Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.
Περὶ Συμεών.
Περιετμήθη δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἐπειδὴ γέγονεν ὑπὸ νόμον, καθὼς φησὶν ὁ Ἀπόστολος, “ γεννώμενον ἐκ
Ἐν τῷ εἰπεῖν τὸν Εὐαγγελιστὴν, “ καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ “ Ἰησοῦς,” ὅπερ ἐστὶ σωτηρία λαοῦ, “ τὸ κληθὲν ὑπὸ τοῦ Ἀγγέ- “ λοῦ πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.” πῶς τολμῶσι λέγειν τινὲς, ὅτι εὐθέως σὺν τῷ εἰπεῖν τὸν Ἄγγελον “ χαῖρε “ κεχαριτωμένη” συνελήφθη, θαυμάζειν χρή.
“ Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῆς.” καλῶς ἐπήγαγε “ κατὰ τὸν νόμον·” κατὰ γὰρ τὴν ἀλήθειαν οὐκ εἶχεν ἀνάγκην ἡ παναγία θεοτόκος περιμένειν ἡμέρας καθαρισμοῦ, αἵτινες ἦσαν τεσσαράκοντα ἐπὶ ἄρσενι τεχθέντι· εἴρηται γὰρ ἐν τῷ νόμῳ “ γυνή,” φησὶν, “ ἥτις ἐὰν σπερματισθῇ, καὶ τέκει ἄρ- “ σεν, (??) ἡμέρας ἔσται ἀκάθαρτος.” ἡ δὲ πανάμωμος οὐ σπερματισθεῖσα, ἀλλ’ ἐκ Πνεύματος Ἁγίου συλλαβοῦσα
Τὸ δὲ περὶ τοῦ Συμεὼν εἰρημένον ὅτι ἦν “ προσδεχόμενος “ παράκλησιν τοῦ Ἰσραὴλ,” τοῦτό ἐστι πότε διὰ τοῦ Χριστοῦ παράκλησιν εὕροι ὁ Ἰσραὴλ, διὰ τῆς εἰς αὐτὸν πίστεως ἐλευθερίαν εὑρίσκων ἐκ τῆς τῶν Ῥωμαίων διοικήσεως, καὶ ἐκ τῆς ὑπὸ ἀλλοφύλου βασιλείας Ἡρώδου.
Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ. ἱερῷ ὁ Χριστὸς, βρέφος ὢν ἔτι βραχύ τε καὶ ὑπομάζιον. ὁ δέ γε μακάριος Συμεὼν προφητικῇ χάριτι τετιμημένος, δέχεται μὲν εἰς ἀγκάλας αὐτὸν, θυμηδίας δὲ τῆς ἀνωτάτω πιμπλάμενος ηὐλόγησε Θεὸν λέγων, “ νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα,” καὶ τὰ ἑξῆς· προητοίμαστο γὰρ τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ πρὸ αὐτῆς τῆς τοῦ κόσμου καταβολῆς.
Τί τοῦτο δὲ “ νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσοιτα;” περὶ τῆς ἐν σαρκὶ ζωῆς εἶπε. “ Κατὰ δὲ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, διὰ τὸν χρησμὸν ὃν εἰληφὼς ἦν. Ἐπειδὴ δὲ ἐν σκότῳ καὶ ἀγνωσίᾳ ὑπῆρχε τὰ ἔθνη δαίμοσι λατρεύοντα, φῶς δὲ αὐτοῖς ὁ Χριστὸς γέγονεν, ἀποκαλύψας τὸν ὄντως ἀληθῆ Θεὸν ἑαυτόν τε καὶ τὸν Πατέρα καὶ τὸ Ἅγιον Πνεῦμα, διὰ τοῦτό φησι “ φῶς εἰς ἀποκά- “ λυψιν ἐθνῶν.”
Γέγονε δὲ καὶ “ δόξα τοῦ Ἰσραὴλ” ὁ Χριστὸς, καὶ κατ’ αὐτὸ μὲν τὸ ἐξ αὐτῶν ἀνατεῖλαι τὸ κατὰ σάρκα, ἐδόξασε δὲ καὶ πολλοὺς ἐξ αὐτῶν διὰ τῆς εἰς αὐτὸν πίστεως.
Κυρίλλου Ἀλεξανδρείασ. Γέγονε φῶς τοῖς ἐν σκότει καὶ πεπλανημένοις, καὶ ὑπὸ χεῖρα πεσοῦσι διαβολικὴν, κέκληται γὰρ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς πρὸς ἐπίγνωσιν τοῦ Υἱοῦ, ὅς ἐστι φῶς τὸ ἀληθινὸν, ἀλλὰ καὶ εἰς δόξαν τοῦ Ἰσραήλ· εἰ γὰρ καὶ γεγόνασι τινὲς ὑβρισταὶ ἐξ αὐτῶν καὶ ἀπειθεῖς καὶ ἀσυνεσίας ἔμπλεω τὴν διάνοιαν ἔχοντες, ἀλλ’ οὖν σέσωσται τὸ κατάλειμμα, καὶ δεδόξασται διὰ Χριστοῦ.
Τὸ δὲ “ εἰς πτῶσιν καὶ ἀνάστασιν εἶναι τὸν Κύριον πολλῶν ἐν “ τῷ Ἰσραὴλ” ἡγοῦμαι, οὐκ ἄλλων πιπτόντων, καὶ ἄλλων ἀνισταμένων, οὐδὲ γὰρ τοῖς μὲν τοῦ πίπτειν ἀφορμὰς παρέχει, τοῖς δὲ τοῦ ἀνίστασθαι· οἱ γὰρ πίπτοντες ἀπὸ τῆς στάσεως ἐν ᾗ ποτὲ
“ Εἰς δὲ σημεῖον ἀντιλεγόμενον.” Κυρίως σημεῖον ἔγνωμεν παρὰ τῇ θείᾳ γραφῇ τὸν ζωοποιὸν σταυρόν. ἔθηκε γάρ, φησι, Μωϋσῆς τὸν ὄφιν ἐπὶ σημείου, τουτέστιν ἐπὶ σταυροῦ. ἐπεὶ οὑν οὐ παύονται ζυγομαχοῦντες περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου· οἱ μὲν ἀνειληφέναι αὐτὸν σῶμα, οἱ δὲ φαντασίᾳ τινὶ τὴν διὰ τοῦ σώματος οἰκονομίαν πληροῦν, καὶ ἄλλοι χοικὸν, ἄλλοι δὲ ἐπουράνιον σῶμα, καὶ οἱ μὲν προαιώνιον τὴν ὕπαρξιν, οἱ δὲ ἀπὸ τῆς παρθένου καὶ ἀχράντου Μάριας τὴν ἀρχὴν ἐσχηκέναι, διὰ τοῦτο εἰς σημεῖον ἀντιλεγόμενον. “ Ῥομφαίαν” δὲ λέγει τὸν λόγον τὸν πειραστικὸν τῶν ευθυμησεων.
Ἄλλωσ. “ Ῥομφαίαν” δέ φησι τὴν ἐπὶ τῷ σταυρῷ θλῖψιν τῆς παναγίας θεοτόκου, οἰομένην μὴ δεῖν αὐτὸν τοιαῦτα πάσχειν· τὸ γὰρ αὖθις ἀναστήσεσθαι αὐτὸν, ὡς ὑπέρογκον τέως ἠπιστεῖτο.
Ἄλλωσ. Προφητεύει ὁ Συμεὼν καὶ περὶ αὐτῆς τῆς ἁγίας παρθένου Μάριας, ὅτι παρεστῶσα τῷ σταυρῷ, καὶ βλέπουσα τὰ γινόμενα, καὶ ἀκούουσα τῶν φωνῶν τῶν φονευτῶν, μετὰ τὴν τοῦ Γαβριὴλ μαρτυρίαν, μετὰ τὴν ἀπόρρητον γνῶσιν τῆς θείας συλλήψεως, μετὰ τὴν μεγάλην τῶν θαυμάτων ἐπίδειξιν, γενήσεται τις περὶ τὴν σὴν ψυχὴν σάλος.
Τὸ δὲ “ ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλο- “ γισμοὶ,” αἰνίττεται ὅτι μετὰ τὸν σκανδαλισμὸν τὸν ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ γενόμενον τοῖς μαθηταῖς, καὶ αὐτῇ τῇ παναγίᾳ παρθένῳ ταχεία τις ἴασις ἐπακολουθεῖ παρὰ τοῦ Κυρίου. βεβαιοῦσα αὐτῶν τὴν καρδίαν εἰς τὴν ἐπ’ αὐτὸν πίστιν. οὕτως γὰρ εἴδομεν καὶ Πέτρον τῆς εἰς Χριστὸν πίστεως ἀντισχόμενον, τὸ ἀνθρώπινον οὖν σαθρὸν διηλέγχθη, ἵνα τὸ ἰσχυρὸν τοῦ Κυρίου δειχθῇ.
Ἄλλωσ. Τὸ δὲ “ ὅπως ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν “ διαλογισμοὶ” τοῦτό ἐστιν, ἵνα πάντων οἱ διαλογισμοὶ δῆλοι καὶ σαφεῖς τοῖς ἀνθρώποις γένωνται· τίς μὲν ὁ ἀγαπῶν αὐτὸν, καὶ μέχρι θανάτου τὴν εἰς αὐτὸν ἀγάπην ἐνδεικνύμενος· τίς δὲ ὁ ἐπίπλαστὸν ἔχων τὴν εἰς αὐτὸν πίστιν, σκανδάλου πληρωθεὶς διὰ τὸν σταυρόν· τίς τε ὁ προδιδοὺς καὶ ἐπιμένων τῷ τε σταυρῷ καὶ τῷ θανάτω αὐτοῦ.
Περὶ Ἄννης τῆς προφήτιδος.
Ἡ δὲ προφῆτις Ἄννα ἡ τοσαύτης ἀξιωθεῖσα μαρτυρίας ὑπὸ τοῦ Εὐαγγελιστοῦ, ἀνθωμολογεῖτο τῷ Θεῷ, τουτέστιν ηὐχαρίστει τὴν σωτηρίαν ὁρῶσα, τοῦ τε κόσμου, τοῦ τε Ἰσραὴλ ἐπιστᾶσαν.
Ελάλει δὲ περὶ αὐτοῦ, ὅτι αὐτὸς εἴη ὁ λυτρωτὴς, αὐτὸς εἴη ὁ Σωτῆρ’, οὗτος ἡμῖν εἰς χαρὰν περιτρέψει τὴν κατήφειαν.
“ Ὑπέστρεψαν δὲ εἰς τὴν Γαλιλαίαν, εἰς τὴν πόλιν ἑαυτῶν “ Ναζαρὲτ,” ἐπειδὴ εἰ καὶ ἡ Βηθλεὲμ ἦν αὐτῶν πόλις, ἀλλὰ καὶ τὴν Ναζαρὲτ πόλιν ἑαυτῶν ἐπεγράφοντο, ὡς ἐκεῖ τὴν οἴκησιν αὐτῶν πηξάμενοι.
Κυρίλλου Ἀλεξανδρείασ. Ἄθρει δή μοι τῆς οἰκονομίας τὸ βάθος, ἀνθρώπινον ὑπομένει τόκον· καί τοι τὸ ἄναρχον ἐν χρόνῳ θεικῶς ἔχων ὁ Λόγος· ἐν αὐξήσει σώματος, ὁ παντέλειος ὡς Θεὸς, ἐν ἁδρότητι μελῶν ὁ ἀσώματος· πληροῦται σοφίας αὐτὸς ὢν ἡ πᾶσα σοφία. καὶ πρὸς τοῦτο φαμὲν, ὅρα διὰ τούτων τὸν ἐν μορφῇ τοῦ Πατρὸς, ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς, τὸν πλούσιον, ἐν πτωχείᾳ, ἐν ταπεινώσει τὸν ὑψηλὸν, τὸν τὸ πλῆρες ἔχοντα θεικῶς ἐν τῷ λέγεσθαι λαβεῖν, οὕτω κεκένωκεν ἑαυτὸν Θεὸς ὣν ὁ Λόγος· τὰ γὰρ ἀνθρωπίνως περὶ αὐτοῦ γεγραμμένα τὸν τῆς κενώσεως διαδείκνυσι τρόπον. οὐ γάρ ἐστι τῶν ἐνδεχομένων εἰς ἰδίαν φύσιν ὑποστῆναί τι τοιοῦτον ἐκ τοῦ Θεοῦ Πατρὸς φύντα Λόγον. Γέγονε δὲ σὰρξ, ἤγουν ἄνθρωπος καθ’ ἡμᾶς· τίκτεται ἐκ γυναικὸς κατὰ σάρκα τὰ ἀνθρώπινα ὑπομεμενηκώς. ἦν μὲν γὰρ ἱκανὸς ὁ Θεὸς ὣν ὁ Λόγος, εἰς μέτρον ἀνδρὸς τελείου καὶ ἐκ μητρὸς αὐτῆς τὴν ἰδίαν ἀναβιβάσας σάρκα. ἀλλ’ οὐκ ἦν μακρὸν τερατοποιήσας τὸ
Τοῦ Ἁγιοῦ Κυρίλλου Ἀλεξανδρείασ. Εἰπὼν ὁ Εὐαγγελιστὴς, ὅτι “ προέκοπτε σοφίᾳ καὶ χάριτι παρά τε Θεῷ καὶ ἀνθρώ- “ ποις,” δείκνυσι τὸν ἑαυτοῦ λόγον ἀληθῆ. Ἀποφέρει γὰρ αὐτὸν εἰς Ἱερουσαλὴμ, ἅμα τῇ ἁγίᾳ παρθένῳ, ἑορτῆς εἰς τοῦτο καλούσης, εἶτά φησιν, ἀπομεῖναι μὲν αὐτὸν, ἐγκαταλειφθῆναι δὲ μετὰ ταῦτα ἐν τῷ ἱερῷ μεταξὺ τῶν διδασκάλων καθήμενον, ἐρωτῶντα δὲ καὶ ἀποκρινόμενον, δῆλον δὲ ὅτι τὰ πάλαι τῷ νόμῳ διηγορευμένα· εἶτα θαυμαζόμενος ὑπὸ πάντων ἐπὶ ταῖς ἐρωτήσεσι καὶ ταῖς ἀπολογίαις. Ὁρᾷς ἐν σοφίᾳ καὶ χάριτι προκόπτοντα, διὰ τοῦ γινώσκεσθαι πολλοῖς, ὅτι τοιοῦτός ἐστι.
Ὠριγένουσ. Ὁ μακάριος Λουκᾶς ὅσα φῶς ἡμῖν ὅτι παρθένου υἱὸς ὁ Σωτῆρ’ ἦν, οὐκ ἐξ ἀνδρός. Πρὸς τι οὖν πατέρα εἶπε τὸν μὴ σπείραντα μηδὲ αἴτιον αὐτῷ γενόμενον τῆς γενέσεως ; Ἁπλούστερον μὲν λέγοιτο ἃν, ὅτι εἰ ἐτίμησεν αὐτὸν τὸ Πνεῦμα τὸ Ἅγιον τῇ τοῦ πατρὸς προσηγορίᾳ, ἐπειδήπερ ἀνεθρέψατο αὐτό; εἰ δὲ δεῖ τι εἰπεῖν καὶ βαθύτερον, ἐροῦμεν, ἐπεὶ ἡ γενεαλογία ἐγενεαλόγησε τὸν Ἰωσὴφ ἀπὸ Δαβίδ· ἔδοξε δὲ περιττὴ εἶναι ἡ γενεαλογία ἐρχομένη ἐπὶ τὸν Ἰωσὴφ μὴ γεννήσαντα τὸν Σωτῆρα. ἵνα ἡ γενεαλογία λόγον ἔχῃ ἐπιτήδειον, πατὴρ ἀνηγορεύθη Ἰωσὴφ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ἆρα δὲ ὅτι ἀπόλωλεν ὡς παῖς, κατεζήτουν, ἣ ὅτι πεπλάνηται ;
Διὰ τοῦτο δὲ “ ἦν ὑποτασσόμενος αὐτοῖς,” παράδειγμα διδοὺς πᾶσιν υἱοῖς, ἵνα τιμῶσι τοὺς ἑαυτῶν γονεῖς καὶ ὑποτάσσεσθαι αὐτοῖς. Διετήρει δὲ ἡ μήτηρ αὐτοῦ ἡ παναγία παρθένος καὶ θεοτό- κος, ποῖα ῥήματα ; ὅσα ὁ Ἄγγελος εἶπεν, ὅσα οἱ ποιμένες, ὅσα Συμεὼν καὶ ἡ Ἄννα, καὶ ὅσα νῦν αὐτὸς πρὸς αὐτούς· εἰ γὰρ καὶ μὴ τελείως ἔγνωσαν τὰ εἰρημένα πη αὐτοῦ, πλὴν συνῆκεν ἡ παναγία θεοτόκος, ὅτι θεῖα ὑπῆρχον καὶ ὑπὲρ αὐτῶν. οὐδὲ γὰρ ὡς παιδίου ἤκουσε δωδεκαετοῦς, ἀλλ’ ἐτήρει τὰ ῥήματα ὡς τελείου. Πάλιν πρὸς τὴν αὔξησιν τοῦ σώματος προκοπὴν λέγει ὁ Εὐαγγελιστὴς, τουτέστι ὅτι καὶ ὁ Ἰησοῦς προέκοπτεν, ὥσπερ ὁ πολλοῖς ἐν γνώσει κατὰ προσθήκην γενόμενος τῆς περὶ αὐτοῦ θεοπρεποῦς ὑπολήψεως, ἣν σὺν εὐδοκίᾳ τοῦ Πατρὸς ἐπεδείκνυτο, συμπροσόντων τῶν χρόνων τῆς ἡλικίας, τὴν ἔλλαμψιν τῆς θεότητος.
Περὶ τοῦ γενομένου ῥήματος πρὸς Ἰωάννην.
Μέμνηται δὲ δικαίως τοῦ χρόνου καὶ τῶν ἀρχόντων λέγων ὁ Εὐαγγελιστὴς “ ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου
Τὸ δὲ εἰπεῖν “ ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην” δείκνυσιν ὅτι οὐκ ἀφ’ ἑαυτοῦ ἦλθεν, ἀλλὰ παρὰ Θεοῦ ἀποσταλεὶς, ὅθεν καὶ τοσαῦτα περὶ τὸν Ἰωάννην ἐξ ἀρχῆς ᾠκονομήθη διὰ ταύτην τὴν διακονίαν. Ἔδει γὰρ καὶ τὸν πρόδρομον τοῦ Χριστοῦ ἀξιάγαστον εἶναι. Διὰ τί δὲ ἐγένετο ῥῆμα Θεοῦ πρὸς Ἰωάννην ἐν τῇ ἐρήμῳ ; διά τινα μυστικὴν θεωρίαν. Ἐπειδὴ γὰρ ἔμελλε πολλὰ τὰ τέκνα αὐτῆς ἐρημωθείσης μᾶλλον εἶναι ἣ περὶ τῆς ἐχούσης τὸν ἄνδρα, τούτου χάριν τοῦτο γέγονε. Εἰ γὰρ μὴ τοῦτο ἦν, ἐκπερισσῶς ἐποίει κηρύσσων ἐν τῇ ἐρήμῳ. Ἐκήρυσσε δὲ βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Τὸ μὲν γὰρ Θεῷ βάπτισμα τελείως ἔχει ἄφεσιν ἁμαρτιῶν ἐξ αὐτοῦ τοῦ βαπτίζεσθαι, τὸ δὲ Ἰωάννου εἰς αὐτὸ μὲν εἶχεν ἄφεσιν ἁμαρτιῶν, διὰ μετανοίας δὲ, ἀτελὴς γὰρ ἦν, εἰ καἲ τῶν Ἰουδαϊκῶν βαπτισμάτων τελειότερον ὑπῆρχεν· ἐποίει γὰρ αὐτοὺς ἐπιτηδείους μετάνοια, καὶ δεκτικοὺς αὐτῆς γενέσθαι παρεσκεύαζε τοὺς βαπτιζομένους.
Ἐπειδὴ δὲ ὁ Ἰωάννης πρόδρομος ἦν τοῦ Χριστοῦ, φωνὴ ἦν ὁ λόγος, προέδραμεν ἡ φωνὴ τὸν λόγον. διὰ τοῦτο καὶ ὡς οὔπω παρόντος τοῦ Κυρίου, “ ἑτοιμάσατε,” φησὶ, “ τὴν ὁδὸν αὐτοῦ, τουτέστι, εὐτρεπίσθητε πρὸς παραδοχὴν ὧν ἂν βούλοιτο νομοθετεῖν, τῶν τοῦ νόμου σκιῶν ἀφιστάμενοι. Εὐθείας δὲ ποιεῖ τὰς τρίβους τοῦ Θεοῦ ὁ διὰ δικαιοσύνης αὐτὴν ὁδεύων· σκολιὰ γὰρ ἡ κακία. Τὸ δὲ “ πᾶσα φάραγξ πληρωθήσεται” καὶ τὰ ἑξῆς, ὡς πρὸς ἀντίθεσιν ἐστί· καὶ οἱονεὶ ἀμφιβάλλοντός τινος ἡ προφητεία ἀποκρίνεται. Ἐπειδὴ γὰρ εἶπεν, “ ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, “ εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,” ἀνάντης δὲ καὶ τραχεῖα ἡ ἀρετὴ καὶ δυσδιάβατος, καὶ ἐμποδιζομένη, πρῶτον μὲν ἀπὸ τῶν πονηρῶν πνευμάτων, ἔπειτα δὲ καὶ ἀπὸ τῶν φυσικῶν καὶ ἔξωθεν παθῶν, ὡς λέγοντός τινος τῷ προφήτῃ πῶς ἐνδέχεται
Ἄλλωσ. Φάραγγας δὲ καὶ ὄρη καὶ βουνοὺς τὰ πάθη καλεῖ, καὶ τὰς τῶν δαιμόνων ἀντιστάσεις. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι πάντα ὅσα τὴν ἀρετὴν καὶ τὴν τοῦ Θεοῦ ὁδὸν δύσβατον ποιεῖ, καταργηθήσεται ὑπὸ Χριστοῦ, ὡς γενέσθαι λεῖα πάντα τοῖς ὁδεύειν βουλομένοις· λεῖα δὲ γέγονεν οὕτως, ἐπειδήπερ τὸν μὲν Σατανᾶν κατήργησεν ὁ Χριστὸς, καὶ ὑπὸ τοὺς πόδας τῶν δούλων αὐτοῦ τέθεικε. Τὰ δὲ τῆς σαρκὸς πάθη ἐν ἑαυτῷ κατεύνασε καὶ κατήργησε.
Δεῖξαι δὲ θέλων, ὅτι οὐκέτι Ἰουδαῖοι οὔτε προσήλυτοι μόνον, ἀλλὰ καὶ πᾶσα ἡ τῶν ἀνθρώπων φύσις τῆς φιλανθρωπίας ἀπο- λαύσει τοῦ Θεοῦ, φησὶ “ καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον “ τοῦ Θεοῦ, ” τουτέστιν, ὅτι πρὸς τὰ πέρατα τῆς γῆς κηρυχθήσεται τῶν Εὐαγγελίων τούτων ἡ δύναμις καὶ ἡ γνῶσις, ἀπὸ θηριώδους τρόπου καὶ σκληροτάτης γνώμης εἰς ἡμερότητα πολλὴν καὶ πραότητα μεταβάλλουσα τὸ τῶν ἀνθρώπων γένος. καὶ γὰρ διὰ τῶν σκολιῶν πάντα τὸν διεφθαρμένον βίον ᾐνίξατο, τουτέστι, τελώνας, καὶ πόρνας καὶ λῃστὰς καὶ μάγους, οἵτινες ὄντες διεστραμμένοι πρότερον, τὴν ὀρθὴν ὕστερον ἐβάδισαν ὁδόν· ὅπερ οὖν αὐτὸς ἔλεγε τοῖς Ἰουδαίοις, “ ὅτι τελῶναι καὶ πόρναι προάγουσιν “ ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.”
Τὸ “ἔλεγεν οὑν τοῖς ἐκπορευομένοις ὄχλοις ἕως “ καὶ εἰς πῦρ “ βάλλεται,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
Περὶ τῶν ἐπερωτησάντων τὸν Ἰωάννην.
Ερωτηθεὶς δὲ ὁ Ἰωάννης παρὰ τῶν ὄχλων τὸ τί ποιήσομεν ; αὐτὸς καθάπερ τις ἐπιστήμων ἰατρὸς ἑκάστῳ τὸ πρόσφορον τέθεικε βοήθημα, τοῖς μὲν ὄχλοις φιλαλλήλῳ φρονήματι κεχρῆσθαι κε.
Ὠριγένουσ. Τρία τάγματα εἰσήγαγε, πυνθανομένου τοῦ Ιωάννου, ἓν μὲν, ὠνόμασεν ὄχλους ἐκπορευομένους ἐπὶ τὸ βάπτισμα, ἄλλο δὲ ὠνόμασε τελώνας, τρίτον δὲ ὠνόμασε στρατιώτας.
Τοῦ Αὐτοῦ. Γενόμενος ἐγὼ κατὰ τὸν τόπον εἰ αὐτὴ ἡ ἐντολὴ, ὅσον ἐπὶ τῶν ῥητῶν τῷ ὄχλῳ, ἁρμόζει· “ ὁ ἔχων “ δύο χιτῶνας, μεταδότω τῷ μὴ ἔχοντι·” ὅτι γὰρ τοῖς Ἀποστόλοις ἁρμόζει, δῆλον ἐκ τῶν ἀναγραφόντων, ὡς ὑπὸ τοῦ Σωτῆρος πρὸς αὐτοὺς εἰρημένον, ἐν οἷς ἔλεγεν αὐτοῖς, “ μηδὲ δύο χιτῶνας εἰς “ ὁδὸν ἆραι, ἀλλ’ ὅρα, εἰ τὰ εἰρημένα περὶ ἐνδύματος ἐν τῷ λόγῳ τῷ περὶ τῆς γυμνότητος δύνασαι παραλαβεῖν εἰς τὸ “ ὁ “ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι.” θέλει γὰρ ἡμᾶς ὡς μηδὲ δύο χιτῶνας ἔχειν, καὶ ἐνδεδύσθαι, πῆ μὲν τὸ παλαιὸν, πῆ δὲ τὸ νέον· ἀλλ’ ἐκδύσασθαι μὲν τὸ ἕτερον, τὸ δὲ ἕτερον ἔχειν. ἅμα δὲ ἐζήτουν τὸ “ μεταδότω τῷ μὴ ἔχοντι. τίς δέ ἐστιν ὁ μὴ ἔνδυμα ἔχων περὶ τὸν χρῶτα καὶ μὴ εὐσκεπασμένον ὥστε αὐτῷ μεταδιδόναι ; οὐ τοῦτο λέγω, ὅτι οὐ δύναται καὶ καθ’ ὑπερβολὴν τοῦτο προτρεπτικὸν εἶναι πρὸς τὸ δεῖν ἐνδύειν τοὺς πένητας καὶ μὴ ἀμελεῖν τῆς ἐντολῆς.
Εἰπὼν δὲ ὅτι πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαὸν, ἔδειξεν ὅτι ὁ τὸν λόγον τοῦ Εὐαγγελίου διδάσκων, πολλὰ σωτήρια εὐαγγελίζεται διδάγματα.
Τὸ δὲ ἐπαγόμενον, ὅτι “ Ἡρώδης τετράρχης ἐλεγχόμενος ὑπ’ αὐτοῦ καὶ τὰ ἑξῆς ἕως ἐν τῇ φυλακῇ προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. ὁμοίως δὲ καὶ περὶ τοῦ βαπτισμοῦ.
Ὁ δὲ Ἡρώδης ὁ τετράρχης, ἐλεγχόμενος ὑπ’ αὐτοῦ. Ωριγένουσ. Οὗτος παρανόμως ἔγημε τὴν γυναῖκα τοῦ ἀδελ-
Καὶ αὐτὸς ἦν ὁ Ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχό- μενος.
τριακονταέτης δὲ ἐπὶ τὸ βάπτισμα παρεγένετο, ἐπειδὴ μεμαρτυρημένη ἐστὶν ἡ ἡλικία αὕτη, ὥστε μέγα οὖσα, ἅμα δὲ καὶ ἵνα δείξῃ, ὅτι τελείους ἄνδρας ἀποτίκτει κατὰ τὴν νοητὴν ἡλικίαν πνευματικὴ ἀν’ οὕτω γὰρ καὶ ὁ πρῶτος ἄνθρωπος τέλειος ἐπλάσθη, καὶ εὐθέως ἐν τῷ παραδείσῳ τεθεὶς, ὡς τέλειος ἐντολὴν καὶ νόμον ἔλαβε, καὶ ἐπετρέπετο τοῦ παραδείσου τὴν ἐργασίαν καὶ φυλακήν.
Περὶ τὴν κατὰ σάρκα γέννησιν τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ τὸν μὲν Ματθαῖον ἀπὸ Σολομῶντος αὐτὸν γενεαλογεῖν, καὶ φθάνειν εἰς τὸν Ματθαῖον καὶ Ἰακὼβ καὶ Ἰωσὴφ, καὶ ἀμφιβόλως ἕκαστον αὐτῶν, ἕτερον δὲ καὶ ἔτι καταλέγειν γένος· καὶ δοκεῖ τῶν ἀδυνάτων εἶναι τὸν Ἰωσὴφ τὸν νομισθέντα ἄνδρα τῆς παναγίας θεοτόκου καὶ ἀεὶ παρθένου Μάριας, τόν τε Ἰακὼβ καὶ τὸν Ἠλὶ ἐσχηκέναι πατέρα· ἀλλὰ κατανοήσας μὲν τὴν λύσιν τῆς δοκούσης διαφωνίας. τρίτος ἀπὸ τέλους κατὰ τὴν τοῦ Ματθαίου γενεαλογίαν ἐστὶν ὁ Ματθαῖος, πέμπτος δὲ ἀπὸ τέλους, κατὰ τὴν τοῦ Λουκᾶ ὁ Μελχί· τούτων τῶν δύο κατὰ διαφόρους χρόνους, γαμετὴ γέγονεν ἡ Ἐσθᾶν· τοῦ γὰρ Ματθᾶν προειληφότος αὐτὴν καὶ παιδοποιήσαντος ἐξ αὐτῆς τὸν Ἰακὼβ, καὶ τελευτήσαντος, χήραν αὐτὴν οὖσαν, ἐκ τῆς αὐτῆς ὣν φυλῆς, ἄλλης δὲ συγγενείας, ἠγάγετο ὁ Μελχὶ, καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς τὸν Ἠλί, ὁ δὲ Ἰακὼβ τοιγαροῦν καὶ ὁ Ἠλὶ ὁμομήτριοι τυγχάνουσιν ἀδελφοὶ ἐκ τῆς Ἐσθᾶν. εἰς Ἐσθᾶν c δὲ τοῦ Ἠλὶ γυναῖκα καὶ ἀτέκνου τελευτήσαντος, κατὰ τὸν νόμον εἰσῆλθε πρὸς αὐτὴν ὁ Ἰακὼβ, ὡς ἀδελφὸς παιδοποιήσας τῶ τελευτήσαντι ἀδελφῷ τῷ Ἠλί· ἐπαιδοποίησεν οὖν τὸν [*](c εἰσθᾶν Cod.)
Τοῦ ἀγίυ Κυρίλλου. βαπτίζεται δὲ ὁ Ἰησοῦς, εὐλογῶν τὰ ὕδατα καὶ καθαίρων αὐτὰ ὑπὲρ ἡμῶν. Ἄγιος γάρ ἐστιν Ἀγίων ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ οὐκ ἂν αὐτὸς ἐδεήθη τοῦ ἁγίου βαπτίσματος, οὐδὲ ἀφέσεως ἁμαρτιῶν τυχεῖν, ὥσπερ ἡμεῖς κερδαίνομεν δι’ αὐτοῦ.
Ἀνοίγει τοὺς οὐρανοὺς, οὓς ἔκλεισεν ὁ πρῶτος Ἀδὰμ, δηλῶν ὡς ἡ τοῦ βαπτίσματος δύναμις ἄνοδός ἐστιν εἰς τὸν οὐρανόν· ἡμῖν γὰρ ἅπαντα ἔπραττεν ὁ οὐράνιος τοῦ ἁγιασμοῦ καὶ τῆς ἡμετέρας λυτρώσεως ἀπαρχόμενος . οὕτω καὶ τὸ Πνεῦμα δι’ ἡμᾶς κάτεισιν εἰς αὐτόν· Πνεῦμα δὲ οὐχ ἓν τῶν λειτουργικῶν πνευμάτων, ἀλλὰ τὸ αὐτοῦ τοῦ Θεοῦ, τὸ ὁμοούσιον καὶ συμβασιλεῦον αὐτῷ καὶ τῷ Πατρί.
Εἰ δέ φησι, πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, ἵνα δειχθείη σαφῶς ὡς εἷς ἐστιν ὁ τῆς παλαιᾶς καὶ καινῆς διαθήκης Θεός· καὶ εἰς ὑπόμνησιν ἀγάγῃ τοῦ ἐπὶ Νῶε κατακλυσμοῦ. Ὥσπερ γὰρ τότε περιστερὰ τὴν κατάπαυσιν εὐηγγελίσατο τῆς ὀργῆς τοῦ Θεοῦ, οὕτω καὶ νῦν περιστερὰν εἶδον, μηνύει τὸν τῆς ἁμαρτίας κατακλυσμὸν καὶ τὴν τοῦ κόσμου διαλλαγήν.
Ὁ ἐν ἡμῖν πρωτότοκος γέγονεν ἐν πολλοῖς ἀδελφοῖς, καθεὶς ἑαυτὸν εἰς κένωσιν, δέχεται πρῶτος τὸ Πνεῦμα· καίτοι τοῦ Πνεύματος δοτὴρ ὑπάρχων αὐτὸς, ἵνα καὶ εἰς ἡμᾶς ἔρχηται δι’ αὐτοῦ τὸ ἀξίωμα, καὶ τῆς πρὸς τὸ Ἅγιον Πνεῦμα κοινωνίας ἡ χάρις, τοιοῦτόν τι καὶ ὁ Παῦλος διδάσκει ἡμᾶς λέγων, περί τε αὐτοῦ καὶ ἡμῶν· “ ὁ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες, “ δι’ ἣν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων, ἀπαγ- “ γελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.”