Catena In Epistulam Ad Hebraeos (E Cod. Paris. Coislin. 204)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 7. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1843.
Περὶ τοῦ καλὴν ἀρχὴν εἰς καλὸν τέλος προαγαγεῖν.
Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων.
Κατασείσας αὐτῶν τὰς ψυχὰς τῇ μνήμῃ τῆς γεέννης, καὶ πιστωσάμενος αὐτοὺς, ὥστε πάντως δεῖ ἀπολέσθαι τὸν ἐνυβρίσαντα εἰς τὴν τοῦ Θεοῦ χάριν, καὶ τοῦτο ἀπὸ τῶν Μωϋσέως δείξας νόμων, ὅτι καὶ ἀπολοῦνται, καὶ μειζόνως, καὶ μαρτυρίαις ἑτέραις ἐπισφραγίσας, ὥστε μὴ τῷ πολλῷ φόβῳ ἀπαγορεύσασαν τὴν ψυχὴν καταποθῆναι τῇ λύπῃ, παραμυθεῖται αὐτοὺς διὰ τῶν ἐγκωμίων καὶ τῆς παρακλήσεως, καὶ τὸν ζῆλον οἴκοθεν αὐτοῖς προσφέρει· ὡσανεὶ ἔλεγεν, ὅτε ἐνήγεσθε, ὅτε ἐν τάξει μαθητῶν ἦτε, τοσαύτην προθυμίαν ἐπεδείξασθε, τοσαύτην γενναιότητα, νῦν δὲ οὐκέτι· καὶ ὁ παρακαλῶν οὕτω μάλιστα παρακαλεῖ ἀπὸ τῶν οἰκείων· καὶ οὐχ ἁπλῶς εἶπεν ἄθλησιν ὑπεμείνατε, ἀλλὰ πολλήν· καὶ οὐκ εἶπε πειρασμοὺς, ἀλλ’ ἄθλησιν, ὅπερ ἐστὶν ἐγκωμίου ὄνομα, καὶ ἐπαίνων μεγίστων· εἶτα καὶ καταλέγει, κατὰ μέρος πλατύνων τὸν λόγον, καὶ τοὺς ἐπαίνους πολλοὺς ποιῶν· πῶς ; “ τοῦτο μὲν ὀνειδισμοῖς,” φησὶ, “ καὶ θλίψει θεατριζόμενοι·” μέγα γὰρ ὀνειδεισμὸς καὶ ἱκανὸν διαστρέψαι ψυχὴν καὶ σκοτῶσαι λογισμόν· ἄκουε γὰρ, τί φησιν ὁ προφήτης, “ ἐν τῷ λέγεσθαι μοι καθ’ ἑκάστην ἡμέραν, ποῦ ἐστιν ὁ Θεός σου ” καὶ πάλιν “ ὅτι “ εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν·” καὶ οὐχ ἁπλῶς εἶπεν ὀνειδισμὸν, ἀλλὰ καὶ αὐτὸ μετ’ ἐπιτάσεως πολλῆς, “ θεατριζό- “ μένοι·” ὅταν μὲν γάρ τις ὀνειδίζηται, καθ’ ἑαυτὸν λυπηρὸν μὲν, πολλῷ δὲ πλέον ὅταν ἐπὶ πάντων· εἰπὲ γάρ μοι, ὅσον ἦν κακὸν, ἀποστάντας τῆς Ἰουδαϊκῆς ταπεινότητος καὶ ὡς ἐπὶ ἄριστον βίον μετελθόντας, καὶ τῶν πατρῴων καταφρονήσαντας, ὑπ’ αὐτῶν τῶν οἰκείων πάσχειν κακῶς, καὶ μηδεμίαν ἔχειν ἀντίληψιν· οὐκ ἔχω, φησὶν, εἰπεῖν, ὅτι ταῦτα ἐπάθετε μὲν, οὐκ ἠλγεῖτε δὲ, ἀλλὰ καὶ
Γινώσκοντες ἔχειν ἑαυτοῖς κρείσσονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν.
Ἀντὶ τοῦ βεβαίαν, οὐχ οὕτως ἀπολλυμένην ὥσπερ ταύτην· εἶτα ἐπαινέσας αὐτοὺς, φησί· “ μὴ ἀποβάλητε οὖν τὴν παρρη- “ σίαν μεγάλην·” οὐκ εἶπεν ὅτι ἀπεβάλητε καὶ ἀνακτήσασθε, ἀλλ’ ὃ μᾶλλον ἐποίει αὐτοὺς ῥωσθῆναι, ὅτι ἔχετε αὐτὴν, φησί· τὸ μὲν γὰρ ἀποβληθὲν ἀνακτήσασθαι πάλιν, καμάτου δεῖται πλείονος· τὸ δὲ κατεχόμενον μὴ ἀπολέσαι, οὐχ οὕτως· “ μὴ ἀποβάλητε “ οὖν, ” φησὶ, “ τὴν παρρησίαν ὑμῶν·” ὥστε ἐν παρρησίᾳ ἦσαν πολλῇ πρὸς τὸν Θεόν· “ ἢ τις ἔχει μισθαποδοσίαν μεγάλην·” καὶ πότε αὐτὰ ληψόμεθα, φησί· εἰ ἐν οὐρανοῖς γινώσκητε, φησὶν, ἔχειν ὕπαρξιν κρείττονα, μηδὲν ἐνταῦθα ζητεῖτε, “ ὑπομονῆς γὰρ ἔχετε “ χρείαν,” οὐχὶ προσθήκης, ἵνα ἐν τοῖς αὐτοῖς μείνητε, ἵνα μὴ ῥίψητε τὸ ἐγχειρηθέν· ἵνα πρὸς τὸ τέλος ἐλθόντες “ κομίσησθε τὴν “ ἐπαγγελίαν.”
Ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιει.
Ἵνα γὰρ μὴ λέγωσι καὶ πότε ἥξει, ἀπὸ τῆς γραφῆς αὐτοὺς παρακαλεῖ, ὥστε καὶ τὸ ἀναμένειν μισθός ἐστιν οὐ μικρός.
Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.
Μεγάλη αὕτη παράκλησις, ὅταν δεικνύῃ τις τὸ πᾶν κατορθωκότας καὶ διὰ μικρὰς ῥᾳθυμίας ἀπολλύντας αὐτό.
Περὶ πίστεως τῆς καὶ τοὺς παλαιοὺς δοξασάσης.
Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ I πίστεως εἰς περιποίησιν ψυχῆς· ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.
Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι· ἔλεγχος γάρ ἐστιν ἐπὶ τῶν λίαν δήλων· καὶ εἰς τὴν αὐτὴν τοῖς ὁρωμένοις φέρει πληροφορίαν τὰ μὴ ὁρώμενα· οὔτε οὑν ἐν τοῖς ὁρωμένοις ἀπιστῆσαί ἐστιν, οὔτε πάλιν ἂν μὴ τῶν ὁρωμένων σαφέστερον περὶ τῶν ἀοράτων πληροφορῆται τις, πίστις εἶναι δύναται· ἐπειδὴ γὰρ τὰ ἐν ἐλπίδι ἀνυπόστατα εἶναι δοκεῖ, ἡ πίστις ὑπόστασιν αὐτοῖς χαρίζεται, μᾶλλον δὲ οὐ χαρίζεται, ἀλλ’ αὐτό ἐστιν οὐσία αὐτῶν· οἷον ἡ ἀνάστασις οὐ παραγέγονεν, οὐδὲ ἐστὶν ἐν ὑποστάσει, ἀλλ’ ἡ ἐλπὶς ὑφίστησιν αὐτὴν ἐν τῇ ἡμετέρα ψυχῇ, τοῦτό ἐστιν “ ὑπόστασις πραγμάτων.” εἰ τοίνυν ἔλεγχός ἐστιν οὐ βλεπομένων, τι δὴ βούλεσθε αὐτὰ ἰδεῖν, ἵνα ἐκπέσητε τῆς πίστεως ; οὐ τῶ δίκαιοι εἶναι, εἰ γε ἐκ πίστεως ὁ δίκαιος ζήσεται, ὑμεῖς δὲ εἰ βούλεσθε αὐτὰ ἰδεῖν, οὐκέτι ἐστὲ πιστοί.
(Θεόδωροσ.) Θεόδωρος δέ φησι· τὸ περὶ τῆς πίστεως παρὰ Ἰουδαίοις, μάλιστα εἰδὼς ἀπό τινος ἀκολουθίας, πολλαῖς ταῖς περὶ αὐτοῦ κέχρηται ἀποδείξεσιν· ἐκεῖνοι μὲν γὰρ προεβάλοντο τὸν νόμον, καὶ τὴν ἐκ τῶν ἔργων αὐτοῦ δικαίωσιν, οὗτοι δὲ τὴν πίστιν, τοῦτο λέγοντες, ὅτι κἂν μυρίοις τις ἐνέχηται κακοῖς, πιστεύσας μόνον Χριστῷ, σύντομον ἁπάντων δέχεται τὴν
(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησί· τὸ γενναίας καὶ νεανικῆς δεῖται ψυχῆς καὶ πάντα ὑπερβαινούσης τὰ αἰσθητὰ, καὶ τὴν ἀσθένειαν τῶν λογισμῶν τῶν ἀνθρωπίνων παρερχομένης· οὐ γάρ ἐστιν ἑτέρως γενέσθαι πιστὸν, ἃν μή τις ἑαυτὸν τῆς συνηθείας ὑπεραναγάγῃ τῆς κοινῆς. ἐπεὶ οὖν αἱ τῶν Ἑβραίων ἦσαν ἐξησθενημέναι ψυχαὶ, καὶ ἀπὸ πίστεως μὲν ἤρξαντο, ὑπὸ δὲ τῶν πραγμάτων, λέγω δὴ τῶν παθῶν, τῶν θλίψεων ὀλιγοψύχουν λοιπὸν καὶ παρεσαλεύοντο, πρῶτον μὲν αὐτοὺς ἀπὸ τῶν αὐτῶν παρεκάλεσεν εἰπὼν, “ μνήσθητε τὰς προτέρας ἡμέρας·” ἔπειτα ἀπὸ τῆς γραφῆς λεγούσης, “ ὁ δὲ δίκαιος ἐκ πίστεως ζή- “ σεται,” ἔπειτα ἀπὸ λογισμῶν, εἰπών· “ ἔστι δὲ πίστις ἐλπιζο- “ μένων ὑπότασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων·” νῦν δὲ πάλιν ἀπὸ τῶν προπατόρων τῶν μεγάλων ἀνδρῶν καὶ θαυμαστῶν ἐκείνων, μονονουχὶ λέγων· εἰ ἔνθα παρὰ πόδας τὰ ἀγαθὰ πάντες πίστει ἐσώθησαν, πολλῷ μᾶλλον ἡμεῖς· καὶ δείκνυσιν ὅτι τὰ μέγιστα διὰ πίστεως, καὶ οὐ διὰ λογισμῶν κατορθοῦνται· δῆλον γὰρ, φησὶν, ἐστὶν, ὅτι ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησεν ὁ Θεὸς, ἐκ τῶν μὴ φαινομένων τὰ φαινόμενα, ἐκ τῶν οὐχ ὑφεστώτων τὰ ὑφεστῶτα· πόθεν ; ὅτι καὶ ῥήματι τοῦτο ἐποίησεν· ὁ μὲν γὰρ λογισμὸς οὐδὲν ὑποβάλλει τοιοῦτον, ἀλλὰ τοὐναντίον, ὡς ἐκ φαινομένων τὰ φαινόμενα εἶναι, πίστεως δὲ δηλονότι ἔργον.
Πίστει γὰρ νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας.
Διὰ τι πίστει ; “ ὅτι μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γέ- “ γονεν·” εἰπὼν δὴ τὸ κοινὸν, λοιπὸν ἐπὶ προσώπῳ αὐτὸ γυμνάζει· καὶ γὰρ τῆς οἰκουμένης ἐστὶν ἀντάξιος, ἔνδοξος ἀνήρ· τοῦτο γοῦν καὶ ὕστερον ᾐνίξατο· ἐπειδὴ γὰρ ἐπὶ προσώπων αὐτὸ ἑκατὸν ἣ διακοσίων ἀντέστησεν· εἶτα εἶδε τὸν ἀριθμὸν ὀλίγον τῇ ποσότητι, λοιπὸν, φησίν· “ ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος·” καὶ θέα τίνα πρῶτον τίθησιν· τὸν παθόντα κακῶς, καὶ παρὰ ἀδελφοῦ· οἰκεῖον τὸ πάθος· καὶ γὰρ ὑμεῖς ταῦτα, φησὶν, ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυ-
Πίστει, Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸς ὁ Θεός.
Οὗτος μείζονα πίστιν τοῦ ̓λβελ ἐπεδείξατο· τὰ γὰρ εἰς ἐκεῖ-
Χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι.
Πῶς; ἃν γάρ τις πιστεύσῃ εἶναι Θεὸν καὶ ἀντίδοσιν, ἕξει τὰς ἀμοιβάς. πόθεν οὖν ἡ εὐαρέστησις ; “ πιστεῦσαι γάρ’ φησὶ, “ δεῖ τὸν προσερχόμενον Θεῷ ὅτι ἔστιν,” οὐ τὸ τι ἐστιν· τοῦτο γὰρ λογισμῷ καταλαβεῖν ἀδύνατον· εἰ ὅτι μισθαποδότης ἐστιν πίστεως χρείαν ἔχει καὶ οὐ λογισμῶν, πῶς τὰ τῆς οὐσίας λογισμῷ περιλαβεῖν ἔνι ; πολλοὶ δὲ ζητοῦσι, ποῦ μετετέθη ὁ Ἐνὼχ, καὶ διὰ τί μετετέθη, καὶ διὰ τί οὐκ ἀπέθανεν, οὔτε αὐτὸς οὔτε ὁ Ἠλίας, καὶ εἰ ἔτι ζῶσι, καὶ πῶς ζῶσι, καὶ ἐν ποίῳ σχήματι· ἀλλὰ περιττὸν ταῦτα ζητεῖν· οὐ γὰρ προσέθηκε ταῦτα ἡ γραφή· τοῦτο μὲν γὰρ γέγονε τὸ τῆς μεταθέσεως· ἐκ προοιμίων εὐθέως τῆς ἀνθρωπίνης ψυχῆς λαμβανούσης ἐλπίδα τῆς καταλύσεως τοῦ θανάτου· μετετέθη γὰρ οὐ νεκρὸς, ἀλλὰ τοῦ μὴ ἰδεῖν θάνατον· διὰ τοῦτο προσέθηκε, ζῶν μετετέθη, ὅτι εὐηρέστησεν.
Πίστει, χρηματισθεὶς Νῶε.
Τὸ μὲν ὑπόδειγμα τοῦ Ἐνὼχ πίστεως ἦν ὑπόδειγμα μόνον, τὸ δὲ τοῦ Νῶε καὶ ἀπιστίας· αὕτη δέ ἐστιν ἀπηρτισμένη παράκλησις καὶ προτροπή· ὅταν μὴ μόνον οἱ πιστεύοντες εὑρίσκωνται εὐδοκιμοῦντες, ἀλλὰ καὶ οἱ ἀπιστοῦντες τἀναντία πάσχοντες· τι δέ ἐστι “ χρηματισθείς ” τουτέστι, πρόρρησιν λαβών· χρηματισμὸς δὲ τίνος ἕνεκεν λέγεται ; καὶ γὰρ ἀλλαχοῦ φησιν· “ ἦν “ αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος·” καὶ πάλιν· “ καὶ τί φησιν ὁ χρηματισμός ;” ὁρᾷς τοῦ Πνεύματος τὸ ἰσότιμον ὥσπερ γὰρ Θεὸς χαρὰ, οὕτω καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· τίνος δὲ ἕνεκεν οὕτως εἶπεν; ἡ προφητεία λέγεται χρηματισμός· “ περὶ “ τῶν μὴ βλεπομένων,” φησὶ, τουτέστι, τοῦ ὑετοῦ “ εὐλαβηθεὶς
Καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
Τουτέστιν, ἀπὸ τούτου δίκαιος ἐφάνη, ἀπὸ τοῦ πιστεῦσαι τῶ Θεῷ· τοῦτο γὰρ ψυχῆς ἐστι γνησίως πρὸς αὐτὸν διακειμένης, καὶ μηδὲν πιστότερον τῶν αὐτοῦ ῥημάτων εἶναι κρινούσης.
Πίστει, καλούμενος Ἀβραὰμ, ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον ὃν ἔμελλε λαμβάνειν εἰς κληρονομίαν, ἐξῆλθεν μὴ ἐπιστάμενος που ἔρχεται· πίστει, παρῴκησεν τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς.
τίνα γὰρ εἶδεν, εἰπέ μοι, ἵνα ζηλώσῃ ; πατέρα Ἕλληνα εἶχεν καὶ εἰδωλολάτρην· προφητῶν οὐκ ἀκηκόει· οὐκ ᾔδει ποῦ ἤρχετο· ἐπειδὴ γὰρ εἰς τούτους ἑώρων οἱ ἐξ Ἑβραίων πεπιστευκότες, ὡς μυρίων ἀπολαύσαντας ἀγαθῶν, δείκνυσιν ὅτι οὐδεὶς οὐδέπω οὐδὲν ἐκομίσατο· τῆς πατρίδος ἐκεῖνος καὶ τῆς οἰκίας ἐξέπεσε, καὶ ἐξῆλθεν οὐκ εἰδὼς ποῦ ἔρχεται· καὶ τί θαυμαστὸν εἰ αὐτὸς ὅπου γε καὶ τὸ σπέρμα αὐτοῦ οὕτως κατῴκησεν· ὥν γοῦν ἐλεγχομένην τὴν ἐπαγγελίαν· εἶπεν γὰρ “ σοὶ δώσω τὴν γῆν ταύ- “ τὴν καὶ τῷ σπέρματι σου·” εἶδε τὸν υἱὸν ἐκεῖ κατοικοῦντα· καὶ ὁ ἔγγονος πάλιν εἶδεν ἑαυτὸν ἐν ἀλλοτρίᾳ κατοικοῦντα, καὶ οὐδὲν ἐθορυβήθη· τὸ μὲν γὰρ τοῦ Ἀβραὰμ εἰκότως ἐγεγόνει, ἅτε μετὰ ταῦτα μελλούσης τῆς ἐπαγγελίας εἰς ἔργον ἐκ . . σθαι, καίτοι καὶ πρὸς .... ἧται ὅτι σοὶ καὶ . . . τι σου, οὐ διὰ τοῦ σπέρμ’ ... σοὶ, ἀλλὰ “ σοὶ καὶ τῷ σπέρματι σου·” καὶ οὔτε αὐτὸς ....... . . σαὰκ, οὔτε ὁ Ἰακὼβ . . . σαν τῆς ὑποσχέσεως ὁ . . γὰρ μισθῷ ἐδούλευσεν, ὁ δὲ . . . νετο· οὗτος δὲ καὶ ἐξ ἔπι . . δεδωκὼς, καὶ τὰ μὲν εἰ . . τὰ δὲ εἰ μὴ τῆς τοῦ Θεοῦ ῥοπῆς ἔτυχεν, ἀπώλετο
Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας.
Δύο ἐνταῦθα ζητῆσαι ἄξιον· πῶς εἰπὼν ὅτι μετέθηκε τὸν Ἐνὼχ, καὶ οὐχ εὑρίσκετο τοῦ μὴ ἰδεῖν θάνατον, λέγει, “ κατὰ πίστιν ἀπέ- “ θάνον οὗτοι πάντες,” καὶ πάλιν, “ μὴ κομισάμενοι τὰς ἐπαγγε- “ λίας,” τὸν Νῶε εἰληφέναι φησὶν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, καὶ τὸν Ἄβελ ἔτι λαλεῖν, καὶ τὸν Ἀβραὰμ ἐπειλῆφθαι τῆς γῆς, καὶ, φησὶ, “ κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι “ τὰς ἐπαγγελίας.” τί οὖν ἐστιν ; ἀναγκαῖον τὸ πρῶτον λῦσαι, εἶτα τὸ δεύτερον· “ κατὰ πίστιν ἀπέθανον,” ἀλλ’ ἐπειδὴ ἐξῃρημένου ἐκείνου ἀπέθανον οὗτοι πάντες, οὓς ἴσμεν τεθνηκότας· τὸ δὲ “ μὴ “ κομισάμενοι τὰς ἐπαγγελίας,” ἀληθὲς τυγχάνει· οὐ γὰρ τοῦτο ἤμελλεν εἶναι ἡ ἐπαγγελία τῷ Νῶε· ποίας δὲ καὶ ἐπαγγελίας φησίν ; ὁ μὲν γὰρ Ἰσαὰκ καὶ Ἰακὼβ ἔλαβον τὰς ἐπαγγελίας τῆς γῆς, οἱ δὲ περὶ Νῶε καὶ Ἄβελ καὶ Ἐνὼχ ποίας ἐπαγγελίας ἔλαβον ; ἣ τοίνυν περὶ τῶν τριῶν φησι τούτων, ἣ εἰ καὶ περὶ ἐκείνων, οὐ τοῦτο ἦν ἡ ἐπαγγελία, τὸ θαυμασθῆναι τὸν Ἄβελ, οὐδὲ τὸ μετατεθῆναι τὸν Ἐνὼχ, οὐδὲ τὸ διασωθῆναι τὸν Νῶε· ἀλλὰ καὶ ταῦτα μὲν αὐτοῖς διὰ τὴν ἀρετὴν ἐγένετο· γεύματα δέ τινα ἦν τῶν μελλόντων· δίδωσι γὰρ καὶ ἐνταῦθα.
Αλλὰ πόρρωθεν αὐτὰς εἰδότες καὶ ἀσπασάμενοι.
Ενταῦθά τι μυστικὸν αἰνίττεται, ὅτι πάντα προέλαβον τὰ περὶ τῶν μελλόντων εἰρημένα· περὶ ἀναστάσεως, περὶ βασιλείας οὐρανῶν, περὶ τῶν ἄλλων, ὧν ἐλθὼν ὁ Χριστὸς ἐκήρυξεν· τὰς γὰρ ἐπαγγελίας ταύτας, φησίν· ἢ τοῦτό φησιν, ἣ ὅτι οὐκ ἔλαβον μὲν αὐτάς· θαρρήσαντες δὲ ὑπὲρ αὐτῶν ἀπῆλθον τῇ πίστει μόνῃ, πόρεν ἀυτὰς ιοοντες, πρὸ τεσσάρων γενέων μέτα γὰρ τοσαύτας ἀπῆλθον ἐξ Αἰγύπτου· καὶ ἀσπασάμενοι, φησὶν, καὶ ἡσθέντες· οὕτως πεπεισμένοι ησαν πέρι ἀυτῶν.
Ἐξεδέχοντο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.
Ὁρᾷς ὅτι τούτῳ ἔλαβον, τῷ ἤδη δέξασθαι καὶ θαρρῆσαι ὑπὲρ
Πίστει, καὶ αὐτὴ Σάρρα, δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν.
Τί ἐστιν εἰς καταβολὴν σπέρματος ; εἰς τὸ κατασχεῖν τὸ σπέρμα δύναμιν ἔλαβεν· ἦν νενεκρωμένη, ἦν στεῖρα· διπλῆ γὰρ ἦν ἡ πήρωσις· ὅθεν καὶ ἐξ ἑνὸς ἐγεννήθησαν οἱ πάντες, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ἡ ἀναρίθμητος. ὅθεν, φησὶ, “ καὶ ἐξ ἑνὸς ἐγεννήθησαν οἱ “ πάντες·” οὐ τοῦτο μόνον λέγει ὅτι ἐγέννησεν, ἀλλ’ ὅτι καὶ τοσούτων ἐγένετο μήτηρ, ὅσων οὐδὲ αἱ εὔφοροι γαστέρες· ὡς τὰ ἄστρα, φησίν· πῶς οὖν αὐτοὺς ἀριθμεῖ; ἤτοι τὴν ὑπερβολήν φησιν, ἤτοι τοὺς ἀεὶ γενομένους.
Καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοι εἰσὶν ἐπὶ τῆς γῆς.
Ξένοι, φησὶν, ἦσαν τῆς οἰκουμένης, καὶ πατρίδα ἐζήτουν· ποίαν δὴ ταύτην ; ἄρα ἣν εἴασαν ; οὐδαμῶς· τι γὰρ ἐκώλυσεν αὐτοὺς, εἴ γε ἐβούλοντο, ὑποστρέψαι πάλιν καὶ γενέσθαι πολίτας ; ἀλλ’ ἐκείνην ἐζήτουν τὴν ἐν τοῖς οὐρανοῖς· οὕτως καὶ πρὸς τὴν ἀποδημίαν τὴν ἐνθένδε ἔσπευδον, καὶ οὕτως ἤρεσκον Θεῷ.
Τί λέγεις ; Θεὸς τῆς γῆς καλεῖται, καὶ Θεὸς τοῦ οὐρανοῦ, καὶ ὡς μέγα τι τέθεικας τὸ οὐκ ἐπαισχύνεται Θεὸς καλεῖσθαι αὐτῶν; μέγα καὶ ὄντως μέγα καὶ πολλῆς μακαριότητος τοῦτο τεκμήριον· πῶς ; ὅτι γῆς μὲν καὶ οὐρανοῦ οὕτω καλεῖται Θεὸς, ὡς καὶ Ἑλλήνων Θεὸς, ᾗ ἔκτισεν καὶ ἐδημιούργησεν αὐτά· τῶν δὲ ἁγίων ἐκείνων, οὐχ οὕτως, ἀλλ’ ὡς φίλος τις γνήσιος· ἐννόησον ὅσον
Πίστει, προσενήνοχεν τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας δεξάμενος, πρὸς ὃν ἐλαλήθη, ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.
Ἐνταῦθα οὐ τοὺς ἀνθρωπίνους ὑπερβῆναι μόνον λογισμοὺς ἐχρῆν, ἀλλὰ καὶ ἕτερόν τι πλέον ἐπιδείξασθαι· τὰ γὰρ τοῦ Θεοῦ ἐδόκει τοῖς τοῦ Θεοῦ μάχεσθαι, καὶ πίστις ἐμάχετο πίστει, καὶ πρόσταγμα ἐπαγγελίᾳ, οἷόν τι λέγω, εἶπεν, “ ἔξελθε ἐκ τῆς γῆς σου, “ καὶ ἐκ τῆς συγγενείας σου, καὶ δώσω σοι τὴν γῆν ταύτην, καὶ οὐκ “ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός·” ὁρᾷς πῶς τὰ γινόμενα τῇ ἐπαγγελίᾳ ἐμάχετο; πάλιν φησίν· “ ἐν Ἰσαὰκ “ κληθήσεταί σοι σπέρμα, καὶ ἐπίστευσεν,” καὶ πάλιν λέγει, ὅτι θῦσόν μοι τοῦτον τὸν μέλλοντα τὴν οἰκουμένην ἅπασαν ἐκ τοῦ σπέρματος αὐτοῦ πληροῦν εἰδες μάχην προσταγμάτων καὶ ἐπαγγελίας ἐναντίας ταῖς ἐπαγγελίαις ; καὶ οὐδὲ οὕτως ἐθορυβήθη οὐδὲ ἠπατῆσθαι ἐνόμισεν· ὑμεῖς δὲ οὐδὲν ἔξω τῆς ἐπαγγελίας ὑπομένετε· εἶπε γὰρ ὅτι ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, λαὶ ὅσα τοιαῦτα· ἐκεῖνος ἐναντία ὣν ἐπηγγείλατο ἤκουσε παρὰ τοῦ αὐτοῦ, καὶ οὐκ ἐθορυβεῖτο, ἀλλ’ ὡς σύμφωνα ἔπραττε· καὶ γὰρ ἦν σύμ- φωνα· ἐναντία μὲν τοῖς λογισμοῖς τοῖς ἀνθρωπίνοις, σύμφωνα δὲ ἀπὸ τῆς πίστεως· καὶ πῶς, αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ Ἀπόστολος εἰπὼν, “ λογισάμενος, ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός·” ἀπὸ τῆς αὐτῆς πίστεως, φησὶν, ἧς ἐπίστευσεν, ὅτι οὐκ ὄντα ἐχαρισατο, καὶ νεκρὸν ἤγειρεν ἄπο τῆς ἀύτης, καὶ ὅτι σφαγιασθέντα ἀναστήσει ἐπέπειστο· ὁμοίως γὰρ ἄπορον ἦν ἀνθρωπινῷ λογισμῷ, καὶ ἐκ μήτρας νεκρᾶς καὶ γεγηρακυίας καὶ ἀχρήστου ἤδη γεγενημένης πρὸς παιδοποΐαν δοῦναι παιδίον, καὶ σφαγιασθὲν ἀναστῆσαι· στῆσαι· ἀλλὰ προωδοποίει ἡ πίστις ἡ παρελθοῦσα τοῖς μέλλουσι· καὶ ὅρα τὰ μὲν χρηστὰ πρῶτα, τὰ δὲ δυσχερῆ ὕστερα πρὸς τῷ
(ΘΕόΔΩΡοΣ.) Θεόδωρος δὲ φησίν· εἰς τὸ " ἐν παραβολῇ ἐκο- “ μίσατο,” τοῦτο λέγει, ὅτι ἀκολούθως ἔτυχεν τῇ ἑαυτοῦ πίστει· τῇ γὰρ ἀναστάσει πιστεύσας, διὰ συμβόλων τινῶν ἀποθανόντα αὐτὸν ἐκομίσατο· τὸ γὰρ ἐν πολλῇ τοῦ θανάτου προσδοκίᾳ γενό-
(Σευηριανοῦ.) Σευηριανὸς δὲ ὁμοίω τῷ μακαρίῳ πίστει περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ· πρότερον ἔθηκεν τὸν Ἰακὼβ, εἶτα τὸν Ἠσαῦ, οὐ κατὰ τὴν τῆς γενέσεως ἀκολουθίαν, ἀλλὰ κατὰ τὴν τῆς εὐλογίας τάξιν.
(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· “ πολλοὶ, φησὶ, “ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ “ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.” ἆρα πάντα τὰ μέλλοντα ᾔδεσαν οἱ δίκαιοι ; καὶ σφόδρα· εἰ γὰρ διὰ τοῦτο οὐκ ἀπεκαλύπτετο ὁ υἱὸς, διὰ τὴν ἀσθένειαν τῶν μὴ δυναμένων αὐτὸν δέξασθαι, τοῖς ἐν ἀρετῇ διαλάμπουσιν εἰκότως ἀπεκαλύπτετο· τοῦτο καὶ ὁ Παῦλός φησιν, ὅτι τὰ μέλλοντα ᾔδεσαν, τουτέστι τὴν ἀνάστασιν τοῦ Χριστοῦ· ἣ οὐ τοῦτο, φησὶν, ἀλλὰ πίστει περὶ μελλόντων· οὐ τοῦ μέλλοντος αἰῶνος, ἀλλὰ περὶ μελλόντων τῶν ἐνταῦθα· πῶς γὰρ ἄνθρωπος καθήμενος ἐν ξένῃ τοιαύτας εὐλογίας ἐδίδου ; ἀλλὰ πάλιν ἐπέτυχεν εὐλογίας, καὶ οὐκ ἔλαβεν αὐτήν. ὁρᾷς ὅτι ὅπερ ἔφην, ἐπὶ μὲν τοῦ Ἀβραὰμ καὶ ἐπὶ τοῦ Ἰακὼβ ἔστιν εἰπεῖν, ὅτι οὐκ ἀπώναντο τῆς εὐλογίας, ἀλλ’ εἰς ἐγγόνους ἐξῆλθε τὰ τῶν εὐλογιῶν, αὐτὸς δὲ τῶν μελλόντων ἔτυχεν· εὑρίσκομεν γὰρ τὸν ἀδελφὸν μᾶλλον ἀπολελαυκότα· ὁ μὲν γὰρ ἐν δουλεία καὶ θητεία καὶ κινδύνοις καὶ ἐπιβουλαῖς καὶ ἀπάταις καὶ φόβοις ’τον ἀπάντα διεγένετο χρόνον· ἐρωτώμενος τε πάρα του Φαραὼ, φησίν· “ μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου γεγόνασιν,” ἐκεῖνος δὲ ἐν αὐθεντείᾳ καὶ ἀδείᾳ πολλῇ, καὶ μετὰ ταῦτα ἦν αὐτῷ φοβερός· ποῦ οὖν ἐξεβλήθησαν αἱ εὐλογίαι, ἀλλ’ ἣ ἐν τῷ μέλλοντι; ὁρᾷς ὅτι ἄνωθεν οἱ πονηροὶ τῶν ἐνταῦθα ἀπέλαυον, οἱ δὲ δίκαιοι τοὐναντίον ; οὐ μὴν πάντες. ἰδοὺ γὰρ ὁ Ἀβραὰμ δίκαιος ἢν, καὶ ἀπέλαυσεν καὶ τῶν ἐνταῦθα, πλὴν μετὰ θλίψεως καὶ πειρασμῶν· εἰ δὲ τότε ἐν θλίψει οἱ δίκαιοι, πολλῷ μᾶλλον νῦν· προ- τίθησι δὲ τὸν Ἰακὼβ τοῦ Ἠσαῦ, ἀπὸ τῆς ἀρετῆς.
Πίστει, Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ
Ἐνταῦθα χρὴ θεῖναι τὰς εὐλογίας ὅλας, ἵνα καὶ ἡ πίστις καὶ ἡ προφητεία αὐτοῦ κατάδηλος γένηται· “ καὶ προσεκύνησεν,” φησὶν, “ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ·” ἐνταῦθα, φησὶν, οὐ μόνον ετͅπεν, ἀλλὰ καὶ ἐθάρρει τοῖς λεγομένοις· ἐπειδὴ γὰρ ἔμελλεν ἀπὸ τοῦ Ἐφραὶμ ἀνίστασθαι βασιλεὺς ἕτερος, διὰ τοῦτο, φησὶ, “ καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ,” τουτἐστιν καὶ γέρων ὣν ἤδη προσκυνεῖ τῷ 1ωσὴφ, τὴν παντὸς τοῦ λαοῦ προσκύνησιν δηλῶν τὴν ἐσομένην αὐτῷ· καὶ διὰ τοῦτο ἐξέβη μὲν ἤδη, ὅτε αὐτῷ οἱ ἀδελφοὶ προσεκύνησαν· ἐκβήσεσθαι δὲ ἔμελλεν ὕστερον διὰ τῶν δέκα φυλῶν· πίστεως οὖν ἔστι μόνης τὰ κατὰ τὸν Ἰακώβ· καὶ ὁ Ἰωσὴφ δὲ τούτων ἀκούσας, καὶ τῆς ὑποσχέσεως τοῦ Θεοῦ τῆς πρὸς τὸν Ἀβραὰμ, “ σοὶ δώσω καὶ τῷ σπέρματι “ σου τὴν γῆν ταύτην, ’ ἐν ἀλλοτρίᾳ ὣν καὶ οὐδέπω ὁρῶν ἐκβεβη- κυῖαν τὴν ὑπόσχεσιν, οὕτως ἐπίστευσεν, ὡς καὶ περὶ τῆς ἐξόδου εἰπεῖν, καὶ περὶ τῶν ὀστῶν αὐτοῦ ἐντείλασθαι, καὶ τοὺς ἄλλους ἐνάγων εἰς πίστιν, ὥστε προσδοκᾷν τὴν ἐπάνοδον.
Πίστει, Μωυσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ.
Πἀλιν αὔξει τὴν παράκλησιν, εἰς πρόσωπα εὐτελῆ κατάγων τὸ πρᾶγμα· καὶ ἄρχεται ἀπὸ τῶν γονέων τοῦ Μωυσέως, ἀσήμων τινῶν ἀνδρῶν, καὶ οὐδὲν τοσοῦτον ἐχόντων ὅσον ὁ παῖς· διὰ τοῦτο καὶ προιὼν αὔξει τὴν ἀτοπίαν, καὶ πόρνας γυναῖκας καὶ χήρας καταλέγων, “ πίστει, Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθή- “ σασι, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης.”
Καὶ οὐ μόνον τῆς πίστεως, ἀλλὰ καὶ τῆς ἀπιστίας τίθησι τὰ ἐπίχειρα, ὡς ἐπὶ τοῦ Νῶε· τέως δὲ περὶ τῶν γονέων τοῦ Μωυσέως ἀναγκαῖον εἰπεῖν· πόθεν οὗτοι προσεδόκησαν σῶσαι τὸ παιδίον ; ἀπὸ πίστεως· εἶδον γὰρ, φησὶν, ἀστεῖον τὸ παιδίον, αὐτὴ ἡ ὄψις αὐτοὺς πρὸς τὴν πίστιν ἐπεσπάσατο· οὕτως ἄνωθεν καὶ ἐξ αὐτῶν σπαργάνων πολλὴ τῷ δικαίῳ χάρις ἐπεκέχυτο, οὐ τῆς φύσεως τοῦτο ἐργαζομένης, ἀλλὰ τῆς χάριτος τοῦ Θεοῦ, ἣ καὶ τὴν βάρ-
Καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.
καὶ τοιγε ἐκεῖνος ἐνήργει· τοῦτο δὲ ἁπλῶς ψιλή τις ἦν προσδοκία.
Πίστει, Μωυσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ· μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν.
Ὡσανεὶ ἔλεγε πρὸς αὐτοὺς, οὐδεὶς ὑμῶν ἀφῆκεν βασίλεια, καὶ βασίλεια λαμπρὰ, οὐδὲ θησαυροὺς τοσούτους, οὐδὲ ἐξὸν εἶναι βαἵλεως υἱὸν κατεφρόνησε τούτου, καθὼς ὃ Μωυσῆς ἐποίησεν· οὐ γὰρ ἁπλῶς ε7πεν ἀφῆκεν, ἀλλ’ “ ἠρνήσατο,” τουτέστιν, ἐμίσησεν, ἀπεστράφη· καὶ οὐκ εἶπεν “ μείζονα πλοῦτον ἡγησάμενος τῶν “ Αἰγύπτου θησαυρῶν,” τὸν οὐρανὸν καἰ τὰ ἐν τοῖς οὐρανοῖς, ἀλλὰ τι ; τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ τὸ γὰρ διὰ Χριστὸν ὀνειδρ ζεσθαι βέλτιον ἡγήσατο τοῦ μὴ ἀνίεσθαι· οὕτω καὶ τοῦτο αὐτὸ καθ’ ἑαυτὸ μισθὸς ἦν· “ μᾶλλον ἑλόμενος,” φησὶν, “ σνγκακου- “ χεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ·” ὑμεῖς μὲν γὰρ ὑπὲρ ὑμῶν αὐτῶν πάσχετε, ἐκεῖνος δὲ ὑπὲρ ἄλλων ἕλετο, καὶ ἑκὼν ἑαυτὸν ἔρριψεν εἰς τοσούτους κινδύνους, ἐξὸν αὐτῶ καὶ εὐσεβεῖν καὶ ἀπολαύειν τῶν ἀγαθῶν· ἣ πρόσκαιρον, φησὶν, “ ἔχειν ἁμαρτίας ἀπόλαυσιν·” ἁμαρτίαν ε7πεν, τὸ μὴ θελῆσαι τοῖς ἄλλοις συγκακουχηθῆναι, μέγα ἀγαθὸν τὴν κακουχίαν ἡγούμενος· τι ἐστι “ τὸν “ τοῦ Χριστοῦ ; τουτέστι τὸ ὀνειδίζεσθαι τοιαῦτα οἷα ὑμεῖς, τὸν ὀνειδισμὸν ὃν ὁ Χριστὸς ὑπέμεινεν· ὥσπερ αὐτὸς ὠνειδίζετο καὶ ἤκουεν, “ εἰ υἱὸς ε7 τοῦ Θεοῦ ’ ὑπὸ τούτων, ὑπὲρ ὧν ἐσταυροῦτο· ὅταν τις παρ’ ωτν εὐεργετῇ ὀνειδίζεται· ἐνταῦθα αὐτοὺς ἀνέ-
Πίστει, κατέλιπεν Αἴγυπτον μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν.
Καὶ μὴν ἡ γραφὴ τοῦτό φησιν, ὅτι ἀκούσας ἐφοβήθη, καὶ διὰ τοῦτο φυγῇ τὴν σωτηρίαν ἐπορίσατο· πρόσεχε δὲ καὶ τῷ εἰρημένῳ, τὸ “ μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως·” φοβουμένου γὰρ ἦν, μὴ ἅψασθαι τῆς προστασίας· τὸ μέντοι ἅψασθαι πάλιν, τῷ Θεῷ τὸ πᾶν ἐπιτρέποντος ἦν· οὖ γὰρ εἶπεν ὅτι ζητεῖ με καὶ περιεργάζεται, καὶ οὐκ ἀνέχομαι πάλιν τῶν αὐτῶν ἅψασθαι, ὥστε καὶ τὸ φυγεῖν πίστεως ἢν, ὥστε μὴ εἰς προῦπτον ἑαυτὸν κίνδυνον ἐμβαλεῖν· τοῦτο γὰρ λοιπὸν πειράζοντος ἦν, τὸ ἅλλεσθαι εἰς μέσους κινδύνους καὶ λέγειν, ἴδωμεν εἰ σώζει με ὁ Θεός· ταῦτα δὲ πάντα γέγονεν, ὅτι τὸν ἀόρατον ὡς ὁρῶν ἐκαρτέρει.
Πίστει, πεποίηκε τὸ πάσχα, καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ ἀυτῶν.
Τί ἐστιν “ ἡ πρόσχυσις τοῦ αἵματος ” ἀρνειὸς ἐθύετο κατ’ οἰκίαν, καὶ τὸ αἷμα ἐπεχρίετο ταῖς φλιαῖς, καὶ τοῦτο ἢν ἀποτειχισις τῆς ἀπωλείας τῆς Αἰγυπτίας· εἰ τοίνυν αἷμα ἀρνειοῦ ἐν μέσοις Αἰγυπτίοις, καὶ ἐπ’ ὀλέθρῳ τοσούτῳ ἀσινεῖς ἐφύλαττε τοὺς Ἰουδαίους, πολλῷ μᾶλλον ἡμᾶς διασώσει οὐκ ἐπὶ φλιῶν, ἀλλ’ ἐν ταῖς ψυχαῖς τὸ αἷμα ἐπιχριομένους τοῦ Χριστοῦ. ἐφοβήθη τὸ αἷμα ὁ Ἄγγελος· ᾔδει γὰρ τίνος ἦν τύπος· ἔφριξε τὸν δεσποτικὸν θάνατον ἐννοήσας, ὑμεῖς δὲ αὐτοῦ τοῦ Χριστοῦ ἔχοντες τὸ αἷμα, οὐ θαρρεῖτε ;
Πίστει, διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς.
Πάλιν λαὸν ὁλόκληρον παραβάλλει λαῷ, ἵνα μὴ λέγωσιν ὅτι οὐ δυνάμεθα κατὰ τοὺς ἁγίους γενέσθαι.
Ἡς πεῖραν λαβόντες Αἰγύπτιοι κατεπόθησαν.
Πῶς ; πίστει· ὅτι ἤλπισαν διὰ τῆς θαλάττης διαβήσεσθαι· καὶ διὰ τοῦτο ηὔχοντο, μᾶλλον δὲ Μωϋσῆς ἦν ὁ εὐχόμενος, καὶ ἡ αὐτὴ τοῖς μὲν ὑπεστρώννυτο καθάπερ γῆ, τοὺς δὲ κατεπόντιζε
Πίστει, τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.
Οὐ γὰρ δὴ σαλπίγγων ἠχὴ λίθους οἷά τε καταβάλλειν ἐστὶ, κἂν μυρία τις ἔτη σαλπίζῃ, ἀλλ’ ἡ πίστις πάντα δύναται. ὁρᾷς πανταχοῦ οὐχὶ ἀκολουθίᾳ φύσεως νόμῳ μεταβαλλομένην αὐτὴν ἀλλὰ παρὰ προσδοκίαν ἅπαντα γενόμενα ; οὐκοῦν καὶ ἐνταῦθα παρὰ προσδοκίαν ἅπαντα γίνεται· ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγεν ὅτι δεῖ πιστεύειν ταῖς ἐλπίσι ταῖς μελλούσαις, εἰκότως τοῦτον ἅπαντα λόγον ἐκίνησεν, δεικνὺς, ὅτι οὐ νῦν ἀλλὰ καὶ ἐξ ἀρχῆς πάντα τὰ θαύματα διὰ ταύτης ἤνυσται καὶ κατώρθωται.
Πίστει, Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης.
Οὐκοῦν αἰσχρὸν εἰ καὶ πόρνης ἀπιστότεροι φανείητε; καίτοι γε ἐκείνη τῶν ἀνδρῶν ἤκουεν ἀπαγγελλόντων, καὶ εὐθέως ἐπίστευσε· τοιγαροῦν καὶ τὸ τέλος ἐπηκολούθησε πάντων γὰρ ἀπολωλότων μόνη διεσώθη.
Καὶ τί ἔτι λέγω ; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος.
τελευτήσας εἰς τὴν πόρνην καὶ ἐντρέψας διὰ τῆς τοῦ προσώπου ποιότητος, οὐκέτι πλατύνει τὰ, ἱστορίας, ἵνα μὴ δόξῃ μακρηγορεῖν· οὐ μὴν αὐτὰς ἀφίησιν, ἀλλ’ ἐπιτρέχει σφόδρα συνετῶς ἀμφότερα, καὶ τὸν κόρον φεύγων, καὶ τὴν πυκνότητα οὐ λυμαινόμενος· ὅταν γάρ τι ἰσχυρῶς ἀγωνίζηται, ἃν ἐπιμένῃ ἀγωνιζόμενος, ἀποκναίει ’τον ἀκροατὴν.
Περὶ Γεδεὼν, Βαράχ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαβίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν.
Ἐγκαλοῦσι τῷ Παύλῳ τινὲ,; εἰ τὸν Βαρὰχ καὶ τὸν Σαμψὼν καὶ τὸν Ἰεφθάε ἐν τούτοις τίθησι τοῖς τόποις· τι λέγεις; ὁ τὴν πόρνην θεὶς, τούτους οὐ θήσει ; μὴ γάρ μοι τὸν ἄλλον αὐτῶν βίον εἴπῃς, ἀλλ’ εἰ μὴ ἐπίστευσαν καὶ ἔλαμψαν ἐν τῇ πιστει.
Καὶ τῶν προφητῶν· οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας.
Οἱ περὶ Γεδεών.
Εἰργάσαντο δικαιοσύνην.
Ενταῦθα περὶ τοῦ Δαβὶδ οἶμαι αὐτὸν λέγειν.
Ἐπέτυχον ἐπαγγελιῶν.
Ὡν ἔλεγεν, ὅτι τὸ σπέρμα αὐτοῦ καθίσει ἐπὶ τὸν θρόνον αὐτοῦ.
Ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρὸς, ἔφυγον στόματα μαχαίρας.
Ὁρᾷς πῶς ἐν αὐτῷ τῷ θανάτῳ ἦσαν, ὁ Δανιὴλ καλούμενος, ὑπὸ τῶν λεόντων, οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ διατρίβοντες, οἱ Ἰσραηλῖται, ὁ Ἀβραὰμ, ὁ Ἰσαὰκ, ὁ Ἰακὼβ ἐν διαφόροις πειρασμοῖς, καὶ οὐδὲ οὕτως ἀπέγνωσαν· τοῦτο γὰρ πίστις, ὅταν τὰ πράγματα πρὸς τὸ ἐναντίον ἐκβαίνῃ, τότε δεῖ πιστεύειν, ὅτι οὐδὲν ἐναντίον γέγονεν, ἀλλὰ πάντα ἀκόλουθα· “ ἔφυγον στόματα μα- “ χαίρας·” περὶ τῶν τριῶν πάλιν οἶμαι παίδων λέγειν αὐτόν.
Ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας.
Τὰ κατὰ τὴν ἐπάνοδον τὴν ἀπὸ Βαβυλῶνος ἐνταῦθα αἰνίττεται· “ ἀπὸ ἀσθενείας” γὰρ, τουτέστιν ἀπὸ αἰχμαλωσίας· ίας· τίς γὰρ ἃν ἤλπισεν ἀπὸ Βαβυλῶνος ἐπανήκειν αὐτοὺς, καὶ ἰσχυροὺς γενήσεσθαι καὶ ἐκκλίναι παρεμβολὰς ἀλλοτρίων ; ἀλλ’ ἡμῖν οὐδὲν τοιοῦτο σννέβη, φησὶν, ἀλλὰ ταῦτα τύποι τῶν μελλόντων εἰσίν.
Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν.
Τὰ κατὰ τοὺς προφήτας ἐνταῦθα λέγει, τὸν Ἐλισσαῖον, τὸν Ηλίαν, νεκροὺς γὰρ ἀνέστησαν.
Ἕτεροι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν.
Διὰ τι γὰρ, εἰπέ μοι, παρὸν ζῆσαι, οὐκ ἐβουλήθησαν ; οὐκ ἄρα κρείττονα προσεδόκων ζωήν ; καὶ οἱ τοὺς ἄλλους ἀναστήσαντες αὐτοὶ εἴλοντο ἀποθανεῖν, ὥστε κρείττονος ἀναστάσεως τυχεῖν, οὐ τοιαύτης οἵας τὰ παιδία τῶν γυναικῶν· ἐνταῦθά μοι δοκεῖ καὶ τὸν Ἰωάννην αἰνίττεσθαι καὶ τὸν Ἰάκωβον· ἀποτυμπανισμὸς γὰρ τοῦτο λέγεται, ὁ ἀποκεφαλισμός.
Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων καὶ φυλακῆς. Εν τούτοις τελευτᾷ, ἐν οἰκειοτέροις· μάλιστα γὰρ ταῦτα φέρει τὴν παράκλησιν, ὅταν τῆς αὐτῆς ὑποθέσεως ἡ λύπη ἠ’, μὴ ᾐ δὲ
Ἐν φόνῳ μαχαίρας ἀπέθανον.
Τί ἐστι ; ποῖον ἐπαινεῖς ; ποῖον θαυμάζεις ; τοῦτον ἣ ἐκεῖνον ; διό φησι, τοῦτο μὲν ὑμῖν οἰκεῖον, ἐκεῖνο δὲ ὅτι καὶ πρὸς αὐτὴ, τὴν τελευτὴ, ἴσχυεν ἡ πίστις, καὶ τύπος τῶν μελλόντων ἐστίν· εἰπὼν δὲ τὰ κατὰ τοὺς Ἀποστόλους ὅτι “ ἐν φόνῳ μαχαίρας ἀπέθανον, ἐλιθάσθησαν, ἄνεισι πάλιν ἐπὶ τὸν Ἠλίαν, τὸν τὰ αὐτὰ παθόντα τούτοις· ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς οὐδέπω περὶ τῶν Ἀποστόλων δόξαν ἔχειν τοσαύτην, ἀπὸ τοῦ ἀναληφθέντος καὶ μάλιστα θαυμασθέντος φέρει τὴν παράκλησιν καὶ τὴν παραμυθίαν.
Περιῆλθον γὰρ ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἄξιος ἦν ὁ κόσμος.
Οὕτως οὐδὲ ἱμάτιον εἶχον, φησὶν, ὑπερβολῇ θλίψεως· οὐ πόλιν, οὐκ οἰκίαν, οὐ καταγώγιον, οὐ στάσιν· οὐδὲ γὰρ τὴν ἐρημίαν καταλαβόντες ἡσυχίαν ἦγον, ἀλλὰ καὶ ἐκεῖθεν ἔφευγον, καὶ ἐκεῖθεν ἠλαύνοντο.
Ἐπ᾿ ἐρημίαις γὰρ πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
Καθάπερ ἐπὶ τοῖ, αἰσχίστοις ἑαλωκότες, καὶ οὐδὲ τὸν ἥλιον ὁρᾷν ἄξιοι· ἀλλ’ ἔδει φεύγειν ἀεὶ καὶ καταδύσεις ἐπιζητεῖν· τίς οὐν ὁ μισθὸς τῆς τοσαύτης ἀμοιβῆς ; οὐδέπω ἀπέλαβον, ἀλλ’ ἔτι μένουσιν· ὑμεῖς δὲ ἐν τῷ ἀγῶνι ὄντες ἀσχάλλετε, ἐνοήσατε καὶ ὑμεῖς τί ἐστι καὶ ὅσον ἐστὶν τὸν Ἀβραὰμ καθῆσθαι καὶ τὸν Ἀπόστολον Παῦλον, περιμένοντας πότε σὺ τελειωθῇς, ἵνα δυνηθῶσι τότε λαβεῖν τὸν μισθόν· ὁρᾷς ὅτι ἡμεῖς πλεονεκτοῦμεν αὐτῶν· περὶ ἡμῶν γὰρ, φησὶν, ὅτι κρεῖττόν τι προσβλέψατο ὁ Θεὸς, ἵνα μὴ δοκῶσι πλεονεκτεῖν ἡμῶν τῷ πρῶτοι στεφανοῦσθαι, ἵνα ὥρισε πασι τῶν στεφάνων τίν καῖρον· καὶ οὐκ εἶπεν ἴνα μὴ χωρὶς ἡμῶν στεφανωθῶσιν, ἀλλ’ “ ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι,” προέλαβον κατὰ τοὺς ἀγῶνα,; ἀλλ’ οὐ προλαμβάνουσι κατὰ τοὺς στεφάνους, οὐκ ἐκείνους ἠδίκησεν, ἀλλ’ ἡμᾶς ἐτίμησεν.
Περὶ ὑπομονῆς ἐν ἀκολουθήσει Χριστοῦ.
τοιγαροῦν ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων.
Πολλαχοῦ ἡ γραφὴ τὴν παραμυθίαν λαμβάνει τὴν ἐν τοῖς κακοῖς, ἀπὸ τῶν συμβαινόντων πραγμάτων, ὡς ὅταν λέγῃ ὁ προ- φήτης, ἀπὸ καύματος καὶ ἀπὸ σκληρότητος, καὶ ἀπὸ ὑετοῦ· τοῦτο γοῦν καὶ ἐνταῦθα λέγει, ὅτι ἡ μνήμη τῶν ἁγίων ἐκείνων ὥσπερ νέφος φλεγόμενον ὑπὸ ἀκτῖνος θερμοτέρας, οὕτως τὴν ὑπὸ τῶν κακῶν καταπονουμένην ἀνίστησι καὶ ἀνακτᾶται ψυχήν· καὶ οὐκ εἶπεν, ὑπεραιωρούμενον, ἀλλὰ “ περικείμενον ἡμῖν,” ὃ ἐκείνου πλέον, ὥστε ἐν μείζονι εἶναι ἀδείᾳ. ποῖον νέφος μαρτύρων ; εἰκότως μάρτυρας οὐκ ἐν τῇ καινῇ λέγει μόνον, ἀλλὰ καὶ τοὺς ἐν τῇ παλαιᾷ· καὶ γὰρ καὶ οὗτοι ἐμαρτύρησαν τῇ τοῦ Θεοῦ μεγαλειότητι.
(Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν εἰς τὸ “ ὧν οὐκ ἦν ἄξιος “ ὁ κόσμος· οὐ περὶ πάντων λέγει τοῦτο, ἀλλὰ περὶ τούτων τῶν τελευταίων, οὓς καὶ μάρτυρας οἶδεν, ἐπιμέμνηται τῶν κλινάντων παρεμβολὰς, καὶ διὰ τὸ χρήσιμον τοῦ λαοῦ εἰληφότων χάριν.
(Θεόδωροσ.) Θεόδωρος δέ φησιν· οὐχ ἁπλῶς εἶπεν ὅτι πᾶσι τῆς ἀνταποδόσεως καιρός· οὐ γὰρ τοῦτο ἦν αὐτῷ προκείμενον· ἀλλ’ ἵνα δείξῃ ὅτι καὶ τοσαῦτα μὲν πεποιηκότες, τοσαῦτα δὲ καὶ πεπονθότες διὰ πίστεως, ὅμως ἔτι περιμένουσι τῶν ἐπαγγελθέντων τὴν ἀπόδοσιν, οὐ δυσχεραίνοντες, εἴ γε μεθ᾿ ἡμῶν κομιοῦνται τῶν ὑστέρων, ὅπερ τὴν ὑπομονὴν αὐτῶν ἐδείκνυ μείζονα· εἴ περ δὴ καὶ μετὰ θάνατον ἔτι περιμένουσι τοὺς ἀγωνίσασθαι ὁμοίως αὐτοῖς ὀφείλοντας, ὥστε μετ’ ἐκείνων τυχεῖν τῆς τῶν καλῶν ἀπολαύσεως· μαρτύρων δὲ ἐνταῦθα, οὐ τῶν πεπονθότων λέγει, ἀλλὰ τῶν μαρτυρουντων πρὸς τὴν πίστιν.
Ὄγκον ἀποθέμενοι πάντα.
Πάντα τίνα, τουτέστιν τὸν ὕπνον, τὴν ὀλιγωρίαν, τοὺς λογισμοὺς τοὺς εὐτελεῖς· πάντα τὰ ἀνθρώπινα.
Καὶ τὴν εὐπερίστατον ἁμαρτίαν.
“ Εὐπερίστατον” ἤτοι τὴν εὐκόλως περιισταμένην ἡμᾶς, ἣ τὴν εὐκόλως περίστασιν δυναμένην παθεῖν· μᾶλλον δὲ τοῦτο· ῥᾴδιον γὰρ ἐὰν θέλωμεν, περιγενέσθαι τῆς ἁμαρτίας.
(Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν, εἰς τὸ “ ὄγκον ἀποθέ “ μένοι πάντα·” ὄγκος ἐστὶν ἡ ἁμαρτία τῆς κατὰ τὴν σάρκα ἀπολαύσεως, ἐξ ἧς ἡ εὐπερίστατος ἁμαρτία τίκτεται· “ εὐπερί- “ στατον” δὲ εἶπε τὴν ἁμαρτίαν, τὴν εὐκόλως ἡμᾶς περιισταμένην, καὶ ἄγουσαν εἰς τὸ ἑαυτῆς θέλημα.
Άλλοσ δέ φησιν, οὕτω δεῖ ἀναγινώσκειν· “ τοιγαροῦν καὶ ἡμεῖς “ τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος, μαρτύρων ὄγκον,” τουτέστι τὸν τῶν τοσούτων μαρτυριῶν ὄγκον, ἀποθέμενοι πάντα καὶ τὴν “ εὐπερίστατον ἁμαρτίαν·” “ δι’ ὑπομονῆς, φησὶ, τρέχο- “ με,, τὸν προκείμενον ἡμῖν ἀγῶνα·” ὃ πάντων κουφότερον ἦν τὸ τοῦ δρόμου, τοῦτο εἰς μέσον τέθεικεν, καὶ οὐκ εἶπεν, προσθῶμεν τῷ δρόμῳ, ἀλλ’ ἐν αὐτῷ τούτῳ ὑπομείνωμεν, μὴ ἐκλυθῶμεν· εἶτα τὸ κεφάλαιον τῆς παρακλήσεως, ὃ καὶ πρῶτον καὶ ὕστερον τίθησι, τὸν Χριστὸν, “ ἀφορῶντες,” φησὶν, “ εἰς τὸν τῆς πίστεως ἀρχη- “ γὸν καὶ τελειωτὴν Ἰησοῦν·” ὅπερ οὖν καὶ αὐτὸς ὁ Χριστὸς τοῖς μαθηταῖς συνεχῶς ἔλεγεν, “ εἰ τὸν οἰκοδεσπότην, Βεελζεβοὺλ “ ἀπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ ” καὶ πάλιν· “ οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν “ κύριον αὐτοῦ·’ εἰ βουλόμεθα οὖν, φησὶν, μαθεῖν καλῶς τρέχειν, πρὸς τὸν Κύριον ὁρῶμεν, τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ιησοῦν· τι ἐστι τοῦτο ; τουτέστιν αὐτὸς ἡμῖν τὴν πίστιν ἐνέθηκεν· αὐτὸς καὶ τὸ τέλος ἐπιθήσει· καὶ γὰρ ὃ πρὸς τοὺς μαθητὰς ἔλεγεν, “ οὐχ ὑμεῖς ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς·” καὶ Παῦλος δέ φησι, “ τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην.”
Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν, αἰσχύνης καταφρονήσας.
Τουτέστιν, ἐξὸν παθεῖν αὐτῷ μηδὲν, εἴγε ἐβούλετο· “ οὐδὲ γὰρ “ ἁμαρτίαν ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ·” καὶ ὡς αὐτός πού φησιν, “ ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ “ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν·” εἰ τοίνυν ὁ μηδεμίαν ἔχων
Ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. καὶ ἀναλογίσασθε τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι.
Εἰ γὰρ τὰ τῶν πλησίον πάθη διανίστησιν ἡμᾶς, τὰ τοῦ δεσπό- του πόσην ἡμῖν οὐ παρέξει προθυμίαν ; καὶ παρεὶς πάντα εἰπεῖν, διὰ τῆς ἀντιλογίας τὸ πᾶν ἐδήλωσε, καὶ τῷ τοιαύτην προσθεῖναι.
Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρ- τίαν ἀνταγωνιζόμενοι, καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥ τις ὑμῖν ὡς υἱοῖς διαλέγετας.
Εἴδη παρακλήσεως δύο, ἐναντία ἀλλήλοις εἶναι δοκοῦντα, πολλὴν δὲ ἑαυτοῖς συνεισφέροντα τὴν ἰσχύν· ἅπερ ἀμφότερα ἐνταῦθα τέθεικεν· τὸ μὲν γάρ ἐστιν ὅταν πολλὰ λέγωμεν πεπονθέναι τινάς· ἡ γὰρ ψυχὴ διαναπαύεται, ὅταν ἔχῃ τῶν οἰκείων παθῶν μάρτυρας
Καὶ ἐκλέλησθε τῆς παρακλήσεως.
τουτέστι, καὶ παρήκατε τὰς χεῖρας καὶ ἐξελύθητε· ἐνταῦθα δείκνυσιν καὶ τὴν ἁμαρτίαν σφόδρα πνέουσαν, καὶ αὐτὴν ὁπλιζομένην. τὸ “ ἀντεκατέστητε” πρὸς τοὺς ἑστῶτας εἴρηται.
Ἥ τις ὑμῖν ὡς υἱοῖς διαλέγεται, υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος.
Ἐποιήσατο ἀπὸ τῶν πραγμάτων τὴν παράκλησιν ἐκ περιουσίας, καὶ τὴν ἀπὸ τῶν λόγων ἐπάγει· ὁ Θεὸς, φησὶν, ἐστὶν ὁ συγχωρῶν· τοῦτο δὲ οὐ μικρὸν εἰς παράκλησιν, ὅταν μάθωμεν ὅτι τοῦ Θεοῦ ἔργον ἐστὶ, τὰ τοιαῦτα δυνηθῆναι ἐκείνου συγχωροῦντος.
Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται.
Οὐκ ἔχεις εἰπεῖν ὅτι ἐστι τις δίκαιος θλίψεως χωρὶς, εἰς παιδείαν ὑπομένετε, φησιν, οὐκ εἰς κόλασιν, οὐδὲ εἰς τιμωρίαν· ἐπειδὴ τοσαῦτα ἐπάθετε κακὰ, νομίζετε ὅτι ἀφῆκεν ὑμᾶς ὁ Θεὸς, εἰ μὴ ἐπάθετε, τότε ἔδει τοῦτο ὑποπτεύειν· εἰ γὰρ πάντα υἱὸν μαστιγοῖ ὃν παραδέχεται, ὁ μὴ μαστιζόμενος ἴσως οὐχ υἱὸς, εἰσὶ μὲν γὰρ μαστιζόμενοι πολλοὶ καὶ πονηροὶ, ἀλλ᾿ ἐκεῖνοι τῆς οἰκείας πονηρίας διδόασι δίκην, καὶ οὐχ ὡς υἱοὶ μαστιγοῦνται, ἀλλ’ ὡς κακοὶ κολάζονται· ὑμεῖς δὲ ὡς υἱοί.
Εἰ δὲ χωρὶς ἐστὲ παιδείας.
Ὁρᾷς ὅτι ὅπερ ἔφην εἶπεν, ὅτι οὐκ ἔνι μὴ παιδευόμενον εἶναι υιον ; ὡσπερ γὰρ ἐν ταῖς οἰκίαις τῶν νόθων καταφρονοῦσιν οἱ πατερες, τῶν δὲ γνησίων δεδοίκασι μὴ ῥᾳθυμήσωσιν· εἰ τοίνυν τὸ μὴ παιδεύεσθαι τῶν νόθων ἐστὶ, δεῖ χαίρειν ἐπὶ τῇ παιδείᾳ· εἰ δὲ γνησιότητος τοῦτό ἐστιν, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεὸς διὰ τοῦτο αὐτὸ.
Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα.
Εἰ γὰρ τοὺς πατέρας αἰδοῦνται τοὺς σαρκικοὺς ἐκεῖνοι, πῶς τὸν πατέρα τὸν ἐπουράνιον οὐκ αἰδεσθήσεσθε ; καί τοι οὐκ ἀπὸ τούτου μόνου ἡ διαφορὰ, ἀλλὰ καὶ ἀπ’ αὐτῆς τῆς αἰτίας· ἐκεῖνοι μὲν γὰρ πρὸς τὸ αὐτοῖς δοκοῦν, τουτέστιν ἡδονὴν πληροῦντες πολλάκις· οὐ πανταχοῦ τὸ συμφέρον ὁρῶντες· ἐνταῦθα οὐ διά τι τῶν αὐτοῦ τοῦτο ποιεῖ, ἀλλὰ δι’ ὑμᾶς καὶ τὴν ὠφέλειαν μόνην τὴν ὑμετέραν· πάντα γὰρ ποιεῖ, ὥστε γενέσθαι ἡμᾶς δεκτικοὺς τῶν ἀγαθῶν τῶν αὐτοῦ.
Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν ἡμᾶς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ σύμφερον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.
Τουτέστιν τῆς καθαρότητος, ὥστε ἀξίους γενέσθαι κατὰ δύναμιν, ἐκεῖνος σπουδάζει, ἵνα λάβητε, καὶ πάντα ποιεῖ ἵνα δῷ ὑμῖν· ὑμεῖς οὐ σπουδάζετε, ἵνα λάβητε· “ εἶτα,” φησὶ, “ τοὺς μὲν τῆς “ σαρκὸς ἡμῶν πατέρας ἔχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα, οὐ “ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων καὶ “ ζήσομεν ” “ πνευμάτων,” ἤ τοι τῶν χαρισμάτων, δυνάμεων· ἐὰν οὕτως ἀποθνήσκωμεν, φησὶ, τότε ζησόμεθα.
Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης.
Καλῶς εἶπεν “ οὐ δοκεῖ·” οὐκ ἔστι, φησὶ, λύπη ἡ παιδεία, ἀλλὰ δοκεῖ· πᾶσα δὲ καὶ ἡ ἀνθρωπίνη καὶ ἡ πνευματικὴ, ποία γὰρ λύπη τίκτουσα χαράν· ὥσπερ οὖν οὐδὲ ἡδονὴ τίκτουσα ἀθυμίαν.
Ὕστερον δὲ καρποὺς εἰρηνικοὺς τοῖς δι’ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.
Οὐ καρπὸν, ἀλλὰ “ καρποὺς,” πλῆθος πολὺ “ τοῖς δι’ αὐτῆς,” φησὶ, “ γεγυμνασμένοις ” ἀντὶ τοῦ τοῖς ἀνασχομένοις ἐπὶ πολὺ καὶ καρτερήσασιν· ἄρα γυμνασία ἐστὶν ἡ παιδεία τὸν ἀθλητὴν ἰσχυρὸν ἐργαζομένη ἐν τοῖς ἀγῶσι καὶ ἀκαταγώνιστον· μὴ τοίνυν ἐκλειψῆτε περὶ τὴν ἀνταπόδοσιν· ὀρθὰ, φησὶ, βαδίζετε, ὥστε μὴ ἐπιταθῆναι τὴν χωλείαν, ἀλλὰ μεταβληθῆναι ἐπὶ τὰ πρότερα· ὁ γὰρ μετὰ χωλείας τρέχων ἐπιτρίβει τὸ κακὸν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
Περὶ σωφροσύνης ἕως καιρὸς κατορθώσεως, μὴ ἀποτύχωμεν αὐτῆς ὡς Ἡσαῦ. μὴ εὑρὼν τόπον μετανοίας.
Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε q.
Θεόδωροσ φησί· ποῦ εἰσιν οἱ λέγοντες, τὸν Ἀπόστολον ἐν ταύτῃ τῇ Ἐπιστολῇ ἀναιρεῖν τὴν μετάνοιαν διὰ τοῦ λέγειν, “ ἀδύνατον γὰρ τοὺς φωτισθέντας καὶ τὰ ἑξῆς, πάλιν ἀνακαινί- “ ζεῖν εἰς μετάνοιαν ” πῶς ἄρα ταῦτα νοοῦσιν ; πῶς “ τὰς παρει- “ μένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα” ἀνωρθωθῆναι κελεύει; χωλοῦ δὲ ἴασιν ποίαν βούλεται γενέσθαι, ὁ μετάνοιαν τῶν ἡμαρτηκότων οὐ προσιέμενος ; ὅτι γὰρ ταῦτα πιστοῖς γράφει, δῆλον, ἐξ ὧν, φησὶ, πρὸς αὐτοὺς, “ ἀναμιμνήσκεσθε δὲ τὰς πρό- “ τερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε “ παθημάτων.”
Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.
Ὅπερ καὶ ἀνωτέρω ἔλεγεν, “ μὴ ἐγκαταλείποντες τὴν “ γωγὴν ἑαυτῶν·” τοῦτο καὶ ἐνταῦθα αἰνίττεται, οὐδὲν γὰρ οὕτως [*](q Sacræ τὸ κείμενον supplevi, quod deerat aliis ut opinor.)
Ἐπισκοποῦντες, μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ δι’ αὑτῆς μιανθῶσιν πολλοί· μή τις πόρνος ἢ βέβηλος.
Ὅρα πῶς πανταχοῦ ἑκάστῳ τὴν κοινὴν ἐγχειρίζει σωτηρίαν· “ παρακαλοῦντες,” φησὶν, “ ἀλλήλους, καθ’ ἑκάστην ἡμέραν, “ ἄχρις οὗ τὸ σήμερον καλεῖται·” μὴ τοίνυν πάντας ἐπὶ τοὺς διδασκάλους ἐπιρρίπτετε, μὴ πάντας ἐπὶ τοὺς ἡγουμένους· δύνασθε καὶ ὑμεῖς, φησὶ, ἀλλήλους οἰκοδομεῖν· “ ἐπισκοποῦντες” οὖν φησὶ, τουτέστιν ἀκριβῶς ἐρευνῶντες, καὶ καταμανθάνοντες ὅπερ ἐστὶν ἐπὶ τῶν ἀσθενῶν, “ μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, τοῦτο ἐν τῷ Δευτερονομίῳ κεῖται· ἔλαβε δὲ αὐτὸ ἀπὸ μεταφορᾶς τῶν φυτῶν, ὃ καὶ ἀλλαχοῦ γράφων λέγει, “ μικρὰ ζύμη ὅλον τὸ φύ- “ ραμα ζυμοῖ·” οὐκ ἐκείνου μόνον ἕνεκεν τοῦτο βούλομαι, ἀλλὰ καὶ διὰ τὴν ἐξ αὐτοῦ γινομένην βλάβην· καὶ εἰκότως πικρὰν τὴν ἁμαρτίαν ἐκάλεσεν· οὐδὲν γὰρ ὄντως ἁμαρτίας πικρότερον, καὶ
Μῆ τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ.
Καὶ ποῦ πόρνος ἦν ὁ Ἠσαῦ ; οὐ τοῦτό φησιν ὅτι πόρνος ἦν, ἀλλὰ μή τις ὡς Ἠσαῦ βέβηλος, τουτέστιν γαστρίμαργος, ἀκρατὴς, κοσμικὸς, τὰ πνευματικὰ ἀπεμπολῶν, ὃς τὴν παρὰ τοῦ Θεοῦ τιμὴν ταύτην διὰ τῆς οἰκείας ῥᾳθυμίας ἀπέδοτο, ὥστε οὐχ ὁ πόρνος ἀκάθαρτος μόνον, ἀλλὰ καὶ ὁ γα·στρίμαργος· καὶ γὰρ καὶ οὗτος ἑτέρας ἐστὶν ἡδονῆς δοῦλος.
Ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.
Οὐ τὴν μετάνοιαν ἐκβάλλει· οὐ γὰρ ἦν μετανοίας τὰ ῥήματα· καὶ μετὰ ταῦτα ὁ φόνος ἔδειξεν· καὶ γὰρ αὐτὸς τῇ προαιρέσει ἀνεῖλεν τὸν Ἰακώβ· “ ἐγγυσάτωσαν γὰρ,” φησὶν, “ αἱ ἡμέραι “ τοῦ πάθους τοῦ πατρὸς, καὶ ἀποκτενῶ Ἰακὼβ τὸν ἀδελφόν μου·” οὐκ ἴσχυσαν τὰ δάκρυα μετάνοιαν αὐτῷ δοῦναι, ὅτι οὐ μετενόησεν ὃν ἔδει τρόπον. ἐμοὶ δοκεῖ αἰνίττεσθαί τινας ἐν αὐτοῖς πόρνους, καὶ ἄγνοιαν ὑποκρίνεσθαι, ἱν ὅταν ἐπιμένωσι, τότε καὶ τὸν ἔλεγχον ἐπαγάγῃ, ὥστε μὴ ἀπαναισχυντῆσαι· ἣ οὖν οὐχ εὗρεν μετάνοιαν, ἣ μετανοίας μείζονα ἥμαρτεν· ἔστι γὰρ ἁμαρτήματα μετανοίας μείζονα, τουτέστιν, μὴ πέσωμεν πτῶμα ἀνίατον· τοῖς μὲν γὰρ μηδέπω πεσοῦσιν οὕτω διαλέγεται, τῷ φόβῳ συγκροτῶν αὐτοὺς, φησὶν, ὅτι οὐκ ἔστι πεσόντα παραμυθίας τυχεῖν, τοῖς δὲ πεσοῦσιν, ὥστε μὴ εἰς ἀπόγνωσιν ἐμπεσεῖν, τὰ ἐναντία φησὶν, οὕτω λέγων, “ τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς “ ἐν ὑμῖν,” καὶ πάλιν, “ ὅτι τινὲ, ἐν νόμῳ δικαιοῦσθε, τῆς χάρι- “ τος ἐξεπέσατε·” δοῦ μαρτυρεῖ ὅτι ἐξέπεσαν· ὁ μὲν γὰρ ἑστὼς ἀκούων ὅτι πεσόντα οὐκ ἐστι συγγνώμης τυχεῖν, ἀσφαλέστερος ἔσται περὶ τὴν στάσιν· ἃν μέντοι καὶ περὶ τὸν πεπτωκότα τῆ
Θεόδωροσ δέ φησιν, οὐ τὴν μετάνοιαν ἀνελεῖν διὰ τούτων βούλεται, ἀλλὰ διδάξαι ὡς οὐκ ἔνεστιν ἐν καιρῷ τὴν προσήκουσαν διόρθωσιν ἐπιδεξαμένους, ὕστερον αὐτὴν ἀνακτᾶσθαι, ὅταν ὁ τῆς ἀνταποδόσεως καιρὸς καταλλήλως ἐπάγεσθαι τῷ ἑκάστου τρόπῳ μέλλῃ. οὐ γὰρ ἐναντία λέγειν ἐσπούδακεν ἑαυτῷ, καὶ ταῦτα οὕτως ἐκ τοῦ σύνεγγυς· γνοίη δ’ ἄν τις ἐκ τοῦ παραδείγματος, ὁ φησι· πρῶτον μὲν γὰρ ἐμνημόνευσε τοῦ Ἠσαῦ, τότε μὲν ἀθυμήσαντος, ὅτε τῆς εὐλογίας οὐκ ἔτυχεν, μείναντος δὲ ἐπὶ τῆς τοῦ τρόπου κακίας ὁμοίως καὶ μέτα τοῦτο ἔπειτα οὔχι συγχωρήσεως αμαρτημάτων μετανοήσας οὐκ ἔτυχεν ἐκεῖνος· οὐ γὰρ τοῦτο ᾔτει τότε· ἀλλ’ εὐλογίας, ἣ κατὰ τὴν ἀξίαν τοῦ τρόπου τῷ ἀδελφῷ δοθεῖσαν, ἀφαιρεθῆναι αὖθις οὐδαμῶς οἷόντε ἦν καὶ δοθῆναι τούτῳ πάλιν. ἔστι μέντοι καὶ τοῦτο εὑρεῖν, ὡς οὐκ ἀνόνητα αὐτῷ πάντη τὰ δάκρυα ἐγένετο, ἀμέλει φαίνεται ὁ πατὴρ μετὰ τοῦτο παθὼν ἐπ’ αὐτῷ, καὶ τινὰς εὐλογίας αὐτῷ δεδωκώς· οὕτως οὐ τὴν μετάνοιαν ἀνελεῖν διὰ τούτων βούλεται.