Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Χρτσοστόμου. ταῦτα πρὸς τοὺς λέγοντας ὅτι οὐδὲν ἡ πίστις ὠφελεῖ, καὶ ἀπιστοῦντας τῇ ἀθρόᾳ μεταβολῇ. καὶ ὅρα πῶς τά-
Φωτίου. Ἐν τοῖς ἔμπροσθεν δὲ εἰπὼν τοὺς πειρασμοὺς τοὺς διὰ θλίψεων καὶ βασάνων, ἐν τῷ εἰπεῖν “ τις καθ᾿ ἡμῶν;” νῦν ἕτερον εἶδος πειρασμῶν λέγει· τοὺς ὀνειδισμοὺς, τὰς μέμψεις, τὰς λοιδορίας, ἃς κατέχεον οἱ ἄπιστοι τῶν πιστῶν. καὶ τοῦτο δηλοῖ διὰ τοῦ λέγειν, “ τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ;” καὶ ἀποδεί- κἀνταῦθα, ὥσπερ καὶ ἐπὶ τῶν εἰρημένων, ὅτι Θεοῦ δικαισῦντος, εἰς μάτην γλωσσαλγοῦσιν οἱ αἰτιώμενοι καὶ κατακρίνοντες.
Κυρίλλου. Τάχα δὲ καὶ οἰκονομικῶς ὁ Παῦλος οὐκ ἐᾷ τὸν νοῦν τῶν κεκλημένων εἰς ἀμηχανίαν ἐμπεσεῖν, ἀλλὰ διδάσκει, ὅτι τῶν μὲν ἀρχαίων ἁμαρτιῶν ἐλευθερωθήσονται, δικαιωθήσονται δὲ, Θεοῦ κατανεύοντος. εἰ γὰρ καὶ πᾶσα ἁμαρτία, τοῦ θείου νόμου παράβασιν ἔχει, καὶ κατακρίνει τὸν ῥαθυμοῦντα· ἀλλ’ εἰ αὐτὸς ὁ τοῦ νόμου κύριος συγχωρεῖ, τίς ὁ κατακρίνων τὸν ἡμαρτηκοτα;
Ωριγένουσ. Δόξειε δ’ ἃν τοῦτο καὶ ἐπὶ τὸν διάβολον ἀναφέρεσθαι, ὄντα κατήγορον καὶ τῶν ἐκλεκτῶν. οὐδεὶς γάρ ἐστιν, οὗ ἐκεῖνος μὴ κατηγορήσει, καὶ ᾧ οὐκ ἐγκαλέσει, εἰ μὴ μόνος ὁ Ιῃσοῦς, “ ὃς ἁμαρτίαν οὐκ ἐποίησε.” καὶ διὰ τοῦτο ἔλεγεν, “ ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχε οὐδέν.”
Τίς ἐγκαλέσειε κατὰ ἐκλεκτῶν Θεοῦ ; Θεὸς ὁ δικαίων. τίς ὁ κατακρίνων ;