Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.
Περὶ αἰτήσεως τοῦ κυριακοῦ σώματος.
[*](38)Τίνος ἕνεκεν οὐχ εἱς τῶν ιβ΄ προσῆλθε τῷ Πιλάτῳ αἰτῶν τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ, ἀλλ’ ὁ Ἰωσὴφ ἐκ τῶν ἑβδομήκοντα ὤν ; Εἰ γὰρ διὰ τὸν φόβον λέγοι τις τῶν Ἰουδαίων, καὶ οὗτος τῷ αὐτῷ κατείχετο φόβῳ. “ καὶ γὰρ,” φησὶ, “ κεκρυμμένος ἦν διὰ τὸν φόβον “ τῶν Ἰουδαίων.” τί οὖν ἐστιν ; ἐμοὶ δοκεῖ τῶν σφόδρα ἐπισήμων εἶναι, καὶ τῷ Πιλάτῳ δῆλος, ὅθεν καὶ τὴν χάριν ἔλαβε προσελθών. Ποιοῦνται δὲ πολυτελῆ τὴν ταφὴν, ἐπειδὴ ἔτι ὡς περὶ ἀνθρώπου ὑψηλοῦ διέκειντο, καὶ τοιαῦτα φέρουσιν ἀρώματα, ἃ μάλιστα τὸ σῶμα πέφυκεν ἐπὶ πολὺ διατηρεῖν, καὶ μὴ συγχωρεῖν ταχέως ἐνδιδόναι τῇ φθορᾷ· ὅπερ οὐδὲν μέγα περὶ αὐτοῦ φανταζομένων ἦν. πλὴν ὅμως τὴν φιλοστοργίαν πολλὴν ἐπιδείκνυται, καὶ ἐνταφιάζουσιν οὐχ ὡς καταδίκου, ἀλλ’ ὡς ἔθος, φησὶν, ἦν τοῖς Ἰουδαίοις πολυτελῶς.
Επειδὴ δὲ ὑπὸ τοῦ καιροῦ συνείχοντο, ἐνάτης γὰρ ὥρας γενομένης τῆς τελευτῆς, εῑτα μεταξὺ τῷ Πιλάτῳ προσιόντων, καὶ καθελόντων τὸ σῶμα, εἰκὸς ἦν ἑσπέραν καταλαβεῖν, ἐν ᾗ θέμις οὐκ ἢν ἐργάσασθαι, τιθέασιν αὐτὸν εἰς τὸ πλησίον μνημεῖον. [*](41) “ Ἦν γὰρ” φησὶν, “ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη, κῆπος, καὶ ἐν “ τῷ κήπῳ μνημεῖον καινὸν,” καὶ τὰ ἑξῆς. Οἰκονομεῖται δὲ εἰς καινὸν αὐτὸν τεθεῖναι μνημεῖον ἐν ᾧ οὐδεὶς ἐτέθη, ἵνα καὶ τῆς ἀναστάσεως σαφὴς ἡ ἀπόδειξις γένηται, καὶ ὥστε τοὺς μαθητὰς δυνηθῆναι μετ’ εὐκολίας παραγενέσθαι, καὶ θεατὰς τῶν συμβάντων γενέσθαι καὶ μάρτυρας, πλησίον ὄντας τοῦ τόπου καὶ τῆς ταφῆς.
Σευήρου Ἀντιοκείασ Α'πολογία. Χριστὸς ὁ Θεοῦ Λόγος, ὁ τοῦδε τοῦ παντὸς ποιητὴς, καὶ τῶν ὅλων Κύριος, οἷα δὴ ξένος καὶ πτωχὸς διὰ τῆς ἐνσάρκου παρουσίας ἡμῖν ἐπεδήμησεν, ἐπείπερ “ εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον,” ἢ φησὶ τὸ γράμμα τὸ ἱερὸν, καὶ δι’ ἡμᾶς ἐπτώχευσε πλούσιος ὣν, ἱν ἡμεῖς τῆς ἐκείνου πτωχείᾳ πλουτήσωμεν, καὶ τοῦτον ἐπτώχευσεν, ὡς βοᾷν “ αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ
Ἀμμωνίου. Οἱ δεδιότες φανερῶς πλησιάσαι τῷ Ἰησοῦ νῦν ὁρώντων τῶν Ἰουδαίων, αἰτοῦσι τὸ σῶμα· οὗτος οὐ τῶν ιβ΄ ἦν, ἀλλὰ τῶν ἑβδομήκοντα, καὶ ὡς σβεσθέντος τοῦ θυμοῦ τῶν Ἰουδαιων, ἀδεῶς προσίεσαν. Οὕτω δὲ ὠμοὶ ἤσαν οἱ Ἰουδαῖοι, ὅτι οὔτε θάψαι αὐτοῦ τὸ σῶμα ἠνέσχοντο οἱ ἐπιχώριοι, ἀλλ’ ὁ ἀπ’ Ἀριμαθίας ξένος.
Εἰ ἦν μετὰ ἄλλων, ἤμελλον τινὲς τῶν ἀπίστων λέγειν, ὅτι οὐ τοῦ Ἰησοῦ ἀνέστη σῶμα, ἀλλὰ ἄλλου εἰς καινὸν ἐτέθη μνημεῖον διὰ τὸ ξένον τῆς ἐκ θανάτου εἰς ζωὴν ἀναδρομῆς, καὶ τὴν καινοτομίαν u τὴν ἐπινοηθεῖσαν κατὰ τῆς φθορᾶς. Ὠκονομήθη ἐγγὺς εἶναι τὸν τόπον, ἵνα καὶ ψευδὴς δειχθῇ ὁ περὶ τῆς κλοπῆς λόγος.