος Κυρίου καὶ εἶπεν, “ὅτι ἀνθ’ ὣν “ἐποίησας τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγα- “πητοῦ, κατ’ ἐμαυτοῦ ὤμοσα” ποιῆσαι ἅπερ ἐν τῇ ἐπαγγελίᾳ τοῦ λόγου ἐστι μαθεῖν. τίς οὖν ἐστιν ὁ χρηματίσας τῷ Ἁβραὰμ, ἆρα ὁ Πατήρ; ἀλλ’ οὐκ ἂν εἴποις Ἄγγελον τινὸς εἶναι τὸν Πατερα. οὔκουν πάρα του μονογενους η ενορκος ἀυτὴ ὑπόσχεσις, περ οὗ φησιν ὁ προφήτης, “ὅτι καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης “βουλῆς Ἄγγελος;” εἰ οὖν οὗτος, ἐπεὶ οὐκ εἶχε κατ’ οὐδενὸς μείζονος ὀμόσαι, ὤμοσε καθ’ ἑαυτοῦ, πῶς λέγουσιν οἱ χριστομάχοι μείζονα τοῦ Υἱοῦ τὸν Πατέρα; τοῦ Παύλου λέγοντος ὅτι οὐκ ἔχει τὸ μεῖζον.

(??) Ἀλλ’ εἰ οὐκ ἔχει τί μεῖζον ὁ Θεὸς, οὐδ’ ἃν ὀμνύῃ ποτε. πῶς οὖν αἱ γραφαὶ φασὶν ὅτι ὀμνύει; λέγει τοι, “τοῦτο “ὅρκος ἐστι τοῦ Θεοῦ.” πῶς δὲ καθ’ ἑαυτοῦ λέγεται ὀμνύειν; ὅτι οὐδ᾿ ἃν εἴη παντελῶς, εἰ ψεύδεται. φύσις γάρ ἐστι καὶ τὸ ἀψευδεῖν Θεοῦ.

Θεοδωρίτου. Ἐνταῦθα μέντοι ὁ Παῦλος ἔδειξε τοῦ ἐπαγγειλαμένου τὴν ἀλήθειαν. Θεὸς γάρ φησιν ἦν, οὐδὲν ὑπερκείμενον ἔχων· καὶ μάρτυς ὁ ὅρκος, καθ’ ἑαυτοῦ γὰρ ὀμώμοκεν. ἀλλ’ ὅμως καὶ ὑποσχόμενος καὶ μεθ’ ὅρκων τοῦτο ποιησάμενος, οὐκ εὐθὺς τὰς ἐπαγγελίας ἐπλήρωσεν, ἀλλ’ ἐδεήθη καρτερίας ὁ πατριάρχης πολλῆς, καὶ πλείστου χρόνου διεληλυθότος, οὕτως εἶδε τὴν τῆς ἐπαγγελίας ἀλήθειαν. διδάσκει δὲ καὶ τίνος χάριν ὀμώμοκε, καὶ τι δήποτε καθ’ ἑαυτοῦ τοῦτο πεποίηκε. φησὶ γοῦν,

Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πόσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος· ἐν ᾧ περισσότερον ὁ Θεὸς βουλόμενος ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ.

Χρυσοστόμου. Ὅ λέγει τοῦτο ἐστίν· ἔθος τοῖς ἀνθρώποις ὅρκῳ βεβαιοῦν τοὺς λόγους. ἔθος δὲ αὐτοῖς καὶ κατὰ τῶν μειζόνων ὀμνύναι. τούτου χάριν ὅρκον τῷ λόγῳ προστέθεικεν ὁ Θεὸς, δεῖξαι

514
βουλόμενος τῆς ἐπαγγελίας τὸ ἂψ ἀψευδὲς, καὶ ὡς ἀδύνατον ἄλλο τι μετὰ τὸν ὅρκον βουλεύσασθαι.

Χρυσοστόμου. Τί δέ ἐστι “καὶ πάσης αὐτοῖς ἀντιλογίας πέ- “ρας εἰς βεβαίωσιν ὁ ὅρκος;” ἀντὶ τοῦ ἐκ τούτου λύεται πάσης ἀντιλογίας ἀμφισβήτησις, οὐ τῆσδε ἣ τῆσδε, ἀλλὰ πάσης. ἔδει μὲν οὖν καὶ χωρὶς ὅρκου πιστεύεσθαι τὸν Υἱὸν, πλὴν καὶ ὅρκῳ ἐμεσίτευσε. πάλιν ἐνταῦθα τὸν Υἱόν φησι μεταξὺ ἀνθρώπων καὶ Θεοῦ μεσίτην γεγονέναι. εἰπὼν δὲ “τοῖς κληρονόμοις τῆς ἐπαγγε- “λίας,” καὶ τοὺς πιστοὺς περιλαμβάνει. διὰ τοῦτο καὶ ταύτης μέμνηται τῆς ἐπαγγελίας τῆς πρὸς ἡμᾶς κοινῶς γενομένης.

Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος.

Θεοδωρίτου. Δύο πράγματα τὸν λόγον καὶ τὸν ὅρκον εἴρηκε. καὶ μόνῳ γὰρ λόγῳ χρώμενος ὁ Θεὸς πληροῖ τὴν ὑπόσχεσιν, πολλῷ δὲ μᾶλλον ὅρκον συνάπτων τῷ λόγῳ. τοῦτο δέ φησι πεποίηκεν, ἡμᾶς παραθαρρύνων, καὶ προσμένειν τῆς θείας ἐπαγγελίας παρασκευάζων, καὶ μὴ ἀπιστεῖν, ἐπειδή περ οὐχ ὁρῶμεν τὰς ὑποσχέσεις. ἐλπὶς γὰρ βλεπομένη οὐκ ἔστιν ἐλπίς.

Χρυσοστόμου. Ἵνα διὰ δύο πραγμάτων, ποίου καὶ ποίου; τοῦ τε εἰπεῖν καὶ ὑποσχέσθαι, τοῦ τε ὅρκον προσθεῖναι τῇ ὑποσχέσει. ἐπειδὴ γὰρ παρὰ ἀνθρώποις τοῦτο δοκεῖ πιστότερον εἶναι τὸ τοῦ ὅρκου, διὰ τοῦτο καὶ αὐτὸ προσέθηκεν. ὁρᾷς ὅτι οὐ τὴν ἀξίαν τὴν ἑαυτοῦ σκοπεῖ, ἀλλ’ ὅπως τοὺς ἀνθρώπους πείσῃ· καὶ ἀνάξια περὶ ἑαυτοῦ ἀνέχεται λέγεσθαι· “ἑνοῖς ἀδύνατον ψεύσασθαι Θεὸν,” τουτέστι πληροφορῆσαι θέλων. ὁρᾷς ὅτι οὐ πρὸς τὸν Ἁβραὰμ μᾶλλον ἣ πρὸς ἡμᾶς τοῦτο εἴρηται, “ἵνα” γάρ, φησιν, “ἰσχυρὰν παράκλησιν “ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος,” τουτέστιν ἀπὸ τούτων τὰ μέλλοντα στοχαζόμεθα. εἰ γὰρ ταῦτα μετὰ τοσοῦτον ἐξέβη χρόνον, πάντως κἀκεῖνα. ὥστε τὰ πρὸς τὸν Ἁβραὰμ γεγενημένα πιστοῦται ἡμᾶς καὶ περὶ τῶν μελλόντων. ἐπὶ μὲν οὖν τοῦ Ἀβραὰμ, δείκνυσι τοῦ Θεοῦ ὂν τὸ πᾶν, οὐ τῆς μακροθυμίας ἐκείνου, εἴγε καὶ ὅρκον ἠνέσχετο προσθεῖναι, εἰ καθ’

515
οὗ ὀμνύουσιν ἄνθρωποι, καὶ ὁ Θεὸς κατ’ αὐτοῦ ὤμοσε, τουτέστι κακ’ ἑαυτοῦ. ἀλλ’ ἐκεῖνοι μὲν ὡς μείζονος, οὗτος δὲ οὐχ ὡς μείζονος, καὶ ὅμως ἐποίησεν· οὐ γὰρ ἴσον ἄνθρωπον καθ’ ἑαυτοῦ ὀμόσαι, καὶ Θεόν. ὁ γὰρ ἄνθρωπος ἐξουσίαν ἑαυτοῦ οὐκ ἔχει. ἐνταῦθα δὲ πάλι, φησὶν, ὅτι “μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας,” καὶ οὐκ εἶπεν ὅτι ἐπειδὴ ὤμοσεν. ὅρκος δὲ τί ἐστιν ἐδήλωσεν εἰπὼν, ὅτι τὸ κατὰ τοῦ μείζονος ὀμόσαι· καὶ ἐπειδὴ ἄπιστόν ἐστι τὸ τῶν ἀνθρώπων γένος, συγκάτεισιν εἰς τὰ αὐτὰ ἡμῖν. ὥσπερ οὖν ὄμνυσι δι’ ἡμᾶς, καὶ τοι ἀνάξιον αὐτοῦ τὸ μὴ πιστεύεσθαι, οὕτω καὶ τὸ “ἔμαθεν ἐξ ὧν ἔπαθεν,” εἴρηται. ἐπειδὴ οἱ ὄι τοῦτο νομίζουσι μᾶλλον ἀξιοπιστότερον, τὸ διὰ τῆς πείρας ἐλθεῖν.

Θεοδωρίτου. Ἐπειδὴ δὲ ὁ μὲν γενναῖος Ἰὼβ φησὶν πρὸς Θεὸν “οἶδα ὅτι πάντα δύνασαι,” ὁ δὲ Ἀπόστολος ἀδύνατον λέγει τὸν Θεὸν ψεύσασθαι, δοκεῖ δὲ ταῦτα ἐναντία ἀλλήλοις, φαμὲν, πρῶτον μὲν ὅτι ὁ Θεὸς οὐδὲν ὧν μὴ πέφυκε βούλεται· πάντα δὲ ὅσα βούλεται δύναται, βούλεται δὲ τὰ τῇ οἰκείᾳ φύσει πρόσφορά τε καὶ πρέποντα. ὁ δὲ ἀορίστως ἀποφαινόμενος ἅπαντα δυνατὰ εἶναι τῳ Θεῷ, συμπεριλαμβάνει τῷ λόγῳ καὶ ὅσα προσήκει τῇ τοῦ διαβόλου μερίδι. ὁ γε μὴν πολύτλας Ἰὼβ οὐκ ἀπολύτως εἴρηκεν ὀἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδὲν, ἀλλ’ εἰπὼν “μνήσθητι “ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις· ἣ οὐχ “ὡς γάλα με ἤμελξας, ἔπηξας δὲ ἴσα τυρῷ, δέρμα καὶ κρέας ἐνέ- “δῦσάς με, ὀστέοις δὲ καὶ νεύροις ἐνεῖράς με, ζωὴν δὲ καὶ ἔλεον “ἔθου παρ᾿ ἐμοὶ, ἡ δὲ ἐπισκοπή σου ἐφύλαττέ μου τὸ πνεῦμα,” τούτοις ἐπάγει· “ταῦτα ἔχων ἐν ἐμαυτῷ, οἶδα ὅτι πάντα δύνασαι.” οὐκοῦν ὅσα τούτοις συμβαίνει, καὶ τῇ ἀκηράτῳ φύσει πρέπει, δύνασθαι ἔφη τὸν τῶν ὅλων Θεόν. ὅταν δὲ λέγηται μὴ δυνηθῆναι τι τῶν ἀπεμφαινόντων, ἀπείρου τοῦτο δυνάμεως, οὐκ ἀσθενείας τεκμήριον· τὸ δέ γε δυνηθῆναι, ἀδυναμίας δήπουθεν οὐ δυνάμεως. πῶς τοῦτο φημί; ὅτι τούτων ἕκαστον τὸ ἄτρεπτον τοῦ Θεοῦ κηρύττει καὶ ἀναλλοίωτον· τὸ γὰρ μὴ δυνηθῆναι τὸν ἀγαθὸν γενέσθαι κακὸν, τὴν ὑπερβολὴν σημαίνει τῆς ἀγαθότητος· καὶ τὸ τὸν δίκαιον μηδέπω ἃν γενέσθαι ἄδικον, μηδὲ τὸν ἀληθῆ ψεύστην, τὸ ἐν ἀληθεία καὶ δικαιοσύνῃ σταθηρόν τε καὶ βέβαιον δείκνυσιν. οὕτω τἄλλα ὅσα τοιαῦτα σκεψάμενος, εὑρήσεις τὸ μὴ δύνασθαι δυνάμεως τῆς

516
ἄκρας ἐμφαντικόν. οὕτως ἐπὶ τοῦ Θεοῦ τὰ τοιαῦτα μὴ δύνασθαι καὶ ὁ θεῖος Ἀπόστολος νενόηκέ τε καὶ ἔθεικεν· ἔφη γὰρ ἀδύνατον ψεύσασθαι Θεόν· οὐκ ἀσθενὲς τὸ ἀδύνατον, ἀλλ’ ἄγαν αὐτὸ δεικνὺς δυνατόν. οὕτω γάρ φησιν ἐστὶν ἀληθὴς, ὡς ἀδύνατον εἶναι ψεῦδος ἐν αὐτῷ γενέσθαι ποτε. τὸ δυνατὸν οὖν ἄρα τῆς ἀληθείας, διὰ τοῦ ἀδυνάτως σημαίνεται. Τιμοθέῳ δὲ γράφων καὶ τάδε προστέθεικεν· “εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει. ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ “δύναται.” πάλιν οὖν τὸ οὐ δύναται τῆς ἀπείρου δυνάμεως ὑπάρχει δηλωτικόν. καὶ γὰρ ἃν πάντες ἄνθρωποι αὐτὸν ἀρνηθῶσι φησὶν, αὐτὸς Θεός ἐστιν, καὶ τῆς οἰκείας οὐκ ἐξίσταται φύσεως. ἀνώλεθρον γὰρ ἔχει τὸ εἶναι· τοῦτο γὰρ δηλοῖ, τὸ “ἀρνήσασθαι ἑαυτὸν “οὐ δύναται.” οὐκοῦν περιουσίαν ἐμφαίνει δυνάμεως, τῆς ἐπὶ τὸ χεῖρον τροπῆς τὸ ἀδύνατον.

Γρηγορίου. Ἔπειτα δὲ καὶ πολύσημόν ἐστι τὸ μὴ δύνασθαι. τὸ μὲν γὰρ λέγεται κατὰ δυνάμεως ἔλλειψιν καὶ ποτὲ καὶ πρός τι, ὡς τὸ μὴ δύνασθαι τὸ παιδίον ἀθλεῖν. τὸ δὲ ὡς ἐπὶ τὸ πλεῖστον, ὡς τὸ “οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.” τάχα γὰρ ἃν καὶ κρυφθείη τίς, τὸ δὲ ὡς οὐκ εὔλογον· “οὐ δύνανται γὰρ οἱ “υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἐφ’ ὅσον ἔνδημος ὁ νυμφίος.” τὸ δὲ ὡς ἀβούλητον, ὡς τὸ μὴ δύνασθαι σημεῖα ἐκεῖ ποιῆσαι διὰ τὴν ἀπιστίαν τῶν δεχομένων. ἔστι δέ τι καὶ τοιοῦτον ἐν τοῖς λεγομένοις, ὃ τῇ φύσει μὲν ἀδύνατον· Θεῷ δὲ δυνατὸν βουληθέντι, ὡς τὸ μὴ δύνασθαι τὸν αὐτὸν γεννηθῆναι δεύτερον, καὶ ῥαφὶς οὐκ εἰσδεχομένη κάμηλον. τούτων δὲ πάντων ἐκτὸς τὸ παντελῶς ἀδύνατον καὶ ἀνεπίδεκτον, ὡς ὃ νῦν ἐξετάζομεν. ἀδύνατον γὰρ πονηρὸν εἶναι Θεόν. τοῦτο γὰρ ἀδυναμίας ἃν εἴη Θεοῦ μᾶλλον, ἤπερ δυνάμεως.

Ἀθανασίου. Καὶ ἀδύνατον ψεύσασθαι Θεὸν, τῶν μὲν γὰρ γενητῶν ἡ φύσις ἴδιον ἔχει τὸ τρέπεσθαι καὶ κινεῖσθαι ποικίλαις μεταβολαῖς. ἐπειδή περ καὶ μὴ ὄντα ποτὲ μεταβολὴν ἔσχεν εἰς τὸ εἶναι, τῇ τοῦ πεποιηκότος χάριτι καὶ φιλανθρωπίᾳ, καθὼς ὁ Παῦλος φησὶν, “ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα·” Θεὸς δὲ ὁ πάντων διὰ τοῦ Λόγου ποιητὴς τυγχάνων, ὄντος c ὣν ἀμετάβλητον ἔχει σὺν τῷ Λόγῳ τὴν φύσιν. καὶ τοῦτο διὰ τοῦ προφήτου διδάσκει λέγων, ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι. διὸ πέρι [*](c Leg. vid. ὄντως.)

517
μὲν τῶν ἀνθρώπων ἐν ψαλμοῖς ᾄδεται· “ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει “μου, πᾶς ἄνθρωπος ψεύστης.” περὶ δὲ τοῦ Θεοῦ, Μώσης ἐν τῷ νομῷ μαρτυρεῖ, ὅτι ὁ Θεὸς πιστός ἐστι καὶ ἀληθινός· καὶ ὁ Παῦλος ὡς ἐξ ἀμφοτέρων τούτων παιδευθεὶς, καὶ αὐτὸς τὴν τοῦ Θεοῦ πρὸς τὰ γενητὰ διαφορὰν ἐξηγούμενος, γράφει· “γινέσθω “δὲ ὁ Θεὸς ἀληθινὸς, πᾶς δὲ ἄνθρωπος ψεύστης.” ἀληθὴς δέ ἐστιν ὁ Θεὸς, οὐχ ὡς μὴ ψευδόμενος· οὐδὲν γάρ ἐστιν ἐναντίον αὐτῷ· οὐδὲ ὡς ἄνθρωπος ἑτέρῳ μαρτυρῶν τὸ ἀληθές· οὐδενὶ γὰρ ὑπεύθυνος ἐστιν· ἀλλ’ ὡς αὐτὴν τὴν ἀλήθειαν γεννῶν, τὸν Κύριον ἀληθείας δὲ φίλον τὸ ψεῦδος, οὐκ ἄν ποτε γένοιτο. ὅθεν ἀληθείας μὲν, κατὰ τὸν ψαλμῳδὸν, ἐκζητεῖ Κύριος, τὸ δὲ ψεῦδος ἀφ’ ἑαυτοῦ ῥίπτει, καὶ ἀλλότριον ποιεῖ, λέγων, “υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι. ἐψεύσαντο γὰρ Ἰουδαῖοι κατὰ τοῦ Σωτῆρος, καὶ τὸν νόμον ἐπαγγειλάμενοι φυλάττειν οὐκ ἠλήθευσαν, ἀλλὰ παρηνόμουν κατὰ τοῦ δεδωκότος αὐτὸν, θάνατον ἀντὶ χάριτος μηχανώμενοι τῷ Κυρίῳ.

Παῦλος δὲ αὐτός τε οὐκ ἐψεύσατο ἐφ’ οἷς ἐπηγγείλατο, ἁλλὰ τὸν δρόμον τετέλεκε, καὶ τὴν πίστιν τετήρηκε. καὶ ἡμῖν δὲ παραινεῖ λέγων, “μὴ ψεύδεσθε εἰς ἀλλήλους.” θέλει γὰρ ἡμᾶς ἑαυτοῦ μιμητὰς γίνεσθαι, γράφων, “ἀλήθειαν λέγω οὐ ψεύδομαι,” ἐπειδὴ καὶ εὐαγγελικόν ἐστι τοῦ Κυρίου ῥητὸν εἶναι ἡμῶν τὸ “ναὶ ναὶ, καὶ τὸ οὔ οὔ.” μέχρι τούτων οἱ ἐν Χριστῷ βεβαιοῦντες ἑαυτῶν τοὺς λόγους; καὶ μὴ περαιτέρω βαίνοντες εἰς ὅρκους καταφεύγομεν, ἄλλως τε καὶ Μώσεως νομοθετοῦντος, “οὐ λήψῃ τὸ “ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ.” εἰ γὰρ ὅλως ἄξιος τυγχάνει τίς ὀνομάσαι τὸν Θεὸν, ἀξιόπιστός ἐστι καὶ χωρὶς ὅρκου πιστευθῆναι· ὁ γὰρ πρὸς τὸ μεῖζον ἱκανὸς γινόμενος, πολλῷ πλέον τὸ ἔλαττον. εἰ δὲ μὴ ἔστιν ἀξιόπιστος χωρὶς ὅρκου πιστευθῆναι, οὐκ ἔστιν ἄρα ἄξιος οὐδὲ ὀνομάσαι τὸ ὄνομα Κυρίου, οὐκ ἔστι πιστὸς ἐν λόγῳ. πῶς γὰρ ὅλως τοῦτο μαρτυρήσει Θεὸς ὀμνύοντι, μὴ ἔχοντι πίστιν εἰς ἣν ὁ Κύριος ἐπιβλέπει, τὸ πνεῦμα μαρτυρεῖ ἐν ψαλμοῖς, “ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις “αὐτὸν ἐν ἀληθείᾳ.” τι τοίνυν τὸν Θεὸν καλοῦσι μάρτυρα; τί δὲ καὶ ὀμνύουσιν αὐτὸν, οἱ μηδὲ ἐν τοῖς μικροῖς πίστιν καὶ ἀλήθειαν ἔχοντες; ἄλλως τε καὶ ὁ ὅρκος ἀληθείας ἐστὶ μάρτυς, καὶ

518
οὐ τῶν χρημάτων σημαντικός. ὀμνύουσι γὰρ ἄνθρωποι, οὐχ ἵνα τὰ πράγματα σημάνωσιν, ἀλλ’ ἵνα τὴν ἀλήθειαν πιστώσωνται, καὶ ὅτι λέγοντες οὐ ψεύδονται. εἰ μὲν οὖν ἔστι τῷ ὀμνύοντι πίστις καὶ ἀλήθεια, τίς ἡ χρεία τοῦ ὅρκου; εἰ δὲ μὴ ἔστιν ἐν αὐτῷ πίστις, διατὶ τοσοῦτον ἀσεβοῦμεν, ὥστε δι’ ἀνθρώπινα καὶ θνητὰ τὸν ὑπὲρ ἄνθρωπον Θεὸν καλεῖν μάρτυρα; εἰ γὰρ τὸν βασιλέα τὸν ἐπὶ γῆς εἰς τὰ ἔξω δικαστήρια καλεῖν μάρτυρα οὐ θέμις, ὡς κρείττονα καὶ τῶν καλούντων καὶ τῶν δικαζόντων, τί τὸν ἀγένητον εἰς τὰ γενητὰ καλοῦμεν, καὶ τὸν Θεὸν ὑπὸ ἀνθρώπων ποιοῦμεν καταφρονεῖσθαι; ἄπαγε· τοῦτο πᾶσαν ὑπερβαίνει παρανομίαν καὶ τόλμαν. τι οὖν δεῖ ποιεῖν; οὐδὲν πλέον ἣ εἶναι ἡμῶν τὸ ναὶ ναὶ, καὶ τὸ οὐ οὔ, καὶ καθ’ ὅλου μὴ ψεύδεσθαι. οὕτως γὰρ ἡμεῖς ἀληθεύοντες, δόξαιμεν καὶ ἐν τούτῳ μιμεῖσθαι τὸν ἀληθῆ Θεόν. Ἴσως δέ τις ἐπὶ τούτοις εὐλόγως ἀντιθήσει λέγων, εἰ ὁ ὅρκος ἀπὸ ἀνθρώπων κεκώλυται, καὶ ἐν τῷ μὴ ὀμνύναι τίς μιμεῖται τὸ θεῖον, πῶς αὐτὸς ὁ Θεὸς ὀμνύναι λέγεται ἐν ταῖς θείαις γραφαῖς; καὶ γὰρ τῷ Ἀβραὰμ ὤμοσεν, ὥσπερ καὶ Μώσης μαρτυρεῖ καὶ ἐν ὕμνοις δὲ γέγραπται, “ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται.” δόξει γὰρ ἣ ταῦτα μάχεσθαι τοῖς προλεχθεῖσιν, ἣ ἐκ τούτων ἐπιτρίβεσθαι ταχέως τοὺς ἀνθρώπους εἰς ὅρκους· ἀλλ’ οὐκ ἔστιν οὕτως· μὴ ταῦτα τίς νομιζέτω. Θεὸς γὰρ κατ’ οὐδενὸς ὀμνύει. πῶς γὰρ, αὐτὸς Κύριος καὶ ποιητὴς ἁπάντων ὑπάρχων; ἀλλ’ εἰ χρὴ τἀληθῆ λέγειν, ὁ λόγος ὅρκος αὐτοῦ ἐστὶν, πληροφορῶν τοὺς ἀκούοντας, καὶ πίστιν ἑκάστῳ παρέχων· ὅτι ὃ ἐπηγγείλατο, καὶ λαλεῖ, πάντως καὶ γενήσεται. οὐ γὰρ ὡς ἄνθρωπος ὀμνύει Θεὸς, ἀλλ’ ἡμῖν ὁ λόγος αὐτοῦ ἀντὶ ὅρκου πρὸς ἀλήθειαν γίνεται. ἀνθρώποις δὲ λαλῶν ὀμνύναι λέγεται. καὶ τοῦτο ἀνθρωπικώτερον λαλούντων τῶν ἁγίων, ἵνα ἀφ’ ὧν αὐτοὶ λέγοντες ἀξιοῦσι πιστεύεσθαι, ἀπὸ τούτων αὐτοὶ πιστεύσωσι τῷ λαλοῦντι Θεῷ. ὡς γὰρ ἀνθρώπων τὸν λόγον ὅτκοε βεβαιοῖ, οὕτως ἃ λέγει Θεὸς, ἀνθ᾿ ὅρκου λογιζέσθω, διὰ τὸ βέβαιον καὶ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ. μαρτυρεῖ δὲ τῷ λεγομένῳ καὶ αὐτὸς ὁ γεγραμμένος ὅρκος· “ὤμοσε “γὰρ Κύριος, καὶ οὐ μεταμεληθήσεται,” ὡς τοῦ ἀμεταμελήτου καὶ πάντως ἐσομένου κατὰ τὴν ἐπαγγελίαν ὅρκου τυγχάνοντος· τοῦτο καὶ αὐτὸς ὁ Κύριος ἐν τῇ Γενέσει λέγων σημαίνει, “κατ’ ἑμαυ-
519
“τοῦ ὤμοσα.” τοῦτο δὲ οὐχ ὅρκος ἐστίν.” οὐδὲ γὰρ κατά τινος ὤμοσεν, ὅπερ ἴδιον ἐστὶν ὅρκου, ἀλλὰ καθ’ ἑαυτοῦ, ὅπερ τὴν τοῦ ὅρκου ὑπόνοιαν ἐκφεύγει, καὶ ἐν ᾧ σημαίνει τὸ βέβαιον τῆς ἐπαγγελίας, καὶ τὸ χρῆναι πάντως πιστεῦσαι τὸν ἀκούοντα. ἔστω δὲ ὁ ὑμνῳδὸς μάρτυς τῶν λεγομένων, ἀναμιμνήσκων τὸν Θεὸν, ψάλλων καὶ λέγων, “ποῦ εἰσὶ τὰ ἐλεή σου τὰ ἀρχαῖα, ἃ ὤμοσας τῷ Δαβὶδ ἐν τῇ ἀληθείᾳ σου;” οὐκ ὀμνύει Θεὸς, ἀλλά περ ἀληθεύων λαλεῖ, ὡς ὅρκος ἐστὶν τοῖς ἀνθρώποις πρὸς πίστιν. οὔτε οὖν Θεὸς κατὰ τοὺς ἀνθρώπους ὀμνύει, οὔτε ἡμᾶς ἐκ τούτων εἰς ὅρκους ἐπιτρίβεσθαι χρή. ἀλλὰ τοιαῦτα λέγομεν καὶ πράττομεν, ὡς μὴ ὅρκου δεῖσθαι τοὺς ἀκούοντας, ἀλλ’ ἀφ’ ἑαυτῶ, ἔχειν τὰ λεγόμενα τῆς ἀληθείας τὴν μαρτυρίαν. ἐν τούτῳ γὰρ ὄντως μιμησόμεθα τὸ θεῖον.

Ἀλλ᾿ ἴσως ἄν τις καὶ τὸ κατὰ τοὺς Νινευΐτας ἐπερωτήσειεν· εἰ ὁ λόγος ὅρκος ἐστὶ τοῦ Θεοῦ, ὅτι λέγων ἀληθεύει καὶ οὐ ψεύδεται, πῶς εἰρηκὼς “ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ “καταστραφήσεται,” οὐ πεπλήρωκε τὸν λόγον; δόξει γὰρ καὶ τοῦτο μάχεσθαι πρὸς τὰ πρῶτα· ἀλλ’ οὐ ψεύδεται ὁ Θεός. μὴ γένοιτο· οὐδὲ ὁ λόγος ἀπλήρωτος ἔμεινεν αὐτοῦ. τῇ γὰρ φιλανθρωπίᾳ τὴν ὀργὴν ἤμβλυνε, καὶ τῇ μετανοίᾳ τῶν Νινευϊτῶν μᾶλλον ἔβλεψεν, ἣ τῇ πρὸ ταύτης ἁμαρτίᾳ. καὶ ὁ λόγος δὲ τοῦ Θεοῦ, οὐχ οὕτως ἢν, ὥστε μετὰ τρεῖς ἡμέρας κατασκαφῆναι τὴν Νινευῒ, ἀλλ’ ὅτι τρεῖς ἡμέρας ὑμῶν ἀνέξομαι, ἵνα ἐν τῇ ἀνοχῇ τῶν τριῶν ἡμερῶν ἐξουσίαν ἔχωσι μετανοῆσαι, ἣ τὴν μετὰ ταῦτα ὀργὴν ἐκλέξασθαι. τι γάρ φησιν ὁ προφήτης; “ἔτι τρεῖς ἡμέραι “καὶ Νινευῒ καταστραφήσεται·” οὐκ εἶπε μετὰ τρεῖς ἡμέρας κατασκαφήσεται· οὐ γὰρ ἐγεγόνει πάντως· ἀλλ’ ἔτι τρεῖς ἡμέραι καὶ καταστραφήσεται. ἱν ἐν μὲν τῷ “ἔτι” λέγεσθαι, τὴν ἀνοχὴν ἐννοῶμεν τοῦ Θεοῦ, ἐν δὲ τῆ κατασκαφῇ τὴν μετὰ τὴν ἀνοχὴν, εἰ μὴ μετανοήσῃ, ἐγγινομένην ὀργή,. ἐπεὶ εἰ μὴ τοῦτον εἶχε τὸν τρόπον, καὶ μετανοίας χάριν τῶν ἀνθρώπων ὑπερέθετο τὰς τρεῖς ἡμέρας, τί τὸν Θεὸν ἐκώλυε καὶ παραυτὰ τὴν πόλιν ἀπολέσαι; ἀσθενεία; ἄπαγε. μηδὲ εἰς νοῦν ποτε τοῦτο τὸν ἡμέτερον ἔλθοι· κόριος γὰρ τῶν δυνάμεων, καὶ ἰσχυρὸς, καὶ δυνατὸς ἐστὶν ὁ Θεός. ἀλλ’ ἄγνοια τῶν πράξεων ἐκείνων; μηδὲ τοῦτο λεγέσθω· οἶδε γὰρ

520
τὰ πάντα πρὶν γενέσεως αὐτῶν. τι οὖν ὑπολείπεται νοεῖν, ἣ μακροθυμίαν καὶ φιλανθρωπίαν τοῦ δεσπότου, ἣν καὶ ὁ προφήτης ἐπιστάμενος ἔφευγε μὲν ἀποστελλόμενος τὸ πρῶτον, τὸ δεύτερον δὲ ἀπολογούμενος, φησὶν, “ὦ Κύριε οὐχ οὗτοι οἱ λόγοι μου, ἔτι “ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς “Θαρσεῖς, διότι ἔγνων, ὅτι σὺ ἐλεήμων, μακρόθυμος καὶ πολυέ- “λεος μετανοῶν ἐπὶ ταῖς κακίαις.”

Ἔφυγε δὲ Ἰωνᾶς, οὐχ ὡς ἀντιλέγων τῷ Θεῷ, καὶ ἐλυπεῖτο, οὐχ ὡς ἐπὶ τῇ ἀπωλείᾳ τῶν Νινευϊτῶν χαίρων, ἀλλὰ τοῦτο ἐποίει διὰ τὴν τῶν Νινευϊτῶν κηδεμονίαν. ἐφοβεῖτο γὰρ μὴ ἀβέβαιος παρ’ αὐτοῖς νομισθῇ, καὶ λοιπὸν ἄρξονται μηκέτι προφήταις πιστεύειν, ἀλλ’ ἄπιστος παρ’ αὐτοῖς ὁ προφητικὸς λόγος γένηται. διὰ τοῦτο γοῦν καὶ ἠθύμησεν, ἵνα ἐλεγχθῇ παρὰ τοῦ δεσπότου, καὶ φανερὸν τοῖς Νινευΐταις γένηται, ὅτι οὐ διὰ τὸ ψεύσασθαι τὸν προφήτην, ἀλλὰ διὰ φιλανθρωπίαν τοῦ Θεοῦ αὐτοῖς συγκεχύρηται. δεῖ γὰρ τὴν ἐν τῇ “ἔτι” λέξει σημαινομένην μακροθυμίαν λογίζεσθαι. ὅταν γὰρ τὴν ἑαυτοῦ μακροθυμίαν σημαίνειν ἐθέλῃ ὁ Θεὸς, διὰ τῆς λέξεως τῆς “ἔτι” ταύτην ἀπαγγέλλει. ὡς ὅταν λέγῃ διὰ τοῦ Ἡσαΐου, “τὶ ἔτι ποιήσω τῷ ἀμπελῶνι μου, καὶ οὐκ ἐποίησα; διὰ δὲ τοῦ Ἱερεμίου, “διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος. ἐν δὲ τῷ λέγειν ἔτι, δείκνυσι τὴν ἑαυτοῦ ἀγαθότητα καὶ ἀνοχήν· ἀμέλει, ὅταν μηκέτι μακροθυμίαν, ἀλλ’ ὀργὴν ἡ πράξις ἑκάστου προσκαλῆται, λοιπὸν ἀποφαίνεται λέγων, “οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. διὰ γὰρ τοῦ ὧδε οὐκέτι δείκνυσι φανερῶς τὴν περὶ τῶν Νινευϊτῶν ἐκεῖ δηλουμένην μακροθυμίαν, καὶ τοῦ λόγου τὴν ἀλήθειαν. ἀδύνατον γὰρ ἦν μὴ ἀληθεῦσαι τὸν Θεὸν λέγοντα, καὶ μόνον βουλόμενον. διὰ τοῦτο τῷ Ἁβραὰμ ἐπαγγειλάμενος οὐκ ἐψεύσατο, ἀλλὰ καὶ τὸν υἱὸν ἐχαρίζετο, καὶ τὸν λαὸν ἐξήγαγεν ἐκ τῆς Αἰγύπτου διὰ Μώσεως. καὶ τὸν μὲν Ἱσαὰκ ἐπληροφόρει τῇ ὑποσχέσει, καὶ πατέρα τοῦτον ἐποίει τῶν δύο λαῶν. τῷ δὲ Ἱακὼβ ἐπαγγειλάμενος ἐδείκνυε τὸν Ἰωσὴφ, καὶ τῷ μὲν πιστοτάτῳ Μωσεῖ, ἐδίδου τῶν λεγομένων τὴν πίστιν, διὰ τῶν συμβαινόντων τῷ Φαραῶ. τῷ δὲ Δαβίδ ἐπαγγειλάμενος, ἀπεδίδου τὴν ὑπόσχεσιν διὰ Σολομῶντος, λέγω δὴ τὴν τοῦ ναοῦ οἰκοδομήν. καὶ τί μοι χρεία πολλῶν; οὐδέν ἐστιν ὃ λέγει ὁ Θεὸς,

521
καὶ ἀπλήρωτον τοῦτο μένει. κάη παραυτίκα τίς ὀλιγωρῇ ζητῶν λόγον, ἀλλὰ τῷ χρόνῳ τὴν ἀπόδοσιν ἡ ὑπόσχεσις ἔχει, καὶ ἡ έπαγγελία πάντως πληροῦται.

Κυρίλλου Γλαφυρῶη. Οἰκονομικώτατα τοίνυν κἀνταῦθα ἐνώμοτον τὴν ἐπαγγελίαν ἐποιεῖτο Θεὸς, καίτοι ψευδειπεῖν οὐκ εἰδώς. ἵνα, ὡς ὁ θεσπέσιος γράφει Παῦλος, ἰσχυρὰν ἔχωμεν τὴν παράκλησιν, ὅτι πρὸς πέρας ἐκβήσεται τὰ ἐπηγγελμένα, οὐκ ἐνδοιάζοντες ἔτι, ἀλλὰ τῇ ἐλπίδι ἀραρότως βεβαιούμενοι.

Ἥν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, τουτέστι τὴν ἐλπίδα ἀσφαλῆ καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος.

Θεοδωρήτου. καταπέτασμα τὸν οὐρανὸν ἐκάλεσε, τὴν γὰρ· τῶν οὐρανῶν βασιλείαν ὑπέσχετο δώσειν τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ὁ Κύριος· ἐκεῖνα, φησὶν, ἐλπίζομεν τὰ ἀγαθὰ, ταύτην κατέχομεν τὴν ἐλπίδα, καθάπερ ἄγκυραν ἱεράν. καὶ γὰρ ἡ ἄγκυρα ἐνταῦθα κεκρυμμένη κατέχει τὸ σκάφος, οὕτως τῶν ἀγαθῶν ἡ ἐλπὶς ἔτι κεκρυμμένη οὐκ ἐᾷ κλονεῖσθαι τὰς ἡμετέρας ψυχάς.

Χρυσοστόμου. Καὶ θέα μοι σύνεσιν ἀποστολικὴν, ὅτι ὄντας ἐνταῦθα καὶ οὐδέπω μεταστάντας τοῦ βίου, δείκνυσιν ἤδη ὄντας ἐν τοῖς ἐπηγγελμένοις. διὰ γὰρ τῆς ἐλπίδος ἤδη ἐν τῷ οὐρανῷ ἐσμὲν, εἶπεν, ἀναμείνατε, πάντως γὰρ ἔσται. εἶτα πληροφορῶν λέγει, μᾶλλον δὲ τῇ ἐλπίδι ἐκεῖ ἐσμέν. καὶ οὐκ εἶπεν ἡμεῖς ἐσμὲν ἔνδον, ἀλλ’ αὐτὴ εἰσῆλθεν ἔνδον, ὃ καὶ ἀληθέστερον ἦν καὶ πιθανώτερον. ὥσπερ γὰρ ἡ ἄγκυρα ἐξαρτιθεῖσα ἑδραῖον ποιεῖ τὸ σκάφος, οὕτω καὶ ἡ ἐλπίς. καὶ ὅρα τί σφόδρα ἁρμόδιον εὗρεν εἰκόνα· οὐ γὰρ εἰπε θεμέλιον, ἀλλ’ ἄγκυραν. τὸ γὰρ ἐν σάλῳ ὃν καὶ ἐπὶ τῆς ὑγρᾶς, οὐ σφόδρα δοκεῖ ἡδρᾶσθαι, οὐδ’ ὥσπερ ἐπὶ τῆς γῆς ἕστηκεν ἀλλὰ σαλεύεται. ἐπὶ μὲν γὰρ τῶν σφόδρα στερρῶν καὶ φιλοσόφων εἰκότως τὴν τοῦ θεμελίου εἰκόνα τέθεικεν ὁ Χριστὸς, λέγων περὶ τοῦ φρονίμου, “ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν “πέτραν.” ἐπὶ δὲ τῶν ἀπαγορευόντων καὶ ὀφειλόντων διὰ τῆς ἐλπίδος διαβαστάζεσθαι, οἰκείως τοῦτο τέθεικεν ὁ Παῦλος. ἡ μὲν γὰρ ζάλη καὶ ὁ πολὺς χειμὼν σαλεύει τὸ σκάφος, ἡ δὲ ἐλπὶς οὐκ ἀφίησι περιφέρεσθαι, κα; μυρίοι παρασαλεύσωσιν ἄνεμοι.

522
ὥστε εἰ μὴ ταύτην ἔχομεν, πάλαι ἃν κατεποντίσθημεν. οὐκ ἐν τοῖς πνευματικοῖς δὲ μόνον, ἀλλὰ καὶ ἐν τοῖς βιωτικοῖς, πολλὴν ταύτης εὕροι τίς ἃν τὴν ἰσχύν· οἷον ἐπὶ ἐμπορίας, ἐπὶ γεωργίας, ἐπὶ στρατείας. ἐὰν γὰρ μὴ ταύτην εὐθέως τις πρόθηται, οὐδ’ ἃν ἅψαιτο ἔργου. ἄγκυραν δὲ οὐχ ἁπλῶς εἶπεν, ἀλλ’ “ἀσφαλῆ καὶ “βεβαίαν,” οὐ σαλευομένην, ἵνα δείξη τὸ ἀσφαλὲς τῶν αὐτὴ ἐπερειδομένων· διὸ ἐπάγει,

Εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος.

τουτέστι διικνουμένην εἰς τὸν οὐρανόν· ἴνα γὰρ ἀκούσας ἄγκυραν, μὴ νομίσῃς κάτω καθέλκεσθαι, δείκνυσιν ὅτι καινή τις αὕτη τῆς ἀγκύρας ἡ φύσις· οὐ κάτω πιέζουσα, ἀλλ’ ἄνω κουφίζουσα τὴν διάνοιαν, πρὸς ’τον οὐρανὸν καθιστῶσα, καὶ εἰς τὸ ἐσώτερον του καταπετάσ μάτος χειραγωγοῦσα. καταπέτασμα δὲ ἐνταῦθα τὸν οὐρανὸν ἐκάλεσε, τίνος ἕνεκα καὶ διατί; ὅτι καθάπερ τὸ καταπέτασμα ἄπο τῆς ἔξω σκηνῆς διεῖργε τὰ ἅγ ία τῶν ἁγών, οὕτω δὴ καὶ ο οὐρανὸς οὕτος ὡσπερ καταπέτασμα μέσος τῆς κτήσεως παρεμβεβλημένος ἀπὸ τῆς ἔξω σκηνῆς, τουτέστι τοῦ κόσμου τούτου τοῦ βλεπομένου, διείργει τὰ ἅγια τῶν ἁγίων, τὰ ἄνω φημί· εἶτα καὶ τὴν πίστιν ἐπήγαγεν, ἵνα μὴ μόνον ἐλπὶς ᾖ, ἀλλὰ καὶ ἀληθὴς σφόδρα. μετὰ γὰρ τὸν ὅρκον, καὶ ἕτερον τίθησι τὴν διὰ τῶν πραγμάτων ἀπόδειξιν, καὶ δείκνυσιν ἀναντίρρητον τῶν ἀγαθῶν τὴν ἐλπίδα, λέγων,

Ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς.

Χρυσοστόμου. Ὁ δὲ πρόδρομος, τίνων ἐστὶ πρόδρομος, ὥσπερ Ἰωάννης τοῦ Χριστοῦ. καὶ οὐκ εἶπεν ἁπλῶς εἰσῆλθεν, ἀλλὰ “πρό- “δρομος ὑπὲρ ἡμῶν,” ὡς ἡμῶν ὀφειλόντων καταλαβεῖν. οὐ πολὺν γὰρ τοῦ προδρόμου καὶ τῶν ἑπομένων τὸ μέσον, ἐπεὶ οὐδ’ ἃν εἴη πρόδρομος. τὸν γὰρ πρόδρομον καὶ τοὺς ἑπομένους ἐν τῇ αὐτῇ εἶναι χρὴ ὁδῷ· καὶ τὸν μὲν προοδεύειν, τοὺς δὲ ἐπικαταλαμβάνειν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. ἐκεῖ μετεωρίζει τὴν ἡμετέραν ἡ φύσις πίστιν, οὐκ ἀφιεῖσα οὐδενὶ τῶν παρόντων δεινῶν ταπεινωθῆναι, ἀλλ’ ἀνακουφίζουσα τοὺς πόνους τῆ τῶν μελλόντων ἐλπίδι. ὁ γὰρ πρὸς τὰ μέλλοντα ἀφορῶν, καὶ τὴν ἐκ τῶν οὐρανῶν ἀναμένων ἐλπίδα, καὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἐκεῖ μετάγων, οὐδὲ αἰσθάνεται τῆς ὀδύνης τῶν ἐν τῷ παρόντι δεινῶν.

523

Θεοδωρήτου. Ηὔξησε δὲ ὁ Ἀπόστολος τὸ θάρσος τῇ τοῦ προδρόμου προσηγορίᾳ· εἰ γὰρ πρόδρομος ἡμῶν ἐστὶν, καὶ ὑπὲρ ἡμῶν εἰς οὐρανοὺς ἀνελήλυθε καταλύσας τὸν θάνατον, καὶ ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος, ἀνάγκη καὶ ἡμᾶς ἀκολουθῆσαι καὶ τῆς ἀνόδου τυχεῖν· τοῦτο καὶ ὁ Κύριος τοῖς Ἀποστόλοις ἔφη. “πολλαὶ “μοναὶ παρὰ τῷ Πατρί μου. εἰ δὲ μήγε, εἶπον ἃν ὑμῖν, ὅτι πορεύ- “σομαι καὶ ἑτοιμάσω τόπον ὑμῖν,” καὶ τὰ ἑξῆς. οὕτω καὶ ἐνταῦθα, “ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Ἰησοῦς.” ἀναλαμβάνει δὲ καὶ τὸν περὶ ἀρχιερωσύνης λόγον λέγων,

Κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς ’τον αἰῶνα.

Ἐκ τῆς προφητικῆς τοῦτο εἴληφε μαρτυρίας. “σὺ γὰρ εἶ,” φησιν, “ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.” ἀρχιερεὺς δὲ εἰς τὸν αἰῶνά ἐστιν, οὐχ ὡς θυσίας προσφέρων· ἅπαξ γὰρ τὸ ἑαυτοῦ προσενήνοχε σῶμα· ἀλλ’ ὡς μεσίτης προσάγων τῷ Πατρὶ τοὺς πιστεύοντας. “δι’ αὐτοῦ γὰρ ἐσχήκαμεν,” φησὶ, “τὴν “προσαγωγὴν ἀμφότεροι πρὸς τὸν Πατέρα,” καὶ αὐτὸς δὲ ὁ Κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις φησὶν, “οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’ ἐμοῦ. εἰδέναι μέντοι χρὴ ὡς τῶν πρὸς Ἀβραὰμ ὅρκων Παῦλον ἐμνημόνευσεν, ὥστε δειχθῆναι τὸ τῆς θείας βουλήσεως ἀμετάθετον. προκατασκευάζει γὰρ τῆς κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερωσύνης τὸ βέβαιον, καὶ ἐνταῦθα γοῦν συνέζευκται, ὤμοσε γὰρ, ὅτι “σὺ ἱερεὺς εἰς τὸν αἰῶνα.

Χρυσοστόμου. Ἀλλ’ ἰδοὺ καὶ ἄλλη παράκλησις. εἰ γὰρ ἄνω ἀρχιερεὺς ἡμῶν καὶ πολὺ βελτίων τῶν παρὰ Ἰουδαίοις, οὐ τῷ τρόπῳ μόνον, ἀλλὰ καὶ τῷ τόπῳ καὶ τῇ σκηνῇ, καὶ τῆ διαθήκη, καὶ ἦ προσώπῳ, καὶ τοῦτο δὲ εἰς τὸ κατὰ σάρκα εἴρηται, χρὴ καὶ τοὺς ὧν ἐστιν ἱερεὺς, σφόδρα εἶναι βελτίους· καὶ ὥσπερ πολὺ τὸ μέσον Ἀαρὼν καὶ τοῦ Χριστοῦ, τοσοῦτον ἡμῶν καὶ Ἰουδαίων τὸ μέσον. ὅρα γάρ· ἄνω ἔχομεν τὸ ἱερεῖον, ἄνω τὸν ἱερέα, τοιαύτας ἀναφέρομεν θυσίας, τὰς ἐν ἐκείνῳ δυναμένας τῷ θυσιαστηρίῳ προσφέρεσθαι· λέλυται γὰρ τὰ τοῦ νόμου. ἀντεισενήνεκται δὲ ἡ λογικὴ λατρεία, τὰ διὰ Πνεύματος, ὅσα μὴ δεῖται σώματος, μὴ οροινων, μὴ τόπων.

524

(??) d Εἰ οὖν δι’ ἡμᾶς ὁ τοῦ Θεοῦ Λόγος οἰκονομικῶς κατῆλθεν εἰς τὰ κατώτερα μέρη τῆς γῆς, καὶ ἀνῆλθεν ὑπεράνω πάντων τῶν οὐρανῶν ὁ πάντῃ κατὰ φύσιν ἀκίνητος, καὶ διὰ τοῦτο γέγονεν ἄνθρωπος καὶ υἱὸς ἀνθρώπου, ἵνα θεοὺς ποιήσῃ, καὶ υἱοὺς Θεοῦ τοὺς ἀνθρώπους, ἐκεῖ γενέσθαι σπεύσωμεν ἔνθα νῦν ἐστὶν ὁ Χριστὸς, ὡς κεφαλὴ τοῦ ὅλου σώματος, καὶ ὑπὲρ ἡμῶν γενόμενος πρόδρομος πρὸς τὸν Πατέρα· ἐν γὰρ συναγωγῇ θεῶν τῶν σωζομένων ἔσται μέσον Θεὸς μέσος ἱστάμενος, διανέμων τὰς ἀξίας τῆς ἐκεῖθεν μακαριότητος, τοπικὴν οὐκ ἔχων ἀπὸ τῶν ἀξίων διάστασιν.

Οὗτος γὰρ ὁ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου.

Χρυσοστόμου. βουλόμενος Παῦλος τὸ διάφορον δεῖξαι τῆς καινῆς καὶ τῆς παλαιᾶς, πολλαχοῦ αὐτὸ σπείρει καὶ ἀκροβολίζεται, καὶ διακωδωνίζει τὰς ἀκοὰς τῶν ἀκροατῶν, καὶ προγυμνάζει. εὐθέως γὰρ ἀπὸ τοῦ προοιμίου, τοῦτο κατεβάλετο, εἰπὼν, ὅτι ἐκείνοις μὲν ἐλάλησεν ἐν προφήταις, ἡμῖν δὲ ἐν Υἱῷ. κἀκείνοις μὲν, πολυμερῶς καὶ πολυτρόπως, ἡμῖν δὲ, διὰ τοῦ Υἱοῦ. εἶτα περὶ τοῦ Υἱοῦ διαλεχθεὶς τίς εἴη, καὶ τι ἐργασάμενος, καὶ παραινέσας αὐτῷ πείθεσθαι, ἵνα μὴ τὰ αὐτὰ πάθωμεν τοῖς Ἰουδαίοις· καὶ εἰπὼν ὅτι ἀρχιερεύς ἐστι κατὰ τὸν Μελχισεδὲκ, καὶ πολλάκις εἰς τὴν διαφορὰν ταύτην ἐμβῆναι βουληθεὶς, καὶ πολλὰ προοικονομήσας, καὶ ἐπιτιμήσας αὐτοῖς ὡς ἀσθενέσι, καὶ πάλιν θεραπεύσας καὶ ἀνακτησάμενος ὥστε θαρρεῖν, τότε λοιπὸν εἰσάγει τὸν τῆς διαφορᾶς λόγον, ἀκμαζούσαις ταῖς ἀκοαῖς. ὁ γὰρ ἀναπεπτωκὼς, οὐκ ἃν εὐκόλως ἀκούσειεν· καὶ ἵνα μάθῃς, ἄκουε τῆς γραφῆς λεγούσης, “καὶ οὐκ ἤκουσαν Μωϋσῇ διὰ τὴν ὀλιγοψυχίαν.” διὰ τοῦτο πρότερον καινώσας αὐτῶν τὴν ἀθυμίαν διὰ πολλῶν καὶ διαφόρων, καὶ διὰ χρηστοτέρων, τότε λοιπὸν καθίησιν εἰς τὸν τῆς διαφορᾶς λόγον· καὶ ἣν πολλάκις ὤδινε ποιήσασθαι σύγκρισιν, ἐπὶ τοῦ παρόντος ποιεῖται.

Κυρίλλου. Ἀλλὰ περὶ μὲν τῶν τοιούτων ἰσχνῶς τε καὶ διεμιλευμένως ἐν τοῖς ἑξῆς θεωρήσομεν. φιλοπευστήσει δὲ ἴσως ὁ φιλομαθὴς, τίς δὴ ἄρα γέγονεν ὁ Μελχισεδέκ· διαφόροις γὰρ δόξαις ταῖς ἐπ’ αὐτῷ καταμεθύουσί e τινες, ὕθλοις εἰκαίοις ἀσυνέ- [*](d Forsan Μαξίμου. e An καταμυθεύουσι ?)

525
τὼς ἐνολισθήσαντες, καὶ τοῖς ἔθεσι τῆς θεοπνεύστου γραφῆς οὐ σφόδρα προσεσχηκότες. οἱ μὲν γὰρ ὡς ἐν φάσματι, καὶ ἐν εἴδει μόνῳ τῷ καθ’ ἡμᾶς, τὸ Πνεῦμα τὸ Ἅγιον ὑπαντῆσαι, καὶ μόνον ’-αι φασὶ, νενικηκότι τῷ Ἁβραάμ. οἱ δὲ, τοῦτο μὲν οὐχί· δεδίασι γὰρ ο7μαί που τὸ πολὺ λίαν ἀπονενευκὸς εἰς τὸ λές· δύναμιν δὲ εἶναι διισχυρίζονται τῆς τῶν Ἀγγέλων πληθύος •nepKpavij τε καὶ ἔγκριτον. παρεκόμισε δὲ αὐτοὺς εἰς τὴν ἔπι τούτῳ δόξαν, ἀδρανὴς ὡς ἔοικε καὶ ἀσύφηλος νοῦς. ἐπειδὴ γάρ φησιν, ἑρμηνεύεται βασιλεὺς Σαλήμ ὁ Μελχισεδὲκ, μὴ ἄνθρωπος νοείσθω, ἀλλ’ ἔστω τὸ Πνεῦμα τὸ δηλούμενον· ἴδιον γὰρ ἡ εἰρήνη Θεοῦ, καὶ αὐτὸς εἰρήνης κατάρχει μόνος. προσεπάγουσι δὲ τού- τούτοις, εἰ μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχε ι, τὸ ἄναρχόν τε καὶ ἀτελεύτητον ἀνθρώπῳ προσνέμειν, πῶς οὐκ ἃν γένοιτο μωρίας γραφή ; νοείσθω δὴ οὖν τὸ Πνεῦμα πάλιν. εἰ γὰρ ἀφωμοίωταί, φησι, τῷ Υἱῷ τοῦ Θεοῦ τοῦ ὑψίστου, μένει δὲ καὶ ἱερεὺς εἰς τὸ διηνεκὲς, πῶς οὐ διὰ πάντων οἰηθείημεν ἃν οὐκ ἄνθρωπον ε7ναι τὸν Μελχισεδέκ ; εἶτα τούτοις ἑτέρους ἐπισυμπλέκοντες λογισμοὺς, ἐμπεδοῦν οἴονται πρὸς ἀλήθειαν, τὸν οὐκ oi^ ὅθεν αὐτοῖς πορισθέντα λόγον.

Ἡμᾶς δὲ ἀνάγκη τὸ εἰς νοῦν ἧκον εἰπεῖν, ταῖς ἐκείνων ὑποψίαις τὸ ὀρθῶς ἔχειν δοκοῦν ὑποφέροντας. πρῶτον μὲν γὰρ εἰ φρονεῖν ἐγνώκασι τὰ εἰκότα, πόλιν εἶναι καὶ αὐτοὶ συνομολογοῦσι τὴν Σάλην, τουτέστι, θανάτου κρείττων καὶ ἀνώτερον, πῶς ἡ ἀθλία διόλωλε διά τοι τὴν εἰς Χριστὸν ἀπιστίαν ; καὶ εἰ νοῦς ὁρῶν Θεὸν ὁ Ίσραὴλ ἑρμηνεύεται, τί μὴ τεθέαται τὴν δόξαν Χριστοῦ, δἰ οὗ καὶ ἐν ᾧ καὶ αὐτὸν ἐγνώκαμεν τὸν Πατέρα ; πῶς δὲ κατελήφθτζ́ ’σαν ὑπὸ σκοτείας ; ἣ πῶς ἐλέγετο περὶ αὐτῶν καὶ τῶν ἡγεῖσθαι λαχόντων, “ ἄφετε αὐτοὺς, τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν ;” ποία γὰρ ἃν ὁρῷτο τυφλότης εἰς νοῦν ὁρῶντα Θεόν ; οὐκοῦν ἀaaθίας ἔμπλεω, τὸ ταῖς τῶν ὀνομάτων ποιότησι πάντῃ τε καὶ πάντως καὶ αὐτὸ τῶν πραγμάτων ἀπονέμειν τὸ κράτος· ἀπείρξει λοιπὸν οὐδὲν ὀρθῶς ὑπονοεῖν ἄνθρωπον ὄντα τὸν Μελχισεδὲκ, βεβασιλευκέναι κατὰ καιροὺς τῆς Σαλήμ, κἂν εἰ ἑρμηνεύοιτο τυχὸν εἰρήνη. προσεπαθρητέον δὲ τοῖς εἰρημένοις καὶ τόδε. βλέπομεν γὰρ δι’ ἐσό-

526
πτρου καὶ αἰνίγματος τὰ θεῖα μόλις μυστήρια· ὁλοκλήρως δὲ τῶν γεγονότων οὐδὲν ἐξομοιοῦν ἔχοντες τῆ θείᾳ τὲ καὶ ἀπορρήτῳ φύσει, ἐκ μυρίων παραδειγμάτων μετρίως ἐρανιζόμεθα τὸ δύνασθαι τι περὶ αὐτῆς νοεῖν ἣ φράσαι κατά γε τὸ ἐφικτόν· οὐδὲν δὲ ἧττον ἀσυμφανές ἐστι τὸ ἐπὶ Χριστῷ μυστήριον, καὶ ὁ τῆς ἐνανθρωπήσεως τρόπος οὐ τοῖς τυχοῦσιν ἁλώσιμος. βαθὺς δὲ λίαν τῆς οἰκονομίας ὁ λόγος· Θεὸς γὰρ ὣν καὶ ἐκ Θεοῦ, κατὰ φύσιν ὁ μονογενὴς, γέγονεν ἄνθρωπος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. κεχρημάτικε δὲ καὶ ἀπόστολος καὶ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν, καὶ ἀπήλλαξεν ἡμᾶς τοῦ βραδυγλώσσου νόμου, μετατέθεικε δὲ εἰς εὐφωνίαν μαθημάτων εὐαγγελικῶν. καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ αἰχμαλώτους ὄντας ἀνῆκε, καθελὼν τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου, καὶ ἐξ ᾅδου μυχῶν ἐρρύσατο τοὺς κεκοιμημένους, καὶ τεθεμελίωκε μὲν τὴν ἐκκλησίαν, κεχειροτόνηται δὲ καὶ ἄρχων ἐφ’ ἡμᾶς. καὶ διεβίβασε μὲν ἐν πίστει τὸν Ἰορδάνην, δέδωκε δὲ τὴν ἐν Πνεύματι περιτομὴν, καὶ εἰς τὴν τῶν οὐρανῶν εἰσκεκόμικε βασιλείαν. Οτι μὲν οὖν γέγονε καθ’ ἡμᾶς, ἀποχρήσειν οἶμαι λέγοντα τὸν θεσπέσιον εὐαγγελιστὴν, καὶ ὁ λόγος ἧς οὐ πρῶτος τὲ καὶ μόνος βεβασίλευκεν ὁ Μελχισεδὲκ, ἀλλ’ ἦσαν που πάντως πλεῖσται ὅσοι πρὸ αὐτοῦ. γεγόνασι δὲ καὶ ἕτεροι μετ’ αὐτόν. ἣ δεικνύτω τῆς δεῦρο τῆς Σαλήμ βασιλεύοντα τὸν Μελχισεδέκ· καὶ τοι πόλεως οὔσης τῶν κατὰ Ἰουδαίαν μιᾶς. ὠνόμασται δὲ τάχα που καὶ Ἱερουσαλὴμ, ὅρασις δὲ εἰρήνης τοῦτο διερμηνεύεται, ἀλλ’ οὐκ ἃν ἐπιδείξειέ τις. ἀμαθὲς οὖν ἄρα ταῖς τῶν ὀνομάτων ἑρμηνείαις προσεσχηκότας, ἀναιρεῖν ἀποτολμᾶν τὰ σαφῆ τε καὶ ὼμολογημένα.

Ὅτι δὲ ἀσυνεσίας ἔμπλεως ὁ ἐπὶ τοῦδε λόγος, ἀπονητὶ ὀψόμεθα, κἀκεῖνο εἰς νοῦν δεχόμενοι. ἑρμηνεύεται μὲν γὰρ ἱερουσαλὴμ ὅρασις εἰρήνης, ἣ μετέωρος θάνατος· Ἰσραὴλ δὲ αὖ νοῦς ὁρῶν Θεὸν, αἶνος δὲ καὶ ὕμνησις Ἰούδας. ἀλλ’ ὅσοι γεγόνασι κατὰ καιροὺς ἀνόσιοί τε καὶ βέβηλοι βασιλεῖς τῆς ἱερουσαλὴμ, ἔπι τε τὸν Ἱούδαν καὶ Ἱσραὴλ, διαβεβόησεν ἐναργῶς τὸ γράμμα τὸ ἱερόν. οὐκοῦν ἐπειδήπερ ὁράσεως εἰρήνης, αἴνου τὲ καὶ ὑμνήσεως καὶ τοῦ Θεὸν βλέποντος, οὐκ ἃν ἐπίγειος γένοιτο βασιλεὺς, ἀλλ’ οὐδ’ ἃν ἀνθρώπῳ τὸ χρῆμα πρέποι. φέρε λέγωμεν ταῖς τῶν ὀνομάτων

527
ἑρμηνείαις προσεσχηκότες, τοὺς κατὰ καιροὺς βεβασιλευκότας, σκιὰς εἶναι καὶ εἴδωλα, καὶ οὐδὲ ἀνθρώπους ὅλως, τὸ πνεῦμα δὲ μᾶλλον καθὰ καὶ ἐπὶ τοῦ Μελχισεδέκ.

Ὅτι δὲ καὶ ἡ τῶν ὀνομάτων δύναμις ἤτοι τῶν ἑρμηνειῶν κατ’ οὐδένα τρόπον τὴν τῶν πραγμάτων εἰς ἑαυτὴν καταβιάσεται φύσιν, κἀντεῦθεν ἃν μάνις. ἀρα γὰρ οὐκ οἰήσεται τις ὡς εἴπερ ἐστὶν ὅρασις Ἱερουσαλὴμ, ἐπειδὴ πάντως αὐτὴν μὴ ἀγνοῆσαι Χριστόν f. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν κατὰ τὰς γραφὰς, ἀλλ’ οὐ τεθέαται τοῖς τῆς διανοίας ὄμμασι τὸν δι’ οὗ τὴν προσαγωγὴν ἐσχήκαμεν, καὶ εἰς ἑνότητα τὴν ἐν Πνεύματι κεκολλήμεθα τῷ Πατρὶ, τὸν ποιήσαντα τὰ ἀμφότερα ἓν, καὶ εἰς ἕνα καινὸν ἄνθρωπον τοὺς δύο κτίσαντα λαούς. πῶς οὖν ὅρασις εἰρήνης, εἰ μὴ τεθέαται τὸν Χριστόν; καὶ εἴπερ ἐστι μετέωρος θάνατος, σὰρξ ἐγένετο. ὅτι δὲ κέχρηται καὶ εἰς ἱερέα καὶ ἀπόστολον ἡ τοῦ Ἀαρὼν ἀνάδειξις ὑπεμφήνειεν ἃν καὶ μάλα σαφῶς· κατεχρίετο γὰρ ἐλαίῳ τῷ ἡγιασμένῳ, καὶ εἰς ἄρχοντα τέθειται καὶ ἡγούμενον ἱερέων καὶ λαοῦ. καὶ μὴν καὶ ἐπὶ μετώποις ἄκροις τὸ ψάλιον ἐδέχετο τὸ χρυσοῦν, ἤτοι τὸ πέταλον γραφὴν ἔχον τὸ ὄνομα Κυρίου. τοῦτο δὲ ἢ, ἐναργὲς τῆς τοῦ Σωτῆρος ἡμῶν βασιλείας σύμβολον, καὶ οἱονεὶ διάδημα λαμπρὸν καὶ περίοπτον.

Ὅτι δὲ ἀμείνων τῆς νομικῆς λατρείας ἡ διὰ Χριστοῦ, κατίδοι τις ἃν ὡς ἐν Ἀαρών. δεκάτας μὲν γὰρ οἱ Λευῖται παρὰ τῶν υἱῶν Ισραὴλ κατὰ νόμους ἐδέχοντο. πλὴν ἐκέλευε Θεὸς ἐκ τῆς τῶν Λευιτῶν δεκάτης ἀπονέμεσθαι δεκάτην ὡς ἡνουμένῳ τῷ Ἀαρών. συνίης οὖν ὅπως καὶ ὡς ἐν προσώπῳ τοῦ Ἀαρὼν ὁ δεκάτας λαμβάνων Λευὶ δεδεκάτωται. τέθειται γὰρ Ἀαρὼν εἰς τύπον Χριστοῦ. καὶ οἱ μὲν ἄλλοι πάντες Λευῖται καὶ ἱερεῖς τὰς κατὰ νόμον θυσίας ἐτέλουν, στάσιν ἔχοντες ἔτι τὴν πρώτην σκηνήν. μόνος δὲ Ἀαρὼν ἅπαξ τοῦ ἐνιαυτοῦ κατὰ τὸ γεγραμμένον, εἰς τὰ ἅγια τῶν ἁγίων εισηει, καὶ οὐ χωρις αἵματος κάτα ’τον νόμον. τύπος δ ἀν’ εἴη καὶ τόδε Χριστοῦ τοῦ τεθνεῶτος ἅπαξ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφά; εἰσελαύνοντος δὲ καὶ εἰς τὴν ἄνω τε καὶ ἱερωτάτην σκηνὴν, ταύτην γὰρ ἡμῖν ἐνεκαίνησεν ὁδὸν, ἁγιάζοντός τε τῷ αἵματι τῷ ἰδίῳ τὴν ἐκκλησίαν. καὶ ὁ μὲν θεσπέσιος Μώσης, [*](f Deest aliquid ad sensum conficiendum.)

528
προκεχειρισμένος εἰς ἀποστολὴν, ἐδέετο τοῦ Θεοῦ λέγων· “δέομαι “Κύριε, οὐκ εὔλαλος εἰμί.” προσετίθει δὲ τούτοις, “προχειρῆσαι “ἄλλον δυνάμενον ὃν ἀποστελεῖς.” εἶτα πρὸς αὐτὸν ὁ τῶν ὅλων δεσπότης· “οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου· καὶ δώσεις τὰ ῥά- “μάτα μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτός σοι πρὸς “τὸν λαὸν, καὶ αὐτὸς ἔσται σου στόμα.” βραδύγλωσσος μὲν γὰρ ὁμολογουμένως καὶ εὐστομεῖν οὐκ εἰδὼς ὁ πάλαι νόμος, διὰ κύκλου μόλις μακροῦ τοῦ κατὰ τὸ γράμμα φημὶ μονονουχὶ καὶ ὑποψελλίζων ἡμῖν τὸ Θεῷ δοκοῦν· στόμα δὲ Μώσεως τὸ εὐφωνότατον ὁ Χριστὸς, μεθιστὰς τοὺς τύπους εἰς ἀλήθειαν, καὶ προτιθεὶς ἑτοίμην τοῖς ἁπανταχοῦ τῶν ἀναγκαίων τὴν εἴδησιν.

Ἀνετυποῦτο δὴ οὖν ὡς ἐν Ἀαρὼν ὁ Χριστὸς, καὶ μὴ θαυμάσῃς, ὁπόταν καὶ ἐν ἀνδρὶ πέφηνεν ἀλλογενεῖ τῷ Κύρῳ αἰχμαλωσίας ἀνιέντι τὸν Ἰσραὴλ, καὶ τὴν ἱερὰν θεμελιοῦντι γῆν, καὶ ἄμαχον ἔχοντι τὴν κατὰ πάντων ἰσχύν. ἄθρει δὲ αὖ ὡς ἐν τύπω καὶ εἰκόνι διπλῇ τὸν Ἐμμανουὴλ, βασιλέα μὲν ὡς ἔν γε τῷ Ζοροβάβελ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, ἀρχιερέα δὲ ὡς ἐν ὁμωνύμῳ Ἰησοῦ τῷ τοῦ Ἰωσεδὲκ τῷ ἱερεῖ τῷ μεγάλῳ· καὶ μὴν ἐξάρχοντα τῆς ὁδοῦ τῆς εἰς τὴν ἁγίαν πόλιν ἐκ γῆς ἀλλοφύλων, φημὶ δὴ τῆς Βαβυ- λωνίων.

Επόμενοι γὰρ διὰ πίστεως καθηγητῇ Χριστῷ, ὡς βασιλεῖ καὶ ἀρχιερεῖ, ὥσπερ ἐκ γῆς ἀλλοφύλων ἐξ ἀπάτης διαβολικῆς, εἰς τὴν ἀληθῶς ἁγίαν εἴσιμεν πόλιν, τὴν τῶν πρωτοτόκων ἐκκλησίαν, ἣν αὐτὸς ἐγερεῖ Χριστὸς, ὡς ἔν γε δὴ λίθοις τοῖς νοητοῖς. καὶ ἀνιδρωτὶ μὲν ἄντις συλλέξαιτο τὰ δι’ ὧν ἡμῖν ὡς ἔν γε τοῖς πάλαι Χριστὸς κατεγράφετο. δεήσει δὲ πάντως δυοῖν ἑλέσθαι θάτερον· ἣ γὰρ τοὺς δι’ ὧν ἐκεῖνα γεγόνασιν ὄνασιν ἀναιρήσομεν, ἀναιρήσομεν, καθορίζοντες τὸν τύπον τὸ μὴ λίαν ἀπλημμελὲς, εἰ νοοῖντο δι’ ἀνθρώπων τῶν κἄ ἡμᾶς γεγονότες, κα τοι πολὺ λίαν ἔχοντες τὸ θεοπρεπὲς, ἣ τὸ Πνεῦμα λέγοντες ἀεὶ μορφοῦσθαι πρὸς εἶδος τὸ καθ’ ἡμᾶς, ἐξ ἀνάγκης ὁμολογήσομεν καὶ εἰς Κῦρον αὐτὸ διαπεπλάσθαι ποτὲ τὸν οὐκ ειδοτα Θεόν εἴρηται γὰρ πρὸς αὐτόν σὺ δὲ οὐκ ᾔδεις με.”

Ἀναιρουμένων δὲ τῶν ἐν τύποις, σκιὰ μὲν ἴσως ὁ Ἀαρὼν, Ζοροβάβελ δὲ αὖ ὁ τοῦ Σαλαθιὴλ, καὶ μέν τοι καὶ Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ ἐν ὀνόμασιν είεν ψιλοῖς τε καὶ μόνοις. ἀλλ’ οίμαι δὴ

529
μᾶλλον ἐκ λογισμοῦ τοῦ εἰκότος ἀναπεπεισμένους συναινεσειν ὀρθῶς, ὡς ἦν ἄνθρωπος μὲν ὁ Μελχισεδὲκ, πόλεως βασιλεύων τῆς Σαλὴμ, τύπον δὲ αὐτὸν ἡμῖν ἐποιεῖτο Χριστοῦ λεπτόνους, εἰς θεωρίας τὰς πνευματικὰς ὁ θεῖος ὑπάρχων Παῦλος, ἐνισταμένοις δὲ μετὰ τοῦτο καὶ οὐδὲν ἧττον λέγουσιν, ὡς ἄνθρωπος μὲν οὐκ ἦν ὁ Μεκχισεδὲκ, τὸ Πνεῦμα δὲ μᾶλλον τὸ Ἅγιον, ἤγουν ἑτέρα τίς δύναμις τῶν ἄνωθεν καὶ ἐξ οὐρανοῦ τὴν λειτουργικὴν ἔχουσα τάξιν· δοκεῖ γὰρ ὧδε φρονεῖν ἑτέροις, ἐκεῖνο φαμὲν ἀναγκαίως, ὅτι πλημμελήσουσι κατὰ δύο τρόπους, καὶ τὴν θείαν καὶ ἄρρητον φύσιν τοῦ νεύματος, εἰς τὸν μὴ πρέποντα τόπον αὐτῇ κατασύροντες, καὶ τὴν γενητὴν καὶ πεποιημένη, κτίσιν εἰς δόξαν ὑπεργενῆ φληνάφως ἀνακομίζοντες· τίνα δὲ τρόπον, ἐρῶ.

Γέγραπται περὶ τοῦ Μελχισεδὲκ ὡς ἦν ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. εἰ δὲ δὴ τὸ πνεῦμα ἐστὶν ὁ Μελχισεδὲκ, κατεκομίσθη λοιπὸν ἐν ἱερουργοῖς τὸ Πνεῦμα τὸ Ἅγιον. καὶ λειτουργικὴν ἔχει τὴν ὑπουργίαν. ὑμνήσει δὴ οὖν καὶ αὐτὸ μετὰ τῶ, ἁγίων Ἀγγέλων τὸν ἀνωτάτω Θώ; γέγραπται γὰρ, “εὐλογεῖτε τὸν Κύριον πάντες “Ἆγγελοι αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ.” εἴη γὰρ ἃν οὐδαμόθεν ἀσυμφανὲς ὡς ἑτέρῳ που πάντως ἱερουργεῖ καὶ οὐχ ἑαυτῷ τὸ ἱερουργοῦν. ἱερουργεῖ δὲ Θεῷ τῷ προὔχοντι. οὐκοῦν εἰ φαμὲν ἱερατεύειν τὸ Πνεῦμα, τὴν θείαν που πάντες ὑποκάθηται φύσιν. τελεῖ δὲ μᾶλλον ἐν γενητοῖς καὶ προσκυνήσει μὲν μεθ᾿ ἡμῶν, ἁγιάσει δὲ πάντως οὐχ ἑαυτό. ἔπει τοι τὸ ἁγιαζόμενον κρείτονί που πάντως ἣ καθ’ ἑαυτὸ τὴν φύσιν ἁγιάζεται. ἁγιασθήσεται δὲ μεθ’ ἡμῶν. πῶς οὖν ἔτι Θεὸς κατὰ φύσιν τὸ ἁγιαζόμενον; ἣ γὰρ οὐ πᾶς ἱερεὺς ἁγιάζεται, εἰσι τε οὕτω, ἐπὶ τὸ ἱερουργεῖν; “οὐ γὰρ ἑαυτῷ τίς λαμβάνει τὴν τιμὴν,” καθὰ γέγραπται, ἀλλ’ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθὼς καὶ Ἀαρών. προστέθεικε δὲ ὁ Παῦλος, ὅτι “καὶ αὐτὸς ὁ Χριστὸς οὐχ ἑαυτὸν “ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτὸν, υἱός μου εἰ οὐ. κα σὺ ἱερεὺς εἰς ’τον αἰῶνα. οὐ ου γὰρ αὐτὸς ο μονογενὴς ἱερατεύειν ἃν λέγοιτο, εἰ μὴ νοοῖτο καθ’ ἡμᾶς δι’ ἡμᾶς γεγονώς. εἰ δὲ δὴ τὸ Πνεῦμα μηδαμοῦ τὴν κένωσιν ὑπομεμενηκὸς ἱερατεύειν λέγομεν, δόξης αὐτὸ τῆς θεοπρεποῦς ἐξοίσομεν, καὶ ἐν τοῖς ὑπὸ Θεὸν καταλογιούμεθά που μέτριον αὐτῷ διδόντες τὸ

530
γενητόν· ἣ δεικνύτωσαν ἡμῖν ἐνανθρωπῆσαν τὸ Πνεῦμα, καὶ ὑπόβασιν οἰκονομικὴν ὑπομεῖναν, καθάπερ ἀμέλει καὶ τὸν Υἱόν. οὐ γὰρ ἐπειδή περ ἐστὶν ὁμοούσιος ἡ τριὰς, ταύτῃ τοι καθ’ οὗπερ ἃν ἕλοιτό τις προσώπῳ τὸν τῆς ἑνανθρωπήσεως καθοριεῖ λόγον. γέγονε γὰρ ἄνθρωπος, οὐκ αὐτὸς ὁ Πατὴρ, οὐδὲ τὸ Πνεῦμα τὸ Ἅγιον, μόνος δὲ ὁ Υἱός. οὕτως ἡμᾶς αἱ θεῖαι μυσταγωγήκασι γραφαί.

Τί τοίνυν παραβιάζονται τὴν ἀλήθειαν, καὶ τὸ πρόφασιν οὐκ ἔχον τοῦ κενοῦσθαι Πνεῦμα ἐν τοῖς τῆς κενώσεως κατακομίζουσι μέτροις, εἶπέρ ἐστιν ἀληθῶς τοῖς ἱερουργεῖν τεταγμένοις ἐναρίθμιον; ἱερεὺς γὰρ ἦν ὁ Μελχισεδὲκ, ἀλλ’ εἰς τιμὴν φησὶ τοῦ Υἱοῦ, πρὸς τύπον τῆς κατ’ αὐτὸ ἐσομένης ἱερωσύνης κατὰ καιροὺς, αὐτὸ δι’ ἑαυτοῦ διεμορφοῦτο τὸ Πνεῦμα. οὐκοῦν, ἐρήσομαι γάρ· κατημέλησεν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον τῆς εἰς τὸν Υἱὸν τιμῆς καὶ ἀγάπης. καί τοι πῶς οὐ λῆρος ταυτὶ λέγειν; δοξάζει γὰρ τὸν Υἱὸν ὁ Παράκλητος, καὶ περὶ αὐτοῦ φησὶν, “ἐκεῖνος ἐμὲ δοξάσει. τὸ τοίνυν τιμᾷν ᾑρημένον, καὶ τοῦτο ἀκαταλήκτως τίμιον μᾶλλον αὐτὸ γέγονεν Ἀαρών. αὐτὸ δὴ καὶ Κῦρος ὁ Περσῶν τε καὶ Μήδων· καὶ μέν τοι καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, καὶ Ζοροβάβελ ὁ ἐκ φυλῆς Ἰούδα. αὐτὸ καὶ Μώσης πρὸς ὃν εἴρηται που, “προφήτην “ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτοῦ ὥσπερ σέ.” τι μὴ γέγονεν αὐτῷ καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ, ὁ μετὰ Μώσεως στρατηγὸς, ὃς διεβίβασε τὸν Ἰορδάνην τοὺς υἱοὺς Ἰσραὴλ, καὶ περιέτεμε μαχαίραις πετρίναις, εἰσκεκόμικε δὲ εἰς τὴν γῆν τῆς ἐπαγγελίας; ἣ οὐκ ἐν Χριστῷ βεβαπτίσμεθα, καὶ περιτετμήμεθα μὲν ἀχειροποιήτῳ περιτομῇ διὰ πνεύματος, γεγόναμεν καὶ κληρονόμοι τῆς τῶν οὐρανῶν βασιλείας; καὶ τοι πῶς τοῦτο οὐκ ἐναργές; οὐκοῦν, ἣ τὸ Πνεῦμα δώσομεν ἀεὶ μορφούμενον, καὶ ὡς ἐν ἑκάστῳ τῶν ὀνομασμένων, ἵνα τιμήσῃ τὸν Υἱὸν, ἤγουν ἔσται μοι λοιπὸν ἀληθὴς ὁ λόγος, ὡς ὀλίγα τοῦ πρέποντος καταφωρᾶται πεφροντικός· ἐφῆκε γὰρ τῶν ἀρχαιοτέρων τισὶν εἰς τύπον καὶ ὁμοίωσιν πλάττεσθαι τοῦ Υἱοῦ. ἄπαγε τῆς τῶν λογισμῶν ἀτοπίας.

Οὐκοῦν ἄνθρωπος ὁ Μελχισεδὲκ, καὶ οὐχὶ τὸ Πνεῦμα τὸ Ἅγιον. ὅτι δὲ οὐδ’ ἃν εἶναι νοοῖτο δύναμις ἁγία καὶ λειτουργικὴ, καθὰ φρονεῖν ἔδοξε τισὶ, φέρε δὴ λέγωμεν τὰ ἐξ εἰκότων συλλέγοντες

531
λογισμῶν εἰς τὴν τῆς ἀληθείας ἀπόδειξιν. ἐκείνοις μὲν γὰρ, τοῖός δέ τις καὶ σοφὸς, καθάπερ οἴονται κατὰ σφᾶς αὐτοὺς, συνετέθη τε λόγος. ἐπειδὴ γάρ φασι, γέγραπται περὶ τοῦ Μελχισεδὲκ, “ὡς “ἀπάτωρ τε ἦν καὶ ἀμήτωρ καὶ ἀγενεαλόγητος, εὐλόγηκε δὲ καὶ “τοι τοσοῦτον ὄντα τὸν Ἁβραὰμ, εὐλογεῖται δὲ τὸ ἔλαττον ὑπὸ “τοῦ κρείττονος ἁπάσης ἀντιλογίας δίχα,” μὴ νοείσθω καθ’ ἡμᾶς, ἀλλ’ ἔστω τὴν φύσιν Ἄγγελος. ἣ γοῦν τῶν ἄνω δυνάμεων καὶ λειτουργῶν μία τίς σεπτὴ καὶ δεδοξασμένη. ἐγὼ δὲ τεθαύμακα λίαν εἰ τρόπος αὐτοὺς εὐλαβείας τῆς εἰς τὸν θεσπέσιον Ἁβραὰμ τῆς τοῦ χρησίμου καὶ πρέποντος ἀπεκόμησε θήρας, καὶ τῶν ἀναγκαίων εἰς ἀληθείας εὕρεσιν ἀπεβουκόλησε λογισμῶν. εἰς ὁμοίωσιν γὰρ δὴ καὶ τύπον τοῦ Ἐμμανουὴλ παραδεικνύντες τὸν Μελχισεδὲκ, οὐκ εἰς τὴν τῶν πραγμάτων ποιότητα βλέπουσιν, ἣ τὸν τῆς ἱερωσύνης δοκιμάζουσι τρόπον, βασανίζουσι δὲ μᾶλλον τῶν εἰς τοῦτο παρενηνεγμένων τὰς φύσεις.

Τί γὰρ ἂν γένοιτο τὸ λυποῦν, φαίη τίς ἃν εἰκότως αὐτοῖς, εὐλογεῖσθαι τὸν Ἁβραὰμ ὡς ἐξ ἀνθρώπου τυχὸν τοῦ Μελχισεδὲκ, κάη εἰ μὴ νοοῖτο κρείττων ὢν αὐτοῦ; οὐ γὰρ ἡ φύσις ἐν τούτοις, ἀλλ’ ὁ τῶν δρομαίων δοκιμάζεται νοῦς, καὶ τῆς ἀληθείας οἱ λόγοι τῶν ἐν σκιαῖς αἰνιγμάτων ἀμείνους προαναφαίνονται. ὅτι γάρ ἐστι τῶν λίαν ἀτοπωτάτων, οὐχὶ τὰ ἐκ τῶν σημαινομένων ἀντιπαρεξάγειν τοῖς ὡς ἐν σκιαῖς, ἐπ’ αὐτὰς δὲ μᾶλλον ἰέναι τὰς φύσεις τῶν εἰς μέσον ἐνηνεγμένων, εἴσῃ τοι κἀντεῦθεν. ἀπόλεκτος ἦν Ἀαρὼν προεστηκὼς καὶ ἡγούμενος τῆς ἁγίας σκηνῆς, κατεχρίετό τε τὸ ἄκρον τοῦ ὠτὸς τοῦ δεξιοῦ, καὶ μὴν καὶ χειρὸς καὶ ποδός. ἐτελειοῦτο δὲ οὕτω πρὸς ἱερουργίαν. ἀλλ’ ὦ βέλτιστοι, φαίην ἄη αὐτοῖς, εἰ ταῖς φύσεσι τῶν ἁγιαζόντων καὶ ἁγιαζομένων προσκεῖσθαι καλὸν, καὶ οὐχὶ δὴ μᾶλλον ὡς ἐκ τύπου καὶ σκιᾶς ἐπ’ αὐτὸ τῆς ἀληθείας ἰέναι τὸ κάλλος, πῶς ἔτι λοιπὸν τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται; εἴπερ ἐστιν ἐν ἀμείνοσιν ἡ ἀνθρώπου φύσις δαμάλεος καὶ κριοῦ.

Μῆ τοίνυν ἐρυθριάτωσαν, κἂν εἰ πολὺ κρείττων ὑπάρχων ὁ Ἁβραὰμ τοῦ Μελχισεδὲκ, εὐλογεῖσθαι λέγοιτο παρ’ αὐτοῦ. ὁ γὰρ τύπος ἦν ὁ νικῶν καὶ οὐχὶ δὴ πάντως ἡ τοῦ εὐλογοῦντος φύσις. θαυμάζω δὲ ὅτι καὶ εἰς ὁμοίωσιν καὶ τύπον διαμορφοῦντες αὐτὸν

532
τοῦ Υἱοῦ, ἀμήτορά τε εἶναι καὶ ἀπάτορα φασὶν, ὡς Ἄγγελον. καὶ τοι τρόπον τινὰ καὶ ἀμφιθαλοῦς ὄντος Χριστοῦ· γέγονε γὰρ αὐτῷ μήτηρ μὲν ἐπὶ γῆς, ἡ ἁγία παρθένος, ἦν δὲ καὶ ἔστιν ἐν οὐρανῷ Πατὴρ ὁ Θεός. δεῖν δὲ οἶμαι τὰς εἰκόνας γράφεσθαι πρὸς τὰ ἀρχέτυπα. ἐπειδὴ δὲ μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχειν τὸν Μελχισεδὲκ, ὁ θεσπέσιος ἔφη Παῦλος, ταύτῃ τοι καὶ δύναμιν λογικὴν, καὶ ἱερουργὸν ὑπάρχειν διατείνονταί τε καὶ λέγουσιν· οὐκ ἐννοοῦντες ὅτι παρατρέχει τι τῶν ἀναγκαίων αὐτοὺς, οὐδὲ γὰρ τῶν τελούντων ἐν γενητοῖς ἄναρχον ἔσται κατὰ τὸν χρόνον. ἀλλ’ εἰ τι περ ὅλως παρῆκται πρὸς ὕπαρξιν, τοῦτο καὶ ἀρχὴν ἔχει ζωῆς καὶ ἡμερῶν.

τίς οὖν ἄρα τῷ μακαρίῳ Παύλῳ γέγονεν ὁ τοῦ λόγου σκοπός; ἣ πῶς εἰς τύπον καὶ ὁμοίωσιν τοῦ Χριστοῦ παρέδειξε τὸν Μελχισεδέκ; τῶν ἐξ εἰκαιότητος οὖν ἐννοιῶν τὸν νοῦν ἀποστήσαντες, φέρε δὴ διασκεψώμεθα, καὶ ὡς ἔνι λέγωμεν· νομομαθὴς ὣν ἄγαν ὁ θεῖος Ἀπόστολος οὐκ ἐξ ἁπλῶν ἐννοιῶν τὸν πρὸς Ἰουδαίους ποιεῖται λόγον, ἀλλ’ ἐκ γραμμάτων Μωσαϊκῶν, οἷς ἦν εἰκὸς καὶ οὐχ ἑκόντας παραχωρεῖν τοὺς τῇ ἀληθείᾳ πολεμεῖν ἐγνωκότας. δέχεται δὲ τὸν Μελχισεδὲκ εἰς ὁμοίωσιν καὶ ὑποτύπωσιν ἱν τοῦ Χριστοῦ. διά τοι τὸ λέγεσθαι βασιλείαν δικαιοσύνης καὶ εἰρήνης· πρέποι γὰρ ἃν οἶμαι ταὐτὴ δὴ μόνῳ κατὰ λόγον τὸν μυστικὸν τῷ Ἐμμανουήλ. δικαιοσύνης γὰρ καὶ εἰρήνης πρύτανις ἀνεδείχθη τοῖς ἐπὶ τῆς γῆς, καὶ δεδικαιώμεθα μὲν ἐν αὐτῷ, τὸ τῆς ἁμαρτίας ἄχθος ἀποπεμψάμενοι, ἐσχήκαμεν δὲ καὶ εἰρήνην τὴν πρὸς τὸν Πατέρα καὶ Θεὸν, τὴν μεσολαβοῦσαν καὶ διιστᾶσαν ἡμᾶς τῶν τρόπων ἀκαθαρσίαν ἀπονιψάμενοι, ἑνούμενοί τε ὡσπερ αὐτῷ διὰ Πνεύματος· “ ὁ γὰρ κολλώμενος τῷ Κυρίῳ,” φησὶν, “ἓν Πνεῦμα “ἐστίν.” ἔστι τοίνυν κατά γε τὴν Ἑλλάδα φωνὴν μελχὶ μὲν ὁ βασιλεὺς, σεδὲκ δὲ δικαιοσύνη. καὶ ἴδοι τις ἃν τὸν Μελχισεδὲκ ὡς ἐν ἰδίᾳ κλήσει πεπλουτηκότα, κατά γε τὴν ἐκ τῶν σημαινομένων δύναμιν, τὸ βασιλεὺς δικαιοσύνης, ἐν δὲ τῷ καὶ βασιλεὺς εἰρῆσθαι Σαλὴμ βασιλεὺς εἰρήνης. ἥρμοσε δὴ οὖν ὁ θεσπέσιος Παῦλος ὡς ἐξ ὁμοιώσεως ἤδη σαφοῦς τε καὶ ἐμφανοῦς τοῦ Μελχισεδὲκ τὰ τοιάδε Χριστῷ· δέχεται δὲ τῆς ὑπὲρ νόμον ἱερωσύνης σύμβολον, τὸ εὐλογῆσαι τὸν Ἁβραὰμ, οἶνόν τε καὶ ἄρτους αὐτῷ παρασχεῖν.

533

Εὐλογούμεθα γὰρ οὐχ ἑτέρως παρὰ Χριστοῦ τοῦ μεγάλου καὶ ἀληθινοῦ καὶ ἀληθῶς ἱερέως. εὐλογούμεθα δὲ κατὰ τὸν θεσπέσιον Ἁβραὰμ εὐσθενέστατα καταγωνισάμενοι τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου, καὶ τῆς τῶν πολέμων χειρὸς ἀμείνους ἀναδεικνύμενοι, καὶ μηδενὸς τῶν ἐν κόσμῳ δεδεημένοι· πλοῦτον δὲ μᾶλλον νοητὸν ἡγούμενοι τὰ παρὰ Θεοῦ, καὶ τὴν εὐκλεᾶ καὶ ἀμάραντον τῶν ἄνωθεν χαρισμάτων διανομήν. ἐννόει γὰρ ὅτι νενικηκότα τὸν Ἁβραὰμ καὶ ὑποστρέφοντα μὲν ἐκ τῆς κοπῆς τῶν βασιλέων, οὐκ ἀξιώσαντα δέ τι παρὰ τοῦ Σοδόμων ἄρχοντος εἰς δίαν κτῆσιν ἑλεῖν, εὐλόγησεν ὁ Μελχισεδέκ. δέκ’. ὁ μὲν γὰρ Σοδομιτῶν ἡγούμενος ὡς νενικηκότι τῷ Ἁβραὰμ ἔφασκε, “δός μοι τοὺς ἄνδρας, τὴν “δὲ ἵππον λάβε σεαυτῷ.” ὁ δὲ μηδενὸς τῶν ἐκείνου μεταποιεῖσθαι διεγνωκὼς, “ἐκτενῶ,” φησὶ, “τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν “ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως “σφαιροτέρον ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν.” ἵνα μὴ εἴπῃς ὅτι ἐγὼ ἐπλούτησα τὸν Ἁβραάμ· χαίρειν γὰρ ἁγίοις ἔθος οὐκ ἐπὶ πλούτῳ κοσμικῷ. κεκρατηκότες τοίνυν ὁρατῶν τε καὶ ἀοράτων ἐχθρῶν, καὶ οὐδὲν ἀπὸ κόσμου δεχόμενοι, τιμῶντες δὲ μᾶλλον τὸν ἄνωθεν πλοῦτον, εὐλογούμεθα διὰ Χριστοῦ τοῦ τῆς εἰρήνης βασιλέως· εὐλογούμεθα δὲ ξένιον ὥσπερ οὖν οὐ καὶ ζωῆς ἐφόδιον τῆς εἰς αἰῶνα δεχόμενοι τὰ μυστικά. σεσιγήσθω γὰρ τέως εἰ δοκεῖ, εὐλογούμεθα δὲ παρὰ Χριστοῦ καὶ πρεσβείας ταῖς ὑπὲρ ἡμῶν πρὸς τὸν Πατέρα. ὁ μὲν γὰρ Μελχισεδὲκ εὐλόγει τὸν Ἁβραὰμ οὕτω λέγων, “εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος ὃς ἔδωκε τοὺς “ἐχθρούς σου ὑποχειρίους σου.” ὁ δὲ Κύριος τὸ πάντων ἡμῶν ἱλαστήριον, “Πάτερ Ἅγιε,” φησὶν, “τήρησον αὐτοὺς ἐν τῇ ἀλη- “θεία σου.”

Οὐκοῦν καὶ ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας ἁρπάζει τὸ χρήσιμον εἰς ὑποτύπωσιν τοῦ Χριστοῦ ὁ Ἀπόστολος, καὶ αὐτὸν δὲ τῆς ἱερωσύνης τὸν τρόπον εἰς παράδειγμα τοῦ πράγματος ἐποιεῖτο σαφῆ. ἄρτους γὰρ καὶ οἶνον ἐκόμιζεν ὁ Μελχισεδέκ. ὅτι δὲ ἀπάτωρ ἣ ἀμήτωρ ἦν, ἤγουν ἀγενεαλόγητος, ἣ ἀρχὴν ἡμερῶν ἠ’ τέλος ζωῆς οὐκ εἶχεν ὁ Μελχισεδὲκ, οὐδαμοῦ διαμεμήνυκε τὸ γράμμα τὸ ἱερόν. πεφενάκικεν οὑν ἄρα, φαίη τί; ἃν ἴσως, ὁ θεσπέσιος Παῦλος· οὐ τοῦτο φαμὲν, μὴ γένοιτο· λαλεῖ γὰρ ἀλήθειαν, δέχε-

534
τᾶι δὲ μᾶλλον ὁ μυσταγωγὸς, τεχνίτης ὣν ἄγαν, εἰς τύπον τῆς δόξης τοῦ Ἐμμανουὴλ καὶ τὴν ἐπὶ τούτοις αὐτοῖς οἰκονομικὴν ἀφήγησιν. ὅτι γὰρ μόνον ἦν ἱερεὺς ὁ Μελχισεδὲκ ἡ θεόπνευστος ἡμῖν ὑπέφηνε γραφὴ, γένος οὐκ ὀνομάσασα ἣ τίνος ἐξέφυ πατρὸς ἣ μητρὸς, ἀλλ’ οὐδὲ εἰς πόσον ἐτῶν κατέληξεν ἀριθμὸν, ἣ ποίας ἔχων εὑρίσκεται τῆς ἱερωσύνης τὰς διαδοχὰς, προσθεῖσαν εὑρισκομεν. ὑποπλάττεται τοίνυν ἡ τῶν τοιούτων ἡμῖν ἀφήγησις οἱονεὶ πὼς τὸ διηνεκὲς καὶ ἄναρχον τοῦ Χριστοῦ, καθ’ ὃ νοεῖται Θεός. ἄναρχον δέ φημι τὸ ὡς ἐν ποσότητι δηλονότι κατὰ χρόνον. αὐτὸς γάρ ἐστιν τῶν αἰώνων ποιητής. ὑπεμφαίνει δὲ πρὸς τοῦτο καὶ τὸ ἀκατάληκτον τῆς ἱερωσύνης. διὰ τοῦτο φησὶ Παῦλος περὶ τοῦ Μελχισεδὲκ, ὅτι μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχει, ἀφομοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει εἰς τὸ διηνεκὲς ἱερεύς.

Ἔοικε δὲ καὶ ἕτερόν τι σοφὸν βεβουλεῦσθαι πάλιν· καὶ τί δὴ τοῦτό ἐστιν, ὡς ἃν οἷός τε ὦ, διειπεῖν πειράσομαι. ἀντέπραττον Ἰουδαῖοι τοῖς περὶ Χριστοῦ κηρύγμασι, καὶ τῶν ἀποστολικῶν διδαγμάτων μονονουχὶ καταμειδιᾶν ἀπετόλμων. δύο ταῦτα προτείνοντες, ἓν μὲν ὡς εἴη τῶν ἀμηχάνων τὴν τοῖς πατράσι διωρισμένην διὰ Μώσεως ἀπρακτεῖν ἐντολὴν, καὶ ἀθετεῖσθαι τὸν νόμον, πολιτείας ἑτέρας τῆς οὐδενὶ τῶν πάλαι διεγνωσμένης ἀδοκήτως εἰσκρινομένης. ἕτερον δὲ αὖ, μὴ γὰρ δὴ χρῆναι διισχυρίζοντο τῆς ἱερωσύνης τὴν δόξαν, ἔξω τῆς ἀπολέκτου φέρεσθαι φυλῆς, τουτέστι τῆς τοῦ Λευὶ, ἄνω τε καὶ κάτω τῆς ἱερᾶς λειτουργίας ἀποσοβοῦντος Θεοῦ τοὺς οὐκ ὄντας αὐτῆς, καὶ δίκην εὐθὺς τῶ τοιώδε τολμήματι καθορίζοντος τὴν ἐσχάτην. ἀγωνίζεται τοίνυν νομομαθὴς ὣν ὁ Παῦλος, καὶ πειρᾶται πληροφορεῖν ἀπό τε τοῦ εἰκότος, καὶ μέντοι καὶ ἐξ αὐτῆς τῆς θεοπνεύστου γραφῆς, ὅτι καὶ νόμου καινότης καὶ ἱερωσύνης αὐτῆς προανεφωνεῖτο μετάθεσις, καὶ προανέλαμψεν ἐν τύποις ἡ ἑκατέρου δήλωσις. δέχεται οὖν οὐκ ἐκ φυλῆς ὄντος τῆς Λευιτικῆς τὸν Μελχισεδὲκ, εἶτα δείκνυσιν ἱερέα μὲν ὄντα τοῦ ὑψίστου Θεοῦ, προσάγοντα δὲ ἄρτους καὶ οἶνον, καὶ εὐλογοῦντα τὸν Ἁβραὰμ, ἀλλ’ οὐκ ἐν τῇ φύσει τὴν ὑπερβολὴν τῷ Μελχισεδὲκ, ἀλλ’ ἔνγε τοῖς τρόποις τῆς ἱερωσύνης ἐνεῖναι φαμέν· οὐκ ἀνανεύοντος δὲ τοῦ προπάτορος Ἁβραὰμ, ἀπονέμοντος

535
δὲ ὥσπερ τὸ προὔχειν αὐτῷ δι’ ὧν ἔγνω τιμὴν, καὶ αὐταῖς ταῖς τῶν δεκτῶν προσαγωγαῖς. ἀποδεκατοῦσι μὲν γὰρ οἱ ἐξ αἵματος Λευὶ τὸν λαὸν, καὶ περ ὄντας ἀδελφούς. ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, τουτέστιν ὁ Μελχισεδὲκ, οὐ γὰρ ἦν ἐκ φυλῆς Λευὶ, δεδεκάτωκε τὸν Ἁβραὰμ, καὶ εὐλόγηκε. καὶ ὁ μὲν τύπος τούτοις· Χριστὸς δὲ δὴ αὖ ὁ ὡς ἐν σκιαῖς γραφόμενος, ἀγενεαλόγητος ὣν τοῖς κατὰ νόμον ἱερᾶσθαι τεταγμένοις· ἀνατέταλκε γὰρ ἐκ τῆς Ἰούδα φυλῆς, εἰς ἣν οὐδὲ περὶ ἱερέων Μώσης ἐλάλησε, δεδεκάτωκε τοὺς υἱοὺς Λευὶ, τουτέστι τὴν κατὰ νόμον ἱερωσύνην, δεδεκάτωκε δὲ, πάλαι μὲν ἐν Μελχισεδὲκ, ὕστερον δὲ καὶ ἐκ Ἀαρών. ἀπεδεκάτου γὰρ καὶ αὐτὸς τοὺς υἱοὺς Λευῒ, τύπον ἐπέχων τῆς ἱερωσύνης Χριστοῦ.

Ἀποδέδεικται τοίνυν ἐν μὲν τῷ Μελχισεδὲκ ὅτι μεταστήσεταί ποτε τῆς ἱερωσύνης τὸ χρῖσμα τῆς κατὰ νόμον ἱερατευούσης φυλῆς· καὶ μὴν ὅτι καὶ ἕτερος ἱερουργίας ἀναλάμψει τρόπος τε καὶ νόμος. ἦν γάρ πὼς ἀνάγκη συμμεθίστασθαι τῆς ἱερουργίας καὶ αὐτὸν τὸν νόμον. κατεψηφίζετο γὰρ ὁ Παῦλος τὸ μηδὲν δύνασθαι τελειοῦν τῆς κατὰ νόμον ἱερωσύνης, χρησιμωτάτην ἀποδεικνὺς τῆς κρείττονος ἐντολῆς τὴν ἐπιφοράν. εἰ γὰρ ἦν ἐν ἐκείνῃ τὸ ἀναγκαῖον, τί μὴ μᾶλλον, φησὶ, κατὰ τὴν τάξιν Ἀαρὼν ἱερεὺς ἕτερος ἐνεδείκνυτο, καὶ οὐ κατὰ τὴν τάξιν Μελχισεδέκ; ὃς ἦν ὁμοίωσις καὶ τύπος Χριστοῦ, ἥκιστα μὲν σαρκικῶς ἱερατεύοντος ἔτι, κατὰ δύναμιν δὲ μᾶλλον ἀκαταλύτου ζωῆς. τρέφει γὰρ ἡμᾶς εἰς ἀμήρυτον ζωὴν ταῖς μυστικαῖς ἱερουργίαις, καί τοι σαρκικῶς ἱερατεύοντος Ἀαρών· βουθυσίαι τε γὰρ δι’ αὐτοῦ, καὶ προβάτων ἤσαν σφαγαὶ, καὶ ἕτερα ἄττα πρὸς τούτοις οὐ τελειοῦντα κατὰ συνείδησιν τοὺς λατρεύοντας. ὅτε τοίνυν ἕτερος ἡμῖν εἰσκεκόμισται τρόπος ἱερουργίας, ἀποστὰς τῶν πρώτων καὶ ἀρχαιοτέρων ἐθῶν, ἕτερός που πάντως καὶ ἱερεὺς, καὶ εἰ καινὴν ἐπήγγελται διαθήκην Θεὸς, παλαιωθείσης τῆς πρώτης, ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερεὺς, ἐφ’ οὗ πρέποι ἃν καὶ τὸ εἰς αἰῶνα νοῆσαι, οὐδεὶς ἃν ἕτερος εἴη παρὰ τὸν Κύριον.

(??) c Οἱ μὲν οὑν Απόστολοι ὥσπερ σῖτον τὸν λόγον τῷ κόσμῳ κατέσπειραν. οἱ δὲ ἑτερόφρονες ζιζανίων δίκην ἀνακύψαντες ἐπέ- [*](c Fors. Κυρίλλου ἐν Ἑρμείᾳ.)

536
κείνα τοῦ σίτου πειρῶνται ὑπερεκτείνεσθαι, μυστικώτατα τῶν Ἀποστόλων ὡς οἴονται διδάσκειν ἐπιχειρήσαντες. τὸν γὰρ Μελχισεδὲκ φύσει Θεὸν ὄντα οὐκ ἐκήρυξαν ἐκεῖνοι, ὡς οὗτοι λέγουσιν. οὐ μὴν ἀλλὰ καὶ τοιαῦτα τινὰ συνεισφέρουσιν νοήματα, ὡς καὶ τὰς ὑπὲρ ἡμῶν γεγενημένας οἰκονομίας τοῦ Κυρίου εὐτελίζεσθαι δι’ αὐτῶν. εἰ γὰρ τὸν ἐκ παρασιωπήσεως γραφικῆς ἀπάτορα καὶ ἀμήτορα ὀνομασθέντα, θεοποιοῦσιν ἄνθρωπον, εὐτελίζουσιν ἄρα τὸν πατέρα ἔχοντα ἐν οὐρανοῖς, καὶ μητέρα ἐπὶ τῆς γῆς ἐσχηκότα δι’ ἡμᾶς Χριστὸν τὸν Θεόν· καὶ εἰ διὰ τὸ ἀγενεαλόγητον ἐκεῖνον λέγεσθαι μέγαν εἶναι ἡγοῦνται, γενεαλογούμενον τὸν Χριστὸν ἥττονα ἃν νομίσαιεν. ἡ δὲ τῆς τοιαύτης ἐννοίας προαγωγὴ τοὺς ἀφρονεστέρους αὐτῶν καὶ εἰς ἄρνησιν κατασύρειν ἔοικεν, ὅπερ πλείονα φέρει κατάκρισιν τῷ προηγησαμένῳ τῆς τοιαύτης ἐννοίας. ταῦτα δὲ πάσχουσιν ὡς οἶμαι διὰ τὸ παρατρέχειν αὐτοὺς τὰ συστατικὰ κεφάλαια τῆς θείας γραφῆς, καὶ τινας περικοπὰς πρὸς τὸν ἴδιον ἕλκειν σκοπόν· διὸ καὶ τὸν ἐπὶ Χριστοῦ ἑρμηνευόμενος χρηματισμὸν, τῷ χρηματισθέντι ἀνθρώπῳ ὡς Θεῷ ἀπονέμουσι, καὶ τὸν κατὰ τὴν τάξιν τῆς ἱερατείας ἀφωμοιωμένον τῷ Κυρίῳ ἄνθρωπον, λέγουσι φύσει υἱὸν Θεοῦ. φησὶ γὰρ, εἰ μὴ ἦν οὗτος υἱὸς Θεοῦ, πῶς βασιλεὺς εἰρήνης καὶ δικαιοσύνης ἐλέγετο; γνώτωσαν οὖν εἰ βούλονται, ὅτι ὁ Ἀπόστολος, οὐ λέγει αὐτὸν φύσει βασιλέα εἰρήνης, ἀλλ’ ἑρμηνευόμενον, ὅπερ αὐτοὶ παρατρέχουσι· καὶ διὰ τοῦτο τὴν τοῦ ὀνόματος ἑρμηνείαν, φύσιν εἰναι τοῦ χρηματισθέντος ἔδοξαν. πάλιν φασὶν, εἰ μὴ ἦν Θεὸς, πῶς ἀπάτωρ καὶ ἀμήτωρ; ἐν τούτῳ δὲ ὡς ἔοικεν, οὐκέτι Υἱὸν λέγουσι τὸν Μελχισεδὲκ, ἀλλὰ καὶ Πατέρα· καὶ τοι φασὶν ἡμεῖς οὐ λέγομεν αὐτὸν Πατέρα, ἀλλὰ τὸν Θεὸν Λόγον πρὸ τοῦ σαρκωθῆναι, καὶ ἐκ Μάριας γεννηθῆναι. καὶ πῶς ἀπάτωρ ὁ Θεὸς Λόγος, ὦ ματαιόφρονες; μάθετε ὅτι ὁ μακάριος Παῦλος πάντα ἐκεῖνα ἐπὶ τὸν σαρκωθέντα εἰρῆσθαι λέγει· φησὶ γὰρ, ὅτι ἐφ’ ὃν ταῦτα λέγεται φυλῆς ἑτέρας μετέσχηκε. πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος. ἀλλ’ εἰπὲ φησί· πῶς ἐξ Ἱούδα ἀνατείλας ὁ Χριστὸς, ἀπάτωρ ἐστὶ καὶ ἀμήτωρ κατὰ τὴν τάξιν Μελχισεδέκ; οὐκ εἰδότες ὃ λέγουσιν. οὐ γὰρ περὶ ἀπάτορος ἔθετο τὴν τάξιν ὁ Παῦλος, ἀλλὰ περὶ μόνης τῆς ἱερωσύνης. διὰ τοῦτο οὐδὲ λέγει, σὺ ἀπάτωρ, ἀμήτωρ κατὰ τὴν τάξιν Μελχισεδὲκ, τουτέστι κατὰ τὴν ὁμοίωσιν, καὶ οὐ κατὰ
537
τὸν νόμον. ἡ μὲν γὰρ φυλὴ τοῦ Λευὶ κατὰ νόμον ἱερατεύειν ἐτέτακτο, ὁ δὲ Μελχισεδὲκ οὐ κατὰ νόμον, ἀλλὰ κατὰ τάξιν προφητείας προδεικνύοντα g περὶ Χριστοῦ. διὰ τοῦτο φησὶ, “σὺ ἱερεὺς εἰς τὸν αἰῶνα,” οὐ κατὰ τὴν τάξιν Λευὶ ἣ Ἀαρὼν, τῆς αὐτῆς φυλῆς ὄντος, ἀλλὰ κατὰ Μελχισεδὲκ, τοῦ χωρὶς νόμου ἱερατεύσαντος.

Ἀλλὰ πάλιν ἐκεῖνοι πρὸς ἡμᾶς· εἰ ὁ Μελχισεδὲκ ἄνθρωπός ἐστι, πῶς μένει εἰς τὸ διηνεκὲς ἱερεύς; καὶ τοῦτο δὲ ἐκ περικοπῆς ἐρωτῶσι, τὰ πλείονα τοῦ κεφαλαίου παρατρέχοντες· λέγει γὰρ, “ἀφωμοιωμένος τῷΥἱῷ τοῦΘεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.” ἀφομοίωσις δὲ καὶ ὑπόστασις ταὐτὸν οὐκ ἔστι· τὸ μὲν γὰρ τύπος, τὸ δὲ ἀλήθεια τυγχάνει. ὥσπερ οὖν ἀφωμοίωται τῷ Χριστῷ Ιωνᾶς, καὶ μένει προφήτης κατὰ τὴν τριήμερον ταφὴν, καὶ ὥσπερ ἀφωμοίωται αὐτῷ Μωϋσῆς κατὰ τὴν τοῦ λαοῦ ἀφήγησιν, καὶ μένει ἡγούμενος εἰς τὸ διηνεκὲς, οὕτως ἀφωμοίωται αὐτῷ καἰ ὁ Μελχισεδὲκ κατὰ τὴν τῶν ἐθνῶν ἱερωσύνη,, καὶ μένει ἱερεὺς εἰς τὸ διηνεκές. διὸ καὶ λέγει· “σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν “τάξιν Μελχισεδέκ.” καὶ πάλιν δεδόσθαι φασὶν, ὅτι ἄνθρωπος ἐστὶν ὁ Μελχισεδὲκ ἀφωμοιωμένος τῷ Χριστῷ· δεῖξον πῶς ἀπάτωρ, καὶ ἀμήτωρ ἐστὶ, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων. ἐν τούτοις οὖν δεῖξον τὴν ἀφομοίωσιν, ἵνα γνῶμεν ὅτι ἄνθρωπος ὁ Μελχισεδὲκ καὶ οὐκ αὐτὸς ὁ Χριστός. οὕτως ἐρωτῶντες, οὐχ ἡμῖν ἀλλὰ τὰ θεῖα γραφῇ παρατάσσονται· ἤρκει γὰρ αὐτοῖς πιστεῦσαι τῷ Ἀποστόλῳ ἀφωμοιωμένον αὐτὸν εἰρηκότι τῷ Υἱῷ τοῦ Θεοῦ, καὶ οὐχὶ Υἱὸν τοῦ Θεοῦ. νῦν δὲ λέγοντες, δεῖξον τὴν ἐπὶ τῶν ὀνομάτων ἀφομοίωσιν ἵνα πιστεύσωμεν, ἐοίκασιν ἀπιστεῖν τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις, ὡς εἴγε καὶ ἡμεῖς ἀπορήσαιμεν τῆς τοιαύτης ἀποδείξεως, ἐκεῖνοι τῆς πίστεως ἀποστήσονται, ὡς καὶ ἀπέστησαν. ἐπειδὴ οὖν πολλά ἐστιν εὑρεῖν ἐν τῇ γραφῇ ὀνόματα ὧν ἡ ἀπόδειξις παρὰ τῷ πλήθει δυσεύρετος, παρὰ τοῦτο ἄρα ἡ ἐκκλησία τῆς παραδοθείσης αὐτῇ πίστεως ἀποστήσεται, καὶ ἰδίαις ἀπονοίαις πιστεύσει; μὴ γένοιτο. πλὴν οὐ διὰ τοῦτο σιωπήσομεν ἀκρίτως, ἀλλὰ κατὰ δύναμιν ἀποδείξομεν τὴν ἐν τοῖς προειρημένοις ἀφομοίωσιν. ἀπάτορα καὶ ἀμήτορα τὸν Μελχισεδὲκ λέγει ὁ Ἀπόστολος, κατὰ τὸ ἑπόμενον ῥητὸν, ὅτι ἀγενεαλόγητος φησίν. [*](g Leg. προδεικνύων τὰ π.)

538
ἐπειδὴ γὰρ ἐν τῇ γενεαλογίᾳ οὐκ ἐμφέρεται τίνος πατρὸς ἣ ποίας μητρὸς, ἣ πότε ἐγεννήθη, ἣ πότε ἀπέθανε, διὰ τοῦτο μήτε ἀρχὴν ἡμερῶν ἔχειν μήτε ζωῆς τέλος λέγεται. οὐ γὰρ ἠδύνατο γενεαλογηθῆναι ἐκ τῶν παραληφθέντων καταγόμενος ἐθνῶν, καθὼς ἡ γραφὴ ἐκ τῆς κατοικεσίας αὐτὸν φανεροποιεῖ· ἐν τούτῳ δὲ ἀφωμοίωται τῷ Υἱῷ τοῦ Θεοῦ, ἐπειδὴ ὁ Κύριος ἐπὶ γῆς οὐκ ἔσχε πατέρα, οὐδ’ ἐν οὐρανῷ μητέρα.

Ἐπειδὴ δὲ εἰρήκαμεν ὅτι κατ’ οἰκονομίαν οὐκ ἐμφέρεται ἐν τῇ θείᾳ γραφῇ πότε ἐγεννήθη ὁ Μελχισεδὲκ, ἣ πότε ἀπέθανε, καὶ διὰ τοῦτο λέγει μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχειν, ζητοῦσι καὶ ἐν τούτῳ τῷ λόγῳ τὴν ἀφομοίωσιν· λέγοντες, ἔφης περὶ τοῦ Μελχισεδὲκ, εἰπὲ καὶ περὶ τοῦ Χριστοῦ, πῶς οὔτε ἀρχὴν ἡμερῶν οὔτε ζωῆς τέλος ἔχει, ἵνα γνῶμεν καὶ ἐν τούτῳ τὴν ἀφομοίωσιν. οἴδαμεν γὰρ ὅτι γεννηθεὶς ἐκ Μάριας, καὶ ἀρχὴν ἔσχεν αὐτὸ τοῦτο γεννηθῆναι, ἀλλὰ καὶ ἀπέθανε, καὶ ἀνέστη κατὰ τὰς γραφάς. ἡμεῖς δὲ πρὸς ταῦτα· πιστεύετε τὸ εὐαγγέλιον, ὅτι “ὁ Λόγος “σὰρξ ἐγένετο,” οὐ τραπεὶς εἰς ἄνθρωπον, ἀλλ’ ἄνθρωπον εἰς ἑαυτὸν προσλαβόμενος. εἰ οὖν πιστεύετε, γνῶτε ὅτι ἄνθρωπος ψιλὸς οὐκ ἔστιν, ἢ νοεῖται ὁ Χριστὸς, καθότι μονομερῶς οὐχ ὑπέστη, ἀλλ’ εὐθὺς ἡνωμένως ἐγεννήθη, δηλονότι τοῦ Θεοῦ Λόγος πρότερον θεοπρεπῶς ἐνεργήσατο κατὰ τὸ γεγραμμένον, “Πνεῦμα “Ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι, “διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ,” ὅθεν νοοῦμεν ὅτι ὁ Χριστὸς οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωῆς τέλος ἔχει. εἰ γὰρ ὁ ἄναρχος Λόγος τῆς ἐνανθρωπήσεως γέγονεν ἀρχὴ, σαφὲς ὅτι ὁ Χριστὸς ἄναρχος διὰ τὴν ἐκ μήτρας ἕνωσιν. οὕτως οὖν ὁ Μελχισεδὲκ καὶ ἐν τούτῳ ἀφωμοίωται αὐτῷ. οἰκονομικῶς παρασιωπηθείσης τῆς γεννήσεως αὐτοῦ καὶ τῆς τελευτῆς, ἵνα προδηλώσῃ τὰ Χριστοῦ μυστήρια. πάλιν φασίν· ὁ Κύριος τὸ ἡμέτερον ἀνέλαβε σῶμα, ἢ οὔ; ναὶ τὸ ἡμέτερον, ἀλλ’ οὐ διηρημένως αὐτὸ ἀνέλαβεν. οὐ γὰρ προυπέστησεν αὐτὸ καὶ τότε ἡνώθη, ἀλλὰ ἀδιαίρετον ἐκ μήτρας ἐποιήσατο τὴν ἕνωσιν. εὐθὺς δὲ ἐπάγουσι, διὰ τοῦτο οὖν ψηφίζεται αὐτοῦ τὰ ἔτη. ἔτη φημὶ ψηφίζονται οὐ φύσεως θεικῆς μονομερῶς, ἀλλὰ γεννήσεως τῆς κατὰ σάρκα οἰκονομικῶς. οὐκ εἶπε γὰρ ἡ γραφὴ ὅτι ἐγεννήθη ψιλὸς ἄνθρωπος ὁ Θεὸς Λόγος

539
ὡς ὑμεῖς λέγετε, ἀλλὰ Χριστὸς, ὅς ἐστιν ἅμα Θεὸς καὶ ἄνθρωπος, ἀμερίστως καὶ ἀδιαιρέτως Υἱὸς Θεοῦ. γεννήσεως οὖν τῆς οἰκονομικῆς ἔσχεν ἀρχὴν, φύσεως δὲ θείας ἀρχὴν οὐκ ἔχει διὰ τὴν ἐκ μήτρας ἕνωσιν. τίνι γὰρ εἰπέ μοι ἐπιθήσεις ἀρχὴν, σώματι ψιλῷ; ἀλλὰ ψιλὸν οὐδέποτε ὑπῆρξε τὸ κυριακὸν σῶμα, ἀλλὰ τῷ γεννηθέντι Χριστῷ διὰ τὴν σάρκα ἀρχὴν ἐπιθήσεις. Ἰδοὺ αὐτὸς ὁ Λόγος σεσαρκωμένος. οὔτε οὖν μερισμὸν οὔτε ἀρχὴν ἐπιθεῖναι δύνασαι τῷ Χριστῷ. δεδόσθω φασὶν ὅτι ὁ Χριστὸς οὐκ ἔχει ἀρχὴν, διὰ τὴν ἕνωσιν· μὴ καὶ ἕνωσις ἀρχὴν οὐκ ἔχει; καὶ ἔχει καὶ οὐκ ἔχει. διότι αὐτὸς ὁ ἄναρχος τῆς ἑνώσεως γέγονεν ἀρχὴ, καὶ διὰ τοῦτο εἶπον, ἔχει καὶ οὐκ ἔχει. εὐσεβέστερον δὲ ἐστὶν εἰπεῖν ὅτι οὐκ ἔχει. ὅσα γὰρ ὑποστατικῶς ἥνωται, κἂν ἐκ δύο νοοῖτο, ὅμως τῇ τοῦ δυνατωτέρου φύσει συνενωθὲν, ἐκεῖνο καὶ νοεῖται καὶ ὀνομά- ζεται, καθάπερ ποταμὸς ἀπὸ βροχῆς συσταθεὶς, καὶ τῇ θαλάσσῃ συμμιγεὶς, οὐκέτι λέγεται ποταμὸς, ἀλλὰ θάλασσα, ἐκεῖθεν ἀρχὴν λαβὼν, καὶ ἐκεῖ καταλήξας. εἰ μὲν γὰρ ἡ σωματικὴ δύναμις ὡς ὑπερέχουσα ἐνήργησε τῷ Λόγῳ, καὶ οὕτως γέγονεν ἕνωσις, νοείσθω καὶ ἀρχὴν ἔχειν, κατὰ τὴν τοῦ σώματος φύσιν. εἰ δὲ ὁ Θεὸς Λόγος θεοπρεπῶς ἐνήργησε κατὰ τὸ εὐαγγέλιον, φανερὸν ὅτι πρὸς ἐκείνην τὴν φύσιν τὸ ἅγιον σῶμα ηὐγένισται, ὅτι “ἐν αὐτῷ εὐδό- “κησε κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς.” εἰ οὖν πᾶν τὸ πλήρωμα δηλονότι οὐδὲν ὑπολέλειπται τῆς θεότητος, ὃ οὐκ εἶχε τὸ ἅγιον σῶμα τοῦ Χριστοῦ, εἴτε ἀναρχότητα εἴποις, εἴτε θεότητα, εἴτε ἀθανασίαν, εἴτε παντοκρατορικὴν δύναμιν, εἴτε κράτος, εἴτε σοφίαν, πάντα ἔχει. διὰ τοῦτο φησὶν ὁ Παῦλος, “ὅτι “έσμὲν ἐν αὐτῷ πεπληρωμένοι. αὐτὸς γάρ ἐστι τὸ πλήρωμα τοῦ τὰ “ πάντα ἐν πᾶσι πληρουμένου.” οὕτω δὴ νοεῖται Χριστὸς, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων.

Πἀλιν λέγουσιν, εἰ ἄνθρωπος ἐστὶν ὁ Μελχισεδὲκ, πῶς μένει ἱερεὺς εἰς τὸ διηνεκές; τοῦτο δὲ ἡμεῖς κατὰ δύο τρόπους φαμὲν νοῆσαι, οὐ μόνον περὶ ἐκείνου, ἀλλὰ καὶ περὶ πάντων τῶν ἀγίων. πρῶτον μὲν ὅτι ἐμφέρεται ἐν τῇ γραφῇ εἰς τὸ διηνεκὲς, καὶ ὅτι μένουσι παρὰ τῷ Θεῷ διηνεκῶς. Ἡσαΐας ὁ προφήτης μένει προφήτης φήτης εἰς τὸ διηνεκὲς, καὶ πάντες μένουσι, παρά τε τῇ θείᾳ γραφῇ καὶ παρὰ τῷ Θεῷ. ὁμοίως καὶ οἱ Ἀπόστολοι μένουσιν εἰς

540
τὸ διηνεκές εἰ δὲ μὴ, ποίᾳ ἐλπίδι ὑπὲρ Χριστοῦ καθημέρον άπέθνησκον; καὶ πάντες δὲ οἱ ἱερατεύσαντες τῷ Χριστῷ μένουσιν εἰς τὸ διηνεκὲς, οὕτως καὶ ὁ ἅγιος Μελχισεδὲκ, ἱερατεύσας τῷ Θεῷ, μένει ἱερεὺς εἰς τὸ διηνεκὲς κατὰ τὸν λόγον τοῦ Κυρίου, λέγοντος “ὅτι ὅτι πάντες αὐτῷ ζῶσιν.” εἰς θεολογίαν δὲ λαμβάνουσι κατὰ τὸν λόγον τοῦτον, τὸν Μελχισεδὲκ, ὡς Θεῷ πρέπειν ἡγούμενοι αὐτῷ τὸ “θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην ἔδωκεν “Ἀβραᾶμ”, καὶ τί τοῦτο πρὸς θεότητος ἀξίαν; θέλεις ἰδεῖν μείζονα ταπεινότητα τοῦ Ἀβραὰμ, ὁπηνίκα τὸ σπήλαιον ἔλαβε πρὸς ταφὴν Σάῤῥας, τοῖς ἀποδομένοις προσεκύνησας; παρὰ τοῦτο οὖν κἀκείνους θεοποιήσωμεν; μὴ γένοιτο. εἶδες πόσον ἔχονται ἀφροσύνησ, ὅτι ἐν πηλικότητι τὸν Θεὸν Λόγον ὁρίζουσι, καὶ οἵα βραχύ. τητι. οὐ γὰρ εἶπε θεωρεῖτε πηλίκος οὗτος ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, καὶ πρὸς τὰς ἑκουσίως αὐτῶν κινήσεις. τὸ δὲ ἀπαντᾶν ἀπονείμας, νείμας, οὐ προσφάτως ἀλλ’ ἰδίῳ καιρῷ πρὸς φῶς ἀνακύπτειν ὁρισάμενος. οὐδὲ εἶπεν ὁ σταθμίσας ὑετῶν καὶ χιόνων ἐπιφορὰς, κρυμούς τε χειμερινοὺς, καὶ θερινοῦ καύσωνος βολὰς, ἵνα μὴ τὸν κόσμον ἀπολέσῃ, οὐδὲ εἶπεν ὁ ἐν οἰκτιρμοῖς δικαιοσύνης ἀποσώζων, καὶ ἁμαρτωλοὺς ἀνυποκρίτως ἐλεῆσαι δυνάμενος, ὁ πανταχοῦ ὣν ἀδιαιρέτως, καὶ ἐν Πατρὶ μένων ἀσυγχύτως, ὁ ἐν ἀσθενείᾳ δήσας τὸν ἰσχυρὸν, καὶ ἐν μωρίᾳ τοῦ φρονίμου ὄφεως τὰ σκεύη ἁρπάσας, ὁ ἐξαγαγὼν ἐκ θανάτου ζωὴν, καὶ τὰ ἄδηλα φανεροποιήσας· οὐδὲν τοιοῦτον εἶπεν ὁ Ἀπόστολος ἐπὶ τοῦ Μελχισεδὲκ, ἀλλὰ “θεωρεῖτε φησὶ, “πηλίκος οὗτος, ᾧ καὶ δεκάτην ἐμέρισεν Ἁβραάμ.”

Ἆρα εἰ ἢν Θεὸς, ὁ Παῦλος ἐν πηλικότητι τὴν ἀκατάληπτον δύναμιν περιώριζε, καὶ τοῦτο ἐν οὐδενὶ θαυμαστῷ, ἀλλ’ ἐν ταῖς δεκάταις τοῦ Ἁβραὰμ, ἃς καὶ οἱ κατὰ νόμον ἱερεῖς ὅταν οὖν ἀναγινώσκων εὕρῃς τι περὶ τοῦ Μελχισεδὲκ γεγραμμένον, μνήσθητι τοῦ εἰρημένου ὑπὸ τοῦ Ἀποστόλου, ὅτι ἐφ’ ὃν λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκε, καὶ οὐδέποτε πλανηθήσῃ. πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύρος. ἀκολούθησον τῇ πίστει Παύλου, καὶ μὴ τὰ προφητικῶς χρηματισθέντα πρόσνεμε τῷ χρηματίσαντι. μήδ’ αὖ πάλιν τὰ τυπικῶς γεγενημένα αὐτοῖς ἀπόνεμε τοῖς τύποις. ποίας φυλῆς μετέσχηκεν ὁ Μελχισεδὲκ ὅτι

541
αὐτῷ ἁρμόζειν ληίζῃ τὰ εἰρημένα ἣ γεγενημένα; οὕτω δὲ πλανώμενος, πάντως ἃν καὶ τὸν ἀμνὸν τὸν σφαγιασθέντα τυπικῶς, Θεὸν ἡγήσῃ, λέγων, εἰ μὴ ἦν Θεὸς, πῶς τὸν ὀλοθρευτὴν Ἄγγελον ἀπήλαυνε τὸ αἷμα αὐτοῦ ; τάχα δὲ καὶ τὸν χαλκοῦν ὄφιν θεοποιήσεις, ὅτι τοὺς δηχθέντας ὑπὸ τῶν ὄφεων ἐθεράπευεν. ἡμεῖς τὸ τοῦ Ἀποσόλου ἐροῦμεν, ἐφ’ ὃν ταῦτα λέγεται φυλῆς ἑτέρας μετέσχηκεν. ἕκαστον γὰρ αὐτῶν οὐ δι’ ἑαυτὸν ἐποίει τὴν δύναμιν, ἀλλὰ τὸν δι’ αὐτοῖς ἑρμηνευόμενον Ἰησοῦν Χριστόν. οὕτω καὶ ὁ Μελχισεδὲκ κἂν ἐχρημάτισε βασιλεὺς δικαιοσύνης, κἂν βασιλεὺς εἰρήνης, οὐ φύσει ἢν, ἀλλ’ ἑρμηνευόμενος κατὰ τὴν γραφήν.

Ἤθελον κἀγὼ πυθέσθαι τῶν φρεναπατῶν, τίνος ἕνεκα οἱ προφῆται ἣ οἱ Ἀπόστολοι Θεὸν αὐτὸν εἶναι οὐκ ἐκήρυξαν. εἰ μὲν γὰρ φόνῳ ἣ φόβῳ ἐφέροντο, οὐκ ἃν τὸν ἐκ Μάριας ἀφθόνως καὶ ἀφό- βως ἐφανέρωσαν. εἰ δὲ ἠγνόησαν, ἐκεῖνοι μὲν πη ὑμᾶς νήπιοι, ὑμεῖς δὲ παρ᾿ ἐκείνοις τελειότεροι, καθότι τὰ ἐκείνους λαθόντα ὑμῖν ἀπεκαλύφθη. ἀλλὰ τί φασιν οἱ λοιμοί; μὴ θαυμάσῃς εἰ ηγνοησαν οἱ Ἀπόστολοι τὸ μυστήριον τοῦτο, ὅπου γε καὶ τῷ Παύλῳ δυσεύρετον κατεφάνη, λέγοντι, “περὶ οὗ πολὺς ἡμῖν ὁ “λόγος, καὶ δυσερμήνευτος λέγειν.” ὣ τῆς ἀλαζονείας, δοκοῦντες εἰναι τοῦ Ἀποστόλου σοφώτεροι, οὔτε νοοῦσιν ἃ λέγουσιν, οὔτε περὶ τίνων διαβεβαιοῦνται. εἰ γὰρ ὅλως πιστεύουσιν, ὅτι πολὺς ὁ περὶ τοῦ Μελχισεδὲκ λόγος καὶ δυσερμήνευτος, εἰπάτωσαν ἐν ποίῳ μέρει ἐστὶ δυσερμήνευτος. πότερον, τῷ ἡμετέρῳ ἣ τῷ ἐκείνων. ἡμεῖς γὰρ λέγομεν ὅτι ἑρμηνεύεται ὁ Μελχισεδὲκ εἰς τὸν Κύριον, καὶ πολὺς ἡμῖν ἐστιν ὁ λόγος καὶ δυσερμήνευτος. ἐκεῖνοι δὲ φασὶν, ὅτι Θεὸς φύσει ἐστίν. εἰ δὲ φύσει Θεός ἐστι, πῶς δυσερ- μήνευτος; ὁ γὰρ Θεὴ φύσει καθολικῶς πιστεύεται ἀνερμήνευτος, οἱ δὲ τύποι ἑρμηνεύονται. διὰ τοῦτο ἴδωμεν τίνι μαρτυρεῖ ὁ ἅγιος Παῦλος εἰπὼν, “ περὶ οὗ πολὺς ἡμῖν ὁ λίͅγος καὶ δυσερμή- “κύτος, ἡμῖν ἣ ἐκείνοις; εἰ ἐκείνοις ὡς περὶ Θεοῦ τοῦ Μελχισεδὲκ εἰρηκὼς, ἑρμηνευσάτωσαν τὸν Θεὸν αὐτῶν, ὡς νοήσαντες αὐτὸν φύσει Θεόν. εἰ δὲ μήγε, ἡμεῖς ἐν Κυρίῳ κατὰ δύναμιν τὰ τοῦ Μελχισεδὲκ ὡς τυπικὰ ἑρμηνεύσωμεν, κατὰ τὴν ὑπόθεσιν τοῦ ἁγίου Παύλου, καὶ παυσάσθωσαν βλασφημοῦντες.

Πρῶτον μὲν γὰρ ἡ νῦν Ἱερουσαλὴμ Ἰεβουσῦ ἐκαλεῖτο. ὄθεν

542
γινώσκομεν ὅτι ἐκ τῶν καθαιρεθέντων ἑπτὰ ἐθνῶν ἦν ὁ Μελχισεδὲκ, Ιεβουσὼν γὰρ ἐτύγχανεν. ὕστερον δὲ μετὰ τὸ ἐκβληθῆναι τὰ ἔθνη, καὶ κατοικῆσαι τὸν λαὸν, ἀπεκλήρωσεν αὐτὴν ὁ Θεὸς τοῖς ἱερεῦσι τοῦ ἐκεῖ ἀναφέρεσθαι τὰς θυσίας ἐκ παντὸς τόπου τῶν Ἰουδαίων, ὅθεν καὶ μετὰ τὸ καταπαῦσαι ἀπὸ τῶν πολέμων, μετωνόμασαν τὴν πόλιν Σαλήμ, ὁ ἐστιν εἰρήνη· Ἱερουσαλὴμ δὲ εἰρήνης. τούτου χάριν ὁ Μελχισεδὲκ παρὰ τῷ Παύλῳ καὶ τῇ γραφῇ, βασιλεὺς εἰρήνης ἑρμηνεύεται. ἐν αὐτῇ γὰρ ἐβασίλευσε τὸ πρότερον. ὡς εἴτις εἴποι βασιλεὺς Σέλγης· σέλγη δὲ, ἁγνεία ἑρμηνεύεται. οὐκοῦν εἰκότως ὁ μὲν ἡγούμενος Σέλγης κατὰ τὸ τῆς πόλεως ὄνομα, ἡγούμενος. ἁγνείας ἑρμηνευέται. οὐ φύσει μέν ἁγνείας ἐστὶν ἡγούμενος, ἀλλὰ τῇ καθιερωμένῃ ὀνομασίᾳ. Χριστὸς δέ ἐστι φύσει ἁγνείας ἡγούμενος· ἆρα οὐ νοοῦσιν ὅτι ὁ Μελχισεδὲκ καθ’ ἑρμηνείας ὀνομαστικῆς βασιλεὺς εἰρήνης λέγεται. εἰ μὲν γὰρ Ἱερουσαλὴμ αὕτη ἐστὶν ἡ ἐπουράνιος ἔνθα ἐβασίλευσεν, ἤτω καὶ ὁ ἡγούμενος αὐτῆς φύσει βασιλεὺς εἰρήνης. εἰ δὲ αὕτη τύπος ἐστι τῆς ἄνω Ἱερουσαλὴμ, φανερὸν ὅτι καὶ οὗτος τυπικῶς ὠνόμασται βασιλεὺς εἰρήνης, διὰ τὴν ὁμωνυμίαν τῆς πόλεως. τὸ δὲ βασιλεὺς δικαιοσύνης, τοῦ οἰκείου ὀνόματός ἐστιν ἑρμηνεία, τουτέστι Μελχισεδὲκ, γλώσσῃ τῇ Χανανίτιδι, καθὼς παρὰ τῶν ἐπισταμένων ἐμάθομεν, ὡς ἄν τις εἴποι, Ἀμβρόσιος ὃ ἑρμηνεύεται ἀθάνατος. τί οὖν; ἐπειδὴ πολλοὶ τῶν ἀνθρώπων Ἀμβρόσιοι ὠνομάσθησαν, παρὰ τοῦτο καὶ φύσει ἀθάνατοι εἰσι κατὰ τὴν ἐπωνυμίαν; οὐ πάντως. πόσοι γὰρ Εὐγένιοι λέγονται, δοῦλοι ὄντες; πόσοι Πολυχρόνιοι; καὶ ἐγένοντο ὀλιγοχρόνιοι, καὶ Ἀθανάσιοι θνητοὶ ὄντες; καὶ Δημοκράται καὶ οὐδενὸς ἐκράτησαν; καὶ εὑρέθησαν οἱ χρηματισμοὶ ἀκατάλληλοι τοῖς πράγμασιν;

πειδὴ δὲ τὰς ὀνομασίας ἡρμηνεύσαμεν, κατὰ δύναμιν, φέρε ὡς οἷόν τε καὶ τὰ πράγματα πάλιν. ὥσπερ γὰρ ὁ Ἀβραὰμ μετὰ τῶν ἰδίων οἰκογενῶν τριακοσίων δεκαοκτὼ ὁπλισάμενος ἐπὶ τοῦ Μελχισεδὲκ, καὶ τοὺς ἀλλοφύλους ἐτροπώσατο, οὕτως ἐπὶ οἱ ὄντως οἰκογενεῖς αὐτοῦ τριακόσιοι δέκα καὶ ὀκτὼ πατριάρχαι, ἐν τῇ Νικαέων πόλει ἀποστολικῶς ὁπλισάμενοι, τὰς αἱρέσεις ἐτροπώσαντο. εἶδες ἑρμηνείαν προσφυῆ; τότε ὁ Μελχισεδὲκ ἐξήνεγκεν ἄρτους, καὶ οἶνον εἰς ἀνάπαυσιν τοῖς ἐπαναστρέφουσιν

543
ἀπὸ τοῦ πολέμου, ὁμοίω καὶ ὁ Χριστὸς ὁ μέγας ἀρχιερεὺς τοῖς ἐκ τοῦ νοεροῦ πολέμου πρὸς αὐτὸν ἀναστρέφουσι, δίδωσιν ἄρτον καὶ οἶνον ἡγιασμένον, λέγων, “λάβετε ἐξ αὐτοῦ πάντες.” πάλιν Ἁβραὰμ δεκάτας ἀπὸ τῶν ἀκροθινίων τῷ ἱερεῖ τοῦ καὶ οἱ ἐφάμιλλοι τῆς ἐκείνου πίστεως προσφέρουσι τῷ Χριστῷ τὰ ἀκροθίνια. αἱ γὰρ πέντε αἰσθήσεις δισσῶς ἀνατεθεῖσαι αὐτῷ, νοερῶς λέγω καὶ ἰδικῶς δεκάται τινές εἰσι τῶν μορίων τῆς φύσεως ἡμῶν, τῆς ποτε αἰχιιαλωτισθείσης ὑπὸ τῶν νοητῶν ἀλλοφύλων, κάτα τῆ των προειρημένων ἱστορίαν·

Ἇρα διὰ τῶν εἰρημένων ἐνόησας, πῶς πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος· μὴ οὖν τοὺς τύπους λέγε ἀληθεῖς, μηδὲ ἀκούσας ἀπάτορα καὶ ἀμήτορα διὰ τὸ ἀγενεαλόγητον, λογίζου διὰ τοῦτο Υἱὸν Θεοῦ φύσει.

Καὶ τοῦτο δὲ ἀναγκαῖον πυθέσθαι πη αὐτῶν. πῶς ὁ Θεὸς Λόγος, μὴ ἔχων σάρκα τότε ἱεράτευσε, καὶ ὑπὲρ τίνος. εἰ ὑπὲρ τοῦ κόσμου λέγεις, καὶ ποῦ ἔστι τοῦ Θεοῦ, χωρὶς γὰρ αἱματεκχυσίας ἤκουσας ὅτι οὐ γίνεται ἄφεσις· τίνες δέ εἰσιν οἱ τῆς ἱερωσύνης κήρυκές τε καὶ μάρτυρες; εἰ δὲ λέγουσιν ὅτι αὐτὸς μέν ἐστι τύπος, τύπος δὲ ἐγένετο τῶν μελλόντων, οὐκοῦν ὁ ἄσαρκος τοῦ σαρκοθησομένου τύπος εὑρίσκετο. μᾶλλον δὲ αὐτὸς ἑαυτῷ τύπος ἐγένετο. ὅπου δὲ αὐτὸς πάρεστιν, οὐ λέγεται τύπος, ἀλλὰ ἀλήθεια. εἰ δὲ τότε ἀλήθεια, ἐπὶ τῆς σαρκώσεως τι ἐροῦμεν; πῶς δὲ ἡ γραφὴ λέγει, ὅτι ἑτέραις γενεαῖς τὸ μυστήριον τοῦτο οὐκ ἐρωρίσθη, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις Ἀποστόλοις αὐτοῦ καὶ προφήταις; τότε δὲ οὐ προφῆται ἐβόησαν περὶ τούτου, οὐδὲ Ἀπόστολοι, ἀλλὰ τί λέγουσιν; εἰ μὴ ἢν Θεὸς, πῶς ἦν ἱερεὺς πρὸ νόμου; ἡμεῖς δὲ πρὸς αὐτούς. ἱερωσύνη λέγεται, διὰ τὸ θύειν τῷ Θεῷ θυσίαν, ἄνθρωπον ἔνσαρκον, χωρὶς δὲ σαρκὸς ἱερεὺς οὐκ ὀνομάζεται· ὥσπερ οὖν ἔθυσε τῷ Θεῷ Ἄβελ πρὸ νόμου, καὶ διὰ τοῦτο ἀποδέδεικται ἱερεὺς, καὶ Νῶε καὶ Ἰακὼβ, οὕτω καὶ ὁ Μελχισεδὲκ πρὸ νόμου ἦν ἱερεύς. ἀλλὰ φασὶ, τούτους οὐκ εἶπεν ἡ γραφὴ ἱερεῖς. ἡ μὲν θεία γραφὴ οὐ περιττολογεῖ. εἰ δὲ ὅλως ζητεῖτε τὴν διαφορὰν τοῦ πράγματος, ὁ Μελχισεδὲκ οὐκ ἔθυσεν, ἀλλὰ μόνον ὠνομάσθη. βεβαιότεροι οὖν εἰσὶν οὗτοι θύσαντες, ἢ ἐκεῖνος ὁ μόνον ὀνομασθείς· ἐπειδὴ τὸ θύειν, ἱερωσύνης μᾶλλον

544
ἐστὶν, ἣ τὸ χρηματίζειν. τὴν δὲ τοιαύτην διαφορὰν τῇ ἐκείνων ἀκαιρολογίᾳ παρεθήκαμεν· ἡμεῖς δὲ ἐν Κυρίῳ κἀκεῖνον κἀκείνους ὁμοίως ἱερεῖς ἔχομεν τοῦ Θεοῦ.

Θαυμάζω δὲ πῶς οὐκ ἤκουσαν τοῦ μακαρίου Πέτρου σαφῶς περὶ αὐτῶν λέγοντος, ὅτι “ ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισ- “ ἄξουσιν αἱρέσεις ἀπωλείας.” προσφυῶς δὲ εἰρήκει τὸ “ παρεισ- “ άξουσι.” καιροσκοποῦσι γὰρ ὄντως, καὶ καθὼς ἃν εὕρωσι τοὺς παρατυγχάνοντας, κάτα τὸ αὐτὸ καὶ τὰς ἀποκρίσεις ποιοῦνται. ποτὲ μὲν γὰρ αὐτὸν λέγουσι φανερῶς Θεὸν, πότε δὲ πανούργως ὁμολογοῦσιν ὅτι ἡμεῖς αὐτὸν ἱερέα τοῦ Θεοῦ ὀνομάζομεν, καθὼς καὶ ἡ θεία γραφή. εἰ δὲ ὅλως τῇ θείᾳ γραφῇ πιστεύουσιν, εἰπάτωσαν πάντα τὰ κατὰ τὴν γραφήν. πρῶτον ἡ γραφὴ Θεὸν αὐτὸν οὐ λέγει, μηδὲ ἐκεῖνοι λεγέτωσαν, ὁμολογησάτωσαν δὲ κατ’ αὐτὴν ὅτι ἀφωμοιωμένος ἐστὶ τῷ Υἱῷ τοῦ Θεοῦ, καὶ οὐ φύσει υἱὸς, καὶ ὅτι ἑρμηνευόμενός ἐστι βασιλεὺς δικαιοσύνης, καὶ οὐ φύσει, καὶ ὅτι ἐφ’ ὃν λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκε, καὶ μὴ περικοπὴν ἀμφιρεπῆ ἐκλεγέσθωσαν, ὡς καὶ πείθειν ἀναγκαζόμεθα.

Ἐκεῖνοι δὲ ὅταν ἴδωσι τοὺς ὑπ’ αὐτῶν πλανηθέντας, μετανοῆσαι θέλοντας, οἷα σπείραις ταῖς πιθανολογίαις δίκην ὄφεως περιελιττόμενοι, σφίγγουσι τοὺς ἀποδρᾶναι βουλομένους, λέγοντες, εἰ καὶ μὴ ἔστι φύσει Θεὸς ὁ Μελχισεδὲκ, οὐδὲν ἁμαρτάνομεν ἄνθρωπον θεοποιήσαντες. γέγραπται γὰρ, “ἐγὼ εἶπα θέοι ἐστε,” καὶ οὐκ εἰδότες ὅτι ἡ τοιαύτη διχόνοια ἀβέβαιον τὴν εἰς Χριστὸν πίστιν αὐτῶν ἀποδείκνυσιν. οὕτω γὰρ τὸν Κύριον πάντες ἄνθρωπον ἡγήσονται, καὶ οὐκέτι ὡς ἔστι Σωτῆρα καὶ Θεὸν καὶ δεσπότην, λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα παρασκευάζουσιν. ἀνάγκη οὑν καὶ ἡμεῖς ἐντολὴν ἔχοντες τὸ “γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, μιμήσασθαι τὴν ἐκείνων πανουργίαν, καὶ τοῖς ἀγχιστρόφοις νοήμασιν ἐκλύειν αὐτῶν τὰς τοιαύτας περιελίξεις, ὅμοια λέγοντας· ὅτι κἂν ᾖ Θεὸς ὁ Μελχισεδὲκ, οὐδὲν ἁμαρτήσομεν ἐν τούτῳ, ἄνθρωπον αὐτὸν ἔχοντες καὶ ὀνομάζοντες. γέγ ῥάπται γὰρ, “ὅτι οὐκ “ἔστιν ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανὸν ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς, ἀλλ’ ἣ “Κύριος Ἰησοῦς, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. ἀκουσέτωσαν τοῦ Ἀποστόλου παραγγέλλοντος, μὴ δεῖν τοῦ εὐαγγελίου δευτεροκήρυκας παραδέχεσθαι, ἐν οἷς γράφει, “ εἰ ἔστιν

545
“εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἠνείχεσθε.” εἰ οὖν οὕτω τὰ τοῦ εὐαγγελίου σφραγίζει, τί πείσονται λοιπὸν οἱ τὰς αἱρέσεις παρεισάγοντες; οἱ αἱρετισάμενοι ὅσα μηδεὶς τῶν ἁγίων ὠμολόγησεν; εἰ δὲ ἐκτὸς τῆς τοιαύτης ὁμολογίας, τοῦ νομίζειν φημὶ Θεὸν τὸν Μελχισεδὲκ, ἑαυτοὺς λογίσονται, μὴ δύνασθαι σωθῆναι, δηλονότι πάντας τοὺς ἁγίους ὡς μὴ σωθέντας ἔχουσι πη ἑαυτοῖς βλέπειν, πόσαις βλασφημίαις περιπέπτωκας διὰ τὴν τοιαύτην σου κακοπιστίαν, μᾶλλον δὲ παντελῆ ἀπιστίαν; τὸ δὲ πῶς, μάθε. σημεῖα Μελχισεδὲκ οὐκ ἐποίησεν, ἐντολὰς οὐκ ἔθετο, ἀπειλὰς οὐχ ὡρίσατο, ὑπὲρ ἡμῶν οὐκ ἀπέθανε, Πνεύματος Ἁγίου μετοχὴν οὐκ ἐδωρήσατο. ἀγνοῶ λοιπὸν τίνα τῆς πρὸς ἐκεῖνον πίστεως ἐχέγγυον ἔχεις πληροφορίαν. εἰ δὲ λέγεις ὅτι ταῦτα πάντα σαρκωθεὶς παρέσχεν ἡμῖν, πλέον ἑαυτὸν ὑπόδικον τῆς κακοπῖστίας ἐλέγχεις. ἐν οἷς γὰρ ἡμῖν ἑαυτὸν διὰ τῶν ῥημάτων καὶ πραγμάτων ἐφανέρωσεν ὁ Κύριος, ἐν τούτοις καὶ πιστεύειν ἐνετείλατο. οὐκοῦν ὅσοι Θεὸν τὸν Μελχισεδὲκ, ἣ φύσει Υἱὸν Θεοῦ, φανερῶς ᾿Ιουδαΐζουσι. διότι Ἰησοῦς Χριστὸς ὁ ἐκ Μάριας γεννηθεὶς, αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ οὐδὲν αὐτῷ λείπει ἵνα πάλιν ἀλλαχοῦ ζητήτωμεν τὸ πλήρωμα. ἐπεὶ τοίνυν ἀνεκαθήραμεν τὸ ἀποστολικὸν τοῦτο χωρίον, τὰ τῆς αἱρέσεως ἐκτεμόντες ζιζάνια, φέρε πάλιν αὐτὰ τὰ ῥητὰ, εἰς μέσον θέντες θεωρήσωμεν.

Οὗτος γὰρ ὁ Μελχισεδὲκ, βασιλεὺς Σαλήμ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλείων, καὶ εὐλογήσας αὐτόν, ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἁβραάμ.

Χρυσοστόμου κατα ϊ * * *h Ἐνταῦθα βούλεται δεῖξαι ὅτι τῆς κατὰ τὸν Ἀαρὼν ἱερωσύνης ὁ τρόπος οὐκέτι φαίνεται, οὐδὲ ἐπανήξει λοιπόν. καὶ ῥητῶς τοῦτο ἀπὸ τῶν γραφῶν ποιεῖ φανερόν· καὶ τὸ δὴ θαυμαστὸν ὅτι ἐν τῷ τύπῳ δείκνυσι πολλὴν οὖσαν τὴν διαφοράν. ἀπὸ γὰρ τοῦ τύπου ἀεὶ πιστοῦται τὴν ἀλήθειαν, ἀπὸ τῶν παρελθόντων, διὰ τὴν ἀσθένειαν τῶν ἀκροατῶν.

[*](h i. e. κατὰ ῾Ιουδαίων.)
546

Θεοδωρήτου. Ἀφηγηματικῶς μὲν οὖν δοκεῖ ποιεῖσθαι τοὺς λόγους ἐνταῦθα, προκατασκευάζει δὲ τὸ προκείμενον, τουτέστιν τῆς κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερωσύνης τὸ βέβαιον. τούτου γὰρ δὴ χάριν καὶ τὸν Ἁβραὰμ δείκνυσιν εὐλογούμενον, καὶ τῶν λαφύρων τὴν δεκάτην προσφέρονται, ἵνα δείξῃ καὶ τῷ τύπῳ τὸν πατριάρχην παραχωροῦντα.

Χρυσοστόμου. Πλὴν ἀναγκαῖον ὀλίγα πρότερον προειπεῖν, ὥστε σαφεστέραν γενέσθαι τῶν λεγομένων τὴν ἑρμηνείαν. Ἁβραὰμ ἐπανελθὼν ἀπὸ τῆς Πέρσιδος ἐγέννησε τὸν ᾿Ισαὰκ, εἶτα ἐκεῖνος τὸν Ἰακὼβ, ὁ Ἰακὼβ δώδεκα παῖδας, ἐξ ὧν ἐγένοντο δώδεκα φυλαὶ, μᾶλλον δὲ δέκα καὶ τρεῖς. ἀντὶ γὰρ τοῦ Ἰωσὴφ οἱ παῖδες αὐτοῦ Ἐφραὶμ καὶ Μανασσῆς ἐγένοντο φύλαρχοι. καὶ καθάπερ ἑκάστῳ τῷ υἱῷ Ἰακὼβ ἐπώνυμος ἦν ἡ φυλὴ, τοῦ Ροβιὴμ, τοῦ Συμεὼν, τοῦ Λευῒ, τοῦ Ἰούδα, τοῦ Ἰσάχαρ, τοῦ Ζαβουλὼν, τοῦ Νεφθαλεὶμ, τοῦ Δὰν, τοῦ Γὰδ, τοῦ Ἀσὴρ, τοῦ Βενιαμὴν, οὕτως ἃν τοῦ Ἰωσὴφ οἱ παῖδες οἱ ἐκείνου Μανασσῆς καὶ Ἐφραὶμ, δύο φυλῶν γεγόνασιν ἐπώνυμοι καὶ ἐκαλοῦντο φυλαὶ, ἡ μὲν, τοῦ Ἐφραὶμ, ἡ δὲ τοῦ Μανασσῆ. τῶν δεκατριῶν δὲ τούτων φυλῶν αἱ μὲν ἄλλαι πᾶσαι ἀγροὺς ἔσχον καὶ προσόδους πολλὰς, καὶ ἐγεώργουν πᾶσαι, καὶ τὰ ἄλλα πάντα ἔπραττον τὰ βιωτικά· ἡ δὲ τοῦ Λευὶ φυλὴ ἱερωσύνῃ τιμηθεῖσα μόνῃ, τῶν μὲν βιωτικῶν ἀπήλλακτο, καὶ οὔτε ἐγεώργουν, οὔτε τέχνας μετίεσαν, οὔτε ἄλλο τί τοιοῦτον ἐπραγματεύοντο, ἀλλὰ τῇ ἱερωσύνῃ προσεῖχον μόνῃ, καὶ δεκάτας ἐλάμβανον παρὰ παντὸς τοῦ λαοῦ, οἴνου καὶ πυρῶν καὶ κριθῶν καὶ οἷα ἐδίδοσαν ἅπαντες. καὶ τοῦτο ἦν αὐτοῖς πρόσοδος, καὶ οὐκ ἐξῆν ἐξ οὐδεμιᾶς ἄλλης φυλῆς ἱερέα γενέσθαι ποτέ. ἀπὸ ταύτης ἐγένετο τῆς φυλῆς Ἀαρὼν, τῆς τοῦ Λευὶ λέγω· καὶ κατὰ διαδοχὴν οἱ ἔγγονοι ἐκείνου, τὴν ἱερωσύνην ἐδέχοντο, καὶ οὐδεὶς οὐδέποτε ἑτέρας φυλῆς ἐγένετο ἱερεύς. οὕτως οὖν οἱ Λευῖται δεκάτας ἐλάμβανον παρὰ τῶν ἄλλων φυλῶν, καὶ οὕτως ἐτρέφοντο· ἀλλὰ πρὸ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ ἐπὶ τοῦ Ἁβραὰμ, οὔπω γενομένου Μώσεως, οὐδὲ νόμου γραφέντος, οὐδὲ τῆς ἱερωσύνης τῆς Λευιτικῆς δήλης οὔσης, οὐ σκηνῆς, οὐ ναοῦ γενομένου, οὐ τῶν φυλῶν διακεκριμένων, οὐ τῆς Ἰερουσαλὴμ φαινομένης, οὐδενὸς ὅλως οὐδέπω τῶν κατὰ Ἰουδαίους πραγμάτων

547
ἀρχὴν λαβόντος, ἐγένετο Μελχισεδὲκ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ισως αυτοχειροτονητος ὤν.

Ἑξαημέρου. Οὕτως γὰρ ἦσαν τότε οἱ ἱερεῖς, ἤτοι οὖν διὰ τῇ ἡλικίᾳ προβῆναι οἱ προσήκοντες αὐτῷ ἀπονεμήκασι τὴν τιμήν. ἣ καὶ αὐτὸς ἱερατεύειν ἐπετήδευσε, καθάπερ Ἄβελ, καθάπερ Νῶε, καθάπερ Ἀβραὰμ, καθάπερ τὰς θυσίας προσῆγον.

Κατὰ ᾿Ιουδαίων. Οὗτος ὁ Μελχισεδὲκ ὁμοῦ καὶ καὶ ἱερεὺς ἦν· τύπος γὰρ ἔμελλε γενέσθαι τοῦ Χριστοῦ καὶ μέμνηται αὐτοῦ σαφῶς ἡ γραφή. ἐπειδὴ γὰρ Ἁβραὰμ τοῖς Πέρσαις ἐπιπεσὼν, καὶ τὸν ἀδελφιδοῦν τὸν ἑαυτοῦ τὸν Λὼτ ἐξαρπάσας τῶν ἐκείνων χειρῶν, καὶ τὰ λάφυρα πάντα λαβὼν, ἐπανῄει νικήσας κατὰ κράτος ἐκείνους, οὕτω περὶ τοῦ Μελχισεδὲκ φησὶν ἡ γραφὴ, “καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον. “ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, καὶ εὐλόγησε τὸν Ἀβραὰμ “καὶ εἶπεν, εὐλογημένος Ἅβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν “οὐρανὸν καὶ τὴν γῆν. καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέ- “δωκε τοὺς ἐχθρούς σου ὑπὸ χειρός σου. καὶ ἔδωκεν αὐτῷ δεκάτην “ἀπὸ πάντων Ἅβραμ.”

Ἑξαημέρου. Ἀλλὰ τίς καὶ αὕτη ἡ ἱστορία. οἱ τέσσαρες βασιλεῖς Περσῶν, Ἀμαρφὰθ, Ἀριὼθ, Χολοδογομὸρ, καὶ Θαρθὰμ, ἐπεστράτευσαν τοῖς πέντε βασιλεῦσι Σοδόμων, οἳ δώδεκα ἔτη ἐδούλευον τῷ Χοδολογομὸρ, τῷ δὲ τρισκαιδεκάτῳ ἀπέστησαν, καὶ διὰ τοῦτο Χοδολογομὸρ ἦλθε, καὶ οἱ μετ’ αὐτοῦ βασιλεῖς, καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ἀσταρὼθ, τουτέστι τοὺς ἰσχυροὺς, κατὰ τὴν τοῦ σώματος ἕξιν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς καὶ τοὺς ἄρχοντας τῶν Ἀμαληκιτῶν ἐτροπώσαντο. ἐπὶ τούτους ἐξῆλθον οἱ πέντε βασιλεῖς παρατάξασθαι. καταπλαγέντες δὲ αὐτῶν τὴν ἀνδρείαν, εἰς φυγὴν ἐτράπησαν. οἱ δὲ Πέρσαι πάντα τὰ αὐτῶν λαβόντες, καὶ τὴν ἵππον καὶ τὰ βρώματα, καὶ τὸν Λὼτ, καὶ τὴν ἀποσκευὴν αὐτοῦ, ᾤχοντο. παραγενόμενος δέ τις τῶν ἀνασωθέντων, ἀνήγγειλεν Ἅβραμ τῷ περάτῃ, τουτέστι τῷ ἀπὸ τῆς Χαλδαίας ἐπανελθόντι, τοῦ ἀδελφιδοῦ τὴν αἰχμαλωσίαν, καὶ τὴν ἐν Σοδόμοις πόρθησιν, καὶ τὴν μετ’ αἰσχύνης φυγήν.

Ὁ δὲ ἀναβάζεται τοῖς Πέρσαις ἐπιστρατεύειν, οὐ παρὰ τὴν ἀρχὴν αὐτὴν ἀκεραίων ἑκατέρων ἔτι μενόντων τῶν μερῶν, ἀλλὰ

548
προτροπωθέντων ἁπάντων ὡς εἴπομεν, καὶ τῆς νίκης παρὰ τοῖς πολεμίοις οὔσης, καὶ οὐδενὸς αὐτοὺς ἔτι ἐνεγκεῖν δυναμένου· τῶν μὲν ἄρδην κατακοπέντων, τῶν δὲ κρατουμένων, τῶν δὲ δουλευόντων παρ’ αὐτοῖς· ἀλλ’ ὅμως οὐδὲν αὐτὸν τούτων οἴκαδε μένειν ἔπεισεν, ἀλλ’ ὑπὸ τῆς σφοδρᾶς ἀθυμίας τῶν γενομένων πληγεὶς ἀπῄει κοινωνήσων ἐκείνοις τῶν κακῶν, καὶ εἰς προῦπτον ῥίψων θάνατον ἐαυτόν. τὸ γὰρ μετὰ τριακοσίων δέκα καὶ ὀκτὼ πρὸς τοσαύτην παρατάττεσθαι στρατιὰν, οὐδὲν ἕτερον ἣ ταῦτα λογιζομένου ἦν, καὶ πρὸς αἰχμαλωσίαν καὶ πρὸς τιμωρίαν καὶ πρὸς μυρίους παρεσκευασμένους θανάτους. ἀπῆλθε μὲν οὖν ὡς καὶ αὐτὸς τῆς βαρβαρικῆς ἀπολαύσων ὠμότητος, τῇ δὲ τοῦ Θεοῦ φιλανθρωπίᾳ διασωθεὶς, ἐπανῆλθε μετὰ τῆς αἰχμαλωσίας καὶ τοῦ συγγενοῦς, οὐχ ἁπλῶς γεμὴν ἅπαντας ἔλαβεν, ἀλλὰ τοὺς οἰκογενεῖς τοὺς συνανατρφέντας τῷ Λὼτ, ἵνα μετὰ πολλῆς εὐνοίας τὴν ἐκδίκησιν ποιήσωνται, ὡς ὑπὲρ οἰκείου δεσπότου λοιπὸν ἀγωνιζόμενοι.

Κυρίλλου Γλαφυρῶν. Ἐξοπλίζει μὲν οὖν τοὺς οἰκογενεῖς, καὶ ἑτέρους τινὰς τῶν συνωμοτῶν, Ἐσχὼλ, Ἀννὰν, καὶ Μαμβρῆ. ἀντεξάγει δὲ τοῖς νενικηκόσιν, οὐκ ἀγεννῶς, καὶ τῆς ἐκείνων πλεονεξίας ἀπαλλάττει τὸν ἀδελφόπαιδα, καὶ σὺν αὐτῷ πλείστην ὅσην ἀνασώζει πληθὺν συνηδικημένων καὶ κινδυνεύσασαν· ὑπονοστοῦντι δὲ οἴκοι, καὶ τῆς κατ’ ἐχθρῶν εὐανδρίας λαμπρὰ φέροντι τὰ γνωρίσματα, προσυπήντων ἀναγκαίως οἱ διὰ τῶν αὐτοῦ πόνων ὠφελημένοι. γέγραπται γὰρ οὕτως, “ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἐκ τῆς κοπῆς τοῦ Χοδολογομὸρ, καὶ τῶν βασιλέων τῶν μετ’ αὐτοῦ, εἰς τὴν κοιλάδα τὴν Σαυῆ, προσεπάγει δὲ, ὅτι καὶ “Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν “ἄρτους καὶ οἶνον, ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, καὶ εὐλό- “γησε τὸν Ἁβραάμ.”

Χρυσοστόμου Ἑξαημέρου. Καὶ ὅρα πῶς διὰ τῆς εἰς τὸν πατριάρχην τιμῆς μυστήριόν τι αἰνίττεται· ἐξήνεγκε γὰρ ἄρτους καὶ οἶνον. σὺ δὲ ὁρῶν τοὺς τύπους, νόει μοι τὴν ἀλήθειαν, καὶ θαύμαζε τῆς θείας γραφῆς τὴν δύναμιν, πῶς ἄνωθεν καὶ ἐκ προοιμίων τὰ μέλλοντα ἔσεσθαι προεμήνυεν. οὐ μόνον δὲ τὸν δίκαιον ἀνακηρύττει ὁ Μελχισεδὲκ, ἀλλὰ καὶ τὸν Θεὸν δοξάζει, καὶ τὴν συμμαχίαν αὐτοῦ ἐπιγινώσκει λέγων, “εὐλογητὸς ὁ Θεὸς ὃς

549
“παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σου, καὶ ἔδωκεν αὐτῷ “δεκάτην ἀπὸ πάντων,” δηλονότι ἐκ τῶν λαφύρων ὡν ἠμείψατο τὸν Μελχισεδὲκ, καὶ δεκάτην αὐτῷ ἀφώρισεν· ἐντεῦθεν ἤδη διδάσκαλος ἅπασι γινόμενος πολλὴν ἐπιδείκνυσθαι εὐγνωμοσύνην, καὶ τὰς ἀπαρχὰς προσάγειν τῶν παρὰ τοῦ Θεοῦ ἡμῖν παρασχεθέντων.

Φίλων. Τὰ γὰρ τοῦ πολέμου ἀριστεῖα δίδωσι τῷ ἱερεῖ καὶ τὰς τῆς νίκης ἀπαρχάς. ἱεροπρεπεστάτη δὲ καὶ ἁγιωτάτη πασῶν ἀπαρχῶν ἡ δεκάτη, διὰ τὸ παντέλειον εἶναι τὸν ἀριθμὸν, ἀφ’ οὗ καὶ τοῖς ἱερεῦσι καὶ νεωκόροις αἱ δεκάται προστάξει νόμου καρπῶν καὶ θρεμμάτων ἀποδίδονται, ἄρξαντος τῆς ἀπαρχῆς Ἀβραὰμ, ὃς καὶ του γένους ἀρχηγέτης ἐστίν.

Κυρίλλου. Ἀναγκαῖον οὖν καὶ ἡμᾶς μιμουμένους τὸν Ἀβραὰμ δεκάτην προσφέρειν τῷ Κυρίῳ. αὕτη δ᾿ ἃν εἴη τῶν δέκα ἐντολῶν ἡ ὑπερέχουσα, ἐφ’ ἧς ὁ νόμος κρέμαται καὶ οἱ προφῆται, τουτέστι τὸ ἀγαπῆσαι τὸν Θεὸν ἐξ ὅλης ψυχῆς καὶ δυνάμεως. πλήρωμα γὰρ νόμου τὴν ἀγάπην καὶ Παῦλος ὁρίζεται.

(??) Δύναται δέ τις καὶ Μελχισεδὲκ γενέσθαι· εἰ γάρ τις νεκρωσει τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ τὸ τῆς σαρκὸς κατασβέσει φρόνημα, καὶ ταύτης τὴν σχέσιν ὁλοσχερῶς ἀποσείσεται, δι’ ἧς ἡ μόνῳ τῷ Θεῷ χρεωστουμένη χάρις, καθὼς καὶ σὺν οὐδενὶ τῷ λόγῳ καταμερίζεται, καὶ εἴ τις πάντα τὰ γνωρίσματα τοῦ κόσμου καὶ τῆς σαρκὸς χάριν τοῦ θείου λόγου καλῶς ἀπαρνήσεται, οὕτως ἀπάτωρ καὶ ἀμήτωρ γέγονε, καὶ ἀγενεαλόγητος, τῇ πρὸς τὸ Πνεῦμα τοῦ Θεοῦ ξένῃ καὶ ἀρρήτῳ συναφείᾳ, ἔξω σαρκὸς καὶ κόσμου τῶν προπύλων γενόμενος. εἰ δὲ καὶ ἑαυτὸν πρὸς τούτοις ἀρνήσεται, καὶ ἀπολέσει τὴν ψυχὴν, τουτέστι τὴν κάτω ζωὴν μετὰ τῶν αὐτῆς ἐκτόπων θελημάτων, ἄναρχος ἔσται καὶ ἀτελεύτητος, οὐκέτι φέρων ἐν ἑαυτῷ τὴν κινουμένην ζωὴν, τὴν ἔχουσαν ἐν ἑαυτῇ ἀρχὴν ὁμοῦ καὶ τέλος. χρόνου δὲ ἀνώτερος ἔσται, ὁ πρὸ θανάτου θνήσκων, καὶ μηδὲ τὰς χρονικὰς ἡμέρας ἡγούμενος. εἰ δὲ καὶ ἐπαγρυπνήσει τῷ δώρῳ μέχρι τέλους μένων, ἔσται διηνεκῶς ἐν τῇ ἱερωσύνῃ, μὴ κωλυόμενος ἐν οὐδενὶ θανάτῳ κακίας ἢ φύσεως, καθάπερ Ἰουδαῖοι προσομιλεῖν τῷ καθαρῷ καθαρῶς.

Χρυσοστόμου κατα ᾿Ιουδαίων. Ἀλλ’ ὅπερ ἀποδεῖξαι ἐπαγ-

550
γειλάμεθα, ὅτι οὐκέτι ὁ τρόπος ἐκεῖνος τῆς Ἰουδαϊκῆς ἱερωσύνης ἐπανελεύσεται, τοῦτο χρὴ παραστήσαι. ἀν’ τοίνυν φάνῃ τις τῶν προφητῶν λέγων ὅτι μετὰ τὸν Ἀαρὼν καὶ τὴν ἱερωσύνην ἐκείνην καὶ τὰς θυσίας ταύτας καὶ τὰς προσφορὰς ἀναστήσεται ἱερεὺς ἕτερος, οὐκ ἀπὸ τῆς φυλῆς ἐκείνης, ἀλλ’ ἐξ ἑτέρας φυλῆς, ἀφ’ ἧς οὐδέποτε γέγονεν ἱερεὺς, οὐ κατὰ τὴν τάξιν Ἀαρὼν ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ, εὔδηλον ὅτι ἡ μὲν παλαιὰ πέπαυται ἱερωσύνη, ἑτέρα δὲ νέα ἀντεισενήνεκται. εἰ γὰρ ἔμελλεν ἡ παλαιὰ κρατεῖν, οὐ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀλλὰ κατὰ τὴν τάξιν Ἀαρὼν ἔδει λέγεσθαι.

Τίς οὖν τοῦτο φησίν; ὁ Δαβίδ· καὶ ποῦ τοῦτο φησίν; “εἶπεν “ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου.” εἶτα, ἵνα μὴ πέρι τινος τῶν πολλῶν ἀνθρώπων τοῦτο ὑποπτεύσει τίς λέγεσθαι, οὔ φησιν αὐτὸ Ἡσαΐας, οὐδὲ Ἱερεμίας, οὐδὲ ἄλλος τις προφήτης, ἰδιώτης γενόμενος, ἀλλ’ αὐτὸς ὁ βασιλεύς. ἵνα μάθῃς ὅτι βασιλεὺς κύριον ἑαυτοῦ τινὰ καλέσαι οὐ δύναται, ἀλλ’ ἣ τὸν Θεὸν μόνον. εἰ μὲν γὰρ ἰδιώτης ἦν, ἴσως ἄν τις εἶπε τῶν ἀναισχυντούντων, περὶ ἀνθρώπου λέγεσθαι. νυνὶ δὲ βασιλεὺς ὣν, ἄνθρωπον ἑαυτοῦ κύριον οὐκ ἃν ἐκάλεσε. πῶς δ᾿ ἃν, εἶπέρ τινος τῶν πολλῶν ἀνθρώπων ταῦτα ἔλεγεν ὁ Δαβὶδ, εἶπεν ἃν ὅτι ἐκ δεξιῶν ἐκάθισε τῆς μεγάλης δόξης ἐκείνης; τοῦτο γὰρ ἀμήχανον. περὶ δὲ τούτου φησὶν, “εἶπεν ὁ Κύριος τῷ “Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου, ἕως ἃν θῶ τοὺς ἐχθρούς σου ὑπο- “πόδιον τῶν ποδῶν σου.” εἶτα ἵνα μὴ νομίσης αὐτὸν ἀσθενῆ εἶναι καὶ ἀδυνατοῦντα, ἐπήγαγε, “μετὰ σοῦ ἡ ἀρχὴ, ἐν ἡμέρᾳ τῆς δυνά- “μεώς σου,” καὶ σαφέστερον δηλῶν ἔλεγεν, “ἐκ γαστρὸς πρὸ “ἑωσφόρου ἐγέννησά σε.” πρὸ ἑωσφόρου οὐδεὶς ἀνθρώπων γεγέννηται. “σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.” οὐκ εἶπε κατὰ τὴν τάξιν Ἀαρών. ἐρώτησον τοίνυν τὸν Ἰούδα. εἰ μὴ ἔμελλεν ἡ ἱερωσύνη καταλύεσθαι ἡ παλαιὰ, τίνος ἕνεκεν ἕτερον εἰσήγαγεν ἱερέα κατὰ τὴν τάξιν Μελχισεδέκ; εἰς τοῦτο γοῦν τὸ χωρίον ἐλθὼν ὁ Παῦλος, ὅρα πῶς σαφέστερον αὐτὸ ἐποίησεν· εἰπὼν γὰρ περὶ τοῦ Χριστοῦ, ὅτι καθὼς ἐν ἑτέρῳ λέγει, “σὺ ἱερεὺς εἰς “τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχ̀ͅισεδὲκ,” ἐπήγαγε, “περὶ οὗ “πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος,” εἶτα ἐπιτιμήσας αὐτοῖς πρὸς οὓς καὶ ἀπέστελλε δεῖ γὰρ ἐπιτέμνειν, λέγει τίς ἐστιν ὁ

551
Μελχισεδὲκ, καὶ ἐπάγει τὴν ἱστορίαν, καὶ θεὶς τὴν διήγησιν πᾶσαν, ἐν συντόμῳ μυστικῶς αὐτὴν ἐθεώρησε, καὶ πρῶτον ἀπὸ τοῦ ὀνόματος λέγων,

Πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ, ὅ ἐστι βασιλεὺς εἰρήνης,

Χρυσοστόμου. Σεδὲκ γὰρ δικαιοσύνη λέγεται, μελχὶ δὲ βασιλεὺς, τὸ δὲ ὅλον Μελχισεδὲκ, βασιλεὺς δικαιοσύνης. ὁρᾷς καὶ ἐν τοῖς ὀνόμασι τὴν· ἀκρίβειαν; τίς δέ ἐστι βασιλεὺς δικαιοσύνης, ἀλλ’ ἣ ὁ Κύριος ἡμῶν ᾿Ιησοῦς Χριστός; ὥσπερ κατὰ τὴν ῾Εβραΐδα διάλεκτον, τὸ μελχὶ, βασιλεὺς σημαίνει, τὸ δὲ σεδὲκ δικαιοσύνη, οὕτω καὶ τὴν πόλι, ἑρμηνεύων ὁ Παῦλος ἐτυμολογίᾳ τινὶ κέχρηται. τὸ γὰρ σαλὴμ εἰρήνην ἐμφαίνει, ὃ πάλιν ἐστὶ τοῦ Χριστοῦ· αὐτὸς γάρ ἐστι βασιλεὺς εἰρήνης· οὗτος ἡμᾶς δικαίους ἐποίησε, καὶ εἰρηνοποίησε τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. τίς ἄνθρωπος βασιλεὺς δικαιοσύνης καὶ εἰρήνης ἐστίν; οὐδεὶς ἀλλ’ ἣ μόνος ὁ Χριστός.

Θεοδωρήτου. ῾Ορᾷς πῶς καὶ ἀπὸ τῶν ὀνομάτων τοῦ Μελχισεδὲκ τὸ μέγεθος δείκνυσι, τοῦτο γὰρ τὸ Μελχισεδὲκ ὡς εἴρηται ὄνομα, βασιλεὺς δικαιοσύνης σημαίνει. οὗτος δὲ τῆς Σαλὴμ ἐβασίλευσεν, ἑρμηνεύεται δὲ τὸ Σαλὴμ εἰρήνη. δεῖξαι τοίνυν βούλεται διὰ τούτων, τύπον αὐτὸν ὄνομα τοῦ δεσπότου Χριστοῦ. αὐτὸς γάρ ἐστι κατὰ τὸν Ἀπόστολον ἡ εἰρήνη ἡμῶν, αὐτὸς κέκληται κατὰ τὸν προφήτην δικαιοσύνη ἡμῶν.

Χρυσοστόμου ἑξαημέρου. Εἶτα καὶ ἑτέραν διαφορὰν “ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν ἔχων, “μήτε ζωῆς τέλος. ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει “ἱερεὺς εἰς τὸ διηνεκές.” καὶ πῶς φησιν οἷόν τε ἄνθρωπον ὄντα ἀπάτορα εἶναι καὶ ἀμήτορα, καὶ μήτε γενεαλογίαν ἔχων, μήτε ζωῆς τέλος; ἤκουσας ὅτι τύπος ἦν, μὴ τοίνυν ξενίζου, μηδὲ πάντα ἀπαίτει ἐν τῷ τύπῳ· οὐδὲ γὰρ ἃν εἴη τύπος, εἰ μέλλοι πάντα ἔχειν τὰ τῇ ἀληθείᾳ συμβαίνοντα. τί οὖν ἐστι τὸ εἰρημένον; ὥσπερ οὗτος φησὶ διὰ τὸ μὴ μνημονευθῆναι τοὺς γεγεννηκότας, ἀπάτωρ λέγεται καὶ ἀμήτωρ καὶ ἀγενεαλόγητος, οὕτω καὶ ὁ Χριστὸς διὰ τὸ μὴ ἐσχηκέναι μήτε ἐν οὐρανῷ μητέρα, μήτε ἐπὶ τῆς γῆς πατέρα, ἀγενεαλόγητος προσηγόρευται.

552

Χρυσοστόμου. Ἐπειδὴ τοίνυν ἀντέπιπτε τῶ Ἀποστόλῳ, “σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ,” ἐκεῖνος δὲ ἐτεθνήκει, καὶ οὐκ ἐγένετο ἱερεὺς εἰς τὸν αἰῶνα, ὅρα πῶς αὐτὸ τεθεώρηκεν. καὶ τίς τοῦτο εἴποι ἂν περὶ ἀνθρώπου; οὐ τῷ πράγματι φησὶ λέγω, τουτέστιν, οὐκ ἴσμεν τίνα πατέρα ἔσχεν, οὔτε τίνα μητέρα. οὐ πότε ἐδέξατο τὴν ἀρχὴν, οὐ πότε ἐτελεύτησε, καὶ τι τοῦτο φησί; μὴ γὰρ ἐπειδὴ ἡμεῖς οὐκ ἴσμεν, οὐκ οὐδὲ ἔσχεν γονεῖς. καλῶς λέγεις. καὶ ἐτελεύτησε, καὶ ἔσχε γονεῖς. πῶς οὖν ἀπάτωρ, ἀμήτωρ, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων; τῷ μὴ ἐμφέρεσθαι· καὶ τί τοῦτο; ὥσπερ οὗτος ταῦτα λέγεται τῷ μὴ γενεαλογεῖσθαι, οὕτως ὁ Χριστὸς αὐτῇ τῇ φύσει τοῦ πράγματος. ἰδοὺ τὸ ἄναρχον, ἰδοὺ τὸ ἀτελεύτητον. ὥσπερ τούτου οὐκ ἴσμεν οὔτε ἀρχὴν ἡμερῶν οὔτε ζωῆς τέλος διὰ τὸ μὴ γεγράφθαι, οὕτως οὐκ ἴσμεν τοῦ Ἰησοῦ, οὐ διὰ τὸ μὴ γεγράφθαι, ἀλλὰ διὰ τὸ μὴ εἶναι. ἐκεῖνο μὲν γὰρ τύπος, καὶ διὰ τοῦτο ἀπὸ τοῦ μὴ γεγράφθαι, τοῦτο δὲ ἀλήθεια, καὶ διὰ τοῦτο ἀπὸ τοῦ μὴ εἶναι. ὥσπερ γὰρ ἐν τοῖς ὀνόμασιν, ἐνταῦθα μὲν προσηγορίαι ἦσαν, βασιλεὺς δικαιοσύνης καὶ εἰρήνης, ἐκεῖ δὲ πραγμάτων ἀλήθεια, οὕτω καὶ ἐν τούτοις, ὁρᾷς ἄναρχον τὸν Υἱὸν, οὐ διὰ τὸ μὴ ἔχειν αἴτιον· τοῦτο γὰρ ἀδύνατον· ἔχει γὰρ Πατέρα, ἐπεὶ πῶς Υἱός; ἀλλὰ κατὰ τὸ μὴ ἔχειν ἀρχὴν ζωῆς μήτε τέλος.

Κατὰ ᾿Ιωάννην λόγοσ δ΄. Εἰ δὲ οὐκ ἔστι συναΐδιος ὁ τῷ Πατρὶ, πῶς ἄπειρον αὐτῷ τὴν ζωὴν ἐρεῖς; εἰ γὰρ ἀρχὴν ἄνωθεν ἔχει, κἂν ἀτελεύτητος ᾖ, ἄπειρος ὅμως οὐκ ἔστι. τὸ γὰρ ἄπειρον, ἑκατέρωθεν ἄπειρον εἶναι χρή. ὅπερ οὖν ὁ Παῦλος δηλῶν ἔλεγε, “μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων,” τότε ἄναρχον καὶ ἀτελεύτητον δηλῶν, ὥσπερ γὰρ τοῦτο οὐκ ἔχει πέρας, οὕτως οὐδὲ ἐκεῖνο, οὔτε γὰρ ἐνταῦθα τέλος, οὔτε ἐκεῖ ἀρχή.

Χρυσοστόμου. Ἀφωμοιωμένος δέ φησι τῷ Υἱῷ τοῦ Θεοῦ· ποῦ ἡ ὁμοιότης; ὅτι καὶ τούτου κἀκείνου τὸ τέλος ἀγνοοῦμεν καὶ τὴν ἀρχήν· ἀλλὰ τούτου μὲν παρὰ τὸ μὴ γεγράφθαι, ἐκείνου δὲ παρὰ τοῦ μὴ εἶναι· ἐνταῦθα ἡ ὁμοιότης. εἰ δὲ πανταχοῦ ἔμελλεν ἡ ὁμοιότης εἶναι, οὐκ ἔτι τύπος ἦν καὶ ἀλήθεια, ἀλλὰ τύπος ἀμφότερα· ὥσπερ οὖν καὶ ἐν ταῖς εἰκόσιν, ἔστι μέν τοι ὁμοῖον, ἔστι δὲ ἀνόμοιον, διὰ μὲν τῶν γεγραμμένων ὁμοιότης ἐστι τῶν χαρακτή-

553
ρων. τῶν χρωμάτων δὲ ἐπιτεθέντων, τότε φανερῶς δείκνυται ἡ διαφορά. καὶ τό τε μὲν, ὅμοιον· τὸ δὲ ἀνόμοιον.

Θεοδωρίτου. Ἄθρει κἀνταῦθα, τὸν ῾Αβραὰμ ἐγενεαλόγησεν ἡ θεία γραφὴ, καὶ ἄλλους δὲ πολλοὺς, καὶ πρὸ ἐκείνου, καὶ μετ ἐκεῖνον, καὶ τὸν ἐκείνου πατέρα, καὶ τὸν πάππον, καὶ τὸν ἐπίπαππον, καὶ τοὺς ἐκείνου προγόνους· προστέθεικε δὲ, ὅτι τόσων δὲ γενόμενος ἐτῶν, γεγέννηκε, καὶ τοσάδε πάλιν ἐπιβιώσας, τετελεύτηκε. τοῦ δὲ Μελχισεδὲκ, οὔτε τὸν πατέρα, οὔτε τὴν μητέρα, οὔτε τὸ γένος, ἐδίδαξεν η θεία γράφη, οὔτε πόσον ἐβίωσε χρόνον, οὔτε πότε τοῦ βίου τὸ πέρας ἀδέξατο. κατὰ τοῦτο τοίνυν οὗτος λέγεται “ἀπάτωρ” καὶ τὰ λοιπά. ὁ μέντοι δεσπότης Χριστὸς φύσει καὶ ἀληθῶς τούτων ἕκαστον ἔχει· ἀμήτωρ μὲν γάρ ἐστιν ὡς Θεὸς, ἐκ μόνου γὰρ γεγέννηται τοῦ Πατρὸς, ἀπάτωρ δὲ ὡς ἄνθρωπος· ἐκ μόνης γὰρ ἐτέχθη μητρὸς, τῆς παρθένου φημί· ἀγενεαλόγητος ὡς Θεὸς, οὐ γὰρ χρήζει γενεαλογίας ὁ ἐξ ἀγεννήτου γεγεννημένος Πατρός· οὐκ ἔσχηκεν ἀρχὴν ἡμερῶν· ἀΐδιος γὰρ ἡ γέννησις, οὔτε ζωῆς ἔχει τέλος, ἀθάνατον γὰρ ἔχει τὴν φύσιν. τούτου χάριν, οὐ τὸν δεσπότην Χριστὸν τῷ Μελχισεδὲκ ἀφωμοίωσεν, ἀλλὰ τὸν Μελχισεδὲκ τῷ Χριστῷ. ἐκεῖνος γὰρ τούτου τύπος, οὗτος δὲ τοῦ τύπου ἡ ἀλήθεια. ἐν μέντοι τῇ ἱερωσύνῃ, οὐ Μελχισεδὲκ τὸν Χριστὸν μεμίμηται, ἀλλ’ οὗτος ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· τὸ γὰρ ἱερατεύειν ἀνθρώπου, Θεοῦ δὲ τὸ τὰ προσφερόμενα δέχεσθαι· ἀλλ’ ὅμως ἐνανθρωπίσας ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, καὶ ἀρχιερεὺς ἡμῶν ἐγένετο, κατὰ τὴν τάξιν Μελχισεδὲκ, οὐκ ἀξίωμα προσλαβὼν, ἀλλὰ τὴν θείαν κατακρύψας ἀξίαν, καὶ τὴν ὑπὲρ τῆς ἡμετέρας σωτηρίας καταδεξάμενος ταπεινότητα. οὕτως ἀμνὸς κέκληται, καὶ ἁμαρτία καὶ κατάρα, καὶ ὁδὸς, καὶ θύρα, καὶ ἕτερα πλεῖστα παραπλήσια τούτου. περὶ μέντοι τοῦ Μελχισεδὲκ ἔφησεν, ὅτι “μένει ἱερεὺς “εἰς τὸ διηνεκὲς,” ἐπειδή περ τὴν ἱερωσύνην οὐ παρέπεμψεν εἰς παῖδας, καθάπερ Ἀαρὼν καὶ Ἐλεάζαρ καὶ Φινεές· ὁ γὰρ εἰς ἕτερον τοῦτον παραπέμπων τὸν κλῆρον, δοκεῖ πῶς ἀφῃρῆσθαι τὴν ἀξίαν, ἄλλου τὴν ἐνέργειαν ἔχοντος. ἔχει δὲ καὶ ἑτέραν διάνοιαν. ὥσπερ Μωϋσῆν οὐ τὸν νομοθέτην μόνον καλοῦμεν, ἀλλὰ καὶ αὐτὸν τὸν νόμον, οὕτω καὶ Μελχισεδὲκ, καὶ τὸ πρόσωπον ὀνομάζομεν καὶ

554
τὸ πρᾶγμα, τουτέστι τὴν ἱερωσύνην, ταύτην δὲ ὁ δεσπότης Χριστὸς ἔχει, ἀτελεύτητον ἔχων ζωήν.

Ερανιστήσ h. ᾿Αμφότερα δὲ αὐτῷ προσήκει, καὶ τὸ ἐν ἀρχῇ εἶναι, καὶ τὸ ἐξ ῾Αβραὰμ καὶ Δαβὶδ κατὰ σάρκα βλαστῆσαι. δύο γὰρ φύσεις ἐν αὐτῷ θεωρῶν, ἑκατέρᾳ προσνέμω τὰ πρόσφορα. εἰ δὲ κατά τινας μία φύσις ἐστὶν ὁ Χριστὸς, πῶς ὄνον τε αὐτῇ προσαρμόσαι τὰ ἐν αὐτῇ. ἐναντίον γὰρ τῷ ἐν ἀρχῇ εἶναι, τὸ ἐξ Ἀβραὰμ καὶ Δαβὶδ καὶ τὴν ἀρχὴν εἰληφέναι. μᾶλλον δὲ πολλοστὴ γενεὰ μετὰ τὸν Δαβὶδ γεννηθῆναι, ἐν αὐτῇ δὲ πάλιν τῷ πάντα πεποιηκέναι, καὶ τῷ ἐκ Θεοῦ εἶναι, τὸ ἐκ πεποιημένων βλαστῆσαι, καὶ τὸ ἀνθρώπους ἐσχηκέναι πατέρας. ἐναντίον δὲ καὶ τῷ αἰωνίῳ τὸ πρόσφατον. ἀναμνήσθητι δέ μοι καὶ τῶν περὶ Μελχισεδὲκ εἰρημένων, ἔνθα παρεξετάζων ὁ Ἀπόστολος τὴν Λευιτικὴν ἱερωσύνην τῇ τοῦ Χριστοῦ, ἀπείκασε μὲν ἐν τοῖς ἄλλοις τὸν Μελχισεδὲκ τῷ Χριστῷ, τὴν δέ γε ἱερωσύνην ἔχειν ἔφησε τὸν Κύριον κατὰ τὴν τάξιν Μελχισεδέκ. ἆρά γε οὐκ ἄνθρωπος εἶναι καὶ γενητὸν νομίζεις τὸν Μελχισεδέκ; ἀλλ’ ὁ περὶ αὐτοῦ λόγος τἀναντία διδάσκει. πῶς τοίνυν αὐτῷ τὸ ἀπάτωρ ἁρμόττει καὶ τὰ ἑξῆς; ὑπὲρ ἀνθρωπείαν γὰρ ταῦτά γε φύσιν. τί οὖν; ψευδῆ τὸν ᾿Απόστολον εἰρηκέναι φήσομεν; μὴ γένοιτο. πῶς οὐν οἷόν τε καὶ αὐτῷ προσμαρτυρῆσαι τῇ ἀληθείᾳ, καὶ τῷ Μελχισεδὲκ προσαρμόσαι, τὰ ὑπὲρ φύσιν; ἀσαφὲς μὲν δοκεῖ τὸ χωρίον, τοῖς δὲ προσέχειν ἐθέλουσιν ἐφικτὴ τῆς τῶν ῥητῶν διανοίας ἡ κατανοησις.

Εἰρηκὼς γὰρ ὁ Παῦλος ἀπάτωρ καὶ τὰ ἑξῆς, ἐπήγαγεν. “ἀφωμοιωμένος τῷ Υἱῷ τοῦ Θεοῦ μένει εἰς τὸ διηνεκὲς ἱερεύς.” καὶ σαφῶς ἡμᾶς ἐδίδαξεν ὡς τοῦ Μελχισεδὲκ ἐν τοῖς ὑπὲρ τὴν ἀνθρωπείαν φύσιν, ἀρχέτυπον ἐστὶν ὁ Χριστός. ὁ δὲ Μελχισεδὲκ εἰκὼν καὶ τύπος Χριστοῦ, τοῦτον γὰρ εἶπεν ἀφωμοιωμένον τῷ Υἱῷ τοῦ Θεοῦ· σκοπήσωμεν δὲ οὑτωσί. λέγεις ἐσχηκέναι τὸν Κύριον κατὰ σάρκα πατέρα; οὐδαμῶς. ἐκ μόνης γὰρ ἁγίας ἐγεννήθη παρθένου. οὐκοῦν εἰκότως ἀπάτωρ ὠνόμασται. λέγεις αὐτὸν κατὰ τὴν θείαν φύσιν σχεῖν μητέρα; οὐ δῆτα· ἐκ μόνου γὰρ πρὸ τῶν αἰώνων ἐγεννήθη Πατρός. τοιγάρ τοι καὶ ἀγενεαλόγητος, ὡς ἄρρη- [*](h Scil. Theodoretus ἐν Ἐρανιστῇ.)

555
τον ἔχων τὴν ἐκ Πατρὸς γέννησιν προσηγόρευται. “τὴν γενεὰν “γὰρ αὐτοῦ,” φησὶν ὁ προφήτης, “τίς διηγήσεται;” οὕτως αὐτῷ προσήκει τὸ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχειν· ἄναρχος γὰρ καὶ ἀνώλεθρος, καὶ συντόμως ἀΐδιος, καὶ τῷ Πατρὶ συναΐδιος. πῶς δὲ ἁρμόττει ταῦτα καὶ τῷ θαυμασίῳ Μελχισεδέκ; ὡς εἰκόνι καὶ τύπῳ. ἡ δὲ εἰκὼν οὐ πάντα ὅσα ἔχει τὸ ἀρχέτυπον ἔχει. τῷ μὲν οὖν Σωτήρι’ ταῦτα προσήκει φύσει καὶ ἀληθείᾳ. ἐκείνῳ δὲ ἡ τῆς ἀρχαιογονίας ἱστορία προσήρμοσε ταῦτα. τῶν γὰρ πρόπαλαι γεγενημένων τὴν γενεαλογίαν ἐπιδείξασα, ἐκείνου οὔτε ’τον πατέρα εἴρηκεν, οὔτε τὴν μητέρα, οὔτε μὴν ἐκ τινος τῶν Νῶε παίδων κατάγειν τὸ γένος ἐδίδαξεν, ἵνα γένηται τοῦ ἀληθῶς ἀμήτορος καὶ ἀπάτορος τύπος. οὕτω δὲ νοεῖν ἡμᾶς ἐδίδαξε Παῦλος. ἐν αὐτῷ γὰρ τῷ χωρίῳ καὶ ταῦτα προστέθεικεν, “ὁ δὲ μὴ “γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκε τὸν ῾Αβραὰμ, καὶ τὸν “ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν.” εἰ δὲ ἀληθῶς ἀπάτωρ ἦν καὶ ἀμήτωρ, οὐκ ἃν ἦν εἰκὼν, ἀλλ’ ἀλήθεια. ἐπειδὴ δὲ οὐ φύσεως ταῦτ’ ἔχει, ἀλλὰ κατὰ τὴν τῆς θείας γραφῆς οἰκονομίαν, δείκνυσι τῆς ἀληθείας τὸν τύπον. τὸ δὲ “μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς “τέλος ἔχειν,” οὕτω νοήσωμεν· τὴν παλαιὰν γενεαλογίαν συγγράφων Μώσης ἐδίδαξεν ἡμᾶς, ὡς Ἀδὰμ ἐτῶν τοσῶνδε γενόμενος, ἐγέννησε τὸν Σὴθ, καὶ ἐπιζήσας ἔτη τοσάδε, τοῦ βίου τὸ τέρμα κατέλαβεν. οὕτω καὶ περὶ τοῦ Σὴθ καὶ τοῦ Ἐνώς καὶ τῶν ἄλλων εἴρηκε. τοῦ μέν τοι Μελχισεδὲκ καὶ τὴν ἀρχὴν τῆς γενέσεως, καὶ τῆς ζωῆς τὸ τέλος ἐσίγησεν. οὐκοῦν κατὰ τὴν ἱστορίαν, οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωῆς τέλος ἔχει. κατὰ δὲ τὴν ἀλήθειαν ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, οὔτε ἤρξατο τοῦ εἶανι, οὔτε λήψεται τέλος. κατὰ μὲν οὖν τὰ θεοπρεπῆ ταῦτα καὶ ὄντως θεῖα, τύπος ἐκεῖνος Χριστοῦ. κατὰ δέ γε τὴν ἀρχιερωσύνην, ἥτις ἀνθρώποις μᾶλλον ἣ Θεῷ προσήκει, ὁ Χριστὸς ἀρχιερεὺς γέγονε κατὰ τὴν τάξιν Μελχισεδέκ. καὶ γὰρ ἐκεῖνος ἐθνῶν ὑπῆρχεν ἀρχιερεὺς, καὶ Χριστὸς ὑπὲρ ἁπάντων τὴν παναγίαν καὶ σωτήριον θυσίαν προσήνεγκε.

Παναρίων, Οὐκοῦν ληροῦσιν οἱ τὸν Μελχισεδὲκ δύναμιν εἶναί τινα μεγάλην δοξάζοντες, καὶ ἐν τοι ἀκατονομάστοις αὐτὸν διατρίβειν τόποις ἡγούμενοι, καὶ τοῦ χριστοῦ μείζονα τυγχάνειν

556
τοῦ τῆς ἐκείνου κατηξιωμένου τάξεως. εἰ μὴ γὰρ ἢν φησιν ἐν δευτέρᾳ τινὶ κείμενος ὁ Χριστὸς μοίρᾳ, οὐκ ἃν ἱερατεύειν ἐλέγετο κατὰ τὴν τάξιν Μελχισεδέκ. βλασφημοῦντες δὲ ἀπεδείχθησαν καὶ οἱ τολμήσαντες εἰπεῖν τὸν Μελχισεδὲκ αὐτὸν εἶναι τὸν πατέρα τοῦ Χριστοῦ, καὶ διὰ τοῦτο καλεῖσθαι παρὰ τῆς γραφῆς ἀπάτορα καὶ ἀμήτορα καὶ ἀγενεαλόγητον· πολλοὺς γὰρ κατηναλώσαμεν λόγους τὴν ἐκείνων ἐλέγχοντες ἄνοιαν.

(??) ᾿Ονομάζεται ὁ Χριστὸς Μελχισεδὲκ ὡς ἀμήτωρ τὸ ὑπὲρ ἡμᾶς, καὶ ἀπάτωρ τὸ καθ’ ἡμᾶς, καὶ ὡς ἀγενεαλόγητος τὸ ἄνω· “τὴν γὰρ γενεὰν αὐτοῦ,” φησὶ, “τίς διηγήσεται;” καὶ ὡς βασιλεὺς Σαλὴμ· εἰρήνη δὲ τοῦτο· καὶ ὡς βασιλεὺς δικαιοσύνης, καὶ ὡς ἀποδεκατῶν πατριάρχας κατὰ τῶν πονηρῶν δυνάμεων ἀριστεύοντας.

Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. Θεοδωρήτου. Τοῦ ἀξιώματος τοῦ Ἀβραὰμ οὐχ ἁπλῶς ἐμνημόνευσεν, ἀλλὰ δεῖξαι βουλόμενος ὡς αὐτὴ τῶν ἱερέων ἡ ῥίζα, τῶν ἀγαθῶν ἡ κρηπὶς, δι’ οὗ τῆς εὐλογίας μεταλαγχάνει τὰ ἔθνη, τῆς λείας τὴν δεκάτην τῷ Μελχισεδὲκ προσενήνοχε.

Χρυσοστόμου. κατὰ ᾿Ιουδαίων. Τέως μὲν οὖν ἥρμοσε τὸν τύπον, θαρρῶν δὲ λοιπὸν, δείκνυσιν αὐτὸν τῶν ἀληθῶν πραγμάτων παρὰ Ἰουδαίοις λαμπρότερον. εἰ δὲ ὁ τύπον ἔχων τοῦ Χριστοῦ τοσοῦτον, οὐ τῶν ἱερέων, ἀλλὰ καὶ αὐτοῦ τοῦ προπάτορος τῶν ἱερέων βελτίων, τί ἄν τις εἴποι περὶ τῆς ἀληθείας; ὁρᾷς ἐξ ὅσης περιουσίας δείκνυσι τὴν ὑπεροχήν.

Καὶ ἀνακαλύπτων τοῦ τύπου τὸ θεώρημα, φησὶ, “θεωρεῖτε “πηλίκος οὗτος, ᾧ καὶ δεκάτην ἔδωκεν ὁ πατριάρχης.” τοῦτο δὲ οὐχ ἁπλῶς ἔλεγεν, ἀλλ’ ἐνδείξασθαι βουλόμενος ὅτι πολλῷ μείζων ἡ καθ’ ἡμᾶς ἱερωσύνη τῆς Ἰουδαικῆς, καὶ ἐν τύπῳ αὐτοῖς τῶν πραγμάτων προλαβοῦσα ἡ ὑπεροχὴ δείκνυται. ὁ γὰρ ῾Αβραὰμ τοῦ Ἰσαὰκ πατὴρ ἦν, καὶ τοῦ Ἰακὼβ πάππος, καὶ πρόγονος τοῦ Λευί. τοῦ γὰρ Ἰακὼβ υἱὸς ἦν ὁ Λευὶ, ἀπὸ δὲ τοῦ Λευὶ ἡ ἱερωσύνη παρὰ Ἰουδαίοις τὴν ἀρχὴν ἔλαβεν. ἀλλ’ οὗτος ὁ ῾Αβραὰμ ὁ πρόγονος τῶν Λευιτῶν τῶν Ἰουδαϊκῶν ἱερέων, ἐπὶ τοῦ Μελχισεδὲκ ὃς

557
ἦν τύπος τῆς καθ’ ἡμᾶς ἱερωσύνης, λαικοῦ τάξιν ἐπεῖχε. καὶ τοῦτο δι’ ἀμφοτέρων ἐδήλωσε, καὶ διὰ τοῦ δοῦναι δεκάτην αὐτῷ, οἱ γὰρ λαιοὶ τοῖς ἱερεῦσι τὰς δεκάτας διδόασι, καὶ ὅτι ηὐλογήθη παρ’ αὐτοῦ. οἱ γὰρ λαικοὶ παρὰ τῶν ἱερέων εὐλογοῦνται. πάλιν ὅρα πόση ἡ ὑπεροχὴ τῆς καθ’ ἡμᾶς ἱερωσύνης, ὅταν ῾Αβραὰμ ὁ πατριάρχης τῶν ᾿Ιουδαίων, ὁ πρόγονος τῶν Λευιτῶν, εὑρίσκεται ὑπὸ τοῦ Μελχισεδὲκ, καὶ εὐλογούμενος καὶ δεκάτας διδούς· καὶ γὰρ ἀμφότερα ταῦτα φησὶν ἡ παλαιά· αὐτὰ γοῦν ταῦτα καὶ ὁ Παῦλος εἰς μέσον ἀγαγὼν λέγει, “θεωρεῖτε πηλίκος οὗτος.” οὗτος τίς; ὁ Μελχισεδέκ φησιν, ᾧ καὶ δεκάτην ῾Αβραὰμ ἐκ τῶν ἀκροθινίων ἔδωκεν, ὁ πατριάρχης ἐκείνων.

Χρυσοστόμου. Ἀκροθίνια δὲ τὰ λάφυρα λέγεται, καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι ὡς μετέχοντι τοῦ πολέμου ἔδωκε. διὰ γὰρ τοῦτο εἶπεν, ὅτι ὑπήντησεν ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς i τῶν βασιλείων. οἴκοι γὰρ ἐκάθητό φησι, καὶ τῶν αὐτῷ πεπονημένων τὰς ἀπαρχὰς ἔδωκεν.

καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες, ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τουτέστι τοὺς ἀδελφοὺς αὐτῶν, καί περ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος ᾿Αβραάμ. ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, δεδεκάτωκε τὸν ῾Αβραὰμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας ευλόγηκεν.

Κατὰ ᾿Ιουδαίων. Ὃ λέγει τοιοῦτόν ἐστιν· οἱ Λευῖται οἱ παρὰ τοῖς ᾿Ιουδαίοις ἱερεῖς ἐντολὴν ἔλαβον κατὰ τὸν νόμον, δεκάτας λαμβάνειν ἐκ τῶν ἄλλων ᾿Ιουδαίων· καί τοι γε πάντες ἐκ τοῦ ῾Αβραάμ εἰσι, καὶ οἱ Λευῖται, καὶ ὁ λοιπὸς λαὸς, ἀλλ’ ὅμως δεκάτας λαμβάνουσι παρὰ τῶν ἀδελφῶν αὐτῶν. ὁ δὲ Μελχισεδὲκ ὁ μὴ γενεαλογούμενος ἐξ αὐτῶν· οὐ γὰρ ἐκ τοῦ ῾Αβραὰμ ἦν, οὐδὲ ἐκ τῆς φυλῆς τῆς Λευιτικῆς, ἀλλ’ ἑτέρου γένους, δεκάτας παρὰ τοῦ ῾Αβραὰμ ἔλαβε. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερόν τι· καὶ ’τον ἔχοντα τὰς ἐπαγγελιας, τὸν ῾Αβραὰμ πάλιν εὐλόγησε· καὶ τί τοῦτο φησί; δείκνυται ὅτι οὗτος ἐκείνου σφόδρα ἐλάττων. πὼς;

Χωρὶς γὰρ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.

[*](i Cod. σκοπῆς.)
558

Θεοδωρήτου. Τουτέστιν ἀναμφίλεκτον τοῦτο καὶ λίαν ἀναμφισ βήτητον, ὡς οἱ μείζους εὐλογεῖν τοὺς ἐλάττους εἰώθασιν.

Χρυσοστόμου κατὰ ᾿Ιουδαίων. Ὥστε εἰ μὴ ἦν ἐλάττων Ἁβραὰμ ὁ πρόγονος τῶν Λευιτῶν, τοῦ Μελχισεδὲκ, οὐκ ἃν ἐκεῖνος τοῦτον εὐλόγησεν, οὐδ’ ἂν ἐκεῖνος τούτω δεκάτας δέδωκε. τοσαύτη τῆς ἱερωσύνης ἡ ὑπερβολὴ, ὡς τοὺς ὁμοτίμους ἀπὸ προγόνων καὶ τὸν αὐτὸν ἔχοντας προπάτορα πολλῷ βελτίους εἶναι τῶν ἄλλων. δεκάτας γοῦν παρ’ ἐκείνων λαμβάνουσι. καί τοι τὸν αὐτὸν πρόγονον ἔχειν σεμνυνομένων οἱ κατὰ νόμον ἱερεῖς. οὗτος δὲ ἀλλόφυλος ὣν, παρ’ αὐτοῦ τοῦ πατριάρχου τὰς δεκάτας ἐδέξατο, καὶ τῷ τὰς θείας ἐπαγγελίας εἰληφότι, τὴν εὐλογίαν ἀντέδωκεν· ἡρμήνευσε δὲ καὶ τὸ ἀγενεαλόγητος, ἐξ αὐτῶν γὰρ εἶπε τὸν Μελχισεδὲκ μὴ γενεαλογεῖσθαι. δῆλον τοίνυν ὡς ἐκεῖνος οὐκ ἀληθῶς ἀγενεαλόγητος, ἀλλὰ κατὰ τύπον· ἀλλ’ ὅπερ ἐλέγομεν, τοσαύτη τῆς ἱερωσύνης ἡ ἀξία, ὡς τοὺς κατὰ νόμον ἱερέας καὶ παρ’ αὐτῶν τῶν ὁμογενῶν τε καὶ ὁμοφύλων τὰς δεκάτας κομίζεσθαι. ὅταν οὖν εὑρεθῇ τίς παρ’ αὐτῶν τούτων δεκάτας λαμβάνων, ἆρ᾿ οὐχ οὗτοι μὲν ἐν τάξει λαικῶν, ἐκεῖνος δὲ ἐν τοῖς ἱερεῦσι; καὶ οὐ τοῦτο μόνον, ἀλλ’ οὐδὲ ὁμόφυλος ἦν αὐτοῖς ἀλλ’ ἑτέρου γένους. ὥστε οὐκ ἃν ἔδωκεν ἀλλοφύλῳ δεκάτας, εἰ μὴ πολλὴ ἦν ἡ τιμή.

βαβαὶ τί εἰργάσατο. μεῖζον ἢ τὰ κατὰ τὴν πίστιν, ἐν τῇ πρὸς ᾿Ρωμαίους κινῶν Ἐπιστολῇ διεσάφησεν. ἐκεῖ μὲν γὰρ καὶ τῆς ἡμετέρας καὶ τῆς Ἰουδαϊκῆς πολιτείας τὸν ῾Αβραὰμ προπάτορα εἶναι φησίν. ἐνταῦθα δὲ αὐτοῦ σφόδρα κατατολμᾷ, καὶ δείκνυσι τὸν ἀκρόβυστον πολλῶ βελτίονα. πῶς οὖν ἔδειξεν ὅτι Λευὶ δεκάτας ἔδωκεν; ὁ ῾Αβραάμ φησι ἔδωκεν. καὶ τι πρὸς ἡμᾶς τοῦτο; μάλιστα μὲν πρὸς ὑμᾶς. οὐ γὰρ δὴ φιλονεικήσετε τοὺς Λευίτας, βελτίονας εἶναι τοῦ Ἁβραάμ. ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, δεδεκάτωκε τὸν Λβραάμ. εἶτα οὐχ ἁπλῶς παρῆλθεν, ἀλλὰ προσέθηκε, “καὶ “τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγησε.” ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο ἦν τὸ σεμνὸν, δείκνυσιν ἐκείνου ὄντα σεμνότερον τοῦτον, ἀπὸ τῆς κοινῆς κρίσεως ἁπάντων. “χωρὶς γάρ,” φησι, “πάσης ἀντιλογίας, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.” τουτέστι πᾶσι δοκεῖ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖσθαι. οὐκοῦν

559
κρείττων ὁ τύπος τοῦ Χριστοῦ, καὶ αὐτοῦ τοῦ τὰς ἐπαγγελίας ἔχοντος.

Κυρίλλου Γλαφυρῶν. Ἄθρει δὴ οὖν τῆς ἐν Χριστῷ τελειώσεως τοὺς τύπους ἐναστράπτοντας ἐναργῶς τῷ Μελχισεδὲκ καὶ τῆς κατὰ νόμον λατρείας τὸ μέτρον ἐν μείοσιν. εἴπερ ἐστιν οὐκ ἐνδοιαστὸν ὅτι πάντη τε καὶ πάντως τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. ῥίζα δὲ ὥσπερ τῶν ἐξ Ἰσραὴλ ὁ ῾Αβραὰμ, καὶ τὸ ἐν αὐτῷ προῦχον τε καὶ ἐξαίρετον ὁ Λευὶ, τοῖς τῆς θείας ἱερωσύνης κατεστεμμένος αὐχήμασιν, ἀλλ’ ἦν ἐν ὀσφύι· κείμενος ἔτι· δυνάμει γὰρ ἦν τῶν ἐξ αὐτοῦ κατὰ καιροὺς ἐσομένων πατὴρ ὁ ῾Αβραάμ. καὶ τοῦτο οἶμαί ἐστι τὸ σοφῶς εἰρημένον περὶ τοῦ Λευί. “ἔτι “γὰρ ἐν τῇ ὀσφύι· τοῦ πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ Μελχι- “σεδέκ.” εὐλογεῖται τοίνυν ὡς κατὰ νόμον ἱερωσύνη, παρὰ τῆς ἐν Χριστῷ λατρείας, ἧς ὁ τύπος ἐν Μελχισεδέκ. προφερεστέρα δὲ ὅτι ἀσυγκρίτως ἡ εὐλογεῖν οἷά τε τῆς οὐχ ὧδε ἐχούσης, πῶς ἃν ενοοιασειε τις;

Καὶ ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν· ἐκεῖ δὲ, μαρτυρούμενος ὅτι ζῆ.

Θεοδωρήτου. Ἀπὸ τῆς προφητείας τοῦτο τέθηκε μαρτυρῶν. “σὺ “γὰρ εἶ,” φησιν, “ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισε- “δέκ.” ἐπειδὴ δὲ εἰκὸς ἦν ᾿Ιουδαίους εἰπεῖν, ὅτι, ᾿Αβραὰμ οὐκ ἦν ἱερεὺς, καὶ εἰκότως τὰς δεκάτας προσήνεγκε, καὶ τὴν εὐλογίαν ἀπέλαβεν· ὁ δὲ Ἀαρὼν τῆς ἱερωσύνης τὴν ἀξίαν ἐδέξατο, καὶ τὸ ἐκείνου γένος μετ’ ἐκεῖνον τῆς θείας μετέλαχε χάριτος, δείκνυσιν ἐκ περινοίας καὶ τούτους διὰ τοῦ πατριάρχου τὰς δεκάτας προσενεγκόντας. Κατὰ ᾿Ιουδαίων. Βουλόμενος γὰρ δεῖξαι ὅτι διὰ τοῦ ἐκείνῳ προσῆλθον, ἐπήγαγε λέγων, “καὶ ὡς ἔπος εἰπεῖν,” τουτέστι σχεδόν.

Δἰ ῾Αβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται.

Τί ἐστι δεδεκάτωται; δεκάτας ἔδωκε καὶ αὐτὸς τῷ Με Μελχισεδὲκ, ὁ μηδέπω γεννηθεὶς διὰ τοῦ πατρὸς αὐτοῦ.

Ἔτι γὰρ ἐν τῇ ὀσφύι τοῦ πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ.

560

Θεοδωρήτου. Διὰ τοῦτο γὰρ προλαβὼν εἶπεν, “ὡς ἔπος “εἰπεῖν,” οὐδέπω γὰρ τοῦ Ἰσαὰκ γέγονε πατὴρ ὅτε τοῦ Μελχισεδὲκ ὁ πατριάρχης τὴν εὐλογίαν ἐδέξατο. ἔτι τοίνυν νῦν ἐν ἑαυτῷ εἶχε τῆς παιδοποιίας τὰς ἀφορμάς. ἐκ δὲ τοῦ Ἰσαὰκ ὁ Ἰακὼβ ἐβλάστησεν, ἐξ ἐκείνου δὲ ὁ Λευί. ἐν αὐτῶ τοίνυν ἦν φησιν ὁ Λευὶ, ἡνίκα καὶ τὴν δεκάτην προσήνεγκε, καὶ τὴν εὐλογίαν ἐδέξατο. ἀνάγκη τοίνυν καὶ αὐτὸν δεκατοῦσθαι καὶ τῆς εὐλογίας μετειληφέναι.

Χρυσοστόμου. Καλῶς δὲ αὐτὸ ἐκόλασεν εἰπὼν, “ὡς ἔπος “εἰπεῖν.” ἐν αὐτῷ φησιν ἦν ὁ Λευὶ, εἰ καὶ μηδέπω ἐτέχθη· καὶ οὐκ εἶπεν οἱ Λευῖται, ἀλλ’ ὁ Λευί. εἶδες ὑπερβολήν; εἶδες πόσον τὸ μέσον τοῦ ῾Αβραὰμ, καὶ τοῦ Μελχισεδὲκ, τοῦ τὸν τύπον φέροντος τοῦ ἀρχιερέως τοῦ ἡμετέρου; καὶ δείκνυσι τὴν ὑπεροχὴν ἐξουσίᾳ οὐκ ἀνάγκῃ γεγενημένην. ἐκεῖνος γὰρ ἔδωκε τὴν δεκάτην, ὅπερ ἐστὶν ἱερέως, οὗτος εὐλόγησεν, ὅπερ ἐστὶ κρείττονος. αὕτη ἡ ὑπεροχὴ καὶ εἰς τοὺς ἐκγόνους διαμένει. ὁρᾷς ὅπως θαυμαστῶς ἔρριψεν ἔξω τὰ Ἰουδαικὰ, διὰ τοῦτο ἔλεγε, “νωθροὶ γεγόνατε,” ἐπειδὴ ταῦτα καταβαλέσθαι ἐβούλετο, ὥστε μὴ ἀποσκιρτῆσαι αὐτούς. τοιαύτη γὰρ ἡ σοφία. προκατασκευάζει πρῶτον, καὶ οὕτως ἐμβάλλει εἰς ἃ βούλεται. δυσπειθὲς γὰρ τὸ γένος τὸ ἀνθρώπινον, καὶ πολλῆς δεόμενον ἐπιμελείας, καὶ πλείονος ἢ τὰ φυτά. ἐκεῖ μὲν γὰρ φύσις σωμάτων ἐστὶ καὶ γῆς εἴκουσα ταῖς τῶν γηπόνων χερσίν· ἐνταῦθα δὲ προαιρέσεις πολλὰς δεχομένη μεταβολὰς, καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο αἱρουμένη. ὀξυρρεπὴς γὰρ αὕτη πρὸς κακίαν.

᾿Ισιδώρου. Εἰ δέ τις ἔροιτο, τίνος ἕνεκεν ὁ ῾Ρουβὶν, καὶ τοι πρωτότοκος ὢν, οὔτε βασιλείας, οὔτε ἱερωσύνης ἠξιώθη; ἐροῦμεν, ὅτι ἐπειδὴ ἐπελύττησε τῇ πατρῴᾳ εὐνῇ. ὁ δὲ Λευὶ τρίτος ὣν, οὐ μόνον διὰ τὸ ἐπαγγείλασθαι τὸν πατέρα δεκάτας ἀφιερώσειν· κάτωθεν γὰρ ἀριθμούμενος δέκατος ἦν, ἀλλὰ καὶ διὰ ὁσιότητα, καὶ τὸ συγγενικῶν αἱμάτων διὰ τὴν εἰς τὸ θεῖον τιμὴν τὰς χεῖρας ἐμπλῆσαι, ἱερωσύνης ἠξιώθη, ὅν περ καὶ θαυμάζων ἐν ταῖς εὐλογίαις ὁ Μωϋσῆς ἔλεγεν· “ὁ λέγων τῷ πατρὶ ἢ τῇ μητρὶ οὐχ ἑώρακά σε, “καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἀπέγνω, ἐφύλαξε τὰ λόγια Κυρίου.” ὁ δὲ ᾿Ιούδας τέταρτος ὢν, διὰ τὴν ἀδέκαστον κρίσιν καὶ τὴν ὀρθὴν

561
κρίσιν, βασιλείας ἠξιώθη. ἐπειδὴ γὰρ πολλοὶ τὰ οἰκεῖα κρύπτοντες πλημμελήματα, ἑτέρους καταδικάζουσιν, οὗτος δὲ, ἑαυτοῦ μὲν κατεψηφίσατο, τὴν δὲ πεπορνεῦσαι νομισθεῖσαν ἀπήλλαξε τῆς τιμωρίας. διὰ τοῦτο εἰκότα τῆς βασιλείας ἠξιοῦτο. ἱεροῦντο γὰρ οἱ ἐκ Λευὶ, ἐβασίλευον δὲ οἱ ἐξ Ἰούδα, οὐ κατὰ ἀποκλήρωσιν, ἀλλ᾿ ἀρετῆς γέρας εἰληφότες· ὅτε γοῦν τινες ἐν τῇ ἐρήμῳ ἐκ τοῦ Ῥουβὶν καταγόμενοι, καὶ νομίζοντες ἱερωσύνης ἄξιοι εἶναι, διὰ τὸ του πρωτοτόκου εἶναι ἀπόγονοι, κατὰ τῶν ἱερωμένων ἐμάνησαν, Μωσέα νομίσαντες κατὰ χάριν τῷ τε ἀδελφῷ τοῖς τε ἀδελφιδοῖς τὴν ἱερωσύνην προπεπωκέναι· τότε δὴ σκηπτοῖς καὶ κεραυνοῖς οὐρανόθεν κατετοξεύοντο, τῆς δίκης οὐ τῇ πρεσβυγενείᾳ ἀλλὰ τῆ ἀρετῇ τὸ τῆς ἱερωσύνης γέρας βεβαιούσης.

Θεοδωρήτου. Ὁ μέν τοι Παῦλος ἑτέρωθεν μεθοδεύει τὸν λόγον, καὶ τὸ τῶν λεγομένων ἀναντιρρήτῳ θαρρήσας, δείκνυσι παῦλαν μὲν δεχομένην τὴν Λευιτικὴ, ἱερωσύνην, τὴν δὲ κατὰ τάξιν Μελχισεδὲκ ἀντὶ ταύτης εἰσαγομένην. προκατασπείρει δὲ κατὰ ταὐτὸν καὶ τὴν περὶ τῆς καινῆς διαθήκης διδασκαλίαν.

Κρυσοστόμου. Εἰπὼν τοίνυν περὶ τοῦ Μελχισεδὲκ, καὶ δείξας ὅσῳ κρείττων ἦν τοῦ ῾Αβραὰμ, καὶ πολὺ τὸ διάφορον ἀποφήνας, ἐντεῦθεν ἄρχεται λοιπὸν τῆς διαθήκης αὐτῆς τὸ μέσον ἀποδεικνύναι, καὶ πῶς ἡ μὲν ἀτελὴς, ἡ δὲ τελεία, καὶ οὐδέπω εἰς αὐτὰ τὰ πράγματα ἐμβαίνει, ἀλλ’ ἀπὸ τῆς ἱερωσύνης τέως μάχεται. ταῦτα γὰρ πιστότερα ἦν τοῖς ἀπίστοις, ὅταν ἀπὸ τῶν ἤδη προειλημμένων καὶ πεπιστευμένων ἡ ἀπόδειξις γίνεται, ἔδειξεν ὅτι πολὺ καὶ τοῦ Λευὶ καὶ τοῦ ῾Αβραὰμ βελτίων ἦν ὁ Μελχισεδὲκ, ἐν τάξει ἱερέων αὐτοῖς γενόμενος. ἐξ ἑτέρου πάλιν ἐπιχειρεῖ. ποίου δὲ τούτου; τίνος ἕνεκεν, φησὶν, οὐκ εἶπε κατὰ τὴν τάξιν Ἀαρών; καὶ θέα μοι τὴν ὑπερβολὴν, ἀφ’ οὗ γὰρ εἰκὸς ἦν αὐτὸν ἐκβαλεῖν τὴν ἱερωσύνην, ἐπειδὴ μὴ κατὰ τὴν τάξιν Ἀαρὼν, ἀπὸ τούτου τοῦτον μὲν ἵστησιν, ἐκβάλλει δὲ ἐκείνους. αὐτὸ γὰρ τοῦτο λέγω φησί. τίνος ἕνεκεν οὐ κατὰ τὴν τάξιν Ἀαρὼν γέγονεν; ἔχει δὲ ὧδε τὰ ῥήματα. “εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς “ἦν, ὁ λαὸς γὰρ ἐπ’ αὐτῇ νενομοθέτητο, τίς ἔτι χρεία κατὰ τὴν “τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν “τάξιν Ἀαρὼν λέγεσθαι;”

562

Χρυσοστόμου. Καὶ τὸ “τίς ἔτι χρεία,” πολλὴν ἔμφασιν ἔχει· εἰ μὲν γὰρ ἦν ὁ Χριστὸς κατὰ σάρκα, κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἔπειτα ὁ νόμος γέγονε καὶ τὰ κατὰ τὸν Ἀαρὼν, εἰκότως ἄν τις εἴποι, ἅτε ὄντα τελειότερα ταῦτα, ἐκεῖνα καταλύει, ἅτε ἐπεισελθόντα. εἰ δὲ ὁ Χριστὸς ὕστερος, καὶ ἕτερον λαμβάνει τύπον τὸν τῆς ἱερωσύνης, δηλονότι ὡς ἀτελεστέρων ὄντων ἐκείνων. θῶμεν γάρ φησι τῷ λόγῳ πάντα πεπληρῶσθαι, καὶ μηδὲν ἀτελὲς εἶναι ἐν τῇ ἱερωσύνῃ, τί οὖν ἔδει κατὰ τὴν τάξιν Μελχισεδὲκ λέγεσθαι, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρών; τίνος ἕνεκεν ἀφεὶς τὸν Ἀαρὼν ἑτέραν εἰσήνεγκεν ἱερωσύνην, τὴν τοῦ Μελχισεδέκ;

Θεοδωρήτου. Εἰ τὸ τέλειον φησὶν εἶχεν ἡ κατὰ νόμον ἰερωσύνη· δι’ αὐτῆς γὰρ ἅπαντα ἐπληροῦτο τὰ νόμιμα, τί ἐβούλετο τῆς ἑτέρας ἡ δόσις; τι δήποτε δὲ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν, ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ ταύτην ἐπαγγέλλεται δώσειν; καὶ μὴν κατ’ ἐκείνην ἐπληροῦτο τὰ νόμιμα· ἐκείνη γὰρ τὰς θυσίας προσέφερεν, ἐκείνη τοὺς μολυνομένους ἐκάθηρεν, δι’ ἐκείνης ἐπληροῦντο αἱ περὶ τῶν ἑορτῶν ἐντολαί· τοῦτο γὰρ εἶπεν· ὁ λαὸς γὰρ ἐπ’ αὐτῇ νενομοθέτητο.

Χρυσοστόμου. Τουτέστιν, αὐτῇ στοιχεῖ, δι’ αὐτῆς ἅπαντα πράττει· οὐκ ἔστιν εἰπεῖν ὅτι ἑτέροις ἐδόθη. “ὁ λαὸς ἐπ’ αὐτῇ “νενομοθέτηται.” τουτέστι κέχρηται αὐτῇ καὶ ἐχρήσατο. οὐκ ἔστιν εἰπεῖν, ὅτι τελεία μὲν ἦν, οὐ προειστήκει δὲ τοῦ λαοῦ. αὐτῇ γὰρ ὁ λαὸς ἐχρήσατο. τίς οὖν ἦν ἑτέρας ἱερωσύνης χρεία, εἴ γε διὰ τῆς Λευιτικῆς ἦν τελείωσις τῶν πραγμάτων, τῶν δογμάτων τοῦ βίου; καὶ ὅρα πῶς ὁδῷ προβαίνει. εἶπεν ὅτι κατὰ τὴν τάξιν ἐστὶ Μελχισεδέκ· δεικνὺς ὅτι πολὺ βελτίων τῆς κατὰ νόμον. δείκνυσι λοιπὸν καὶ ἀπὸ τοῦ χρόνου τοῦτο, ὅτι μετὰ ᾿Ααρὼν δηλονότι ὡς ἀμείνων.

(??) Παλαί’ μὲν οὑν εἰς μόνον τοῦ Ἰσραὴλ τὸ ἔθνος τῆς Λευιτικῆς ἱερωσύνης ἀξίωμα ἐχρημάτιζε. Χριστὸς δὲ ὁ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ, τῇ μὲν μεταθέσει τῆς ἱερωσύνης τῷ ἐξ ἑτέρας αὐτὸν εἶναι φυλῆς, πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ὁ Κύριος ἀνατέταλκε, τὴν τοῦ νόμου μετάθεσιν ἀπειργάσατο, ἀπὸ τῆς κατὰ νόμον σκιᾶς, ἐπὶ τὸ τῆς βασιλείας τῶν [*](k i. e. Κύριλλος, Γρηγόριος.)

563
οὐρανῶν μεταθέμενος ἡμᾶς εὐαγγέλιον· καθάπερ ἀπὸ τῆς Λευϊτικῆς ἐπὶ τὴν βασιλικὴν φυλὴν τὸ τῆς ἱερωσύνης ἀξίωμα. τῇ δὲ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀφομοιώσει, οὐχ ὑπὲρ μόνου τοῦ Ἰσραὴλ, ἀλλ’ ὑπὲρ πάντων τῶν ἐθνῶν λύτρον ἑαυτὸν τῷ Πατρὶ προσηγάγετο, καὶ τῆς πάντων ἀνθρώπων ὁμολογίας ἀρχιερεὺς καθέστηκεν. ἐπεὶ καὶ ὁ Μελχισεδὲκ τῆς ἐθνικῆς μοίρας εἶναι γνωρίζεται, καὶ οὐκ ἐκ τοῦ γένους Ἀβραὰμ εὑρίσκεται.

Ὃ δὲ λέγει νῦν ὁ Παῦλος, τοῦτό ἐστιν· εἰ τὴν πρ α (sic) τέλεια ἦν κατὰ Ἰουδαίους, καὶ μὴ σκιὰ ἦν ὁ νόμο·ς τῶν μελλόντων ἀγαθῶν, ἀλλὰ τὸ πᾶν αὐτὸς κατωρθώκει, καὶ οὐκ ἔμελλεν ἑτέρῳ παραχωρεῖν, οὐδὲ ἡ ἱερωσύνη ἡ πρότερον ὑπεξίστασθαι, καὶ ἑτέρα ἀντεισάγεσθαι, τίνος ἕνεκεν ὁ προφήτης ἔλεγε, “σὺ ἱερεὺς εἰς τὸν “αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ;” ἔδει γὰρ εἰπεῖν κατὰ τὴν τάξιν Ἀαρών· διὰ τοῦτο φησὶν, “εἰ μὲν ἦν τελείωσις διὰ τῆς “Λευϊτικῆς ἱερωσύνης, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ “ἀνίστασθαι ἱερέα ἕτερον, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;” δῆλον γὰρ ἐκ τούτου, ὡς ἐκείνη μὲν τέλος ἔλαβεν ἡ ἱερωσύνη, ἑτέρα δὲ ἀντεισενήνεκται πολλῷ βελτίων καὶ ὑψηλοτέρα. τούτου δὲ ὡμολσγουμένου, κἀκεῖνο συνωμολόγηται, ὅτι πολιτεία ἑτέρα συμβαίνουσα τῇ ἱερωσύνῃ συναχθήσεται αὕτη ἡ ἡμετέρα καὶ νομοθεσία βελτίων· ὅπερ δὴ κατασκευάζων ὁ Παῦλος, ἐπάγει, “μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετά- “θέσις γίνεται.”

Χρυσοστόμου. κατὰ ᾿Ιουδαίων. Ἐπειδὴ γὰρ τὸ πλέον νομίμων περὶ τὴν τῆς ἱερωσύνης ἀκολουθίαν ἀνηλίσκετο, ἡ ἱερωσύνη ἡ προτέρα ἐξεβέβλητο, εὔδηλον ὅτι ἑτέρας ἀντεισαχθείσης καὶ νομοθεσίαν μείζονα εἰσενεχθῆναι ἔδει.

Οὕτω δείξας τὴν τῆς ἱερωσύνης ἐναλλαγὴν, δείκνυσι καὶ τοῦ νόμου τὴν παῦλαν. ὁ νόμος τῇ ἱερωσύνῃ συνέζευκται. ἀνάγκη τοίνυν τῆς ἱερωσύνης παυομένης, τοῦτο παθεῖν καὶ τὸν νόμον.

Χρυσοστόμου. Εἰ δὲ ἕτερον τινὰ ἱερέα ἐλᾶι ἐχρῆν, μᾶλλον δὲ ἑτέραν ἱερωσύνην, ἀνάγκη καὶ νόμον ἕτερον εἶναι. τοῦτο πρὸς τοὺς λέγοντας, τι ἔδει καινῆς διαθήκης; ἔχει μὲν γὰρ καὶ μαρτυρίαν εἰπεῖν ἀπὸ προφητείας· “αὕτη ἡ διαθήκη ἣν διεθέμην τοῖς “πατράσιν ὑμῶν.” τέως δὲ ἀπὸ τῆς ἱερωσύνης μάχεται· καὶ ὅρα

564
πῶς ἄνωθεν λέγει. εἶπε κατὰ τὴν τάξιν Μελχισεδὲκ, εἶπεν, εἰ αὕτη ἀμείνων ἦν, τί ἔδει ἑτέρας; εἰ τοίνυν ἱερωσύνη εἰσῆκται ἄλλη, δεῖ καὶ διαθήκην εἶναι· οὔτε γὰρ ἱερέα ἐστὶ χωρὶς διαθήκης εἰναι καὶ νόμων καὶ προσταγμάτων, οὔτε ἑτέραν λαβόντα ἱερωσύνην ἐκείνῃ κεχρῆσθαι. εἶτα ὅπερ ἀντιθέσεως ἦν, πῶς ἱερεὺς ἃν εἴη, μὴ ὣν Λευίτης; τοῦτο διὰ τῶν ἄνω προκαταβαλὼν, οὐδὲ λύσαι ἀξιοῖ, ἀλλ’ ἐν παραδρομῇ εἰσάγει αὐτό. εἶπον, φησὶν, ὅτι μετετέθη ἡ ἱερωσύνη, οὐκοῦν καὶ ἡ διαθήκη. μετετέθη δὲ οὐ τῷ τρόπῳ μόνον οὐδὲ τοῖς προστάγμασιν, ἀλλὰ καὶ τῇ φυλῇ· ἔδει γὰρ καὶ τῇ φυλῇ. πῶς μετατιθεμένης τῆς ἱερωσύνης ἀπὸ φυλῆς εἰς φυλὴν, ἀπὸ τῆς ἱερατικῆς ἐπὶ τὴν βασιλικήν; ἵνα ᾐ ἡ αὐτὴ καὶ ἱερατικὴ καὶ βασιλική. καὶ θέα τὸ μυστήριον. πρῶτον ἦν βασιλικὴ, καὶ τότε γέγονεν ἱερατική. ὥσπερ οὖν καὶ ἐπὶ τοῦ Χριστοῦ. βασιλεὺς μὲν γὰρ ἦν ἀεὶ, ἀρχιερεὺς δὲ γέγονεν, ὅτε τὴν σάρκα ἀνέλαβεν, ὅτε τὴν θυσίαν προσήγαγεν. ὁρᾷς τὴν μεταβολὴν, καὶ ἅπερ ἀντιθέσεως ἦν, ταῦτα ὡς τῆς τῶν πραγμάτων ἀκολουθίας ἀπαιτούσης εἰσάγει. εἶτα δηλῶν περὶ τίνος ταῦτα λέγεται φησιν,

Ἐφ’ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ’ ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ.

Λέγει δὲ καὶ τὸ φυλῆς ὄνομα,

Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἢν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μώσης ἐλάλησεν.

Χρυσοστόμου. κατὰ Ἰουδαίων. Κἀγώ φημι καὶ οἶδα ὅτι ἱερωσύνης εἶχε. μετάθεσις γάρ ἐστιν. ὅταν οὖν φαίνηται μηδὲ ἐξ ἐκείνης ὢν τῆς φυλῆς κατὰ τὴν τάξιν Μελχισεδὲκ, οὗτος πολὺ τοῦ Ἁβραὰμ σεμνότερος ὣν, πανταχόθεν συνωμολόγηται, ὅτι ἑτέρα ἀνθ’ ἑτέρας εἰσάγεται ἱερωσύνη, πολὺ τῆς προτέρας ὑψηλοτέρα. εἰ γὰρ ὁ τύπος τοιοῦτος, καὶ τῆς Ἰουδαϊκῆς ἱερωσύνης λαμπρότερος ἦν, πολλῷ μᾶλλον αὐτὴ ἡ ἀλήθεια.

Θεοδωρήτου. Τόγε μὴν πρόδηλον ὡς ἀναντίρρητον τέθεικε. καὶ γὰρ τῶν μάγων παραγενομένων, καὶ ἐρωτήσαντος τοῦ Ἡρώδου τοὺς Ἰουδαίους, “ποῦ ὁ Χριστὸς γεννᾶται;” ἔφασαν, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. εἶτα καὶ τὸν σφέτερον ἐβεβαίωσαν λόγον τῆς

565
γραφῆς μαρτυρίᾳ. “γέγραπται γὰρ, καὶ σὺ Βηθλεὲμ γῆ Ἰούδα, “οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα. ἐκ σοῦ γὰρ ἐξε- “λεύσεται μοι ἡγούμενος, ὅστις ποῖ τὸν λαόν μου τὸν “’Iσραήλ.” τούτων τῶν προρρήσεων τὸ τέλος ὁ θεῖος Ἀπόστολος δέδειχε καὶ κέκραγε· “πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν, “ὁ Κύρος ἡμῶν,” κατὰ τὸ εἰρημένον, “οὐκ ἐκλείψει ἄρχων ᾿Ιούδα, ἕως ἃν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία “ἐθνῶν.” ταύτας ὁ Δαβὶδ τὰς ἐπαγγελίας ἐδέξατο παρὰ Θεοῦ, εἰπόντος “ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου.” ταύτας καὶ διὰ ῾Ησαΐου ὁ δεσπότης ἀνενεώσατο. “ἐξελεύσεται,” γάρ φησι, “ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ” καὶ τὰ ἑξῆς. καὶ πάλιν “ἔσται ἡ ῥίζα Ἰεσσαι, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη “ἐλπιοῦσι.” καὶ αὖθις, “διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ “ὅσια Δαβὶδ τὰ πιστὰ,” τουτέστιν, ἃ ὑπεσχόμην ἐκείνῳ πληρώσω, καὶ διὰ τοῦ σπέρματος ἐκείνου σώσω τὴν οἰκουμένην. πιστὴ γάρ μου καὶ ἀψευδὴς ἡ ὑπόσχεσις. ἐκ ταύτης μέντοι φησὶ τῆς Ἰούδα φυλῆς, οὐδεὶς ἱερεὺς ἀπεφάνθη· ἀλλὰ καὶ Ὀζίας τῆς ἱερωσύνης κατατολμήσας, τὴν ἀτιμίαν τῆς λέπρας ἐπιτίμιον τῆς αὐθαδίας ἐδέξατο. θαυμάσαι δὲ ἄξιον τὸ τῆς οἰκονομίας μυστήριον. ὥσπερ γὰρ ὁ δεσπότης Χριστὸς βασιλεὺς αἰώνιος ὣν, ἀρχιερεὺς ἡμῶν ἐχρημάτισεν, οὕτως ἡ ᾿Ιούδα φυλὴ, βασιλικὴ πρότερον οὖσα, τῆς ἱερωσύνης διὰ τοῦ δεσπότου τετύχηκεν.

Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστι.

Τὸ μέσον δηλαδὴ τῆς ἱερωσύνης ἑκατέρας, τὸ διάφορον ὅσον κρεῖττον.

Χρυσοστόμου κατὰ ᾿Ιουδαίων. Εἰ κατὰ τὴν ὁμοιότητα ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. μαρτυρεῖ δὲ γὰρ ὅτι “σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.”

Ἐγώ, φησι, καὶ ἄλλην δείκνυμι διαφορὰν, οὐ μόνον ἀπὸ τῆς φυλῆς, οὐδὲ μόνον ἀπὸ τοῦ προσώπου, οὐδὲ ἀπὸ τοῦ τρόπου, οὐδὲ ἀπὸ τῆς διαθήκης, ἀλλὰ καὶ ἀπ’ αὐτοῦ τοῦ τύπου. γέγονε φησὶν ἱερεὺς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς, τουτέστι τῶν προσταγμάτων αὐτοῦ· οὐδὲν ἦν σαρκικὸν, οὐ γὰρ πρόβατον θύειν, καὶ μόσχους

566
ἐπέταξεν. ἀλλὰ διὰ τῆς κατὰ ψυχὴν ἀρετῆς, τὸν θεὸν θεραπεύειν, καὶ τούτων ἆθλα ζωὴν ἡμῖν ἔθηκε, τὴν οὐδέποτε καταλυομένην. καὶ πάλιν νεκρωθέντας ἡμᾶς ὑπὸ τῶν ἁμαρτιῶν, ἐλθὼν ἀνέστησε, διπλοῦν θάνατον λύσας, τὸν μὲν τῆς ἁμαρτίας τὸν δὲ τῆς σαρκός. ἐπεὶ οὖν τοιαῦτα κομίζων ἡμῖν ἦλθεν ἀγαθὰ, διὰ τοῦτο φησὶν, οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου.

Χρυσοστόμου. Ὁ γὰρ νόμος ἐκεῖνος τὰ πολλὰ ἄνομος ἦν. τί ἐστιν “ἐντολῆς σαρκικῆς; περίτεμε, φησὶ, τὴν σάρκα, χρίσον, λοῦσον, καθάρισον, περίκειρον, ἐπίδησον, θρέψον, ἄργησον τῇ σαρκί. καὶ τὰ ἀγαθὰ πάλιν τίνα. πολλὴ ζωὴ τῇ σαρκὶ, τρυφὴ τῇ σαρκί. ἀπὸ τούτου τοῦ νόμου τὴν ἱερωσύνην ἔλαβεν Ἀαρὼν, ὁ μέντοι Μελχισεδὲκ οὐχ οὕτως, μᾶλλον δὲ ὁ Χριστός.

Θεοδωρήτου. Δυνατὸν γὰρ καὶ ἐντεῦθεν δεῖξαι τούτου κἀκείνου τὴν ὁμοιότητα, ὅτι καθάπερ ἐκεῖνος τῆς ἱερωσύνης διαδόχους οὐκ ἔσχεν, οὕτως οὐδὲ οὗτος ταύτην εἰς ἑτέραν παραπέμψει. σαρκίνην γὰρ ἐντολὴν τοῦτο κέκληκεν, ὡς τοῦ νόμου διὰ τὸ θνητὸν τῶν ἀνθρώπων κελεύοντος μετὰ τὴν τοῦ ἀρχιερέως τελευτὴν, τὸν ἐκείνου παῖδα τὴν ἱερωσύνην λαμβάνειν.

Χρυσοστόμου. Οὐ κατὰ νόμον τοίνυν ἐντολῆς σαρκίνης γέγονεν ὁ Χριστὸς ἱερεὺς, τουτέστιν οὐ πρόσκαιρος, οὐδὲ πέρας ἔχων, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. καίτοι οὐκ ἔστιν ἀκόλουθον τοῦτο τῷ, “ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονε.” τὸ γὰρ ἀκόλουθον ἦν εἰπεῖν, ἀλλὰ κατὰ πνευματικῆς. ἀλλὰ διὰ τοῦ σαρκικοῦ τὸ πρόσκαιρον ἔδειξεν, ὥσπερ καὶ ἀλλαχοῦ λέγει “μέχρι καιροῦ “διορθώσεως” ἐπικείμενα τὰ δικαιώματα τῆς σαρκός. τὸ δὲ “κατὰ δύναμιν ζωῆς,” τουτέστιν ὅτι οἰκείᾳ δυνάμει ζῇ.

Θεοδωρήτου. Οἶμαι δὲ τὴν σαρκικὴν ἐντολὴν οὐ μόνον τὸ πρόσκαιρον, ἀλλὰ καὶ ἕτερόν τι αἰνίττεσθαι, ὃ καὶ φθάσας εἶπον, τὸ σῶμα γὰρ ὡς ἐπίπαν οἱ ἱερεῖς ἐξεκάθαιρον· τοῦτο περιρραίνοντες καὶ λούοντες, ὑπὲρ τούτου τὰς θυσίας προσέφερον. οὐδὲ γὰρ ὑπὲρ ἀνδροφόνων ἢ γάμους ἀλλοτρίους διορυττόντων, ἀλλ’ ὑπὲρ γονορρυῶν καὶ λεπρῶν, καὶ τῶν ἁπτομένων ὀστέων νεκρῶν.

Κυρίλλου γλαφυρῶν. Ὅλος δὲ ἱερεὺς ὁ Ἐμμανουὴλ, εἰ καὶ ἐκ τῆς Ἰούδα νοοῖτο φυλῆς, ἵνα καὶ ὑμνητὸς, καὶ βασιλεὺς εἶναι

567
πιστεύηται· καὶ ὅτι μὴ κάτα σάρκα τὸ ἱερὸν αὐτῷ καθάπερ ἀμέλει καὶ τοῖς Ἰουδαίων καθηγηταῖς, ἀλλ’ ὡς Θεῷ καὶ βασιλεῖ τῶν ὅλων ἐν ἁγιασμῷ τε καὶ δόξῃ. οὐκοῦν ὁ τύπος ἐν σαρκικοῖς, ἵν ὑπὲρ σάρκα τὸ ἀληθὲς, τουτέστι Χριστός.

Χρυσοστόμου. Εἶπεν ὅτι νόμου μετάθεσις γίνεται, καὶ ἔδειξε πῶς. ζητεῖ λοιπὸν τὴν αἰτίαν, ὃ μάλιστα πάντων πληροφορεῖ τὰς τῶν ἀνθρώπων ψυχὰς, τὸ τὴν αἰτίαν πάντως εἰδέναι, καὶ εἰς πίστιν ἄγει μᾶλλον ὅταν καὶ τὴν αἰτίαν μάθωμεν, καὶ τὸν λόγον καθ’ ὃν γίνεται. ἀναλαμβάνει τοίνυν τὸν περὶ τοῦ νόμου λόγον, καὶ φησί,

Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελὲς, οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος.

Ἐνταῦθα οἱ αἱρετικοὶ ἐπιφύονται, ἀλλ’ ἄκουε ἀκριβῶς· οὐκ εἶπε διὰ τὸ πονηρὸν, οὐδὲ διὰ τὸ μοχθηρὸν, ἀλλὰ διὰ τὸ ἀσθενὲς καὶ ἀνωφελές. καὶ ἀλλαχοῦ δὲ δείκνυσι τὸ ἀσθενὲς, ὡς ὅταν λέγῃ. “ἐν “ᾧ ἡ ἀσθένεια διὰ τῆς σαρκός.” οὐκ ἄρα ἡ ἐντολὴ ἀσθενὴς, ἀλλ’ ἡμεῖς. τί δέ ἐστιν, “οὐδὲν ἐτελείωσεν ὁ νόμος;” οὐδένα τέλειον εἰργάσατο παρακουόμενος. ἄλλως δὲ οὐδὲ εἰ ἠιούσθη τέλειον ἐποίησεν, ἃν καὶ ἐνάρετον· τέως δὲ οὐ τοῦτο φησὶν ὁ λόγος ἐνταῦθα, ἁλλ’ ὅτι οὐδὲν ἴσχυσε. καὶ εἰκότως. γράμματα γὰρ ἦν κείμενα, τόδε πρᾶττε, καὶ τόδε μὴ πρᾶττε, ὑποτιθέμενα μόνον, οὐχὶ καὶ δύναμιν ἐντιθέντα· ἡ δὲ ἐλπὶς οὐ τοιαύτη. τί δέ ἐστιν ἀθέτησις; ἐκβολή. ἡ δὲ ἀθέτησις τῶν κρατούντων ἐστὶν ἀθέτησις. ὥστε ἔδειξεν ὅτι ἐκράτει. ἀλλὰ κατεφρονήθη λοιπὸν, ἐπειδὴ μηδὲν ἤνυσεν. οὐδὲν οὖν ὠφέλησεν ὁ νόμος; ὠφέλησε μὲν καὶ σφόδρα, ἀλλὰ πρὸς τὸ ποιῆσαι τελείους οὐκ ὠφέλησεν. οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος. καθὸ πάντη τύποι ἦσαν, πάντα σκιὰ, περιτομὴ, θυσία, σάββατον. οὐκ ἴσχυσεν οὖν διαβῆναι εἰς τὴν ψυχὴν, διὰ τοῦτο παραχωρεῖ καὶ ὑπεξίσταται, ἐπεισάγεται δὲ ἡ τῶν κρειττόνων ἐλπίς.

Θεοδωρήτου. Παύεται δὲ ἐκεῖνος, οὐχ ὡς πονηρὸς κατὰ τὴν τῶν αἱρετικῶν παραπληξίαν, ἀλλ’ ὡς ἀσθενὴς καὶ τὴν τελείαν οὐ δυνάμενος φέρειν ὠφέλειαν. ἐπισημήνασθαι μέντοι δεῖ ὡς ἀσθενῆ καὶ ἀνωφελῆ τὰ περιττὰ τοῦ νόμου καλεῖ, τὴν περιτομὴν, τὸ σάββατον, καὶ τὰ τούτοις παραπλήσια. τὸ γὰρ οὐ μοιχεύσεις, οὐ φονεύσεις, καὶ τὰ τούτοις προσόμοια, καὶ ἡ καινὴ διαθήκη μετ’

568
ἐπιτάσεως φυλάττειν παρακελεύεται. ἀντ᾿ ἐκείνων τοίνυν ἐδεξάμεθα τῶν μελλόντων ἀγαθῶν τὴν ἐλπίδα, ἥτις ἡμᾶς προσοικειοῖ τῷ Θεῷ. ὅρκος δὲ ἡμῖν βεβαιοῖ, τοῦ Θεοῦ τὴν ὑπόσχεσιν, τοῦτο γάρ φησιν.

Ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος δἰ ἧς ἐγγίζομεν τῷ Θεῷ, καὶ καθ᾿ ὅσον οὐ χωρὶς ὁρκωμοσίας.

Χρυσοστόμου. Ὁρᾷς ὅτι ἀναγκαῖον οὕτω γέγονε τὸ τοῦ ὅρκου ἐνταῦθα· ὥστε διὰ τοῦτο πολλὰ ἄνω ἐφιλοσόφησεν, ὅτι ὤμοσεν ὁ Θεὸς, καὶ ὤμοσεν ὑπὲρ πλείονος πληροφορίας. εἰπὼν μέντοι “ ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος,” δείκνυσιν ὅτι εἶχε μὲν κἀκεῖνα ἐλπίδα, ἀλλ᾿ οὐ τοιαύτην. ἤλπιζον γὰρ εὐαρεστήσαντες, ἕξειν τὴν γῆν, μηδὲν πείσεσθαι δεινόν. ἐνταῦθα δὲ ἐλπίζομεν εὐαρεστήσαντες οὐ γῆν καθέξειν, ἀλλὰ τὸν οὐρανὸν, μᾶλλον δὲ ὃ πολλῷ τούτου κρεῖττόν ἐστιν, ἐγγὺς στήσεσθαι τοῦ Θεοῦ, παρ᾿ αὐτὸν ἥκειν τὸν θρόνον τὸν πατρικὸν, λειτουργήσειν αὐτῷ μετ᾿ Ἀγγέλων. καὶ ὅρα πῶς αὐτὸ τίθησι κατὰ μικρόν. ἐκεῖ μὲν γὰρ εἶπεν, “ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος,” ἐνταῦθα δὲ, “ δἰ ἧς ἐγγίζομεν τῷ Θεῷ.” τί δέ ἐστι, “ καὶ καθ᾿ “ ὅσον οὐ χωρὶς ὁρκωμοσίας;” τουτέστιν ἰδοὺ καὶ ἄλλη διαφορὰ, ὅτι οὐδὲ ἁπλῶς ταῦτα ἐπηγγείλατο.

Οἰ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες· ὁ δὲ μετὰ ὁρκωμοσίας, διὰ τοῦ λέγοντος πρὸς αὐτὸν, ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς.

Χρυσοστόμου. Δύο τίθησι διαφορὰς, ὅτι οὐκ ἔχει τέλος ὥσπερ ἡ νομική. τοῦτο δὲ ποιεῖ ἀπὸ τοῦ Χριστοῦ τοῦ μετιόντος. κατὰ δύναμιν γάρ φησι ζωῆς ἀκαταλύτου. ποιεῖ δὲ αὐτὸ καὶ ἀπὸ τοῦ ὅρκου, ὅτι ὤμοσε· καὶ ἀπὸ τοῦ πράγματος. εἰ γὰρ ἐπειδὴ ἀσθενὴς ἦν ἐκείνη ἐξεβλήθη, αὕτη ἐπειδὴ δυνατή ἐστιν, ἕστηκε. ποιεῖ δὲ αὐτὸ καὶ ἀπὸ τοῦ ἱερέως. πῶς; ὅτι εἷς ἐστιν· οὐκ ἂν δὲ εἷς ἦν, εἰ μὴ ἀθάνατος ἦν. ὥσπερ γὰρ πολλοὶ ἱερεῖς διὰ τὸ θνητοὶ εἶναι, οὕτως ὁ εἷς διὰ τὸ ἀθάνατος εἶναι. καὶ καθότι ὤμοσεν αὐτῷ ἀεὶ αὐτὸν ἔσεσθαι· οὐκ ἂν τοῦτο ποιήσας, εἰ μὴ μείζων ἦν. ἐπειδὴ

569
γὰρ αὐτὸς καὶ τοὺς ἐν νόμῳ κεχειροτόνηκεν ἱερέας, ἐκείνους δὲ παύσας, ἕτερον ἀντ’ ἐκείνων ἀπέφηνεν, ἀναγκαίως εἴρηκεν, ὡς ἐκείνους μὲν δίχα ὅρκου κεχειροτόνηκεν, ἐπὶ δὲ τούτου καὶ ὅρκον προστέθηκεν. μὴ τοίνυν νομίσητε καὶ τήνδε τὴν ἱερωσύνην ὡς ἐκείνην παθήσεσθαι, καὶ πάλιν ἄλλην ἀντὶ ταύτης γενήσεσθαι. ἐκβάλλει γὰρ τὴν τοιαύτην ὑποψίαν ὁ γενόμενος ὅρκος.

Κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς.

Θεοδωρήτου. Δείξας τὴν ἱερωσύνην τῷ νόμῳ συνεζευγμένην, εἶτα τὴν μὲν Λευιτικὴν παυομένην, τὴν δὲ κατὰ τάξιν Μελχισεδὲκ πεφηνυῖαν, ἀδεῶς λοιπὸν γυμνοῖ καὶ τὴν καινὴν διαθήκην, καὶ ἀποφαίνει τοσοῦτον τῆς παλαιᾶς διαφέρουσαν, ὅσῳ τῆς προτέρας ἱερωσύνης κρείττων πέφηνεν ἡ δευτέρα. ἐπειδὴ ἡ καινὴ διαθήκη τὴν βασιλείαν ἡμῖν ὑπέσχετο τῶν οὐρανῶν, καὶ τῶν νεκρῶν τὴν ἀνάστασιν καὶ τὴν ζωὴν τὴν αἰώνιον· οὐδὲν δὲ τούτων ἑωρᾶτο, εἰκότως ταύτης ἔγγυον ὠνόμασε τὸν Κύριον Ἰησοῦν, ὃς διὰ μὲν τῆς οἰκείας ἀναστάσεως ἐβεβαίωσε τῆς ἡμετέρας ἀναστάσεως τὴν ἐλπίδα, τὴν δὲ οἰκείαν ἀνάστασιν διὰ τῶν ἐπιτελουμένων ὑπὸ τῶν Ἀποστόλων ἐδήλου θαυμάτων.

᾿Αθανασίου κατὰ ἀρειανῶν. Ὁ νόμος οὐδένα ἐτελείωσε, δεόμενος τῆς τοῦ λόγου ἐπιδημίας. καὶ τότε μὲν τύπος ἦν τὰ δεικνύμενα, ἄρτι δὲ ἡ ἀλήθεια πεφανέρωται, καὶ τοῦ Παύλου ἐξηγεῖται λέγων, “κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν “ἔγγυος ὁ Κύριος, καὶ δι’ ὅλων τὸ κρεῖττον τῷ Κυρίῳ ἀνατίθησι, τῷ κρείττονι καὶ ἄλλῳ ὄντι παρὰ τὴν γενητήν. κρείττων γὰρ ἡ δι’ αὐτοῦ θυσία, κρείττων ἡ ἐν αὐτῷ ἐλπὶς, καὶ αἱ δι’ αὐτοῦ ἐπαγγελίαι. οὐχ ὡς πρὸς μικρὰ μεγάλαι συγκρινόμεναι, ἀλλ’ ὡς ἄλλαι πρὸς ἄλλα τὴν φύσιν τυγχάνουσαι. ἐπεὶ καὶ ὁ ταῦτα οἰκονομήσας, κρείττων τῶν γενητῶν ἐστι. καὶ τὸ λεγόμενον πάλιν, “γέγονεν “ἔγγους,” τὴν παρ’ αὐτοῦ γενομένην σημαίνει ὑπὲρ ἡμῶν ἔγγυαν. ὡς γὰρ Λόγος ὣν σὰρξ ἐγένετο, καὶ τὸ γενέσθαι τῇ σαρκὶ λογιζόμεθα. γενητὴ γὰρ αὕτη καὶ κτιστὴ, οὕτω καὶ ἐνταῦθα τὸ γέγονε διὰ τὸ γενέσθαι αὐτὸν ἄνθρωπον, καὶ εἰς τὴν τῆς διαθήκης διακονίαν λογίζεται, καθ’ ἣν ὁ ποτὲ βασιλεύων θάνατος κατηργήθη.

570

Κυρίλλου θησαυρῶν. Ὁ μὲν γὰρ νόμος ἠσθένησε κατακρῖναι τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, κατέκρινε δὲ ὁ Χριστός. καὶ πάλιν ὁ κόσμος ὑπὸ μὲν τοῦ νόμου κατεκρίνετο διὰ τὴν ἁμαρτίαν, καὶ τιμωρίαν ἀπῃτεῖτο. ἐπεδήμησε δὲ ὁ Υἱὸς, ἵνα δικαιώσῃ καὶ χαρισηται πᾶσι.

Γλαφυρῶν. Νόμον μὲν γὰρ εἰς βοήθειαν δέδωκεν ὁ Θεὸς, πλὴν παιδοκομεῖ μὲν ὁ νόμος, τελειοῖ δὲ λοιπὸν τοῦ Χριστοῦ μυστήριον. ἀπόχρη δὲ λέγων ὁ Παῦλος περὶ τῶν δύο διαθηκῶν, ὅτι “ἀθέτησις μὲν γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενές. ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ.” οὐκοῦν ἔλθοι μὲν ἄν τις, καὶ μάλα ῥαδίως, εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, οὐ διά γε τῆς πρώτης καὶ Μωσαϊκῆς ἐντολῆς, διὰ τῆς λεγομένης δὲ ἐπεισῆχθαι ἐλπίδος, ἣν ταῖς εἰς τὸ ἄμεινον ψήφοις στεφανοῦν ἐδόκει τῷ μυσταγωγῷ βλέποντι πρὸς ἀληθές. ἠθετῆσθαι δὲ τὰ ἐν νόμῳ φησὶ, καὶ τῆς προαγούσης ἐντολῆς τὸ μηδὲν δύνασθαι τελειοῦν καθορίζει. ἀσθενὴς γὰρ ὁ νόμος πρὸς τὸ δύνασθαι τελειοῦν εἰς ἁγιασμόν. ἀμείνων δὲ ἡ ἐν Χριστῷ δικαίωσις καὶ λατρεία. ἀκούσῃ γοῦν Θεοῦ διακεκραγότος τοῖς τὴν ἐν νόμῳ τετιμηκόσι λατρείαν. καὶ οἱονεί πὼς ἀπρὶξ ἡμεῖς μὴ τῆς παλαιωθίσης ἐντολῆς, ποτὲ μὲν “λούσασθε, καθαροὶ γένεσθε,” ποτὲ δὲ “ἔλεον θέλω καὶ οὐ θυσίαν, καὶ ἐπίγνωσιν Θεοῦ ἣ ὁλοκαυτώματα.” ἠλεήμεθα γὰρ ἐν Χριστῷ, καὶ ἐν αὐτῷ τεθεάμεθα νοητῶς τὸν Πατέρα, καὶ τὸν φύσει Θεὸν ἐγνώκαμεν.

Θεοδωρήτου. Εἶτα πάλιν δείκνυσι καὶ ἑτέρωθεν τήνδε τὴν ἱερωσύνην ὑπερκειμένην, λέγων, “καὶ οἱ μὲν πλείονες εἰσὶ γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ “μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. Οἱ κατὰ νόμον ἱερεῖς θνητὴν ἔχουσι τὴν φύσιν. οὗ δὴ χάριν διηνεκῶς ἱερατεύειν οὐ δύνανται, ἀλλ’ ἔχουσι διαδόχους τῆς ἱερωσύνης τοὺς παῖδας. οὗτος δὲ ἀθάνατος ὣν, εἰς ἕτερον οὐ παραπέμπει τῆς ἱερωσύνης τὸ γέρας. οὕτος ὁ τὰς χεῖρας ὄντως τελειωμένος, ὁ μόνος εἰς τὰ ἅγια τῶν ἁγίων εἰσιὼν, ὁ τῷ ἀνωτάτῳ καὶ ἐνδοτάτω λειτουργῶν θυσιαστήριον· οὐχ ἅπαξ τοῦ ἐνιαυτοῦ μόνον εἰσιὼν, ἀλλ’ ἅπαξ τοῦ αἰῶνος εἰσελθών· ἀρχιερεὺς γὰρ ἦν αἰώνιος, καὶ λειτουργὸς ἄπαυστος, ἀκμαῖος καὶ ἀγήρως.

571

Ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχανειν ὕπερ ἀυτῶν.

Θεοφωρήτου. Καὶ αὐτὴ τῶν λόγων ἡ ταπεινότης βοᾷ, ὡς οὐδὲν τούτων ἁρμόττει τῇ θεότητι τοῦ Χριστοῦ. οὐδὲ γὰρ διὰ τοῦτο ζῇ ἵνα ἐντυγχάνῃ ὑπὲρ ἡμῶν. ἡ γὰρ ἐκείνου ζωὴ, ἄναρχος καὶ ἀνώλεθρος. οὐκοῦν κατὰ τὸ ἀνθρώπειον νοητέον καὶ ταῦτα. ὥσπερ γὰρ τὸ πάθος ὑπὲρ ἡμῶν κατεδέξατο, οὕτως ἐντυγχάνει ὑπὲρ ἡμῶν. συνέζευξε μέντοι τῷ ταπεινῶ καὶ ὑψηλὸν ὁ θεῖος ᾿Απόστολος. αὐτὸν γὰρ σώζειν ἡμᾶς εἴρηκεν, καὶ τελείαν σωτηρίαν παρέχειν.

Χρυσοστόμου. ῾Ορᾷς ὅτι εἰς τὸ κατὰ σάρκα τοῦτο φησίν. ὅταν γὰρ ὡς ἱερεὺς νοῆται τότε καὶ ἐντυγχάνει. ἐπεὶ ὁ ἐγείρων τοὺς νεκροὺς οὓς θέλει καὶ ζωοποιῶν, καὶ οὕτως ὡς ὁ Πατὴρ, πῶς ἔνθα σῶσαι δεῖ ἐντυγχάνει, ὁ πᾶσαν τὴν κρίσιν ἔχων, ὥστε τοὺς μὲν εἰς κάμινον ἐμβαλεῖν, τοὺς δὲ σῶσαι, πῶς ἐντυγχάνει; ὁ Θεὸς καὶ σώζειν φησὶ, δύναται. διὰ τοῦτο οὖν σώζει, ἐπειδὴ οὐκ ἀποθνήσκει, ἐπειδὴ ἀεὶ ζῇ. οὐκ ἔχει διαδοχὴν φησίν εἰ δὲ οὐκ ἔχει, δύναται πάντων προΐστασθαι. ἐνταῦθα μὲν γὰρ ὁ ἀρχιερεὺς, εἰ καὶ θαυμαστὸς ἦν μέχρι τοῦ καιροῦ ἐκείνου ἐν ᾧ ἦν, οἷον ὁ Σαμουὴλ, καὶ ὅσοι τοιοῦτοι, μετὰ δὲ ταῦτα οὐκέτι· ἐτεθνήκεσαν γάρ. ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ σώζει εἰς τὸ παντελές. μυστήριόν τι αἰνίττεται. οὐκ ἐνταῦθα μόνον φησὶν, οὐδὲ πρὸς καιρὸν, ἀλλὰ καὶ ἐκεῖ ἐν τῇ μελλούσῃ ζωῇ σώζει τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ. πῶς σώζει; “πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.” ὁρᾷς τὴν ταπεινότητα; ὁρᾷς τὴν ἀνθρωπότητα; οὐ γὰρ ἅπαξ φησὶν αὐτὸν ἐντυγχάνοντα τούτου τυχεῖν, ἀλλ’ ἀεὶ, καὶ ἡνίκα ἃν δεῆται. ἀεὶ οὖν δεῖται τοῦ εὔχεσθαι, καὶ πῶς ἃν ἔχοι λόγον; ἄνθρωποι πολλάκις δίκαιοι, ἐκ μιᾶς αἰτήσεως τὸ πᾶν ἤνυσαν· αὐτὸς δὲ ἀεὶ δεῖται· τίνος οὖν ἕνεκεν συγκάθηται; ὁρᾷς ὅτι συγκατάβασίς ἐστι. μὴ δείσητε φησὶ, μὴ εἴπητε, ναὶ φιλεῖ μὲν ἡμᾶς, καὶ παρρησίαν ἔχει πρὸς τὸν Πατέρα, ἀλλ’ οὐκ ἀεὶ δύναται ζῆν. ἀεὶ γὰρ ζῇ.

Γρηγορίου. Τὸ δὲ ἐντυγχάνειν οὐχ ὡς ἡ τῶν πολλῶν συνήθεια τὸ ζητεῖν ἐκδικήσεως ἔχει· τοῦτο γάρ πὼς καὶ ταπεινότητος, ἀλλὰ τὸ πρεσβεύειν ὑπὲρ ἡμῶν τῷ λόγῳ τῆς μεσιτείας, ὡς καὶ τὸ

572
Πνεῦμα ὑπὲρ ἡμῶν ἐντυγχάνειν λέγεται. “εἷς γὰρ Κύριος, εἷς “μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος ᾿Ιησοῦς Χριστός.” πρεσβεύει γὰρ ἔτι καὶ νῦν ὡς ἄνθρωπος ὑπὲρ τῆς ἐμῆς σωτηρίας, ὅτι μετὰ τοῦ σώματός ἐστιν οὗ προσέλαβεν, ἕως ἃν ἐμὲ ποιήσει θεὸν τῇ δυνάμει τῆς ἐνανθρωπήσεως. οὕτω δὲ καὶ παράκλητον ἔχομεν Ἰησοῦν, οὐχ ὡς ὑπὲρ ἡμῶν προκαλινδούμενον τοῦ Πατρὸς, καὶ προσπίπτοντα δουλικῶς, ἄπαγε τὴν δούλην ὄντως ὑπόνοιαν καὶ ἀναξίαν τοῦ Πνεύματος. οὔτε γὰρ τοῦ Πατρὸς τοῦτο ἐπιζητεῖν, οὔτε τοῦ Υἱοῦ πάσχειν, εἰ ὡς περὶ Θεοῦ διανοεῖσθαι δίκαιον. ἀλλ’ οἷς πέπονθεν ὡς ἄνθρωπος πείθει καρτερεῖν ὡς Λόγος καὶ παραινέτης. τοῦτο νοεῖται μοι ἡ παράκλησις.

Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος.

Θεοδωρήτου. Οἰμαι καὶ αὐτοὺς ἃν ὁμολογῆσαι τοὺς τὰ ἐναντία τῇ ἀληθείᾳ φρονοῦντας, ὡς καὶ ταῦτα τῆς ἀνθρωπότητος οὐ τῆς θεότητος ἴδια. ἵνα γὰρ τἄλλα παραλίπω, τὸ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, πῶς ἄν τις προσαρμόσοι τῷ Θεῷ Λόγῳ τῷ τὰ πάντα τεκτηναμένῳ; δηλοῖ δὲ ὁ λόγος τὸν μετὰ τὸ πάθος ἄνω τῶν οὐρανῶν γενόμενον. ὁ δὲ Θεὸς Λόγος ἀπερίγραφον ἔχει τὴν φύσιν. οὐκοῦν καὶ ταῦτα προσαρμόσομεν ὡς ἀνθρώπῳ τῷ δεσπότῃ Χριστῷ, οὐκ ἄλλον τινὰ τοῦτον παρὰ τὸν Θεὸν Λόγον νοοῦντες, ἀλλ’ εἰδότες, τι μὲν τῆς θεότητος, τί δὲ τῆς ἀνθρωπότητος ἴδιον.

Χρυσοστόμου. Ὁρᾷς ὅτι περὶ τῆς ἀνθρωπότητος τὸ πᾶν εἴρηται· ὅταν δὲ εἴπω ἀνθρωπότητα, θεότητας ἐχούσης λέγω, οὐ διαιρῶν, ἀλλ’ ἀφεὶς τὰ πρέποντα. εἶδες τὴν διαφορὰν τοῦ ἀρχιερέως. ἀνεκεφαλαιώσατο τὰ λεχθέντα. πεπειραμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας. “τοιοῦτος γὰρ ἡμῖν,” φησὶν, “πεν ἀρχιερεὺς, ὅσιος, ἄκακος.” τί ἐστιν ἄκακος; ἀπόνηρος. ὃ λέγει ἕτερος προφήτης· “δόλος οὐχ εὑρέθη ἐν τῷ στόματι αὐ- “τοῦ.” τουτέστιν οὐχ ὕπουλος· τοῦτο οὖν ἄν τις περὶ Θεοῦ εἴποι, καὶ οὐκ αἰσχύνεται λέγων, ὅτι ὁ Θεὸς οὐκ ἔστιν ὕπουλος, οὐδὲ δολερός. περὶ μέντοι τοῦ κατὰ σάρκα ἔχοι ἃν λόγον, καὶ τὸ ἀμίαντος δὲ περὶ Θεοῦ εἴποι τίς ἄν; ἔχει γὰρ φύσιν μιαίνεσθαι;

573
οὔ μὲν οὖν. ἀλλ’ ἄκακος ὁ μέγας ἀρχιερεὺς, ὁ διεληλυθὼς τοὺς οὐρανοὺς ὀνομάζεται, ὡς κρείττων πάσης κακίας, καὶ αὐτὸ δὴ τοῦτο “κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν·” οὐ τοῦτο οὖν μόνον δείκνυσι τὸ διάφορον, ἀλλὰ καὶ αὐτὴ ἡ θυσία· διὸ ἐπιφέρει,

Ὃς οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἱερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ. τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας.

Κυρίλλου. Καὶ οἱ μὲν κατὰ νόμον ἱερουργοὶ, θυσίας ἔχρηζον οὐ μιᾶς, πλειόνων δὲ μᾶλλον, ἅτε δὴ προσάγοντες καθημέραν ὑπέρ τε ἑαυτῶν καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, διὰ τὸ πλειστάκις ἀσθενεῖν καὶ ὑπομένειν μαλακισμὸν τὸν εἰς πολύτροπον ἁμαρτίαν. ὁ δὲ κρεῖττον ἁμαρτίας ὑπάρχων ὡς Θεὸς, προσκεκόμικεν ἑαυτὸν, καὶ γέγονεν ἡμῶν ἀρχιερεὺς, ἀνθρωπίνως μὲν λεγόμενος λειτουργεῖν, ἱερεύων δὲ τῷ Πατρὶ τὸ ἴδιον σῶμα. θεοπρεπῶς οὖν ἄρα παθεῖν οὐκ ἀνέχεται τὴν ἁμαρτίαν, ὅτι μὴ φύσεως ἦν γενητῆς οὐκ ἐχούσης οὐσιωδῶς τὸ ἄτρεπτον καὶ τὸ εἰσάπαν δύνασθαι διαδιδράσκειν τὴν ἁμαρτίαν. Υἱὸς οὖν ἄρα ἐστὶ παντέλειος, ἀνεπικούρητον ἔχων πη ἑτέρου τὸ ἀκράδαντον, εἰς ἁγιασμὸν φύσεως τὲ καρπὸν ἴδιον, τὸ ἀπλημμελές. “ὁ μὲν γὰρ νόμος ἀνθρώπους,” φησὶ, “καθίστα, ἔχοντας δὲ ἀσθένειαν· ἡ δὲ χάρις υἱὸν τετελειωμένον,” ὡς οὐκ ἔχοντα δηλονότι τὸ ἀσθενεῖν· τοῦτο γὰρ οἶμαί ἐστιν τὸ ἀρτίως ἔχον, ἤγουν τὸ ἐν παντὶ καλῶς τετελειωμένον. ὅτι μὴ κατ’ ἐκείνους ἐστὶν τοὺς κατὰ τὸν νόμον, οἷς οὐκ ἀσύνηθες τὸ καὶ ἀσθενεῖν ἔσθ’ ὅτε. πλὴν ἐκεῖνο ἄθρει, πῶς ὁ αὐτὸς καὶ ἀσθενείας κρείττων εἶναι πεπίστευται, καὶ ὡς Υἱὸς τετελειωμένος. σταυροῦται δὲ καὶ ἐξ ἀσθενείας· οὐκοῦν ἀκόλουθον ἐννοεῖν, ὡς ἠσθένησε μὲν σαρκικῶς σταυρὸν ὑπομεἴνας· ἔστι γεμὴν ὡς Θεὸς τοῦ ἀσθενεῖν ἐπέκεινα. “τὸ γὰρ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. εἰ δὲ δὴ λέγοι τὴν ἀσθένειαν τοῦτο τὸ ἐν ἁμαρτίαις εἶναι δηλοῦν τοὺς κατὰ νόμον ἱερατεύοντας, οὐκ ἀντιτετάξομαι. σύμφημι δὲ μᾶλλον ὀρθὰ καὶ οὐτῶ φρονεῖν ᾑρημένοις.

Θεοδωρήτου. Δύο τέθεικεν ἅπερ οὐκ ἔσχον οἱ τῆς ἱερωσύνης τετυχηκότες. ἐκεῖνοι γὰρ καὶ συνεχῶς τὰ ἱερεῖα προσέφερον, καὶ

574
ὑπὲρ ἑαυτῶν ἔθυον, ἄτε δὴ καὶ αὐτοὶ πλημμελοῦντες ὡς ἄνθρωποι. οἱ ’δε ἁμαρτήμασιν ὑποκείμενοι, οὐ τοσαύτην ἔχουσι προφέροντες παρρησίαν· οὗτος δὲ οὐδέτερον τούτων ποιεῖ· τὸ μὲν ἐπειδὴ ἁμαρτίας ἀμύητος ἦν, τὸ δὲ, ὥσπερ τῆς μιᾶς θυσίας ἠρκεσάσης εἰς σωτηρίαν. καὶ ἐκεῖνοι μὲν ἕτερα προσέφερον θύματα, οὗτος δὲ τὸ ἑαυτοῦ προσενήνοχε σῶμα. αὐτὸς ἱερεὺς καὶ ἱερεῖον γενόμενος, καὶ ὡς Θεὸς μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, τὸ δῶρον δεχόμενος.

Χρυσοστόμου. Ὅρα δὲ, εἶπε τὸ τοῦ ἱερέως, εἶπε τὸ τῆς πίστεως, εἶπε τὸ τῆς διαθήκης, οὐχ ὅλον μὲν, εἶπε δὲ ὅμως. ἐνταῦθα λοιπὸν καὶ αὐτῆς τῆς πνευματικῆς θυσίας τὴν ὑπερβολὴν προανακρούεται. μὴ τοίνυν ἱερέα αὐτὸν ἀκούσας, ἀεὶ ἱερᾶσθαι νόμιζε. ἅπαξ γὰρ ἱερεύσατο, καὶ λοιπὸν ἐκάθισεν. ἵνα γὰρ μὴ νομίσῃς ἄνω ἑστάναι αὐτὸν, καὶ λειτουργὸν εἶναι, δείκνυσιν ὅτι οἰκονομίας τὸ πρᾶγμα ἐστίν· ὥσπερ γὰρ δοῦλος ἐγένετο, οὕτως καὶ ἱερεὺς καὶ λειτουργός. ἀλλ’ ὥσπερ δοῦλος γενόμενος οὐκ ἔμεινε δοῦλος, οὕτως καὶ λειτουργὸς γενόμενος, οὐκ ἔμεινε λειτουργός. οὐ γὰρ λειτουργοῦ τὸ καθῆσθαι, ἀλλὰ τὸ ἑστάναι. τοῦτο οὖν αἰνίττεται ἐνταῦθα καὶ τῆς θυσίας τὸ μεγαλεῖον. εἰ ἤρκεσε μία οὐσα καὶ ἅπαξ προσενεχθεῖσα τοσοῦτον, ὅσον αἱ πᾶσαι οὐκ ἴσχυσαν, ἀλλ’ οὔπω περὶ τούτων. τέως δὲ δείκνυσιν ὅτι, οὐχ ὑπὲρ ἑαυτοῦ προσέφερεν. πῶς γὰρ ὁ ἀναμάρτητος; ἀλλ’ ὑπὲρ τοῦ λαοῦ· τι οὖν; οὐ δεῖται τοῦ προσφέρειν ὑπὲρ ἑαυτοῦ; οὔ φησιν· ἵνα γὰρ μὴ ἀκούσας ὅτι τοῦτο ἐποίησεν ἐφάπαξ, νομίσῃς τοῦτο καὶ περὶ αὐτοῦ εἰρῆσθαι, ἄκουσον τι φησιν· “ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν “ἀρχιερεῖς ἔχοντας ἀσθένειαν.

Χρυσοστόμου. Τοιαύτη γὰρ τῶν ἀνθρώπων ἡ φύσις. διὰ τοῦτο ἀεὶ καὶ ὑπὲρ ἑαυτῶν προσφέρουσιν· ὁ μέντοι δυνατὸς, ὁ μὴ ἔχων ἁμαρτίαν; τίνος ἕνεκεν ὑπὲρ ἑαυτοῦ προσφέρει; ἣ περὶ τῶν ἄλλων μὲν, πολλάκις δέ.

Ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον, υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.

Θεοδωρήτου. Ὁ μονογενὴς Υἱὸς σύνδρομον ἔχει τῇ γεννήσει τὴν τελειότητα. τέλειον γὰρ αὐτὸν γεγέννηκεν ὁ Πατὴρ, καὶ τοῦτο

575
τοίνυν κατὰ τὸ ἀνθρώπειον νόει τέλος. τέλειον γὰρ ἐνταῦθα τὸν ἀθάνατον λέγει. οὐ μὴν ἄλλον υἱὸν νοητέον παρὰ τὸν φύσει Υἱόν. ἀλλὰ τὸν αὐτὸν καὶ φύσει ὄντα Υἱὸν ὡς Θεὸν, καὶ πάλιν δεχόμενον τὴν αὐτὴν προσηγορίαν ὡς ἄνθρωπον.

Χρυσοστόμου. Τί δέ ἐστι τετελειωμένον; οὐ τίθησι τὰς ἀντιδιαστολὰς κυρίως ὁ Παῦλος. εἰπὼν γὰρ ἔχοντας ἀσθένειαν, οὐκ εἰπεν υἱὸν δυνατὸν, ἀλλὰ τετελειωμένον, τουτέστι δυνατὸν ὡς ἃν εἴποι τίς. ὁρᾷς ὅτι καὶ τὸ Υἱὸς ὄνομα πρὸς ἀντιδιαστολὴν τοῦ δούλου εἴρηται. ἀσθένειαν δὲ, ἣ ἁμαρτίαν φησὶ, ἣ θάνατον· τρία γὰρ αὕτη σημαίνει· τὴν νόσον, ὡς τὸ “πολλοὶ ἐν ὑμῖν ἀσθενεῖς καὶ “ἄρρωστοι·” τὴν ἁμαρτίαν, ὡς τὸ “ἐπληθύνθησαν αἱ ἀσθενείαι αὐ- “τῶν.” καὶ τοὺς πειρασμοὺς, ὡς τὸ “ἐν ταῖς ἀσθενείαις μου καυχή- “σομαι.” τι δέ ἐστιν; “εἰς τὸν αἰῶνα.” οὐ νῦν μόνον ἀναμάρτητον, ἀλλ’ ἀεί. εἰ τοίνυν τέλος ἐστὶν, εἰ μηδέποτε ἁμαρτάνει, εἰ ἀεὶ ζῇ, τίνος ἕνεκεν προσοίσει πολλὰς ὑπὲρ ἡμῶν θυσίας; ἀλλὰ τέως μὲν ὑπὲρ τούτου οὐκ ἰσχυρίζεται, ὑπὲρ δὲ τοῦ μὴ προσφέρειν αὐτὸν ὑπὲρ ἑαυτοῦ, τοῦτο ἰσχυρίζεται. διὰ τοῦτο δὲ ἄνω καὶ κάτω στρέφει λέγων, ἕνα ἱερέα, καὶ μίαν θυσίαν, ἵνα μὴ νομίζοντες πολλὰς εἶναι, ἀδεῶς ἁμαρτάνωμεν. ἀλλ’ εἰδότες ὅτι οὐκ ἔστιν ἄλλη θυσία, μιᾷ γὰρ ἡμᾶς ἐκαθάρισε, μετὰ δὲ τοῦτο, πῦρ καὶ γέεννα, φυλάττωμεν τὴν εὐγένειαν.

Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἢν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄν- θρωπος.

Κυρίλλου. ᾿Εγείγερται μὲν κατὰ τὸν ἔρημον ἡ ἀρχαία σκηνὴ διὰ Μώσεως, καὶ τοῖς κατὰ νόμον ἴε * * * * ἐνδιαίτημα δὲ τῷ Χριστῷ ἐοικὸς, ἡ ἄνω καλλίπολις, τουτέστι, ὁ οὐρανὸς, ἡ θεία σκηνὴ, καὶ οὐκ ἀνθρωπίνης εὕρημα τέχνης, ἀλλ’ ἱερὰ καὶ θεόλεκτος. ἐκεῖ γεγονὼς προσκομίζει τῷ Θεῷ καὶ Πατρὶ τοὺς εἰς αὐτὸν πιστεύοντας ἡγιασμένους διὰ τοῦ Πνεύματος. “οὐδεὶς “γὰρ ἔρχεται,” φησὶ, “πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.” καὶ οὗτος αὐτῷ τῆς ἐνθάδε λεγομένης λειτουργίας ὁ τρόπος, θεοπρεπὲς

576
δὲ τὸ χρῆμα κἂν εἰ τοῖς καθ’ ἡμᾶς, ἤγουν ἀνθρωπίνοις σημαίνοιτο λόγοις. τὸ γὰρ ἁγιάζειν δύνασθαι τῷ ἰδίῳ πνεύματι τοὺς πιστεύοντας, ἐλέῳ καὶ χάριτι δεδικαιωμένους, καὶ οἷον ἱερουργεῖν τῷ Θεῷ, κόσμῳ μὲν ἀποθνήσκοντας, ζωοποιουμένους δὲ Πνεύματι, καὶ εἰς εὐδόκιμον ἀναλάμποντας βίον, πῶς οὐκ ἃν εἴη θεοπρεπές; ὅτι δὲ καὶ τοι λεγόμενος λειτουργεῖν, οὐ μείζων ἐστὶ τοῦ Πατρὸς, οὔτε μὴν κατόπιν ἔρχεται τῆς ἐνούσης εὐκλείας αὐτοῦ, προσαποδείκνυσιν ἐναργῶς τὸ τοῖς θείοις αὐτὸν ἐνιδρῦσαι θώκοις, καὶ ἐν δεξιᾷ καθῆσθαι τῷ γεγεννηκότι. εἰ γάρ ἐστιν ἀληθὲς ὅτι πᾶς ἱερεὺς ἕστηκεν ἀεί λειτουργῶν, καὶ οὐκ ἃν νοοῖτο ποτὲ σύνεδρός τε καὶ ἰσοκλεὴς, ὥσπερ καὶ λατρεῦσαι Θεῷ, πῶς οὐκ ἀσυνήθως ἱερουργὸς ὁ Χριστὸς, ὁ καὶ ἐν τοῖς τῆς θεότητος θώκοις ὡς Θεὸς καὶ λειτονργῶν ἀνθρωπίνως;

Χρυσοστόμου. Ἀναμίγνυσι τὰ ταπεινὰ τοῖς ὑψηλοῖς ὁ Παῦλος ἀεὶ, τὸν διδάσκαλον μιμούμενος τὸν αὐτοῦ, ὥστε τὰ ταπεινὰ τοῖς ὑψηλοῖς ὁδὸν γενέσθαι, καὶ διὰ τούτων ἐπ’ ἐκεῖνα χειραγωγηθῆναι· καὶ γενομένους ἐν τοῖς μεγάλοις, μανθάνειν ὅτι ταῦτα συγκαταβάσεως ἦν. τοῦτο γοῦν ἐνταῦθα ποιεῖ. εἰπὼν γὰρ ὅτι ἀνήνεγκεν ἑαυτὸν, καὶ ἀρχιερέα δείξας, ἐπάγει “κεφάλαιον δὲ ἐπὶ τοῖς “λεγομένοις.” κεφάλαιον δὲ τὸ μέγιστον λέγεται. τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν τοῖς οὐρανοῖς. καί τοι τοῦτο οὐχ ἱερέως, ἀλλὰ τούτου, ᾧ ἱερεύεσθαι ἐκεῖνον χρή. προστίθησι δὲ ὅτι καὶ λειτουργὸς, καὶ οὐχ ἁπλῶς, ἀλλὰ τῶν ἁγίων, καὶ τῆς ἀληθινπῆς σκηνῆς, τουτέστι τοῦ οὐρανοῦ. ὁρᾷς τὴν συγκατάβασιν, οὐχὶ πρὸ μικροῦ διίστη λέγων, “οὐχὶ πάντες εἰσὶ λειτουργικὰ “πνεύματα;” καὶ διὰ τοῦτο φησὶν οὐκ ἀκούουσι, “κάθου ἐκ “δεξιῶν μου,” ὡς τοῦ καθημένου οὐκ ὄντος λειτουργοῦ. πῶς οὖν λειτουργὸς ἐνταῦθα εἴρηται; ὅρα πῶς ἦρε τὰς ψυχὰς τῶν ἐν Ἰουδαίοις πεπιστευκότων· ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς φαντάζεσθαι ὅτι σκηνὴν οὐκ ἔχομεν τοιαύτην, ἰδοὺ, φησὶν, ὁ ἱερεὺς καὶ μέγας καὶ πολὺ μείζων ἐκείνου, καὶ θυσίαν θαυμασιωτέραν προσήνεγκεν. ἀλλ’ ἄρα μὴ λόγος ταῦτα; μὴ κόμπος καὶ ψυχαγωγία; διὰ τοῦτο πρῶτον ἐπιστώσατο ἀπὸ τοῦ ὅρκου, λοιπὸν δὲ καὶ ἀπὸ τῆς σκηνῆς. ἦν μὲν γὰρ καὶ αὕτη δήλη ἡ διαφορά. οὗτος δὲ καὶ ἑτέραν ἐπινοεῖ, “ἣν ἔπηξε,” φησὶν, “ὁ Κύριος καὶ οὐκ ἄνθρωπος.” ποῦ εἰσὶν

577
οἱ λέγοντες κινεῖσθαι τὸν οὐρανόν. ποῦ εἰσιν οἱ σφαιροειδῆ αὐτὸν εἶναι ἀποφαινόμενοι; ἀμφότερα γὰρ ταῦτα ἐνταῦθα ἀνήρηται τῷ ὀνόματι τῆς σκήνης.

Ορα δὲ ὅτι τὴν μεγίστην τιμὴν τελευταίαν κατέλιπε, καὶ ἔδειξεν αὐτὸν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης καθήμενον. τῶν μὲν γὰρ ἱερέων ὁ πρόγονος Ἀαρὼν, ὁ πρῶτος τῆς ἀρχιερωσύνης τὸ γέρας δεξάμενος, μετὰ δέους καὶ φρίκης εἰς τὴν θείαν εἰσῄει σκηνήν. οὗτος δὲ τὴν ἐκ δεξιῶν ἔχει καθέδραν. τὸ μέντοι λειτουργὸς προστέθηκεν, ἐπειδὴ περὶ ἀρχιερέως ποιεῖται τοὺς λόγους. ἐπεὶ ποίαν ἐπιτελεῖ λειτουργίαν, ἅπαξ προσενέγκας ἑαυτὸν, καὶ ἑτέραν οὐκέτι θυσίαν προσφέρων; πῶς δὲ οἷόν τε αὐτὸν ὁμοῦ καὶ συνεδρεύειν καὶ λειτουργεῖν; εἰ μή τις ἄρα λειτουργίαν εἴποι, τῶν ἀνθρώπων τὴν σωτηρίαν, ἣν δεσποτικῶς πραγματεύεται. σκηνὴν δὲ τὸν οὐρανὸν ἐκάλεσεν, οὗ δημιουργὸς αὐτὸς, ὃν ὡς ἄνθρωπον λειτουργεῖν ὁ Ἀπόστολος εἴρηκε.

Βασιλείου. Τόγε μὴν δεξιὸν, οὐ τὴν κάτω χώραν δηλοῖ, ὡς ὁ τῶν αἱρετικῶν λόγος, ἀλλὰ τὴν πρὸς τὸ ἶσον σχέσιν, καὶ τὸ τῆς ἀξίας ὁμότιμον, ἐκ τῶν τιμίων τῆς προεδρίας ὀνομάτων, τὸ μεγαλοπρεπὲς τῆς περὶ τὸν Υἱὸν τιμῆς, παριστῶντος τοῦ λόγου, καὶ σύνθρονον καὶ ὁμότιμον τῷ πατρὶ δεικνύοντος. εἰ δέ τις σαρκικῶς καὶ ταπεινῶς ἐξακούοι τοῦ δεξιοῦ, καὶ τῷ μὲν Πατρὶ τὴν ἄνω χώραν εἰς προεδρίαν ἀποδιδῷ, τὸν δὲ μονογενῆ Υἱὸν ὑποκαθῆσθαι λέγοι, πάντα ἀκολουθοῦντα ἕξει τὰ σωματικὰ συμπτώματα τῶ ἑαυτοῦ ἀναπλασμῷ, ὥστε τόπῳ τὸν Θεὸν περιγράφειν, καὶ ἀναπλάττειν σχῆμα καὶ τύπον, καὶ σχέσιν σωματικὴν, ἃ παρὰ πολὺ τῆς ἐννοίας τοῦ ἁπλοῦ καὶ ἀπείρου καὶ ἀσωμάτου διώρισται. πῶ; δὲ ἄρα τὸν ᾿Ιησοῦν ἀρχιερέα θεωρήσωμεν; ἆρα κατὰ τὸν ᾿Ααρών; ἅ κατὰ τὸν Μώσεως νόμον, βουθυτοῦντα καὶ τοὺς ἐξ ἀνάγκης ἀμνοὺς τῷ Θεῷ καταθύοντα; ἢ πτηνὰ προσάγοντα, ἣ σεμίδαλιν; καί τοι τῶν τοιούτων οὐδὲν πέπραχεν ὁ Ἐμμανουήλ· ἱερατεύει γὰρ ὑπὲρ νόμον, αὐτὸς ἦν τὸ θῦμα, ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ ἄμωμος ἀρχιερεὺς, οὐχ ὑπὲρ ἰδίων πλημμελημάτων ἱερουργῶν· κρείσσων γὰρ ἦν ἁμαρτίας ὡς Θεὸς, ἀλλ’ ἵνα λύσῃ τὴν ἁμαρτίαν τοῦ κόσμου. γέγονε τοίνυν αὐτὸς τῆς ἰδίας προσφορᾶς ἱερουργός. οὐ γὰρ ἔδει κοινὸν ἄνθρωπον τὴν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς θυσίαν

578
προσενεγκεῖν· καὶ γεγονὼς δὲ ἀρχιερεὺς διὰ τὸ ἀνθρώπινον καὶ ἐν τοῖς τῆς θεότητος ὁρᾶσθαι θρόνοις, ἱερατεύειν μὲν ἀνθρωπίνως, ὅτι γέγονεν ἄνθρωπος, συνεδρεύων δὲ θεικῶς ὅτι μεμένηκε Λόγος. Χρυσοστόμου. Εἰπὼν μέντοι τὸ ὑψηλὸν ὅτι κάθηται, πάλιν κατάγει τὸν λόγον, καὶ ἀδεῶς λοιπὸν φθέγγεται. καὶ ἵνα μάθῃς ὅτι τὸ λειτουργὸς περὶ τῆς ἀνθρωπότητος εἶπεν, ὅρα πῶς πάλιν ἐπισημαίνεται. “πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρα τὲ “καὶ θυσίας καθίσταται. ὅθεν ἀναγκαῖον ἔχειν τί καὶ τοῦτον ὃ “προσενέγκῃ.”

Ἴδιον φησὶν ἀρχιερέως τὸ προσφέρειν δῶρα τῷ τῶν ὅλων Θεῷ. τούτου χάριν ὁ μονογενὴς ἐνανθρωπήσας, καὶ τὴν ἡμετέραν φύσιν ἀναλαβὼν, ταύτην ὑπὲρ ἡμῶν προσενήνοχεν.

Χρυσοστόμου. Μὴ οὖν ἐπειδὴ ἀκούεις ὅτι κάθηται, ὕθλον εἶναι νομίσῃς τὸ ἀρχιερέα αὐτὸν εἰρῆσθαι. ἐκεῖνο μὲν γὰρ τῆς ἀξίας τοῦ Θεοῦ τὸ καθῆσθαι, τοῦτο δὲ τῆς φιλανθρωπίας τῆς πολλῆς καὶ τῆς εἰς ἡμᾶς κηδεμονίας. διὰ τοῦτο αὐτὸ λιπαίνει, καὶ τούτῳ πλέον ἐνδιατρίβει. δέδοικε γὰρ μὴ ἐκεῖνο ἀνατρέψῃ. διὰ τοῦτο πάλιν ἐπὶ τοῦτο κατάγει τὸν λόγον. καὶ ἐπειδὴ ἐζήτουν τινὲς, τίνος ἕνεκεν ἀπέθανε, φησὶν, ὅτι ἱερεὺς ἦν· ἱερεὺς δὲ χωρὶς θυσίας οὐκ ἔστι. δεῖ τοίνυν καὶ τοῦτον ἔχειν θυσίαν. ἄλλως, εἰπὼν ὅτι ἄνω ἐστὶ, λέγει καὶ δείκνυσιν ὅτι ἱερεύς ἐστι πάντοθεν, ἀπὸ τοῦ Μελχισεδὲκ, ἀπὸ τοῦ ὅρκου, ἀπὸ τοῦ προσενεγκεῖν θυσίας.

᾿Αθανασίου. Ὥσπερ μέν τοι ἀκούοντες τὸν Χριστὸν Κύριον καὶ Θεὸν καὶ φῶς ἀληθινὸν, νοοῦμεν αὐτὸν ὄντα ἐκ τοῦ Πατρὸς, οὕτως δίκαιόν ἐστιν ἀκούοντας ἀπόστολον καὶ ἀρχιερέα καὶ δοῦλον μὴ τῇ θεότητι λογίζεσθαι· ἀνόκεον 1 γὰρ, ἀλλὰ τῇ σαρκὶ ταῦτα μετρεῖν, ἣν δι’ ἡμᾶς ἐφόρεσε. ταύτης γὰρ ἴδια ταῦτα. εἰ δὲ καὶ τὸ ἐκ τούτου χρήσιμον ἐθέλοι τίς μαθεῖν, εὑρήσει καὶ τοῦτο. “ὁ γὰρ “Λόγος σὰρξ ἐγένετο,” ἵνα καὶ προσενέγκῃ τοῦτο ὑπὲρ πάντων, καὶ ἡμεῖς ἐκ τοῦ πνεύματος αὐτοῦ μεταλαβόντες, θεοποιηθῆναι δυνηθῶμεν, ἄλλως οὐκ ἃν τούτου τυχόντες, εἰ μὴ τὸ κτιστὸν ἡμῶν αὐτὸς ἐνεδύσατο σῶμα. οὕτω καὶ γὰρ ἄνθρωποι Θεοῦ λοιπὸν, καὶ ἐν Χριστῷ ἄνθρωποι χρηματίζειν ἠρξάμεθα. ἀλλ’ ὥσπερ ἡμεῖς τὸ πνεῦμα λαμβάνοντες, οὐκ ἀπόλλυμεν τὴν ἰδίαν ἑαυτῶν οὐσίαν, οὕτως ὁ Κύριος, γενόμενος δι’ ἡμᾶς ἄνθρωπος, καὶ σῶμα φορέσας, [*](1 Leg. ἀνοίκειον.)

579
οὐδὲν ἧττον ἦν Θεός· οὐ γὰρ ἠλαττοῦτο τῇ περιβολῇ τοῦ σώματος, ἀλλὰ καὶ μᾶλλον ἐθεοποίει τοῦτο, καὶ ἀθάνατον ἀπετέλει. πλὴν ἐπεὶ οὐχ οἷόν τε ἦν αὐτὸν ἀποθανεῖν· ἀθάνατος γὰρ ἦν, ἔλαβεν ἑαυτῷ σῶμα τὸ δυνάμενον ἀποθανεῖν, ἵνα ὡς ἴδιον ὑπὲρ πάντων αὐτὸ προσενέγκῃ· καὶ ὡς αὐτὸς ὑπὲρ πάντων πάσχων, διὰ τὴν πρὸς αὐτὸ ἐπίβασιν, καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου· καὶ αὐτὸς ὁ ἀπαθὴς καὶ ἀσώματος Λόγος γενέσεως σαρκὸς ἀνασχόμενος τὰ πάντα πεπλήρωκεν, ἵνα ἔχῃ τι προσενεγκεῖν ὑπὲρ ἡμῶν. νέκρωσιν γὰρ θεότης οὐκ ἐπιδέχεται. ὅθεν χρεία γέγονεν ἔχειν τι τὸν Θεὸν ὃ προσενέγκῃ ὑπὲρ ἡμῶν, εἴτε ἐν θανάτῳ, εἴτε ἐν ζωῇ. καὶ πῶς, φησὶ, δύναται ἡ τὴν διαδοχὴν τῆς ἁμαρτίας δεξαμένη φύσις, χωρὶς ἁμαρτίας εἶναι, ὅ ἐστιν ἀδύνατον;

Ἔσται οὖν καὶ ὁ Χριστὸς ὡς εἷς τῶν ἀνθρώπων. ταῦτα καὶ Μαρκίων ἐφρόνησε. ταύτην καὶ Μανιχαῖος εἰσηγήσατο τὴν γνώμην. τοῦ ἀνθρώπου τὴν σάρκα καὶ αὐτὴν τὴν γέννησιν ὑπὸ τὸν ἄρχοντα τῆς κακίας τάσσων, καὶ ἐξουσιαστὴν τοῦτον ὑπογραφόμενος. ἐπειδὴ ᾧ τίς ἥττηται, τούτῳ καὶ δεδούλωται. τούτων καὶ ὑμεῖς ἀνανεοῦσθε τὴν γνώμην· εἰρήκατε γὰρ ὅτι φωνὴ Κυρίου ἐστὶν ἡ διδάσκουσα, ὅτι ἡ διάνοια τοῦ ἀνθρώπου ἔγκειται ἐπὶ τὰ πονηρὰ ἐπιμελῶς νεότητος· οὐ νοοῦντες ὅτι ἐκ νεότητος εἰρηκὼς τὸ ἐξ ἐπισπορᾶς καὶ ἐπικήρως ἐδήλωσεν. οὐδ’ ἐκεῖνο δὲ καλὸν τῶν αἱρετικῶν τὸ τόλμημα, ὅτι εἰς ἄνθρωπόν τινα ἅγιον ἐγένετο ὁ τοῦ Θεοῦ Λόγος. τοῦτο γὰρ ἐν ἑκάστῳ ἐγίνετο τῶν προφητῶν, καὶ ἄλλων ἁγίων· ἵνα μὴ καθ’ ἕκαστον γενώμενος καὶ πολλάκις ἀποθνήσκων φαίνηται. οὐκ ἔστι δὲ οὕτως, μὴ γένοιτο. ἀλλ’ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας αὐτὸς ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐκ Μάριας τῆς παρθένου προῆλθεν, ἄνθρωπος καθ’ ὁμοίωσιν ἡμετέραν, διὰ τὴν ἡμετέραν σωτηρίαν· ἵνα ἔχων ὃ προσενέγκῃ ὑπὲρ ἡμῶν, σώσῃ πάντας ἡμᾶς. οὐ γὰρ ἄνθρωπός τις ὑπὲρ ἡμῶν ἑαυτὸν δέδωκεν· ἐπεὶ πᾶς ἄνθρωπος ὑπεύθυνός ἐστι θανάτῳ, κατὰ τὸ “γῆ εἰ, καὶ εἰς γῆν ἀπελεύσῃ, ἐν τῷ Ἀδὰμ εἰρημένον πρὸς πάντας. ἀλλ’ οὐδὲ ἕτερόν τι τῶν κτισμάτων. ἐπεὶ πᾶσα κτίσις, ὕποπτός ἐστι τροπῆς. ἀλλ’ αὐτὸς ὁ Λόγος, ἴδιον σῶμα προσήνεγκεν ὑπὲρ ἡμῶν, ἵνα μὴ εἰς ἄνθρωπον ἡ πίστις καὶ ἡ ἐλπὶς, ἀλλ’ εἰς αὐτὸν τὸν Θεὸν λόγον τὴν πίστιν ἔχωμεν.

580

Εὐσεβίου. Καὶ αὕτη ἃν εἴη αἰτία τοῦ σωτηρίου θανάτου ἣν ἀπόρρητοι λόγοι περιέχουσιν. τίνες οὗτοι; ἱερεῖον ἦν ἀντίψυχον τοῦ κοινοῦ γένους, παραδιδόμενον τῷ θανάτῳ· ἱερεῖον ὑπὲρ τῆς κοινῆς τῶν ἀνθρώπων ἀγέλης σφαγιαζόμενον· ἱερεῖον δαιμονικῆς πλάνης ἀποτρόπαιον. καὶ τὸ μὲν σωματικὸν ὄργανον τοῦ θείου Λόγου καθιεροῦτο, αὐτὸς δὲ ἕτερος ὣν παρὰ τὸ ἱερεῖον, οὐκ εἰς μακρὰν τὸ θνητὸν ἀνεκαλεῖτο τοῦ θανάτου. καὶ τοῦτο τῆς κοινῆς ἡμῶν σωτηρίας τὴν ἀπαρχὴν ζωῆς ἐνθέου καὶ ἀθανασίας μέτοχον παρίστη· τρόπαιον ἐπινίκιον κατὰ τοῦ θανάτου, καὶ κατὰ τῆς δαιμονικῆς παρατάξεως, τῶν τε πάλαι τελουμένων θυσιῶν ἀποτρόπαιον, παῖον, τοῦθ’ ὑπὲρ ἁπάντων ἀνθρώπων ἀνεγείρας.

Χρυσοστόμου. Ὁ μέν τοι θεῖος Ἀπόστολος, πολλαχόθεν κατασκευάσας ὅτι ἱερεύς ἐστιν ὁ Χριστὸς, ἀπὸ τοῦ Μελχισεδὲκ, ἀπὸ τοῦ ὅρκου, ἀπὸ τοῦ θυσίαν προσενεγκεῖν, ἐκ τούτου λοιπὸν καὶ ἀναγκαῖον ἄλλον πλέκει συλλογισμὸν, λέγων, εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς, οὐδ’ ἂν ἦν ἱερεὺς, ὄντων τῶν ἱερέων τῶν προσφερόντων τὸν νόμον τὰ δῶρα.

Εἰ τοίνυν ἐστὶν ὁ ἱερεὺς ὡσπεροῦν καὶ ἐστι, δεῖ αὐτῷ τόπον ζητῆσαι ἕτερον. ἐπὶ γῆς μὲν γὰρ ὣν, οὐκ ἃν ἦν ἱερεὺς, πῶς γάρ; οὐ προσήνεγκεν, οὐχ ἱερεύσατο· καὶ εἰκότως ἦσαν γὰρ οἱ ἱερεῖς. καὶ δείκνυσιν ὅτι οὐδὲ δυνατὸν ἦν ἐπὶ γῆς εἶναι ἱερέα. πῶς γάρ; οὐκ ἐπανάστασις ἦν φησι. τὸ δὲ πᾶν, τοιοῦτον. εἰ μὲν ἦν ἐπὶ γῆς, τοῦτο δὲ ἦν εἰ μὴ τεθνήκει, μηδὲ ἐγερθεὶς ἀνελήφθη, οὐδ’ ἃν ἦν ἱερεὺς, ἦσαν γὰρ ἕτεροι· καὶ ἦν λοιπὸν στάσις ἐν τῷ πράγματι. νῦν δὲ ἀπέθανε μὲν, ἵνα τὴν θυσίαν προσενέγκῃ, ἀναστὰς δὲ ἐκ νεκρῶν ἀνελήφθη, ἵνα σχοίη τόπον τὸν οὐρανὸν, ἔνθα αὐτὸν ἱερεύεσθαι δεῖ. ἱερεῦσθαι δὲ νόει, τὸ ἐντυγχάνειν ὑπὲρ ἡμῶν. ταῦτα δὲ πάντα τὰ ταπεινὰ ῥήματα διά τε τὴν ἀνθρωπότητα εἴρηκε, διά τε τὸ νηπιωδες τῶν ἀκουόντων.

Φίδωνοσ. Πρό γε μὴν τὸ προσφέρειν δῶρα καὶ θυσίας, ζητῶν τίνι διαφέρει δῶρον θυσίας, εὑρίσκω ὅτι ὁ μὲν θύων ἐπιδιαιρεῖ, τὸ μὲν αἷμα τῷ βωμῷ προχέων, τὰ δὲ κρέα οἴκαδε κομίζων. ὁ δὲ δωρούμενος, ὅλον ἔοικε παραχωρεῖν τῷ λαμβάνοντι. ὁ μὲν οὖν φίλαυτος, διανομεὺς οἷος ὁ Κάϊν, ὁ δὲ φιλόθεος, δωρῆται οἷον ὁ Ἄβελ. Χρυσοστόμου. Ἐνταῦθα μέν τοι ἀναγκαῖον παραπέμψαι τὸν

581
νοῦν καὶ συνιδεῖν τὴν ἀποστολικὴν σύνεσιν. πάλιν γὰρ τὴν διαφορὰν δείκνυσι τῆς ἱερωσύνης, λέγων περὶ τῶν κατὰ νόμον ἱερέων, Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανιων.

Τίνα δὲ λέγει ἐνταῦθα ἐπουράνια; τὰ πνευματικά. εἰ γὰρ καὶ ἐπὶ γῆς τελεῖται, ἀλλ’ ὅμως τῶν οὐρανῶν εἰσὶν ἄξια. ὅταν γὰρ ὁ Κύριος κεῖται ἐσφαγμένος, ὅταν Πνεῦμα παραγίνηται, ὅταν ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρὸς ἐνταῦθα ᾖ, ὅταν υἱοὶ γίνωνται διὰ τοῦ λουτροῦ, ὅταν πολῖται ὠσι τῶν ἐν οὐρανοῖς, ὅταν. πατριδα ἔχωμεν ἐκεῖ, καὶ πόλιν καὶ πολίτευμα, ὅταν ξένοι ὦμεν τῶν ἐνταῦθα, πῶς οὐκ ἐπουράνια ταῦτα τυγχάνει; ἀλλὰ τι οἱ ὕμνοι; οὐκ ἐπουράνιοι; οὐχ ἅπερ ἄνω ᾄδουσιν οἱ θεῖοι χοροὶ τῶν ἀσωμάτων δυνάμεων, ταῦτα καὶ ἡμεῖς οἱ κάτω συνῳδὰ ἐκείνοις φθεγγόμεθα; οὐχὶ καὶ τὸ θυσιαστήριον ἐπουράνιον; πῶς οὐδὲν ἔχει σαρκικόν; πάντα πνευματικὰ γίνεται τὰ προκείμενα. οὐκ εἰς τέφραν, οὐκ εἰς καπνὸν, οὐκ εἰς κνίσσαν διαχεῖται ἡ θυσία, ἀλλὰ φαιδρὰ καὶ λαμπρὰ ἐργάζεται τὰ προκείμενα. πῶς δὲ οὐκ οὐράνια τὰ τελούμενα; ὅταν γὰρ λέγῃ, “ἄν τινων κρατεῖτε τὰς ἁμαρτίας, “κεκράτηνται, ἄν τινων ἀφῆτε, ἀφίενται,” καὶ τὰς κλεῖς ἔχουσι τοῦ οὐρανοῦ, πῶς οὐκ οὐράνια πάντα;

Θεοδωρήτου. Οἵ τινες, φησὶν, ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων. ταῦτα εἰς ἀπολογίαν τέθεικε, διδάσκων ὡς οὐ τοῦ νόμου κατηγορεῖ, ἀλλὰ σεπτὸν ἡγεῖται κἀκεῖνον ὡς ἔχοντα τῶν ἐπουρανίων τὸν τύπον. τούτου χάριν ἔφησεν, ὅτι περιττὸν ἦν αὐτὸν ἐν τῇ γῇ διαιτώμενον ἱερέα καλεῖν, τῶν κατὰ νόμον ἱερέων τὴν νομικὴν ἐκπληροῦντα λατρείαν. εἰ τοίνυν καὶ ἡ κατὰ νόμον ἱερωσύνη τὸ τέλος ἐδέξατο, καὶ ὁ κατὰ τάξιν Μελχισεδὲκ ἀρχιερεὺς τὴν θυσίαν προσήνεγκε, καὶ θυσίας ἑτέρας ἀνενδεεῖς καθεστήκαμεν, τί δήποτε τῆς καινῆς διαθήκης οἱ ἱερεῖς τὴν μυστικὴν λειτουργίαν ἐπιτελοῦσιν; ἀλλὰ δῆλον τοῖς τὰ θεῖα πεπαιδευμένοις, ὡς οὐκ ἄλλην τινὰ θυσίαν προσφέρομεν, ἀλλὰ τῆς μιᾶς ἐκείνης καὶ σωτηρίου τὴν μνήμην ἐπιτελοῦμεν. τοῦτο γὰρ ἡμῖν αὐτὸς ὁ δεσπότης προσέταξε· “τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνά- “μνησιν.” ἵνα τῆ θεωρίᾳ τῶν τύπων τῶν ὑπὲρ ἡμῶν γεγενημένων

582
ἀναμιμνησκώμεθα παθημάτων, καὶ τὴν περὶ τὸν εὐεργέτην ἀγάπην περισσεύωμεν, καὶ τῶν μελλόντων ἀγαθῶν προσμένωμεν τὴν ἀπόλαυσιν· σκιὰν σκιὰν τῶν ἐπουρανίων ὁ Παῦλος καλέσας τὴν κατὰ νόμον λατρείαν, γραφικῇ μαρτυρίᾳ βεβαιοῖ τὸν λόγον εἰπὼν, Καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν. ὅρα γάρ, φησι, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.

Σχήματι γὰρ αὐτῷ ἐν τῷ ὄρει δείξας τινὰ, ἐκείνοις προσόμοια κατασκευᾶσαι προσέταξεν. οὐκοῦν τύποι τῶν ἐπουρανίων τὰ παλαιά.

Χρυσοστόμου. Τί δὲ βούλεται τὸ “κατὰ τὸν τύπον τὸν “δειχθέντα σοι;” ἐπειδὴ ἡ ἀκοὴ ἡμῶν ἀμαθεστέρα τῆς ὄψεως ἡμῶν, οὐ γὰρ οὕτως ἅπερ ἃν ἀκούσωμεν τῇ ψυχῇ παρακατατιθέμεθα, ὡς ἅπερ ἃν ἴδωμεν αὐταῖς ὄψεσιν, ἔδειξεν αὐτῶ πάντα.

Γρηγορίου Θεολόγου. Πάντα μὲν οὖν τὸν νόμον σκιὰν εἶναι τῶν μελλόντων καὶ νοουμένων ὁ θεῖος Ἀπόστολος ἀπεφήνατο. καὶ ὁ χρηματίσας πρὸ τούτου τῷ Μωσεῖ Θεὸς, ἡνίκα περὶ τούτων ἐνομοθέτει. “ὄρα γάρ, φησι, ποιήσεις πάντα κατὰ τὸν τύπον “τὸν δειχθέντα σοι ἐν τῷ ὄρει·” σκιαγραφίαν τινὰ καὶ προχάραγμα τῶν ἀοράτων παραδεικνὺς τὰ ὁρώμενα.

Χρυσοστόμου. Ἢ τοίνυν ὑποδείγματι καὶ σκιᾷ εἰπὼν, περὶ τῆς κατασκευῆς τοῦ ναοῦ λέγει μόνον τοῦτο, ἣ καὶ περὶ τῶν θυσιῶν, καὶ τῶν ἄλλων ἁπάντων. μᾶλλον δὲ οὐκ ἄν τις ἁμάρτῃ καὶ τοῦτο εἰπών. οὐρανία γάρ ἐστιν ἡ ἐκκλησία, καὶ οὐδὲν ἄλλο ἣ οὐρανός.

Νυνὶ δὲ διαφορωτέρας τετύχηκε λειτουργίας, ὅσῳ καὶ κρείττονος ἐστὶ διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.

Χρυσοστόμου. Ὁρᾷς φησὶν ὅσον βελτίων ἡ λειτουργία τῆς λειτουργίας· εἴγε ἐκείνη μὲν, ὑπόδειγμα καὶ τύπος· αὕτη δὲ ἀλήθεια. ἀλλ’ οὐδὲν τοῦτο ὠφελεῖ τοὺς ἀκούοντας, οὐδὲ εὐφραίνει. διὰ τοῦτο ὃ μάλιστα αὐτοὺς εὔφραινε λέγει, ὅτι “ἐπὶ κρείττοσιν “ἐπαγγελίαις νενομοθέτηται.” ἐπάρας γὰρ ἀπὸ τοῦ τόπου καὶ τοῦ ἱερέως, καὶ τῆς θυσίας, τότε καὶ τῆς διαθήκης τὸ μέσον τίθησιν. εἰπὼν μὲν καὶ πρότερον ὅτι ἀσθενὴς ἦν καὶ ἀνωφελὴς, καὶ οὐ συνυπούργει

583
πρὸς τὸ γίνεσθαι τὰ λεχθέντα. καὶ ὅρα οἵα τίθησιν ἀσφαλίσματα, μέλλων τῆς παλαιᾶς κατηγορεῖν. ἐκεῖ γὰρ εἰπὼν “κατὰ δύναμιν “ζωῆς ἀκαταλύτου,” τότε εἶπεν “ὅτι ἀθέτησις γίνεται προα- “γούσης ἐντολῆς,” τουτέστιν ἄμειψις καὶ ἐκβολὴ τοῦ παλαιοτέρου νόμου. οὐ γὰρ ἴσχυσε τέλειόν τινα ἐν ἀρετῇ ποιῆσαι· ἔλεγε γὰρ μόνον, τόδε ποίησον, καὶ τόδε μὴ ποιήσῃς, οὐκέτι δὲ ἐνεδυνάμου πρὸς τὸ ποιεῖν ταύτα. εἶτα ὕστερον μέγα τι ἔθηκεν εἴπων, “δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ.” ἐνταῦθα δὲ ἡμᾶς εἰς τὸν οὐρανὸν ἀναγαγὼν, καὶ δείξας ὅτι ἀντὶ τοῦ ἱεροῦ τὸν οὐρανὸν ἔχομεν, καὶ ὅτι τύποι ἦσαν τῶν ἡμετέρων ἐκεῖνα, καὶ τὴν λειτουργίαν ἐπάρας τούτοις, καὶ τὴν ἱερωσύνην εἰκότως ἐπαίρει λοιπόν. ἀλλ’ ὅπερ ἔφην ὃ μάλιστα εὐφραίνει, τίθησι λέγων, “ἥτις ἐπὶ κρείττοσιν ἐπαγ- “γελίαις νενομοθέτηται.” πόθεν τοῦτο δῆλον; ἐξ ὧν αὕτη μὲν ἐξεβλήθη, ἐκείνη δὲ ἀντεισήχθη. διὰ γὰρ τοῦτο κρατεῖ, ὅτι βελτίων· καὶ πόθεν δῆλον; ὅτι τέλος ἔλαβεν ἐκείνη. ἔδειξε μὲν καὶ ἀπὸ τοῦ ἱερέως. δείκνυσι δὲ τρανότερον νῦν, ὅτι ἐκβέβληται. πῶς δὲ “ἐπὶ κρείττοσιν ἐπαγγελίαις;” ποῦ γὰρ ἶσον, εἰπέ μοι, γῆ, καὶ οὐρανός; σὺ δὲ θεώρει, πῶς κἀκεῖ ἐπαγγελίας φησὶν, ἵνα μὴ ταύτης τούτῳ κατηγορῇς. καὶ γὰρ ἐκεῖ κρείττονα ἐλπίδα ἔφη, δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ· δεικνὺς ὅτι κἀκεῖ ἐλπὶς, καὶ ἐνταῦθα φησὶν, ἐπαγγελίας κρείττονας, αἰνιττόμενος ὅτι καὶ ἐκεῖ ἐπηγγείλατο. ὅρα δὲ πῶς συντόμως ἔδειξε τῆς νέας διαθήκης τὴν ὑπεροχήν. ἡ μὲν παλαιά, φησι, σωματικὰς ἐπαγγελίας εἶχε συνεζευγμένα; γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ γῆν ἐλαιώνων καὶ ἀμπελώνων, καὶ παίδων πλῆθος καὶ τὰ τούτοις προσόμοια. ἡ δὲ καινὴ ζωὴν αἰώνιον καὶ οὐρανῶν βασιλείαν. οὕτω δείξας τῆς Λευιτικῆς ἱερωσύνης ὑπερκειμένης τὴν κατὰ τάξιν Μελχισεδὲκ προφανῶς λοιπὸν ἀναλαμβάνει τὸν ὑπὲρ τῆς καινῆς διαθήκης ἀγῶνα, καὶ ὥσπερ ἤδη εἶπεν ὅτι τελείωσις ἦν διὰ τῆς παλαιᾶς, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα, οὕτω καὶ ἐνταῦθα τῷ αὐτῷ συλλογισμῷ κέχρηται λέγων.

Κυρίλλου δτία α΄. m Οὐκ ἀμώμητον εἶναι τὴν ἀρχαίαν ἐντολὴν διαβεβαιοῦται σαφῶς· ταύτῃ τοι φησὶ καὶ ἀντ’ ἐκείνης ἡμῖν [*](m ἐν πνεύματι λατρεία,.)

584
εἰσκεκομεῖσθαι χρησίμως τὴν διὰ Χριστοῦ καὶ νέαν, τουτέστιν εὐαγγελικὴν προσοικειοῦσαν ἡμᾶς τῷ Θεῷ.

Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἃν δευτέραν ἐζητεῖτο τόπος, τουτέστιν εἰ οὐδὲν εἶχεν ἐλλιπὲς, εἰ ἀμέμπτους ἐποίει τοὺς χρωμένους, εἰ τελεία ἦν, εἰ χρήσιμος, εἰ ἀποχρῶσα πρὸς τελειότητα, οὐ μὴν πονηρὰ, οὐδ’ ἐγκλημάτων ὑπεύθυνος· ὡς ἄν τις εἴποι, οὐκ ἔστιν ἄμεμπτος ἡ οἰκία, ἀντὶ τοῦ ἔχει ἐλάττωμα, σαθρά ἐστιν· οὕτω κἀνταῦθα τὸ ἄμεμπτος τέθεικεν, ἀντὶ τοῦ τελεία, διὸ οὐδ’ εἶπε μεμφόμενος αὐτῇ, ἀλλ’ αὐτοῖς τοῖς ἐν τῆ παλαιᾷ δηλαδὴ νομοθετουμένοις. ἐπειδὴ δὲ ἀπόχρη τοῦτο πλῆξαι τοὺς τῆς νομικῆς πολιτείας ἀντεχομένους, τὸ, αὐτολεξεὶ λέγειν ὅτι ἐκβέβληται ἡ παλαιὰ, οὐκ ἀφ’ ἑαυτοῦ τοῦτο ποιεῖ, ἵνα μὴ γένηται φορτικὸς, ἀλλὰ τὸν ἱερέα παράγει μάρτυρα λέγων,

Μεμφόμενος αὐτοῖς λέγει, ἰδοὺ ἡμέραι ἔρχονται λέγει Κύριος, καὶ συντελέσωσιν ἐπὶ τὸν οἶκον Ἰούδα, καὶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν.

Χρυσοστόμου. εἰσ Μακκαβαίουσ. Ἐνταῦθα δείκνυσιν καὶ τὴν παλαιὰν αὐτὸς ἔδωκεν. ἄκουε δὲ αὐτῶν τῶν τοῦ προφήτου ῥημάτων, “ἰδοὺ ἡμέραι ἔρχονται λέγει Κύριος,” ἐκ προοιμίων εὐθέως ἀνίστησι τὸν ἀκροατὴν, δεικνὺς ὅτι οὐκ αὐτοῦ τὰ ῥήματα, ἀλλὰ τοῦ ἀπεσταλκότος αὐτὸν Θεοῦ. εἶτα δείκνυσιν ὅτι περὶ μελλόντων ἡμῖν διαλέγεται πραγμάτων, εἰπὼν, “ἰδοὺ ἡμέραι ἔρχον- “ται.” πῶς οὖν εἰπὲ, μελλόντων διαλέγεται; τὴν παλαιάν φησιν αὐτὸς ἔδωκεν. ἀνάμεινον καὶ μὴ θορύβει, καὶ τότε ὄψει σαφῶς τῆς ἀληθείας τὴν λαμπηδόνα. ὅτε γὰρ ταῦτα ἐλέγετο, ὁ νόμος ἦν δεδομένος καὶ παραβαθεὶς, ταῦτα τοίνυν ταῖς διανοίαις ἐναποθέμενοι, δέχεσθε τὴν λύσιν τῶν πολλοῖς διαπορουμένων. “ἰδοὺ,” φησὶν, “ἡμέραι ἔρχονται,” τὸν παρόντα καιρὸν δηλῶν, “καὶ διαθήσομαι “ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς “πατράσιν ὑμῶν.” ἐνταῦθα σαφῶς δείκνυσιν ὅτι ἐκβέβληται ἡ παλαιά. διαθήσομαι γὰρ φησὶ, διαθήκην καινὴν, τουτέστι πάντῃ νέαν, οὐ μὴν ὡς οἱ ἐκ περιτομῆς νοοῦσιν, ὅτι ὁ Ἔσδρας μετὰ τὴν

585
ἐπάνοδον τὴν γραφὴν ἀνεκαίνισεν. ἐρωτῶ τὸν Ἰούδαν, ἐρωτῶ τὸν ἀσθενοῦντα ἀδελφόν. τίς τὴν καινὴν διαθήκην ἔδωκε; παντὶ που δῆλον ἐστὶν ὅτι ὁ Χριστός. οὐκοῦν, οὗτος καὶ τὴν παλαιάν· ὁ γὰρ εἰπὼν ὅτι “διαθήσομαι διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν “διεθέμην,” ἔδειξεν ὅτι κἀκείνην αὐτὸς διέθετο. οὐκοῦν ἀμφοτέ- “ρων τῶν διαθηκῶν εἶς ὁ νομοθέτης· ἵνα δὲ ἀκούσας “ἣν διεθέμην “τοῖς πατράσιν αὐτῶν,” μὴ τὴν πρὸς τὸν Ἁβραὰμ γεγενημένην εἴπῃς, καὶ τὴν πρὸς τὸν Νῶε, κἀκείνην ἐκβεβλῆσθαι νομίσῃς, τὴν ἐν Χριστῷ μᾶλλον τὸ πέρας δεξαμένην. ἐν γὰρ τῷ σπέρματι Ἀβραὰμ ὅ ἐστι Χριστὸς, τὰ ἔθνη εὐλογήθησαν· διὰ τοῦτο οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ καὶ τὸν χρόνον ὥρισεν, ὅτε διέθετο τὴν παλαιὰν, ἐπαγαγὼν, “ἐν ᾗ ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξα- “γαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.”

Εἰσ τὸ ἔχοντεσ τὸ αὐτὸ πνεῦμα. Εἶδες πῶς καὶ τὴν εὐκολίαν ἔδειξε τῆς ἐξόδου, καὶ τὴν φιλοστοργίαν τὴν αὐτοῦ, καὶ τὴν ἄδειαν τῆς τότε διαγωγῆς, καὶ ὅτι πάντα αὐτὸς ἐθαυματούργει τὰ ἐν Αἰγύπτῳ. τὸ γὰρ εἰπεῖν, “ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν “ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου,’ τὰ θαύματα πάντα ἐδήλωσεν. ἡ γὰρ ἔξοδος ἐκείνη διὰ τῶν σημείων τῶν παραδόξων ἐκείνων ἐγίνετο. ποῦ νῦν εἰσὶν οἱ τὴν παλαιὰν διαβάλλοντες, οἱ τὸ σῶμα τῆς γραφῆς διασπῶντες· οἱ τῇ καινῇ μὲν ἄλλον, ἕτερον δὲ τῇ παλαιᾷ Θεὸν ἀπονέμοντες; ἀκουέτωσαν τοῦ προφήτου μαρτυροῦντος ὅτι εἷς ἀμφοτέρας ἐνομοθέτησε. καὶ αὐτὰ δὲ τὰ ὀνόματα πολλὴν ἡμῖν τῶν διαθηκῶν δείκνυσι τὴν συμφωνίαν. ἡ γὰρ καινὴ, διὰ τὴν παλαιὰν εἴρηται, καὶ ἡ παλαιὰ διὰ τὴν καινὴν, καθάπερ ὁ Παῦλος φησὶν, ἐν τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν προτέραν. εἰ δὲ μὴ τοῦ αὐτοῦ εἶεν δεσπότου, οὔτε αὕτη καινὴ, οὔτε ἐκείνη παλαιὰ δύναιτ’ ἃν λέγεσθαι. ὥστε αὕτη ἡ ἐν τοῖς ὀνόμασι διαφορὰ, τὴν συγγένειαν ἑκατέρας ἐνδείκνυται. καὶ ἡ διαφορὰ δὲ αὕτη οὐ κατὰ τὴν οὐσία,, ἀλλὰ κατὰ τὴν τῶν χρόνων ἐναλλαγήν ἐστιν. καὶ γὰρ τὸ καινὸν τῷ παλαιῷ κατὰ τοῦτο ἀντιδιαστέλλεται μόνον. ἡ δὲ τῶν χρόνων ἐναλλαγὴ, διαφορὰν δεσποτείας ἣ μείωσιν οὐκ ἄγει. καὶ τοῦτο πάλιν ὁ Χριστὸς ἐνέφηνεν εἰπὼν, “διὰ τοῦτο λέγω “ὑμῖν, πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρα- “νῶν, ὅμοιος ἐστὶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ

586
“θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.” ὁρᾷς διάφορα μὲν τὰ κτήματα, μίαν δὲ τὴν δεσποτικήν. ὥσπερ οὖν ἐκεῖνος δύναται ἐκβάλλειν καινὰ καὶ παλαιὰ, εἷς ὣν οἰκοδεσπότης, οὕτω δὴ καὶ ἐνταῦθα δυνατὸν ἑνὸς εἶναι Θεοῦ τὴν καινὴν καὶ τὴν παλαιάν. αὐτὸ γὰρ τοῦτο μάλιστα δείκνυσιν αὐτοῦ τὸν πλοῦτον καὶ τὴν περιουσίαν ἐνδείκνυσθαι. ὥστε διαφορὰ μόνον ἐστὶν ἐν ταῖς διαθήκαις, οὐ μάχη οὐδὲ ἐναντίωσις. τὸ γὰρ παλαιὸν ἐκ τοῦ καινοῦ γίνεται παλαιόν. τοῦτο δὲ οὐ μάχης οὐδὲ ἐναντιώσεως, ἀλλὰ διαφορᾶς μόνης. ἐγὼ δὲ τοσαύτην ὑπερβολὴν ποιοῦμαι, ὅτι εἰ καὶ ἐναντίοι ἦσαν οἱ νόμοι τῆς παλαιᾶς τοῖς τῆς καινῆς, σφόδρα ἃν ἐσχυρισάμην ὡς οὐδὲ οὕτως ἕτερον ἐπεισάγειν Θεὸν ἐχρῆν. εἰ μὲν γὰρ κατὰ τὸν αὐτὸν καιρὸν τοῖς αὐτοῖς ἀνθρώποις περὶ τὰ αὐτὰ διατρίβουσιν, ἐν τοῖς αὐτοῖς οὖσι πράγμασιν, ἐναντίους ἐπέταττε νόμους, εἶχεν ἄν τινα αὐτοῖς λόγον ἴσως τὸ σόφισμα. εἰ δὲ ἑτέραν μὲν ἐκεῖνοι, ἑτέραν δὲ ἐγράφησαν οὗτοι, καὶ ἐν ἑτέρῳ καιρῷ, καὶ ἄλλως διακειμένοις, ποία ἀνάγκη διὰ τὴν τῶν νόμων διαφορὰν ἐναντίους εἰσάγειν νομοθέτας δύο; ἐγὼ μὲν οὐδεμίαν ὁρῶ· εἰ δὲ αὐτοὶ λέγειν ἔχουσιν, εἰπάτωσαν. ἀλλ’ οὐκ ἃν ἔχοιεν. καὶ γὰρ καὶ ἰατρὸς ἐναντία ποιεῖ πολλάκις, καὶ νῦν μὲν πικρὰ, νῦν δὲ γλυκέα δίδωσι πίνειν φάρμακα. καὶ τὰ μὲν γινόμενα ἐναντία, ἡ δὲ γνώμη ἐφ’ ἧς ταῦτα γίνεται, σύμφωνος καὶ μία· πρὸς γὰρ ἓν τέλος βλέπει τὴν τοῦ κάμνοντος ὑγείαν. καὶ γὰρ καίει καὶ οὐ καίει, τέμνει καὶ οὐ τέμνει τὸ αὐτὸ σῶμα πολλάκις, ἀλλ’ οὐκ ἀπὸ ἐναντίας τῆς γνώμης, ἀλλ’ ἀπὸ μιᾶς καὶ συμφώνου. πῶς οὖν οὐκ ἄτοπον ἰατρῷ μὲν μὴ ἐγκαλεῖν ἐναντία ποιοῦντι πολλὰ, καὶ περὶ ἑνὸς σώματος φύσιν, τῷ δὲ Θεῷ μέμψιν ἐπάγειν, εἰ κατὰ διαφόρους καιροὺς, διαφόροις ἀνθρώποις διάφορα ἔδωκε τὰ προστάγματα; ὅτι μὲν οὖν εἰ καὶ ἐναντίοι ἦσαν οἱ νόμοι οὐδὲ οὕτως ἐγκαλεῖν ἔδει, δῆλον ἐκ τούτου. ὅτι δὲ οὐδὲ ἐναντίοι εἰσὶν, ἀλλὰ διάφοροι μόνον, φέρε δείξωμεν.

Εἰ μὲν γὰρ τοῦ προτέρου κελεύσαντος μὴ φονεύειν, ὁ νέος φονεύειν ἐκέλευεν, ἴσως ἄν τις ἀντινομίαν ἔφησεν εἶναι τὸ λεγόμενον. εἰ δὲ ἐκείνου κελεύοντος μὴ φονεύειν, οὗτος ἐκέλευσε μηδὲ ὀργίζεσθαι. ἐπίτασις οὐκ ἐναντίωσις ὁ πρότερος τοῦ δευτέρου νόμου ἐστίν. ὁ μὲν γὰρ τὸν καρπὸν τῆς κακίας ἐξέτεμε, τὸν φόνον, οὗτος

587
δὲ καὶ τὴν ῥίζαν ἀνέσπασε τὴν ὀργήν. ἐκεῖνος τὸ ῥεῦμα τῆς πονηρίας ἐξέκοψεν, οὗτος καὶ τὴν πηγὴν αὐτὴν ἐξήρανε. πηγὴ γὰρ καὶ ῥίζα τοῦ φόνου, θυμὸς καὶ ὀργή. ἐκεῖνος προπαρεσκεύασεν, οὗτος τὸ λεῖπον ἐπλήρωσεν. ποία οὖν ἐναντιότης ὅταν ὁ μὲν τὸ τέλος τῶν κακῶν, ὁ δὲ καὶ τὴν ἀρχὴν ἐκκόπτῃ; ἐκεῖνος τὴν χεῖρα καθαρὰν ἐποίησεν αἵματος, οὗτος καὶ τὴν διάνοιαν αὐτὴν ἀπήλλαξε τῶν πονηρῶν βουλευμάτων. ταῦτα δὲ συμφωνούντων ἀλλήλοις νόμων οὐχὶ μαχομένων ἐστὶν, ὅπερ κατασκευάζειν οἱ τῆς ἀληθείας ἐχθροὶ σπουδάζουσι Μανιχαῖοι, μὴ συνορῶντες ὅτι ἐκ τούτου μεγάλῃ ῥαθυμίας καὶ ὑπεροψίας αἰτίᾳ τὸν τῆς καινῆς Θεὸν ὑποβάλλουσιν. εὑρεθήσεται γὰρ ἀκαίρως τὴν καθ’ ἡμᾶς οἰκονομήσας, τὸ δὲ πῶς, ἐγὼ λέγω.

Γαλακτοτροφίᾳ προσέοικεν ἡ τῆς παλαιᾶς διαθήκης παιδαγωγία, στερεᾷ δὲ τροφῇ τῆς καινῆς διαθήκης ἡ φιλοσοφία. οὐδεὶς δὲ πρὶν ἢ θρέψαι γάλακτι πρὸς τὴν στερεὰν ἄγει τροφὴν, ὅπερ ἔσται πεποιηκὼς ὁ τῆς καινῆς Θεὸς, ἄν περ μὴ αὐτὸς ᾖ ὁ τὴν παλαιὰν δεδωκώς. καὶ ἑτέρῳ δὲ μείζονι αὐτὸν ἐγκλήματι ὑποβάλλουσιν, εἴγε μετὰ πεντακισχίλια καὶ πλείονα ὄη τοῦ γόους ἧκε προνοήσων τοῦ ἡμετέρου. εἰ γὰρ μὴ αὐτὸς ἦν ὁ διὰ τῶν προφητῶν καὶ πατριαρχῶν τὰ καθ’ ἡμᾶς ἅπαντα οἰκονομῶν, ἀλλ’ ἕτερός τις παρὰ τοῦτον, ὀψέ ποτε καἰ βραδέως εὑρεθήσεται τῆς ἡμετέρας ἐπειλημμένος προνοίας· ὥσπερ ἔκ τινος μετανοίας ἀνενεγκών· ὅπερ οὐ Θεοῦ μόνον, ἀλλὰ καὶ ἀνθρώπου τοῦ τυχόντος ἀνάξιον ἃν εἴη, τοσούτους ἀφέντα ἀπολέσθαι ἐν τοσούτῳ χρόνῳ, ὀψέ ποτε ἐσχάτῳ τῶν καιρῶν τῆς τῶν ὀλίγων ἐπιλαβέσθαι προνοίας. ὁρᾷς, ὅσαις τὸν Θεὸν ὑποβάλλουσι βλασφημίαις, ἕτερον μὲν τῆς καινῆς, ἕτερον δὲ τῆς παλαιᾶς λέγοντες εἶναι νομοθέτην; ἅπερ ἅπαντα λύεται, ἃν ἕνα ἑκατέρας τῆς διαθήκης δῶμεν εἶναι Θεόν. εὑρεθήσεται γὰρ κατὰ λόγον τὰ καθ’ ἡμᾶς οἰκονομῶν. τότε μὲν διὰ τοῦ νόμου, νῦν δὲ διὰ τῆς χάριτος, καὶ οὐ προσφάτως οὐδὲ νεωστὶ, ἀλλ’ ἄνωθεν καὶ ἐκ πατρὸς n τῆς ἡμέρας τῆς ἡμετέρας ἐπειλημμένος προνοίας.

Ἴνα δὲ μειζόνως τὰ στόματα τῶν αἱρετικῶν ἀπορράψωμεν, [*](n Leg. πρώτης.)

588
παρίτω καὶ αὖθις εἰς μέσον Ἱερεμίας, αὐτὸ τοῦτο δεικνὺς ἕνα καὶ τὸν αὐτὸν ἑκατέρας ὄντα τῆς διαθήκης Θεόν. τι οὖν οὗτος φησὶν, ἐκ προσώπου τοῦ νομοθέτου κηρύττων ; “ διαθήσομαι ὑμῖν διαθή- “ κἠν καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν “ ὑμῶν.” ὥστε ὁ τὴν καινὴν αὐτοῖς διαθέμενος, αὐτός ἐστιν ὁ καὶ τὴν παλαιὰν δοὺς Θεός. ἐνταῦθα καὶ τοὺς ἀπὸ Παύλου τοῦ Σαμοσατέως ἐπεστόμησεν ἱκανῶς, οἳ τὴν προαιώνιον ὕπαρξιν ἀνῄρουν του μονογενοῦς. εἰ γὰρ πρὸ του τόκου τῆς Μαρίας οὐκ τὴν, οὐδὲ ὑπῆρχε πρὶν ἣ φανῆναι ἐν σαρκὶ, πῶς ἐνομοθέτει ὁ μὴ ὣν, πῶς δὲ ἔλεγε, “ διαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν “ διεθέμην τοῖς πατράσιν ὑμῶν ;” πῶς γὰρ διέθετο τοῖς πατράσι, μὴ ὑπάρχων, μηδὲ ὣν κατὰ τὸν ἐκείνων λόγον ; ἀλλὰ πρὸς Ἰουδαίους μὲν καὶ τοὺς τοῦ Σαμοσατέως, ἱκανὴ στῆναι ἡ τοῦ προφήτου μαρτυρία· πρὸς δὲ τοὺς Μανιχαίους, τὸ ἀποστολικὸν ἐκεῖνο ῥητέον, “ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα “ ἐκ τῆς ἐλευθέρας, ἅ ἐστιν ἀλληγορούμενα.” ὥσπερ γὰρ ἐκεῖ δύο γυναῖκες ἑνὸς ἀνδρὸς, οὕτως ἐνταῦθα δύο διαθῆκαι ἑνὸς νομοθέτου. Θεοδωρήτου. Εἷς ἐστιν ἆρα ἑκατέρας ὁ νομοθέτης· εἰ δὲ ἀπιστοῦσι τοῖς προφήταις, ἀκουσάτωσαν τοῦ νομοθετοῦντος καὶ τοὺς παλαιοὺς οὐκ ἀνατρέποντος, ἀλλ’ ἐπισφίγγοντος νόμους. ἀνατρέποντος γὰρ ἦν εἰπεῖν, ἐρρέθη, οὐ μοιχεύσεις, οὐ φονεύσεις, ἐγὼ δὲ λέγω μοίχευσον, φόνευσον. τοῦτο γὰρ οἱ συγγενεῖς Μαρκίωνος ἀντιτάκται ποιοῦσιν. ὁ δὲ Κύριος δι’ ὧν νομοθετεῖ διαρρήδην διδάσκει, ὡς οὐκ ἀνατρέπει τὰ παλαιὰ, ἀλλ’ ἀκριβεστέραν πολιτείαν εἰσάγει, καθάπερ ὁ γραμματιστὴς τοὺς μὲν τῆς μαθήσεως ἀρχομένους τῶν στοιχείων διδάσκων τοὺς χαρακτῆρας, τοῖς δὲ ταῦτα μεμαθηκόσι τῶν συλλαβῶν προσφέρων τὰς συμπλοκάς. ἄλλους δὲ τὴν τῶν ὀνομάτων ἐκπαιδεύων συνθήκην, καὶ ἑτέρους τὴν τῆς ἀναγνώσεως ἁρμονίαν, οὐκ ἐναντίους νόμους διδασκαλίας είσφέρει, ἀλλὰ σύμμετρα ταῖς ἡλικίαις προσφέρει παιδεύματα, οὕτως ὁ δεσπότης Θεὸς ἑκάστῃ γενεᾷ τοὺς ἁρμοδίους ἔδωκε νόμους.

Βασιλείου. Σὺ δέ μοι ἐρώτησον τὸν τῆς κατατομῆς ἄνθρωπον τὸν κατὰ σάρκα Ἰουδαῖον, ὅταν λέγῃ Ἠσαΐας, “ ἐκ Σιῶν ἐξελεύ- “ σεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ, ” περὶ ποίου

589
νόμου λέγει ; ἆρά γε τοῦ διὰ Μώσεως δοθέντος ; ἀλλὰ πῶς οὗτος ἀπὸ Σιῶν, δεικνύτωσαν. Μωϋσῆς γὰρ οὐκ εἰσῆλθεν εἰς τὴν γῆν τῆς κατασχέσεως, τὸ δὲ Σιῶν ἐν τῇ Ἰουδαίᾳ. ἔσφαλται οὖν ἡ γραφὴ κατ’ αὐτοὺς, ἀντ’ ἄλλου ὀνόματος ἄλλο λέγουσα. ἀντὶ γὰρ τοῦ Σινᾶ ἣ τοῦ Χωρὴβ, τὸ Σιῶν τίθησιν. ἀλλὰ περὶ ἄλλου νόμου λέγει ; ποίου ; τοῦ πότε δοθέντος, ἣ ποῦ γεγραμμένου ; καὶ λόγον δὲ ἐκ τῆς Ἱερουσαλὴμ, τὸν προφητικὸν λέγει ; ἀλλ’ ἐκεῖνος πανταχοῦ τῆς Ἰουδαίων γεγένηται. καὶ οὐ μόνον ἐν τῇ Ἱερουσαλὴμ, καὶ κατὰ τὸν Ἰσραὴλ, ἀλλὰ καὶ ἐν τῆ αἰχμαλωσίᾳ, καὶ ἐν Νινευῒν, καὶ πολλαχοῦ τῆς γῆς. ἀγχέσθωσαν οὖν ὑπὸ τῆς ἀληθείας, καὶ καταδεχέσθωσαν τὴν τοῦ Κυρίου νομοθεσίαν, ἀπὸ τῆς Σιῶν καὶ τῆς Ἱερουσλὴμ γινομένην. ἐκεῖθεν γὰρ ἀρξάμενος, εἰς πάντα τὸν κόσμον ἐπεσπάρη τὸ κήρυγμα·

Χρυσοστόμου εἰσ τοὺσ Μακκαβαίουσ. Ὅτι μὲν οὖν καινῆς καὶ παλαιᾶς διαθήκης εἷς ὁ νομοθέτης, ἐντεῦθεν δῆλον. ἐνταῦθα δὲ εἴτις ἀκριβῶς κατίδοι τὸ ὑπὸ τοῦ Κυρίου διὰ τοῦ Ἱερεμίου εἰρημένον, οὐ τῆς τυχούσης ἀπορίας γέμει. λέγων γὰρ τὴν αἰτίαν δι’ ἣν μέλλει διδόναι τὴν καινὴν διαθήκην, καινήν τινα καὶ παράδοξον τέθεικεν. εἰπὼν γὰρ “ διαθήσομαι διαθήκην καινὴν, οὐ κατὰ τὴν “ διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν,” ἐπήπαγεν, “ ὅτι “ αὐτοὶ οὐκ ἐνέμειναν τὴν διαθήκην μου, κἀγὼ ἠμέλησα αὐτῶν “ λέγει Κύριος.”

Καὶ μὴν διὰ τοῦτο αὐτοὺς κολασθῆναι ἔδει, καὶ τὴν ἐσχάτην δοῦναι δίκην, ὅτι τοσούτων ἀπολαύσαντες θαυμάτων, καὶ νόμον λαβόντες, οὐδαμόθεν ἐγένοντο βελτίους. ὁ δὲ οὐ μόνον αὐτοὺς οὐκ ἀπαιτεῖ δίκην, ἀλλὰ καὶ μείζονα ἐπαγγέλλεται τῶν προτέρων. εἰκότως οὖν τις διαπορήσει. τί δή ποτε τῆς προτέρας διαθήκης παραβαθείσης, ἑτέρα δίδοται βελτίων, καὶ οἱ κολάσεως ὄντες ἄξιοι οὐ μόνον τοῦτο οὐκ ἔπαθον, ἀλλὰ καὶ μείζονος ἀπήλαυσαν τιμῆς ; ὡς μὲν οὑν συντόμως εἰπεῖν, ἐκεῖνο ἐροῦμεν, ὅτι καὶ τοῦτο μάλιστα τὴν τοῦ Θεοῦ δείκνυσι φιλανθρωπίαν. “ ὅπου γὰρ ἐπλεό- “ νασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.” πῶς δὲ τοῦτο γέγονεν, ἐντεῦθεν εἰσόμεθα. ἐν τῷ σπέρματι τοῦ Ἁβραὰμ τὴν εὐλογίαν ἔσεσθαι Θεὸς ἐπηγγείλατο. ἐπεὶ δὲ οἱ μέλλοντε τῆς κληρονομίας

590
ἀπολαύειν καὶ τῆς εὐλογίας, ἀνάξιοι ταύτης ἦσαν, πρὸς κακίαν αὐτομολοῦντες, ἐπισχεῖν ταύτην βουλόμενος, νόμον ἔδωκεν. ἀλλὰ καὶ ἐκ τούτου πλέον ἐβαροῦντο, κατήγορον αὐτὸν ἔχοντες, καὶ πλέον ἡ ἐπαγγελία ἐκυροῦτο. διὰ τοῦτο εὗρεν ὁδὸν εὐκολωτάτην σωτηρίας τὴν ἀπὸ τῆς πίστεως. ἡ γὰρ τῶν ἐντολῶν κατόρθωσις, δυσκολίαν ἔχει, καὶ διὰ τῆς πίστεως ἄξιοι τῆς ἐπαγγελίας οἱ μέλλοντες αὐτῆς ἀπολαύειν ἐφάνησαν. καὶ τοῦτο κατασκευάζει ὁ Παῦλος, ἔν τε τῇ πρὸς Ῥωμαίους, καὶ ἐν τῇ πρὸς Γαλάτας Επιστολῆ.

Χρυεοστόμου. Ἐνταῦθα μέντοι εἰπὼν ὅτι “ αὐτοὶ οὐκ ἐνέμειναν “ ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, ὥσπερ ἀπολογίαν τί- τίθησι, τὴν αἰτίαν δεικνὺς δι’ ἣν ἐγκαταλιμπάνει αὐτούς. ὁρᾷς, πρῶτον παρ’ ἡμῶν ἀρχόμενα τὰ κακὰ, αὐτοὶ φησι, πρῶτοι οὐκ ἐνέμειναν, καὶ παρ’ ἡμῶν ἡ ἀμέλεια, τὰ δὲ ἀγαθὰ παρ’ αὐτοῦ, τὰ τῆς εὐεργεσίας λέγω. ἤρξατο γὰρ αὐτῶν ἡ παρακοὴ, καὶ οὕτως ἡ τοῦ Θεοῦ ἀμέλεια ἐπηκολούθησεν. εἶτα ἐπάγει, “ ὅτι αὕτη ἡ δια- “ θήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ, μετὰ τὰς ἡμέρας ἐκείνας “ λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ “ ἐπὶ καρδίαν αὐτῶν ἐπιγράψω αὐτοὺς, καὶ ἔσομαι αὐτοῖς εἰς “ Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. καὶ οὐ μὴ διδάξωσιν “ ἕκαστος τὸν πολίτην αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, “ λέγων, γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ “ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ “ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.

Χρυσοστόμου. Εἰπὼν παλαιὰν διαθήκην ἣν ἔδωκεν, εἰπὼν καὶ νέαν ἣν μέλλει διδόναι, ὑπογράφει δὴ καὶ τὴν εὐμορφίαν αὐτῆς, καὶ δείκνυσιν αὐτῆς τοὺς χαρακτῆρας, καὶ τὰ παράσημα ἐπάλληλα τίθησιν, ἵνα μάθῃς πόσον τὸ διάφορον τῆς καινῆς πρὸς τὴν παλαιὰν, τὸ διάφορον, οὐ τὸ ἐναντίον, πόση ἡ ὑπεροχὴ, πόση ἡ λαμπάδων, πόση ἡ ἀστραπὴ τῶν δωρεῶν καὶ τῆς χάριτος. τίνες οὖν οἱ Χαρακτῆρες ρακτῆρες τῆς καινῆς; “ διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ “ ἐπὶ καρδίαν αὐτῶν ἐπιγράψω αὐτούς.’ ὁ μὲν γὰρ παλαιὸς νόμος ἐν πλαξὶ λιθίναις ἐγράφη, καὶ ἐπειδὴ αἱ πρῶται συνετρίβησαν πλάκες, ἑτέρας πάλιν ἐκόλαψε, καὶ ἐκεῖ τὰ γράμματα ἐγχαράξας,

591
κατέβαινε Μωυσῆς, συγγενῆ τῆς ἀναισθησίας τῶν δεχομένων τὴν φύσιν τῶν δέλτων ἔχων. ἡ δὲ καινὴ οὐχ οὕτως· οὐ γὰρ πλάκες ἐκολάφθησαν, ὅτε ἡ καινὴ διαθήκη ἐδίδοτο· ἀλ·λὰ πῶ; καὶ τίν τρόπῳ, ἄκουε Λοῦκα διηγουμένου, “ ἦσαν πάντες ὁμοθυμαδὸν “ ἐπὶ τὸ αὐτό,” φησι, “ καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ φωνὴ ὡσεὶ “ φερομένης πνοῆς βιαίας, καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι “ γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ “ ἐπλήσθησαν Πνεύματος Ἁγίου, καὶ ἤρξαντο ἀποφθέγγεσθαι ταῖς “ γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς.” ὁρᾷς πῶς τοῦτο ἄνωθεν ὁ προφήτης σαφῶς προανεφώνησεν ; οὕτως εἰπὼν, “ διδοὺς “ νόμους μου εἰς διάνοια, αὐτῶ,, καὶ ἐπὶ καρδίαν αὐτῶν ἐπιγράψω “ αὐτούς. ” ἡ γὰρ τοῦ Πνεύματος χάρις ἡ παρὰ τοῦ Θεοῦ δοθεῖσα, ταῖς διανοίαις αὐτῶν ἐγκαθισθεῖσα, στήλας αὐτοὺς ἐποίησεν ἐμψύχους, καὶ τῇ διανοίᾳ πάντα ἀνέγραψε μετὰ εὐκολίας ἁπάσης, καὶ εἰς τὸ πλάτος αὐτῶ, τῆς ψυχῆς τὸ πᾶν ἐναπέθετο. οὐδαμοῦ λίθος, οὐδὲ ἄψυχος ὕλη, οὐδὲ γράμματα, πέτρᾳ ἐγκολαπτόμενα, ἀλλὰ Πνεύματος χάρις εἰς τὴν διάνοιαν τῶν Ἀποστόλων ἐγγράφουσα. διὰ δὴ τοῦτο ἀθρόον καθάπερ σπινθῆρες ἐκπηδήσαντες, πάντων σοφώτεροι καθίσταντο, τὴν πηγὴν τῆς διδασκαλίας ἐν τῇ διανοίᾳ βρύουσα, ἔχοντες, καὶ Ἰουδαίους ἐπεστόμιζον, καὶ φιλοσόφων ἀπέφραττον στόματα, καὶ ῥητόρων ἀπέρραπτον γλώσσας, καὶ γῆν καὶ θάλατταν ἐσαγήνευον, καὶ τοὺς παλαιοὺς ἀνασπῶντες νόμους, τὴν καινὴ, ἐφύτευον διαθήκην, οὐκ ὁ ἑνὶ ἱδρυμένοι χωρίῳ, καθάπερ αἱ πλάκες ἐκεῖναι, ἀλλ’ ἁπανταχοῦ τῆς γῆς περιϊπτάμενοι, καὶ πᾶσιν ἀπαγγέλλοντες τὰ ἐν τῇ διανοίᾳ ἐγγεγραμμένα.

Χρυσοστόμου. Ὥστε λέγων “ διαθήσομαι διαθήκη,, οὐ κατὰ “ τὴν παλαιὰν, ” οὐ πραγματείας διαφορὰ,, ἀλλὰ τὸν τρόπον τῆς δόσεως δεικνύσι,. οὐκέτι ἐν γράμμασιν ἔσται φησὶ, ἡ διαθήκη, ἅλ’ ἐν καρδίᾳ. ἐρώτησον τοίνυν τὸν Ἰούδαν, τί φησιν ὁ Ἱερεμίας λέγων, “ διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας “ αὐτῶ, ἐπιγράψω αὐτούς.” ταῦτα γάρ φησιν, ὡς καινόν τι καὶ παράδοξον παρὰ τὸ πρότερον γεγενημ·ένον ποιῶν, καὶ τὸ ἰδιάζον τῆς διαθήκης ταύτης ἡμῖν ὑπαγορεύων, τὸν τρόπον τῆς δόσεως δῆλον ἡμῖν κατέστησε, πολὺ τοῦ προτέρου λαμπρότερον ὄντα. δειξάτω τοίνυν τοῦτο τοτὲ γενόμενον Ἰουδαῖον, καὶ ἅτι ἄγραφον νόμον

592
παρέλαβεν, ἀλλ’ οὐκ ἃν εὕροι· πάλιν γὰρ ἐν γράμμασιν ἐγένετο ὑπὸ τοῦ Ἔσδρα μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, καὶ τὴν γραφὴν ἀνεκαίνισε μὲν οὗτος ἀπομνημονεύσας, παλαιὰ δὲ πάλιν ἔμεινε καὶ οὐ γέγονε καινή. ἐγὼ δὲ δείκνυμι τοὺς Ἀποστόλους μηδὲν παραλαβόντας γραπτὸν, ἀλλ’ ἐν ταῖς καρδίαις τὸν νόμον δεξαμένους διὰ Πνεύματος Ἁγίου. διὸ καὶ ἔλεγεν ὁ Χριστὸς, “ ἐκεῖνος “ ἐλθὼν ἀναμνήσει ὑμᾶς πάντα, καὶ διδάξει ὑμᾶς. ”

Καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.

Καὶ τοῦτο ἐν τῇ καινῇ κατώρθωται. τίς γὰρ ἔπειθεν εὐχερῶς τινα ἐν τῇ παλαιᾷ ἀποστῆναι τῆς δεισιδαιμονίας ’, τοὐναντίον μὲν οὖν καὶ ὁ Ἰσραὴλ εἰς τὴν πλάνην μετετίθετο.

Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, καὶ τὸν πολίτην αὐτοῦ, λέγων, γνῶθι τὸν Κύριον.

Τί τοῦτο ; μεγάλα ἐπαγγειλάμενος, καὶ ἐπάρας ἡμᾶς ταῖς ἐλπίσι, καὶ λαμπρὰ δείξας τὰ σημεῖα, πῶς τοῦτο ἐπήγαγε λέγων, “ ὅτι οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον γνῶθι τὸν Κύριον;” οὗτος ὁ καρπὸς τῆς τοσαύτης χάριτος, τὸ μὴ διδάσκεσθαι, τοῦτο τῆς καινῆς διαθήκης τὸ κατόρθωμα, τὸ μὴ μανθάνειν ; ναί φησι, τοῦτο δὲ λέγει, ἵνα δείξῃ τὴν εὐκολίαν τῆς γνώσεως καὶ τὴν ἀπονωτέραν διδασκαλίαν, καὶ τὸ τάχος τοῦ κηρύγματος. καθάπερ γὰρ ἡλίου φανέντος, οὐ δεόμεθα τῶν διδασκόντων καὶ δεικνυόντων ἡμῖν τὸ φῶς, αὐτῆς τῆς ἀκτῖνος δήλην ἑαυτὴν ποιούσης, οὐδέν ἐστιν ὁ λέγων τῷ πλησίον, βλέπε τὸν ἥλιον, οὕτως ἔσται ἡ γνῶσις λαμπρὰ καὶ περιφανὴς, καὶ αὐτῆς τῆς ἀκτῖνος φανοτέρα, ὡς μὴ δεῖσθαι διδασκαλίας, ἀλλὰ πάντας αὐτομολεῖν οἴκοθεν πρὸς τὴν ἀλήθειαν, καὶ μετὰ πολλῆς ταχυτῆτος τὸ κήρυγμα ὑποδέχεσθαι· ὅπερ οὖν καὶ ἐγένετο. ἰδοὺ γὰρ ὁρῶμεν ὅτι οὐδὲ πλειόνων λόγων χρεία πρὸς τοὺς ὑγιαίνοντας τὸν νοῦν εἰς τὸ πεῖσαι πιστεύειν Χριστῷ· θεοδίδακτοι γὰρ ἅπαντες, καθὸ ἐν ταῖς καρδίαις ἡμῶν τοὺς νόμους αὐτοῦ ἔγραψεν ὁ Χριστὸς, ὅθεν ἐπάγει,

Ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου ἀυτῶν.

593

Διὰ τοῦτο οὐ χρεία διδασκαλίας, οὐδὲ κατηχήσεως. ταῦτα δὲ λέγει πρὸς ἀντιδιαστολὴν τῶν πρώην λεγομένων, ὅτι Ἰουδαίους μὲν μυρίοι παραλαβόντες διδάσκαλοι καὶ προφῆται καθ’ ἑκάστην ἡμέραν πλάττοντες, οὐκ ἐπαίδευσαν ὡς ἐχρῆν, τὴν οἰκουμένην ἅπασαν ἐν βραχείᾳ χρόνου ῥοπῇ μετὰ πολλῆς ἐπεσπάσαντο τῆς εὐκολίας, ὥστε μήτε δεηθῆναι διδασκάλων, ἀλλὰ τοῦ φωτὸς αὐτοῦ παχύτερον τρέχειν τὸν λόγον· εἰ γὰρ καὶ ἐδίδαξαν οἱ Ἀπόστολοι, ἀλλ ὅμως μετὰ πολλῆς τῆς εὐκολίας ὑπεδέξαντο πάντες τὸν λόγον, τὴν γοῦν πρώτην ἡμέραν, τρισχίλιοι, εἶτα πεντακισχίλιοι, εἶτα μύριοι, εἶτα πᾶσα ἡ οἰκουμένη ἐν βραχείᾳ χρόνου ῥοπῇ πρὸς τὴν ἀλήθειαν μεθορμίσατο. ὃ τοίνυν λέγει τοῦτό ἐστιν· ὅτι διὰ τὴν φορὰν καὶ τὴν χάριν τὴν ἐκκεχυμένην, καὶ τὸ περιφανὲς τῆς γνώσεως, οὐδὲ πόνου χρεία, οὐδὲ χρόνου, ἀλλ’ αὐτόματοι πάντες ἥξουσι πρὸς τὴν τῆς ἀληθείας γνῶσιν. οὐ τὴν διδασκαλίαν τοίνυν ἀναιρῶν τοῦτο τέθεικεν, ἀλλὰ τὴν εὐκολίαν ἐνδείξασθαι βουλόμενος, καὶ τὸ προλαμβάνειν τοὺς μαθητὰς τῶν διδασκάλων τὴν κατήχησιν· διὸ καὶ ἐπήγαγεν, “ ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως “ μεγάλου αὐτῶν.”

Κατὰ τοῦτο φησὶν οὐ διδάξουσιν ἕκαστος τὸν πλησίον αὐτοῦ, ὅτι πάντες εἰδήσουσι με. ἡ μὲν γὰρ Ἰουδαικὴ γνῶσις καὶ πίστις ἐν Παλαιστίνῃ ἀποκέκλειστο· ἡ δὲ τῶν Χριστιανῶν, ἁπάσης τῆς γῆς ἐπελάβετο, ὃ καὶ ἕτερος προφήτης φησὶν, ὅτι πλησθήσεται πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ τῇ ῥύμῃ φερόμενον, μετὰ πολλοῦ τοῦ τάχους ἅπαντα ἔπεισιν. οὕτως καὶ ὁ τοῦ κηρύγματος λόγος τὴν οἰκουμένην ἐπέδραμεν ἅπασαν, ποταμοῦ δίκην ἅπαντα περιτρέχων. ἐρώτησον τοίνυν καὶ ἐνταῦθα τὸν Ἰούδαν, πότε τοῦτο γέγονεν ἐν τῇ παλαιᾷ ; ἀλλ’ οὐκ ἃν ἔχοι τοῦτο δεῖξαι. πῶς γάρ ; ὅπου γε οὐδὲ ἔθνος διωρθώθη, τοσούτων θαυμάτων καὶ σημείων γενομένων, καὶ τῶν προφητῶν κἄ ἑκάστην αὐτοὺς ἐνηχούντων τὴν ἡμέραν· εἴδωλα προσεκύνουν, καὶ ἄλση καὶ ξύλα καὶ λίθους ἐθεράπευον, ἐν ἔτεσι χιλίοις καὶ πολλῷ πλείοσι τὰ ἀπὸ τοῦ νόμου παιδευόμενοι. ἀλλ’ οὐκ ἐν τῇ χάριτι τοῦτο, ἀλλ’ ὁμοῦ τε ἀνέτειλεν ὁ τοῦ κηρύγματος λόγος, καὶ τὴν οἰκουμένην κατηύγασεν ἅπασαν· καὶ τοῦτο δηλῶν ὁ Παῦλος, ἐξ ἐκείνων τῶν χρόνων ἐβόα, “ τοῦ εὐαγ-

594
γελίου τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. ” καὶ πάλιν, “ καθώς ἐστι καρποφορούμενον καὶ αὐξανόμενον. ” καὶ Ἰουδαίων τὴν ἄνοιαν ἐπικόπτων ἔλεγεν, “ ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν, “ μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. ”

Χρυσοστόμου. Ἰδοὺ καὶ ἄλλο σημεῖον τῆς καινῆς, “ ἀπὸ μι- “ κροῦ ἕως μεγάλου εἰδήσουσι με. ” πότε τοῦτο γέγονεν, ἣ νῦν ; δῆλον γὰρ τὸ ἡμέτερον, τὸ δὲ Ἰουδαίων οὐ δῆλον, ἀλλ’ ἀποκέκλειστο εἰς γωνίαν. ἄλλως δὲ καινὴ τότε λέγεται, ὅταν ἕτερα ᾖ, καὶ δεικνύει εἴ τι τῆς παλαιᾶς πλέον ἔχει. καινὴ δὲ καὶ αὕτη τυγχάνει, ὅταν αὐτῆς τὰ μὲν περιαιρέσῃς, τὰ δὲ μή. οἷον ἐπὶ ὑποδείγματος ἵνα εἴπω· εἰ τις οἰκίαν παλαιὰν μέλλουσαν καταπίπτειν, ἀφεὶς τὸ πᾶν, τὸν θεμέλιον ὑπέρραψεν, εὐθέως λέγομεν ὅτι ἐποίησεν αὐτὴν καινὴν, ὅταν τὰ μὲν ἐξέλῃ, τὰ δὲ ἀντεισάγει. καὶ γὰρ καὶ ὁ οὐρανὸς καινὸς λέγεται οὕτως, ὅταν μηκέτι χαλκοῦς ᾖ, ἀλλ’ ὑετὸν διδῷ. καὶ ἡ γῆ καινὴ ὁμοίως, ὅταν μὴ ἄκαρπος ᾖ, οὐχ ὅταν μεταβληθῇ. καὶ οἶκος οὕτως καινὸς, ὅταν τὰ μὲν αὐτοῦ ἐξαιρεθῇ, τὰ δὲ μένῃ. ὥστε καὶ διαθήκην καινὴν καλῶς εἶπεν, ἵνα δείξῃ ὅτι παλαιὰ γέγονεν ἡ διαθήκη ἐκείνη, κατὰ τὸ μηδένα δοῦναι καρπόν. καὶ ἵνα μάθῃς ἀκριβῶς, ἀνάγνωθι τι φησιν Ἀγγαῖος, τί Ζαχαρίας, οὔπω οὐδὲ τῆς ἐπανόδου πλήρους γεγενημένης. τί δὲ Ἔσδρας ἐγκαλεῖ; “ πῶς δὲ οὐδεὶς ἐρωτᾷ Κύριον, ὅπου γε καὶ αὐτοὶ “ παρέβησαν, καὶ οὐδὲ αὐτοὶ ᾔδεσαν ;” ὁρᾷς πῶς βεβίασται τὸ σόν ; ἐγὼ δὲ τὸ ἐμὸν τίθημι. ὅτι καινὴ κυρίως αὕτη ἃν λέγοιτο· ἄλλως δὲ οὐδὲ ἐκεῖνο συγχωρῶ περὶ τούτου εἰρῆσθαι, τὸ ἔσται καινὸς ὁ οὐρανός. διατί γὰρ μὴ λέγων ἐν τῷ Δευτερονομίῳ ὅτι “ ἔσται χαλκοῦς “ ὁ οὐρανὸς, ” τοῦτο ἔθηκεν ἐν τῇ διαστολῇ, “ ἐὰν δὲ εἰσακούσητε, “ ἔσται καινός.” καὶ μὴν διὰ τοῦτο φησὶν ἑτέραν διαθήκην δώσειν, ἐπειδὴ τῇ προτέρᾳ οὐκ ἐνέμειναν. τοῦτο ἐγὼ δείκνυμι, δι’ ᾧ φησι, “ τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧτ’ ἡ ἀσθένεια διὰ τῆς σαρκὸς,” καὶ τὰ ἑξῆς. καὶ πάλιν “ τί πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν “ ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε “ ἡμεῖς ἰσχύσαμεν βαστάσαι ;” ” ἀλλ’ ἐκεῖνοι οὐκ ἐνέμειναν, ” φησιν. ἐνταῦθα δείκνυσιν ὅτι μειζόνων ἡμᾶς ἀξιοῖ, καὶ πνευματικῶν. “ εἰς πᾶσαν,” γάρ φησι, “ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.

595
τοῦτό ἐστιν, “ οὐ μὴ εἴπωσιν ἕκαστος τῷ πλησίον, γνῶθι τὸν Κύ- “ ριον. ” καὶ πάλιν, “ πληθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, καὶ “ ὕδωρ πολὺ, κατακαλύψαι θαλάσσας.

Χρυσοστόμου εἰσ τοὺσ Μακκαβαίουσ. Εἰπὼν δὴ τοῦτο, λέγει καὶ ἕτερον παράσημον τῆς διαθήκης. ποῖον δὴ τοῦτο ; “ ὅτι “ ἵλεος ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ “ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. ” τί δὴ τοῦτό ἐστι τὸ λεγόμενον ; τὸ βάπτισμα ἐνταῦθα δηλοῖ, καὶ τὴν διὰ τῆς χάριτος συγχώρησιν, ὅπερ ἐπὶ τοῦ νόμου οὐ γέγονεν, ἀλλ’ ἐπὶ τῆς καινῆς διαθήκης. ἐπὶ γὰρ τοῦ νόμου, κόλασις ἦν καὶ τιμωρία καὶ δίκη κολάζουσα τοὺς τὰ γράμματα παραβαίνοντας. ἐπὶ δὲ τῆς καινῆς χάρις καὶ συγχώρησις καὶ πλημμελημάτων ἄφεσις, διὰ λουτροῦ παλιγγενεσίας· διὸ καὶ Παῦλος ἔλεγεν, ὡς ὅτι “ Θεὸς ἦν ἐν Χριστῷ “ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς, τὰ παραπτώ- “ μάτα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὴν διαθήκην τῆς καταλλαγῆς·” ὅπερ ὁ προφήτης φησὶν, “ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν,” ταῖς προγενομέναις δηλαδὴ, ἀφεὶς αὐτὰς ἐν τῷ βαπτίσματι, ὡς οὐδὲ μνησθῆναι ἔτι λέγει, καὶ εἰρηκὼς, “ καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ “ μνησθῶ ἔτι. ” τρία τοίνυν τίθησι τὰ γνωρίσματα τῆς καινῆς διαθήκης, ἓν μὲν τὸ μὴ ἐν πλαξὶ δοθῆναι λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίαις σαρκίναις· ἕτερον δὲ τὸ μετ’ εὐκολίας τρέχειν τὸν λόγον, καὶ τὴν ἁπάντων καταυγάσαι διάνοιαν· τρίτον, τοῦ νόμου λυθέντος μηδένα ἀπαιτηθῆναι δίκην τῶν ἁμαρτημάτων, ἀλλὰ καὶ ἕκαστον λαβεῖν συγχώρησιν τῶν πλημμελημάτων, ἐκπλυθέντων ἐν τῷ βαπτίσματι. ὅρα τοίνυν τὰ τρία ταῦτα πῶς μετὰ ἀκριβείας τίθησι καὶ ὁ Παῦλος, ἵνα μάθῃς καὶ τῶν κηρύκων τῆς καινῆς καὶ τῆς παλαιᾶς τὴν συμφωνίαν. Κορινθίοις γὰρ ἐπιστέλλων οὕτω πῶς φησιν, “ ἡ Ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε διακονηθεῖσα ὑφ’ ἡμῶν, “ ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν “ πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίαις σαρκίναις.” καὶ προιὼν πάλιν φησὶ, “ ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, ὃς καὶ ἱκάνω- “ σεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ Πνεύ- “ ματος· τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ Πνεῦμα ζωοποιεῖ. ἐνταῦθα πάλιν ἐκεῖνο ἡρμήνευσε, τὸ “ ἴλεως ἔσομαι ταῖς ἀδικίαις “ αὐτῶν. ” ἀλλ’ ὁ μὲν προφήτης τῆς παλαιᾶς τὴν φαιδρότητα

596
ἡμῖν ὑπογράφει· ὁ δὲ Ἀπόστολος ἐπειδὴ πρὸς Ἰουδαίους ἐμάχετο, παράλληλα ἑκάτερα τίθησιν, ἄνω μὲν εἰπὼν, “ οὐκ ἐν πλαξὶ λιθί- “ναις, ἀλλ᾿ ἐν καρδίαις σαρκίναις, ἐνταῦθα δὲ “ οὐ γράμματος ἀλλὰ “Πνεύματος· τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ Πνεῦμα ζωοποιεῖ.” ἐν σαββάτῳ συνέλεξέ τις ξύλα καὶ ἐλιθάσθη. εἶδες πῶς τὸ γράμμα ἀποκτείνει, τουτέστιν ὁ νόμος ἐκόλασε. μάθε πῶς τὸ Πνεῦμα ζωοποιεῖ. εἰσέρχεται τις μυρίων γέμων κακῶν, ἡταιρηκὼς, νεκρωθεὶς ἤδη τῇ ἁμαρτίᾳ. λαμβάνει αὐτὸν ἡ τοῦ Πνεύματος χάρις εἰς τὴν κολυμβήθραν, καὶ τὸν ἡταιρηκότα, υἱὸν Θεοῦ κατασκευάζει, καὶ τὸν νεκρωθέντα ταῖς ἁμαρτίαις ζωογονεῖ ἡ χάρις· τοῦτο ἐστὶ, “ τὸ δὲ Πνεῦμα ζωοποιεῖ. πῶς δὲ ζωοποιεῖ ; οὐκ ἀπαιτῶν εὐθύνας τῶν πλημμελημάτων, κατὰ τὸ “ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν. ἐρώτησον πάλιν τὸν Ἰουδαῖον, ποῦ τοῦτο γέγονεν, ἐν τῷ νόμῳ ; ἀλλ’ οὐκ ἃν ἔχοι δεῖξαι, ἀλλὰ καὶ ὁ τὰ ξύλα συλλέξας ἐλιθάζετο, καὶ ἡ πορνεύουσα κατεκαίετο, καὶ Μωϋσῆς διὰ μίαν ἁμαρτίαν τῆς γῆς τῆς ἐπαγγελίας ἐξέπεσεν. ἐπὶ δὲ τῆς χάριτος, οἱ μυρία ἐργαζόμενοι δεινὰ, τοῦ βαπτίσματος ἀπολαύοντες ζωογονοῦνται, καὶ οὐδεμίαν ἀπαιτοῦνται δίκην τῶν πλημμελημάτων. διὸ καὶ Παῦλος ἔλεγεν, “ ὅτι καὶ ταῦτα τινὲς ἦτε ἀλλ’ ἀπελούσασθε, “ ἀλλ’ ἡγιάσθητε, ἀλλ’ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου “ Ἰησοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν, εἶδες πῶς λάμπει τὸ προφητικὸν “ ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, πῶς ἀστράπτει τὸ ἀποστολικὸν, ὅτι “ τὸ Πνεῦμα ζωοποιεῖ.” βούλει μαθεῖν καὶ τὸ ἕτερον τὸν Ἀπόστολον λέγοντα, πῶς ἐν βραχείᾳ χρόνου ῥοπῇ τὴν οἰκουμένην περιῆλθεν ἅπασαν, ἄκουσον αὐτοῦ λέγοντος, “ ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ μέχρι τοῦ Ἰλλυρικοῦ πε- “ πληρωκέναι τὸ εὐαγγέλιον.” καὶ πάλιν· “ νυνὶ δὲ, μηκέτι τόπον “ ἔχων ἐν τοῖς κλήμασι τούτοις. ” εἰ δὲ εἷς Ἀπόστολος ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὸ πλέον τῆς οἰκουμένης διέδραμεν, ἐννόησον πῶς οἱ ἄλλοι ἅπασαν αὐτὴν ἐσαγήνευσαν. διὸ καὶ ἔλεγε, “ τοῦ εὐαγγελίου του κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὕπο ’τον οὐρανὸν. τὸ προφητικὸν ἐκεῖνο ἑρμηνεύων, “ ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ “ ἕως μεγάλου αὐτῶν.”

Χρυσοστόμου. “ Καὶ ἔσονται θεοδίδακτοι, ” τι δὲ οἱ πρὸ τούτου φησιν, οὐχὶ διδακτοὶ ἦσαν Θεοῦ ; τί οὖν ἐνταῦθα τὸ ἐξαίρε-

597
τον ; ὅτι τότε μὲν δι’ ἀνθρώπων ἐμάνθανον τὰ τοῦ Θεοῦ, καὶ διὰ τοῦ Πνεύματος τοῦ Ἁγίου. αὐτὸς γὰρ δεῦρο ἐπισιτίσας τὴν ἀσάφειαν τοῦ κηρύγματος τῇ οἰκείᾳ δυνάμει ἡρμήνευσεν, διὸ καὶ θεοδιδάκτους ἔσεσθαι πάντας, προφητικὸν προεμήνυσε λόγιον.

Εὐσεβίου. Ἀμέλει οὐ κατὰ Μωσέα πλαξὶ λιθίναις τοὺς αὐτοῦ νόμους κατεβάλλετο, στήλαις δ᾿ ὥσπερ ἱεραῖς ταῖς αὐτοῦ γνωρίμων ψυχαῖς τοὺς αὐτοῦ κατέγραφε νόμους, καὶ παρεδίδου γε τὴν καινὴν διαθήκην λογισμοῖς καὶ διανοίαις κεκαθαρμέναις.

Θεολωρήτου. Ὁ μέντοι Παῦλος ταύτην προσενεγκὼν ἐξ Ἱερεμίου τὴν μαρτυρίαν, θαυμασίως ἄγαν καὶ συντόμως ἐκβάλλει τὸν νόμον, καὶ φησὶν, ἐν τῷ λέγειν “ καινὴν πεπαλαίωκε τὴν πρώτην· “ τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ.” νητοῖς γὰρ ἀνθρώποις ὁ νόμος ἁρμόδιος, ἡ δὲ καινὴ διαθήκη τὴν αἰώνιον ἡμῖν ὑπισχνεῖται ζωήν. εἰκότως τοίνυν ἐκείνη μὲν γεγήρακεν, αὕτη δὲ καινὴ μένει διὰ παντὸς ὡς τοῖς ἀγηράτοις αἰῶσι συνεζευγμένη, κακ’ οὓς καὶ πάντες τὸν Θεὸν εἰδήσουσιν, ὡς ἡ προφητεία δεδήλωκεν. οἱ γὰρ ἔτι τὸν τῆς ἀπιστίας περικείμενοι ζόφον, ἐκεῖ τὴν ἀλήθειαν ὄψονται καὶ κόψονται κατὰ τὴν θείαν φωνήν.

Χρυσοστόμου. Σὺ δὲ ὅρα τὸ κρυπτόμενον ὅπως ἐξεκάλυψεν αὐτὴν τοῦ προφήτου τὴν διάνοιαν, ἐτίμησε τὸν νόμον, καὶ οὐκ ἠθέλησεν αὐτὸν εἰπεῖν παλαιὸν ὀνομαστί. τοῦτο μέν τοι ἔλεγεν ἐν τῷ φάσκειν, “ διαθήσομαι διαθήκην καινὴν, οὐ γὰρ ἐκεῖνο καινὸν ἢν, οὐκ ἃν καὶ τοῦτο μετὰ ταῦτα καινὸν ἐκάλεσεν, ὥστε πλέον τί διδοὺς καὶ ἕτερον. ἐπαλαιώθη φησιν, οὐκοῦν καταλυθήσεται καὶ ἀπόλλυται, καὶ οὐκέτι ἔσται. λαβὼν γὰρ ἀπὸ τοῦ προφήτου τὴν παρρησίαν, μᾶλλον τοῦ νόμου καθάπτεται συμφερόντως. δεικνὺς ὅτι τὰ ἡμέτερα νῦν ἀνθεῖ, τουτέστιν ἔδειξεν οὖσαν παλαιὰν, εἶτα λαβὼν ἐξ Ἰερεμία τὸ παλαιᾶς ὄνομα, καὶ ἕτερον πη ἑαυτοῦ προσθεὶς τὸ τοῦ γήρως, τὸ λειπόμενον ἀπὸ τῶν ἄλλων λαμβάνει, καὶ φησὶν “ ἐγγὺς ἀφανισμοῦ.” οὐκ ἀρα ἁπλῶς κατέπαυσεν ἡ καινὴ τὴν παλαιὰν, ἀλλ’ ὡς γεγηρακυῖαν, ὡς οὐ χρήσιμον, διὰ τοῦτο ἔλεγε, διὰ τὸ ἀσθενὲς, καὶ ἀνωφελὲς, καὶ ὅτι οὐδὲν ἐτελείωσεν ὁ νόμος, καἰ ὅτι εἰ ἡ πρώτη ἦν ἄμεμπτος, οὐκ ἃν δευτέρας ἐζητεῖτο τόπος. τί ἐστιν ἄμεμπτος ; χρήσιμος, ἰσχυρά. τοῦτο δὲ λέγει, οὐχ ὥστε ἐγκλημάτων δεῖξαι ὑπεύθυνον, ἀλλ’ ὡς οὐκ ἀρκοῦσαν

598
πρὸς δικαίωσιν. ἰδιωτικὸν δὲ ἐνταῦθα ἐφθέγξατο, ὡς ἄν τις εἴποι, οὐκ ἔστιν ἄμεμπτον τὸ ἱμάτιον, τουτέστι λοιπὸν διαρρεῖ. οὐχ ὡς πονηρὸν τοίνυν ἐνταῦθα φησὶ, τὸν νόμον οὐκ ἄμεμπτον, ἄλλ’ ὡς ἔχοντα αἰτίαμα καὶ ἐλάττωμα. οὕτω δὴ καὶ ἡμεῖς, καινοὶ ἐγενόμεθα, νῦν δὲ πεπαλαιώμεθα. διὰ τοῦτο ἐγγὺς ἐσμὲν ἀφανισμοῦ καὶ ἀπωλείας. ἀλλ’ ἔστιν ἀποξύσαι τοῦτο τὸ γῆρας λυτρῶν οὐδαμῶς, μετάνοια δὲ, ἐπειδὴ καὶ κάλλος τὸ ψυχικὸν ἡ λήθη ποιεῖ τῶν ἁμαρτημάτων. “ ἐπιλάθου γὰρ τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ “ πατρός σου,” πρὸς τὴν ἐξ ἐθνῶν ἐκκλησίαν φησὶν ὁ Δαβίδ. ἐπιλαθόμεθα τῶν ἡμετέρων κακῶν, οὐ τῶν ἡμαρτημένων ἡμῖν λέγω.

Μνήσθητι γὰρ σύ φησι πρῶτος, καὶ οὐ μὴ μνησθῶ ἐγὼ, ἀλλὰ τοῦτο ἐστὶν ἐπιλαθέσθαι κακίας, τὸ μὴ δέξασθαι τοὺς τῆς κακίας λογισμοὺς, ἀλλὰ καὶ τὰ ἤδη πεπλημμελημένα ἀπαλείφειν. ὅρα δὲ, οὐκ εἶπε, μὴ μετέλθῃς τὰ τῶν πατέρων, μὴ λαλήσῃς ταῦτα, ἀλλ’ ὃ πλέον ἐστι, “ μηδὲ ἀναμνησθῇς αὐτῶν, μηδὲ εἰς νοῦν λάβῃς.” ὁρᾷς πόσον ἡμᾶς διάστημα τῆς κακίας ἀπέχειν βούλεται ; ὁ γὰρ μὴ μεμνημένος, οὐ λογιεῖται, ὁ δὲ μὴ λογιζόμενος, οὐ φθέγγεται. ὁ δὲ μὴ φθεγγόμενος, οὐδὲ πράξει. ὁρᾷς, πρὸ πόσων ἀπετείχισεν ἡμᾶς ὁδῶν· πρὸ πόσων διαστημάτων ἀπεμάκρυνεν ; πόθεν οὖν ἃν γένοιτο λήθη πονηρίας ; ἀπὸ τῆς μνήμης τῶν ἀγαθῶν τοῦ Θεοῦ, ἐὰν τοῦ Θεοῦ διαπαντὸς μνημονεύωμεν, οὐ δυνάμεθα κἀκείνων μεμνῆ- σθαι.

Σεβήρου. Καλῶς μέντοι ὁ Ἀπόστολος εἶπεν, ἐγγὺς ἀφανισμοῦ γεγενῆσθαι τὴν παλαιὰν διαθήκην, καὶ οὐ τελείως ἠφανῆσθαι· τὸ γὰρ πληροῦσθαι τὸν νοῦν δοκεῖ μὲν εἶναι νόμος, ἠφάνισται δὲ τὸ περιττὴν δειχθῆναι τὴν τοῦ γράμματος ἐντολήν. καθάπερ ἄν τις καὶ ἐν σκιαγραφίᾳ ἐπὶ σανίδος ἐνσημανθέντα κύκλον, ἠφανίσθη εἴποι, διὰ τῆς τῶν χρωμάτων ἐπιβολῆς. ἠφάνισται μὲν γὰρ τῷ μὴ διὰ τοῦ προτέρου σκιώδους σχήματος δείκνυσθαι. μενεῖ δὲ ὅμως τὸ λαμπρότερον, διὰ τῆς ἐπικαλυψάσης εὐχροίας ἐκφαίνεσθαι.