Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Γενναδίου. Σὺ δέ μοι καὶ ἀπαρχὴν μὲν νοήσεις, τὸν δεσπότην Χριστὸν, ὡς ἐξ αὐτῶν τὸ κατὰ σάρκα γενόμενον, καὶ διὰ τῆς ἀναστάσεως, τῆς υἱοθεσίας κατάρξαντα· ῥίζαν δὲ, τὸν Ἀβραὰμ, ὡς πρῶτον τοῦ γένους παντός· φύραμα δὲ καὶ κλάδους, σύμπαντα τὸν λαόν.

Θεοδωρήτου. Κλάδοι δέ εἰσιν ὁ τῶν Ἰουδαίων λαὸς, ὡς ἐκ τῆς ῥίζης τοῦ Ἁβραὰμ βλαστήσας· πιότης δὲ ἐλαίας, ἡ εὐσεβείας διδασκαλία. παρακελεύεται τοίνυν τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι, τῶν ἀπιστησάντων Ἰουδαίων μὴ κατεπαίρεσθαι. τούτους γὰρ ὀνομάζει κλάδους ἀποκλασθέντας. σκοπήσατε δέ, φησιν, ὅτι ὑμεῖς ἐξ ἑτέρας συγγενείας ὁρμώμενοι, εἰς ταύτην ἐνεκεντρίσθητε, καὶ τῆς εὐσεβοῦς ῥίζης ἐδέξασθε τὴν πιότητα. λογίζου δὲ ὁ ἐξ ἐθνῶν καὶ τοῦτο, ὅτι σὲ ἡ ῥίζα φέρει, οὐ σὺ τὴν ῥίζαν. καὶ σὺ ἐκείνης δέη.

Κυρίλλου. Σὺ μὲν γὰρ ἀγριέλαιος ἦς, τεθραμμένος ἐν

411
ἀκαρπίᾳ, ἐνεκεντρίσθης δὲ εἰς καλλιέλαιον, εἰς τὸν τῶν κατὰ φύσιν κλάδων ἐμβιβασθεὶς τόπον. διὸ μὴ ὑψηλὰ φρόνει κατὰ τῶν ὠλισθηκότων· μὴ δὲ κατακαυχῶ ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς. οὐ γὰρ δύνασαι καυχᾶσθαι ἔπι σοῖς πατράσιν οὐ γὰρ σὸς προπάτωρ ὁ Ἀβραὰμ, ᾧ γέγονας υἱὸς διὰ πίστεως. Οἰκουμενίου. Ἁγίους γε μὴν αὐτοὺς καλεῖ ὁ Ἀπόστολος, εἰς τὴν πίστιν προτρέπων. ὡς εἰ εἶπεν, ἐπιτήδειοι ἐστὲ καὶ πρέποντες. τὸ θέλειν ὑμῖν λείπει μόνον.

Σευηριανοῦ. Ἀλλὰ καὶ καλλιελαίου καὶ ἀγριελαίου μνησθεὶς, παρέστησεν ὅτι μία μὲν φύσις ἁπάντων, ὥσπερ καὶ τῆς ἐλαίας. οὐ μία ’δε προαίρεσις, ὡσπερ επι του αγριου καὶ ἡμέρου. αγριον καλῶν, τὸ ἀπηλλοτριωμένον καὶ ἄχρηστον τῷ δεσπότῃ· ἥμερόν δὲ, τὸ καρποφόρον. ἐγκεντρισμὸν δὲ, τὸ ἐγκεντρισθῆναι ἐν τῇ πίστει τοῦ Ἀβραὰμ, ὃν ῥίζαν ὀνομάζει. τὸν δὲ ἐγκεντρισμὸν φησὶ παρέχειν ζωήν.

Θεοδώρου Μονάχου. Πλὴν ἰστέον ὡς ἔστι διαφορὰ ῥίζης καὶ ἀπαρχῆς. ἡ μὲν γὰρ ἀπαρχὴ, μετὰ τὴν τοῦ παντὸς έκλέγεται συλλογήν. ἡ δὲ ῥίζα, ἀρχή τις νενόμισται πράγματος. ὅθεν κἀνταῦθα ἀκολούθως, ἀπαρχὴν μὲν ἐκάλεσε τὸν Χριστόν· ὡς ἐκ παντὸς εἰλημμένον τοῦ τῶν Ἰουδαίων συλλόγου. ῥίζαν δὲ, τὸν Ἁβραάμ· ἐξ οὗπερ ὅλον ἔφυ τὸ γένος. καλῶς ἐξ ἑκατέρου τὸ πρὸς τὴν εὐσέβειαν αὐτῶν ἐπιτήδειον εἰπεῖν προθέμενος. γελοῖον γὰρ, τὴν μὲν ἀπαρχὴν αὐτῶν ἁπάσης ἀξίαν ἡγεῖσθαι τιμῆς, τούτους δὲ προσιέναι βουλομένους τῇ εὐσεβείᾳ, ἀπωθεῖσθαι ὡς οὐκ ἀξίους τοῦ πράγματος.