Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.
α΄. Περὶ τῆς ἀπογραφῆς.
β΄. Περὶ τῶν ἀγραυλούντων ποιμένων.
γ΄. Περὶ Συμεών.
δ΄. Περὶ Ἄννης τῆς προφήτιδος.
ε΄. Περὶ τοῦ γενομένου ῥήματος πρὸς Ἰωάννην.
ς΄. Περὶ τῶν ἐπερωτησάντων τὸν Ἰωάννην.
ζ΄. Περὶ τοῦ πειρασμοῦ τοῦ Σωτῆρος.
η΄. Περὶ τοῦ ἔχοντος πνεῦμα δαιμόνιον,
θ΄. Περὶ τῆς πενθερᾶς Πέτρου.
ι΄. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων.
ια΄. Περὶ τῆς ἄγρας τῶν ἰχθύων,
ιβ΄. Περὶ τοῦ λεπροῦ.
ιγ΄. Περὶ τοῦ παραλυτικοῦ.
ιδ΄. Περὶ Λευῒ τοῦ τελώνου.
ιε΄. Περὶ τοῦ ξηρὰν ἔχοντος χεῖρα.
ις΄. Περὶ τῆς τῶν Ἀποστόλων ἐκλογῆς.
ιζ΄. Περὶ τῶν μακαρισμῶν.
ιη΄. Περὶ τοῦ ἑκατοντάρχου.
ἴθ’. Περὶ τοῦ υἱοῦ τῆς χήρας .
κ΄. Περὶ τῶν ἀποσταλέντων παρὰ Ἰωάννῃ.
κα΄. Περὶ τῆς ἀλειψάσης τὸν Κυρίον μύρῳ.
κβ΄. Περὶ τῆς παραβολῆς τοῦ σπείροντος.
κγ΄. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων.
κδ΄. Περὶ τοῦ λεγεῶνος.
κε΄. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγωγοῦ.
κς΄. Περὶ τῆς αἱμορρούσης.
κζ΄. Περὶ τῆς ἀποστολῆς τῶν ιβ΄.
κη΄. Περὶ τῶν ε΄ ἄρτων καὶ τῶν β΄ ἰχθύων.
κθ΄. Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως.
[*](a Hæc Capita dedi e Cod. Bodl.)λ΄. Περὶ τῆς μεταμορφώσεως.
λα΄. Περὶ τοῦ σεληνιαζομένου.
λβ΄. Περὶ τῶν διαλογιζομένων τις μείζων
λγ΄. Περὶ τοῦ ἐπιτρεπομένου ἀκολουθεῖν.
λδ΄. Περὶ τῶν ἀναδειχθέντων ο΄.
λε΄. Περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ.
λς΄. Περὶ τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς.
λζ΄. Περὶ Μάρθας καὶ Μαρίας.
λῆ. Περὶ προσευχῆς.
’λθ’. Περὶ τοῦ ἔχοντος δαιμόνιον κωφόν.
μ΄. Περὶ τῆς ἐκ τοῦ ὄχλου ἐπαράσης φωνήν.
μὰ. Περὶ τῶν αἰτούντων σημεῖον.
μβ΄. Περὶ τοῦ Φαρισαίου τοῦ καλέσαντος τὸν Ἰησοῦν.
μγ΄. Περὶ τοῦ ταλανισμοῦ τῶν νομικῶν.
μδ΄. Περὶ τῆς ζύμης τῶν Φαρισαίων.
με. Περὶ τοῦ θέλοντος μερίσασθαι τὴν κληρονομίαν.
μς΄. Περὶ τοῦ οὐτ’ ηὐφόρησεν ἡ χώρα πλουσίου.
μζ΄. Περὶ τῶν Γαλιλαίων καὶ τῶν ἐν τῷ Σιλωάμ.
μὴ. Περὶ τῆς ἐχούσης πνεῦμα ἀσθενείας.
μθ΄. Περὶ τῶν παραβολῶν.
ν΄. Περὶ τοῦ ἐπερωτήσαντος εἰ ὀλίγοι οἱ σωζόμενοι.
να΄. Περὶ τῶν εἰπόντων τῷ Ἰησοῦ διὰ Ἡρώδην.
νβ΄. Περὶ τοῦ ὑδρωπικοῦ.
νγ΄. Περὶ τοῦ μὴ ἀγαπᾶν τὰς πρωτοκλισίας.
νδ΄. Περὶ τῶν καλουμένων ἐν τῷ δείπνῳ.
νε΄. Περὶ οἰκοδομῆς πύργου παραβολή.
νς΄. Περὶ τοῦ ἀποδημήσαντος εἰς χώραν μακράν.
νζ΄. Περὶ τοῦ οἰκονόμου τῆς ἀδικίας.
νη’. Περὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου.
νθ΄. Περὶ τῶν ι΄ λεπρῶν.
ξ΄. Περὶ τοῦ κριτοῦ τῆς ἀδικίας.
ξα΄. Περὶ τοῦ Φαρισαίου καὶ τοῦ τελώνου.
ξβ΄. Περὶ τοῦ ἐπερωτήσαντος τὸν Ἰησοῦν πλούσιον.
ξγ΄. Περὶ τοῦ τυφλοῦ.
ξδ΄. Περὶ τοῦ Ζακχαίου.
ξε΄. Περὶ τοῦ πορευθέντος λαβεῖν ἑαυτῷ βασιλείαν.
ξς΄. Περὶ τῶν λαβόντων τὰς μνᾶς.
ξζ΄. Περὶ τοῦ πώλου.
ξῆ. Περὶ τῶν ἐπερωτησάντων τὸν Κύριον ἀρχιερέων.
ξθ΄. Περὶ τοῦ ἀμπελῶνος.
ο΄. Περὶ τῶν ἐγκαθέτων διὰ τὸν κῆνσον.
ὄα. Περὶ τῶν Σαδδουκαίων.
οβ΄. Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως πρὸς τοὺς Φαρισαίους.
ογ΄. Περὶ τῆς τὰ β΄ λεπτά.
ὂν. Περὶ τῆς συντελείας.
οε΄. Περὶ τοῦ Πάσχα.
ὃς. Περὶ τῶν φιλονεικησάντων τίς μείζων.
οζ΄. Περὶ τῆς ἐξαιτήσεως τοῦ Σατανᾶ.
οη΄. Περὶ τῶν κοπτομένων γυναικῶν.
ὅθ’. Ἐξουθένησις Ἡρώδου.
π΄. Περὶ τοῦ μετανοήσαντος λῃστοῦ.
πα. Περὶ τῆς αἰτήσεως τοῦ σώματος τοῦ Κυρίου.
πβ΄. Περὶ τοῦ Κλεόπα.
Του Ἁγίου Ἰωάννου Τοῦ ἂν, οὐκ ἐπειδὴ βέβαια καὶ ἀκίνητα μόνον ἐστὶν ἀγαθὰ καὶ ὑπὲρ τὴν ἀξίαν τὴν ἡμετέραν, ἀλλ’ ὅτι καὶ μετ’ εὐκολίας ἁπάσης ἡμῖν ἐδόθη· οὐδὲ γὰρ πονήσαντες καὶ ἱδρώσαντες, ἀλλ’ ἀγαπηθέντες ὑπὸ τοῦ Θεοῦ μόνον, ἐλάβομεν ἅπερ ἐλάβομεν. Εὐαγγέλιον δέ ἐστι λόγος περιέχων ἐπαγγελίαν πραγμάτων κατὰ τὸ Εὐαγγέλιον, διὰ τὸ ὠφελεῖν εὐφραίνων τὸν ἀκούοντα, ἐπὰν παρα- δέξηται τὸ ἐπαγγελλόμενον.
Λουκᾶς ὁ μακάριος, ἰατρὸς μὲν ἦν τὴν τέχνην, γέγονε δὲ καὶ ψυχῶν ἰατρὸς, ἀναβὰς ἀπὸ τοῦ ἐλάττονος ἐπὶ τὸ κρεῖττον. καταλέλοιπε γὰρ ἡμῖν τῶν Ἰησοῦ λόγων τε καὶ θαυμάτων τὴν μνήμην ἔγγραφον. μόνος δὲ τῶν ἄλλων Εὐαγγελιστῶν ἀκριβῶς ἐποιήσατο τὴν τοῦ Εὐαγγελίου γραφὴν, καὶ πολλὰ τῶν τοῖς ἄλλοις σεσιωπημένων, οὗτος ἀπεμνημόνευσέ τε καὶ διεξῆλθεν ἀκριβῶς, διὸ καὶ τὸ προοίμιον τῆς Εὐαγγελικῆς γραφῆς ἀκρίβειαν ἐπαγγέλλεται.
Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων.
Τοῦ ἐν Ἁγίοισ Τίτου ὲπισκόπου Βοστρῦν, καὶ Ὠριγένουσ. Τὸ “ ἐπεχείρησαν” ἐνταῦθα ἀντὶ ὅτι χωρὶς χαρίσματος ἦλθον εἰς τὴν ἀναγραφὴν τῶν Εὐαγγελίων τινὲς, χρὴ νοεῖν. Ματθαῖος γὰρ οὐκ ἐπεχείρησεν ἀλλ’ ἔγραψεν ἀπὸ ἁγίου Πνεύματος, ὁμοίως καὶ Μάρκος καὶ Ἰωάννης, παραπλησίως δὲ καὶ Λουκᾶς. τὸ μέντοι ἐπιγεγραμμένον κατ’ Αἰγυπτίους Εὐαγγέλιον, καὶ τὸ ἐπιγεγραμμένον τῶν ιβ΄ Εὐαγγέλιον, οἱ συγγράψαντες ἐπεχείρησαν. πολλὰ δὲ καὶ ἕτερα φέρονται, ἀλλὰ τὰ τέσσαρα
Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας.
ἘΞ ἀνεπιγράφου. Λαμβάνει πρῶτον τὸν χρόνον, ἵνα μὴ τῶν πραγμάτων ὁ καιρὸς, καί φησι, βασιλεὺς τῆς Ἰουδαίας, ἐπειδὴ τὰ παρὰ Ἰουδαίοις ἐδίδαξε, συνήθως τοῖς προφήταις τοῦ βασιλέως τῶν Ἰουδαίων φέρει τὸν χρόνον, καὶ οὕτως στηρίζει τῆς παρουσίας τοῦ Ἰησοῦ τὴν γνῶσιν.
Ἱερεύς τις ὀνόματι Ζαχαρίας, ἐξ ἐφημερίας Ἀβιά.
ΕΞ ἀνεπιιγράφου. Πατέρα δὲ Ἰωάννου ὀνομάζει, ἵνα προδρόμου ἄρξηται τῆς Εὐαγγελικῆς ἱστορίας, καὶ οὕτως εἰς τὸν Ἰησοῦν παραγένηται· διὸ καὶ τὴν γέννησιν αὐτοῦ πρώτην ὁ Εὐαγγελιστὴς ἐξηγεῖται, θαυματούργημα οὖσαν Θεοῦ, ὅπερ καὶ αὐτὸ πρόφασιν εἶχε πίστεως ἀγαθῆς.
Οτι περ δύο ἦσαν ἱερεῖς ἐκ διαδοχῆς τὴν λειτουργίαν ποιοῦντες, ὁ Ἀβιὰ οὕτω λεγόμενος, καὶ ὁ Ζαχαρίας. ἐπεὶ οὖν ἱεράτευσεν ἐν τῇ λειτουργίᾳ ὁ Ἀβιὰ, μετὰ τὴν ἐκείνου ἐφημερίαν ἐλειτούργει ὁ Ζαχαρίας. ἐφημερίαν δὲ χρὴ νοεῖν οὐ τὸ πρὸς ἡμέραν παραμένειν καὶ λειτουργεῖν ἐν τῷ ἱερῷ, ἀλλὰ τὸ πρὸς ἑβδομάδα· δεῖξαι δὲ θέλων ὅτι ἑκατέρωθεν νομίμως ἐτύγχανεν ἱερεὺς ὁ Ζαχαρίας, φησὶ, “ καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρών.”
Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ.
Τὸ εἶναι δὲ δίκαιοι ἐνώπιον τοῦ Θεοῦ, ἔπαινός ἐστι τέλειος· αὐτὸς γὰρ ἐπίσταται μόνος τὰς τῶν ἀνθρώπων καρδίας. καὶ γὰρ ἐνδέχεται κατὰ μὲν τὸ φαινόμενον δίκαιον εἶναί τινα ἐνώπιον τῶν ἀνθρώπων, κατὰ δὲ τὸ κρυπτὸν τῆς διανοίας, μὴ εἶναι τοιοῦτον, ἐμφωλεύοντας κεκτημένον λογισμοὺς πονηρούς.
τίνος δὲ ἕνεκεν πρόσκειται ταῖς ἐντολαῖς καὶ τοῖς δικαιώμασι τοῦ Κυρίου τὸ ἄμεμπτον; ἐπειδή περ ἐν τῷ συνειδότι ῥύπον κενοδοξίας, ἣ ἀνθρωπαρεσκείας, ἣ ἑτέρου τινὸς τοιούτου οὐκ εἶχον.
βουλόμενος δὲ δεῖξαι ὅτι ἡ τοῦ Κυρίου γένεσις ἡ παράδοξος, ἄλλην πρὸ ἑαυτῆς κατεσκεύασε γένεσιν, καὶ ὅτι τῆς φύσεως ἐστι δημιουργὸς ὁ ἐπιδημῶν, ἐπήγαγε λέγων· “ καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καὶ τὰ ἑξῆς.
Ὤφθη δὲ αὐτῷ Ἄγγελος Κυρίου.
Καὶ ἐπειδὴ οὐ πᾶσι φαίνεται ὁ Θεὸς, ἢ οἱ Ἄγγελοι αὐτοῦ, εἰ μὴ τοῖς καθαρὰν ἔχουσι τὴν καρδίαν, ἦν δὲ ὁ Ζαχαρίας τοιοῦτος, διὰ τοῦτο ὤφθη αὐτῷ Ἄγγελος Κυρίου.
“ τοῦ θυσιαστηρίου δὲ τοῦ θυμιάματος” εἶπεν, ἐπειδὴ ἦν καὶ ἕτερον θυσιαστήριον χαλκοῦν τὸ τῶν ὁλοκαρπωμάτων. “Ἐτα- “ ράχθη δὲ Ζαχαρίας,” καὶ τὰ ἑξῆς . διότι ξενίζουσα ὄψις ἀνθρώπῳ φαινομένη οὐκ ἔστιν ὑπομονητή· ἀλλ’ ὅμως ἐπιστρέφει ἀπὸ τῆς ταραχῆς τὸν Ζαχαρίαν ὁ Ἄγγελος, εἰπὼν αὐτῷ, “ μὴ φοβοῦ Ζα- “ χαρία,” καὶ ἀνακτᾶται αὐτόν.
Τοῦ χρυσοστόμου. Ποῖα δὲ αὕτη ἀκολουθία, ὅτι ὑπὲρ τοῦ λαοῦ παρακαλοῦντος τοῦ Ζαχαρίου, καὶ ὑπὲρ ἁμαρτημάτων δεομένου, καὶ συγγνώμην αἰτοῦντος τοῖς συνδούλοις, εἰπεῖν πρὸς αὐτὸν τὸν Ἄγγελον, “ μὴ φοβοῦ, εἰσηκούσθη γὰρ ἡ δέησίς σου,” καὶ τοῦ ἀκουσθῆναι ἀπόδειξιν ποιεῖται, τὸ τεχθήσεσθαι αὐτῷ παῖδα τὸν Ἰωάννην ; καὶ μάλα εἰκότως· ἐπειδὴ γὰρ ὑπὲρ τῶν ἁμαρτημάτων τοῦ λαοῦ παρεκάλει, ἔμελλε δὲ τίκτειν τὸν υἱὸν βοῶντα, ‘ ἴδε ὸ ἀμνὸς του Θεοῦ ο αἴρων τὴν ἁμαρτίαν, καὶ τὰ ἐξῆς, εἰκότως φησὶν ἠκούσθη ἡ δέησίς σου, καὶ τέξῃ υἱόν.
Μέγεθος ἐμφαίνει τῆς Ἰωάννου ψυχῆς, καὶ μέγεθος βλεπόμενον ὑπὸ Θεοῦ. ἔστι γὰρ μέγεθος ψυχῆς κατὰ ἀρετὴν, καὶ ἔστι τις σμικρότης ψυχῆς. ἐγὼ οὕτως ἀκούω τοῦ ἐν τῷ Εὐαγγελίῳ, “ μὴ “ καταφρονήσητε ἑνὸς τῶν σμικρῶν τῶν ἐν τῇ Ἐκκλησίᾳ·” μικρὸν γὰρ ἐκεῖ τὸν ἐναντίον τῷ μεγάλῳ λέγει· ὅτι ὁ τυχὼν ὁ μικρός ἐστι, δῆλον ἐκ τοῦ “ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν σμικρῶν τούτων·” μέγας γὰρ οὐ σκανδαλίζεται, ἀλλ’ ὁ μέγας παντὸς σκανδάλου κρείττων ἐστι·
Ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου.
Ἴδου καὶ ἐνταῦθα “ ἐνώπιον Κυρίου” λέγει, ὥσπερ καὶ περὶ τῶν τεκόντων αὐτὸν εἴρηται.
Σίκερα δὲ ἐστὶ πᾶν τὸ μέθην μὲν ποιεῖν δυνάμενον, οὐκ ὃν δὲ ἐξ ἀμπέλου.
Ἐπλήσθη δὲ Πνεύματος Ἁγίου ἐν τῇ κοιλίᾳ τῆς μητρὸς αὐτοῦ ὑπάρχων ὁ Ἰωάννης, ἡνίκα ἐλθούσης τῆς μητρὸς τοῦ Κυρίου πρὸς τὴν Ἐλισάβετ, ἐσκίρτησεν ἐν ἀγαλλιάσει.
Καὶ ὁ μὲν Ἰωάννης, πολλοὺς τῶν υἱῶν ἐπέστρεψε πρὸς Κύριον τὸν Θεὸν ἡμῶν κατὰ τὴν τοῦ Εὐαγγελίου φωνήν· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, πάντας ἐφώτισεν εἰς τὴν ἐπίγνωσιν τῆς ἀληθείας· τοῦτο γὰρ αὐτοῦ τὸ ἔργον ἐστί.
Τὸ δὲ “ προελεύσεται ἐν πνεύματι καὶ δυνάμει Ἠλίου,” τοῦτό ἐστιν· ὁ Ἠλίας τῆς δευτέρας τοῦ Κυρίου παρουσίας ἐστὶ πρόδρομος, καθώς, φησιν, ὁ προφήτης εἶπε· “ πέμψω ὑμῖν Ἠλίαν τὸν “ Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ “ ἐπιφανῆ.” οὕτως οὖν καὶ ὁ Ἰωάννης τῆς πρώτης γέγονε πρόδρομος· καὶ ἐν πνεύματι μὲν, ὅτι ὥσπερ ἦν ἐπὶ τὸν Ἠλίαν ἡ τοῦ Παναγίου Πνεύματος χάρις, οὕτως καὶ ἐπὶ τὸν πρόδρομον. ἐν δύο δὲ διὰ τὸ μέγεθος τῆς πληρουμένης παρ’ αὐτῶν διακονίας.
Τί ἐστι τὸ ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα ; τέκνα τοῦ Ιουδαίων λαοῦ οἱ ἅγιοι Ἀπόστολοι ὑπῆρχον· ἐξ αὐτῶν γὰρ κατήγοντο κατὰ τὴν τοῦ αἵματος συγγένειαν. τοιαύτη οὖν ἔσται, φησὶν, ἡ τοῦ Ἰωάννου διακονία, ὡς ἐπιστρέψαι τὰς τῶν Ἰουδαίων καρδίας εἰς τὴν τῶν Ἀποστόλων διδασκαλίαν· ὁ γὰρ περὶ Χριστοῦ τοιαῦτα μαρτυρήσας, συνεισήγαγε τῇ τοιαύτῃ μαρτυρίᾳ καὶ τοὺς Χριστοῦ μαθητὰς, καὶ τὸ ἀξιόπιστον αὐτοῖς ἐκ τούτου κατε- σκεύασε.
Τὸ δὲ “ ἀπειθεῖς ἐν φρονήσει δικαίων” δηλοῖ, ὅτι ἀπειθεῖς μὲν ἐξ ἀρχῆς ὑπῆρχον οἱ Ἰουδαῖοι, φρόνησις δὲ δικαίων, ἡ ἐν τοῖς Ἀποστόλοις οὖσα ἦν.
Τὸ δὲ “ ἑτοιμάσαι Κυρίῳ,” καὶ τὰ ἑξῆς, ἀντὶ τοῦ προευτρεπίσαι τῷ Χριστῷ εἴρηται· πρὸ τοῦ φανερῶσαι ἑαυτὸν ἐμπαράσκευον καὶ προκατεσκευασμένον λαόν· πολλὰ γὰρ θαυμαστὰ προειπὼν περὶ τοῦ Κυρίου ὁ πρόδρομος, τὴν εἰς αὐτὸν πίστιν τοῦ λαοῦ προευτρέπισεν.
Καὶ ἐπειδήπερ ἀπιστήσας ὁ Ζαχαρίας, “ κατὰ τί γνώσομαι “ τοῦτό,” φησιν, ἐπιτιμᾶται κωφότητα καὶ ἀφωνίαν, ὡσανεὶ τοῦ
Ἡ Ζαχαρίου Κώφευσις, οὐκ ἐκπλήξει γέγονεν ὡς ἐνόμισας· ἐν συνεχείᾳ γὰρ θεοφανείας καὶ ἀγγελικῆς ὀπτασίας ἣν ὁ ἱερεὺς καθαρῶς τοῖς μυστηρίοις διακονούμενος· ἀλλὰ τῷ τύπῳ τῆς ἐκείνου σιγῆς καὶ στειρώσεως καὶ γήρους τεχθῆναι τὴν φωνὴν, τοῦτο οἶμαι δηλοῦν τὸ ἐκ τοῦ παλαιωθέντος καὶ καταγηράσαντος καὶ στειρωθέντος τῇ ἀνηκοίᾳ τῶν δεξαμένων νόμου τοῦ γραπτοῦ τὰς περὶ Χριστοῦ προρρήσεις προελθεῖν, καὶ τὴν αὐτοῦ μητέρα ἐκ τούτου προελθεῖν.
Διὰ δὲ τοῦ βούλεσθαι μαθεῖν τὴν αἰτίαν τῆς σιωπῆς τὸν λαὸν, ταύτην διὰ νεύματος ὁ Ζαχαρίας ἐδήλου, καὶ τοῦτό ἐστιν ἴσως, “ ὅτι καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς καὶ διέμεινε κωφός.”
Τί δὲ καὶ διένευεν αὐτοῖς ; τὸ διανεύειν διαμένοντα κωφὸν, τοιοῦτόν ἐστιν. αἱ χωρὶς λόγου πράξεις, οὐδὲν διαφέρουσι νεύσεων, αἱ δὲ μετὰ λόγου πράξεις, οὐκ εἰσὶ νεύσεις, κοσμοῦνται γὰρ ὑπὸ τοῦ λόγου· ἐὰν οὖν ἴδῃς Ἰουδαίων τὴν πολιτείαν ἄλογον, ὡς μὴ δύνασθαι αὐτοὺς διδόναι λόγον περὶ ὧν πράττουσι, βλέπε τὸν τύπον τῶν γεγενημένων ἐπὶ Ζαχαρίου διαμένοντος κωφοῦ καὶ διανεύοντος αὐτοῖς. ἔστι γὰρ νῦν κωφὸς ὁ λαὸς καὶ ἄλαλος. πῶς γὰρ οὐκ ἤμελλεν ἄλαλος καὶ ἄλογος εἶναι, ἐκβαλὼν τὸν λόγον ἀφ’ ἑαυτοῦ, καὶ μὴ δυνάμενος περὶ μηδενὸς λόγον ἀποδοῦναι νομικοῦ ἢ προφητικοῦ λόγου.
Αἰδεῖται δὲ ἡ Ἐλισάβετ διὰ τὸ ἐν γήρει συλλαβεῖν, σώφρων γὰρ ἢν η γυνὴ·
Ωριγένουσ. Ἔκρυπτεν ἑαυτὴν ἐπὶ μῆνας πέντε, ἕως καὶ συλλάβῃ, ὅτε γὰρ Μαρία συνέλαβε καὶ ἦλθε πρὸς αὐτὴν, καὶ ὅτε ἐγένετο ο ἀσπασμὸς ἀύτης εἰς τὰ ὤτα ἀύτης, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ τῆς Ἐλισάβετ, καὶ ἐκ Πνεύματος ἁγίου ἐλάλησε τὰ ἀναγεγραμμένα, καὶ ἐλαλήθη ἐν τῇ ὀρεινῇ πάντα τὰ ῥήματα ταῦτα. λαληθέντων οὖν αὐτῶν ὡς περὶ
Ὅνειδος δὲ ἐν ἀνθρώποις τοῦτο λέγει, ὅπερ ἐν τοῖς χρόνοις ἐκείνοις ὑπῆρχεν, τουτέστιν ἡ ἀτεκνία, ἤγουν τὸ εἶναι στεῖραν, ὥσπερ ἔπαινος καὶ εὐλογία ἡ πολυτεκνία. Μήνα ἕκτον λέγει τὸν τῆς συλλήψεως Ἰωάννου.
Εἶπε δὲ ὁ Εὐαγγελιστὴς περὶ τῆς παναγίας δεσποίνης ἡμῶν θεοτόκου, ὅτι ἦν μεμνηστευμένη ἀνδρὶ ἐξ οἴκου Δαβὶδ καὶ πατριᾶς, δεῖξαι βουλόμενος, ὅτι καὶ αὐτὴ ἡ πανάμωμος ἐκ γένους ἦν τοῦ Δαβίδ. ὅθεν καὶ ὁ μνηστευσάμενος αὐτὴν Ἰωσήφ· οὐδὲ γὰρ ἦν δυνατὸν κατὰ τὸν νόμον ἀπὸ φυλῆς ἑτέρας ἁρμόζεσθαι γυναῖκα.
Ἐπειδὴ δὲ εἶπεν ὁ Θεὸς τῇ Εὔᾳ, “ ἐν λύπαις τέξῃ τέκνα·” λύει τὴν λύπην ταύτην ἡ χαρὰ ἣν ὁ Ἄγγελος φησι, “ χαῖρε κεχαρι- “ τωμένη ὁ Κύριος μετὰ σοῦ.”
Τὸ δὲ “ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος,” τοῦτο ἐμφαίνει, ὡσανεὶ ἔλεγε πρὸς ἑαυτὴν, μὴ ἆρά τις ἄτοπος, ὡς ἐξ ἀνδρὸς πρὸς κόρην ; ἢ θεῖος· ἐπειδὴ καὶ Θεοῦ μνήμη σύνεστι τῷ ἀσπασμῷ, τὸ “ ὁ Κύριος μετὰ σοῦ.”
Διὰ δὲ τὸ μὴ εἶναι δυνατὸν, θορυβουμένην καὶ φοβουμένην ἀκριβῶς ἀκούειν τὰ λεχθησόμενα, διὰ τοῦτο λύει πρῶτον αὐτῆς τὸν φόβον ὁ Ἄγγελος εἰπὼν, “ μὴ φοβοῦ Μαριὰμ,” ἵνα ἐν ἀταραξίᾳ γενομένη, δέξηται τὴν θείαν ἀπόκρισιν.
Τὸ μὲν οὖν εἰπεῖν τὸν Ἄγγελον πρὸς αὐτὴν, “ εὗρες χάριν” κοινὸν ἦν· εὗρον γὰρ χάριν πρὸ αὐτῆς καὶ ἄλλαι, τὸ δὲ εἰπεῖν “ συλλήψῃ,” οὐκέτι κοινὸν ἦν, ἀλλ’ ἰδιάζον εἰς ἐπαγγελίαν.
Εἶπε δὲ τοῦτο, ἵνα δείξῃ τὸν Κύριον ἐξ αὐτῆς τῆς παρθενικῆς νηδύος καὶ ἐκ τῆς ἡμετέρας οὐσίας λαβόντα τὴν σάρκα.
Δικαίως δὲ ἐκλήθη Ἰησοῦς ὁ ἐπὶ σωτηρίᾳ τοῦ ἡμετέρου γένους ἐλθών· τὸ γὰρ ὄνομα τοῦτο εἰς τὴν Ἑλλάδα γλῶσσαν μεταβαλλόμενον, Θεοῦ λέγεται σωτηρία καὶ ἴασις.
Τὸ δὲ “ ἔσται μέγας,” ὡς δεσπότης καὶ δημιουργὸς δηλοῖ, καὶ οὐχ ὡς ὁ Ἰωάννης· τὸ γὰρ ἐπαγόμενον ὅτι “ Υἱὸς Ὑψίστου κληθή- “ σεται” τοῦτο ἐμφαίνει. Πῶς δέ φησιν “ Υἱὸς Ὑψίστου κλη-
Θρόνον δὲ οὐκ αἰσθητὸν λέγει, ἀλλὰ τὸν μηδὲν θνητὸν καὶ ἐπίκηρον ἔχοντα, τὸν καθ’ ὅλης τῆς οἰκουμένης φωτὸς δίκην ἐκλάμποντα, καὶ ψυχὰς νοερὰς καταυγάζοντα, διὰ τῆς ἐνθέου διδασκαλίας. Καὶ οἶκον δὲ Ἰακὼβ, μὴ τὸ Ἰουδαίων ἔθνος μόνον νομίσωμεν, ἀλλὰ καὶ πάντας τοὺς διὰ τῆς κλήσεως τοῦ Σωτῆρος ἡμῶν, ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς τὴν τῶν ἁγίων υἱοθεσίαν εἰσποιουμένους.
βασίλειαν δὲ τέλος οὐκ ἔχουσαν οὐδενός ἐστι τοῦ βασιλεύειν, εἰ μὴ μόνου τοῦ δημιουργοῦ καὶ δεσπότου τῶν ὅλων Θεοῦ. ὥστε αὐτός ἐστι βασιλεὺς αἰώνιος, ὁ διὰ τὴν ἡμετέραν σωτηρίαν ἄνθρωπος γενέσθαι καταδεξάμενος.
Οὐχ ὡς ἀπιστήσασα ἡ παναγία παρθένος τὸ “ πῶς ἔσται “ τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω” λέγει, ἀλλ’ ὡς σοφὴ τὸν τρόπον ἐπιζητοῦσα μαθεῖν τοῦ πράγματος τοῦ λεγομένου. οὐδὲ γὰρ γέγονε πρότερόν τι τοιοῦτον, οὐδὲ μετὰ ταῦτα γενήσεται· λέγω δὴ τὸ παρθένον τεκεῖν, ὅθεν καὶ συγγινώσκει ὁ Ἄγγελος, καὶ τὸν τρόπον ἑρμηνεύων λέγει, “ Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ “ δύναμις Ὑψίστου” καὶ τὰ ἑξῆς. “ Χριστὸς δὲ Θεοῦ δύναμις “ καὶ Θεοῦ σοφία,” ὡς διδάσκει ὁ Ἀπόστολος. καὶ πῶς μὲν ἐπελεύσεται ; οὐκ ὄψει τὸ ἐπερχόμενον, ἐνεργήσει δὲ δημιουργικῶς μὴ φαινόμενον.
Τί δέ ἐστιν “ ἐπισκιάσει σοι ” περιβαλεῖ σε καὶ ἐνδύσῃ σε καὶ περιχαρακώσει σε, καὶ κύκλῳ σου ἔσται.
Χρὴ δὲ σκοπῆσαι πῶς ὅλην αὐτὴν τὴν παναγίαν καὶ ζωοποιὸν τριάδα ἐξέφηνεν εἰπὼν, Πνεῦμα Ἅγιον καὶ δύναμιν, καὶ Ὕψιστον.
Οὐχ ἁπλῶς δὲ τὸ γενέμενον φησὶ πρὸς τὴν παρθένον ὁ Ἄγγελος, ἵνα μὴ ἔξωθεν ἐπεισαγόμενον αὐτῇ σῶμα νομισθῇ, ἀλλ’ ἐπήγαγε καὶ τὸ “ ἐκ σοῦ,” ἵνα ἐξ αὐτῆς φύσει τὸ γενώμενον εἶναι πιστευθῇ.
Ἅγιον δὲ κληθησόμενον οὐχ ὡς ἔνοικον ἕξοντα τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ἐκ μετοχῆς ἁγιασθησόμενον, ἀλλ’ ὡς ὄντα κατὰ φύσιν ἅγιον, τῷ τὸν αὐτὸν Υἱὸν ὑπάρχειν Θεοῦ καὶ ἕνα εἶναι.
Συγγενῆ δὲ τῆς Παναγίας παρθένου τὴν Ἐλισάβετ εἶπεν ὁ Ἄγγελος, εἴτε ὡς ἐξ ἑνὸς προπάτορος τοῦ Ἰακὼβ ὑπαρχούσας, εἴτε διὰ τὸ πρὸ τῆς νομοθεσίας, λαβεῖν τὸν Ἀαρὼν ἐκ τῆς τοῦ Λευῒ φυλῆς ὄντα γυναῖκα τὴν Ἐλισάβετ, θυγατέρα οὖσαν τοῦ Ἀμιναδὰβ, τὴν ἀδελφὴν Ἀασσὼν, ἐκ τῆς Ἰούδα φυλῆς ὑπάρχοντος. καὶ γὰρ ἐνταῦθα συνήφθη ἡ βασιλικὴ τοῦ Ἰούδα φυλὴ, ἐξ ἧς ὑπῆρχεν Ἐλισάβετ. διὸ καὶ παραδόξως ἡ πάνσοφος τοῦ παναγίου Πνεύματος ᾠκονόμησε χάρις, καὶ ταύτην τὴν Ζαχαρίου γυναῖκα Ἐλισάβετ προσαγορεύεσθαι, ὥσπερ καὶ τὴν τοῦ Ἀαρὼν, ὅπως διὰ τοῦ ὀνόματος ἐναργῶς μάθωμεν, ὡς ἐξ ἐκείνης τῆς Ἐλισάβετ ὑπάρχει η συγγενεια.
εἰποῦσα δὲ ἡ Παναγία παρθένος, “ ἰδοὺ ἡ δούλη Κυρίου” καὶ τὰ ἑξῆς, τοῦτο ἐδήλωσε, πίναξ εἰμὶ, φησὶ, γραφόμενος, ὃ βούλεται ὁ γραφεὺς γραφέτω, ποιείτω ὃ θέλει ὁ τοῦ παντὸς Κύριος.
Δεξάμενος δὲ ὁ Ἄγγελος τῆς παναγίας παρθένου τὴν ὁμολογίαν τῆς πίστεως, ἀπῆλθεν ἀπ’ αὐτῆς.
Επορεύθη δὲ ἡ παναγία παρθένος εἰς τὴν ὀρεινὴν πρὸς τὴν Ελισάβετ, ἐπειδὴ ἐκεῖ ᾤκει ὁ Ζαχαρίας, γνῶναι βουλομένη τὸ πέρας ὧν εἶπεν ὁ Ἄγγελος πρὸς αὐτήν.
Ὅπερ δὲ οὐδενὶ τῶν προφητῶν ὑπῆρξε, τοῦτο εἰς Ἰωάννην γέγονεν. διὰ τὸ πλησιάζειν αὐτὸν τῇ Χριστοῦ παρουσίᾳ καὶ προτρέχειν αὐτῆς. διὸ οὐδὲ πρότερον τοῦ Ἁγίου Πνεύματος ἐπλήσθη, ἕως οὗ ἐπέστη αὐτῷ ἡ κυοφοροῦσα τὸν δεσπότην Χριστόν.
τότε δὲ πλησθεὶς Πνεύματος Ἁγίου, ἐσκίρτα καὶ τῇ μητρὶ μετεδίδου τῆς χάριτος, καὶ ἀνεβόα προφητικὰ ἡ Ἐλισάβετ
“ Καρπὸν δὲ κοιλίας” εἶπε, κατὰ τὴν παλαιὰν τοῦ Θεοῦ πρὸς τὸν Δαβὶδ ἐπαγγελίαν τὴν λέγουσαν, “ ἐκ καρποῦ τῆς κοιλίας “ σωθήσομαι ἐπὶ τὸν θρόνον σου.” καλῶς δὲ καρπὸν κοιλίας τῆς παναγίας παρθένου ἡ Ἐλισάβετ ὠνόμασε, διὰ τὸ μὴ ἐξ ἀνδρὸς εἶναι, ἀλλ’ ἐκ μόνης τῆς παναγίας θεοτόκου Μάριας, Πνεύματος Ἁγίου ἐνοικήσαντος ἐν αὐτῇ, καὶ τῆς τοῦ Ὑψίστου δυνάμεως ἐπισκιασάσης αὐτῇ. οἱ γὰρ ἐκ τῶν πατέρων τὴν σπορὰν ἔχοντες, ἐκείνων εἰσὶ καρποὶ, καθὼς καὶ τῷ Δαβὶδ ἐρρέθη, ἐκ καρποῦ τῆς κοιλίας, τουτέστιν οἱ πρόγονοι τῆς παναγίας θεοτόκου, καὶ αὐτοὶ ἐκ σπορᾶς ἀνδρῶν γεννηθέντες.
Σύμφωνα δὲ τῶν μελλόντων ὑπὸ Ἰωάννου λέγεσθαι, ἡ μήτηρ αὐτοῦ ἀπεφθέγγετο· ὥσπερ γὰρ ἐκεῖνος ἀνάξιον ἑαυτὸν τῆς παρουσίας τῆς παρθένου θεοτόκου, ὡσανεὶ λέγουσα, τί γάρ μοι τηλικοῦτον πέπρακται ἀγαθὸν, ἵνα ἡ μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρός με. καλεῖ δὲ αὐτὴν μητέρα τὴν ἔτι κυοφοροῦσαν, προφητικῷ λόγῳ προφθάνουσα τὴν κύησιν.
Μακαρίζει δὲ αὐτὴν ὡς ἤδη πιστεύσασαν, “ ὅτι ἔσται τελείω- “ σις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.”
Εἰποῦσα δὲ “ μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον,” ἡ παναγία παρθένος, ἔδειξεν ἑαυτὴν καρπὸν δοξολογίας προσφέρουσαν. ὅσον γάρ, φησιν, ὑπηρετοῦμαι μεγάλῳ θαύματι, τοσοῦτον ὀφείλω δοξάζειν τὸν ἐν ἐμοὶ ἐνεργοῦντα παράδοξα. διὸ καὶ ἠγαλλιάσατο τὸ πνεῦμά μου, τουτέστιν ἐτέρφθη καὶ ἡδύνθη ἐπὶ τῷ Θεῷ τῷ Σωτήρι’ μου. Σωτῆρ’ μου γάρ ἐστι καὶ Θεός· σωτηρίαν τῷ κόσμῳ δι’ ἐμοῦ χαριζόμενος. πνεῦμα δὲ καὶ ψυχὴν τὸ αὐτὸ λέγει.
Καὶ ἐπέβλεψε δέ, φησιν, ἐπ’ ἐμὲ, οὐδὲ γὰρ ἐγὼ προσεδόκησα τοῦτο, ταπεινὴ οὖσα καὶ ἀναξία, καὶ νῦν εἰς οὐρανὸν ἀπὸ γῆς μεταβαίνω, ἄρρητον οἰκονομίαν ἐκπληροῦσα· καὶ οὐχὶ σὺ μόνη ἡ Ελισάβετ, ἀλλὰ καὶ πάντων τῶν πιστευόντων μακαριοῦσι με πᾶσαι αἱ γενεαὶ, καὶ γὰρ μεγαλεῖα ἐποίησέ μοι ὁ δυνατὸς, ὅτι παρθένος οὖσα συνέλαβον, ὑπερβᾶσα τὴν φύσιν βουλήματι αὐτοῦ,
Ἅγιον δὲ εἶπε τὸ ὄνομα αὐτοῦ, δηλοῦσα ὅτι οὐδὲν παραχραίνεται, εἰς γυναῖκα συλλαμβανόμενος ὁ τῶν ἁπάντων δημιουργός. “ Καὶ τὸ ἔλεος δὲ αὐτοῦ εἰς γενεὰς καὶ τὰ ἑξῆς. ἐπειδὴ διὰ τὸ ἐλεῆσαι τὰς γενεὰς τῶν γενεῶν συνελήφθη.
Προσέθηκε δὲ “ τοῖς φοβουμένοις αὐτὸν,” ὅτι οἱ πάντῃ ἀνάξιοι, καὶ ἐν τῇ ἀπιστίᾳ διαμένοντες οὐκ ἐλεοῦνται, ἀλλ’ οἱ δι᾿ ἐπιγνώσεως πρὸς πίστιν καὶ μετάνοιαν μετατρεπόμενοι.
“ Ἐποίησε δὲ κράτος” καὶ τὰ ἑξῆς. ἐπειδὴ τῆς αὐτοῦ χειρὸς οὐκ ἀνθρώπου τὸ ἔργον. καὶ γὰρ βραχίων τοῦ Πατρὸς ὁ Υἱὸς, κατὰ τὸ “ ἐλυτρώσω ἐν βραχίονί σου τὸν λαόν σου.” δι’ αὐτοῦ οὖν νίκην εἰργάσατο, καὶ τρόπαιον ἔστησε, κατὰ τῶν πάλαι τυραννούντων νοητῶν ἐχθρῶν. “ Διεσκόρπισε” δὲ καὶ τὰς τούτων αὐτῶν καρδίας, τῶν τῇ διανοίᾳ ὑπερηφάνων, τουτέστι τὰς βουλὰς αὐτῶν τὰς καθ’ ἡμῶν ἀπρακτῆσαι ποιήσας. τούτους δὲ αὐτοὺς καὶ δυνάστας καλεῖ, οὓς καθελὼν ὕψωσε τοὺς ταπεινώσαντας ἑαυτοὺς ὑπὸ τὴν κραταιὰν χεῖρα, “ δεδωκὼς αὐτοῖς ἐξουσίαν “ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν “ τοῦ ἐχθροῦ.”
Καὶ “ πεινῶντας” μὲν τοὺς ἐξ ἐθνῶν λιμώττοντας θείων λόγων καὶ διδασκαλίας, ἐνέπλησεν ἀγαθῶν, τῶν τῆς νέας διαθήκης. τοὺς δὲ τῷ νόμῳ πλουτοῦντας Ἰουδαίους, καὶ τοῖς προφήταις πιαινομένους, κενοὺς ἐξαπέστειλε, μὴ προσδεξαμένους τὸν ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν προθεσπιζόμενον Χριστὸν τὸν Θεὸν ἡμῶν.
Τὸ δὲ “ ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ,” δύναται μὲν καὶ πρὸς τὸν κατὰ σάρκα Ἰσραὴλ τοῦτο ἁρμόσαι· πολλαὶ γὰρ ἐξ αὐτῶν μυριάδες πιστεύσασαι τῷ Κυρίῳ ἐσώθησαν. δύναται δὲ καὶ πρὸς τὸν νοητὸν Ἰσραὴλ τὸν ἐν τῷ νοὶ ὁρῶντα Θεόν· τοῦτο γὰρ Ισραὴλ ἑρμηνεύεται, οἵτινές εἰσιν οἱ ἐκ τῶν ἐθνῶν πιστεύσαντες.
“ Ἐμνήσθη δὲ τοῦ ἐλέους αὐτοῦ καθὼς ἐλάλησε” καὶ τὰ ἑξῆς, εἰς πέρας ἀγαγὼν, ὅπερ ἦν εἰπὼν πρὸς αὐτὸν, ὅτι “ ἐνευλογηθή- “ σονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς.”
“ Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ” καὶ τὰ ἑξῆς. δηλοῖ ὅτι ἕως οὗ τίκτειν ἔμελλεν ἡ Ἐλισάβετ. εἰ γὰρ τῷ ἕκτῳ μηνὶ τῆς συλλήψεως αὐτῆς ἀπεστάλη ὁ Ἄγγελος πρὸς τὴν παναγίαν παρθένον. ἀπελθοῦσα δὲ ἔμεινε σὺν αὐτῇ μῆνας τρεῖς, πρόδηλον ὅτι πληρωθέωτος τοῦ χρόνου τῆς συλλήψεως τῆς Ἐλισάβετ, εἰς τὸν οἰκον αὐτῆς ὑπέστρεψεν ἡ παναγία παρθένος, διὰ τὸ μέλλον συνεισέρχεσθαι πλῆθος εἰς τὸν οἶκον Ζαχαρίου, ἐν τῇ τῆς Ἐλισάβετ γεννήσει· ἦν γὰρ αἰδὼς ἐν τῇ παναγίᾳ παρθένῳ παρθενική.
τίνος δὲ χάριν ἔμεινεν ; ἴσως καὶ τοῦ παραδόξου θεωρῆσαι τὴν ἔκβασιν, καὶ ἐπὶ τοῖς καθ’ ἑαυτὴν ἀποροῦσά τε καὶ ἐκπληττομένη, καὶ τί δεήσει γενέσθαι βουλευομένη.
Παρατηρήσασθαι δεῖ ἐν ὅλῃ τῇ παλαιᾷ διαθήκῃ καὶ τῇ καινῇ γραφῇ, εἴπου ἐστὶν ἐπὶ ἁμαρτωλοῦ γενέσεως εἰρημένον τὸ, “ ἐπλή- “ σθη ὁ χρόνος τοῦ τεκεῖν.” οἶμαι δὲ ὅτι οὐκ ἄν τις εὕροι, εἰ μὴ μόνον ὀποῦ ὠνόμασται ὅτι δίκαιός ἐστιν ὁ γεννώμενος.
Διατὶ μετὰ τὴν περιτομὴν, τὸ ὄνομα ἑκάστου παιδὸς τίθεσθαι ὁ νόμος προσέταττεν ; ἐπειδὴ τοῦτο καλὸν ἦν πρῶτον τὴν ἐκ Θεοῦ προσταχθεῖσαν λαβεῖν σφραγίδα, τουτέστι τὴν περιτομὴν, καὶ εἰς λαὸν Θεοῦ χρηματίσαι, καὶ τότε τὸ ἀνθρώπινον δέξασθαι ὄνομα.
Οὐχ ἁπλῶς δὲ ἡ Ἐλισάβετ, Ἰωάννην εἶπε κληθῆναι τὸν πρόδρομον, ἀλλ’ ὡς προφῆτις οὖσα ὑπὸ Πνεύματος Ἁγίου κινουμένη. οὐδὲ γὰρ ἐγίνωσκεν τὰ χρηματισθέντα τῷ Ζαχαρίᾳ· πῶς γὰρ ἃν αὐτῇ ἀπήγγειλεν ὁ μὴ λαλῶν ;
“ Αἰτήσας δὲ πινακίδιον“ ὁ Ζαχαρίας ἔγραψε τὸ ὄνομα, ἐπειδὴ διὰ νεύματος οὐκ ἠδύνατο τοῦτο δηλῶσαι. πῶς γάρ ;
“ Ἐθαύμασαν πάντες,” ἐπειδήπερ ὁμοφώνησαν ὅτε Ζαχαρόας καὶ ἡ Ἐλισάβετ περὶ τοῦ ὀνόματος Ἰωάννην εἰπόντες, καίπερ ξένον ὂν, εἰς τὴν συγγένειαν αὐτῶν. Ἑρμηνεύεται δὲ Ἰωάννης Θεοῦ χάρις, διὸ καὶ μετὰ τὸ γράψαι αὐτὸν τὸ ὄνομα, εὐθέως τῇ τοῦ Θεοῦ χάριτι, ἀνεῴχθη αὐτοῦ τὸ στόμα, καὶ ἐλάλει εὐλογῶν τὸν Θεὸν, καὶ προφητεύων τὰ ἀναγεγραμμένα, πρῶτον μὲν τὰ παρὰ τοῦ Χριστοῦ, ὡς ἤδη ἐπιδημήσαντος τῷ βίῳ, ὕστερον δὲ καὶ περὶ τοῦ Ἰωάννου.
Διατί δὲ ἐγένετο ἐπὶ πάντας φόβος; ἵνα ὥσπερ ἐπὶ τῇ σιωπῇ Ζαχαρίου ἐξέστη ὁ λαὸς, οὕτω καὶ ἐν τῷ λαλῆσαι αὐτὸν, ὅπως
Εὐλογῶν τὸν Θεὸν ὁ Ζαχαρίας ἐπισκοπὴν λέγει γεγονέναι παρ’ αὐτοῦ πρὸς τὸν λαὸν αὐτοῦ, λέγων οὕτως, “ εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ ὅτι καὶ τὰ ἑξῆς. οἵτινές εἰσιν οἱ τῷ Χριστῷ πιστεύσαντες· οὗτοι γὰρ τῆς ἐπισκοπῆς ἄξιοι γεγόνασιν, ἐνεργὸν εἰς ἑαυτοὺς τὴν θείαν ἐπισκοπὴν ἀποδείξαντες.
Πῶς δὲ ἤγειρε κέρας σωτηρίας ἡμῖν καὶ τὰ ἑξῆς ; τὸ κέρας ἣ ἀντὶ βασιλείας, ἣ ἀντὶ δυνάμεως παρείληπται τῇ θείᾳ γραφῇ. ἀμφότερα δὲ ὁ Χριστὸς ἐστὶν ὁ ἐκ τῆς πατριᾶς τοῦ Δαβὶδ ἀνατείλας· αὐτὸς γάρ ἐστιν ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ ἡ ἀκαταμάχητος δύναμις τοῦ Πατρὸς, ἡ πάντας τοὺς ἐχθροὺς ἡμῶν τροπωσαμένη, κατὰ τὴν τῶν ἁγίων αὐτοῦ προφητῶν προσαγόρευσιν· πᾶσι γὰρ τοῖς προφήταις τὸ περὶ τοῦ Χριστοῦ κατήγγελται μυστήριον, καὶ ῥυσαμένη ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς· ἐχθρῶν δὲ οὐκ αἰσθητῶν, ἀλλὰ νοητῶν.
Τὸ “ ποιῆσαι δὲ ἔλεος μετὰ τῶν πατέρων ἡμῶν,” οὕτως χρὴ νοεῖν, ὅτι τὸ εἰς ἡμᾶς γενόμενον ἔλεος, καὶ πρὸς τοὺς πατέρας ἡμῶν ἀνατρέχει, τοὺς περὶ τὸν Ἀβραάμ. ἐπαισθόμενοι γὰρ τῆς εἰς ἡμᾶς εὐεργεσίας, κοινωνοὶ γίνονται τῆς εὐφροσύνης.
Περὶ ταύτης δὲ λέγει μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ, περὶ ἧς πρὸς τὸν Ἀβραὰμ διέθετο λέγων, “ καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματι σου πάντα τὰ ἔθνη καὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.”
“Ὄρκον δὲ ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ὴμῶν,” τοῦτον φησιν, ὅτι εἶπεν αὐτῷ ὁ Θεός· “ εὐλογῶν εὐλογήσω σε, καὶ πλη- “ θύνων πληθυνῶ σε.” ἐπληθύνθη γὰρ τὸ σπέρμα Ἀβραὰμ, εἰς σπέρμα καὶ τῶν ἐθνῶν λογισθέντων αὐτῷ.
Καὶ ἐπειδὴ πολλάκις ῥύονταί τινες ἐκ χειρὸς ἐχθρῶν, μετὰ φόβου δὲ, διὰ τοῦτό φησι, “ τοῦ δοῦναι ἡμῖν ἀφόβως ἐκ χειρὸς” καὶ τὰ ἑξῆς. καὶ γὰρ ἡ Χριστοῦ ἐπιδημία, πεποίηκεν ἡμᾶς ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθῆναι, οὐ γὰρ ἠσθάνθημεν τῆς ἐπιβουλῆς τῶν ἐχθρῶν, ἀλλ’ αἰφνίδιον ἥρπασεν ἡμᾶς μεταστήσας ἀπ’ ἐκείνων ἐπὶ τὸν κλῆρον καὶ τὴν μερίδα αὐτοῦ. διὸ καὶ ἡμεῖς
Τί δήποτε δὲ ὡς πρὸς ἀκούοντά φησι· “ καὶ σὺ παιδίον προ- “ φήτης Ὑψίστου κληθήσῃ ” καὶ γὰρ περιττὸν ἦν ταῦτα λέγειν τῷ μὴ νοοῦντι παιδίῳ. χρὴ οὖν ὑπολαβεῖν, ὅτι μήποτε ἄρα ὅπερ παράδοξον γέννησιν ἔσχεν ὁ Ἰωάννης, ἅτε Ἀρχαγγέλου ταύτην κηρύξαντος, ἅτε αὐτοῦ σκιρτήσαντος ἐν τῇ κοιλίᾳ τῆς μητρὸς ὑπὲρ φύσιν ἐπὶ τῇ παρουσίᾳ τῆς παναγίας παρθένου τῇ πρὸς τὴν Ἐλισάβετ, οὕτω καὶ γεννηθέντι, παράδοξον ἤδη καὶ τὴν παρακολούθησιν ἔσχε τῆς αἰσθήσεως.
τάχιον δὲ αὐτῷ παρόντι προεφήτευσεν ὁ πατὴρ λέγων, “ προ- “ πορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ·” ἐπειδήπερ ᾔδει ὡς προφήτης, ὅτι μετ’ ὀλίγον οὐ μέλλει ἔχειν αὐτὸν παρ’ ἑαυτῷ τρεφόμενον· φησὶ γὰρ ὁ Εὐαγγελιστὴς, ὅτι “ ἦν τὸ παιδίον ἐν ταῖς ἐρήμοις, ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ “ πρὸς τὸν Ἰσραήλ.”
“ Γνῶσιν δὲ σωτηρίας” φησὶ δοῦναι τοῖς ἀνθρώποις τὴν τοῦ Χριστοῦ· ἥτις γνῶσις σωτηρία ἔσται αὐτοῖς τοῖς θελήσασιν ἐπιγνῶναι τὴν σωτηρίαν, Ἰουδαίοις τὲ καὶ Ἕλλησι.
Λέγει δὲ καὶ πῶς ἔσται ἡ τοῦ Θεοῦ γνῶσις σωτηρία, ὅτι φησὶν “ ἐν ἀφέσει ἁμαρτιῶν” ἔσται, οὕτως ἐλεήσαντος τοῦ Θεοῦ τοὺς ἐπὶ γῆς, καὶ γὰρ ὡς ἀληθῶς διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν ἠλεήθημεν· οὐδὲ γὰρ διὰ τὰ ἔργα ἃ ἐποιήσαμεν ἡμεῖς.
Ἐν οἷς τοῦ πατρὸς σπλάγχνοις ἐπεσκέψατο ἡμᾶς ὁ ἐξ ὕψους καὶ ἐξ οὐρανοῦ ἀνατείλας ἡμῖν ἥλιος δικαιοσύνης, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς ἡμῶν.
Καὶ “ σκότος” μὲν λέγει τὴν ἀγνωσίαν. “ σκιὰν δὲ θανάτου” τὴν ἁμαρτίαν, διὰ τὸ μὴ εἶναι αἰσθητὸν θάνατον, ἀλλ’ αἰώνιον, εἰκόνα δὲ ἔχειν θανάτου. ὥσπερ γὰρ ὁ αἰσθητὸς θάνατος χωρισμὸν ἔχει ψυχῆς, οὕτως ἡ ἁμαρτία χωρισμὸν Πνεύματος Ἁγίου.
Τὸ δὲ “ εἰς ὁδὸν εἰρήνης” δηλοῖ, ἵνα, φησὶ, τὰ τοῦ βίου ἡμῶν διαβήματα κατευθύνῃ, καὶ ὁδηγήσῃ εἰς τὴν διδασκαλίαν τὴν ἑαυτοῦ ὁ Χριστὸς καὶ τὸ κήρυγμα· τοῦτο γάρ ἐστιν ὁδὸς εἰρήνης.
Επειδὴ δὲ κατὰ τὴν ἀναλογίαν τῆς ἡλικίας πνευματικῆς
Διὰ τοῦτο δὲ “ ἐν ταῖς ἐρήμοις ἢν ἕως ἀναδείξεως καὶ τὰ ἑξῆς. ἵνα ὁ τὸν ὑπερκόσμιον μηνύων Χριστὸν, ἔξω τῆς ἐν ἀνθρώποις κακίας ᾐ καὶ ὅπως ἀξιόπιστος μάρτυς φανῇ, μαρτυρῶν τῷ Χριστῷ, καὶ τὴν κακίαν ἐλέγχων μετὰ παρρησίας.
Περὶ τῆς ἀπογραφῆς.
Καὶ ἐπειδήπερ καθολικὴ χάρις ἐκλάμπειν ἔμελλεν εἰς πᾶσαν τὴν γῆν, γίνεται ἓν πρόσταγμα καθ’ ὅλης τῆς οἰκουμένης, Σωτῆρος ἑνὸς κἀς ὅλῃ τῇ οἰκουμένῃ γεννωμένου· φησὶ γὰρ ὁ Εὐαγγελιστὴς, “ ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα” καὶ τὰ ἑξῆς. καὶ διὰ τοῦτο δὲ γίνεται τοῦτο, ἐπειδὴ ἡ ἀπογραφὴ αὕτη χρησίμως τὴν παναγίαν παρθένον ἐξέπεμπεν εἰς Βηθλεὲμ τεκεῖν, ἵνα πληρωθῇ ἡ λέγουσα προφητεία “ καὶ σὺ Βηθλεὲμ, “ οἰκος τοῦ Ἐφραθὰ, μὴ ὀλιγοστὸς εἶ a τοῦ εἶναι ἐν χιλιάσιν “ Ἰούδα, ἐξ οὗ γάρ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν “ τῷ Ἰσραήλ.”
Μυστήριόν τι μέγα βούλεται ὁ λόγος παραστῆσαι, ὅτι εἰς τὴν τῆς οἰκουμένης ὅλης ἀναγραφὴν ἔδει ἀναγραφῆναι Χριστὸν Ἰησοῦν, ἵνα συναναγραφεὶς τοῖς ἐν τῇ οἰκουμένῃ, ἁγιάσῃ τὴν οἰκουμένην, καὶ μεταθῇ τὴν ἀπογραφὴν ταύτην εἰς βίβλον ζώντων, ἵνα τὰ ὀνόματα τῶν συγγραφέντων αὐτῷ καὶ πιστευόντων αὐτῷ, ἐγγράψῃ ἐν τοῖς οὐρανοῖς.
Ἰσιδώρου Πηλουσιώτου. Ἀπεγράφη ὁ Κύριος ἐτέλεσε Καίσαρι, τῷ κράτει νομοθετῶν ὑποτάσσεσθαι, ὅταν μηδὲν παραβλάπτῃ πρὸς τὴν εὐσέβειαν.
Διατί εἰπεν ὁ Εὐαγγελιστὴς “ τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον·” οὐδὲ γὰρ ἄλλον ἔσχεν υἱὸν ἡ παναγία θεοτόκος καὶ ἀειπάρθενος ; ἐπειδὴ Θεὸς ὑπάρχει ἀληθινὸς ὁ ἐξ αὐτῆς σαρκωθεὶς Κύριος ἡμῶν Ἰησοῦς Χριστός. γέγονεν ἡμῶν διὰ τὴν σάρκωσιν ἀδελφὸς, τούτου χάριν ὠνομάσθη πρωτότοκος, ὡς πρωτεύων ἐν πᾶσιν αὐτός.
Ἐν τῇ φάτνῃ δὲ κατακλίνεται, καὶ διὰ τὸ μὴ ὑπάρχειν μὲν [*](a ἦ Cod.)
Περὶ τῶν ἀγραυλούντων ποιμένων.
Ἐπειδὴ δὲ καὶ πρότερον ἐν τῇ παλαιᾷ πνευματικοῖς ποιμέσι τοῖς προφήταις τὰ παρὰ Θεοῦ διεπορθμεύετο ῥήματα, διὰ τοῦτο καὶ νῦν διὰ τῶν αἰσθητῶν ποιμένων τὸ αὐτὸ γίνεται. καὶ γὰρ ὁ ἀσώματος σάρκα προσλαβόμενος, δι’ αὐτῆς ὡράθη τῷ γένει τῶν ἀνθρώπων. ἔτι δὲ καὶ διὰ τὸ ἀπλάστους αὐτοὺς ε-ι’ναι· ἐζήλουν i o γὰρ τὴν παλαιὰν πολιτείαν, ποιμαίνοντες ὥσπερ οἱ πατριάρχαι καὶ αὐτὸς Μωυσῆς.
Tὸ δὲ ** ἥτις ἔσται παντὶ τῷ λαῷ” τῷ τῶν ἀνθρώπων δηλοῖ, οὐ μόνον τῷ τῶν Ἰουδαίων.
Ὅπερ δὲ τὸ πλῆθος τῆς οὐρανίου στρατιᾶς αἰνοῦντες ἔλεγον, * δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, καὶ τὰ ἑξῆς, τοῦτο σημαίνει, ὅτι δόξα τῷ ἐν ὑψίστοις ὄντι Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη γενομένῳ. καὶ γὰρ ἀγέλην ἀπέφηνε μίαν, τούς τε ἐν οὐρανῷ, καὶ τοὺς ἐπὶ γῆς, γενόμενος ἡμῖν εἰρήνη καὶ εὐδοκία. οἱ μὲν γὰρ Ἄγγελοι καὶ πᾶσα ἡ ἐν οὐρανοῖς δύναμις, πλὴν τῶν ἀπιστούντων, ἐν εἰρήνῃ μεμενήκασι πρὸς τὸν Θεὸν, τὰ αὐτοῦ πληροῦντες θελή- θελήματα, ἡμᾶς δὲ ἡ ἁμαρτία ἐχθροποίησε πρὸς τὸν Θεόν. ἐπειδὴ οὖν ἔλυσε τὴν ἔχθραν ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστὸς, ἀποκαταλλάξας ἡμᾶς πρὸς τὸν πατέρα, κατὰ τὸν λέγοντα ’πό. στόλον· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν· εἰκότως δοξολογοῦσιν οἱ Ἄγγελοι αὐτὸν, τὸν ἐπὶ τῆς γῆς εἰρήνη γενόμενον Χριστὸν τὸν Θεὸν ἡμῶν.
Ὠριγένουσ. Tί δήποτε ὁ Ἄγγελος οὐκ ἀπῆλθεν εἰς Ιεροσό- λύμα ; οὐκ ἐζήτησε τοὺς γραμματεῖς καὶ τοὺς Φαρισαίους ; οὐκ εἰσῆλθεν εἰς τὴν τῶν Ἰουδαίων συναγωγὴν, ἀλλὰ ποιμένας ἀγραυλοῦντας καὶ φυλάσσοντας τὰς φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν, κἀκείνους εὐηγγελίσατο ; ὅτι ἐκεῖνοι μὲν ἦσαν διεφθαρμένοι, καὶ τῷ φθόνῳ ἤμελλον διαπρίεσθαι· οὗτοι δὲ ἄπλα-
Θείᾳ δόξῃ καὶ οὐρανίῳ περιαστραφθέντες οἱ ποιμένες καὶ ἀγγελικῆς στρατιᾶς θεασάμενοι, καὶ ὑμνολογούσης ἀκούσαντες, ἐπιζηκῆς θερμῶς τὴν Βηθλεὲμ, ἥτις οἶκος ἄρτου μεθερμηνεύεται. “ διέλθωμεν δὴ ἕως εἰς Βηθλεὲμ” λέγοντες, τοὺς τῆς ἐκκλησίας προτυποῦντες ποιμένας τὲ καὶ ἱερεῖς, οἷς ἔργον ἐστὶ τὸν οὐράνιον ἄρτον ἐπιζητεῖν, τὸν ἀμνὸν τοῦ Θεοῦ, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ μυστικῶς καθ’ ἑκάστην ἱερουργούμενον, κατὰ τὸ μέγα ἔλεος αὐτοῦ.
Ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα.
Ποῖα δὲ “ συνετήρει πάντα” ἡ παναγία θεοτόκος ; ὅσα τε εἰρήκει αὐτῇ ὁ Ἄγγελος, ὅσα τε οἱ ποιμένες εἶπον, συμβιβάζουσα ἐν τῇ ἑαυτῆς καρδίᾳ, τουτέστι τούτῳ ἐκεῖνο συγκρίνουσα τὰ ῥήματα, ἑνὸς πράγματος συμφωνίαν, ὡς ὅτι περ Θεὸς ὑπάρχει κατὰ ἀλήθειαν ὁ ἐξ αὐτῆς γεννηθεὶς ἐν σαρκί.
Κυρίαδου Ἀαεξανδρείασ. Ὅταν ἴδῃς βρέφος ἐσπαργανωμένον, μὴ μέχρις μόνης τῆς κατὰ σάρκα γεννήσεως αὐτοῦ τὴν ἑαυτοῦ διάνοιαν στήσῃς· ἀναπήδησον δὲ εἰς θεωρίαν τῆς θεοπρεποῦς δόξης αὐτοῦ. ἀνάβηθι τὸν οὐρανὸν, οὕτως αὐτὸν ἐν τοῖς ἀνωτάτω θεωρήσεις ὑψώμασι τὴν ὑπερτάτην ἔχοντα δόξαν, ὄψει καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· ἀκούσεις τῶν Σεραφεὶμ ὑμνολογούντων αὐτόν· πλήρη λεγόντων τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ· γέγονε δὲ τοῦτο καὶ ἐπὶ τῆς γῆς· δόξα γὰρ Θεοῦ περιήστραψε τοὺς ποιμένας, καὶ πλῆθος ἦν στρατιᾶς οὐρανίου δοξολογούντων Χριστόν — Καὶ μετ’ ὀλίγα. οὐκοῦν μὴ ὡς βρέφος ἴδῃς ἁπλῶς τὸν ἐν φάτνῃ κείμενον, ἀλλ’ ἐν πτωχείᾳ τῇ κἀς ἡμᾶς τὸν πλούσιον ὡς Θεὸν, καὶ διὰ τοῦτο δοξολογούμενον καὶ πη αὐτῶν τῶν ἁγίων Ἀγγέλων.