Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.

Περὶ τῶν ι΄ λεπρῶν.

Τὴν ἑαυτοῦ δόξαν διὰ τῆς μεγαλοπρεποῦς θαυματουργίας ἐμΦανῆ καθίστησιν ὁ Σωτῆρ’. ἔρχεται σαγηνεύων εἰς πίστιν τὸν ἀκάρδιον Ἰσραὴλ, ἀλλ’ ἦν καὶ οὕτω σκληρός τε καὶ ἀπειθής. ἦν δὲ ἡ ἀπόδειξις σαΦὴς, ὧν ἔΦην ἀρτίως, ἡ τῶν λεπρῶν διακάθαρσις· οὗτοι γὰρ πόλεων τε καὶ κωμῶν ἀπελαυνόμενοι ὡς ἀκάθαρτοι κατὰ τὸν Μωϋσέως νόμον, ὑπαντήσαντες τῷ Σωτήρι’, ἐλιπάρουν

129
ἀπαλλάττεσθαι τοῦ κακοῦ, καὶ ἐπιστάτην ὠνόμαζον, τουτέστι διδάσκαλον. ὁ δὲ Φιλάνθρωπος ὣν, ἔΦη, “ὑπάγετε, δείξατε ἑαυτοὺς “τοῖς ἱερεῦσι·”

Διὰ τί μὴ μᾶλλον ἔΦη, θέλω, καθαρίσθητι, καθὰ καὶ ἐΦ ἑτέρου λεπροῦ, προστέταχε δὲ μᾶλλον, ἑαυτοὺς ἐπιδείξατε τοῖς ἱερεῦσι; νόμος ἐκάλει πρὸς τοῦτο πάλιν τοὺς τῆς λέπρας ἀπηλλαγμένους. Ἐκέλευε γὰρ ὡς ἤδη τεθεραπευμένους βαδίζειν, καὶ τοὺς τῶν Ἰουδαίων καθηγητὰς, δηλονότι τοὺς ἱερεῖς, διαμαρτυρασθαι, ὅτι παρ’ ἐλπίδα καὶ παραδόξως ἀπηλλάγησαν τοῦ κακοῦ, τοῦ Χριστοῦ τοῦτο κατανεύσαντος. καὶ δὴ ἐν τῷ αὐτοὺς ὑπάγειν καθαροὶ γίνονται, καὶ οἱ μὲν ἐννέα ἅτε Ἰουδαῖοι ὄντες, εἰς ἀχώριστον λήθην ἐμπεσόντες, οὐχ ὑπέστρεψαν δοῦναι δόξαν τῷ Θεῷ, ὅθεν σκληροκάρδιον καὶ ἀμνήμονα παντελῶς δεικνύει τὸν Ἰσραὴλ, ὁ δὲ ἀλλογενὴς, τουτέστιν ὁ Σαμαρείτης, διὰ τὸ ἐξ Ἀσσυρίων κατάγειν τὸ γένος ἀλλογενής· οὐ γὰρ μάτην λέγει, ἐν μέσῳ τῆς Σαμαρείας καὶ Γαλιλαίας καὶ Ἰουδαίας, “ὑπέστρεψε μετὰ Φωνῆς “μεγάλης δοξάζων τὸν Θεόν.” Δεικνύει οὖν ὅτι οἱ Σαμαρεῖται εὐγνώμονες, Ἰουδαῖοι δὲ εὐεργετούμενοι ἀχαριστοῦσιν.

Ἐπειδὴ γὰρ ὁ τῶν ὄχλων Σωτῆρ’ ἐν τοῖς πρὸς ἅπαντας λόγοις διεμέμνητο πανταχοῦ τῆς βασιλείας τοῦ Θεοῦ, διὰ τοῦτο καταμειδιῶντες οἱ τάλανες, ἢ τάχα που εἰς νοῦν ἔχοντες ὅτι τὸν ἐπὶ ξύλου θάνατον ὑπομενεῖ ταῖς αὐτῶν δυστροπίαις σεσαγηνευομένος, εἰς τοῦτο κατειρωνεύοντες, καὶ Φασι, “πότε ἔρχεται ἡ βασιλεία “τοῦ Θεοῦ,” ἀντὶ τοῦ, πρὸ τῆς παρὰ σοῦ λαλουμένης βασιλείας, σταυρός σε καὶ θάνατος λήψεται. Τί οὖν πρὸς ταῦτα Χριστός; “ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστι,” τουτέστιν ἐν ταῖς ὑμετέραις προαιρέσεσι, καὶ ἐν ἐξουσίᾳ κεῖται τοῦ λαβεῖν αὐτήν. Εξεστι γὰρ ἀνθρώπῳ παντὶ τὴν εἰς Χριστὸν δικαίωσιν, τὴν διὰ τῆς πίστεως δὲ δηλονότι καταπλουτήσαντι, καὶ διὰ πάσης ἀρετῆς ἐκλελαμπρυσμένῳ, τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν.

Ἑτοίμους δὲ εἶναι βουλόμενος τοὺς ἁγίους αὐτοῦ μαθητὰς πρὸς πᾶν ὁτιοῦν τῶν ἀνιᾷν πεΦυκότων, καὶ προευτρεπίζεσθαι πρὸς ὑπομονὴν, ἵνα εὐδόκιμοι γενόμενοι δυνηθῶσιν εἰσελθεῖν εἰς τὴν τοῦ Θεοῦ βασιλείαν, Φησὶ πρὸς αὐτούς· “ἐλεύσονται ἡμέραι ὅτε “ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ

130
“οὐκ ὄψεσθε,” τουτέστιν ἐπὶ γῆς συνδιαγωγῆς αὐτοῦ, καίτοι καὶ τότε σὺν αὐτῷ ὄντες, θλῖψιν ὑπομένοντες, ἀλλὰ πρὸς ἀντιπαράθεσιν τῶν ὑπερκειμένων κακῶν αἱρετά πὼς ἦσαν τὰ ἐλάττονα. Μειζόνων γὰρ μετὰ τὴν αὐτοῦ ἀνάληψιν θλίψεων ἐπειράθησαν. Περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας, καὶ ὅτι “ὡς ἀστραπὴ οὕτως ἔσται, ἕως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω, προεγράΦη εἰς τὸ κατὰ Ματθαῖον.

Κυρίλλου Ἀλεξανδρείασ. Διαμεμήνυκε λέγων, ἔσεσθαι τὴν ἑαυτοῦ παρουσίαν. ἐγενήθη μὲν κατὰ σάρκα καὶ ἐκ γυναικὸς, τὴν ἐΦ᾿ ἡμῖν πληρώσων οἰκονομίαν· κεκένωται διὰ τοῦτο καὶ τεταπείνωκεν ἑαυτὸν, καὶ οὐκ ἐν δόξη θεότητος ἐμΦανῶς· ἐκάλει γὰρ ὁ καιρὸς εἰς τοῦτο, καὶ τῆς οἰκονομίας ἡ χρεία· μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀναπτὰς εἰς οὐρανὸν, καὶ συνεδρεύσας τῶ Θεῷ καὶ Πατρὶ, καταβήσεται πάλιν, οὐκ ἐν ὑΦέσει δόξης, οὔτε μὴν ἐν ἀνθρωπίνῃ σμικροπρείᾳ, ἀλλ’ ἐν τῇ τοῦ Πατρὸς ὑπεροχῇ, πληθύος Ἀγγέλων δορυφορούσης αὐτὸν, καὶ παρισταμένης ὡς Θεῷ καὶ Κυρίῳ τῶν ὅλων. Ἥξει τοίνυν ὡς ἀστραπὴ καὶ λεληθότως, καὶ οὐδενὶ πιστευτέον λέγοντι, “ἰδοὺ ὧδε ἣ ἐκεῖ.”

Φέρει δὲ εἰς ὑπόδειγμα τὴν γυναῖκα τοῦ Λὼτ, τὴν μετὰ τὸ ἐξελθεῖν ἀπὸ Σοδόμων στραφεῖσαν εἰς τὰ ὀπίσω, καὶ διὰ τοῦτο γενομένην στήλην ἁλὸς, τουτέστιν, ἀπολιθωθεῖσαν, ὅπως ἕκαστος τῆς πνευματικῆς ἐργασίας, ἀνδρείως ἀντέχηται. Διὸ καὶ τοῦ Λὼτ ἐμνημόνευσε καὶ τῶν ἐν Σοδόμοις, θείου πυρὸς ἔργον καὶ τροΦὴ γενομένοις.

Πῶς ἀπόλλυσι τις τὴν ἑαυτοῦ ψυχὴν, ἵνα αὐτὴν διασώσῃ; ἣ καὶ τίνα τρόπον ὁ διασῶσαι νομίσας ἀπόλλυσιν αὐτήν; ὁ θεῖος Ἀπόστολος περὶ τούτων Φησὶν, “οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ σάρκα “ἐσταύρωσαν, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις,” πόνοις δηλονότι καὶ τοῖς εἰς εὐσέβειαν ἀγῶσι, κατανεκροῦντες τὸ τῆς σαρκὸς Φρόνημα, καθώς Φησιν, “νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς “γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν “πλεονεξίαν·” ὅσοι οὖν τούτων ἕνεκα νεκροῦνται, οὗτοι σεσώκασι τὴν ἑαυτῶν ψυχὴν, οἱ γε μὴν Φιλήδονον αἱρούμενοι βίον καὶ οἴονται b τὴν ἑαυτῶν ψυχὴν κτᾶσθαι, ἀπολλύουσι πάντως αὐτήν· [*](b οἷοντε Cod.)

131
“ὁ γὰρ σπείρων,” Φησὶν, “εἰς τὴν σάρκα θερίσει Φθοράν.” ἔστι δὲ καὶ ἑτέρως ἀπολέσαντά τινα τὴν ἑαυτοῦ ψυχὴν διασῶσαι, ὃ καὶ οἱ μακάριοι πεπράχασι μάρτυρες, τοὺς μέχρι ψυχῆς καὶ αἵματος διενεγκόντες ἀγῶνας, τῆς εἰς Χριστὸν ἀγάπης ἕνεκα, καὶ στέΦανον ταῖς ἑαυτῶν κεΦαλαῖς ἀνῆψαν. οἱ ἐξ ἀνάνδρου δὲ ψυχῆς καὶ γνώμης τὸν παραυτίκα τῆς σαρκὸς διαΦυγόντες θάνατον, οὗτοι φονευταὶ τῆς ἑαυτῶν γεγόνασι ψυχῆς· κατοικήσονται γὰρ εἰς ᾅδου τῆς κακοανδρείας ὑφέξοντες δίκας.

Εοικε διὰ τούτων τοὺς ἐν πτωχείᾳ καὶ πόνοις ὄντας ὑποδηλοῦν· οἱ μὲν γὰρ τὸ τῆς πτωχείας Φορτικὸν γενναίως Φέροντες, σωΦρόνως τε καὶ ἐπιεικῶς βιοῦντες, οὗτοι παραλειφθήσονται, δίκαιοι δηλονότι τυγχάνοντες· οἱ δὲ μὴ τοιοῦτοι, ἀλλὰ κακοῦργοι καὶ πάσης Φανλότητος ἐπιτηδευταὶ, ἀφεθήσονται τῇ διὰ πυρὸς ὑποκεισόμενοι δίκῃ. ἀποστελεῖ γὰρ, Φησὶ, τοὺς Ἀγγέλους αὐτοῦ καὶ ἐκλέξωσιν ἐκ τῶν ἁμαρτωλῶν τοὺς δικαίους, καὶ προσοίσουσιν αὐτῷ.

Τὸ δὲ “ὅπου τὸ σῶμα,” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ, ὥσπερ οὖν σώματος κειμένου νεκροῦ τὰ σαρκοβόρα τῶν πτηνῶν ἐπ’ αὐτὰ συντρέχει, οὕτως ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου παραγένηται, τότε δὴ πάντες οἱ ἀετοὶ, τουτέστιν οἱ ὑψηλὰ πετόμενοι καὶ ἄνω τῶν ἐπιγείων κοσμικῶν ἀνενηγμένοι πραγμάτων, ἐπ’ αὐτὸν ἀναδραμοῦνται c. Νύκτα ὀνομάζει τὸν τῆς κρίσεως καιρὸν διὰ τὸ ἀφανὲς καὶ ἀπροσδόκητον τῆς παρουσίας αὐτοῦ, κλίνην δὲ τὴν ἀνάπαυσιν.

Περ τοῦ κριτοῦ τῆς ἀδικίας

Διὰ τῆς προκειμένης παραβολῆς τῆς λεγούσης “κριτής τις “ἦν,” καὶ τὰ ἑξῆς, ἀδιαλείπτως ἡμᾶς προσεύχεσθαι προτρέπεται Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ μὴ ἐκκακεῖν ἐν ταῖς δεήσεσιν. Εἰ γὰρ τὸν ἄδικον κριτὴν, τὸν μήτε Θεὸν Φοβούμενον μήτε μὴν ἀνθρώπους ἐντρεπόμενον, δεδυσώπηκε τῆς χήρας ἡ συνεχὴς πρόσοδος, ὥστε καὶ ἄκοντα ποιῆσαι τὴν ἐκδίκησιν αὐτῆς, πῶς ὁ Φιλοικτίρμων καὶ μισοπόνηρος, ὁ τοῖς ἀγαπῶσιν αὐτὸν χεῖρα νέμων ἀεὶ τὴν [*](c Hoc Scholium Cyrillo tribuit Cod. Meerman. Vid. Suppl. ad Cat. in S. Matth.)

132
σώζουσαν, οὐ προσδέξεται μὲν τοὺς προσιόντας αὐτῷ καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ, ποιήσει δὲ τὴν ἐκδίκησιν αὐτῶν, ὡς ἐκλεκτῶν αὐτοῦ; καὶ ταῦτα μὲν ὁ ἅγιος Κύριλλος. ὁ δὲ Χρυσόστομος καὶ αὐτὸς εἰς διαφόρους λόγους αὐτοῦ περὶ τοῦ κριτοῦ τῆς ἀδικίας λέγει, ὅτι πονηρός τις ἢν καὶ παράνομος, καὶ αὐτὸ δὲ τὸ ἅγιον Εὐαγ- γέλιον τοῦτο δείκνυσιν ἐν τῷ λέγειν τὸν Κύριον, “ἀκούσατε τί “ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν “ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ·” παρέστησε γὰρ διὰ τούτων, ἄλλον εἶναι τὸν κριτὴν τῆς ἀδικίας, καὶ ἄλλον τὸν Θεόν. Πῶς οὖν μετὰ τοιαύτας ἐμΦανεῖς ἀποδείξεις, οὐ Φρίττουσί τινες ὅλως, κἂν εἰς ἔννοιαν λαμβάνειν, μή τι γε καὶ παρρησίᾳ λαλεῖν, αὐτὸν τὸν Θεὸν εἶναι κριτὴν τῆς ἀδικίας, ἐκπλήττεσθαι χρή.

Οὐκ ἀγνοῶν ὁ δεσπότης Χριστὸς, πῶς γὰρ ὁ πάντα εἰδώς; Φησι, “πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἄρα εὑρήσει τὴν πίστιν “ἐπὶ τῆς γῆς;” ἀλλ’ ὑπεκφαίνων ὅτι ἀποδραμοῦνταί τινες ἐν ἐσχάτοις καιροῖς τῆς ὀρθῆς πίστεως καὶ ἀδιαβλήτου, προσέχοντες πνεύμασι πλάνης καὶ ψευδηγορίαις διεστραμμένων ἀνθρώπων.

Περὶ τοῦ Φαρισαίου καὶ τοῦ τελώνου.

Διὰ τῆς τοῦ Φαρισαίου καὶ τοῦ τελώνου παραβολῆς διδάσκει ἡμᾶς ὁ Φιλάνθρωπος Κύριος καὶ Θεὸς Ἰησοῦς ὁ Χριστὸς, τίνα χρὴ τρόπον τὰς πρὸς αὐτὸν ποιεῖσθαι δεήσεις, ἵνα μὴ ἄμισθον εὑρεθῇ τοῖς χρωμένοις τὸ πρᾶγμα, μηδὲ δι’ ὧν ὠΦελεῖσθαί τις νομίζοι, διὰ τούτων αὐτὸν παροτρύνει καθ’ ἑαυτοῦ τὸν τῶν ἄνωθεν χαρισμάτων δοτῆρα Θεόν. Γέγραπται γὰρ, ὄτι “ἔστι δίκαιος “ἀπολλύμενος ἐν δικαίῳ d αὐτοῦ·” ὅθεν καὶ ὁ Φαρισαῖος ἐνταῦθα διὰ τοῦτο κατακέκριται, ὅτι μὴ ἐπιστημόνως ἐποιεῖτο τὴν προσευχήν. Πόλλα γὰρ κατ’ αὐτοῦ τὰ ἐγκλήματα· καὶ γὰρ ὡς ἄνους οὐ μόνον τεθαύμακεν αὐτὸς ἑαυτὸν, ἀλλὰ καὶ πολλοὺς ἑτέρους σὺν τῷ τελώνῃ κατέκρινεν· ὁ δὲ κατακριθεὶς ὑπ’ αὐτοῦ τελώνης οὐδ’ ὅσον εἰπεῖν ἀνατεῖναι τολμῶν εἰς ὕψος τοὺς ὀΦθαλμοὺς, ἀλλὰ περιστείλας τὴν παρρησίαν ὡς οὐκ ἔχων αὐτὴν, τοῖς ἀπὸ τοῦ d ἐνιδικαίως Cod.

133
συνειδότος ἐλέγχοις πληττόμενος ἐφοβεῖτο καὶ μόνον ὀφθῆναι Θεῷ, ὡς ὀλίγα Φροντίσας τῶν αὐτοῦ νόμων. Τύπτων οὖν τὸ στῆθος ὡμολόγει τὰ ἐγκλήματα, καὶ δεικνὺς ὡς ἰατρῷ τὴν νόσον, ἐλεηθῆναι παρεκάλει, διὸ καὶ “κατέβη,” Φησὶν ὁ δίκαιος κριτὴς, “οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ” παρ’ ἐκεῖνον. Ταῦτα τοιγαροῦν ἀκούοντες ἐμφρόνως τὰς ἀρετὰς κατορθώσωμεν, καὶ μηδεὶς τούτου χάριν ὑπεροψίαν νοσείτω, μεμνήσθω δὲ μᾶλλον τοῦ Κυρίου εἰπόντος τοῖς ἁγίοις Ἀποστόλοις, “ὅταν ταῦτα πάντα ποιήσητε·” δῆλον δὲ ὅτι τὰ διατεταγμένα αὐτοῖς, “λέγετε ὅτι δοῦλοι ἀχρεῖοι “ἐσμὲν, καὶ ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.” “πᾶς γάρ,” Φησι, “ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν “ὐψωθήσεται.”

Ἰσιδώρου Πηλουσιώτου ἐπιστολή.

ἐκπλήττεσθαι, πῶς ὁ μὲν Φαρισαῖος μεγαλορρημονήσας προέκρουσεν. ὁ δὲ Ἰὼβ πλείονα καὶ μείζονα εἰρηκὼς εὐδοκίμησεν.

Ἄκουε τοίνυν συντόμως. ὁ μὲν μηδενὸς παρακινοῦντος μηδὲ ἐρεθιζοντος μεγαληγορῶν, καὶ τῆς οἰκουμένης ἁπάσης Φρονῶν μειζόνως ὁ Φαρισαῖος, εἰκότως προσκρούει· ὑπερηφανίαν γὰρ νοσεῖ. ὁ δὲ ἐν μὲν τῷ εὐδοκιμεῖν κρύπτων τὰ οἰκεῖα πλεονεκτήματα, ἐν δὲ τῷ κακηγορεῖσθαι Φράζων πρὸς τὸ ἀποδύσασθαι τὰ ἐπιΦερόμενα ἐγκλήματα, ὥσπερ ὁ ἀοίδιμος πεποίηκεν Ἰὼβ, πάσης αἰτίας ἔξω καθέστηκεν εἰς τοὺς οὐ δεόντως κακηγορίας τῆς αἰτίας ἀπηλ- λαγμένους.

Περὶ τῶν βρεφῶν καὶ περὶ τοῦ εἰπόντος διδασκάλου ἕως “καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.

Σευήρου ἐκ Τῆσ Πρὸσ Μάγναν.

μεγαλοΦώνως ᾔτει τε καὶ προσηύχετο, καὶ ὡς ἄξιος ὣν ὧν ᾔτει τυχεῖν, τὰς οἰκείας πράξεις ἀπηριθμεῖτο καὶ ἔλεγε, “νηστεύω δὶς “τοῦ σαββάτου” καὶ τὰ ἑξῆς, καὶ ὅσῳ πολλὰ κατέλεγε, τοσοῦτον πλέον τὴν θείαν ἀπέβυεν ἀκοὴν, καὶ ὁ τῶν ῥημάτων ὄγκος κενὸς περὶ τὰ χείλη κατέρρει, καὶ εἰς ἀφρὸν διελύετο, καθάπερ παΦλάζοντα κύματα. τελώνης δέ τις μακρὰν ἑστὼς καὶ τοῦ νεῶ τὴν ἐσχάτην ὑποδὺς γωνίαν, τὸ στῆθος ἔπαιε, τὴν ψυχὴν ὥσπερ ὑπομιμνήσκων διὰ τούτου τῶν αὐτῇ πεπλημμελημένων καὶ εἰς

134
αἴσθησιν διεγείρων καθεύδουσαν, καὶ μηδὲ τῆς ἐν τῇ προσευχῇ στάσεως αὐτὸν ἡγούμενος ἄξιον· τοῦτο μόνον ἐτόλμα λέγειν, ὁ Θεὸς, ἱλάσθητι μοι τῷ ἁμαρτωλῷ· καὶ τὸ μόλις ἐξιὸν τοῦ στόματος ῥῆμα, πτέρυξιν ὑψηλαῖς ἐπῄρετο, πρὸς οὐρανὸν ἀνεΦέρετο, καὶ κρούων τὴν θύραν, εἴσω τῆς θείας ἀκοῆς παρεπέμπετο, καὶ ἐδικαίου τὸν προσευξάμενον. ὁ γὰρ οἰόμενος ἑαυτὸν ἄξιον εἶναι τοῦ εἰς τὰ ἄδυτα παρακύπτειν τοῦ ἱεροῦ, καὶ πλησίον εἶναι τοῦ Θεοῦ, πόρρω μετὰ τῶν βεβήλων ἀπορριΦήσεται· ὁ δὲ καὶ τὰς θύρας ψαύσαι Φρίττων, καὶ αὐτῶν τῶν ταμιείων τοῦ βασιλέως κατατρυΦήσει, κατὰ τὴν ἐν τῷ ᾄσματι νυμΦὴν τὴν λέγουσαν, “εἰσήνεγκέ με “ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ.”

Τοῦ Χρυσοστόμου. Διδάσκων τοὺς μαθητὰς ὁ καὶ τῦΦον καταπατεῖν κοσμικὸν, τοῖς τοιούτοις τὴν βασιλείαν ἐπαγγέλλεται Φάσκων, “ἀμὴν, λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται “τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. Οὗτος γὰρ ΦιλοσοΦίας ὅρος, τὸ μετὰ συνέσεως ἄπλαστον εἰναι.

Περὶ τοῦ ἐπερωτήσαντος τὸν Ἰησοῦν πλουσίου.

Τοῦ Αὐτοῦ. eΤινὲς διαβάλλουσι τὸν νεανίσκον τινὰ καὶ πονηρὸν, καὶ μετὰ πείρας τῷ Ἰησοῦ προσελθόντα, ἐγὼ δὲ Φιλάργυρον αὐτὸν καὶ χρημάτων ἥττονα, οὐκ ἃν παραιτησαίμην εἰπεῖν. Ἐπειδὴ δὲ ὁ Χριστὸς τοιοῦτον αὐτὸν ἤλεγξεν, ὕπουλον δὲ οὐδαμῶς, διὰ τὸ μὴ ἀσΦαλῶς τῶν ἀδήλων κατατολμᾷν, καὶ μάλιστα ἐν ἐγκλήμασι, καὶ τὸν Μάρκον ταύτην ἀνηρηκέναι τὴν ὑποψίαν· καὶ γάρ Φησιν, “ὅτι προσδραμὼν καὶ γονυπετῶν παρε- “κάλει αὐτὸν, καὶ ὅτι ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς ἠγάπησεν αὐτὸν,” διὰ τι οὖν οὕτως ὁ Χριστὸς πρὸς αὐτὸν ἀπεκρίνατο λέγων, “οὐδεὶς “ἀγαθός;” ἐπειδὴ ὡς ἀνθρώπῳ προσῆλθε ψιλῷ, καὶ ἑνὶ τῶν πολλῶν, καὶ διδασκάλῳ Ἰουδαικῷ· διὰ τοῦτο ὡς ἄνθρωπος αὐτῷ διαλέγεται. καὶ γὰρ πολλαχοῦ πρὸς τὰς ὑπονοίας τῶν προσερχομένων ἀποκρίνεται. ὅταν οὖν εἴπῃ, “οὐδεὶς ἀγαθὸς,” οὐχ ἑαυτὸν ἐκβάλλων τοῦ ἀγαθὸς εἶναι τοῦτο λέγει, ἄπαγε. οὐ γὰρ λέγει, τί με λέγεις [*](e Cf. Cat. ad S. Matth. p. i 54 et seq. et Cat. in S. Marc. p. 376 et seq.)

135
ἀγαθόν; οὐκ εἰμὶ ἀγαθὸς, ἀλλ’ οὐδεὶς ἀγαθὸς, τουτέστιν, οὐδεὶς ἀνθρώπων, καὶ αὐτὸς δὲ ὅταν λέγῃ, οὐδὲ τοὺς ἀνθρώπους ἀποστερῶν ἀγαθότητος τοῦτο λέγει, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς τοῦ Θεοῦ ἀγαθότητος. Διὸ καὶ εἰσήγαγεν, “ει μη εις ο θεος.” καὶ οὐκ εἶπεν, εἰ μὴ ὁ Πατήρ μου, ἵνα μάθῃς ὅτι οὐκ ἐξεκάλυψεν ἑαυτὸν τῷ νεανίσκῳ, καὶ ὅταν λέγῃ, “μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς” πρὸς ἀντιδιαστολὴν αὐτοῦ τοῦτό Φησι, καὶ ἵνα μάθωσι τίς ἡ πρώτη τούτων ἀρχή. Καὶ μετ’ ὀλίγα — Λιπαρὰ ἦν ἡ γῆ, ἀλλὰ τῶν ἀκανθῶν τὸ πλῆθος τὸν σπόρον συνέπνιγεν. Εἰ δὲ πειράζων προσῆλθεν, ἐδήλωσεν ἃν ἡμῖν ὁ Εὐαγγελιστὴς, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ποιεῖ, καὶ εἰ πειράζων προσῆλθεν, οὐκ ἃν ἀπῆλθε λυπούμενος ἐΦ᾿ οἷς ἤκουσε. Τοῦτο γοῦν οὐδεὶς ἔπαθέ ποτε τῶν Φαρισαίων, ἀλλ’ ἠγρίαινον ἐπιστομιζόμενοι, οὗτος δὲ ἄπεισι κατηφὴς, ὅπερ οὐ μικρὸν σημεῖον τοῦ μὴ μετὰ πονηρᾶς γνώμης αὐτὸν προσελθεῖν, ἀλλ’ ἀσθενεστέρας, καὶ ἐπιθυμεῖν μὲν τῆς ζωῆς, κατέχεσθαι δὲ ἑτέρῳ πάθει χαλεπωτάτῳ.

Τοῦ ἁγίου Τίτου Βοστρῶν. Ὥστε Θεοῦ ἔργον τὸ σωθῆναι ἡμᾶς, ἀλλ’ ἡμῶν τὸ θελῆσαι, Θεοῦ δὲ τὸ δωρήσασθαι.

Κυρίλλογ Ἀλεξανδρείασ. Ἔξεστι γὰρ αὐτοῖς, εἰ ἅπαν ἕλοιντο τῶν ὄντων ἀπολισθεῖν, ἑτέρως εὐδοκιμεῖν, “ποιῆσαι “Φίλους ἐκ τοῦ ἀδίκου μαμμωνᾶ, ἱν ὅταν ἐκλείπωσι, δέξωνται “αὐτοὺς εἰς τὰς αἰωνίους σκηνάς.”

Τοῦ Αὐτοῦ. Προσεπάγει δὲ τοῦτο ὁ Ματθαῖος τὸ “τί ἄρα “ἔσται ἡμῖν;” πρὸς τοῦτο ἐρεῖ τις, τι γὰρ ὅλως ἀΦῆκαν οἱ μαθηταὶ, ἣ τίνων ἀντέκτισιν αἰτοῦσι παρὰ Χριστοῦ; Τί οὖν πρὸς ταῦτα Φαμέν; μάλιστα μὲν ταύτης ἕνεκα τῆς αἰτίας ἀναγκαιοτάτην ἐποιοῦντο τὴν πεῦσιν. ὡς γὰρ οὐδὲν κεκτημένοι πλὴν ὅτι μικρὰ καὶ εὐτελῆ, βούλονται μαθεῖν τίνα τρόπον ἀμείψεται Θεὸς καὶ τοὺς ὀλιγοστὰ καταλελοιπότας διά γε τὴν βασιλείαν τοῦ Θεοῦ, τουτέστι διὰ τὸ ἐφίεσθαι τυχεῖν τῆς τῶν οὐρανῶν βασιλείας, διὰ τῆς εἰς αὐτὸν ἀγάπης. ἀραρότως μὲν γὰρ ὁ πολύσιος καταΦρονήσας ἃς πολλῶν, προσδοκήσει τὰς ἀμοιβάς. ὁ δέ γε μικρὰ κεκτημένος, εἶτα τούτων ἀποστὰς, ἐν ποίαις ἐλπίσιν ἔσται, πῶς οὐκ ἔδει μαθεῖν; εἶτα πρὸς τούτοις κἀκεῖνο εἰπεῖν ἀναγκαῖον, τὸ γάρ τοι πολλῶν ἣ ὀλίγων ἀπολισθεῖν ἴσον τοῖς πάθεσιν εἴη ἃν,

136
κατά γε τὸν τῆς ὀρθότητος λόγον· οὐκοῦν τό γε ἧκον εἰς ὑπακοὴν καὶ πρόθεσιν ἐν ἴσῃ τάξει καταλογισθεῖεν ἃν τοῖς πολλὰ κεκτημένοις, οἱ μὴ κατ’ αὐτοὺς μένοντες· εἰτα ταῖς ἴσαις προθυμίαις χρώμενοι, καὶ τῶν ἐνόντων τὴν ἀπεμβολὴν ἑκούσιον ὑπομένοντες.

Διὰ τοῦτο δὲ οἱ Ἀπόστολοι “οὐδὲν τούτων συνῆκαν, ἀλλ’ ἦν τὸ “ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγό- “μενα,” ἐπειδὴ οὐδέπω ᾔδεισαν ἀκριβῶς τὰ παρὰ τῶν ἁγίων προΦητῶν προκεκηρυγμένα.

Περὶ τοῦ τυφλοῦ.

Προσῆλθε μὲν ὁ τυφλὸς ὡς Θεῷ τῷ πάντα ἰσχύοντι, ὀνομάζει δὲ αὐτὸν υἱὸν Δαβὶδ, ἐπειδὴ τεθραμμένος ἐν Ἰουδαισμῷ οὐκ ἠγνόησε τὰ διὰ τοῦ νόμου καὶ τῶν προφητῶν περὶ αὐτοῦ προηγορευμένα, ὅτι ἐκ γένους ὑπῆρχε τοῦ Δαβὶδ τὸ κατὰ σάρκα· οὐκοῦν ὡς ἤδη πεπιστευκὼς ὅτι Θεὸς ὣν ὁ Λόγος ὑπέμεινε τὴν κατὰ σάρκα γέννησιν, τὴν ἀπό γε τῆς παναγίας παρθένου Φημὶ, πρόσεισιν ὡς Θεῷ λέγων, “ἐλέησόν με, υἱὲ Δαβίδ.” ὅτι γὰρ οὕτω διατιθεὶς προσεκόμισε τὴν ἱκετηρίαν, ἐπιμαρτυρήσει λέγων αὐτῷ ὁ Χριστὸς, “ἡ πίστις σου σέσωκέ σε.” θαυμάσωμεν δὲ αὐτοῦ καὶ τὴν ἔνστασιν τῆς ὁμολογίας, ὅτι τινῶν ἐπιτιμώντων αὐτῷ, αὐτὸς οὐκ ἀνίει· διὸ καὶ τετίμηται εἰκότως παρὰ Χριστοῦ τοῦ Θεοῦ· κέκληται γὰρ παρ’ αὐτοῦ, καὶ ἐγγὺς γενέσθαι προστέτακται.

Οὐκ ἀγνοῶν δὲ ἠρώτησεν αὐτὸν ὁ πάντα εἰδὼς, “τί θέλεις “ποιήσω σοι;” ἀλλ’ ἵνα μάθοιεν οἱ παρεστηκότες, ἤγουν οἱ συμβαδίζοντες ὡς οὐ χρήματα αἰτεῖν αὐτὸν, ἀλλ’ ἐνέργειαν θεικὴν, ὡς παρὰ Θεοῦ. Ἐπειδὴ δὲ τὸν τῆς αἰτήσεως ἐνεφάνισε τρόπον, τότε δὴ τότε τῆς Ἰουδαίων ἀπιστίας ἔλεγχος ἦν τὸ εἰρημένον παρὰ Χριστοῦ· ἔΦη γὰρ μετ’ ἐξουσίας τῆς ἀνωτάτω, “ἀνάβλεψον· τίς γὰρ τῶν ἁγίων προφητῶν εἰπέ τι τοιοῦτον, ἤγουν ἐν τοσαύτῃ λελάληκεν ἐξουσίᾳ; ὅθεν καὶ φῶς τῷ κάμνοντι γέγονεν ἡ Φωνή· Φωτὸς γὰρ ἦν λόγος τοῦ ἀληθινοῦ· ἀπαλλαγεὶς δὲ τῆς νόσου, οὐ κατημέλησε τοῦ εἶναι Φιλόχριστος, ἠκολούθει γὰρ, Φησὶν, αὐτῷ, τὴν δόξαν ἀναπέμπων ὡς Θεῷ· γέγονε δὲ καὶ ἑτέροις πρόφασις

137
τοῦ δοξάζειν αὐτὸν, ἅπας γὰρ, φησὶν, ὁ λαὸς ἔδωκεν αἶνον τῷ

Περὶ τοῦ Ζακχαίου.

Ἀρχιτελώνης ἦν ὁ Ζακχαῖος, ἐπ’ ἐπιτάσει δὲ πολλῇ παρ’ αὐτῷ τὸ φιλάργυρον, καὶ τῆς πλεονεξίας ὁ σκοπὸς, τοῦτο γὰρ τοῖς τελώναις τὸ ἐπιτήδευμα· ἀλλ’ οὐ μεμένηκεν ἐν τούτοις ὁ Ζακχαῖος· ἠξιώθη δὲ φειδοῦς τῆς παρὰ τοῦ Χριστοῦ· αὐτὸς γάρ ἐστιν ὁ καλῶν ἐγγὺς τοὺς μακρὰν, καὶ φωτίζων τοὺς ἐσκοτισμένους. ἐπιθυμήσαντος γὰρ ἐκείνου τὸν Κύριον Ἰησοῦν θεάσασθαι, καὶ διὰ τοῦτο ἐπὶ συκομορέαν ἀνελθόντος, ἐβλάστησεν ἐν ἑαυτῷ σπέρμα σωτηρίας· ὅνπερ ἰδὼν ὁ Χριστὸς τοῖς τῆς θεότητος ὀφθαλμοῖς, ὁ πάντας ἀνθρώπους θέλων σωθῆναι· προτείνει τὴν ἡμερότητα λέγων, “Ζακχαῖε, σπεύσας κατάβηθι” καὶ τὰ ἑξῆς· ἐγίνωσκε γὰρ ὡς προγνώστης Θεὸς τὸ ἐσόμενον. εἶδεν ἀνθρώπου ψυχὴν ἑτοιμότατα διανεύουσαν εἴς γε τὸ ἑλέσθαι βιοῦν ἁγίως, καὶ μετέθεικεν εἰς εὐσέβειαν· καὶ γὰρ ὑπεδέξατο τὸν Ἰησοῦν χαίρων, ὅθεν καὶ γέγονεν εὐθὺς ἐλεήμων καὶ φιλοπτωχείας ἐραστὴς, καὶ τοῖς ἠδικημένοις ὑπέσχετο τετραπλοῦν ἅπερ ἠδίκησεν ἀποδοῦναι, κατὰ τὸν νόμον τὰ τέσσαρα πρόβατα ἀντὶ ἑνὸς ἐκτίσειν κελεύοντα. Διό φησι Χριστὸς ὁ Θεὸς ἡμῶν, “σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ “γέγονε, καθότι καὶ αὐτὸς υἱός ἐστιν Ἀβραάμ.” ἔνθα γὰρ εἰσβάλλῃ Χριστὸς, ἐκεῖ πάντως ἐστὶ καὶ σωτηρία. Ἔδει δὲ καὶ τοὺς Ἰουδαίους χαίρειν ἐπὶ Ζακχαίῳ σεσωσμένῳ παραδόξως, ὅτι καὶ αὐτὸς εἰς υἱοὺς ἐτέλει τοῦ Ἀβραὰμ, οἷς τὴν διὰ Χριστοῦ λύτρωσιν διὰ προφητῶν ἁγίων ἐπηγγείλατο Θεός.

Τοῦ ἁρίου Τίτου Βοστρῶν. Παραθαρρύνας αὐτὸν λέγει, “σπεύσας κατάβηθι,” σοῦ χρείαν ἔχω, μέγα σου τὸ ἕλκος, μεγάλην ἐπιδείκνυμι τὴν θεραπείαν, ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι, οὐ τοσοῦτον ἐν τῷ ἔξω, ὅσον ἐν τῶ τῆς διανοίας. καὶ ὑπεδέξατο αὐτὸν χαίρων· ἔτυχε γὰρ ὧν μὴ προσεδόκα. Ἐπαγγέλλεται δὲ τῷ Σωτήρι’ τὰ ἡμίση τῶν ὑπαρχόντων, οὐχ ἵνα ἑαυτῷ τὰ λοιπὰ παρακατάσχῃ, ἀλλ’ ἵνα τετραπλασίονα ἀποτίσῃ τοῖς πλεονεκτηθεῖσιν. ἐπὶ τούτοις Ἰησοῦς εὐφραίνεται καὶ φησι, “σήμερον σωτηρία

138
“γέγονε τῷ οἴκῳ τούτῳ.” ἠπίστατο γὰρ τὸ ὁλόκληρον τοῦ μετανοήσαντος, τετραπλασίονα δὲ ἀποδίδωσι τοῖς ἀδικηθεῖσι, νόμιμον ποιούμενος τὴν ἔκτισιν·

Περὶ τοῦ πορευθέντος λαβεῖν ἑαυτῷ βασιλείαν.

Ὁ σκοπὸς τῆς προκειμένης παραβολῆς ὅλην ὡς ἐν βραχέσι παριστᾷ τῆς ἐφ’ ἡμῖν γενομένης οἰκονομίας τοῦ Θεοῦ Λόγου τὴν δύναμιν, καὶ τοῦ κατ’ αὐτὸν μυστηρίου τὰ ἀπαρχῆς μέχρι τέλους. γέγονε μὲν γὰρ ἄνθρωπος Θεὸς ὢν ὁ Λόγος, κεχρημάτικε δὲ διὰ τοῦτο καὶ δοῦλος, ἀλλ’ ἦν καὶ ἔστιν εὐγενὴς, κατά γε τὴν ἐκ Πατρὸς ἄρρητον γέννησιν. ἀποπεράνας δὲ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, εἰς τὴν ἐνοῦσαν αὐτῷ κατὰ φύσιν ἀναπεφοίτηκε δόξαν, καὶ οἷον ἀποδεδήμηκεν εἰς χώραν μακράν· χώρα γὰρ ἑτέρα παρὰ τὴν γῆν ὁ οὐρανός. Ἀνέβη δὲ λαβεῖν ἑαυτῷ βασιλείαν. πῶς δὲ ὁ τῶν ὅλων βασιλεύων μετὰ τοῦ Πατρὸς ἄνεισι πρὸς αὐτὸν, ληψόμενος βασιλείαν; δηλονότι ἐνανθρωπήσαντι τῷ Υἱῷ καὶ τοῦτο δίδωσιν ὁ Πατήρ. Ἀναφοιτήσας γὰρ εἰς οὐρανὸν, κεκάθικεν ἐν δεξιᾷ τῆς μεγαλοσύνης ἐν ὑψηλοῖς, τὸ λοιπὸν ἐκδεχόμενος ἕως οὗ τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ.

Τίνες δέ εἰσιν οἱ πολῖται αὐτοῦ οἱ μισοῦντες αὐτόν; οἱ Ἰουδαῖοι, περὶ ὧν φησὶν, “ὅτι καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ “καὶ τὸν Πατέρα μου,” καὶ οὐκ ἠθέλησαν αὐτὸν ἐπ’ αὐτοὺς βασιλεῦσαι. διὸ καὶ ἔλεγον πρὸς Πιλάτον ἀρνούμενοι τὴν βασιλείαν αὐτοῦ, “οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα,” καίτοι Ζακχαρίου τοῦ προφήτου βοῶντος, “χαῖρε σφόδρα, θύγατερ Σιῶν, ὅτι ἰδοὺ “ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων·” ὁμοίως καὶ Ἡσαΐου, “ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες “μετὰ κρίσεως ἄρξουσιν·” ἔτι δὲ καὶ τοῦ προφήτου Δαβὶδ περὶ αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· “ἐγὼ δὲ κατεστάθην βασιλεὺς “ ὑπ᾿ αὐτῶν.”

139

Περὶ τῶν λαβόντων τὰς μνᾶς.

Ποίους δὲ δούλους καλέσας τούτοις διένειμε τὰς δέκα μνᾶς; τοὺς τελείους τὴν ἕξιν, οἷς ἃν πρέπῃ καὶ ἡ στερεὰ τροφὴ, τοὺς μυσταγωγεῖν εἰδότας ὀρθῶς, καὶ πρὸς πᾶσαν ἀρετὴν ἑαυτούς τε καὶ ἑτέρους ἀπευθύνοντας. οὗτοι γὰρ νουθετοῦντας τοὺς ὑπὸ χεῖρα λαοὺς προσεργάζονται τοῖς δοθεῖσι, καὶ τὸν τοῖς ἁγίοις πρέποντα κερδαίνουσι κλῆρον. ὑποστρέψαντος γὰρ μετὰ τὸ λαβεῖν τὴν βασιλείαν τοῦ ἀνθρώπου τοῦ εὐγενοῦς, δῆλον δὲ ὅτι Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ἐν δευτέρᾳ αὐτοῦ παρουσίᾳ τεύξονται καὶ ἐπαίνων, καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐντρυφήσωσι. δεκαπλασιάσαντες γὰρ καὶ πανταπλασιάσαντες τὰ δοθέντα διὰ τοῦ κερδᾶναι πολλοὺς, ἐπάνω δέκα πόλεων ἣ πέντε γενήσονται, τουτέστιν ἄρξουσι πάλιν, οὐχ ὧν ἦρξαν πρὸ τούτου μόνων, ἀλλὰ γὰρ καὶ ἑτέρων ἔτι πολλῶν. Ἀτιμία δὲ ἔσται τοῖς ὄκνῳ νενικημένοις· ὁ γάρ τοι κατακρύψας σουδαρίῳ τὴν μνᾶν, ὑπενήνεκται τῇ τοιᾷδε δίκῃ.

Ταύτην δὲ τὴν παραβολὴν εἶπεν, ἐπειδὴ ἔλεγεν, ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ θεασάμενοι αὐτὸν εἰς Ἱερουσαλὴμ ἀνιόντα ᾠήθησαν διὰ τοῦτο ἀνιέναι, ἵνα δὴ ἀρχὴν δῷ τῇ βασιλείᾳ τοῦ Θεοῦ. ταῦτα μὲν οὖν ἐκεῖνοι ἐνόμιζον, οὐ μὴν ἔλεγον, ἀλλ’ ἐν ταῖς διανοίαις αὐτῶν ἐκύλιον τὴν προσδοκίαν. Ὁ δὲ πλάσας τὴν κὰμ δίαν καὶ τοὺς λόγους ἐπιστάμενος, ᾔδει ταύτην αὐτῶν τὴν προσδοκίαν, καὶ διορθοῦται τὸ σφάλμα διὰ παραβολῆς· εὐκαταφρόνητος γὰρ πᾶσα γυμνότης λόγου.

Εἰ γὰρ “αὐστηρός εἰμι, φησὶ, “θερίζων ὅπου οὐκ ἔσπειρα, διὰ τί μὴ τὴν δοθεῖσάν σοι χάριν, τοῦτο γάρ ἐστιν ἡ μνᾶ, δέδωκας τοῖς τραπεζίταις, τουτέστι, προὔθηκας εἰς ἀπόλαυσιν τοῖς εὖ εἰδόσι δοκιμάζειν τὰ παρὰ σοῦ. Ἐγὼ γὰρ ἐλθὼν ἔπραξα ἄν· τουτέστιν, ἀπῄτησα τὸ ἐμὸν σὺν τόκῳ· τῶν μὲν γὰρ διδασκάλων ἐστὶ τὸ κατασπείρειν τοῖς ἀκροωμένοις τὸν ἐπωφελῆ καὶ σωτήριον λόγον, τοῖς ἀκροωμένοις δὲ οὐ μόνον τὰ καταβληθέντα τηρεῖν ἀμείωτα, ἀλλὰ καὶ πᾶσαν ἀρετὴν προσεργάσασθαι. Διόπερ ὁ μὲν ὀκνηρὸς

140
οἰκέτης γυμνὸς καὶ τοῦ δοθέντος ἔσται χαρίσματος, οἱ δὲ τὴν ἀμείνω βαδίζοντες ὁδὸν, ἐν προσθήκῃ θείων χαρισμάτων γενήσονται· ἔτι δὲ καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσωσιν· οἱ δὲ μὴ θελήσαντες Ἰουδαῖοι ἐπ’ αὐτοὺς βασιλεῦσαι τὸν ἄνθρωπον τὸν εὐγενῆ, κατεσφάγησαν ἔμπροσθεν αὐτοῦ, φησί. Καὶ γὰρ ἔπαθον καὶ νῦν τοῦτό τινες ἐξ αὐτῶν ἐπὶ τῇ τῶν Ἱεροσολύμων ἁλώσει· ἐν δὲ τῇ δευτέρα παρρουσίᾳ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, πάντες οὗτοι ὥσπερ ἐν σφαγῇ τῇ ἀτελευτήτῳ κολάσει δοθήσονται.

Τοῖς γὰρ κατακούσασι προθύμως τῶν αὐτοῦ λόγων τοῖς μαθηταῖς λέγω καὶ τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι, καὶ κατέχουσιν ἐν τῇ διανοίᾳ τὸν τῆς διδασκαλίας θεμέλων, καὶ ἐδόθη καὶ ἐπερισσεύθη τὰ τῆς θείας γνώμης κατὰ τὴν τοῦ Πνεύματος δωρεάν. Ἰουδαίων δὲ μὴ κατασχόντων τὸν αὐτοῦ λόγον, καὶ ὃ ἐδόκουν ἔχειν ἀφῃρέθη· τοῦτο δέ ἐστιν ἡ κατὰ τὸν Μωϋσέως νόμον λατρεία, καὶ τὰ προφητικὰ καὶ θεόπνευστα γράμματα, τὰ προαγορεύοντα τὴν παρουσίαν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος Χριστοῦ, καὶ αὐτὸ τὸ τοῦ Ισραὴλ διαβόητον ὄνομα.

Περὶ τοῦ πώλου.

Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηφθαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν.

Ωριγύνουσ. Ἡ μὲν Βηθανία ἑρμηνεύεται οἶκος ὑπακοῆς, δὲ Βηθφαγῆ σιαγόνες, ἱερατικός τις ὣν τόπος· καὶ γὰρ σιαγόνες τοῖς ἱερεῦσι ἐδίδοντο, ὡς ἐν τῷ νόμῳ ἀναγέγραπται· ὅπου οὖν ὑπακοὴ, καὶ ἱερὸς τόπος, ἐκεῖ ἀποστέλλει ὁ Κύριος τοὺς Ἀποστόλους λύσοντας “πῶλον δεδεμένον, ἐν ᾧτ’ οὐδεὶς πώποτε ἀνθρώπων “ἐκάθισεν,” ἀντὶ τοῦ οὐδέποτε ἄνθρωπος λογ(??)λὸς ἐπεκάθισεν, ἣ Μωϋσέως λόγος, ἣ Ἡσαΐου, οὐδὲ ἄλλου τινὸς τῶν προφητῶν. ὅτε δὲ ἦλθεν ὁ Χριστὸς, εἶπε τοῖς μαθηταῖς, ἵνα ἀπελθόντες λύσωσι τὸν πῶλον. Εἶπε δὲ αὐτοῖς, “ἐάν τις ὑμᾶς ἐρωτᾷ, τί λύετε τὸν πῶλον, “ἐρεῖτε, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.” πολλοὶ γὰρ ἦσαν οἱ κύριοι τοῦ ὄνου πρὸ τοῦ κυριευθῆναι ὑπὸ τοῦ Σωτῆρος· ἴσμεν δὲ

141
ὅτι ὁ τοῦ Κυρίου ἅπαξ γενόμενος, οὐ δύναται πολλοὺς κυρίους ἔχειν· ὅταν τῇ κακίᾳ δουλεύῃ τις, πολλῶν παθῶν δοῦλός ἐστιν ὁ ἄνθρωπος.

Κυρίλλου Ἀλεξανδρείασ. Ἄγεται ὁ πῶλος, ἀπεσταλμένων παρὰ Χριστοῦ· ὑπηρετοῦσι γὰρ πρὸς τοῦτο αὐτὸ δύο τάγματα, προφῆται δὲ οὗτοι καὶ Ἀπόστολοις, δι’ ὧν σαγηνεύονται εἰς πίστιν τὰ ἔθνη. Ἄγεται τοίνυν ἀπό τινος κώμης, ἵνα δι’ αὐτοῦ τὴν ἄγροικον τῶν ἐθνῶν δείξῃ φρένα· οὐκ ἐν νόμῳ τεθραμμένων, ζησάντων δὲ μᾶλλον ἀτημελῶς καὶ ἀρτίως καὶ ἀγρίως, πλὴν μετέστη ἐπὶ τὸ ἥμερον· γέγονε γὰρ ὑπὸ Χριστῷ τῷ πάντα διδάσκοντι. ἕτερός γε μὴν τῶν ἁγίων Εὐαγγελιστῶν καὶ παῖδας ἔφη βαία φοινίκων ἀνατείνοντας προτρέχειν αὐτοῦ, καὶ ὁμοῦ τοῖς μαθηταῖς συντιθέναι τὴν δοξολογίαν, ἵνα καὶ δι’ αὐτῶν τὸν νέον καὶ ἐξ ἐθνῶν, ὥσπερ ἐν πίνακι γεγραμμένον, ἴ’ δῶμεν λαόν. Γέγραπται γὰρ, “καὶ ὁ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.”

Τοῦ ἀγίου Τίυου. Ὁ Κύριος τίς, ἀπολελυμένον δὲ ἡ προσηγορία, βασιλεύων ἤθελε φαίνεσθαι τῷ πλήθει· ἰσοκέφαλος δὲ ἦν ἡ θέα· μεταστέλλεται πολλῶν, ἵνα καθισθέντα ἴδωσιν οἱ πολλοί· προέλαβε τὸ πλῆθος καὶ βοᾷ “εὐλογημένος ὁ “ἐρχόμενος ἐν ὀνόματι Κυρίου,” “δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ “γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.” Διά τι; ἄνθρωποι γὰρ μετ’ Ἀγγέλων· ὁ γὰρ ἄνω βασιλεὺς κατέβη κάτω, καὶ πεποίηκε μίαν ὑπακοήν. Σημεῖον τὸ γινόμενον. οὐ γὰρ ἀπὸ τοῦ ὄρους τῶν Ἐλαιῶν εἰς Ἰερουσαλὴμ εἰσιόντι τῷ Κυρίῳ χρεία τις ἐπ’ ὄνου καθέζεσθαι, ὃς εἰς τὴν Ἰουδαίαν καὶ Γαλιλαίαν ἅπασαν διῄει πεζὸς, ἀλλὰ τὸ ἔποχον αὐτὸν ἐπὶ τοῦ πώλου θεωρεῖσθαι, δηλοῖ τὸ ἐπὶ τοῦ νέου λαοῦ καθέζεσθαι τὸν οὐράνιον ἡγεμόνα καὶ βασιλέα τῆς Ἱερουσαλήμ.

Τὸ γὰρ νέον τῆς κλήσεως ἐδήλωσεν ὁ πῶλος, ἀλλὰ καὶ τὸ πάλαι μὴ καθαρὸν τῶν νῦν καλουμένων. ἀκριβέστατα δὲ ὁ Ματθαῖος τὴν ὑποτύπωσιν τῶν πραγμάτων γεγενημένην ἔδειξεν, οὐ μόνον τοῦ πώλου μνημονεύων, ἀλλὰ καὶ τῆς ὄνου, ὅτι καὶ ὁ Ισραὴλ ὕστερον ἀκολουθήσει τῷ νέῳ λαῷ, καθά ποτε ἡ μήτηρ τῷ πώλῳ· ὅτι γὰρ ἐπὶ τῷ πώλῳ ἐκαθέσθη δηλοῦσιν οἱ λοιποὶ, οἳ καὶ μόνου τοῦ πώλου μνημονεύοντες ἀγομένου πρὸς τὸν Ἰησοῦν. ὁ δὲ

142
Ματθαῖος εἰπὼν καὶ τὴν ὄνον ἀχθεῖσαν καὶ ἐπάνω αὐτῷ καθεσθέντα τὸν Κύριον, οὐ δήπου συνωρίδα γενομένην τοῦ τε πώλου καὶ τῆς μητρὸς λέγει, πῶς γάρ; ἀλλ’ ἑπομένην τὴν ὄνον. Δεδεμένος δὲ ὁ πῶλος καὶ ἡ ὄνος τοὺς προσδεδεμένους τοῖς ἀνθρωπίνοις πράγμασιν ἔδειξε λαοὺς, καὶ μὴ ἀνέτους ὄντας εἰς τὸ δέξασθαι τὴν ἐπίβασιν τοῦ Κυρίου, ἀνιεμένους δὲ διὰ τὸ θεῖον ἐπίταγμα τοῦ Κυρίου μηδενὸς ἀποκωλύσαι δυνηθέντος, καὶ εἰ βούλονται κωλύειν τινὲς, ὡς αὐτοὶ δεσπόται, ἀλλ’ ἐάν τις ὑμῖν εἴπῃ, τί φησιν; “ἐρεῖτε ὅτι “ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.” θεία δὲ κλῆσις ἐν τούτῳ δεδήλωται.

Ἐδάκρυσε δὲ ἐπὶ τὴν Ἱερουσαλὴμ ὁ Κύριος, φιλάνθρωπος ὣν, ἵνα διὰ τούτου μάθωμεν ὅτι λελύπηται περὶ αὐτῆς, εἴπερ ὅλως χρή τι τοιοῦτο εἰπεῖν περὶ τοῦ πάντων ἐπέκεινα Θεοῦ. Πῶς γὰρ ἄλλως ἔγνωμεν ἃν ἡμεῖς ὅτι κακοὺς ὄντας ἠλέει, εἰ μὴ διὰ πράγματος ἀνθρωπίνου, τοῦτο κατέστησεν ἐνεργὲς, ὅθεν καὶ μετὰ τριάκοντα πέντε ἔτη τῆς ἀναλήψεως ἡ ἅλωσις αὐτῆς γέγονεν, ἀναβολὴν ποιουμένου τοῦ φιλανθρώπου Θεοῦ τῆς τιμωρίας ἐν τοσούτοις ἔτεσι, καὶ μακροθυμοῦντος πρὸς τὸ ἐπιστρέψαι τοὺς πεπλανημένους διὰ τῆς τῶν ἁγίων Ἀποστόλων διδασκαλίας, εἰς τὴν τῆς πίστεως ἀληθινὴν ἐπίγνωσιν, καὶ ἀπολλαγῆναι τῆς μελλούσης ὀργῆς ἔρχεσθαι ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· διὸ καὶ οἱ πεισθέντες μὲν ἐρρύσθησαν, οἱ δὲ ἀπειθήσαντες ἀπώλοντο. τὸ γὰρ, “εἰ “ἔγνως καὶ σὺ τὰ πρὸς εἰρήνην,” τοῦτό ἐστιν, ὅτι τὰ χρήσιμα καὶ ἀναγκαῖα πρὸς τὸ εἰρηνεῦσαι Θεῷ εἰ ἐπέγνως ἅτινά ἐστιν, ἡ πίστις, καὶ ἡ εἰς Κύριον ὑπακοὴ, καὶ τὸ ἀπέχεσθαι τῶν τύπων καὶ τῆς ἐν νόμῳ λατρείας, οὐκ ἃν τοιαῦταί σε θλίψεις περιέμενον, ἀλλ’ ἐκρύβη, φησὶν, ἀπὸ ὀφθαλμῶν σου· ἑκουσίως γὰρ οὐκ ἠθέλησεν εἰδέναι, ἤγουν συνιέναι τὰς θεοπνεύστους γραφὰς τὰς δηλούσας τὸ περὶ ἐμοῦ μυστήριον.

Καιρὸν δὲ λέγει τῆς ἐπισκοπῆς σου, ἣν αὐτὸς ἐποιήσατο, κατελθὼν ἐπισκεψάμενος αὐτὴν, καὶ θεῖα διδάγματα διδάξας ἐν αὐτῇ, καὶ πλείστας θαυματουργίας ἐργασάμενος.

143

Περὶ τῶν ἐπερωτησάντων τὸν κύρων ἀρχιερέων.

Ἰωάννου Τοῦ Χρυσοστόμου. Ἰστέον δὲ, τοῦτό φησιν, ἀλλ’ ἐκεῖνος μὲν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, οὗτος δὲ πρὸς τῷ τέλει, ὅθεν εἰκὸς δεύτερον γεγενῆσθαι καὶ κατὰ διαφόρους καιρούς. κἀκεῖ μὲν λέγουσιν, τί σημεῖον ἐπιδεικνύεις ἡμῖν; ἐνταῦθα βοῶσι, καίτοιγε ἐπιτιμηθέντες διὰ τὸ ἤδη θαυμάζεσθαι αὐτὸν παρὰ πᾶσι. τοῦτο δὲ κατηγορία μείζων Ἰουδαίων, ὅτι καὶ ἅπαξ καὶ δὶς τὸ αὐτὸ τοῦτο ποιήσαντος, ἔμενον ἐπὶ τῇ καπηλείᾳ, καὶ ἀντίθεον αὐτὸν εἶναι ἔλεγον· δέον κἀντεῦθεν αὐτοῦ μαθεῖν τὴν πρὸς τὸν Πατέρα τιμὴν καὶ τὴν οἰκείαν ἰσχύν. καὶ γὰρ ἐθαυματούργνσε, καὶ ἑώρων τοῖς λόγοις τὰ ἔργα συμβαίνοντα, ἀλλ’ οὐδὲ οὕτως ἐπείθοντο, ἀλλ’ ἠγανάκτουν· διόπερ καὶ αὐτὸς τὸν Ἡσαΐαν αὐτοῖς ἐπιτειχίζει κατήγορον λέγων, “ὁ οἰκός μου οἶκος προσευχῆς “κληθήσεται.”

Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ.

διὰ Μωϋσέως, μόνους ἐκέλευσε τῶν ἱερῶν ἅπτεσθαι σπουδασμάτων τοὺς ἐξ αἵματος Λευΐ· αὐτοὶ διατάττουσι τὰ ἐν τῷ θείῳ νόμῳ, αὐτοῖς δέδοται τὸ μυσταγωγεῖν, καὶ ἡ τῶν ἱερῶν περιβόλων ἐξουσία· σὺ δὲ πῶς ἐξ ἑτέρας ὑπάρχων φυλῆς, γέγονας γὰρ ἐξ Ιούδα, τὰς ἐν ἡμῖν ἐκνεμηθείσας ἐξαρπάζεις τιμάς; “Τίς σοι “δέδωκε τὴν ἐξουσίαν ταύτην;” ἀλλ’ εἰ τὰς θεοπνεύστους ᾔδεις γραφὰς, ὦτ’ ἀσύνετε Φαρισαῖε, καὶ τὰς τῶν ἁγίων προφητῶν φωνὰς, ἐμνήσθης ἃν λέγοντος τοῦ μακαρίου προφήτου Δαβὶδ, πρὸς τὸν τῶν ὅλων σωτῆρα Χριστὸν, “Ὤμοσε Κύριος, καὶ οὐ μεταμελη- “θήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.” φράζε δὴ οὖν, τίς ἐκ τῶν γραμματέων ἡ Φαρισαίων λελειτούργηκε τῷ Θεῷ κατὰ τὴν τάξιν Μελχισεδὲκ, ὃς εὐλόγησέ τε καὶ δεδεκάτωκε τὸν Ἀβραάμ· ὡς δὲ ὁ πάνσοφος γράφει Παῦλος, “χωρὶς πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖ- “ται,” οὐκοῦν ἡ ῥίζα δὲ ἡ ἀπαρχὴ τῆς γενέσεως τῶν ἐξ Ἰσραὴλ, τουτέστιν, ὁ προπάτωρ Ἀβραὰμ ὑπὸ τῆς τοῦ Μελχισεδὲκ ἱερωσύνης ηὐλόγηται. τύπος δὲ ἦν ὁ Μελχισεδὲκ καὶ ἡ κατ’ αὐτὸν

144
ἱερωσύνη τοῦ πάντων Σωτῆρος Χριστοῦ, ὃς γέγονεν ἡμῶν ἀρχιερεὺς καὶ Ἀπόστολος, προσάγων τῷ Θεῷ καὶ Πατρὶ τοὺς πεπιστευκότας εἰς αὐτὸν, διὰ τῆς ὑπὲρ νόμου λατρείας τελειῶν εἰς ἁγιασμόν. Τί τοίνυν ἀσχάλλεις, Φαρισαῖε, τῶν ἱερῶν περιβόλων ἐκπεμπομένων, οἷα ταῖς κατὰ νόμον θυσίαις ἦν χρήσιμα, καλοῦντος εἰς τὴν ἐπέκεινα τύπων ζωὴν, καὶ εἰς ἀληθῆ δικαίωσιν τῆς διὰ πίστεως, δηλονότι τῆς εἰς Χριστὸν, καὶ παρατιθέντος τῆς εὐαγγελικῆς πολιτείας τὴν ὁδὸν, ἐγκαλεῖς, εἰπέ μοι, τῷ νομοθέτῃ τοῦ νόμου τὴν λύσιν, καὶ ὅτι μὴ ταῖς ἰδίαις ἠκολούθησεν ἐντολαῖς, ἀλλὰ νόμου παντὸς ἐπέκεινα Θεοῦ; οὐ γὰρ τοὺς νόμους οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ’ ἡμῖν ὁρισάμενος μεθίστησι κατὰ καιροὺς, ἐφ’ ὅπερ ἂν ἕλοιτο τὰ διατεταγμένα, καὶ ἀναφέρων εἰς βελτίονα; Hv οὖν καιρὸς τοῦ παύσασθαι τὰ ἐν τύποις, ἀναδειχθῆναι δὲ τὰ κρείττονα. Καὶ γοῦν ἔφη που ὁ Θεὸς διὰ φωνῆς Ἡσαΐου, “καὶ “ἀφανισθήσεται νόμιμα λαοῦ μου·” ἤργησαν γὰρ τῆς νέας ἐντολῆς ἀναδεδειγμένης, ἢν δι’ ἑαυτοῦ λελάληκεν ἡμῖν ὁ Υἱός.

Περὶ τοῦ ἀμπελῶνος.

Τοῦ ἁγίου Ἰωάννου Τοῦ

Tαύτης πολλὰ αἰνίττεται· τοῦ Θεοῦ τὴν πρόνοιαν, τὴν εἰς αὐτοὺς γεγενημένην ἄνωθεν, τὸ ἐξ ἀρχῆς αὐτῶν φονικὸν, τὸ μηδὲν παραλειφθῆναι τῶν ἡκόντων εἰς ἐπιμέλειαν, τὸ καὶ τῶν προφητῶν σφαγέντων, μὴ ἀπολειφθῆναι αὐτοὺς, ἀλλὰ καὶ τὸν υἱὸν πέμψαι, καὶ τῆς παλαιᾶς καὶ νέας ἕνα καὶ τὸν αὐτὸν εἶναι Θεὸν, τὸ μεγάλα αὐτοῦ τὸν θάνατον κατορθώσειν, τὸ τὴν ἐσχάτην δίκην τοῦ σταυροῦ καὶ τοῦ τιμήματος αὐτοῦ ὑπομένειν, τῶν ἐθνῶν τὴν κλῆσιν, τῶν Ἰουδαίων τὴν ἔκπτωσιν· τὴν δὲ ἀποδημίαν, τὴν πολλὴν αὐτοῦ μακροθυμίαν φησίν.

Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ.

Τὴν ἔπι γε τοῖς υἱοῖς Ἰσραὴλ ἱστορίαν ἐν τούτοις, ὡς ἐν βραχεῖ συνενηνεγμένην. Ἀμπέλων γὰρ ὁ Ἰσραὴλ, φησὶν ὁ ψαλμῳδός· “ἄμπελον ἐξ Αἰγύπτου μετῇρας,” καὶ τὰ ἑξῆς. Καὶ ὁ Ἠσαίας “ἀμπελὼν ἐγενήθη,” φησὶ, “τῷ ἠγαπημένῳ.” Ἔστι τοίνυν ὁ τοῦτον

145
φυτεύσας Θεός· οὗτος ἀπεδήμησε χρόνους ἱκανοὺς, καίτοι πληροῖ τὰ πάντα, ἀπολιμπάνεται δὲ τῶν ὄντων οὐδενός. Πῶς οὖν ἀπεδήμησε; μετὰ τὸ ἀναληφθῆναι ἐν εἴ ’δει πυρὸς καταβεβηκὼς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, καὶ τὴν ἄρρητον μορφὴν ἐμφανῆ δεδήλωκεν αὐτοῖς· ἀλλ’ ὡς κατά γε τὸν τύπον τῶν ἀνθρωπίνων πραγμάτων ἔοικέ πὼς ἀποδημία μακρὰ τὸ γεγενημένον, πλὴν ὁρᾶται πεφροντικὼς τοῦ χωρίου, καὶ εἰς νοῦν ἔχων αὐτό. Οὐδεὶς γὰρ γέγονε διὰ μέσου καιρὸς, καθ’ ὃν οὐκ ἀπεστέλλοντο παρὰ τοῦ Θεοῦ προφῆταί τε καὶ δίκαιοι νουθετοῦντες, οἱ δὲ γεγόνασιν ἀπειθεῖς, καὶ ἀτιμάσαντες τοὺς ἀπεσταλμένους ἐξαπέστειλαν κενούς· τουτέστιν, οὐδὲν ἔχοντας εἰπεῖν ὑπὲρ αὐτῶν ἀγαθὸν τῷ πεπομφότι Θεῷ, καὶ φησὶν Ἱερεμίας, “ἰδοὺ τὸ ῥῆμα τοῦ Κυρίου ἐγενήθη αὐτοῖς εἰς ὀνειδισμὸν, “οὐ μὴν βουληθῶσιν αὐτοῦ d ἀκοῦσαι.”

Τοῦ ἁγίου Ἰωάννου Τοῦ Χρυσοστόμου. Τί ἐστι τὸ “ἴσας “ἐντραπήσονται;” οὐχ ὡς ἀγνοοῦντος, ἀλλὰ θέλοντος δεῖξαι τὸ ἁμάρτημα μέγα καὶ ἀπολογίας πάσης ἐστερημένον, ἐπεὶ αὐτὸς εἰδὼς, ὅτι ἀναιρήσουσιν ἔπεμψε, λέγει δὲ ἐντραπήσονται τὸ γενέσθαι ὀφεῖλον ἀπαγγέλλων, ὅτι δεῖ αὐτοὺς ἐντραπῆναι, ἐπεὶ καὶ ἀλλαχοῦ φησιν, “ἐὰν ἄρα ἀκούσωσιν,” οὐδὲ ἐκεῖ ἀγνοῶν, ἀλλ’ ἵνα μὴ λέγωσί τινες τῶν ἀγνωμόνων, ὅτι ἡ πρόγνωσις αὐτοῦ γέγονεν ἀναγκαστικὴ τῆς παρακοῆς, διὰ τοῦτο οὕτω σχηματίζει τὰς λέξεις. Εἰ γὰρ καὶ περὶ τοὺς δούλους ἀγνώμονες ἐγένοντο, τοῦ υἱοῦ τὸ ἀξίωμα αἰδεσθῆναι ἐχρῆν. καὶ ὁ μὲν Λουκᾶς φησιν, ὅτι αὐτὸς ἀπεφήνατο, ὅτι παθεῖν ἔδει τούτους, κἀκεῖνοι εἶπαν, “μὴ “γένοιτο,” καὶ τὴν μαρτυρίαν ἐπήγαγεν, ὁ δὲ Ματθαῖος ὅτι αὐτοὶ τὴν ψῆφον ἐξήνεγκαν.

Μετὰ δὲ τὸ ἀκοῦσαι αὐτοὺς τὴν τοῦ ἀμπελῶνος παραβολὴν, διὰ τοῦτο εἶπον, “μὴ γένοιτο,” ἐπειδὴ συνιέντες τῶν αἰνιγμάτων τὸ βάθος, ἀποσείονται τὸ παθεῖν, δεδοικότες τὸ ἐσόμενον. Ἀλλ᾿ οὐκ ἔστι τοῦτο ἐναντιολογίας· καὶ γὰρ ἀμφότερα γέγονε, καὶ τὴν ψῆφον αὐτοὶ ἐξήνεγκαν κὰν καθ’ ἑαυτῶν, καὶ πάλιν αἰσθόμενοι τῶν εἰρημένων, εἶπαν “μὴ γένοιτο,” καίτοι καὶ τὸν προφήτην ἐπετείχισεν αὐτοῖς, πείθων αὐτοὺς ὅτι πάντως ἔσται τοῦτο, ἀλλ’ ὅμως οὐδ’ [*](d αἰτῷ Ood.)

146
οὕτως τὰ ἔθνη σαφῶς ἀπεκάλυψεν, ὥστε μηδεμίαν αὐτοῖς παρασχεῖν σχεῖν λαβὴν, ἀλλ’ ἠνίξατο εἰπὼν, “δώσει τὸν ἀμπελῶνα ἄλλοις.”

Λίθον ἑαυτὸν καλεῖ, καὶ οἰκοδόμους τοὺς διδασκάλους τῶν Ἰουδαίων, ὃ καὶ Ἰεζεκιήλ φησιν, “οἱ οἰκοδομοῦντες τὸν τοῖχον καὶ “ἀλείφοντες ἀναρτύτως.” Πῶς δὲ ἀπεδοκίμασαν; ἢ λέγοντες, οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὗτος πλανᾷ τοὺς ὄχλους, καὶ ὅσα τοιαῦτα· δύο δέ φησιν ἀπωλείας ἐνταῦθα τῶν Ἰουδαίων, μίαν μὲν, τὴν ἀπὸ τοῦ προσκόψαι καὶ σκανδαλισθῆναι, τοῦτο γὰρ ἐπὶ τὸν λίθον τοῦτον, ἑτέραν δὲ τὴν ἀπὸ τῆς ἁλώσεως αὐτῶν καὶ τῆς συμφορᾶς καὶ πανολεθρίας, ἣν σαφῶς ἐδήλωσεν εἰπὼν, “λικμήσει “αὐτόν.” Διὰ τούτων καὶ τὴν ἀνάστασιν ἠνίξατο τὴν ἑαυτοῦ. Κυρίλλου. Σκανδαλισθέντες γὰρ ἐπὶ Χριστῷ καὶ αὐτῷ, τῶν Ἰουδαίων οἱ δῆμοι συνετρίβησαν. Οὐ γὰρ ἤθελον ἀκοῦσαι τῆς Ἡσαΐου φωνῆς λεγούσης, “Κύριον αὐτὸν ἁγιάσατε, “καὶ αὐτὸς ἔσται σοι φόβος, καὶ οὐχ ὡς λίθου προσκόμματι “συναντήσεσε αὐτῷ, οὐδὲ πέτρας πτώματε.”

Τοῦ Αὐτοῦ. Ἐξεκαύθη πάλιν εἰς ἀχαλίνους ὀργὰς Φαρισαίων ἐργαστήριον, καὶ ἀποκτεῖναι βουλεύονται τὸν ἐπὶ λύσει θανάτου γενόμενον ἄνθρωπον, ἀλλὰ διέκοψεν αὐτῶν τὸ ἀνόσιον ἐγχείρημα ὁ λαοῦ φόβος. Οὐ γὰρ τῆς εἰς Θεὸν εὐσεβείας ἦν αὐτοῖς λόγος, οὐδὲ γέγονεν αὐτοῖς χαλινὸς ἡ διὰ Μωϋσέως ἐντολὴ λέγουσα, “ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς·” προτιμῶσι δὲ μᾶλλον τῆς εἰς Θεὸν αἰδοῦς τὸν ἀνθρώπινον φόβον.

Τοῦ Αὐτοῦ. Καίτοι πῶς οὐ μᾶλλον ἐχρῆν ἐσόμενον ἔξω φέρεσθαι τοῦ κακοῦ, καὶ τιμῆσαι τῇ πίστει τὸν καίουντα τὸν ἀσεβῆ, καὶ ἀμνησικάκῳ χάριτι διασώζοντα τοὺς ταῖς ἁμαρτίαις ἐνισχημένους; ἀλλ’ οὐδὲν τῶν τοιούτων ὑπολελογισμένοι, συκοφαντίας τῆς κατ’ αὐτοῦ συλλέγουσιν ἀφορμάς.

Περὶ τῶν ἐγκαθέτων διὰ τὸν κῆνσον.

Ὡς ἀνθρώπῳ προσίενται κοινῷ τῷ πάντων Σωτήρι’ Χριστῷ, ἀλλ’ ἦν ἄμεινον ἐννοεῖν, ὅτι γέγονε μὲν ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς Θεὸς ὢν ὁ Λόγος. Ἀπὸ δέ γε τῆς ὑπὲρ λόγον θεοσημείας

147
καὶ ἀποδείξεως τῆς θεοπρεποῦς οὐκ ἄνθρωπος ὣν μόνον διεδείκνυτο, ἀλλὰ καὶ Θεός. Ἤθελε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς ἀνθρωπίνης δυναστείας ἐλεύθερον εἶναι τὸν Ἰσραήλ. Ἐπειδὴ δὲ τοὺς θείους πεπατήκασι νόμους, γεγόνασιν ὑπὸ χεῖρα τῶν τηνικάδε κεκρατηκότων, καὶ δεσμοὺς ἐπέθηκαν αὐτοῖς. ἐζήτουν τοίνυν, φησὶ, παραδοῦναι αὐτὸν τῇ ἀρχῇ τοῦ ἡγεμόνος. Προσεδόκησαν γὰρ ὅτι πάντη τε καὶ πάντως ἀκούσονται λέγοντος, οὐκ ἔξεστι δοῦναι φόρους Καίσαρι· ἀλλ’ “ἐπιδείξατέ μοι,” φησὶ, “δηνάριον.” Ἐπι- δειχθέντος δὲ, πάλιν εἴρετο, “τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; οἱ δὲ Καίσαρος, φασὶν, καὶ τί πρὸς ταῦτα Χριστός; “ἀπόδοτε τὰ “Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ,” χρημάτων μὲν γὰρ δεσμοὺς ἐπιρρίπτουσι τοῖς ὑπεζευγμένοις, οἱ τὴν κατ’ αὐτῶν λαχόντες ἀρχὴν, ζητεῖ δὲ παρ’ ἡμῶν καὶ ἀγάπην, καὶ τὴν ἐξ ἔργων ἀγαθῶν εὐκοσμίαν. Οὐκοῦν τεθαύμακα μὲν τὴν ἀπολογίαν αὐτοῦ, καὶ τοῦτο ἐπὶ παντὸς τοῦ λαοῦ, οἱ δὲ καὶ τούτων εἰς λήθην ἐνηνεγμένοι, Πιλάτῳ προσῆγον τὸν Ἰησοῦν φάσκοντες, “τοῦτον “εὕραμεν διαστρέφοντα τὸν λαὸν καὶ κωλύοντα φόρους διδόναι “Καίσαρι.” καὶ ὅμως θαυμάσαντες τὴν ἀπολογίαν ἀπῆλθον κατῃσχυμμένοι·

Ωριγένους. Ἐγένετο ἐν ἀρχῇ ἄνθρωπος, ὡς ἐν τῇ Γενέσει γέγραπται, κατ’ εἰκόνα Θεοῦ, ὕστερον δὲ παρὰ τὴν αὐτοῦ παρακοὴν ἀνέλαβε καὶ χοικήν· ὥσπερ γὰρ τὸ νόμισμα εἰκόνα ἔχει τοῦ βασιλεύοντος τῶν ἐθνῶν, οὕτως d ὁ ποιῶν τὰ ἔργα τοῦ κοσμοκράτορος τὴν εἰκόνα αὐτοῦ φορεῖ, ἣν παραινεῖ ὁ Σωτῆρ’ ἀποδιδόναι καὶ ἀποτίθεσθαι καὶ φορεῖν τὴν ἐξ ἀρχῆς γενομένην εἰκόνα καθ’ ὁμοίωσιν τῷ Θεῷ. Ἀκολούθως τούτοις καὶ ὁ Παῦλός φησιν, “ὡς “ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ, οὕτω φορέσωμεν καὶ τὴν “εἰκόνα τοῦ ἐπουρανίου.” Τοῦτο οὖν δηλοῖ “ἀπόδοτε τὰ Καίσα- “ρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.”

Περὶ τῶν Σαδδουκαίων.

Κυρίλλου Ἀλεξανδρείασ. Προσίασι Σαδδουκαῖοι ἡμῶν Σωτήρι’ Χριστῷ, ὅς ἐστι ζωὴ καὶ ἀνάστασις, καὶ ἀναιρεῖν [*](d οὗτος Cod.)

148
πειρῶνται τὴν ἀνάστασιν. Ὑβρισταὶ δὲ ὄντες καὶ ἄπιστοι πλάττουσί τι μεστὸν ἀμαθίας. Ἴδωμεν δὲ ἅπερ ἔφη αὐτοῖς Χριστὸς, “Οἱ μὲν γὰρ υἱοὶ,” φησὶ, “τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ γαμίζονται,” καὶ τὰ ἑξῆς.

Τοῦ Αὐτοῦ. Οἱ υἱοὶ τοῦ νυμφῶνος, τουτέστιν, οἱ τὸν καὶ ἐνσώματον καὶ φιλοσοφίας γέμοντα διαζῶντες βίον, τεκνογονίας ἕνεκα γαμοῦσι καὶ γαμίζονται· οἱ γε μὴν τὴν εὐκλεᾶ καὶ ἀγαθοῦ μεστὴν κατορθώσαντες ζωὴν, εἶτα καταξιωθέντες τυχεῖν τῆς ἐντίμου ἀναστάσεως, ἄνω που πάντως ἔσονται τῆς ἐν τῶδε τῶ κόσμῳ ζωῆς. Διαβιώσονται γὰρ ὡς ἂν ἁγίοις πρέπῃ καὶ ἐγγὺς ἤδη γεγόνασι Θεοῦ· ἰσάγγελοι γὰρ εἰσὶ καὶ υἱοὶ Θεοῦ, τὴν ἁγίοις πρέπουσαν τελοῦντες λατρείαν. Παρήγαγε δὲ αὐτοῖς καὶ Μωϋσέα εὖ εἰδότα σαφῶς τῶν νεκρῶν τὴν ἀνάστασιν. Ἐν γὰρ τῇ βάτῳ, φησὶν, εἰσκεκόμικε λέγοντα Θεόν· “ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ “καὶ Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ·” τίνων δὲ Θεὸς, εἰ μὴ ζήσονται κατ’ ἐκείνους; ἀλλ’ ἔστι ζώντων Θεός. Οὐκοῦν πάντη τε καὶ πάντως ἀναβιώσονται, τῆς πανσθενεστάτης δεξιᾶς ἀποφερούσης εἰς τοῦτο ἅπαντας τοὺς ἐκ τῆς γῆς.

Οὐχὶ τῶν οὐκ ὄντων καθάπαξ ἀφανισθέντων, καὶ οὐκέτι ἀναβησομένων εἶναί φησι Θεὸν τὸν Θεὸν, οὐ γὰρ ἤμην, ἀλλ’ εἰμὶ τῶν ὄντων καὶ ζώντων. Ὥσπερ γὰρ ὁ Ἀδὰμ, εἰ καὶ ἔζη τῇ ἡμέρᾳ ᾗ ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἀπέθανε τῇ ἀποφάσει, οὕτω καὶ οὗτοι, εἰ καὶ ἐτεθνήκεσαν, ἔζων τῇ ὑποσχέσει τῆς ἀναστάσεως. Πῶς οὖν φησιν ἀλλαχοῦ, “ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ;” ἀλλ’ οὐκ ἔστι τοῦτο ἴσον, ἐκ νεκρῶν γὰρ ἐνταῦθα φησὶ τῶν καὶ αὐτῶν ζή- σεσθαι μελλόντων.

Ωριγένους. Ωριγένης δέ φησιν, Ἀναγινώσκοντές τινες πλανῶνται περὶ τὸν νοῦν τῆς γραφῆς, φέρε εἰπεῖν ἐκ τοῦ Ἡσαΐου, “ἐκλεκτοὶ μου οὐ τεκνοποιήσουσιν εἰς κατάραν,” καὶ ἐν τῷ Δευτερονομίῳ “ἐν ταῖς εὐλογίαις εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας “σου,” ὑπολαμβάνοντες ἐν τῇ ἀναστάσει τῶν νεκρῶν ἔσεσθαι ταῦτα, μὴ νοοῦντες τὰς πνευματικὰς εὐλογίας. Διὰ τοῦτο, σωματικῶς ἐκδεχομένοις τοῖς ἐκ τῶν Ἰουδαίων Σαδδουκαίοις, ἔλεγεν ὁ Σωτῆρ’, “πλανᾶσθε μὴ εἰδότες τὰς γραφάς.”

149

Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως πρὸς τοὺς Φαρισαίους.

Τοῦ ἁγίου Τίτου Βοστρῶν. Ταῦτα τοῖς μαθηταῖς ἔλεγε, χρείαν ἔχουσι τῆς τοιαύτης παραινέσεως. Ἐπειδὴ γὰρ διδάσκαλοι τῆς οἰκουμένης προεχειρίζοντο, διδάσκει αὐτοὺς, μὴ μιμεῖσθαι τοὺς παρὰ Ἰουδαίοις διδασκάλους. Ἐκεῖνοι γὰρ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν, διδάσκοντες νηστεύειν καὶ δεικνύοντες γαστριμαργίαν, οὐ προἱστάμενοι χηρῶν, ἀλλὰ τὰ τούτων ἀναλίσκοντες· “οὗτοι λήψονται, φησὶ, περισσότερον κρίμα,” ὅτι δὴ διδασκαλικὸν ἔχοντες σχῆμα, προαγωγοὶ τυγχάνουσιν εἰς κακίαν.

Περὶ τῆς τὰ β΄ λεπτά.

I Κυρίλλου Ἀλεξανδρείασ. Ἔφη που ὁ Σωτῆρ, “μακάριοι οἱ “ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται,” τούτους ἐποπτεύει προσφέροντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον, ἀλλ’ ὡς ἐκ πλούτου πολλοῦ πολλὰ μὲν ἦσαν εἰκὸς τὰ παρ’ ἑκάστου καρποφορούμενα· ὀλίγα δὲ πάλιν καὶ τῆς τῶν προσκομιζόντων ἀναξία χειρός· εἶτα μετ ἐκείνους γύναιον πτωχείᾳ δεινῇ κατισχημένον εἰσέθη e ἐξ ἐράνου μόλις καὶ σὺν ἱδρῶτι συλλέγον εὐτελεστάτην καὶ ἀποχρῶσαν ἡμέρᾳ διατροφήν f. εἶτα δύο προσῆγεν ὀβολοὺς, ὥσπερ ἀποκτωμένη τὸν βίον. Ὢ παραδόξου πράγματος· ἡ τὸν πη ἑτέρου ἔλεον ζητοῦσα διηνεκῶς, αὕτη δανείζει Θεῷ, καρποφόρον αὐτῷ καὶ αὐτὴν ἀποφαίνουσα τὴν πτωχήν· νικᾷ τοιγαροῦν τοὺς ἄλλους, καὶ δικαίᾳ ψήφῳ στεφανοῦται παρὰ Θεῷ.

Tίνος ἕνεκεν ἡ πενιχρὰ χήρα τοὺς πλουσίους ἐνίκησε, τοὺς τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον προσφέροντας, καὶ δικαίᾳ ψήφῳ στεφανοῦται παρὰ τοῦ Θεοῦ; διὰ τὸ τοὺς μὲν ἐκ πλούτου πολλοῦ ὀλίγα προσκομίζειν καὶ ἀνάξια τῆς ἑαυτῶν χειρὸς, εἰ καὶ πολλὰ ἦν εἰκὸς αὐτοὺς ὡς πλουσίους προσφέρειν καὶ καρποφορεῖν, τὴν δὲ ὅπερ ἐξ ἐράνου μόλις καὶ ἱδρῶτος εὐτελὲς συνήγαγε, [*](e εἰς ἔθει Cod. f διὰ τροφήν Cod.)

150
τουτέστι δύο ὀβολοὺς, τοῦτο προσαγάγῃ· καὶ γὰρ ὥσπερ ἀποκτωμένη τὸν βίον ὅλον ἑαυτῆς, μεγαλοψύχως πάντα προσήγαγε.

Περὶ τῆς συντελείας.

Ἐπεδείκνυόν τινες τῷ Χριστῷ τὰς ἐν τῷ ναῷ μεγαλουργίας καὶ τὸν τῶν ἀναθημάτων κόσμον· ᾠήθησαν γὰρ, ὅτι θαυμάσει σὺν αὐτοῖς τὰ ὁρώμενα, καίτοι Θεὸς ὣν καὶ θρόνον ἔχων τὸν οὐρανόν. Ὁ δὲ ἀφίησι μὲν τὸν περὶ αὐτῶν λόγον, προμεμήνυκε δὲ ὅτι ἐκ βάθρων πεσεῖται κατὰ καιροὺς, κατακομιζούσης εἰς τοῦτο αὐτὸ τῆς Ῥωμαίων στρατείας, καὶ ἅπασαν τὴν Ἱερουσαλὴμ τὴν τῆς κυριοκτονίας δίκας ἐξαιτούσης τὸν Ἰσραὴλ, μετὰ γάρτοι τὸν τοῦ Σωτῆρος σταυρὸν ταῦτα συνέβη παθεῖν αὐτούς· οἱ δὲ οὐ συνίσταντο τῶν ὁρωμένων τὴν δύναμιν, ᾠήθησαν μᾶλλον τοὺς περὶ τῆς συετελείας τοῦ αἰῶνος λόγους ἐξυφαίνειν αὐτὸν. Εἴροντο δὴ οὖν πότε ταῦτα ἔσονται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ γίνεσθαι. Τί οὖν ὁ Χριστός; ἕπεται τῷ σκοπῷ τῶν προσαγόντων τὴν πεῦσιν, καὶ φησὶ μὲν τέως τοὺς περὶ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων λόγους, διατρανοῖ δὲ τοὺς περὶ τῆς συντελείας τοῦ παρόντος αἰῶνος. Πρὶν γὰρ τὴν ἐξ οὐρανοῦ γενέσθαι κάθοδον τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, πρόδρομοι τινες ἀναφαίνονται ψευδόχριστοι καὶ ψευδοπροφῆται, τὸ αὐτοῦ πρόσωπον ἑαυτοῖς περιπλάττοντες, ἀλλὰ μὴ ἀκολουθήσητε, φησὶν, αὐτοῖς.

Τοῦ ἁγίου Τίτου Βοστρῶν. “Ὅταν δὲ ἀκούσητε,” ὡς γάρ φησι Ιώσηππος, προέλαβον πολέμιοι, ἀντάραντος τοῦ ἔθνους, καὶ μὴ διδόντος τοὺς συνήθεις φόρους ’Ρωμαίοις, καὶ μετρίως σωφρονισθέντες, καὶ ἀνέσεως τυχόντες, πάλιν ἐνεωτέριζον, καὶ πάλιν ἐγίγνετο πόλεμος, καὶ οὐδέποτε ἡσυχίαν ἠσπάσαντο· τελευταῖον θεασάμενοι Ῥωμαῖοι τὴν τούτων ἀπόνοιαν, κατέλυσαν τὴν πόλιν. Τοῦ Αὐτοῦ. Γέγραπται ἐν ταῖς Πράξεσιν, ὅτι μετὰ ἐγένετο λιμὸς μέγας ἐπὶ Κλαυδίου Καίσαρος, καὶ σεισμοὶ πολλοὶ ἐγένοντο.

Κυρίλλου Ἀλεξανδρείασ. Δίδωσι σημεῖα σαφῆ ἐναργῆ τῆς συντελείας τοῦ κόσμου· πόλεμοι γὰρ ἔσονται, ἔφη,

151
καὶ ἀκαταστασίαι, καὶ τὰ ἑξῆς. Καὶ ἕτερός φησιν Εὐαγγελιστὴς, πάντα τὰ ἄστρα πεσεῖται, εἱλιχθήσεται ὁ οὐρανὸς ὡς βιβλίον καὶ τὰ ἑξῆς. Διὰ μέσου δὲ τίθησι καὶ περὶ τῆς τῶν Ἱεροσολύμων ἁλώσεως. Ἐκέρασε γὰρ τὸν λόγον τοῦτον κἀκείνῳ τοῖς διηγήμασι. Πρὸ γὰρ τούτων πάντων φησὶν “ἐπιβαλοῦσι ἐφ’ ὑμᾶς “τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι” καὶ τὰ ἑξῆς· πρὸ γὰρ τῶν τῆς συντελείας καιρῶν ἥλω μὲν ἡ τῶν Ἰουδαίων χώρα, καταδραμούσης αὐτὴν τῆς Ῥωμαίων στρατείας, ἐμπέπρησται δὲ ὁ νεὼς, κατεσείσθη τὰ παρ’ αὐτοῖς βασίλεια, πέπαυται τῆς κατὰ νόμον λατρείας ἡ δύναμις· πρὶν δὲ ταῦτα συμβῆναι ἐδιώχθησαν παρ’ αὐτῶν οἱ μακάριοι μαθηταὶ, δεσμῶται γεγόνασι, ἤχθησαν ἐπ’ ἄρχοντας, ἐπέμφθησαν ἐπὶ βασιλέας· ἀπεστάλη γοῦν ὁ Παῦλος εἰς Ῥώμην πρὸς Καίσαρα· πλὴν γέγονεν αὐτοῖς εἰς μαρτύριον, τούτέστιν εἰς μαρτυρίου δόξαν τὰ ἐπενηνεγμένα· παρεγγυᾷ δὲ ὅτι “μὴ προμελετᾶτε μέλλοντες ἀπολογεῖσθαι, λήψεσθε γὰρ πη ἐμοῦ “σοφίαν ἣ γλῶσσαν, ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν, ἅππαντες “οἱ ἀντικείμενοι ὑμῖν,” ἀποκείρων δὲ τῆς ἀνθρωπίνης μικροψυχίας τὰς ἀφορμὰς, παραδοθήσεσθαι, φησὶν, αὐτοὺς ὑπὸ ἀδελφῶν καὶ φίλων καὶ τῶν ἐκ γένους, πλὴν ὅτι πάντη τε καὶ πάντως σωθήσονται πη αὐτοῦ· θρὶξ γὰρ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐκ ἀπολεῖται, φησί· σαφεστέραν δὲ τὴν προαγόρευσιν ποιῶν, “ὅταν, ἴδητε, φησὶ, “κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἰερουσαλήμ· τότε γνῶτε ὅτι “ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.” Εἶτα μεθίστησι πάλιν τοὺς λόγους ἐπὶ τὸν τῆς συντελείας καιρόν.

Τοῦ Αὐτοῦ. Ἃ γὰρ ἑωράκατε ἐπ’ ἐμοὶ γινόμενα, καὶ ἐφ’ ὑμῖν ἔσεσθαι.

Τίτου. Ποῖον δὲ μαρτύριον; ὅτι τὸ ἴδιον ᾐνίξατο τοῦ κηρύγματος· ὅταν γάρ τις διαμαρτύρηται τὸ βέλτιον, καὶ τὸ καθ’ ἑαυτὸν ποιήσῃ παρρησιασάμενος, ἀποβήσηται ὑμῖν εἰς μαρτύριον, ὅτι τὴν εὐσέβειαν ἀπηγγείλατε.

Τὰ δὲ ἕτερα τούτων περί τε τοῦ ἱεροῦ καὶ περὶ τῆς συντελείας, ἕως “οἱ δὲ λόγοι οὐ μὴ παρέλθωσι,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον, καὶ ἐκεῖ ζήτει.

Κυρίλλου Ἀλεξανδρείασ. Ἀρχομένης γὰρ ὥσπερ τῆς ἐναλάττεσθαι, συνοχή τις ἔσται δεινὴ, καὶ ἀπόψυξις εἰς

152
θάνατον. Τὸ γὰρ τῶν ἐπερχομένων ἀφόρητον δεῖγμα πολλοῖς ἀρκέσει πρὸς ὄλεθρον· οὐ λεληθότως, ἀλλ’ ὡς Θεὸς καὶ Κύριος ἐν δόξῃ θεοπρεπεῖ, καὶ πάντα μεταστήσει πρὸς τὸ ἄμεινον.

Ἀναβιώσονται γὰρ οἱ νεκροὶ καὶ ἀποδύσονται τὴν φθορὰν, τὸ ἐκ γῆς τοῦτο καὶ εὐάλωτον σῶμα, ἐνδύσονται g δὲ τὴν ἀφθαρσίαν, Χριστοῦ νέμοντος αὐτὴν, καὶ συμμόρφους τοῦ σώματος τῆς δόξης αὐτοῦ τοὺς εἰς αὐτὸν πιστεύσαντας ἀποφαίνοντος.

Εἰπὼν δὲ τῆς συκῆς τὴν παραβολὴν, ἐπήγαγεν ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ, ὅπερ ὁ Ματθαῖός φησι, “γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. Τὸ δὲ τοιοῦτο διδάσκει, ὅτι οὔπω πρὸς τὸ ἔσχατον τέλος ἥκει τὰ πράγματα τούτων γινομένων, ἀλλ’ ὁδεύει πρὸς τὸ τέλος ἤδη, καθάπερ ἐπὶ τῶν καρπῶν, ὁδεύει ἡ συκῆ τοὺς κλάδους, ἁπαλυνομένη καὶ ἐκφύουσα τὰ φύλλα. Οὕτω γὰρ δὴ καὶ ἡ τοῦ Κυρίου παρουσία, καταργοῦσα πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν, παρασκευάζει τῇ βασιλείᾳ τοῦ Θεοῦ.

Γενεὰς, φησὶν οὐ τοὺς τότε ἀνθρώπους, ἀλλὰ τοὺς ὁμοίους τῷ τρόπῳ. Οἶδε γὰρ καὶ οὕτως καλεῖν γενεὰν, ὡς τὸ “αὕτη γενεὰ “ζητούντων τὸν Κύριον.”

Τοῦτο καὶ τὴν τῶν στοιχείων συντέλειαν ἤδη προαγορεύει ἅμα ἐν τῷ λέγειν, ὅτι ἀδύνατον τοὺς λόγους μου παρελθεῖν, καίτοι καὶ τῶν στοιχείων παρερχομένων.

Εἰπὼν περὶ τῆς συντελείας, καὶ ὅτι πάντως ἥξει ἡ ἡμέρα, καὶ ὅτι ταῦτα γενήσεται, καὶ οὐκ ἐγχωρεῖ μὴ γενέσθαι ἅπερ εἶπε, προσθεὶς ἔφη, “προσέχετε ἑαυτοῖς μή ποτε βαρηθῶσιν ὑμῶν οἱ “ὀφθαλμοὶ,” οὐχ οἱ σωματικοὶ, ἀλλ’ οἱ τῆς διανοίας. Μέριμνα γὰρ βιωτικῶν καὶ κραιπάλη καὶ μέθη ἐξορίζει μὲν τὴν σύνεσιν· ἀφορίζει δὲ καὶ τὴν πίστιν, ἐμβάλλει δὲ εἰς λήθην τῶν συμφερόντων.

Διὸ πολλῆς ἀγρυπνίας χρεία, μνήμης τε καὶ εὐλαβείας καὶ συνέσεως, ἵνα προσευχόμενοι διὰ παντὸς, τὰς πρεπούσας νήστείας προσφέρωμεν τῷ Θεῷ.

Τί δὲ ἦν ἅπερ εδιδασκεν ἐν τῷ ἱερῷ; πάντως που τὰ ὑπὲρ νομικὴν λατρείαν μεθιστῶν μετ’ ἐξουσίας τὰ ἐν τύπῳ κεχρησμωδημένα πρὸς τὴν ἀλήθειαν. Διόπερ καὶ θαυμάζων ὁ λαὸς, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ, ἥδιστα τοῦτον ἠκροᾶτο. Εἰς τὸ ὄρος δὲ [*](g ἐνδύσηται Cod.)

153
τῶν ἐλαιῶν ηὐλίζετο τοὺς ἐν τῇ πόλει θορύβους παραιτούμενος, ἵνα καὶ ἐν τούτῳ τύπος ἡμῖν γένηται.

Περὶ τῆς ἑορτῆς τῶν ἀζύμων ὅτι ἤγγιζε, καὶ ὅτι ἐζήτουν οἱ ἀρχιερεῖς ἀνελεῖν αὐτὸν, καὶ ὅτι εἰσῆλθεν ὁ Σατανᾶς εἰς τὸν Ἰούδαν, καὶ ὅτι συνεφώνησε τοῦ παραδοῦναι αὐτὸν, καὶ ὅτι ἐζήτει ἐπὶ τοῦτο εὐκαιρίαν, ἕως “καὶ οἱ δώδεκα Ἀπόστολοι σὺν αὐτῷ,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.

Περὶ τοῦ Πάσχα.

Τίτου. Βοστρῶν. Εἰσῆλθε τοίνυν ὁ Σατανᾶς εἰς αὐτὸν, ὄντα ἐκ τῶν ιβ΄ ἀλλ’ ἐκ τοῦ ἀριθμοῦ, ἀριθμὸν ἀνεπλήρου, οὐκ ἀποστολικὸν ἀξίωμα ἐκέκτητο. Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ᾗ ἔδει θύεσθαι τὸ Πάσχα, φάσκα ὁ τῆς ἑορτῆς καιρὸς ὠνομάζετο· δηλοῖ δὲ διάβασις.

Ὥσπερ γὰρ τῆς Αἰγυπτίων δουλείας ὁ Ἰσραὴλ ἀπηλλάττετο εἰς τὴν τῆς ἐπαγγελίας ἐρχόμενος γῆν, διὰ θαλάσσης μέσης βαδίζων ἀβρόχῳ ποδὶ, οὕτω καὶ ἡμᾶς δεῖ καθάπερ τὴν θάλατταν διαπεραιοῦσθαι νεανικῶς τὸν εἰκαῖον τοῦ παρόντος βίου περισπασμόν· διαβαίνομέν γε μὲν ἐκ φιλοσαρκίας εἰς ἐγκράτειαν, ἐξ ἀγνωσίας τῆς πάλαι εἰς θεογνωσίαν τὴν πάλαι ἀληθῆ, ἐκ θανάτου εἰς ἀφθαρσίαν. Ἔχομεν τοίνυν τιμῶσαν ἐπὶ τοὺς τύπους τὴν ἀλήθειαν. ἐλθούσης γὰρ φησὶ, τῆς ἡμέρας, καθ’ ἣν ἔδει θύεσθαι τὸ Πάσχα, δύο τινὰς ἀπολέγδην τῶν ἁγίων Ἀποστόλων, ἦσαν δὲ Πέτρος καὶ Ἰωάννης, πέπομφεν ἐν τῇ πόλει, εἰπὼν αὐτοῖς τὰ γεγραμμένα· καίτοι τί δήποτε οὐ τὸν ἄνθρωπον ἐναργῶς καταμεμήνυκε τοῖς ἀπεσταλμένοις; Οὐ γὰρ ἔφη πρὸς τὸν δεῖνα τυχὸν, ἀλλὰ σημεῖον δέδωκεν ἄνθρωπον ἁπλῶς κεράμῳ ὕδατος πεφορτισμένον.

Τί οὖν πρὸς τοῦτο φαμέν; ἤδη τοῖς Ἰουδαίοις ὑποσχόμενος ἦν ὁ προδότης παραδώσειν αὐτόν. Ἵνα τοίνυν μὴ μάθῃ τὸν ἄνθρωπον, καὶ δραμὼν ἀπαγγείλῃ τοῖς μισθωσαμένοις, δίδωσι σημεῖον. Ἔτι γὰρ ὑπεπλάττετο τὴν μαθηταῖς εὔνοιαν ἔχειν, μιαιφονίαν ὠδίνων. “ὑπαντήσει γὰρ ὑμῖν,” φησὶ, “ἄνθρωπος κεράμιον “ὕδατος βαστάζων.” ἣ τάχα που καὶ μυστικόν τι καὶ ἀναγκαῖον διὰ τούτου δηλῶν· ἔνθα γὰρ ἃν εἰσέλθῃ τὸ ὕδωρ, δῆλον δὲ ὅτι τὸ τοῦ

154
ἁγίου βαπτίσματος, ἐκεῖ καταλύει Χριστός. Παντὸς γὰρ ἡμᾶς ἀπαλλάττει ῥύπου, καὶ ναὸν ἡμᾶς ἅγιον γενέσθαι Θεοῦ, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνοὺς, διὰ μετοχῆς τοῦ Ἁγίου Πνεύματος· οὐκ ἃν δὲ ἁμάρτοι τις τἀληθοῦς, καὶ ἀναγκαῖον εἶναι λέγων τὴν παντὸς ἁγίου ψυχήν. καυχάσθω γὰρ, φησὶ, ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ. ἑτοιμάσασι δὲ τὸ Πάσχα τοῖς μαθηταῖς συνειστιᾶτο Χριστὸς, ἀνεξικάκως τῷ προδότῃ φάσκων, “ἐπιθυμίᾳ “ἐπεθύμασα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾿ ὑμῶν.” Τί δὴ ἄρα φησὶν ὁ Σωτῆρ’; οὐκοῦν ὡς ἤδη προεῖπον, καιρὸν ἐζήτει τῆς προδοσίας ὁ φιλάργυρος μαθητής· ἵνα δὲ μὴ πρὸ τῆς τοῦ ἁγίου Πάσχα τοῖς φονοῦσιν αὐτὸν παραδῷ, οὐ διαμεμήνυκεν ὁ Σωτῆρ’, ἣ τὸν οἶκον ἣ τὸν ἄνθρωπον, παρ’ ᾧ τὸ Πάσχα πεπλήρωκεν. Ἀποδιδοὺς τοιγαροῦν τὴν αἰτίαν τοῦ μὴ θελῆσαι σαφῶς εἰπεῖν τὸν παρ’ ᾧτ’ κατέλυσεν, “ἐπιθυμίᾳ,” φησὶν, “ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν “μεθ’ ὑμῶν·” ὁμοῖον ὡσεὶ λέγοι, πᾶσαν ἐθέμην σπουδὴν, ὅπως ἃν ἰσχύσω λαθεῖν τὴν τοῦ προλαβόντος ἀνοσιότητα, ἵνα μὴ πρόωρον ὑπομείνω τὸ πάθος. πλὴν οὐ μὴ φάγω τὸ Πάσχα τοῦτο, ἕως οὗ πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Ἔθος δὲ αὐτῷ βασιλείαν οὐρανῶν ὀνομάζειν τὴν ἐν πίστει δικαίωσιν, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος κλῆσιν, καὶ τὴν τοῦ ἁγίου βαπτίσματος μέθεξιν, καὶ τῆς ἐν πνεύματι λατρείας τὴν δύναμιν· οὐκοῦν οὐκ ὄψομαι, φησὶν τοιούτου Πάσχα, τοῦ διὰ Μώσεως δηλονότι δηλουμένου τυπικῶς, ἕως οὗ πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ· τουτέστιν, ἀναδειχθέντος τοῦ καιροῦ, καθ’ ὃν ἡ βασιλεία τῶν οὐρανῶν ἐμφανίζεται· πληροῦται γὰρ ἐν ἡμῖν τοῖς τὴν ὑπὲρ νόμον τιμῶσι διάβασιν Πάσχα τὸ ἀληθινόν· καὶ οὐκ ἐξ ἀγέλης ἀμνὸς ἁγιάζει τοὺς ἐν Χριστῷ· αὐτὸς δὲ μᾶλλον ἁγίως ἱερουργούμενος διὰ τῆς μυστικῆς εὐλογίας, καθ’ ἣν εὐλογούμεθα καὶ ζωοποιούμεθα. Γέγονε γὰρ ἡμῖν ἄρτος ζῶν ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.

Τοῦ Χρυσοστόμου. Κἀντεῦθεν δῆλον, ὅτι οὐκ ἦν γὼ δὲ οἶμαι, μηδὲ τοὺς μαθητὰς αὐτοῦ ἔχειν· ἣ γὰρ αὐτὸν ἐκεῖ παρεκάλεσαν ἐλθεῖν. τίνος δὲ ἕνεκα τὸ Πάσχα ἐτέλει; διὰ πάντων δείκνυς μέχρι τῆς ἐσχάτης ἡμέρας, ὅτι οὐκ ἔστιν εναντιος τῷ νόμῳ. Καὶ τί δῆτα πρὸς ἀγνῶτα πέμπει ἄνθρωπον; Δεικνὺς

155
κἀντεῦθεν ὅτι ἠδύνατο μὴ παθεῖν. Ὁ γὰρ τὴν διάνοιαν τούτου πείσας, ὥστε αὐτοὺς ὑποδέξασθαι, τί οὐκ ἃν εἰργάσατο ἐν τοῖς σταυροῦσιν αὐτὸν, εἴ γε ἐβούλετο μὴ παθεῖν; Εἶτ᾿ ἐπειδὴ ἠγνόει, καὶ σημεῖον αὐτοῖς δίδωσιν, οἷον ἐπὶ τοῦ Σαΰλ ὁ προφήτης λέγει· “εὑρήσεις τινὰ ἀναβαίνοντα καὶ ἀσκὸν ἔχοντα,” καὶ ἐνταῦθα κεράμιον βαστάζοντα· προστίθησι δὲ “μετὰ τῶν μαθητῶν μου,” μετὰ τὸ ἀρκοῦσαν γενέσθαι τὴν παρασκευὴν, καὶ ἐκεῖνον μὴ νομίσαι κρύπτεσθαι αὐτόν. Πῶς δὲ εἰ τὸ Πάσχα ἤσθιον, παρανόμως ἤσθιον; οὐ γὰρ ἀνακειμένους δεῖ φαγεῖν. Τί οὖν ἔστιν εἰπεῖν; ὅτι μετὰ τὸ φαγεῖν ἀνέκειντο λοιπὸν ἑστιώμενοι.

Εἰπὼν ὅτι “ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν “μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν,” ἐσήμανε διὰ τούτου, ὅτι οὐκ ἄκων παραγέγονεν ἐπὶ τὸ πάθος, ἀλλὰ μετὰ πολλῆς ἐπιθυμίας ὥστε παθεῖν ὑπὸ τοῦ κόσμου· οὐκ ἐσθίει δὲ αὐτὸ μετὰ τῶν Ἰουδαίων, ἀλλὰ μετὰ τῶν μαθητῶν αὐτοῦ μόνων, ἐπειδήπερ ἐκεῖνοι ἀνάξιοι ἦσαν τούτου διὰ τὴν ἐπίμονον ἀπιστίαν. Περὶ τοῦ εἰπεῖν αὐτὸν ὅτι οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ, ἕως οὐαὶ τῳ ἀνθρώπῳ ἐκείνῳ δι’ οὑ παραδίδοται, καὶ ὅτι φιλονεικία ἐγένετο ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων ἕως “διάκονος,” προεγράφη. Ιωάννου Τοῦ Χρυσοστόμου. Εἰς τὸ τουτέστι παραδοῦναι ὑμῖν τὰ καινὰ πράγματα, καὶ Πάσχα δοῦναι καθ’ ὃ μέλλω πνευματικοὺς ποιεῖν.

Κυρίλλου Ἀλεξανδρείασ. Ἐν τῶ εἰς τὸ Εὐαγγέλιον οὕτω κεῖται, “οὐ μὴ πίω ἀπαρτὶ ἐκ τούτου τοῦ “γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίω “μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου.”

Πρὸς ταῦτα ἀποκρίνεται Σευῆρος ὁ ἐπίσκοπος Ἀντιοχείας πρὸς Λεόντιον πρεσβύτερον γράφων οὕτω. “Τοῦτο διπλὴν τὴν ἀπόδοσιν “ἔχει καὶ τὴν ἐξήγησιν. Ὁ μὲν γὰρ ἁγιώτατος τῆς Κωνσταντινου- “πόλεως ἐπίσκοπος Ἰωάννης ἐκείνην καινὴν πόσιν τοῦ ποτηρίου “φησὶν, ἣν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἔπιεν μετὰ τῶν μαθητῶν “αὐτοῦ, τὸν ναὸν τοῦ σώματος τοῦ ἀναστάντος πιστούμενος, καὶ τὸ “τῆς φιλοδοξίας ἀνόσιον ἐξοστρακίζων δοξάριον. Ἱστόρηται γὰρ ὁ “θεοπέσιος Πέτρος ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων πρὸς Κορνή- “λιον εἰπὼν, “οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ

156
“ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν.” ὁ μέντοι γε θεολσ́γος Γρηγόριος “ἐν τῷ εἰς τὸ Πάσχα λόγῳ φησί· καινοῦ ποτηρίου δόσιν εἶναι τὴν ἐν τῇ μελλούσῃ καὶ προσδοκωμένῃ βασιλείᾳ τῶν οὐρανῶν τῶν θείων νοημάτων ἐπηγγελμένων ἡμῖν ἀποκάλυψιν· ὅτε λύεται μὲν τὰ ἔσοπτρα καὶ τὰ αἰνίγματα, φανεροῦται δὲ ἡ προσώπου πρὸς πρόσωπον θέα, καθά φησιν ὁ θεῖος Ἀπόστολος.

Σευήρου ἐκ Τοῦ Πρὸσ Ἰουλιανὸν Συντάγματοε κεφαλαίου. Ἕνα γὰρ ἄρτον ὁ ἐνανθρωπήσας τοῦ Θεοῦ Λόγος ἐν τῷ μυστικῷ δείπνῳ τῆς ἱερουργίας τοῦ μεγάλου μυστηρίου, πρῶτος αὐτὸς ἀπαρχόμενος καὶ τοῖς Ἀποστόλοις τοῦτο παραδοὺς, λαβὼν ηὐλόγησε, καὶ δέδωκεν εἰς ὄνομα τοῦ ἰδίου θανάτου καὶ τῆς ἀναστάσεως, εἰπὼν, “τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν διδόμενον “εἰς ἄφεσιν ἁμαρτιῶν,” ὃ καὶ ἐσθίομεν καὶ ἀπαθὲς καὶ ἀθάνατον, καὶ ἀφθαρσίας πλῆρες, καὶ ἀναπιμπλᾷ ἡμᾶς τῆς αὐτῆς εὐλογίας καὶ ἀθανασίας, ὥσπερ τινὸς τῆς μελλούσης ἡμῖν ἐγγίγνεσθαι θείας χάριτος καὶ δυνάμεως τῆς ἀναστάσεως.

Τοῦ Χρυσοστόμου. αῦτα πάλιν καὶ ἀνακτώμενος ἔλεγεν, ἵνα μὴ νομίσωσιν ἀσθενείας εἶναι τὸ πρᾶγμα, καὶ τὸν προδότην διορθούμενος.

Περὶ τῶν φιλονεικησάντων τίς μείζων.

Τοῦ δεσπότου Χριστοῦ εἰπόντος ὅτι ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν “ὡς ὁ διακονῶν,” τίς οὕτως ἐστὶν ἀπηνὴς, ὡς μὴ πᾶσαν ἀποπτύσαι φιλοδοξίαν; Ὁ γὰρ ὑπὸ πάσης λογικῆς κτίσεως καὶ ἁγίας διακονούμενος, ὁ σύνθρονος καὶ συμβασιλεύων τῷ Θεῷ καὶ Πατρὶ, διακόνου τάξιν ἐπέχων, ἔνιψε τοὺς πόδας τῶν μαθητῶν· καὶ κἀς ἕτερον δὲ τρόπον διακονίας ἔχει τάξιν, τουτέστι κατὰ τὸν τῆς μετὰ σαρκὸς οἰκονομίας λόγον.

Τὸ δὲ “ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ “βασιλείᾳ μου” φησὶν, ὅτι οὐκ ἐν ἐδεσμάτων χρείᾳ ἐσόμεθα καὶ τραπέζης, ἀλλ’ ἐκ τῶν καθ’ ἡμᾶς πραγμάτων ὑποδείξαι τὰ πνευματικὰ βούλομαι, ὅτι ὥσπερ οἱ παρὰ τῶν ἐπὶ γῆς βασιλέων τὰς πρώτας ἔχοντες τιμὰς, συνέστιοι τέ εἰσιν αὐτοῖς καὶ ὁμότιμοι,

157
οὕτως ἐν ταῖς πρωτευούσαις τιμαῖς ἔσονται παρὰ τῷ ἀθανάτῳ βασιλεῖ, οἱ ἅγιοι καὶ πανεύφημοι Ἀπόστολοι, ὡς διαμεμενηκότες μετ’ αὐτοῦ ἐν τοῖς πειρασμοῖς. Τὸ δὲ “καθίσεσθε ἐπὶ ιβ΄ θρόνους” καὶ τὰ ἑξῆς, προεγράφη.

Κυρίλλου Ἀλεξανδρείασ. Ὤιετο μὲν ἴσως διαβολικῆς ἀπονοίας ἐπίμεστος ὣν ὁ Ἰούδας, δύνασθαι λαθεῖν τὸν ὄντα Χριστὸν, ἀλλ’ ἠλέγχετο πάνυ πονηρὸς ὣν, καίτοι τραπέζης ἀξιούμενος, καὶ τῆς θείας ἡμερότητος μέχρι παντὸς ἀπολαύσας, ὃ δὴ μάλιστα φορτικώτερον αὐτῷ τὴν κόλασιν ἀπειργάζετο. Οὐαὶ τοίνυν αὐτῷ κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Ὁ μὲν γὰρ κατ’ εὐδοκίαν τοῦ Θεοῦ καὶ Πατρὸς δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα παντὸς ἡμᾶς ἐξέληται κακοῦ· ὁ δὲ τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν ταῖς τῶν φονευόντων χερσὶ παραδοὺς, τὴν διαβόλῳ πρεπωδεστάτην ἐκληρονόμησε δίκην.

Περὶ τῆς ἐξαιτήσεως τοῦ Σατανᾶ.

Διὰ τι τοὺς ἄλλους ἀφεὶς πρὸς τὸν Πέτρον μόνον εἴρηκε, “Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς σινιᾶσαι ὡς “τὸν σῖτον;” ἵνα παιδεύσῃ αὐτὸν, μὴ ἑαυτῷ θαρρεῖν, ἀλλὰ τοῖς παρ’ αὐτοῦ χαρίσμασι σεμνύνεσθαι. Τί δέ ἐστι “σινιᾶσαι;” θορυβῆσαι, ταράξαι, πειράσαι· ἔθος γὰρ τῷ Σατανᾷ, τοῖς εὐδοκιμοῦσιν ἐπιπηδᾷν, ὥσπερ καὶ τῷ Ἰώβ.

Ἐν τῷ εἰπεῖν, ὅτι “ἐγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ “πίστις σου,” ἔδειξεν ὅτι ὡς ἄνθρωπος πάλιν διαλέγεται, καίτοι Θεὸς ὣν τῇ φύσει, εἰ καὶ γέγονε σὰρξ, δεηθῆναι γὰρ κατὰ τὸ ἀνθρώπινον, φησίν· ὑπεμφαίνει δὲ διὰ τούτων ὡς εἴπερ ἐκδοθείη πρὸς πεῖραν τῷ Σατανᾷ, ἄπιστος γενήσεται παντελῶς, ὅπως γε καὶ μὴ ἐκδοθεὶς ἠσθένησε τῇ πίστει ἀρνησάμενος.

Ἐπάγει δὲ τὸ “ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου,” ἵνα μὴ εἰς ἀπόγνωσιν ἐμπέσῃ, μᾶλλον δὲ ἀγαθὴν ἐλπίδα κτήσεται.

Τὸ γὰρ “ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου,” τοῦτό ἐστι· γενοῦ στήριγμα καὶ διδάσκαλος τῶν διὰ πίστεως προσιόντων ἐμοί. οὐ γὰρ δὴ ἀποστερηθήσῃ, φησὶν, ἀρνησάμενος τοῦ ἀποστολικοῦ χαρίσματος, ὅπερ τῆς θείας ἐστὶ γαληνότητος καὶ τῆς ἀφάτου

158
φιλανθρωπίας ὑπάρχει τεκμήριον. Περὶ ὧν γὰρ εἶπεν ὁ Πέτρος, ὅτι ἕτοιμός εἰμι ὑπὲρ σοῦ ἀποθανεῖν, καὶ ὧν ἤκουσε διὰ τοῦ τοπάρχου, προεγράφη.

Τοῦ Χρυσοστόμου. Ἐντεῦθεν μανθάνομεν δόγμα μέγα, ὡς οὐκ ἀρκεῖ προθυμία ἀνθρώπου, ἃν μὴ τῆς ἄνω ἀπολαύῃ ῥοπῆς, καὶ πάλιν οὐδὲν κερδανοῦμεν ἀπὸ τῆς ἄνωθεν ῥοπῆς, προθυμίας οὐκ οὔσης· καὶ ταῦτα ἀμφότερα δείκνυσι Ἰούδας καὶ Πέτρος. οὐκ ἐναντία ἑαυτῷ νομοθετῶν ὁ Χριστός φησι· πρότερον μὲν ἔλεγε, “μὴ κτήσησθε πήραν,” καὶ τὰ ἑξῆς. Νῦν δέ φησιν “ὁ ἔχων “βαλλάντιον, ἀράτω ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλησάτω “τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν·” κατ’ ἀρχὰς μὲν γὰρ ἐκεῖνα προσέτασσε, ὅπως πεῖραν καὶ ἀπόδειξιν τῆς αὐτῶν δυνάμεως λαβόντες, ἐν τῷ μηδενὸς αὐτοὺς ὑστερεῖσθαι μετὰ θάρσους καὶ προθυμίας εἰς τὴν οἰκουμένην ἐξέλθωσιν ἅπασαν· πρὸς δὲ τὴν συμπλήρωσιν τῆς οἰκονομίας ἐρχόμενος, ταῦτα παρεκελεύετο ἵνα μὴ διὰ τέλους ἀργοὶ μένωσι, πενίας δὲ καὶ πείνας καὶ γυμνότητος πεῖραν λαβόντες, ἐν τούτοις τὴν οἰκείαν φιλοσοφίαν ἐνδείξονται, καὶ μὴ ὥσπερ δι’ ἀψύχων ὀργάνων ἐνεργεῖσθαι τὰ κατ’ αὐτοὺς νομίζωσιν· ἔτι δὲ καὶ ἵνα μὴ μετὰ ταῦτά τινες ἔχωσι λέγειν, ὅτι οὐδὲν παρ’ αὐτοῖς εἰσήνεγκαν ἐκεῖνοι, ἀλλὰ τὸ πᾶν τῆς τοῦ Θεοῦ ῥοπῆς ἐγένετο, πρὸς δὲ τούτοις ἵνα καὶ μετριάζειν μάθωσι, τοῦτο ποιεῖ, καὶ ὅπως μὴ μείζονα ἣ κατὰ ἄνθρωπον λάβωσι δόξαν. Διὰ δὴ ταῦτα καὶ πολλῶ πλείονα τούτων, ἀφεὶς αὐτοὺς πολλοῖς τῶν ἀδοκήτων περιπίπτειν, οὐκ ἠβουλήθη ὑπὸ τὴν ἀκρίβειαν τῆς νομοθεσίας τῆς προτέρας αὐτοὺς ἀφεῖναι, ἀλλ’ ἐχάλασε καὶ ἀνῆκε τῆς φιλοσοφίας τὸν τόνον ἐκείνοις, ὥστε μὴ βαρύν τινα καὶ ἀφόρητον αὐτοῖς γενέσθαι τὸν βίον, πολλαχοῦ ἐγκαταλιμπανομένοις καὶ τὸν ἀκριβῆ νόμον ἐκεῖνον ἀναγκαζομένοις τηρεῖν.

Ἀγοράσαι δὲ μάχαιραν, φησὶ, τὴν ἔφοδον τῶν Ἰουδαίων τὴν κατ’ αὐτοῦ γνωρίσαι αὐτοῖς βουλόμενος, καὶ ὅτι μέλλουσιν αὐτὸν συλλαμβάνειν, καὶ τοῦτο φανερῶς μὲν οὐκ ἠθέλησεν εἰπεῖν, ὥστε μὴ θορυβῆσαι πάλιν αὐτούς· δι’ αἰνίγματος μέντοι τῆς μαχαίρας τὴν ἐνεστῶσαν αἰνίττεται ἐπιβουλὴν, καὶ ὅτι μέλλει πάσχειν παρὰ τῶν Ἰουδαίων ἅπερ ἔπαθε, καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. Εἰπὼν γὰρ “ἀγορασάτω μάχαιραν,” ἐπήγαγεν, “ὅτι δεῖ τὰ γε-

159
“γραμμένα περὶ ἐμοῦ τελεσθῆναι, ὅτι μετὰ ἀνόμων ἐλογίσθη· οὔτε οὖν τελείως παρεσιώπησεν, ἵνα μὴ τῇ ἀθρόᾳ ἐφόδῳ ταραχθῶσιν, οὔτε πάλιν τελείως ἐγνώρισεν, ἵνα μὴ δειλίᾳ τινὶ κατασχεθῶσιν.

Εἰπόντων δὲ τῶν Ἀποστόλων, “Κύριε, ἰδοῦ μάχαιραι ὧδε δύο,” καὶ τὸ λεχθὲν μὴ συνιέντων, αὐτός φησιν, “ἱκανόν ἐστι,” καίτοι γε οὐκ ἦν ἱκανόν. Εἰ μὲν γὰρ ἀνθρωπίνης βοηθείας κεχρῆσθαι αὐτοὺς ἐβούλετο, οὐδὲ εἰ ἑκατὸν ἦσαν μάχαιραι, ἱκαναὶ ἦσαν· εἰ δὲ μὴ τοῦτο, καὶ δύο περιτταί· καὶ ὅμως οὐκ ἀπεκάλυψε τὸ αἴνιγμα. καὶ γὰρ πολλαχοῦ φαίνεται τοῦτο ποιῶν, ἐπειδὰν μὴ νοήσωσι τὸ λεχθὲν, παρατρέχει τοῦτο καὶ ἀφίησι, τῇ τῶν πραγμάτων ἐκβάσει τῶν μετὰ ταῦτα τὴν κατανόησιν τῶν εἰρημένων ἐπιτρέπων λοιπὸν, ὥσπερ καὶ ὅτε εἶπε, “λύσατε τὸν ναὸν τοῦτον,” καὶ τὰ ἑξῆς. Περὶ τοῦ προσεύξασθαι αὐτὸν πρὸ τοῦ πάθους προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.

Ινα δὲ δείξῃ, ὅτι ἀληθινὸς ἦν ἄνθρωπος, καὶ οὐκ ἀπὸ τῆς θεότητος ἡ ἀγωνία γέγονεν, ἵδρωσε, καὶ ἐγένετο αὐτοῦ ὁ ἱδρὼς ὤσει θρόμβοι αἵματος, ὅπερ μυστηρίου τινὸς ἐστὶ τεκμήριον. Οὐδὲ γὰρ εἰ σφόδρα δειλότατός ἐστι καὶ ἀγεννὴς, αἵματος ἔμελλε νοτίσιν ἐξ ἀγωνίας μόνης ὥσπερ ἰκμάσι ἱδρῶτος παρὰ φύσιν ὑγραίνεσθαι, ἀλλ’ εὐδόκησε τοῦτο γενέσθαι ἐν ἑαυτῷ, ὅπως τῆς ἡμετέρας φύσεως ὥσπερ ἀναξηράνῃ καὶ ἐξοικίσῃ τὴν τῆς δειλίας πηγὴν.

Ὤφθη δὲ αὐτῷ Ἄγγελος ἐξ οὐρανοῦ ἐνισχύων αὐτὸν, οὐχ ὅτι τῆς ἰσχύος τοῦ Ἀγγέλου ἐπεδέετο, ὁ ὑπὸ πάσης ὑπουρανίου δυνάμεως φόβῳ καὶ τρόμῳ προσκυνούμενος καὶ δοξαζόμενος, ἀλλ’ ἵνα πληρωθῇ τὸ ἐν τῇ μεγάλῃ ᾠδῇ ὑπὸ τοῦ Μωϋσέως εἰρημένον, “καὶ “ἐνισχυσάτωσαν αὐτὸν πάντες υἱοὶ Θεοῦ,” τουτέστι διὰ τὴν ὑπερβολὴν τῆς θαυμασιότητος δοξολογῶν αὐτὸν ὁ Ἄγγελος ἔλεγε πρὸς Κύριον· Σή ἐστιν ἡ ἰσχὺς, δέσποτα, σὺ γὰρ ἴσχυσας κατὰ θανάτου καὶ κατὰ τοῦ ᾅδου καὶ κατὰ τοῦ διαβόλου, ἐλευθέρωσας τὸ γένος τῶν ἀνθρώπων ἐξ αὐτῶν.

Φωνῇ παροιμίας λέγεται ἐπὶ τῶν σφόδρα λυπουμένων καὶ ἀγωνιώντων, “αἵματι ἵδρω,” ὥσπερ καὶ ἐπὶ τῶν πικρῶς ὀδυρομένων, “αἵματι κλαίει.” εἰ μὲν οὖν κατὰ τοῦτόν τις πεπαρῳδῆσθαι νομίσ(??)ι τὸν τρόπον, οὐδὲ γὰρ τῶν τοιούτων μαθημάτων ὁ ἀνὴρ ἀνήκοος, οὐ

160
γὰρ θρόμβους ἱδρὼς ἀπεφήνατο αἵματος· οὐ γὰρ καθ’ ὁμοιότητα τούτων εἴρηκε γενέσθαι τοὺς ἱδρῶτας· τοῦτο γὰρ σαφῶς δηλονότι “ὡσεὶ θρόμβοι” παρίστησι. θέλων δὲ μᾶλλον δηλῶσαι, ὡς οὐχὶ λεπταῖς τισὶ νοτίσι καὶ οἷον ἐνδείξεως χάριν ἐπιφαινομέναις, ἀλλ’ ὡς ἀληθῶς ἁδρῶν σιαγόνων δίκην ὅλον τοῖς ἱδρῶσι περιεστάζετο. a “ τοὺς τῶν αἱμάτων θρόμβους ὡσεὶ κόρον τοῦ γεγενημένου παρειληφέναι· ἐδήλου δὲ ἄρα ὥσπερ καὶ διὰ τῆς ἐντεταμένης προσευχῆς, καὶ τῆς πολλῆς ἀγωνίας καὶ τῆς τῶν ἱδρώτων παχύτητος, ὡς φύσει καὶ ἀληθῶς, ἀλλ’ οὐκ ἐπιδείξει καὶ φαντασίᾳ ἄνθρωπός τε ἐχρημάτισεν ὁ Σωτῆρ’, καὶ τοῖς φυσικοῖς καὶ ἀδιαβλήτοις ὑπηρετήσατο πάθεσι. Περὶ τοῦ ἀναστῆναι αὐτὸν ἐκ τῆς προσευχῆς, καὶ ὅτι ἐφίλησεν αὐτὸν ὁ Ἰούδας, καὶ τὰ ἑξῆς, ἕως ἤγαγον αὐτὸν πρὸς Πιλάτον, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Τίτου. Βοστρῶν. Τὸ “μὴ εἰσελθεῖν εἰς πειρασμὸν” μὴ πειρασθῆναι, ἀλλὰ τὸ μὴ ἔσω γενέσθαι τῶν πειρασμῶν καὶ κυριευθῆναι.

Ἀπολιναρίου. Σημεῖον τὸ φίλημα δέδωκεν ὁ προδιδοὺς, τὸ καὶ μᾶλλον πλησιᾶσαι δύνασθαι κατὰ τὴν συνήθειαν, καὶ ὁ Κύριος φιλοῦντα μὲν αὐτὸν οὐκ ἀπεστράφη, τῇ τε συνήθει πραότητι καὶ προσελέγχων. Ἔδειξε δὲ αὐτῷ, ἵνα μὴ νομίζῃ λανθάνειν, ὅτι οὐκ ἐπὶ τούτῳ αὐτὸν δέχεται, ὅπερ σχηματίζεται διὰ τοῦ φιλήματος, ἀλλ’ ἐπ’ ἐκεῖνο, ἐφ’ ὅπερ ἥκει καὶ βούλεται τοῦ ἐπιτελέσαι.

Τοῦ Χρυσοστόμου. Ἄξιον ζητῆσαι τίνος ἐβάστασαν, καὶ πόθεν ἦσαν ἐκεῖ μάχαιραι; ἀπὸ δείπνου ἦσαν καὶ τραπέζης ἐξεληλυθότες· εἰκὸς οὖν καὶ μαχαίρας εἶναι ἐκεῖ διὰ τὸ ἀρνίον· τούτους δὲ ἀκούσαντας ὅτι ἥξουσι τινὲς ἐπ’ αὐτὸν λαβεῖν εἰς βοήθειαν ὡς πολεμήσοντας ὑπὲρ τοῦ διδασκάλου, ὃ τῆς ἐκείνης γνώσεως ἦν μόνον. Διὸ καὶ ἐπιτιμᾶται Πέτρος αὐτῇ χρησάμενος μετὰ σφοδρᾶς τῆς ἀπειλῆς· καὶ οὐκ ἀφῆκέν τινα βλάβην γενέσθαι Χριστός· ἰάσατο γὰρ αὐτὸν, καὶ θαῦμα ἐπεδείξατο, ἱκανὸν καὶ τὴν ἐπιείκειαν αὐτοῦ καὶ τὴν δύναμιν ἐμφῆναι, καὶ τὴν τοῦ μαθητοῦ φιλοστοργίαν τε καὶ πραότητα. Καὶ γὰρ ἐκεῖνο φιλοστόργως καὶ τοῦτο πειθηνίως. Ἀκούσας γὰρ “βάλε [*](a Quædam excidisse)

161
τὴν μάχαιραν εἰς τὴν θήκην αὐτῆς, εὐθέως ἐπείσθη, καὶ μετὰ ταῦτα οὐδαμοῦ τοῦτο ποιεῖ.

Ἀπολιναρίου. τοῦτό ἐστιν ὅτι συγχωρήσεως καιρὸς καὶ ἡ ἐξουσία του σκότους. Τίτου Βοστρῶν. Ὅτε θέλω κρατοῦμαι, φησὶν, ἐγὼ γὰρ νῦν θέλω, αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα, καὶ ἡ ἐξουσία τῆς ἁμαρτίας ὑμῶν. Τοῦ Χρυσοστόμου. Ἰστέον ὅτι οὔτε ἤσθετο τοῦ πτώματος ὁ Πέτρος, καὶ τοῦτο δηλῶν ὁ Λουκᾶς φησιν, ὅτι ἐνέβλεψεν εἰς αὐτὸν ὀ χριστὸς, δείκνυς ὅτι οὐ μόνον ἠρνήσατο, ἀλλ’ οὐδὲ ἐπεμνήσθη οἴκοθεν, καὶ ταῦτα τοῦ ἀλεκτρυόνος φωνήσαντος· ἀλλ’ ἐδεήθη πάλιν τῆς τοῦ διδασκάλου ὑπομνήσεως, καὶ τὸ βλέμμα αὐτῷ γέγονε ἀντὶ φωνῆς, οὔπω περιδεὴς ἦν. ὁ δὲ Μάρκος φησὶν, ὅτε μὲν ἅπαξ ἠρνήσατο, τότε πρῶτον ἐφώνησεν ὁ ἀλεκτρύων, ὅτε δὲ τρίτον καὶ τελευταῖον, ἀκριβέστερον ἐξηγούμενος τοῦ μαθητοῦ τὴν ἀσθένειαν, καὶ τὸ σφόδρα αὐτὸν ἀποτεθνηκέναι τῷ δέει, καὶ ταῦτα πη αὐτοῦ τοῦ διδασκάλου μαθὼν ἔγραψε· καὶ γὰρ φοιτητὴς ἦν Πέτρου. σύμφωνα δὲ τὰ παρὰ τοῦ Ματθαίου καὶ Μάρκου, εἰ καὶ δοκεῖ ἐναντία εἶναι. Ἐπειδὴ γὰρ καθ’ ἑκάστην ἀγωγὴν καὶ τρίτον καὶ τέταρτον φωνεῖν εἴωθεν ὁ ἀλεκτρύων, δηλῶν ὁ Μάρκος ὅτι οὐδὲ ἡ φωνὴ αὐτὸν ἐπέσχε καὶ εἰς μνήμην ἤγαγε, τοῦτό φησιν· ὥστε ἀμφότερα ἀληθῆ. πρὶν ἣ γὰρ τὴν τρίτην ἀγωγὴν ἀπαρτίσαι τὸν ἀλέκτορα, τρίτον ἠρνήσατο, μόνου δὲ ὑπὸ τοῦ Χριστοῦ τῆς ἁμαρτίας ἀναμνησθεὶς, οὐδὲ κλαῦσαι ἐτόλμα φανερῶς, ἀλλ’ ἐξελθὼν ἔξω, ἔκλαυσε πικρῶς.

Κυρίλλου Ἀλεξανδρείασ. Ἠσθένησε κατὰ τὴν πρόρρησιν τοῦ Χριστοῦ μακάριος Πέτρος, καὶ ἠρνήσατο τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, καὶ οὐχ ἅπαξ, ἀλλὰ τρὶς, καὶ ἐνώμοτον ἐποιεῖτο τὴν ἄρνησιν. Ἔφη γὰρ ὁ Ματθαῖος, “ὅτι ἤρξατο καταναθεματίζειν “καὶ ὀμνύειν, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον.” Πειρῶνται μὲν οὖν τινὲς, ὀμωμοκέναι κατὰ τὸν Ματθαῖον, οὐκ οἶδεν ἄνθρωπον γεγονότα τὸν Ἰησοῦν, τοῦτο δὲ ἄπιστον. Πῶς γὰρ αὐτὸν οὐκ ἠρνήσατο τῆς μετὰ σαρκὸς οἰκονομίας ἀνατρέπων τὸ μυστήριον· ᾔδει γὰρ κα· ἡμᾶς γεγονότα, τουτέστιν ἄνθρωπον τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον· καὶ γοῦν ὡμολόγησεν ἐναργῶς, “ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ “τοῦ ζῶντος,” καὶ οὐχ ὡς ἕνα τῶν καθ’ ἡμᾶς Υἱὸν αὐτὸν εἶναι Θεοῦ

162
διαβεβαιούμενος τὰ τοιάδε φησίν· ἀλλὰ καὶ τοῖς τῆς ἀνθρωπότητος μέτροις συμβεβηκότα θεωρῶν, τὸν ἐπέκεινα παντὸς γεννητοῦ, καὶ ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίαν ἀναλάμψαντα Λόγον, οὐκ ἀπέστη τοῦ εἶναι καὶ ὁμολογεῖν, ὡς ἔστιν αὐτὸς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. καὶ οὐδήπω φαμὲν, ὅτι γέγονεν ἄρνησις, ἵνα μὴ ψαύσηται Χριστὸς, ἀλλ’ ὅτι τὸ ἐσόμενον οὐκ ἠγνοηκὼς, προαπήγγειλε τῷ μαθητῇ· ὅτι γὰρ ἀνθρωπίνης μικροψυχίας, ὡς ἔφην, γέγονε τὸ κακὸν, καὶ τοῖς τοῦ συνειδότος ἐλέγχοις ὁ μαθητὴς κατεκρίνετο, διδάξειεν ἃν εὐθὺς καὶ αὐτὸς ὁ θρῆνος, καὶ τὸ ἐπὶ τῇ μεταγνώσει δάκρυον· ἐξελθὼν γὰρ ἔξω, φησὶν, “ἔκλαυσε πικρῶς,” προσεσχηκότος αὐτῷ τοῦ Χριστοῦ, καὶ τοῦ πρὸς αὐτὸν γεγονότος λόγου καλέσαντος εἰς ἀνάμνησιν. Ἐπιστρέψας δὲ οὐ διήμαρτε τοῦ σκοποῦ, μεμένηκε γὰρ ὅπερ ἦν, γνήσιος μαθητὴς, πεπλούτηκε γὰρ τῆς ἀφέσεως τοῦ πλημμελήματος.

Τοῦ Αὐτοῦ. Πρέποι ἃν εἰπεῖν ὅπερ ἔφη τις τῶν ἁγίων “ἐξέστη ὁ οὐρανὸς ἐπὶ τοῦτο, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα “λέγει Κύριος.” ὁ γῆς τε καὶ οὐρανοῦ Κύριος, ὁ τῶν ὅλων γενεσιουργὸς καὶ τεχνίτης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὡς εἷς ἐξ ἡμῶν ἀτιμάζεται, καὶ διακαρτερεῖ τυπτομενος, καὶ τὸν ἐκ τῶν ἀσεβῶν ὑπομένει γέλωτα, τύπον ἡμῖν τῆς εἰς ἄκρον ἀνεξικακίας ἑαυτὸν παρατιθείς. Ὁ γὰρ ἐτάζων καρδίας καὶ νεφροὺς, ὁ προφητείας πάσης δοτὴρ, πῶς ἂν ἠγνόησε, τίς ἐστιν ὁ παίσας αὐτόν; Ἀνισχούσης ἡμέρας τὸ δυσσεβὲς καὶ πάσης ἀνομίας μεστὸν συνήγερται βουλευτήριον, καὶ εἰς μέσον ὁ Μωϋσέως καὶ προφητῶν δεσπότης ἀθέσμως ἐξυβριζόμενος παρεκομίζετο· ἐπυνθάνοντο δὲ εἰ αὐτὸς ἔστιν ὁ Χριστός ἀλλ’ εἴποι τις ἃν πρὸς αὐτοὺς, εἰ μὲν ἀγνοῶν ἐρωτᾷς, οὐκ ἔδει σε πρὶν τὸ ἀληθὲς μαθεῖν, τύπτειν καὶ ὑβρίζειν αὐτὸν, μήπως Θεῷ προσκρούσῃς· εἰ δὲ ὑποπλάττεις τὴν ἄγνοιαν, εὖ εἰδὼς αὐτὸν ὄντα Χριστὸν, ἀκούσεις οὖν τοῦ ἱεροῦ γράμματος, “Θεὸς οὐ μυκτηρίζεται,” διὸ καὶ Χριστὸς πρὸς αὐτούς· “ἐὰν ὑμῖν εἴπω” καὶ τὰ ἑξῆς· ποῦ γὰρ ἀκούσαντες ἐπιστεύσατε; ποῦ δὲ ἐρωτώμενοι ἐσιγήσατε; Ἐλέγχοντος ἦν αὐτοὺς τὸ εἰρημένον, ὅτι οὐ παντελῶς διαλέληθεν αὐτοὺς τὸ πρᾶγμα διὰ τὴν ἐκ τῶν σημείων ἐπίγνωσιν. Πόθεν γὰρ τὸ λέγειν τοῦτον μόνον Χριστὸν, ὅπερ ἐφ’ ἑτέρῳ οὐκ εἰρήκασιν;

163
Ἐπιφέρει δὲ τὸ τῆς κρίσεως, ἀπειλῶν ὅτι ὄψονται αὐτὸν ἐν τῇ οὐρανίῳ δόξῃ φαινόμενον, ἀλλ’ ὅμως ἀκούσαντες οὐκ ἔπληξαν, οὐδὲ ἐφυλάξαντο, ἀλλὰ βλασφημίας εἶπαν εἶναι τὸν λόγον. Οὕτως οὐκ εἰς ὠφέλειαν τοῖς ἀνηκόοις αἱ τῶν μυστηρίων ἀποκαλύψεις, ἀλλ’ εἰς κατάκρισιν.

Κυρίλλου Ἀλεξανδρείασ. Ἀπήγαγον Πιλάτῳ τὸν Ἰησοῦν· παρεδέθησαν καὶ αὐτοὶ ταῖς τῶν Ῥωμαίων στρατιαῖς, καὶ πεπλήρωται τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπ’ αὐτοῖς προεπηγγελμένα, “οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβή- “σεται αὐτῷ·” ὁ δὲ, “καθὼς ἐποίησας, οὕτως ἔσται σοὶ τὸ ἀντα- “πόδομά σου, ἀνταποδοθήσεταί σοι εἰς κεφαλήν σου.” Τί δὲ δὴ καὶ Πιλάτῳ, φασὶ, τὰς κατὰ τοῦ πάντων Σωτῆρος ἡμῶν Χριστοῦ, συντιθέντες συκοφαντίας; “τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος “ἡμῶν, καὶ κωλύοντα φόρους διδόναι Καίσαρι.” Ποῦ κεκώλυκε φόρους διδόναι Καίσαρι; καίτοι πεπόμφατε πρὸς αὐτὸν ἐξ ἑαυτῶν τινας μετὰ τῶν καλουμένων Ἡρωδιανῶν πειράζοντάς τε καὶ λέγοντας, “διδάσκαλε, ἔξεστι φόρους διδόναι Καίσαρι, ἣ οὔ;” εἶτα πρὸς ταῦτα Χριστός· ἐπιδείξατέ μοι, φησὶ, νόμισμα τοῦ κένσου, εἴρετό τε, τίνος ἔχει εἰκόνος ἐπιγραφὴν τὸ προσοισθὲν δηνάριον; ὡς δὲ Καίσαρος ἔφασκον, ἀπόδοτε, φησὶ, “τὰ Καίσαρος Καίσαρι “καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.” Ποῦ τοιγαροῦν κεκώλυκε φόρους διδόναι Καίσαρι; ἀλλ’ εἰσῆν αὐτοῖς ὁ σκοπὸς τὸ καταγαγεῖν εἰς θάνατον τὸν ἀναφέροντα πρὸς ζωὴν, πλὴν ἠλέγχοντο καὶ ἀνδρὸς εἰδωλολάτρου γεγονότες δυσσεβέστεροι. Ὁ μὲν γὰρ Πιλάτος παντὸς αἰτιάματος ἀπήλλαττε τὸν Ἰησοῦν, καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ τρίς· οἱ δὲ ἐπίσχυον λέγοντες, ἀνασείει τὸν λαὸν, συκοφαντιῶν ἑτέρας συλλέγοντες ἀφορμάς· καὶ ὅτι μὲν ἐδίδασκε, φασὶν, σεσιγήκασι δὲ τῆς διδασκαλίας τὸν τρόπον, δεδιότες ποῦ μὴ ἄρα πῶς καὶ αὐτὸς ὁ Πιλάτος εὑρεθῇ τοῖς πιστεύουσιν ἐναρίθμιον, πλὴν καὶ ταῦτα ἃ λέγουσιν, ἐπετίμα Πιλάτος, ἀπολογούμενός τε καὶ λέγων, “οὐδεμίαν αἰτίαν εὕρηκα ἐν αὐτῷ,” καὶ τὰ ἑξῆς.

Κατηγορεῖτο μὲν ὑπὸ τῶν Ἰουδαίων ὁ Χριστός· ἦν δὲ ἄπιστος ἡ κατηγορία, τοῦ πράγματος φωνὴν ἐναντίαν τοῖς κατηγόροις ἀφιέντος· οὔτε γὰρ φόρον ἐκώλυσε Καίσαρι διδόναι ποτὲ, μᾶλλον μὲν οὖν καὶ ἐπέτρεψε λέγων, “ἀπόδοτε τὰ Καίσαρος Καίσαρι,

164
“καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.” οὔτε βασιλείας ἐγχείρησις ἢν ἐν αὐτῷ· ἀλλὰ γὰρ ἐπιόντων αὐτῷ τῶν ὄχλων ὥστε βασιλέα ποιῆσαι, καταλιπὼν αὐτοὺς εἰς τὸ ὄρος ἀνεχώρησε. Ποῖαν δὲ στρατιωτῶν παρασκευην ὄρων ἐν αὐτῷ οἱ ἄνομοι, εἰς τοῦτο κατηγόρουν αὐτῷ; τί δὲ ἀλαζονικόν; οὐχὶ κώμας καὶ πόλεις ὁδοιπορῶν τοῖς ποσὶν, ἐπὶ θεραπείαις ἀνθρώπων ἐφαίνετο; Διόπερ καὶ αὐτῷ τῷ Πιλάτῳ ἀπίθανος παντελῶς ἡ κατηγορία καὶ ἕωλος ὤφθη, ὅθεν καὶ ἐπηρώτα, οἱονεὶ διαχλευάζων τοὺς κατηγοροῦντας, λέγων, “σὺ εἶ ὁ “βασιλεὺς τῶν Ἰουδαίων;” εἰ καὶ ὁ Κύριος τὸ ὄντως εἶναι βασιλεὺς οὐκ ἀρνεῖται.

Ἐξουθένησις Ἡρώδου.

Ἐκπεμφθεὶς δὲ πρὸς Ἡρώδην ὑπὸ Πιλάτου, οὐκ ἀπεκρίθη τῷ Ἡρώδῃ ἐρωτώμενος ὑπ’ αὐτοῦ, ἐπειδὴ οὐκ ἔδει πρὸς ἄνθρωπον ἀποκρίνεσθαι μηδὲν ἄξιον ἀποκρίσεως ἔχοντα· ἄλλως τε δὲ οὐδὲ διδασκαλίας ἦν ὁ καιρὸς, οὐδὲ ἐπιδείκνυσθαι σημείων δύναμιν πρέπον ἦν τῷ πρὸς τεραστίων ὄψιν φιλοθεάμονι μᾶλλον ἣ σημεῖα δυνάμεως θεῖα ἰδεῖν βουλομένῳ· ὅθεν σιωπῆς ἰδὼν τὸν καιρὸν ἐσιώπα.

Χλευάζει μέντοι τὸν σεμνὸν καὶ τίμιον ὁ ἀναίσθητος, μαρτυρεῖ δὲ δι’ ὣν χλευάζει ὅτι μηδὲν ἄδικον ἔπραξεν ὁ Χριστός οὐ γὰρ ἐσθῆτος a ἔδει λαμπρᾶς ἐπὶ τοῦ κακόν τι δεδρακότος ἣ εἰρηκότος, ὅθεν Ἰουδαῖοι καὶ οὕτω καταισχύνονται ἐκ τοῦ δικαστηρίου καὶ τῆς κατηγορίας ἀυτῶν· ἀπιόντος του κατηγορουμένου μέτα λαμπρᾶς ἐσθῆτος a, εἰ καὶ διαπαίζων Ἡρώδης ἐποίει τοῦτο, οὐκ ἃν δὲ τοῦτο διεπράξαντο, εἴπερ ἦν ὀργῆς ὁ καιρός. Μαρτυρεῖ δὲ καὶ ὁ Πιλάτος, ὅτι ψῆφος ἦν αὕτη τοῦ Ἡρώδου μὴ ἠδικηκέναι τὸν Κύριον, ἐξ ὧν φησι πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας, ὅτι “προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν “λαὸν, καὶ ἰδοὺ, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνω, οὐδὲν εὗρον ἐν τῷ “ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε αὐτοῦ, ἀλλ’ οὐδὲ Ἡρώδης” καὶ τὰ ἐξῆς.

ἘΞ ἀνεπιγράφου. Κατηγορεῖτο ὑπὸ γραμματέων, καὶ ἄπιστος ἡ κατηγορία, τοῦ πράγματος φωνὴν ἐναντίαν τοῖς κατηγόροις [*](a αἰσθῆτος Cod.)

165
ἀφιέντος. τίς γὰρ ἡ τῆς βασιλείας ἐγχείρησις παρὰ Χριστοῦ, ὃς καὶ ἐπιόντων αὐτῷ τῶν ὄχλων ὥστε βασιλέα κἂ ἱστάναι, καταλιπὼν αὐτοὺς εἰς ὄρος ἀνεχώρησε; ἔνθα μὴ δεῖ λέγειν μηδὲ ἀποκρίνεσθαι, σιωπὴν ἄγει Χριστός. Τί γὰρ ἔδει πρὸς ἄνθρωπον ἀποκρίνεσθαι, μηδὲν ἄξιόν ἀποκρίσεως ἔχοντα; Διὰ τί δὲ εἶχον ἀνάγκην ἀπολύσαι ἕνα κακοῦργον κατὰ τὴν ἑορτήν; εἰκὸς ἄρτι ὑποσπονδῶν γενομένων Ῥωμαίων καὶ Ἰουδαίων, ὅπερ πάτριον ἦν αὐτοῖς παρέχειν τινὰ τῷ λαῷ, διετήρουν οἱ Ῥωμαῖοι τοῦτο, καθὼς καὶ ὅσα ὁ Σαοὺλ συνεχώρησε διὰ τὸν λαὸν τὸν Ἰωνάθαν. Περὶ τοῦ Βαραββᾶ, καὶ ὅτι ἠγγάρευσαν Σίμωνα τὸν Κυρηναῖον, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.

Κυρίλλου Ἀλεξανδρείασ. τοῦ κρίνειν λαχόντος ἐλευθεροῦντος αὐτὸν, θανάτου ψῆφον ὑποστῆναι παρακαλοῦσι τὸν πάσης εὐσεβείας καθηγητὴν καὶ διδάσκαλον, ἵνα ἔτι φορτικωτέραν ὑπομείνωσι κόλασιν· ἀνέκραγον γὰρ παμπληθεὶ λέγοντες “αἶρε τοῦ- “τον, ἀπόλυε δὲ ἡμῖν τὸν Βαραββᾶν,” ἰδοὺ δὴ σαφῶς “τὸν “ἅγιον καὶ δίκαιον ἠρνήσαντο, καὶ ᾐτήσαντο ἄνδρα φονέα χαρι- “σθῆναι αὐτοῖς, ἵνα τῆς ἐκείνου μερίδος ἔσονται κοινωνοὶ,” ὃ δὴ καὶ συνέβη παθεῖν αὐτούς· δέδονται γὰρ εἰς ὄλεθρον καὶ σφαγήν. ἐπεφώνησαν γὰρ, φησὶν, λέγοντες, “αἶρε, αἶρε, σταύρωσον αὐτὸν,” ταύτην αὐτῶν τὴν ἀνοσίαν καταβοὴν ᾐτιᾶτο λέγων ὁ Κύριος διὰ φωνῆς Ἱερεμίου· “ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν “κληρονομίαν μου, δέδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας “ἐχθρῶν αὐτῆς· ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς διὰ τοῦτο ἐμίσησε.

Τοῦ Αὐτοῦ. Ἔφη που περὶ τῆς τῶν Ἰουδαίων ἀνοσιότητος ὁ προφήτης Ἡσαΐας, “οὐαὶ αὐτοῖς ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ· “δείλαιοι εἰσιν ὅτι ἠσέβησαν εἰς ἐμὲ, ἐγὼ δὲ ἐλυτρωσάμην “αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ’ ἐμοῦ ψευδῆ”—καὶ πάλιν, “πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν δι’ ἀπαιδευσίαν γλώσ- “σης αὐτῶν.” “ἐπέκρινε τοίνυν,” φησὶν, “ὁ Πιλάτος γενέσθαι “τὸ αἴτημα αὐτῶν,” καὶ νίκην νενικήκασι ὀλέθρου μητέρα· καὶ ἄγεται μὲν ὁ Σωτῆρ’ ἐπὶ τὸ σωτήριον πάθος· Σίμωνι δὲ, φησὶ, Κυρηναίῳ ἐπέθηκαν τὸν σταυρὸν αὐτοῦ. ἕτερος δὲ τῶν ἁγίων Εὐαγγελιστῶν καὶ αὐτὸν ἔφη τὸν Ἰησοῦν βαστάσαι τὸ ξύλον.

166
Ἀληθὲς δὲ πάντως τοῦτο κἀκεῖνο· ἤνεγκε μὲν γὰρ τὸν σταυρὸν ὁ Σωτῆρ’· κατὰ μέσην δὲ ἴσως τὴν ὁδὸν ὑπαντήσαντα τὸν Κυρηναῖον κατεσχήκασι καὶ μετέθηκαν ἐπ’ αὐτῷ τὸ ξύλον. Ἀναγκαῖον δέ πὼς ἔχει λόγον τὸ καὶ αὐτὸν τὸν ὅλων Σωτῆρα Χριστὸν ἐπικομίσασθαι τὸν σταυρόν· εἴρηται γὰρ περὶ αὐτοῦ διὰ φωνῆς Ἡσαΐου “ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ “ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ·” ἀρχὴ γὰρ γέγονεν αὐτοῦ ὁ σταυρὸς, δι’ οὗ βεβασίλευκε τοῖς ὑπ’ οὐρανὸν, εἴπερ ἐστὶν ἀληθὲς “ὅτι “γέγονεν ὑπήκοος μέχρι τοῦ θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ “καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ “ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ “κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα “γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν “Θεοῦ Πατρὸς, ἀμήν.”