Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἐρεῖς οὖν μοι, ἐξεκλάσθησαν κλάδοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ. καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῆ πίστει ἕστηκας. μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ· εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μήπως οὐδὲ σοῦ φείσεται.

Χρυσοστόμου. Πάλιν ἐν τάξει ἀντιθέσεως, τὸ ἐναντίον τῶ προτέρῳ κατασκευάζει. δεικνὺς ὅτι καὶ τὰ μικρῷ πρόσθεν εἰρημένα, οὐχὶ προηγουμένως ἔλεγεν, ἀλλ’ ἐφελκόμενος αὐτούς. καὶ

412
δείκνυσι προηγουμένην καὶ τὴν εἰς τὰ ἔθνη πρόνοιαν. εἰ καὶ δοκεῖ ἑτέρως σχηματίζειν τὰ εἰρημένα. καὶ ὅλον τὸ χωρίον δι’ ἀντιθέσεως ὑφαίνει, ἑαυτὸν ἀπαλλάττων τῆς κατὰ τὴν ἀπέχθειαν, ὑπονοίας, καὶ εὐπαράδεκτον ποιῶν τὸν λόγον, “ καλῶς” φησὶ, ἐπῄνεσε τὸ εἰρημένον. εἶτα καὶ φοβεῖ πάλιν, “ τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν. “ σὺ δὲ τῇ πίστει ἕστηκας.” ἰδοὺ πάλιν ἕτερον ἐγκώμιον, καὶ ἐκείνων κατηγορία· ἀλλὰ πάλιν αὐτῶν καταστέλλει τὸ φρόνημα, ἐπάγων καὶ λέγων, “ μὴ ὑψηλοφρόνει· ἀλλὰ φόβου· οὐ γὰρ φύσεως τὸ πρᾶγμα ἐστὶν, ἀλλὰ πίστεως καὶ ἀπιστίας. καὶ δοκεῖ μὲν πάλιν ἐπιστομίζειν τὸν ἐξ ἐθνῶν. διδάσκει δὲ τὸν Ἰουδαῖον ὅτι οὐ δεῖ τῇ τῆς φύσεως συγγενείᾳ προσέχειν. διὸ καὶ ἐπάγει, “ μὴ ὑψηλο- “ φρόνει, ἀλλὰ φοβοῦ.” καὶ οὐκ εἶπε ταπεινοῦ. ἡ γὰρ ἀπόνοια, καταφρόνησιν ἐμποιεῖ καὶ ῥαθυμίαν. εἶτα ἐκτραγῳδεῖν μέλλων αὐτῶν τὴν συμφορὰν, ὥστε ἀνεπαχθέστερον ποιῆσαι τὸν λόγον, ἐν τάξει τῆς πρὸς ἐκεῖνον ἐπιτιμήσεως αὐτὸ τίθησιν, οὕτω λέγων, “ εἰ “ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο,” καὶ οὐκ εἶπεν, οὐδὲ σοῦ φείσεται. ἀλλὰ “ μήπως οὐδὲ σοῦ φείσηται.” ὑποτεμνόμενος τοῦ λόγου τὸ φορτικὸν τῇ ἀμφιβολίᾳ, καὶ ποιῶν ἐναγώνιον εἶναι τὸν πιστόν. κἀκείνους ἐφελκόμενος, καὶ τοῦτον καταστέλλων.

Ἐσχημάτισται οὖν ὁ λόγος, ὡς τῶν ἐθνῶν λεγόντων, καὶ διὰ τι μὴ καυχήσομαι, τοιούτων μοι ὑπαρξάντων χρηστῶν; οὗτοι ἐξεκλάσθησαν, καὶ ἐγὼ ἐνεκεντρίσθην, καὶ κληρονόμος γέγονα τῆς τῶν πατέρων αὐτῶν δόξης, καὶ τῶν ἐκείνοις δοθεισῶν ἐπαγγελιῶν. ὁ ξένος ἐγὼ καὶ κατ’ οὐδὲν προσήκων, ἀπολαύω. ἐκ δὲ τοῦ εἰπεῖν καλῶς, συναινεῖ τοῖς ἔθνεσιν ὡς ἀληθῆ εἰρηκόσιν.

Κυρίλλου. Εὐτέχνως ἄρα ὁ λόγος κατεσκευάσθη τῷ Ἀποστόλῳ. ἐπανορθοῖ μὲν γὰρ τοῦ πρέποντος ἡμαρτηκότα τὸν Ἰσραήλ. καὶ ἐπὶ τὰ λυσιτελῆ προτρέπεται, καὶ τῆς ἰδίας ἀντιποιεῖσθαι ῥίζης διὰ πίστεως τῆς ἐν Χριστῷ. λέγει δὲ τοὺς ἐξ ἐθνῶν τετιμῆσθαι παρὰ Θεοῦ. καὶ προτρέπεται εἰς τὸ ἑδραῖον ἐν πίστει καὶ εὐσεβείᾳ. ἐὰν γὰρ οὕτω μείνῃς, κλάδος εὐγενὴς τῆς ἁγίας ἀπομένεις ῥίζης. εἰ δὲ ἀπειθήσεις, ἔξω καὶ αὐτὸς γενήσῃ τῆς ῥίζης.

413

Θεοδωρήτου. Κἀκείνους γὰρ ἡ ἀπιστία τῆς ῥίζης ἀλλοτρίους ἀπέφηνε. καὶ σὲ ἡ πίστις συνῆψε τῇ ῥίζῃ, καὶ τῆς ταύτης πιότητος μεταλαχεῖν παρεσκεύασε· προσήκει σε τοίνυν μὴ μέγαφρονεῖν, ἀλλὰ δεδιέναι καὶ τρέμειν. διατὶ; εἰ γὰρ ἐκείνους οὐδὲν ὤνησεν ἡ τῆς φύσεως οἰκειότης, ἐπειδὴ τοιαύτην ἔσχον προαίρεσιν, πολλῷ μᾶλλον σὺ μὴ φυλάξας τὴν χάριν, γενήσῃ τῆς ῥίζης ἀλλότριος.

Γενναδίου. Κἀνταῦθα δὲ τὸ “ ἵνα” συνήθως σημαίνει τὸ ἀποβάν. ἐρεῖς γὰρ μεγαλαυχούμενος, ὅτι ἐκκοπέντων ἐκείνων ἐνεκεντρίσθην ἐγώ. οὐκοῦν προσκατανοῶν καὶ τὸ αἴτιον τῆστε ἐκείνων ἐκτρίψεως, καὶ τῆς σῆς ἀναστάσεως, σωφρονίζων δέδιθι.