Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;

Χρυσοστόμου. Οὐκ ἀρκεσθεὶς τοῖς εἰρημένοις, τὸ μέγιστον σημεῖον τῆς περὶ ἡμᾶς ἀγάπης, καὶ ὃ συνεχῶς ἀεὶ περιστρέφει, τοῦτο καὶ ἐνταῦθα τίθησι, τὴν σφαγὴν τοῦ παιδός. οὐ γὰρ ἐδικαίωσε μόνον φησὶν, καὶ ἐδόξασε, καὶ συμμόρφους ἐποίησε τῆς εἰκόνος ἐκείνης, ἀλλ’ οὐδὲ τοῦ παιδὸς ἐφείσατο διὰ σέ. καὶ μεθ’ ὑπερβολῆς καὶ πολλῆς τῆς θερμότητος ταῖς λέξεσι κέχρηται. ἵνα ἐνδείξηται αὐτοῦ τὴν ἀγάπην. πῶς οὖν ἡμᾶς προήσεται, ὑπὲρ ὧν τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν; ἐννόησον γὰρ ὅσης ἀγαθότητος, τὸ καὶ τοῦ ἰδίου Υἱοῦ μὴ φείσασθαι· σθαι· ἀλλὰ καὶ δοῦναι, καὶ ὑπὲρ πάντων ἐκδοῦναι, καὶ εὐτελῶν, καὶ ἀγνωμόνων, καὶ ἐχθρῶν, κα βλασφήμων. “ πῶς οὑν οὐχὶ καὶ “ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται ; ” ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. εἰ τὸν Υἱὸν αὐτοῦ ἐχαρίσατο, καὶ οὐχ ἁπλῶς ἐχαρίσατο, ἀλλὰ καὶ σφαγῇ παρέδωκε, τι λοιπὸν ὑπὲρ τῶν ἄλλων ἀμφιβάλλεις, τὸν δεσπότην λαβών; τί διστάζεις ὑπὲρ τῶν κτημάτων,

280
τὸν Κύριον ἔχων; ὁ γὰρ τὸ μεῖζον τοῖς ἐχθροῖς δεδωκὼς, πῶς τὰ ἐλάττονα οὐ δώσει τοῖς φίλοις;

Φωτίου. Τέθεικε τοίνυν τὸ, “ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, τὴν κηδεμονίαν ὡς ἔφαμεν τὴν ἄφατον τοῦ Θεοῦ τὴν περὶ ἡμᾶς ἐνδεικνύμενος. καὶ ἅμα εἴ τι δυσχερὲς ὑπό τινος πάσχομεν, καρτερεῖν διὰ τοῦ παραδείγματος παραινῶν. οὐ μόνον δὲ, ἀλλὰ κα ἀνακτώμενος καὶ παρηγορῶν· εἰ γὰρ ὁ Υἱὸς τοσαῦτα ὑπὲρ σοῦ ἔπαθε, τί σε χρῆ παθεῖν ὑπὲρ αὐτοῦ; καὶ εἰ ἐκεῖνος τοιαῦτα παθὼν, τῆς πατρικῆς δόξης τε καὶ θεότητος οὐδέν τι καθυφειμένον ἐδέξατο· μὴ δὲ σὺ ὀλιγωρήσῃς πάσχων ταῦτα. πάντως γὰρ τῶν ἐπηγγελμένων, καὶ μετὰ τὰ παθήματα, καὶ μετὰ τῶν θάνατον, ἀξιωθήσῃ.

Γενναδίου. Εὔκαιρον δὲ τοῦτο ἐπισχεῖν νῦν, ὅτι ἐνταῦθα τὸν Υἱὸν παρὰ τοῦ Πατρὸς ὑπὲρ ἡμῶν παραδεδόσθαι λέγων ὁ Παῦλος, ἐν τῇ πρὸς Ἐφεσίους αὐτὸν παρ’ ἑαυτοῦ λέγει τὸν Υἱὸν τοῦτο πεποιηκέναι. “ ὁ Χριστὸς γάρ,” φησι, “ ἠγάπησεν ἡμᾶς, “ ἑαυτὸν παρέδωκεν ὑπὲρ ἡμῶν.” τί διδάσκων ἡμᾶς ἕτερον, ἣ ἓν εἶναι Πατρὶ καὶ Υἱῷ τῆς ἀνθρώπων σωτηρίας τὸ βούλημα; Γρηγορίου Νύσσησ. Εἰπών γε μὴν ὁ Παῦλος τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀντιδιαστέλλει τὸν ἀληθινὸν Υἱὸν τοῖς γεννηθεῖσι καὶ ὑψωθεῖσι καὶ ἀθετήσασι. τούτοις λέγω τοῖς διὰ προστάγματος παραχθεῖσιν εἰς γένεσιν. τῇ τοῦ ἰδίου προσθήκῃ, τὸ κατὰ τὴν φύσιν οἰκεῖον ἐπισημαίνων. καὶ ὡς ἃν μή τις τῇ ἀκηράτῳ φύσει τὸ κατὰ τὸν σταυρὸν πάθος προστρίβοιτο, δι’ ἑτέρων τρανοτέρων τὴν τοιαύτην ἐπανορθοῦται πλάνην. μεσίτην αὐτὸν Θεοῦ καὶ ἀνθρώπων, καὶ ἄνθρωπον καὶ Θεὸν ὀνομάζων. ἵν ἐκ τοῦ, τὰ δύο περὶ τὸ ἓν λέγεσθαι, τὸ πρόσφορον νοοῖτο περὶ ἑκάτερον. περὶ μὲν τὸ θεῖον, ἡ ἀπάθεια· περὶ δὲ τὸ ἀνθρώπινον, ἡ κατὰ τὸ πάθος οἰκονομία. τῆς ἐπινοίας διαιρούσης τὸ κατὰ φιλανθρωπίαν μὲν ἡνωμένον· τῷ λόγῳ δὲ διακρινόμενον· ὥστε περὶ ἑκάτερον τὸ εὐσεβὲς φυλαχθῆναι. τοῦτε ἀνθρωπίνου, διὰ τῆς ἀναλήψεως δοξαζομένου· καὶ τοῦ θείου διὰ τῆς συγκαταβάσεως μὴ μολυνομένου. ἀλλὰ διδόντος μὲν τοῖς πάθεσι τὸ ἀνθρώπινον μέρος, ἐνεργοῦντος δὲ τὴν τοῦ πεπονθότος ἀνάστασιν διὰ τῆς θείας δυνάμενως· καὶ οὕτως οὔτε

281
τοῦ θανάτου πεῖρα ἐπὶ τὸν κεκοινωνηκότα τῆς ἐμπαθοῦς φύσεως ἀναφέρεται, διὰ τὴν τοῦ ἀνθρώπου πρὸς αὐτὸν ἕνωσιν· καὶ τὰ ὑψηλὰ τὲ καὶ θεοπρεπῆ τῶν ὀνομάτων ἐπὶ τὸν ἄνθρωπον καταβαίνει. ὡς καὶ Κύριον τῆς δόξης τὸν ἐπὶ σταυροῦ φανέντα, κατονομάζεσθαι τῇ τῆς φύσεως αὐτοῦ πρὸς τὸ ταπεινὸν ἀνακράσει· καὶ τῆς τῶν ὀνομάτων χάριτος, ἐκ τοῦ θείου πρὸς τὸ ἀνθρώπινον συμμετελθούσης.

Διὰ τοῦτο ποικίλως καὶ διαφόρως αὐτὸν παραδίδωσι νῦν μὲν, τὸν ἐξ οὐρανῶν κατελθόντα· νῦν δὲ, τὸν ἐκ γυναικὸς γεννηθέντα. καὶ Θεὸν προαιώνιον· καὶ ἐπ’ ἐσχάτων ἡμερῶν, ἄνθρωπον. οὕτως καὶ ἀπαθὴς ὁμογενὴς Θεὸς, καὶ παθητὸς ὁ Χριστὸς εἶναι πιστεύεται. καὶ ὁ λόγος διὰ τῶν ἐναντίων οὐ ψεύδεται· τὸ πρόσφορον ἑκατέρῳ τῶν ὀνομάτων ἐν τοῖς νοήμασιν ἐφαρμόζων. τὰ μὲν οὖν ἀνθρώπινα, τῷ ἀνθρωπίνῳ· τὰ δὲ ὑψηλὰ, τῇ θεότητι καταλλήλως ἁρμόζομεν. καὶ φαμὲν ὅτι καθὸ Θεὸς ὁ Υἱὸς, ἀπαθὴς πάντως ἐστι καὶ ἀκήρατος. εἰ δέ τι πάθος περὶ αὐτοῦ λέγοιτο, διὰ τοῦ ἀνθρωπίνου πάντως τοῦ δεχομένου τὸ πάθος, τὸ τοιοῦτον ἐνήργησεν. ἐνεργεῖ γὰρ ὡς ἀληθῶς ἡ θεότης διὰ τοῦ περὶ αὐτὴν σώματος σωτηρίαν· ὡς εἶναι τῆς μὲν σαρκὸς, τὸ πάθος, τοῦ δὲ Θεοῦ, τὴν ἐνέργειαν. κἂν τὸν Ἀπόστολον εἰς συνηγορίαν τινὲς, τοῦ ἐναντίου καθέλκωσι δόγματος, λέγοντα, ὅτι τοῦ ἰδίου οὐκ ἐφείσατο· καὶ ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν ἔπεμψε, καὶ ὅσα τοιαῦτα. πρὸς τὴν θείαν φύσιν ἐν τῇ τοῦ πάθους οἰκονομίᾳ, καὶ οὐχὶ πρὸς τὸ ἀνθρώπινον βλέπειν δοκεῖ. οὐδὲν ἧττον τῶν ὑγιῶν δογμάτων οὐκ ἀφεξόμεθα· αὐτοῦ τοῦ Παύλου γυμνότερον τὸ περὶ τούτου σαφηνίσαντος ἡμῖν μυστήριον. πανταχοῦ γὰρ τῷ ἀνθρωπίνῳ μέρει τοῦ Χριστοῦ, τὴν τοῦ πάθους οἰκονομίαν προσμαρτυρεῖ, λέγων, “ ἐπειδὴ γὰρ “ δι’ ἀνθρώπου ὁ θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν.” καὶ, “ ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας, ἐν ὁμοιώματι σαρκὸς “ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.” ἐν τῇ σαρκὶ γὰρ, οὐκ ἐν τῇ θεότητι φησίν. καὶ μηδεὶς οἰέσθω τὸν θεῖον Ἀπόστολον καθ’ ἑαυτοῦ πρὸς τὰ ἐναντία μερίζεσθαι. καὶ τοῖς μαχομένοις κατὰ τὰ δόγματα, πρὸς τὴν εἰς ἑκάτερον ἐπιχείρησιν ἐκ τοῦ ἴσου παρέχειν διὰ τῶν ἰδίων λόγων τὰς ὕλας. εὕροι γὰρ ἄν

282
τις ἀκριβῶς ἐξετάζων, ὅτι πρὸν ἓν αὐτῷ βλέπει δι’ ἀκριβείας ὁ λόγος, καὶ οὐκ ἐπιδιστάζει ταῖς ἐπινοίαις. πανταχοῦ γὰρ τὴν τοῦ ἀνθρωπίνου πρὸς τὸ θεῖον ἀνάκρασιν κηρύσσων, οὐδὲν ἧττον ἐν ἑκα- τέρῳ τὸ ἴδιον καθορᾷ. ὡς καὶ τῆς ἀνθρωπίνης ἀσθενείας διὰ τῆς πρὸς τὸ ἀκήρατον κοινωνίας πρὸς τὸ κρεῖττον ἀλλοιωθείσης· καὶ τῆς θείας δυνάμεως οὐ συγκαταπιπτούσης τῇ πρὸς τὸ ταπεινὸν συναφείᾳ τῆς φύσεως.

ΚΥΡÍΛΛΩΥ. Σὺ δὲ ἀκούων ὅτι τὸν Υἱὸν αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν, σύνες, ὡς οἱ τὸν τῆς οὐσίας αὐτοῦ καρπὸν εἰς ποίημα καται σύροντες, καὶ αὐτὸ τὸ μέγα καὶ ἐξαίσιον τὸ ἐπὶ τῇ τοῦ Θεοῦ καὶ Πατρὸς ἀγάπῃ καταστρέφουσι θαῦμα. β. φράσειας ἃν, ὅπως. . καὶ μάλα προθύμως. δέδωκεν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας τὸν υἱόν ; β. καὶ πάνυ. . ἄμεινον δὲ δήπουθεν τὸ γεννηθὲν, οὗ- περ ἃν φιλοτεχνήσαιτό τις· εἶπέρ ἐστι τὸ μὲν, ἐξ ἡμῶν, καὶ τῆς τοῦ τεκόντος ὑποστάσεως καρπός· τὸ δὲ, τῆς ἀρίστης εὕρεμα βουλῆς, καὶ σοφίας ἔργον· οὐ βλαστὸς οὐσίας. β. τι οὖν τοῦτό γε; . ἣ οὐκ ἐννοεῖς, ὡς μεῖον μὲν ἄντις ἀγάσαιτο τυχὸν τὴν ἀγάπησιν τοῦ Θεοῦ καὶ Πατρὸς, προεμένου πρὸς λύτρωσιν τῆς ὅλης κτίσεως, μέρος ὄντα κτίσεως τὸν Υἱόν· εἶπέρ ἐστι γενη- τός. πλουσιώτερον δὲ κατατεθήποι ἂν, καὶ μάλα εἰκότως τῆς τοῦ κόσμου ζωῆς ἀντάλλαγμα, καὶ αὐτὸν εἰ μάθοι δεδωκότα τὸν Υἱόν· καὶ ἀφειδήσαντα μὲν ἰδίου καρποῦ, κατά γε τὸ, ἐν σαρκὶ γεγονότα· καὶ ἐντεθνάναι δοκεῖν, δεδιψηκότα δὲ μᾶλλον τοῦ κόσμου τὴν εἰς τὸ εὖ εἶναι διαμονήν. β. συνίημι. . ογͅαι δὲ ἔγωγε. καὶ νεμε- σάτω μηδεὶς ἀνακαιομένῳ πρὸς θράσος ἐκ φιλοθείας τῷ λόγῳ· ὡς οὐδ’ ἃν ἀντάξιος εἴη τῆς ὅλης κτίσεως ὁ Χριστός οὐδ’ ἃν ἔχῃ διαρκῶς εἰς τὸ ἐκπρίασθαι καλῶς τὴν τοῦ κόσμου ζωὴν, εἰ καὶ αὐτὴν κατάθοιτο, καθάπερ ἐν τάξει τιμῆς, τὴν ἰδίαν ψυχὴν, πρό- οιτό τε ὑπὲρ ἡμῶν τὸ τίμιον αἷμα· εἰ μὴ ἀληθῶς Υἱός ἐστι, καὶ ὡς ἐκ Θεοῦ Θεὸς, κτίσμα δὲ καὶ κτίσεως μέρος.