Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.

Περὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα.

Ἐπερωτήσω ὑμᾶς τί ἔξεστι τοῖς σάββασιν, ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι;

Τίτου ἐπισκόπου Βοστρῶν. Σοφωτάτη λίαν ἡ πεῦσις, ταῖς ἐκείνων ἀβελτηρίαις ἡ πρότασις· εἰ μὲν γὰρ ἔξεστιν ἀγαθοποιεῖν ἐν σαββάτῳ καὶ τὸ κωλῦον οὐδὲν ἐλεεῖσθαι παρὰ Θεοῦ τοὺς κάμνοντας, παῦσαι συλλέγων τὰς κατὰ Χριστοῦ συκοφαντίας, τὰς ἀφορμὰς, καὶ τῇ σαυτοῦ κεφαλῇ καταχέων τὴν δίκην, ἣν ἐπήρτησεν ὁ Πατὴρ τοῖς ἀτιμάζουσι τὸν Ἰησοῦν· ἤκουσας λέγοντος περὶ αὐτοῦ διὰ φωνῆς τοῦ Δαβὶδ, “καὶ “συγκόψω τοὺς ἐχθροὺς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ, καὶ τοὺς “μισοῦντας αὐτὸν τροπώσομεν.“ Εἰ δὲ οὐκ ἔξεστιν εὖ ποιεῖν ἐν σαββάτῳ, κεκώλυκεν ὁ νόμος σώζεσθαι ψυχήν· γέγονε τοῦ νομοθέτου κατήγορος, διαβέβληκεν ἐντολὴν, ἐφ’ ᾗ καὶ τεθαύμασται ἡ διὰ Μωϋσέως διακονία. ἀλλ’ οὐχ ἑαυτῷ, φησιν, ὁ τῶν ὅλων Θεὸς τὸν ἐπὶ τῷ σαββάτῳ τέθεικε νόμον· ἡμῖν δὲ μᾶλλον τοῖς ὑπέχουσιν αὐτῷ τὸν αὐχένα· καλῶς ἔφης ἐπαινῶν τοὺς λόγους· οὐκοῦν ἀνάγκης καὶ νόμου τὸ θεῖον ἐλεύθερον· πῶς οὖν αἰτιᾷ καὶ ἐν σαββάτῳ Χριστὸν ἐλεεῖν ἐθέλοντα καὶ εὐεργετοῦντα ψυχήν; ὅταν δὲ καὶ τὸν ἐπὶ τῷ σαββάτῳ τέθεικε νόμον, πολυπραγμονεῖν μέλλομεν, ἐλεημοσύνης ἕνεκα παρὰ Θεοῦ διωρισμένον εὑρήσωμεν. Ἐκέλευσε γὰρ ἀργεῖν ἐν σαββάτῳ, καὶ μηδενὸς τὸ σύμπαν ἅπτεσθαι πόνου, ἀνίεσθαι δὲ μᾶλλον καὶ αὐτοῖς ὁμοῦ

49
τοῖς ἀλόγοις τῶν ζώων. Ἔφη γὰρ, “ἵνα ἀναπαύσηται ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου.” ὁ δὲ βοῦν ἐλεῶν, καὶ τὰ ἕτερα τῶν κτηνῶν—

Περὶ τῆς τῶν Ἀποστόλων ἐκλογῆς.

Εἰπὼν ὁ Εὐαγγελιστὴς “ὅτι ἐγένετο ἐν ταῖς ἡμέραις ταύταις, “ἐξῆλθεν ὁ Ἰησοῦς προσεύξασθαι εἰς τὸ ὄρος,” καὶ τὰ ἑξῆς. Εδειξε διὰ τούτου, καθὼς ὁ ἅγιος Κύριλλός φησιν, ὅτι πάντα πρὸς οἰκοδομὴν ἡμετέραν, καὶ εἰς ὄνησιν τῶν πιστευόντων εἰς αὐτὸν εἰργάζετο ὁ Χριστὸς, καὶ πνευματικῆς πολιτείας τρόπον τινὰ τὸ καθ’ ἑαυτὸν ἀναθεὶς, ἀληθινὴν ἤθελεν ἀποφαίνειν προσκυνητικὴν, καὶ ὅτι τὰς πρὸς Θεὸν ἱκετείας λάθρα καὶ κεκρυμμένως, καὶ οὐδενὸς ὁρῶντος προσήκει ποιεῖν. τοῦτο γὰρ δηλοῖ τὸ εἰς ὄρος κατὰ μόνας καὶ ὡς ἐν σχολῇ προσεύχεσθαι τὸν Κύριον ἡμῶν Ἰησοῦν, καθὼς καὶ έδιδαξεν ἡμᾶς, εἰπὼν, “σὺ δὲ, ὅταν προσεύχῃ, “εἴσελθε εἰς τὸ ταμιεῖόν σου,” καὶ τὰ ἑξῆς. Καὶ γὰρ ἀφιλοδόξως καὶ ὁσίους ἐπαίροντας χεῖρας προσεύχεσθαι δεῖ, ὥσπερ εἰς τὸ τῆς θεοπτίας ὕψος ἀποπηδῶντος τοῦ νοῦ, καὶ ἀποφοιτῶντος μὲν θορύβου παντὸς, ἀποτρέχοντος δὲ καὶ μερίμνης κοσμικῆς. δεῖ δὲ τοῦτο δρᾷν, οὐκ ἁψικόρως καὶ ἀδρανῆ ἔχοντας ὀλιγοψυχίαν, εὐτόνως δὲ μᾶλλον καὶ ἐν σπουδῇ, καὶ οὐκ ἀθαύμαστον ἔχοντας τὴν ὑπομονὴν, καὶ ἐν δευτέρῳ τὰς ἐν χερσὶν ἐργασίας τιθεμένους. Ἀκηκόαμεν γὰρ, ὅτι οὐ χαλεπῶς ηὔχετο ὁ Χριστὸς, ἀλλ’ ὅτι διενυκτέρευε τοῦτο δρῶν. Περὶ τῆς τῶν Ἀποστόλων ἐκλογῆς, καὶ περὶ τῶν μακαρισμῶν προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.

Περὶ τῶν μακαρισμῶν.

Προαποφήνας παντὸς ἀγαθοῦ τὴν διὰ Θεοῦ πτωχείαν γινομένην, μένην, καὶ τὸ πεινῆν καὶ κλαίειν οὐκ ἄμισθον ἔσεσθαι τοῖς ἁγίοις εἰπὼν, μεθίστησι τὸν λόγον ἐπὶ τὰ ἐναντίως ἔχοντα τούτοις. φησὶ

50
γὰρ, “οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν “οὐαὶ οἱ ἐμπεπλησμένοι ὅτι πεινάσετε. οὐαὶ ὑμῖν οἱ γελῶντες “ὅτι πενθήσετε καὶ κλαύσετε· οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι·” δείκνυσι δὲ ταῦτα κολάσεως ὄντα καὶ δίκης ἐμποιητικὰ, ἵνα τῷ φόβῳ τῆς ἐπηρτημένης κολάσεως φεύγωσι μὲν τὸ πλουτεῖν, καὶ τὸ ἐν τρυφαῖς εἶναι καὶ γέλωτι, τουτέστιν, ἐν τέρψεσι κοσμικαῖς, τῇ δὲ τῶν στεφάνων ἐπιθυμίᾳ, ὧν κληρόνομοι γενήσονται οἱ μακαρισθέντες, σαγηνεύονται πρὸς τοὺς πόνους, καὶ τὴν διὰ Θεὸν αἱρεῖσθαι πτωχείαν σπουδάσωσι. Καὶ γὰρ τοὺς μὲν κληρονόμους ἔσεσθαι τῆς τῶν οὐρανῶν βασιλείας φησί· τοὺς δὲ ἐσχάταις περιπετεῖσθαι συμφοραῖς· “ἀπέχετε γὰρ,” φησὶ, “τὴν παράκλησιν “ὑμῶν.” Λέγει δὲ καὶ τὴν ὁμοίαν τιμωρίαν ὑπομεῖναι καὶ τοὺς ὑπὸ πάντων ἀνθρώπων ἐπαινεῖσθαι θέλοντας.

Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ. Εἰς καινότητα ζωῆς εὐαγγελικῆς, μετὰ τὴν χειροτονίαν καταρυθμίζων τοὺς ἑαυτοῦ μαθητὰς ὁ Σωτῆρ’, ταῦτά φησι· περὶ ποίων δὲ ἄρα πτωχῶν ταῦτα λέγει ἀναγκαῖον ἰδεῖν. Ἐν μὲν γὰρ τῷ κατὰ Ματθαῖον μακαρίους ἔσεσθαι φησὶ τοὺς πτωχοὺς τῷ πνεύματι, καὶ αὐτῶν εἶναι τὴν βασιλείαν τῶν οὐρανῶν, ἵνα νοῶμεν πτωχοὺς τῷ πνεύματι, τὸν μετριόφρονα καὶ συνεσταλμένον ὥσπερ ἔχοντα νοῦν· ἀξιοζήλωτος δὲ ὁ τοιοῦτος καὶ Θεῷ γνώριμος· καὶ γοῦν ἔφη δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, “καὶ ἐπὶ τίνα βλέψω, ἀλλ’ ἢ ἐπὶ ταπεινὸν καὶ ἡσύ- “χιον καὶ τρέμοντά μου τοὺς λόγους;“Ἔφη δὲ καὶ ὁ προφήτης Δαβὶδ, “ὅτι καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ “Θεὸς οὐκ ἐξουδενώσει.” καὶ μὲν αὐτὸς ὁ Σωτὴρ, “μάθετε ἀπ’ “έμοῦ,” φησὶν, “ὅτι πραύς εἰμὶ καὶ ταπεινὸς τῇ καρδίᾳ” ἐν τοῖς προκειμένοις ἡμῖν ἀναγνώσμασι μακαρίους ἔσεσθαι φησι τοὺς πτωχοὺς, οὐ προσκειμένους τῷ πνεύματι, οὐκ ἀλλήλοις ἐναντιούμενοι, ἀλλὰ μεριζόμενοι πολλάκις τὰ διηγήματα, καὶ ποτὲ μὲν διὰ τῶν αὐτῶν βαδίζουσι κεφαλαίων, ποτὲ δὲ τῷ ἑνὶ παραλειφθὲν, ἕτερος ταῖς ἰδίαις ἐντίθησι συγγραφαῖς, ἵνα μηδὲν τῶν ἀναγκαίων εἰς ὄνησιν λαθεῖν δυνηθῇ τοὺς πιστεύοντας εἰς Χριστόν. Ἔοικε τοίνυν πτωχοὺς ὀνομάζειν ἐν τούτοις τοὺς ἀφιλοπλούτους καὶ φιλοκερδίας κρείττονας καὶ τὸν τρόπον ἔχοντας ἀφιλάργυρον· καὶ

51
γε οὖν ὁ σοφώτατος Παῦλος ἀρίστων ἡμῖν μαθημάτων εἰσηγητὴς ἀνεδείκνυτο λέγων, “ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παρ- “οῦσι.” προσετίθει δὲ τούτοις, ὅτι “ἔχοντες διατροφὰς “σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.” Ἔδει γὰρ, ἔδει τὸ σωτήριον καὶ εὐαγγελικὸν μέλλοντας αὐτοὺς διαγγέλλειν κήρυγμας τοῖς ἁπανταχόσε, ἀφιλόπλουτον ἔχειν τὸ φρόνημα, καὶ εὔσχολον ἐπὶ τὰ κρείττω τὴν ἐπιθυμίαν. Οὐ πάντων δὲ τῶν ἐν εὐπορίᾳ ὄντων ὁ λόγος καθάπτεται, μόνων δὲ ἐκείνων τῶν περὶ τὰ χρήματα τὸν πόθον κεκτημένων. τίνες δέ εἰσιν οὗτοι; οἱ μὲν τῆς τοῦ Κυρίου φωνῆς ἀκούοντες λέγουσι, “μὴ θησαυρίζετε ὑμῖν θησαυ- “ροὺς ἐπὶ τῆς γῆς, ὅπου σῆς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου “κλέπται διορύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ ὑμῖν μᾶλ- “λον θησαυροὺς ἐν οὐρανῷ. Ὅπου γάρ ἐστιν ὁ θησαυρός “έκεῖ ἔσται καὶ ἡ καρδία σου.

Ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας.

Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ. Οὐ γὰρ ἰσχὺν ἐδανείζετο τὴν πη ἑτέρου Χριστὸς, ἀλλ’ αὐτὸς ὣν φύσει Θεὸς, εἰ καὶ γέγονε σὰρξ, τὴν ἐπὶ τοῖς κάμνουσιν ἐκπέμπων δύναμιν ἰᾶτο πάντας.

Αἱ διδασκαλίαι αἱ ἐφεξῆς ἐγράφοντο εἰς τὸ κατὰ Ματθαῖον, ἕως “καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα· ὁμοίως καὶ περὶ τοῦ ἑκατοντάρχου προεγράφη.

Λέγει δὲ ὁ Χρυσόστομος εἰς τὸ κατὰ Ματθαῖον, ἑρμηνεύων τὰ περὶ τοῦ ἑκατοντάρχου, τὸν αὐτὸν εἶναι τὸν εἰς τὸν Λουκᾶν, τὸν δὲ εἰς τὸν Ἰωάννην ἕτερον.

Τοῦ ἁγίου Τίτου Βοστρῶν. Ὅταν ἀκούῃς τῶν Εὐαγγελίων λεγόντων, μὴ βαρηθῇς τὴν διάνοιαν, ἀλλὰ προθυμήθητι τὴν προαίρεσιν· οὐ γὰρ ἄτονος, οὐδὲ πρὸς τὰ εὔκολα εὔτονος· ὁ δὲ πρόθυμος καὶ πρὸς τὰ δυσχερῆ δυνατὸς, “λάβετε,” φησὶ, “ζυγόν μου, καὶ ἴδετε ὅτι ἐλαφρόν ἐστι τὸ φορτίον μου·“ ἐὰν γὰρ ὅλως αὐτὸν βαστάζῃς, τὸ δοκοῦν εἶναί σοι βαρὺ, εὑρίσκεται κουφότατον πρὸς τὴν πεῖραν.

Κυρίλλου Ἀλλεξανδρείασ. Ἀληθεύει λέγων ὁ μακάριος Παῦλος, ὅτι “εἴ τις ἐν Χριστῷ καινὴ κτίσις·” πάντα γὰρ γέγονεν ἐν αὐτῶ τε καὶ δι’ αὐτοῦ καινά· καὶ διαθήκη καὶ νόμος καὶ πολιτεία.

52
Ἄθρει δὲ ὅπως πρεπωδεστάτη λίαν ἐστὶ τοῖς ἁγίοις μυσταγέγησις ἡ τοιάδε πολιτεία καὶ ζωή. ἔμελλον τοῖς ἁπανταχόσε γῆς τὸ σωτήριον ἐξαγγέλλειν κήρυγμα, καὶ ἦν ἐντεῦθεν προσδοκᾷν, οὐκ εὐαριθμήτους ἔσεσθαι τοὺς διώκοντας αὐτοὺς, καὶ πολυτρόπως ἐπιβουλεύοντας. ἀλλ’ εἰ συνέβη ταῖς τοιαύταις λύπαις ἀχθεσθῆναι τοὺς μαθητὰς, εἶτα θέλειν ἀμύνεσθαι τοὺς λελυπηκότας, ἐσίγησαν ἄν, καὶ παρέδραμον αὐτοὺς, οὐκέτι τὸ θεῖον αὐτοῖς παρατιθέντες κήρυγμα, οὐ καλοῦντες εἰς ἐπίγνωσιν ἀληθείας. ἔδει τοίνυν ταῖς οὕτω σεπταῖς ἀνεξικακίαις τὸν τῶν ἁγίων μυσταγωγὸν ἀναχαιτίσαι d νοῦν, ἵνα πάντα γενναίως φέρωσι τὰ συμβαίνοντα, κἂν ὑβρίζωσί τινες, κἂν ἀνοσίως ἐπιβουλεύωσι. Πέπραχε δὲ τοῦτο καὶ πρό γε τῶν ἄλλων αὐτὸς εἰς ὑποτύπωσιν ἡμετέραν. ἔτι γὰρ ἀπηρτισμένος τοῦ τιμίου σταυροῦ, καίτοι τῆς Ἰουδαίων πληθύος ἐπιγελώσης αὐτῷ, τὰς πρὸς Θεὸν καὶ Πατέρα λιτὰς ὑπὲρ αὐτῶν ἐποιεῖτο λέγων, “ἄφες αὐτοῖς, ὅτι οὐκ οἴδασι τι ποιοῦσι.” Ναὶ μὴν καὶ ὁ μακάριος Στέφανος καί τοι βαλλόμενος λίθοις, θεὶς τὰ γόνατα προσηύξατο λέγων, “Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν “ἁμαρτίαν ταύτην.” Καὶ ὁ μακάριος δὲ Παῦλος, “εὐλογού- “μένοι εὐλογοῦμεν, δυσφημούμενοι παρακαλοῦμεν. οὐκοῦν ἀναγκαῖα μὲν ἡ τοιάδε παραίνεσις τοῖς ἁγίοις Ἀποστόλοις, χρησιμωτάτη δὲ καὶ ἡμῖν αὐτοῖς εἴς τε τὸ χρῆναι βιοῦν ὀρθῶς καὶ τεθαυμασμένως· μεστὴ γάρ ἐστι πάσης φιλοσοφίας. δυσκατόρθωτον δὲ ἀποτελοῦσιν αὐτὴν ταῖς ἡμετέραις διανοίαις προλήψεις οὐκ ἀγαθαὶ, καὶ τῶν ἐν ἡμῖν ὄντων παθῶν ἡ δυσκαταγώνιστος τυραννίς.

Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν, οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.

Τοῦ αὐτοῦ. Ἀλλ᾿ Ἀλλ’ ἣν εἰκὸς τοὺς ἁγίους τάχα που δυσκατόρθωτα εἶναι τὰ εἰρημένα· ὁ τοίνυν τὰ πάντα εἰδὼς, τὸν τῆς ἐν ἡμῖν φιλαυτίας νόμον δέχεται βραβευτὴν, ὧν ἂν βούλοιτό τις περ ἑτέρου τυχεῖν. Γενοῦ γὰρ τοιοῦτος, φησὶν, εἰς ἑτέρους αὐτὸς, ὁποίους περ ἂν θέλῃς εἶναι περὶ σέ· εἰ μὲν σκληροὺς καὶ ἀσυμπαθεῖς, θρασεῖς καὶ ὀργίλους, [*](d Cod. ἀναχετίσαι.)

53
μνησικάκους καὶ πονηροὺς, ἕσο καὶ αὐτὸς τοιοῦτος· εἰ δὲ τοὐναντίον, χρηστοὺς καὶ ἀμνησικάκους, μὴ ἀφόρητον ἡγοῦ τοιοῦτον εἶναι σε· καὶ τάχα που τοῖς οὕτω διακειμένοις περιττὸς ὁ νόμος, ἐγγράφοντος Θεοῦ ταῖς καρδίαις ἡμῶν τὴν τοῦ ἰδίου θελήματος γνῶσιν· “Ἐν γὰρ ταῖς ἡμέραις ἐκείναις,” φησὶ, “λέγει “Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ “τὴν καρδίαν αὐτῶν ἐπιγράψω αὐτούς” Τοῦ αὐτοῦ. Ἄριστον καὶ τοῦτο χρῆμα καὶ Θεῷ θυμαρέστατον, καὶ ὁσίαις ψυχαῖς τοῦτο μάλιστα πρέπον· ὅτι δὲ πλουσιωτέρᾳ χειρὶ ληψόμεθα τὴν ἀντέκτισιν παρὰ τοῦ πάντα πλοῦς ἴως νέμοντος Θεοῦ τοῖς ἀγαπῶσιν αὐτὸν, αὐτὸς πεπληροφόρηκεν, εἰπὼν, “ὅτι μέτρον καλὸν πεπιεσμένον, ὑπερεκχυνόμενον δώσωσιν εἰς “τὸν κόλπον ὑμῶν.”

Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου;

Τοῦ αὐτοῦ. Πᾶν’ χαλεπὸν ἀποκείρει πάθος τῶν ἡμετέρων διανοιῶν, ὑπεροψίας ἀρχὴν καὶ γένεσιν. καί τοι γὰρ δέον τινὰς ἑαυτοὺς κατασκέπτεσθαι καὶ κατὰ Θεὸν πολιτεύεσθαι· τοῦτο μὲν οὐ δρῶσι, πολυπραγμονοῦσι δὲ τὰ ἑτέρων, κἂν ἀσθενοῦντας ἴδωσι τινας, ὥσπερ εἰς λήθην ἐρχόμενοι τῶν ἰδίων ἀῤῥωστημάτων, φιλοψογίας ὑπόθεσιν ποιοῦνται τὸ χρῆμα, καὶ καταλαλιᾶς ἀφορμήν· καταψηφίζονται γὰρ αὐτῶν, οὐκ εἰδότες ὅτι τὰ ἴσα νοσοῦντες τοῖς παρ’ αὐτῶν διαβεβλημένοις ἑαυτοὺς κατακρίνουσιν· οὕτω που καὶ ὁ σωφώτατος γράφει Παῦλος· “ἐν ᾧ γὰρ κρίνεις τὸν “ἕτερον, ἑαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράττεις ὁ κρίνων.” καίτοι μᾶλλον ἐχρῆν ἀσθενοῦντας ἐλεεῖν ὡς ταῖς τῶν παθῶν ἐφόδοις ὑπεστρωμένους, καὶ τοῖς τῆς ἁμαρτίας βρόχοις ἀφύκτως ἐνειλημμένους, καὶ ὑπερεύχεσθαι τῶν τοιούτων, καὶ παρακαλεῖν αὐτοὺς καὶ διεγείρειν εἰς νῆψιν, καὶ πειρᾶσθαι μὴ τοῖς ἴσοις περιπεσεῖν αἰτιάμασιν· “ὁ γὰρ κρίνων τὸν ἀδελφὸν,” καθά φησιν ὁ τοῦ Χριστοῦ μαθητὴς, “ “καταλαλεῖ νόμου καὶ εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτὴς, ἄνω γὰρ δεῖ τῆς ἁμαρτανούσης φύσεως εἶναι τὸν ταύτης κριτήν· σὺ δὲ μὴ τοιοῦτος ὣν, τί κρίνεις τὸν πλησίον; ἀπολογήσεται τῷ κριτῇ ὁ ἁμαρτάνων. εἰ δὲ

54
τολμᾶς κατακρίνειν, καί τοι τούτου μὴ ἔχων τὴν ἐξουσίαν, κατακριθήσῃ μᾶλλον αὐτὸς, ὡς οὐκ ἐῶντος τοῦ νόμου τὸ κρίνειν ἑτέρους.

Τοῦ αὐτοῦ. Ἐξ ἀναγκαίων ἡμᾶς ἀναπείθει λογισμῶν ἀποσχέσθαι μὲν τοῦ βούλεσθαι κρίνειν ἑτέρους· τὴν ἑαυτῶν δὲ μᾶλλον καρδίαν περιεργάζεσθαι, καὶ τῶν ἐνόντων αὐταῖς παθῶν ἀπαλλάττεσθαι ζητεῖν, αἱροῦντας τοῦτο παρὰ Θεοῦ. Αὐτὸς γάρ ἐστιν ὁ ἰώμενος τοὺς συντετριμμένους τῇ καρδία, καὶ ψυχικῶν ἡμᾶς νοσημάτων ἐλευθερῶν. Τί γὰρ, εἰ νοσῶν αὐτὸς τὰ ἔτι μείζω καὶ χαλεπώτερα τῶν ὄντων ἐν ἑτέροις ἀφεὶς τὰ κατὰ σεαυτὸν, ἐκείνοις ἐπιτιμᾷς; οὐκοῦν ἅπασι μὲν τοῖς ἐθέλουσιν εὐσεβῶς ἀναγκαία εἰς ὄνησιν ἡ ἐντολὴ, μάλιστα δὲ τοῖς τὸ διδάσκειν ἑτέρους ἐγκεχειρισμένοις· εἰ μὲν γὰρ εἶεν ἀγαθοὶ καὶ νηφάλιοι, εἰκὸς, ζωῆς εὐαγοῦς τὰ καθ’ ἑαυτοὺς ἀναστήσοντες τοῖς μὴ τὰ ἴσα δρᾷν ἑλομένοις, εὐπροσώπως ἐπιτιμήσωσιν, ὅτι μὴ τοὺς τῆς ἐνούσης αὐτοῖς ἐπιεικείας ἀνεμάξαντο τρόπους. Εἰ δὲ ῥάθυμοι τινες εἶεν καὶ ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς εὐάλωτοι, πῶς ἃν ἑτέροις τὰ ἴσα νοσοῦσιν ἐπιτιμήσειαν;

Ωριγένουσ. Δένδρον ἀγαθὸν τὸ Πνεῦμα τὸ Ἅγιον, πονηρὸν ὁ διάβολος καὶ οἱ τούτου ὑπηρέται. ὁ ἔχων τὸ Πνεῦμα τὸ Ἄγ’ ἴον, τοὺς τούτου καρποὺς ἐπιδείκνυται, οὓς ἀπαριθμεῖται ὁ ἀπόστολος Παῦλος. ὁ δὲ δύναμιν ἀντικειμένην ἔχων, τῆς ἀτιμίας τὰ πάθη ἀκάνθας καὶ τριβόλους ἀνατέλλεται.

Τίτου Βοστρῶν. Διαφύγωμεν τὴν φθορὰν τῆς ἁμαρτίας, καὶ ὅταν λέγῃ ὁ Σωτῆρ’ καὶ Κύριος ἡμῶν, “οὐκ ἔστι δένδρον ἀγαθὸν “ποιοῦν καρπὸν σαπρὸν,” μὴ λάβῃς συγγνώμην ἑαυτῷ τῆς ῥᾳθυμίας· τὸ μὲν γὰρ δένδρον φύσει κινεῖται, σὺ δὲ προαιρέσει πολιτεύῃ· καὶ πᾶν δένδρον μὴ φέρον καρπὸν, εἰς ἄλλην χρείαν κατεσκευάσθαη, σὺ δὲ εἰς ἐργασίαν ἀρετῆς ἀνεδείχθης.

Μῆ τις τοίνυν αἱρετικὴν ἀκοὴν παρεισφέρων κακῶς νοείτω ταῦτα. Εἰ γὰρ φύσει κακὸς τυγχάνεις, τί μανθάνεις; εἰς τί διδάσκῃ; τὸ γὰρ φύσει ὂν ἀμετάβλητον πρᾶγμα· εἰ δὲ ἡ μεταβολὴ διδάσκει καὶ ὁ λόγος ἐντρέπει καὶ ἡ παραίνεσις μεταποιεῖ, καὶ ἡ διδασκαλία μεταβάλλει τὴν διάνοιαν, ἡ μὲν ὑποψία τῆς ἀνάγκης ἐκβάλλεται, τὸ δὲ δόγμα τῆς προαιρέσεως ὁμολογεῖται. Διὰ τοῦτο καὶ κλῆσις, διὰ τοῦτο καὶ διδασκαλία, διὰ τοῦτο

55
καὶ Χριστὸς παρεγένετο. Εἰ γὰρ ἦν ἀμετάβλητα φύσει τὰ πράγματα, μάτην ταῦτα ἐγίνετο· νῦν δὲ ὅρα μοι τὴν μεταβολὴν, καὶ νόει μοι τὴν προαίρεσιν· οὐδεὶς αἰτιᾶται τὰ ἄλογα ζῷα φύσει κινούμενα, ἀλλὰ τοὺς πρὸς τὴν ὁμοιοτροπίαν τῶν ἀλόγων ἀντ’ ἐξουσίας ἐκκλίνοντας ἀνθρώπους.

Ἐξ ἀνεπιγράφου. Πόλλα τὰ προπολεμοῦντα, καὶ λοὺς ὁ ἀγὼν ἀνθρώποις δαίμονας, πάθη ψυχῆς, ὀδύνας σωμάτων καὶ θλίψεις πραγμάτων. πλὴν εἰ ταῦτα ἐπέλθῃ, βεβαιοῦσι τὸν ἐν τοῖς τοῦ Κυρίου παραγγέλμασι διὰ τῆς καθ’ ἑκάστην ἡμέραν ἀσκήσεως, ἵνα μὴ καθάπερ βιαίων ὑδάτων ἐμβολὴ προελθοῦσα, σαθρὰ τὰ ἐν ἡμῖν δόγματα διασκεδάσει, ἀλλ’ ἐν εὐδοκιμήσει τοῖς ἐναντιουμένοις πράγμασιν ἀκατάλυτος οὖσα ἡ ἀρετὴ, καὶ μὴ τῷ πτώματι περιφανεῖς ἀλλὰ τῇ νίκῃ γενώμεθα· περιφανὲς γὰρ καὶ τὸ πτῶμα τῶν μεγάλα δεδιδαγμένων, ὅταν μεγάλων ἀποπίπτωσι. Περιφανὴς δὲ καὶ ἡ δόξα τῶν ἐν πίστει βεβαίων, ὅτι ἐπὶ μεγάλοις στηρίζονται.

Περὶ τοῦ Ἑκατοντάρχου.

Ἐπεὶ δὲ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ. Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἔμελλε τελευτᾶν.

Ανήρ τις ἐπεικὴς καὶ τῇ τῶν ἠθῶν χρηστότητι διαπρέπων, καὶ στρατιωτῶν ἡγούμενος τοῖς οἰκοῦσι τὴν Καπαρναοὺμ, συνέστιος ἦν· τούτου συνέβη τινὰ τῶν γνησίων οἰκετῶν ἀρρωστίᾳ περιπεσεῖν, καὶ ὡς ἐν ἐσχάταις ὁρᾶσθαι λοιπὸν ἐκπνοαῖς. Καὶ ἤκουσε, φησὶ, τὰ περὶ τοῦ Ἰησοῦ· εἶτα πέμπει πρὸς αὐτὸν, ὡς παρὰ Θεοῦ δηλονότι τὰ ὑπὲρ ἀνθρώπου φύσιν τε καὶ δύναμιν ἐξαιτῶν· ἠξίου γὰρ τῶν τοῦ θανάτου δεσμῶν ἀπαλλάττεσθαι τὸν ἐσχάτῃ νόσῳ κατειλημμένον.

Δηλώσαντος δὲ τοῦ Εὐαγγελιστοῦ περὶ τῶν ἀπεσταλμένων πρὸς τὸν Κύριον ὑπὸ τοῦ ἑκατοντάρχου, οὐκ ἀργῶς καὶ ὡς ἔτυχε χρὴ σκοπεῖν ἡμᾶς καὶ ἐν τούτῳ τὴν τοῦ Κυρίου θαυματουργίαν, ἐλέγχοντος τὴν τῶν Ἰουδαίων ἀγνωμοσύνην, διὰ τῶν Ἰουδαίων αὐτῶν

56
λέγων “παραγενόμενοι” γὰρ, φησὶ, “πρὸς τὸν Ἰησοῦν, παρεκά- “λουν αὐτὸν σπουδαίως λέγοντες, ὅτι ἄξιός ἐστιν, ᾧτ’ παρέξει “τούτῳ.” οἱ γὰρ τὴν εἰς αὐτὸν πίστιν παραιτούμενοι αὐτὸν ἐνδείκνυσθαι τοῖς πιστεύουσιν ἐθνικοῖς, ὅτι Θεός ἐστιν ἀληθῶς. τίνος γάρ ἐστιν ἄλλου τὸ ῥύεσθαι ἐκ θανάτου; ὅθεν εἰκότως ἐξώσθησαν μὲν οὗτοι οἱ ἀγνώμονες· εἰ ἐκλήθη δὲ καὶ προσεδέχθη τὰ ἔθνη, ἑτοιμοτέραν ἐσχηκότα τὴν καρδίαν εἰς τὸ πιστεύειν ἐπὶ τὸν Κύριοι κἂν τὰ μάλιστα πρότερον ἦσαν ἐν ἁμαρτίαις πολλαῖς, διὰ τὴν τοῦ Θεοῦ ἀγνωσίαν, κατὰ τὸ “ἐπληθύνθησαν αἱ ἀσθένειαι “αὐτῶν,” καὶ τὰ ἑξῆς. πάλιν τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὐσσου e.