Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.

Ηερὶ τῆς ἀναστάσεως.

“ Τῇ δὲ μιᾷ τῶν σαββάτων,” φησὶ, καὶ τὰ ἑξῆς. γὰρ πάνυ φιλοστόργως εἶχε περὶ τὸν διδάσκαλον, παρελθόντος τοῦ σαββάτου, ἔδραμε, παραμυθίαν τινὰ εὑρεῖν ἀπὸ τοῦ τόπου βουλομένη, καὶ ἰδοῦσα τὸν λίθον ἠρμένον καὶ μετὰ πολλοῦ τοῦ τάχους ἔρχεται πρὸς Σίμωνα Πέτρον. Ἀνέστη μὲν γὰρ ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστὸς, καὶ τοῦ λίθου καὶ τῶν σημάντρων ἐπικειμένων. Ἐπειδὴ δὲ ἐχρῆν καὶ τοὺς ἄλλους πληροφορηθῆναι, ἀνοίγεται τὸ μνημεῖον μετὰ τὴν ἀνάστασιν, καὶ οὕτω πιστοῦται τὸ γεγονός. ἡ δὲ Μαρία οὐδὲν οὐδέπω περὶ ἀνάστασιν σαφὲς γιγνώσκουσα, ἀλλὰ νομίζουσα μετάθεσιν γενέσθαι τοῦ σώματος, ἀπλάστως πάντα ἀπαγγέλλει λέγουσα, ὅτι “ ᾐραν τὸν Κύριον ἐκ “ τοῦ μνημείου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.” Ἀκούσαντες [*](u κενοτομίαν Cod.)

399
δὲ οἱ μαθηταὶ μετὰ πολλῆς τῆς σπουδῆς ἐφίστανται τῷ μνημείῳ, καὶ θεωροῦσι τὰ ὀθόνια κείμενα μόνα, ὅπερ ἦν ἀναστάσεως σημεῖον· οὔτε γὰρ εἰ μετέθηκαν τινὲς, τοῦτο ἐποίησαν τὸ σῶμα γυμνώσαντες, οὔτε εἰ ἔκλεψαν τοῦτο ἐφρόντισαν, ὥστε εἶναι τὸ σουδάριον καὶ ἐντυλίξαι καὶ θάψαι εἰς ἕνα τόπον, ἀλλὰ ἁπλῶς ὡς εἶχεν, ἔλαβον τὸ σῶμα. Διὰ τοῦτο γὰρ καὶ προλαβὼν ὁ Εὐαγγελιστὴς φησὶν, ὅτι σμύρνη συνετάφη πολλὴ, ἣ μολύβδου οὐχ ἧττον συγκολλᾷ τῷ σώματι τὰ ὀθόνια, ἵνα ὅταν ἀκούσωμεν τὰ σουδάρια ἔκειτο ἴδια, μὴ ἀνασχώμεθα τῶν λεγόντων ὅτι ἐκλάπη· οὐ γὰρ οὕτως ἀνόητος ἢν ὁ κλέπτων, ὥστε περὶ πρᾶγμα περιττὸν τοσαύτην τὴν ἀναλίσκειν σπουδὴν, καὶ τοσοῦτον ἀναλίσκειν χρόνον, μὴ ὑφορώμενος μὴ κατάδηλος γένηται.

Ἀμμωνίου. Τοῦ Ματθαίου εἰπόντος, ἑσπέρᾳ βαθείᾳ γεγονέναι τὴν ἀνάστασιν, τοῦ δὲ Ἰωάννου πρωὶ σκοτίας οὔσης, οὐ διαφωνοῦσι περὶ τὸν τῆς ἀναστάσεως καιρὸν, ἀλλ’ εἰς τὸν αὐτὸν τῶν ὡρῶν συνέδραμον καιρὸν, ὁ μὲν γὰρ ἀπὸ τοῦ τέλους, ὁ δὲ ἀπὸ τῆς ἀρχῆς εἰς αὐτὸ τὸ μεσότατον τῆς νυκτὸς χωρεῖ. Ὁ Χριστὸς, τοῦ λίθου κειμένου καὶ τῶν σφραγίδων, ἀνέστη· ἀνοίγεται δὲ τὸ μνημεῖον, πρὸς πίστιν τῶν γεγονότων σημείων. ἄδηλος ὁ τῆς ἀναστάσεως καιρὸς, ὡς καὶ ὁ τῆς δευτέρας παρουσίας.

Εὐσεωίου Καισαρείασ. Ἴσως ἐροῦσι τινὲς, πῶς τῆς κουστωδίας φυλαττούσης, δρομαῖοι ἤρχοντο Πέτρος καὶ Ἰωάννης, καὶ εἰσῄεσαν εἰς τὸ μνημεῖον ; ἐροῦμεν ὅτι τοῦ σεισμοῦ γενομένου καὶ γενομένης τῆς ἀναστάσεως ἀνεχώρησαν οἱ στρατιῶται ἀπαγγεῖλαι τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα, καὶ οὕτω τῆς στρατιωτικῆς φρουρᾶς ἐλευθερωθέντος τοῦ μνήματος, ἠδυνήθησαν ἀπαντῆσαι x καὶ εἰσελθεῖν, ἀκούσαντες παρὰ Μάριας τῆς Μαγδαληνῆς, ὡς οὐδείς ἐστιν ἐκεῖ τῶν ἐναντίων.

Χρὴ δὲ σκοπῆσαι καὶ ἐνταῦθα τὸ ἄτυφον τοῦ Εὐαγγελιστοῦ, πῶς τὴν ἀκρίβειαν τῆς ἐρεύνης τῷ Πέτρῳ μαρτυρεῖ· προφθάσας γὰρ αὐτὸς καὶ ἰδὼν τὰ ὀθόνια κείμενα, οὐδὲν πλέον πολυπραγμονεῖ, ἀλλ’ ἀφίσταται· ἐκεῖνος δὲ ὁ θερμὸς y ἐνδοτέρω γενόμενος, ἅπαντα κατόπτευσεν ἀκριβῶς, καὶ τότε οὗτος μετ’ ἐκεῖνον εἰσελθὼν, εἶδε τὰ ἐντάφια κείμενα καὶ διηρημένα.

[*](x ἀπατῆσαι Cod. y τὸ θερμὸν Cod.)
400

Καὶ ἐπειδήπερ τὰ ὀθόνια θεασάμενοι οὗτοι καὶ πιστεύσαντες ἀπῆλθον πρὸς ἑαυτοὺς ἐκπληττόμενοι. Ἡ δὲ Μαρία εἱστήκει δακρύουσα· καὶ γὰρ εὐέμπτωτον καὶ περιπαθὲς τὸ γυναικεῖον γένος, καὶ τὸν περὶ ἀνάστασιν δὲ οὐδέπω σαφῶς ᾔδει λόγον ἔτι δὲ καὶ ἀπὸ πολλοῦ λόγου παρέκυπτεν εἰς τὸ μνημεῖον βουλομένη τὸν τόπον θεωρεῖν, ἔνθα ἔκειτο τὸ σῶμα πρὸς πλείονα παραμυθίαν· διὰ δὴ τοῦτο τῆς πολλῆς ταύτης σπουδῆς οὐ μικρὸν λαμβάνει μισθὸν, ὃ γὰρ οὐκ εῃεν αὐτὴ πρώτη, δύο Ἀγγέλους ἐν λευκοῖς καθεζομένοῦς, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσὶν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. Ἐπειδὴ γὰρ οὐκ ἦν ὑψηλὸν τῆς γυναικὸς ἡ διάνοια, ὡς ἀπὸ τοῦ σουδαρίου παραδέξασθαι τὴν ἀνάστασιν, γίγνεται τι πλέον, καὶ Ἀγγέλους θεωρεῖ καθημένους ἐν φαιδρῷ τῷ σχήματι, ὥστε αὐτὴν ἀναστῆσαι ^ τοῦ πάθους τέως· διὸ καὶ οὐδὲν αὐτῇ περὶ ἀναστάσεως λέγουσιν, ἀλλ’ ἠρέμα αὐτὴν προσκαλοῦνται τὸ πυθέσθαι καὶ μαθεῖν λέγοντες, ^^ γύναι, τί κλαίεις ; “ ζητεῖς ;“ ὅθεν διὰ τοῦτο καὶ καθήμενοι αὐτῇ φαίνονται εἰς ἐρώτησιν αὐτὴν ἐνάγοντες· καὶ γὰρ ἐνέφαινον ὅτι ᾔδεσαν τὸ γεγονός. ἣ δὲ θερμῶς σφόδρα καὶ φιλοστόργως λέγει, εἰ καὶ οὐδὲν οὐδέπω ὑψηλὸν κατεδέξατο δόγμα, “ ὅτι ῃτραν τὸν Κύριόν μου, καὶ “ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.”

Tίνος δὲ ἕνεκεν ταῦτα εἰποῦσα, ἐκείνη ἐστράφη εἰς τὰ ὀπίσω ; ποία γὰρ αὕτη παραμυθία περὶ ἐκείνους διαλεγομένη, καὶ μηδέπω μηδὲν ἀκούσασα παρ’ αὐτῶν, στραφῆναι εἰς τὰ ὀπίσω ; ἐμοὶ δοκεῖ ταῦτα λεγούσης αὐτῆς, ἄφνω φανέντα τὸν Χριστὸν ὄπισθεν αὐτῆς ἐκπλῆξαι τοὺς Ἀγγέλους, κἀκείνους θεασαμένοῦς τὸν δεσπότην καὶ τῷ σχήματι καὶ τῷ βλέμματι καὶ τῷ κινήματι εὐθέως ἐμφῆναι, ὅτι τὸν Κύριον ε7δον, καὶ τοῦτο τὴν γυναῖκα ἐπιστρέψαι, καὶ εἰς τὰ ὀπίσω ἐπιστραφῆναι ἐποίησεν· ἐκείνοις μὲν οὕτως ἐφάνη, τῇ δὲ γυναικὶ οὐχ οὕτως, ὥστε αὐ- τὴν μὴ ἐκ πρώτης ἐκπλῆξαι τῆς ὄψεως, ἀλλ’ ἐν εὐτελεστέρῳ καὶ κοινῷ τῷ σχήματι· καὶ δῆλον ἐξ ὧν καὶ κηπουρὸν αὐτὸν εἶναι ἐνόμισεν. ὅθεν ἐρωτηθεῖσα παρ’ αὐτοῦ τι κλαίεις ; τίνα ζητεῖς ; οὐκ ἔτι τὸ ὄνομα τοῦ Ἰησοῦ λέγει, ἀλλ’ ὡς εἰδότος αὐτοῦ περὶ οὗ πυνθάνεται, φησὶ, “ Κύριε, εἰ σὺ ἐβάστασας αὐτὸν,” καὶ [*](x ἀναστῆσι Cod.)

401
τὰ ἑξῆς, τουτέστι,, εἰ διὰ τὸν φόβον τῶν Ἰουδαίων αὐτὸν ἥρατε z ἐντεῦθεν, εἴπατέ μοι, κἀγὼ αὐτὸν λήψομαι. Πολλὴ μὲν οὖν ἡ εὔνοια καὶ ἡ φιλοστοργία τῆς γυναικὸς, ὑψηλὸν δὲ οὐδέπω παρ’ αὐτῇ. Διάτοι τοῦτο καὶ ἐκάλεσε αὐτῆς τὸ ὄνομα, εἰπὼν, “ Μαρία,” ὀνειδίζων καὶ καθαπτόμενος ὅτι ταῦτα περὶ τοῦ ζῶντος ἐφαντάζετο.

Διὰ τί πάλιν λέγει, “ στραφεῖσα ἐκείνη εἶπε πρὸς “ αὐτόν;” ἐμοὶ δοκεῖ, εἰποῦσα τὸ ποῦ τεθείκατε αὐτὸν, στραφῆναι πρὸς τοὺς Ἀγγέλους πάλιν, εἶτα τὸν Χριστὸν καλέσαντα αὐτὴν ἐπιστρέψαι πρὸς ἑαυτὸν ἀπ’ ἐκείνων, καὶ διὰ τῆς φωνῆς δῆλον ἑαυτὸν ποιῆσαι. Ὅτε γὰρ ἐκάλεσεν αὐτὴν Μαρία, τότε αὐτὸν ἐπέγνω, οὐκ ὄψεως ἦν οὗτος, ἀλλὰ φωνῆς ἐπίγνωσις· εἰ δὲ λέγοιεν πόθεν δῆλον ὅτι ἐξεπλάγησαν, καὶ διὰ τοῦτο ἀπεστράφη ἡ γυνὴ, καὶ ἐνταῦθα ἐροῦσι, πόθεν δῆλον ὅτι ἥψατο αὐτοῦ καὶ προσέπεσεν, ἀλλ’ ὥσπερ τοῦτο δῆλον ἀπὸ τοῦ εἰπεῖν, “ μή μου ἅπτου,” οὕτω κἀκεῖνος ἀπὸ τοῦ εἰπεῖν ὅτι ἐστράφη· ἐπειδὴ δὲ ὡς ἐγὼ δοκῶ, ὅτι ἐβούλετο συνεῖναι αὐτῷ ὥσπερ πρότερον καὶ ὑπὸ τῆς χαρᾶς μηδὲν ἐννοῆσαι μέγα, διὰ τοῦτο ταύτης ἀπάγων αὐτὴν τῆς ἐννοίας, φησὶ, “ μή μου ἅπτου.” Ἵνα δὲ μὴ δόξῃ πρόσαντες εἶναι τοῦτο καὶ κόμπον ἔχειν, ἐπάγει· “ οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν “ πατέρα,” ἀνεπαχθέστερον διὰ τοῦτο ποιῶν αὐτό· ὡσανεὶ γὰρ λέγει, ὅτι ἐκεῖ σπεύδω καὶ ἐπάγομαι, τὸν δὲ ἐκεῖ μέλλοντα ἀπιέναι, καὶ μηκέτι μετὰ ἀνθρώπων στρέφεσθαι, οὐκ ἔδει μετὰ τῆς αὐτῆς ὁρᾷν διανοίας, ἧς καὶ πρὸ τούτου· καὶ ὅτι τοῦτό ἐστι, δηλοῖ τὸ ἑξῆς· καί τοι οὐκ ἔμελλεν εὐθέως τοῦτο ποιεῖν, ἀλλὰ μετὰ τεσσαράκοντα ἡμέρας.

Πῶς οὖν τοῦτό φησι ; ἀναστήσειν βούλεται αὐτῆς τὴν διάνοιαν, καὶ πεῖσαι, ὅτι εἰς τοὺς οὐρανοὺς ἀνέρχεται· τὸ δὲ “ Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου “ καὶ Θεὸν ὑμῶν” τῆς οἰκονομίας ἐστὶν, ἐπεὶ καὶ τὸ ἀναβεβηκέναι τῆς σαρκός ἐστι. πρὸς τὴν οὐδὲν μέγα φανταζομένην ταῦτα φθέγγεται, ἑτέρως οὖν αὐτοῦ Πατὴρ καὶ ἑτέρως ἡμῶν. εἰ γὰρ τῶν δικαίων ἑτέρων Θεὸς καὶ τῶν ἄλλων ἀνθρώπων, πολλῷ μᾶλλον ἐπὶ Χριστοῦ κατὰ σάρκα καὶ ἡμῶν. Ἐπειδὴ γὰρ εἶπεν, “ εἰπὲ τοῖς ἀδελφοῖς μου,” ἵνα μὴ ἀπὸ τούτου ἴσον τι φαντασθῶσι, δείκνυσι τὸ ἐνηλλαγμένον αὐτοῦ· Πατὴρ μὲν γάρ ἐστι [*](z ἤρας Cod.)

402
φύσει, ἡμῶν δὲ χάριτι. Πάλιν δὲ Θεὸς, ἡμῶν μὲν φύσει, αὐτοῦ δὲ κατὰ τὸν τῆς οἰκονομίας λόγον. ἀπελθοῦσα δὲ ἡ Μαρία ἀπήγγειλε τοῖς μαθηταῖς καὶ τὴν ὄψιν καὶ τὰ ῥήματα, ἅπερ ἱκανὰ αὐτοὺς παραμυθήσασθαι. ἐπειδὴ δὲ εἰκὸς ἦν τοὺς μαθητὰς ταῦτα ἀκούοντας, ἣ διαπιστεῖν τῇ γυναικὶ, ἣ καὶ πιστεύσαντας ἀλγεῖν, ὅτι αὐτοὺς οὐ κατηξίωσε τῆς ὄψεως, καίτοι ἐπαγγειλάμενος ἐν τῇ Γαλιλαίᾳ φαίνεσθαι, διὰ τοῦτο οὐδὲ μίαν ἡμέραν ἀφῆκε διελθεῖν, ἀλλ’ “οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκεινῃ,” καὶ τὰ ἑξῆς.

Σευήρου Ἀντιοχείασ ἀπο λόφ. Τάχα δὲ οὐκ ἔξω τοῦ πρέποντος κηπουρὸν ὑπέλαβεν εἶναι τὸν Ἰησοῦν· τῷ ὄντι γὰρ ἢν αὐτὸς ὁ τοῦ παραδείσου γεωργὸς, ὁ ἀληθὴς καὶ ἀθάνατος ἐν τῷ τοῦ μνήματος κήπῳ, καθάπερ ἐν παραδείσῳ τὴν γυναῖκα καὶ τὴν ἐξ ἀπληστείας τὸν Ἀδὰμ τὸν πρῶτον κηπουρὸν ἀπατήσασαν διορθούμενος, οὕτως ἦν ἅπαντα μυστηριώδη καὶ λόγων ἔμπλεα θειοτέρων καὶ ὑψηλῶν.

Κυπίλλου ἐκ τοῦ κατὰ Ἰουλιανόν. Πρὸ μὲν γὰρ τοῦ σωτηρίου πάθους τοῖς ἐθέλουσιν ἐξῆν ἅπτεσθαι τε καὶ ἐγγίζειν αὐτοῦ· ἐπειδὴ δὲ ἀνέστη πατήσας τὸν θάνανον, καὶ δόξης ἤδη παρῆν τῆς θεοπρεποῦς ὁ καιρὸς, οὐκ ἔτι τοῖς τυχοῦσιν ἐξῆν τοῦ ἁγίου θιγγάνειν σώματος, ἀλλὰ μόνοις τοῖς ἡγιασμένοις, διὰ τὸ μεταλαβεῖν Ἁγίου Πνεύματος. Καὶ μετ’ ὀλίγα—Πῶς οὖν οὐκ ἔδει τὴν Μαρίαν ἐξείργεσθαι τέως τῆς τοῦ σώματος ἐπαφῆς τοῦ ἁγίου δηλονότι, λαβοῦσα οὔπω τὸ Πνεῦμα· εἰ γὰρ καὶ ἐγήγερτο Χριστὸς ἐκ νεκρῶν, ἀλλ’ οὔπω τὸ Πνεῦμα δέδοτο τῇ ἀνθρωπότητι παρὰ τοῦ Πατρὸς δι’ αὐτοῦ· ἀνελθὼν γὰρ εἰς τὸν Θεὸν καὶ Πατέρα κατέπεμωεν ἡμῖν αὐτὸ, διὸ καὶ ἔλεγε, “ συμφέρει ἡμῖν ἵνα ἐγὼ “ ἀπέλθω,” καὶ τὰ ἑξῆς.

Ὀψίας οὖν ἔτι οὔσης, ἐφίσταται μετὰ πολλοῦ τοῦ θαύματος διψῶσιν ἰδεῖν αὐτὸν καὶ περιφόβους οὖσιν, ὃ καὶ αὐτῶν μάλιστα τὸν πόθον ἐποίει πλείονα. πῶς δὲ αὐτὸν φάντασμα οὐκ ἐνόμισαν κεκλεισμένων εἰσελθόντα τῶν θυρῶν καὶ ἀθρόον; μάλιστα μὲν ἡ γυνὴ προλαβοῦσα πολλὴν τὴν πίστιν εἰργάσατο, ἄλλως δὲ καὶ τρανὴν καὶ ἥμερον τὴν ὄψιν αὐτοῖς ἐπιδείξαντος· οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὴν πλευρὰν καὶ τὰς χεῖρας δείξας, εἰς πλείονα αὐτοὺς ἀνήγαγε πίστιν, καὶ τῇ φωνῇ δὲ κατεστόρησεν αὐτῶν κυμαίνοντα

403
τὸν λογισμὸν, εἰπὼν, “ εἰρήνη ὑμῖν,” τοῦτ’ ἔστι μὴ θορυβεῖσθε. Ἀνεμνησε δὲ αὐτοὺς καὶ ῥήματος, ὃ πρὸ τοῦ σταυροῦ πρὸς αὐτοὺς εἶπεν, “ εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δι’ δίδωμι ὑμῖν,” καὶ πάλιν, “εἰρήνην ἐν ἐμοὶ ἔχετε.

Ἐξέβησαν δὲ καὶ ἐπὶ τῶν ἔργων οἱ λόγοι, οὓς εἶπε πρὸ τοῦ σταυροῦ, ὅτι “ πάλιν ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ “ καρδία. “ Ἐχάρησαν γὰρ,” φησὶν, “ οἱ μαθηταὶ, ἰδόντες τὸν “ Κύριον.” ταῦτα δὲ πάντα εἰς πίστιν ἀνῆγεν αὐτοὺς ἀκριβεστάτην, καὶ ἐπειδὴ πόλεμον ἄσπονδον εἶχον πρὸς Ἰουδαίους, διὰ τοῦτο καὶ πάλιν φησὶ πρὸς αὐτοὺς, εἰρήνη ὑμῖν ἀνάπαλιν δίδοται τῷ πολέμῳ· τήν τε ἐκ τῆς εἰρήνης παραμυθίαν, ταῖς δὲ γυναιξὶ χαρὰν εὐαγγελίζεται,διότι ἐν λύπαις τὸ γένος ἐκεῖνο ἦν, καὶ ταύτην ἐδέξατο πρώτην τὴν ἀρχὴν, καταλλήλως οὖν τοῖς μὲν ἀνδράσι διὰ τὸν πόλεμον εἰρήνην, ταῖς γυναιξὶ διὰ τὴν λύπην εὐαγγελίζεται χαράν. Σευήπου Ἀντιοκείασ. Ἐκεῖνο δ’ ἄν τις εἰκότως ἐπαπορήσειε, πῶς ὁ Σωτῆρ’ τοῖς μαθηταῖς ὑποσχόμενος, τοῦτο μὲν διὰ τῶν Ἀγγέλων, τοῦτο δὲ καὶ δι’ οἰκείας φωνῆς εἰς τὴν Γαλιλαίαν ἀφικομέοις ὀφθήσεσθαι, φθάνει τὴν ἐπαγγελίαν καὶ ἐν Ἱερουσαλὴμ κατὰ μὲν τὸν Λοῦκαν ἐν αὐτῇ τῇ ἡμέρᾳ τῆς ἀναστάσεως συνηθροισμένοις τοῖς ἕνδεκα, κατὰ δὲ τὸν Ἰωάννην ἐν αὐτὴ καὶ ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ποιεῖται τὴν ἐπιφανίαν, στὰς ἐν μέσῳ καὶ λέγων, εἰρήνη ὑμῖν, καὶ τῷ Θωμᾶ ψηλαφᾷν ἐνδιδοὺς ἑαυτόν. ἀλλὰ τοῦτο φιλανθρώπου φιλοτιμίας πλοῦτον παρίστησιν, οὐ ψεύδους ἔχει κατηγορίαν. Οὐ γὰρ εἰπεν ἐν τῇ Γαλιλαίᾳ ὄψονται μόνον, οὔτε μὴν ἐν Ἱερουσαλὴμ φανεὶς, οὐκ ὤφθη κατὰ τὴν Γαλιλαίαν, ὡς ἐπηγγείλατο. τοῦτο γὰρ ἦν τοὺς οἰκείους ψεύσασθαι λόγους. εἰ δὲ καὶ ἀμφοτέροις ἐφάνη δεομένοις τῆς ἑαυτοῦ παρακλήσεως, ἐκφεύγει πᾶσαν κατηγορίαν, ἀμφότερα γενόμενα φιλανθρώπως καὶ ἀληθῶς. ἐμοὶ δὲ δοκεῖ πολλὴν ἔμφασιν τῷ εἰρημένῳ παρὰ τῷ Ματθαίῳ περὶ τῶν μαθητῶν τὸ “ ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν “ κἀκεῖ με ὄψονται,” πολλῶν γὰρ αὐτοῖς ἔσεσθαι μελλουσῶν ἐπιφανειῶν, πρὸς μίαν ἐξαίρετον παρὰ τὰς ἄλλας ἀποβλέπει τὴν τῆς ἐπαγγελίας, καθ’ ἣν ἔμελλεν αὐτοῖς ἐπὶ τοῦ ὄρους φανήσεσθαι. τότε γὰρ προσεληλυθόσιν αὐτῷ καὶ προσκεκυνηκόσι τῶν ἀμφιβαλλόντων μετ’ ἐξουσίας ἔφθη θεοπρεποῦς, “ ἐδόθη μοι πᾶσα

404
“ ἐξουσία” καὶ τὰ ἑξῆς. ἃ γὰρ εἶχε φυσικῶς ὡς Θεὸς, ταῦτα λέγεται λαμβάνειν ὡς γενόμενος ἄνθρωπος οἰκονομικῶς. Διὸ καὶ ἔλεγε, “ δόξασόν με, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ “ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.”

Ευσεβίου Καισαρείασ. Πῶς κατὰ τὸν Λοῦκαν καὶ Ἰωάννην τοσαυτάκις ὀφθέντος τοῦ Ἰησοῦ τοῖς μαθηταῖς ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ κατὰ τὸν Μάρκον καὶ τὸν Ματθαῖον, κελεύονται οἱ αὐτοὶ διὰ τῶν γυναικῶν εἰς τὴν Γαλιλαίαν ἀπελθεῖν, ὡς ἐκεῖ αὐτὸν ὀωόμενοι, ἀλλ’ οὐ μέλλοντες αὐτὸν θεωρεῖν ἐν τῇ Ἱερουσαλήμ ; καὶ φαμὲν, ὅτι οἱ μὲν ἄλλοι δύο Εὐαγγελισταὶ τῶν ιβ΄ ἦσαν τὸν χορὸν συμπληροῦντες, καὶ ἔφασαν ὦφθαι αὐτοῖς ἐν Ἱερουσαλὴμ κεκρυμμένοις, οἱ δὲ ἕτεροι δύο, ὁ Ματθαῖος καὶ Μάρκος οὐ τοῖς ιβ΄ μόνον ἀλλὰ τοῖς ἑβδομήκοντα φανῆναι ἐν τῇ Γαλιλαίᾳ, καθώς φησι καὶ ὁ Λουκᾶς ἐν τῷ Εὐαγγελίῳ, “ μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ “ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα.” πλείους τοίνυν αἱ ὀπτασίαι καὶ διάφοροι γεγένηνται τοῖς μαθηταῖς τοῖς μετὰ τὴν ἀνάστασιν, καὶ οἱ μὲν τάσδε, οἱ δὲ τάσδε ἀναγράφουσι, καὶ οἱ μὲν τάδε εἰρηκέναι αὐτόν φασιν, οἱ δὲ τάδε, καὶ πεπραχέναι. Ἔτι δὲ ὅτι καὶ περὶ τοῦ αὐτοῦ κεφαλαίου λέγοντες, ἀναπληροῖ τὰ ὑπὸ τοῦ πρώτου λεχθέντα ὁ δεύτερος.

Διὰ δὲ τοῦ εἰπεῖν, “ καθὼς ἀπέσταλκέ με ὁ Πατὴρ, κἀγὼ “ πέμπω ὑμᾶς,” ὑψοῖ αὐτῶν τὴν διάνοιαν, καὶ δείκνυσι πολὺ τὸ ἀξιόπιστον, εἴγε μέλλοιεν αὐτοῦ τὸ ἔργον ἀναδέχεσθαι. Χρὴ δὲ σκοπῆσαι ὅτι οὐκ ἔτι παράκλησιν πρὸς τὸν Πατέρα γίγνεται, ἀλλ’ αὐθεντείᾳ δίδωσιν αὐτοῖς τὴν δύναμιν. Φησὶ γὰρ, “ ἐνεφύ- “ σησεν αὐτοῖς καὶ λέγει, λάβετε Πνεῦμα Ἅγιον.” Πῶς οὖν εἰπὼν, ἐὰν μὴ ἀπέλθῃ, ἐκεῖνος οὐ μὴ ἔλθῃ, τὸ Πνεῦμα δίδωσι. τινὲς μέν φασιν, ὅτι οὐ τὸ Πνεῦμα ἔδωκε, κἂν δέ τις ἁμάρτοι καὶ τότε εἰληφέναι αὐτοῖς, λέγω δὴ ἐξουσίαν τινὰ καὶ χάριν πνευματικὴν, οὐχ ὥστε νεκροὺς ἐγείρειν, ἀλλ’ ὥστε ἀφιέναι ἁμαρτήματα.

Διὸ καὶ ἐπήγαγε, “ ὧν ἂν ἀφῆτε τὰς ἁμαρτίας” καὶ τὰ ἑξῆς, δεικνὺς ποῖον εἶδος ἐνεργείας δίδωσι· νῦν μὲν γὰρ ταύτῃ τῇ δυνάμει περιβάλλει, μετὰ δὲ τεσσαράκοντα ἡμέρας τὴν τῶν σημείων ἐνέργειαν παρέχει, διό φησι, “ λήψεσθε δύναμιν ἐπελθόν- “τος” καὶ τὰ ἑξῆς, μάρτυρες δὲ διὰ τῶν σημείων ἐγίνοντο.

405

Πῶς δὲ πάντων συνηγμένων ὁ Θωμᾶς ἀπελιμπάνετο μόνος ; φησὶ γὰρ, “ Θωμᾶς εἷς ἐκ τῶν ιβ΄,” καὶ τὰ ἑξῆς, εἰκὸς μὲν a ἦν ἀπὸ τῆς διασπορᾶς ἤδη γενομένης μηδέπω αὐτὸν ἐπανελθεῖν· εἰπόντων δὲ αὐτῶν τῷ συμμαθητῇ, “ ὅτι ἑωράκαμεν τὸν Κύριον, οὐ τοσοῦτον αὐτοῖς ἀπιστεῖν εἶπεν, “ ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν “ αὐτοῦ” καὶ τὰ ἑξῆς, ὅσον τὸ πρᾶγμα ἡγούμενος ἀδύνατον εἶναι, τουτέστι τὴν ἐκ νεκρῶν ἀνάστασιν· διὰ τοῦτο καὶ ἐγκαλεῖται· ὥσπερ γὰρ τὸ ἁπλῶς καὶ ὡς ἔτυχε πιστεύειν εὐκολίας ἐστὶν, οὕτω καὶ τὸ παρὰ τοῦ μέτρου περιεργάζεσθαι, παχυτάτης ὑπάρχει διανοίας, καὶ οὐδὲ τοῖς ὀφθαλμοῖς ἔφη πιστεύειν. οὐ γὰρ εἶπεν, “ ἐὰν μὴ ἴδω” μόνον, ἀλλὰ καὶ “ ἐὰν μὴ ψηλαφήσω,” φησὶ, μή πω φαντασία τὸ ὁρώμενον ἦν.

Τίνος δὲ ἕνεκεν οὐκ εὐθέως φαίνεται αὐτῷ, ἀλλὰ μεθ’ ἡμέρας ὀκτώ ; φησὶ γὰρ, “ καὶ μεθ’ ἡμέρας ὀκτὼ, καὶ τὰ ἑξῆς· ὅπως μεταξὺ κατηχούμενον αὐτὸν ὑπὸ τῶν συμμαθητῶν καὶ τὰ αὐτὰ ἀκούοντα, καὶ εἰς πλείονα ἐκκαῆναι πόθον, καὶ πιστότερον πρὸς τὸ μέλλον γενέσθαι. Δεῖξαι δὲ θέλων ὁ δεσπότης ὅτι καὶ τότε παρῆν, ἡνίκα τὰ τῆς ἀπιστίας ῥήματα ἐφθέγγετο πρὸς τοὺς συμμαθητὰς ὁ Θωμᾶς, οὐ περιμένει πη ἐκείνου ἀκοῦσαι τι τοιοῦτον, ἀλλ’ αὐτὸς προλαβὼν ἅπερ ἐπεθύμει πληροῖ. Καὶ γὰρ τοῖς ῥήμασιν ἐχρήσατο τοῖς αὐτοῦ καὶ σφόδρα ἐπιτιμητικῶς καὶ εἰς τὸ ἑξῆς παιδευτικῶς, εἰπὼν γὰρ ὅτι “ φέρε τὸν δάκτυλόν σου καὶ τὰ ἑξῆς, ἐπήγαγε, “ καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστὸς,” ὅθεν δῆλον ὅτι ἀπιστίας ἦν ἡ ἀμφιβολία.

Οὐκ ἐν τούτῳ δὲ μόνον ἐπετίμησεν, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς. Ἐπειδὴ γὰρ ἐκεῖνος ἀνέπνευσε, πληροφορηθεὶς ἀνεβόησεν “ ὁ Κύριός μου καὶ ὁ Θεός μου·” λέγει αὐτῷ “ὅτι ἑώρακάς με “ πεπίστευκας” καὶ τὰ ἑξῆς· τοῦτο γάρ ἐστι πίστεως, τὸ μὴ τὰ ὁρώμενα δέξασθαι· ἐνταῦθα δὲ οὐχὶ τοὺς μαθητὰς μακαρίζει μόνους, ἀλλὰ καὶ τοὺς μετ’ ἐκεῖνον πιστεύοντας. ἄξιον δὲ διαπορῆσαι, πῶς σῶμα ἄφθαρτον τοὺς τύπους ἐδείκνυτο τῶν ἥλων καὶ ἁπτὸν ἐγένετο θνητῇ χειρί· ἀλλὰ μὴ θορυβηθῶμεν· συγκαταβάσεως γὰρ ἦν τὸ γινόμενον. Τὸ γὰρ οὕτω λεπτὸν καὶ κοῦφον ὡς καὶ κεκλεισμένον μένον εἰσελθεῖν τῶν θυρῶν, παχύτητος πάσης ἀπήλλακτο, ἀλλ’ ὥστε πιστευθῆναι τὴν ἀνάστασιν ταῦτα δείκνυται.

[*](a εἰ κόσμος Cod.)
406

Διὰ τοῦτο οὗν ἀνίσταται ἔχων τὰ σημεῖα τοῦ σταυροῦ, καὶ τρώγει διὰ τοῦτο· ὅθεν οἱ Ἀπόστολοι ἄνω καὶ κάτω τοῦτο σημεῖον ἐποιοῦντο τῆς ἀναστάσεως, λέγοντες, “ οἵτινες συνεφάγομεν καὶ συνε- “ πίνομεν αὐτῷ.” Ὥσπερ γὰρ ἐπὶ τῶν κυμάτων περιπατοῦντα θεωροῦντες πρὸ τοῦ σταυροῦ, οὐ λέγομεν ἄλλης φύσεως τὸ σῶμα ἐκεῖνο, ἀλλ’ ἡ τῆς ἡμετέρας, οὕτω μετὰ τὴν ἀνάστασιν αὐτὸ ὁρῶντες τοὺς τύπους ἔχον, οὐκ ἐροῦμεν αὐτὸ φθαρτὸν εἶναι λοιπόν· διὰ γὰρ τὸν μαθητὴν ταῦτα ἐδείκνυτο.

Περὶ ποίων δὲ σημείων νῦν λέγει ὁ Εὐαγγελιστὴς, ὅτι πολλὰ μὲν οὐν καὶ ἄλλα,” καὶ τὰ ἑξῆς ; ἐμοὶ δοκεῖ τὰ μετὰ τὴν ἀνάστασιν λέγειν σημεῖα, διὸ καὶ φησιν ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, καὶ γὰρ μόνοις αὐτοῖς συναλιζόμενος ἐφαίνετο μετὰ τὴν ἀνάστασιν. οὐ μόνον δὲ τοῦτο ὁ Εὐαγγελιστὴς, ἀλλ’ οὐδὲ οἱ λοιποὶ πάντες πάντα εἶπον, ἀλλ’ ὅσα ἱκανὰ ἦν πρὸς πίστιν ἐφελκύσασθαι τοὺς ἀκούοντας· ὅθεν δηλονότι οὐ φιλοτιμίας ἕνεκεν ἔγραωαν ἅπερ ἔγραψαν, ἀλλὰ τοῦ χρησίμου μόνου, καθὼς καὶ τὸ ἐπαγόμενον δηλοῖ, ὅτι “ ταῦτα δὲ γέγραπται, ἵνα πιστεύσητε,” καὶ τὰ ἑξῆς. κοινῇ δὲ πρὸς τὴν φύσιν διαλέγεται, δηλῶν ὅτι οὐκ ἐκείνῳ τῷ πιστευομένῳ, ἀλλ’ ἡμῖν αὐτοῖς τὰ μέγιστα πιστεύοντες χαριζόμεθα.

Σευήρου Ἀπολ. Μαλλὸν ὡς ἐξ ὧν εἶπε πώποτε b τῶν μαθητῶν αὐτοῦ ὣν ἐποίησεν αὐτοῖς μόνοις φαινόμενος μετὰ τὴν ἀνάστασιν φησίν. ὥσπερ γὰρ πρὸ τῆς ἀναστάσεως ἐποίησε πολλὰ, ἵνα πιδυρυθῇ ὅτι υἱὸς ἦν τοῦ Θεοῦ· οὕτως καὶ μετὰ τὴν ἀνάστασιν ἐνώπιον μόνων τῶν μαθητῶν, ἵνα πιστεύσωσιν ὅτι ἀνέστη.

Τίνος ἕνεκεν ἐμνήσθη τοῦ τόπου τῆς θαλάσσης, φημὶ τῆς Τιρεριάδος, ὅτι ἐκεῖ αὐτοῖς ἐφάνη ; δεῖξαι θέλων ὅτι πλέον ἀφεῖλε τοῦ φόβου, ὡς λοιπὸν αὐτοὺς καὶ προσκύπτειν τῆς οἰκίας πάντα — χοῦ περιέναι, καὶ γὰρ ἀπέχει διάστημα ἡ θάλασσα αὕτη τῶν Ἱεροσολύμων. Δείκνυται δὲ ἐκ τούτου ὅτι οὐχ ἑωρᾶτο, εἰ μὴ συγκατέβη διὰ τὸ λοιπὸν ἄφθαρτον εἶναι τὸ σῶμα καὶ ἀκήρατον.

Επειδὴ δὲ οὔτε αὐτοῖς συνεχῶς συνῆν, οὔτε τὸ Πνεῦμα τὸ Ἅγιον δοθὲν ἦν, οὔτε ἐγκεχειρισμένοι τότε ἐτύγχανον· διὰ τοῦτο οὐδὲν ἔχοντες πράττειν οἱ περ Πέτρον καὶ Ἰωάννην τὴν οἰκείαν τέχνην [*](b Fors. ἐνώπιον. sed plura desunt.)

407
μετίεσαν. Οἱ δὲ λοιποὶ μαθηταὶ συνείποντο διὰ τὸ συνδεδέσθαι λοιπὸν ἀλλήλοις· ἐπιστὰς δὲ αὐτοῖς κάμνουσι καὶ ταλαιπωρούμενοις, οὐκ εὐθέως ἑαυτὸν δείκνυσι· βουλόμενος δὲ εἰς διάλεξιν ἐλθεῖν· ὅθεν καὶ φησὶ, “ παιδία, μή τι προσφάγιον ἔχετε;” ὡς μέλλων τι ὠνήσασθαι παρ’ αὐτῶν. ὡς δὲ ἀνένευσαν μηδὲν ἔχειν, καὶ ἐκέλευσεν αὐτοῖς βαλεῖν εἰς τὰ δεξιὰ, καὶ βαλόντες ἐπέτυχον τῆς ἄγρας, “ λέγει ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, καὶ τὰ ἑξῆς. πάλιν οὖν διὰ τούτων τὰ ἰδιώματα τῶν μαθητῶν, εἰπεῖν δὲ μᾶλλον τὸν οἰκεῖον ἐπιδείκνυνται τρόπον οἱ μαθηταὶ, ὁ τε Πέτρος καὶ Ἰωάννης, ὁ μὲν γὰρ θερμότερος, ὁ δὲ ὑψηλότερος ἦν, καὶ ὁ μὲν ὀξύτερος, ὁ δὲ διωρατικώτερος. Διὰ τοῦτο ὁ μὲν Ἰωάννης πρῶτος ἐπέγνω τὸν Κύριον Ἰησοῦν, ὁ δὲ Πέτρος πρῶτος ἦλθε πρὸς αὐτὸν, τὸ μὲν οὑν διασώσασθαι τὴν αἰδῶ ἐπεδείξατο, τὸ δὲ ῥίψαι ἑαυτὸν εἰς τὴν θάλασσαν τὸν πόθον ἐνέφηνεν· οὐδὲ γὰρ ἐκαρτέρησε τῷ πλοίῳ πρὸς αὐτὸν ἐλθεῖν, ἀλλὰ νηχόμενος παρεγένετο·

Τὴν δὲ ἀνθρακιὰν ἣν εἶδον κειμένην, καὶ τὸ ὀψάριον τὸ ἐπικείμενον καὶ τὸν ἄρτον, οὐκ ἐξ ὑποκειμένης ὕλης εἰργάσατο, ἀλλ’ ἐπὶ τὸ θαυμαστότερον ἄγει τὰ σημεῖα, δεικνὺς καὶ ἐξ ὕλης ὑποκειμένης, ἡνίκα εἰργάζετο πρὸ τοῦ σταυροῦ, διά τινα οἰκονομίαν τοῦτο ἐποίει· ἐκέλευε δὲ ἐκ τῶν ὀψαρίων ὧν ἐπίεσαν ἐνεγκεῖν· δεικνὺς ὅτι τὸ ὁρώμενον οὐκ ἦν φάντασμα, καὶ ὅτι μὲν αὐτὸς ἦν ᾔδεσαν, τὴν δὲ μορφὴν ἀλλοιωτέραν ἰδόντες καὶ πολλῆς ἐκπλήξεως γέμουσαν, σφόδρα ἦσαν καταπεπληγμένοι, καὶ ἐβούλοντο μὲν ἐρωτῆσαι, οὐκ ἐτόλμων δὲ, οὐδὲ ἐθάρρουν, οὐδὲ ἤρχοντο πρὸς αὐτὸν διὰ λόγον λοιπὸν, ἀλλὰ μετὰ σιγῆς καὶ δέους πολλοῦ καὶ αἰδοῦς καθέζοντο, προσέχοντες εἰς αὐτὸν.

Σευήρου πρὸσ Σέρφιον ἀρχιεπίσκοπον Ἐπιστολῆσ. Τὸ δὲ τοὺς περὶ Πέτρον καὶ Ἰωάννην, μετὰ τὴν ἀνάστασιν ἐπιφανέντος αὐτοῖς τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ προστεταχότος βαλεῖν τὸ δίκτυον εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου, καὶ σαγηνεῦσαι πλῆθος ἰχθύων μεγάλων πληρούντων τὸν ἑκατὸν πεντήκοντα τριῶν ἀριθμὸν, ὡς ἐν βραχεῖ φρᾶσαι, ταύτην ἔχει τὴν ἅπλωσιν. ἱστόρησε γὰρ τὸ Εὐαγγέλιον ὡς κατ’ ἐκείνην τὴν νύκτα κεκμηκότες ἄγαν, οὐδὲν ὅλως ἐθήρευσαν, τοῦτο ὑπαινιττομένης τῆς ἱστορίας ὑμῖν εἰς πνευματικὴν καὶ νοητὴν μετατιθεμένης ἀγωγὴν, ὡς πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, νὺξ ἦν κατὰ τόνδε τὸν βίον·

408
ἔρημος γὰρ ὑπῆρχε τῆς τοῦ Θεοῦ γνώσεως τὰ ἀνθρώπινα τῇ λατρείᾳ προσηλωμένα τῇ τῶν δυσωνύμων θεῶν. ἡνίκα δὲ πρώια τις καὶ ὄρθρος ἐγένετο τοῦ Σωτῆρος ἐπιδημήσαντος, καὶ ἀνισχόντος καὶ ἐπιλάμψαντος τοῖς ἐπὶ γῆς, οἵα δικαιοσύνης ἡλίου· τοῦτο γάρ φησι τὸ γράμμα τὸ ἱερὸν, τότε τὸ ἀποστολικὸν δίκτυον ἐχαλάσθη, καὶ πολλῶν ἀνθρώπων ἄγραν ἐθήρευσε, καὶ τὴν δεξιὰν ἐκληρώσατο διὰ τοῦτο μερίδα. Μωὑσῆς γὰρ καὶ οἱ προφῆται τὸ θηρατικὸν δίκτυον χαλάσαντες κατὰ τὴν παρωχηκυῖαν νύκτα, τὸν Ἰσραὴλ ἓν ἔθνος ἐθήρευσαν, τοῦ δικτύου πολλάκις ἀποπηδῶντα καὶ τοῖς δαιμονίοις λατρεύοντα, καὶ ἐν ἴσῳ τοῦ μηδὲ τεθηρᾶσθαι τὸ παράπαν νοούμενον. διὸ καὶ τοῖς Ἀποστόλοις τῆς προτιμήσεως τῆς ἐκ δεξιῶν παρεχώρησαν, αὐτοὶ τὸν εὐώνυμον τόπον ἐπέχοντες, τὸν ἐκ τῆς παρ’ ἡμῖν συνηθείας ὕπο βεβηκότα κατὰ τιμήν.

Ἀμμωνίου πρεσβυτέρου. Ἕλκει τὴν πνευματικὴν σαγήνην ὁ Πέτρος σὺν τοῖς ὄις· προσάγων τῷ Χριστῷ τὴν ἄγραν· νοοῦνται δὲ οἱ ἑκατὸν τὸ τῶν ἐθνῶν πλήρωμα, οὐδὲ πεντήκοντα τὸ κατ’ ἐκλογὴν τῶν ἐξ Ἰσραὴλ σωθὲν γένος· οἱ δὲ τρεῖς τῆς Ἀγίας τριάδος τὴν δήλωσιν ἐπαινοῦσιν, ἧς εἰς δόξαν ἡ τῶν πιστῶν ζωὴ τῶν σαγηνευθέντων νοεῖται συνεξαγμένως. Τὸ “ δεῦτε, ἀριστεύ- “ σατε” αἴνιγμα ἔχει ὁ λόγος, ὅτι μετὰ τοὺς πόνους διαδέξεται τοὺς ἁγίους ἀνάπαυσις καὶ τρυφὴ καὶ ἀπόλαυσις. Οὐκ ηὔξατο νῦν κλῶν τὸν ἄρτον, δεικνὺς ὅτι συγκαταβάσεως ἦν τὰ πρῶτα, τὰ ἀνθρώπινα δὲ ποιεῖ πρὸ τοῦ πάθους· εἰ δὲ ὁ Λουκᾶς εἶπεν, ὅτι καὶ αὐτὸς ἔφαγεν, οὐχ ὡς ἔτι τῆς σαρκὸς δεομένης, ἀλλὰ πρὸς ἐπίδειξιν τῆς ἀναστάσεως.

Ἡ θεωρία τῆς περικοπῆς ταύτης οὕτως ἔχει, οἱ πρὸ τῶν μαθητῶν ἐν σκοτοδινίᾳ ὄντες τῆς δαιμονιώδους πλάνης, οὐδένα ἔπεισαν, ἣ πάνυ ὀλίγους, ὅπερ ἐστὶν ἀντὶ οὐδενὸς, ἀλλ’ οὐδὲ οἱ τύποις καὶ σκιᾷ λατρεύοντες, ὅπου καὶ αὐτοὶ τοῦ νόμου καταφρονήσαντες ἐντάλμασιν ἐπείθοντο ἀνθρωπίνοις. ἀλλὰ καὶ ἡ τῶν ἐθνῶν πληθὺς ἀσαγήνευτος ἦν, μὴ δεχομένη τὰ θεῖα μαθήματα. ὅτε δὲ ἦλθεν ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ πεινῶν τὴν τῶν ἀνθρώπων σωτηρίαν, οὐδὲν εὗρε παρὰ τοῖς ἀνθρώποις βρώσιμον, καὶ λέγει τὸν εὐαγγελικὸν προβάλλεσθαι λόγον, ἥτις ἐστὶν ἡ δεξιὰ διδασκαλία, πρὸς ἣν ὁ νόμος καὶ οἱ προφῆται προβαλλόμενοι ἀριστερὰ νοεῖται· καὶ τῇ χάριτι τοῦ ἐπιτάξαντος εἵλκυσαν πολλούς· ὑπερβαίνει γὰρ τὸν

409
ὑπὲρ τοῦτο θαῦμα τὴν τῶν Ἀποστόλων ἰσχύν. Διὰ τι εἶπε, “ τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ “ ἐγερθεὶς ἐκ νεκρῶν;” δεῖξαι θέλων ἐκ τούτου ὅτι οὐ συνεχῶς ἐπεχωρίαζεν αὐτοῖς οὐδὲ ὁμοίως· καὶ ἐνταῦθα μὲν οὐ λέγει ὅτι ἔφαγε μετ’ αὐτῶν· ὁ δὲ Λουκᾶς ἀλλαχοῦ αὐτό φησιν, ὅτι συναλιζόμενος αὐτοῖς ἦν· τὸ δὲ πῶς, οὐχ ἡμέτερον εἰπεῖν. τρόπῳ γάρ τινι παραδοξοτέρῳ ταῦτα ἐγένετο, οὐχ ὡς τῆς φύσεως δεομένης βρωμάτων, ἀλλὰ συγκαταβάσεως πρὸς ἀπόδειξιν τῆς ἀναστάσεως γενόμενον·

Τίνος δὲ ἕνεκεν τοὺς ἄλλους παραδραμὼν τῷ Πέτρῳ φησὶ, “ Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλέον τούτων;” καὶ ἐπειδήπερ ἔγκριτος τῶν Ἀποστόλων ἦν, καὶ στόμα τῶν μαθητῶν, καὶ κορυφὴ τοῦ χοροῦ, ἅμα καὶ δεικνὺς αὐτῷ ὅτι χρὴ θαρρεῖν ὡς τῆς ἀρνήσεως ἐξειλημμένης, καὶ τὴν μὲν ἄρνησιν οὐ προφέρει οὐδὲ ὀνειδίζει, λέγει δὲ ὅτι εἰ φιλεῖς με, προίστασο τῶν ἀδελφῶν, καὶ τὴν θερμὴν ἀγάπην ἣν διὰ πάντων ἐπεδείκνυσο, καὶ νῦν δεῖξον. Ἐπεὶ οὖν ἅπαξ ἐρωτηθεὶς καὶ δεύτερον αὐτὸν τὸν ἀπόρρητα τῆς καρδίας εἰδότα μάρτυρα ἐκάλεσεν· εἰς δὲ τὸ, φησὶ, “ Κύριε, σὺ πάντα οἶδας, σὺ “ γιγνώσκεις ὅτι φιλῶ σε,” ἐγένετο βελτίων καὶ σωφρονέστερος, οὐκ αὐθαδιαζόμενος λοιπὸν, οὐδὲ ἀντιλέγων· διὰ γὰρ τοῦτο ἐταράχυη, μήποτε αὐτὸς μὲν νομίζει φιλεῖν, οὐ φιλεῖ δὲ, ὥσπερ καὶ πρότερον, πολλὰ διισχυριζόμενος ἠλέγχετο ὕστερον. τρίτον δὲ αὐτὸν ἐρωτᾷ καὶ τρίτον ἐπιτάττει τὰ αὐτὰ, δεικνὺς ὡς οὐ τιμᾶται τὴν προστασίαν τῶν οἰκείων προβάτων· εἰπὼν δὲ αὐτῷ περὶ τῆς εἰς αὐτὸν ἀγάπης προαγορεύει αὐτῷ καὶ τὸ μαρτύριον, ὅπερ ἔμελλεν ὑπομένειν, λέγων “ ὅτε ἦς νεώτερος,” καὶ τὰ ἑξῆς· πῶς δὲ τοῦτο θέλοντος αὐτοῦ τοῦ Πέτρου καὶ ἐπιθυμοῦντος, εἶπεν αὐτῷ ὁ Χριστὸς τὸ “ ὅπου οὐ θέλεις;” τῆς φύσεως λέγει τὸ συμπαθὲς καὶ τῆς σαρκὸς τὴν ἀνάγκην, καὶ ὅτι ἄκουσα ἀπορρήγνυται τοῦ σώματος ἡ ψυχὴ,τοῦτο z τοῦ Θεοῦ οἰκονομήσαντος. διὰ δὲ τοῦ εἰπεῖν “ὅτε ἠς νεώτερος, καὶ πάλιν “ὅταν δὲ γηράσῃς,” δείκνυσιν ὅτι οὔτε νέος ἦν τότε οὔτε γεγηρακὼς, ἀλλὰ τέλειος ἀνήρ. οὐκ εἶπε δὲ ποίῳ θανάτῳ ἀποθανεῖται, ἀλλὰ, “ ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν·” ὅπως μάθωμεν, ὅτι τὸ παθεῖν ὑπὲρ Χριστοῦ, δόξα τοῦ πάσχοντός [*](z τὸ Cod.)

410
ἐστι, καὶ τιμὴ καὶ ἔπαινος· διὰ δὲ τοῦ εἰπεῖν, “ ἀκολούθει μοι,” τὸ κηδεμονικὸν πάλιν αἰνίττεται καὶ τὸ σφόδρα πρὸς αὐτὸν οἰκείως διακεῖσθαι. Εἰ δὲ λέγοι τις, πῶς οὖν Ἰάκωβος τὸν θρόνον ἔλαβε τῶν Ἱεροσολύμων ; ἐκεῖνο ἃν εἴποιμεν ὅτι τοῦτον τῆς ἐχειροτόνησε διδάσκαλον.

Ισιδώρου Πηλουσιώτου. Ἡ τριπλῆ τοῦ Κυρίου πρὸς Πέτρον περὶ ἀγάπης ἐρώτησις οὐκ ἔστιν ἀγνοίας τοῦ δεσπότου ὑπόνοια· μὴ οὕτω τινὲς παραλογιζέσθωσαν, ἀλλὰ τὸ τριπλοῦν τῆς ἀρνήσεως τῷ τριπλῷ τῆς συγκαταθέσεως ὁ ἀγαθὸς ἰατὴρ ἐξωστράκισε.

Ἀμμωνίου πρεσβυτέρου. Ἀναζωσπυρῆσαι αὐτὸν βουλόμενος ἐκ τῆς κατὰ τὴν ἄρνησιν ῥᾳθυμίας, ἐρωτᾷ αὐτὸν, καὶ διὰ τῶν τριῶν ἐρωτήσεων καὶ καταθέσεων ἐξαλείφει τὰς τρεῖς φωνὰς τῆς ἀρνήσεως, καὶ διὰ λόγων ἐπανορθοῖ τὰ ἐν λόγοις γενόμενα πταίσματα· ἔθος δὲ γέγονεν ἐκ τούτου τρεῖς ὁμολογίας ἀπαιτεῖσθαι τοὺς μέλλοντας βαπτισθῆναι.

Τοῦ Χρυσοστόμου. Ἐπειδὴ γὰρ ὁ Πέτρος διὰ παντὸς ἐβούλετο εἰναι ἐν τοῖς ὑπὲρ αὐτοῦ κινδύνοις, θάρρει, φησὶν, οὕτω γὰρ ἐμπλήσω σου τὴν ἐπιθυμίαν, ὥστε ἅπερ οὐκ ἔπαθες νέος ὣν, ταῦτά σε δεῖ παθεῖν γεγηρακότα.

Θεοδώρου Ἡρακλείασ. Ἄξιον καὶ ἐν τούτῳ θαυμάσαι τὴν τοῦ Κυρίου πρόγνωσιν πρὸ τοσούτων ἐτῶν προειπόντος αὐτῷ, οὐ μόνον ὅτι μάρτυς a γενήσεται, ἀλλ’ ὅτι καὶ διὰ σταυροῦ ὑποστήσεται τὴν ἀναίρεσιν. Ἡ γὰρ ἔκτασις τῶν χειρῶν, καὶ ὁ δεσμὸς τῆς ζώνης, οὐδὲν ἕτερον ἐδήλου ἣ τὸ σχῆμα τοῦ σταυροῦ. Βούλεται δὲ αὐτὸν ἀκολουθεῖν αὐτῷ, μιμούμενον αὐτοῦ ἐν πᾶσι τὴν κατ’ εὐσέβειαν πολιτείαν. Οἱ γὰρ κατ’ ἴχνος τῆς ἐκείνου βαίνοντες ἀρετῆς, καὶ κατὰ δύναμιν ὁμοιούμενοι αὐτοῦ τὴν τῆς δικαιοσύνης ἀκρίβειαν, οὗτοι αὐτῷ τὸ τηνικαῦτα ἀκολουθήσωσιν ὁδηγοῦντι εἰς τὴν κατ’ οὐρανὸν βασιλείαν.

Ἀναστασίου Ἀντιοχείασ. “ Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέ- “ πεῖ τὸν μαθητὴν,” καὶ τὰ ἑξῆς, μεγάλων ὑπὸ τοῦ Σωτῆρος δεδωρημένων τῷ Πέτρῳ, καὶ οἷς οὐδὲν ἕτερον ἐξισωθῆναι δυνατόν ἐστι. Τί γὰρ τοῦ ἀκολουθεῖν Χριστῷ τιμιώτερον ; καὶ τὸ ἐξιχνιάζειν τὰς αὐτοῦ πορείας γλυκύτερον ἢ ποθεινότερον ; εἰδὼς οὖν ὁ Πέτρος [*](z τὸ Cod.)

411
τὸ μέγεθος τῆς δεδομένης αὐτῷ χάριτος, καὶ μεμνημένος τῆς σχέσεως ἧς εἶχεν ὁ Ἰησοῦς πρὸς Ἰωάννην, ὅτι παρὰ πάντας ἀγαπώμενος ἐλέγετο, καὶ τοσοῦτον ὅσον μόνος ἐνόμισεν ἀναπεσεῖν ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, δειπνοῦντος οὖν αὐτοῦ αὐτοῖς πρὸ τοῦ πάθους, καὶ ἐπηρώτησεν αὐτὸν, λέγων, “ τίς ἐστιν ὁ παραδιδούς “ σε;” τοῦτον οὖν ὁ Πέτρος ἰδὼν ἀκολουθοῦντα, φησὶ περὶ αὐτοῦ πρὸς τὸν Ἰησοῦν, καὶ μεγάλα καὶ δεδοξασμένα περὶ ἐμοῦ λελάληκας, καὶ ὧν οὐδεὶς ἦν ἄξιος εἰ μὴ σὺ, δι’ ἀγαθότητα πολλὴν ἐδωρήσω· οὗτος δὲ ὁ συμμαθητὴς, ὃν ἠγάπας ; τί, ἀποκρίνεται ὁ Ἰησοῦς, καὶ λέγει αὐτῷ· “ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, “ τί πρὸς σέ ; σύ μοι ἀκολούθει,” τὸν ἐμὸν δηλονότι μιμούμενος θάνατον, ὑπὲρ ἧς μέλλεις κηρύσσειν ἀληθείας· τοῦτον δὲ τὸν φιλούμενον μαθητὴν, “ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός “ σε;” τουτέστιν ἐν τῇ παρούσῃ ζωῇ, σὺ μοὶ ἀκολούθει.

Τίνος ἕνεκεν ἀνέμνησεν ἡμᾶς ὁ Εὐαγγελιστὴς τῆς ἀνακλίσεως ἐκείνης ; φησὶ γὰρ, στραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν, καὶ τὰ ἑξῆς· οὐδ’ ἁπλῶς, οὐδ’ ὡς ἔτυχεν, ἀλλὰ δεικνὺς, ὅσην ὁ Πέτρος ἔσχε τὴν παρρησίαν μετὰ τὴν ἄρνησιν· ὁ γὰρ πρὸ τούτου μὴ τολμῶν ἐρωτῆσαι, ἀλλ’ ἑτέρῳ ταῦτα ἐπιτρέπων, οὗτος καὶ τὴν προστασίαν ἐνεπιστεύθη τῶν ἀδελφῶν, καὶ οὐ μόνον ἑτέρῳ τὰ καθ’ ἑαυτὸν οὐκ ἐπιτρέπει, ἀλλὰ καὶ αὐτὸς ὑπὲρ ἑτέρου προσάγει τῷ διδασκάλῳ πεῦσιν· σφόδρα γὰρ ἐφίλει τὸν Ἰωάννην ὁ Πέτρος· καὶ τοῦτο ἐκ τῶν μετὰ ταῦτα δῆλον, καὶ διὰ τοῦ Εὐαγγελίου δὲ πάντως δείκνυται τούτων ὁ σύνδεσμος καὶ ἐν ταῖς Πράξεσιν.

Επεὶ οὖν μεγάλα τῷ Πέτρῳ προεῖπεν ὁ Χριστὸς, καὶ τὴν οἰκουμένην ἐνεχείρισεν αὐτῷ, καὶ τὸ μαρτύριον προανεφώνησε, βουλόμενος καὶ τοῦτον λαβεῖν κοινωνὸν, φησὶν, “ οὗτος δὲ τί;” ὡσανεὶ ἔλεγεν, οὗτος αὐτὴν ἡμῖν ὁδὸν ἥξει ; ὅθεν ἐπειδὴ σφόδρα κηδόμενος ταῦτα ἔλεγε, καὶ μὴ βουλόμενος αὐτοῦ διασπασθῆναι, διαιρῶν αὐτοὺς τῆς ἀκαίρου συμπαθείας, λέγει αὐτῷ, “ ἐὰν αὐτὸν θέλω “ μένειν ἕως ἔρχομαι, τί πρός σε;” τουτέστιν, ἔργον ἐνεχειρίσθης, αὐτὸ σκόπει καὶ ἄνυε καὶ ἄθλει. Τί γὰρ εἰ καὶ μὴ βούλομαι τοῦτον μεῖναι ἐνταῦθα, σὺ τὰ σεαυτοῦ σκόπει καὶ μερίμνα.

Επειδὴ γὰρ ἔμελλον τῆς οἰκουμένης ἐπιτροπὴν ἀναδέχεσθαι, οὐκ ἔδει λοιπὸν συμπεπλέχθαι ἀλλήλοις· κατανοήσωμεν δὲ κἀνταῦθα

412
τὸ ἄτυφον τοῦ Εὐαγγελιστοῦ· εἰπὼν γὰρ τὴν δόξαν τῶν μαθητῶν ἣν ἔσχον περὶ αὐτοῦ, τουτέστιν, ὅτι οὐκ ἀποθνήσκει, διορθοῦται αὐτὴν ὡς οὐ συνεωρακότων αὐτῷ, ὅπερ εἶπεν ὁ Χριστός· ἐπήγαγε γὰρ ὅτι “ οὐκ εἶπεν αὐτῷ ὅτι οὐκ ἀποθανεῖται,” καὶ τὰ ἑξῆς.

Τί δήποτε τῶν ἄλλων Εὐαγγελιστῶν οὐδενὸς τοῦτο πεποιηκότος, λέγω δὴ αὐτοῦ μαρτυρήσαντος, οὗτος δεύτερον ἑαυτῷ μαρτυρεῖ λέγων, “ οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τού- “ τῶν;” ὁ γὰρ γράψας ταῦτα λέγεται ὕστερος πρὸς τὸ γράφειν ἐλθεῖν, τοῦ Χριστοῦ κινήσαντος αὐτὸν ἐπὶ τοῦτο καὶ διεγείραντος. Διὰ τοῦτο οὖν καὶ δείκνυσιν αὐτοῦ τὴν ἀγάπην, συνεχῶς αἰνιττόμενος τὴν αἰτίαν, ἀφ’ ἧς ἐπὶ τὸ γράφειν ὥρμησεν.

Ὁ δεσπόζων ἐν τῆ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, καὶ τῆς ζωῆς τῶν ἀνθρώπων ταμίας, τὸ ἐνδεχόμενον ἔφη περὶ Ἰωάννου πρὸς Πέτρον, οὐχ ὅτι οὐκ ἀποθνήσκει, καθὼς ἐν τοῖς ἀδελφοῖς ἠγγέλθη περιηχηθεὶς ὁ λόγος· πᾶς γὰρ ὅστις διὰ γενέσεως ῥύπος εἰσελήλυθεν εἰς τὸν κόσμον, ἀνάγκη πάντως τοῦτον διὰ θανάτου τὴν ζωὴν ἀποθέσθαι· οὐκ εἶπεν οὖν ὅτι οὐκ ἀποθνήσκει, ἀλλ’ ὅτι θέλοντος αὐτοῦ, δηλονότι τοῦ Ἰησοῦ, διαρκέσει ἕως τῆς αὐτοῦ παρουσίας ὁ Ἰωάννης. Οὐδὲν γὰρ τῇ δυνάμει τοῦ πατρὸς ἀδύνατον· ἴσως δὲ καὶ περὶ αὐτοῦ λέγει, περὶ ἧς προεῖπεν αὐτοῖς, ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν, καὶ πάλιν, ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς, “ ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε μετ’ ἐμοῦ.” τὰ γὰρ καθ’ ἕκαστον τῶν ἀξίων παραγίνεται, καὶ παραλαμβάνει πρὸς ἑαυτὸν τοὺς πάντα τὸν βίον ἀνατεθεικότας αὐτῶ.

Τὸ δὲ “ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ,” φησὶν, ἐπειδὴ πᾶσι παρῆν, καὶ οὐδὲ σταυρουμένου τοῦ Χριστοῦ ἀπελιμπάνετο, ἀλλὰ γὰρ καὶ τὴν μητέρα ἐνεχειρίσθη, ἅπερ ἅπαντα σημεῖα τῆς εἰς αὐτὸν ἀγάπης ἦν, καὶ τοῦ μετὰ ἀκριβείας εἰδέναι πάντα. Εἰ γὰρ μὴ πιστεύουσιν οἱ πολλοὶ, ἔξεστιν ἀπὸ τοῦ εἰρημένου αὐτοῖς πιστεῦσαι. λέγει γὰρ, “ ἔστι δὲ καὶ ἄλλα “ πολλὰ ἃ ἐποίησεν ὁ Ἰησοῦς,” καὶ τὰ ἑξῆς· ὅθεν δηλονότι οὐκ ἃν ἐχαρισάμην, φησὶν, ὁ γὰρ τοσούτων ὄντων, οὐδὲ τοσαῦτα εἶπεν ὅσα οἱ λοιποὶ, ἀλλὰ τούτων μὲν τὰ πλείονα παραλιπὼν, τὰς δὲ ἐπιβουλὰς τὰς Ἰουδαϊκὰς, τὰς καταλεύσεις, τὸ μῖσος, τὰς ὕβρεις, τὰς λοιδορίας εἰς μέσον προθεὶς, εὔδηλον ὅτι οὐκ ἃν· ἐχαρισάμην·

413
τὸν γὰρ χαριζόμενον τοὐναντίον ἔδει ποιεῖν, τὰ μὲν ἐπονείδιστα ἀποκρύπτεσθαι, τὰ δὲ λαμπρὰ προτιθέναι· εἰ δὲ τοσαῦτα ἔφησε γεγενῆσθαι, μηδεὶς θαυμαζέτω, ἀλλ’ ἐννοήσας τὴν ἄφατον τοῦ ποιοῦντος δύναμιν, δεχέσθω μετὰ πίστεως τὸ εἰρημένον. ὥσπερ γὰρ ἡμῖν εὔκολον φθέγγεσθαι, οὕτω τῷ δεσπότῃ Χριστῷ, μᾶλλον δὲ πολλῷ ῥᾷον, ποιεῖν ἅπερ εἰργάζετο· ἤρκει γὰρ θελῆσαι μόνον, καὶ πάντα εἵπετο. προσέχωμεν τοίνυν ἀκριβῶς τοῖς εἰρημένοις, καὶ μὴ διαλείπωμεν ἀναπτύσσοντες αὐτὰ καὶ διερευνώμενοι. Ἀπὸ γὰρ τῆς συνεχοῦς ἐντεύξεως τὸν βίον ἑαυτῶν ἐκκαθᾶραι δυνησώμεθα, ἵνα καὶ διὰ τῆς τῶν κακῶς ἀπαλλαγῆς, καὶ διὰ τῆς τῶν ἀγαθῶν ἐργασίας, τελειωθέντες ἐπιτύχωμεν τῶν αἰωνίων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.