Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.
Περὶ τῆς ἄγρας τῶν ἰχθύων.
Κυρίλλου Ἀλεξανδρείασ. Θαυμάσωμεν τῆς οἰκονομίας τὸ εὔτεχνον, τὸ ἐπὶ τῇ γε θήρᾳ τῶν τεθηρηκότων τὴν ὑπ’ οὐρανόν· φημὶ δὴ τῶν ἁγίων Ἀποστόλων, οἳ καὶ ἁλιεύειν εἰδότες, ὑπὸ Χριστοῦ γεγόνασι λίνον, ἵνα καὶ αὐτοὶ τὴν τῶν εὐαγγελικῶν κηρυγμάτων σαγήνην χαλάσαντες, προσκομίσωσιν αὐτῷ τοὺς κατὰ πᾶσαν τὴν γῆν. καὶ γοῦν ἔφη που δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, “ἰδοὺ ἐγὼ ἀποστέλλω ἁλιεῖς πολλοὺς, λέγει Κύριος, καὶ ἁλιεύ- “σωσιν αὐτοὺς, καὶ μετὰ ταῦτα, ἀποστελῶ πολλοὺς θηρευτὰς, “καὶ θηρεύσωσιν αὐτούς.” καὶ τοὺς μὲν ἁλιεῖς τοὺς ἁγίους Ἀποστόλους φησὶ, θηρευτὰς δὲ τοὺς κατὰ καιροὺς τῶν ἁγίων ἐκκλησιῶν. ἡγουμένους τε καὶ μυσταγωγούς. Ἐπειδὴ γὰρ ἀρκούντως τοῖς ὄχλοις διείλεκται, τρέπεται πάλιν πρὸς τὴν συνήθη μεγαλουργίαν, καὶ διὰ τῶν ἁλιευτικῶν ἐπιτηδευμάτων ἁλιεύει τοὺς μαθητάς.
Τίτου ἐπισκόπου Βοστρῶν, “ἐπιστάτα δι’ “ὄλης τῆς νυκτὸς κοπιάσαντες, οὐδὲν ἐλάβομεν.“ πολλοὶ προφῆται ἦλθον, καὶ ἔμεινεν ἄπιστος ὁ κόσμος. Διὰ τοῦτο ἔλεγεν
Κυρίλλου Ἀλεξλνδρείασ. Προσέταξε γὰρ τοῖς περὶ Σίμωνα, βραχὺ τῆς γῆς ἀποφέρεσθαι, καὶ καθεῖναι πρὸς ἄγραν τὸ δίκτυον. οἱ δὲ δι’ ὅλης μὲν ἔφασκον κοπιᾶσαι νυκτὸς, λαβεῖν δὲ μηδέν· πλὴν ἐν ὀνόματι Χριστοῦ καθῆκαν τὸ λίνον, καὶ μεστὸν εἶχον εὐθὺς τῶν τεθηρευμένων, ἵνα διὰ πράγματος ἐναργοῦς καὶ ὡς ἐκ τύπου καὶ εἰκόνος τοῦ παραδόξως τετελεσμένου, πληροφορηθῶσιν, ὅτι οὐκ ἄμισθος ὁ πόνος αὐτῶν, οὔτε ἄκαρπος ἡ σπουδὴ, ἣν ἂν ποιήσαιντο, τῆς εὐαγγελικῆς μυσταγωγίας λίνον ἁπλώσαντες, ἀλλ’ ἐν αὐτῷ πάντη τε καὶ πάντως τὰς τῶν ἐθνῶν ἀγέλας συλλέξωσι. πλὴν ἐκεῖνο ἄθρει, οὐ γὰρ ἰσχῦσαν ἀνελκύσαι τὸ λίνον Σίμων τε καὶ οἱ σὺν αὐτῷ· κατένευσάν, φησι, τοῖς μετόχοις, δῆλον δὲ ὅτι διὰ τῶν ἁλιευτικῶν ἐπιτηδευμάτων, ὥστε συλλαβέσθαι αὐτοῖς καὶ συνδιασῶσαι τὴν ἄγραν. Πολλοὶ γὰρ τοῖς τῶν ἁγίων Ἀποστόλων συνήραντο καὶ συναίρονται πόνοις, καὶ πρό γε τῶν ἄλλων οἱ τὰς ἱερὰς ἡμῖν τῶν ἁγίων Εὐαγγελιστῶν ἀνερευνῶντες γραφὰς, καὶ μετ’ ἐκείνους ἕτεροι ποιμένες καὶ διδάσκαλοι καὶ λαῶν ἡγούμενοι, καὶ τῶν τῆς ἀληθείας πραγμάτων ἐπιστήμονες. Ἀναφέρεται γὰρ ἔτι τὸ λίνον, πληροῦντος αὐτὸ τοῦ Χριστοῦ, καὶ καλοῦντος εἰς ἐπιστροφὴν τῆς ἐν βυθοῖς θαλάσσης κατὰ τὸ γεγραμμένον, τουτ- έστι τοῦ ἐν ζάλῃ καὶ κύμασιν, ἐν τοῖς κοσμικοῖς.
Περὶ τοῦ λεπροῦ καὶ ἐπὶ τοῦ παραλυτικοῦ καὶ περὶ τοῦ τελώνου ἕως περὶ τῶν ἀσκῶν τῶν παλαιῶν καὶ τῶν νέων, προεγράφη.
Περὶ τοῦ λεπροῦ.
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας.
Κυρίλλου Ἀλεξλνδρείασ. Ἐπαίνου παντὸς ἀξία τοῦ προσ-
Τοῦ αὐτοῦ. Τί δήποτε ἵνα μάθωσιν ἐντεῦθεν οἱ τὴν τῶν ἰαμάτων χάριν παρὰ Θεοῦ δεχόμενοι; μὴ τὰς παρὰ τῶν θεραπευομένων εὐφημίας αἰτεῖν, μήτε μὴν τοῦ παρά τινων ἐπαίνου, ἵνα μὴ εἰς ὑπεροψίαν ἐκπέσοιεν, τὸ πάντων τῶν κακῶν αἴσχιστον πάθος, καὶ κἄ ἕτερον δὲ τρόπον, καὶ σιωπῶντος τοῦ λεπροῦ ἤρκει καὶ αὐτὴ τοῦ πράγματος ἡ φωνὴ, πρὸς τὸ ἀπαγγεῖλαι πᾶσι τοῖς εἰδόσιν αὐτὸν τὴν τοῦ θεραπεύσαντος δύναμιν.
Τοῦ αὐτοῦ. οἰκονομικῶς φησι προσάγειν τὸ δῶρον τῷ λεπρῷ κατὰ τὸν Μωϋσέως νόμον τοῖς ἱερεῦσιν· ἤθελε μὲν ὁμολογουμένως μεταστῆσαι τὴν σκιὰν καὶ μεταπλᾶσαι τοὺς τύπους εἰς πνευματικὴν λατρείαν· ἀλλ’ ἐπειδὴ μήπω πιστεύσαντες πρὸς αὐτὸν Ἰουδαῖοι προσέκειντο ταῖς Μωϋσέως ἐντολαῖς, ὡς ἔτι τῶν ἀρχαίων ἐθνῶν ἰσχυόντων, ἐπιτρέπει τῷ λεπρῷ τοῦτο ποιεῖν εἰς μαρτυρίαν αὐτοῖς. Καὶ μετ’ ὀλίγα — Καὶ ἐξ αὐτοῦ δὲ τοῦ θεραπεῦσαι τὸν λεπρὸν ἔξεστιν ἰδεῖν καὶ μάλα σαφῶς ἐν ἀπαρακλήτοις ὑπεροχαῖς πρὸς τὸν Μωϋσέως νόμον, ὄντα Χριστόν· ἐλεπρώθη μὲν γὰρ ἡ Μαριὰμ, ἀδελφὴ δὲ Μωϋσέως αὕτη· κατελάλησε γὰρ αὐτοῦ, καὶ κατεδάκνετο μὲν γὰρ λίαν ἐπὶ τοῦ Μωϋσέως, ἐπειδὴ οὐκ ἦν ἱκανὸς ἀποστῆσαι τοῦ γυναίου τὴν νόσον, προσέπιπτε τῷ Θεῷ λέγων, ὁ Θεὸς δεόμαί σου, ἴασαι αὐτήν.
Πρόσσχες τοίνυν ἀκριβῶς· αἴτησις ἦν ἐκεῖ διὰ προσευχῆς, τῆς ἄνωθεν ἡμερότητος ἠξίου τυχεῖν· ὁ δέ γε τῶν ὅλων Σωτῆρ’ μετ’ ἐξουσίας ἔφη τῆς θεοπρεποῦς, “θέλω καθαρίσθητι·” οὐκοῦν μαρτύριον ἦν τοῖς ἱερεῦσιν ἡ τῆς λέπρας ἀποβολὴ, καὶ ἦν ἐντεῦθεν εἰδέναι τοὺς τὴν κρείττονα ψῆφον ἀπονέμοντας τῷ Μωϋσεῖ, ὅτι τῆς ἀληθείας ἔξω βαδιοῦσιν. Ἔδει γὰρ, ἔδει Μωϋσέα θαυμάζειν μὲν ὡς νόμου διάκονον καὶ χάριτος ὑπουργὸν, λαληθείσης δι’ Ἀγγέλων, ὑπερθαυμάζειν δὲ τὸν Ἐμμανουὴλ καὶ δοξολογεῖν αὐτὸν ὡς Υἱὸν ἀληθῆ τοῦ Θεοῦ καὶ Πατρός.
Τοῦ ἁγίου Τίτου Βοστρῶν. “Εἰς μαρτύριον αὐτοῖς,” εἰς μαρτύριον τὸ θεραπεύεσθαι, ἵνα πληρώσῃ τὸν νόμον· οὐ γὰρ ἦλθε καταλῦσαι τὸν νόμον καὶ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι. αἱρερετικοὶ τὸ “εἰς μαρτύριον” εἰς ὕβριν κατὰ τοῦ νόμου λαμβάνουσιν, οὐ συνίεντες οἱ ἀνόητοι ὅτι τὸ “εἰς μαρτύριον” εἰς ἀπόδειξιν λέγεται· ὅπου γὰρ μαρτυρία, πρόφασίς ἐστιν ἀμφιβαλλομένου 1 πράγματος.
Περὶ τοῦ παραλυτικοῦ
Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμέρων καὶ αὐτὸς ἦν διδά- σκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι.
Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ. Ἐπειδὴ δὲ ἦν ἀναγκαῖον, οὐκ εὐαριθμήτου πληθύος τῶν γραμματέων καὶ Φαρισαίων συνειλεγμένης, γενέσθαι τῶν ἔτι μάλιστα θεοπρεπεστάτων εἰς ὄνησιν αὐτοῦ, μικρὰ γὰρ ἐφρόνουν περὶ αὐτοῦ· ᾠκονομήθη τι πάλιν τῶν τεθαυμασμένων· ἔρριπτο μὲν γὰρ ἐπὶ κλίνης παράλυτος ἀνὴρ, ἀνιάτῳ νόσῳ κεκρατημένος. Ἐπεὶ δὲ ἀσθενοῦσι πρὸς τὸ συμβᾶν, ἡ τῶν ἰατρῶν ἠλέγχετο τέχνη, πρὸς τὸν ἄνωθεν καὶ ἐξ οὐρανῶν ἰατρὸν παρὰ τῶν οἰκείων ἐπεκομίζετο. Ἐπειδὴ δὲ ἦν ἐν ὄψει λοιπὸν τοῦ θεραπεύειν ἰσχύοντος, δεκτὴ μὲν αὐτοῦ γέγονεν ἡ πίστις. ὅτι δέ ἐστιν ἁμαρτίας ἀναιρετικὴ, διαδείκνυσιν εὐθὺς ὁ Χριστὸς, ἐπινεῖ γὰρ τῷ κειμένῳ λέγων, “ἄνθρωπε, ἀφέωνταί
Τίτου τοῦ Βοστρῶν. Θαυμάσαι ἐστὶ τοὺς κομίσαντας παράλυτον, πῶς μὴ δυνηθέντες διὰ τῆς θύρας εἰσελθεῖν, ἀνεκόμισαν αὐτὸν ἐπὶ τὸ δῶμα, ὡς γὰρ ξένῳ καὶ καινῷ ἐπιχειρῆσαι πράγματι· ἀνασπάσαντες γὰρ τὸν κέραμον, μετεκίνησαν τὴν ἀποκειμένην ὕλην. καὶ ὅμως τούτων γενομένων, καὶ ὁ Ἰησοῦς ἐμακροθύμει, καὶ οἱ παρόντες ἐσιώπων, τὴν ἔκβασιν βουλόμενοι θεωρῆσαι, καὶ ἰδεῖν τι λαλεῖ καὶ τί ποιεῖ. Ἀναστομέσαντες τοίνυν τὸ δωμάτιον, χαλῶσι τὸν κράββατον, καὶ φέρουσι μέσον τὸν παραλελυμένον. Ο δὲ Κύριος, φησιν, ἰδὼν τὴν πίστιν αὐτῶν, οὐ τὴν πίστιν τοῦ παραλελυμένου, ἀλλὰ τὴν πίστιν τῶν καλῶς φιλοτιμησάντων, ὥστε ἄλλον δι’ ἄλλων πίστιν θεραπεύεται. Εἴποι δ’ ἄν τις ὕπαιθρον εἶναι τόπον, εἰς ὃν διὰ τῶν κεράμων κατεβίβασαν τὴν κλίνην τοῦ παραλύτου, μηδὲν παντελῶς τῆς στέγης ἀνατρέψαντες.
Κυρίλλου Ἀλεξανδρείασ. “Τίς οὗτος,” φησὶν, “ὃς λαλεῖ
Περὶ τοῦ Λευἶ.
Καὶ μετὰ ταῦτα ἐξῆλθε, καὶ ἐθεάσατο τελώνην, ὀνόματι Λευΐν.
Τοῦ αὐτοῦ. Τελένης ἦν ὁ Λευΐ b, ἀνὴρ ἄπληστος εἰς φιλοκερδίαν, ἀχάλινος εἰς πλεονεξίαν, τῶν οὐδὲν προσηκόντων αὐτῷ ἄδικος ἐραστής· τοῦτο γὰρ τοῖς τελώναις τὸ ἐπιτήδευμα· ἀλλ’ ἐξ αὐτῶν ἡρπάζετο τῶν τῆς ἀδικίας ἐργαστηρίων, καὶ σέσωσται παραδόξως, κεκληκότος αὐτὸν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἔφη γὰρ αὐτῷ, “ἀκολούθει μοι.” ὁ δὲ πάντα ἀφεὶς ἠκολούθησεν αὐτῷ. Ὁρᾷς ὡς ἀληθεύει λέγων ὁ σοφώτατος Παῦλος, “ὅτι Χριστὸς “ἦλθεν εἰς τὸν κόσμον, ἁμαρτωλοὺς σῶσαι.” ὁρᾷς ὡς σαρκωθεὶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος τὰ σκεύη τοῦ διαβόλου μετέστησεν εἰς [*](h λευϊσον Cod.)
Τοῦ αὐτοῦ. Ὁ γὰρ τῶν ὅλων Σωτῆρ’, ἅτε δὴ ἰατρὸς ὑπάρχων πνευμάτων, οὐκ ἀποφοιτᾷ τῶν δεομένων αὐτοῦ, καὶ ὡς διασμῆξαι δυνάμενος τοῖς οὔπω κεκαθαρμένοις οἰκονομικῶς συνηυλίζετο· ἴδωμεν δὲ, ὦ Φαρισαῖε, τοῦ σοῦ φρονήματος τὴν ἀτροπίαν, ὁποίων σοι γέγονεν αἰτιαμάτων πρόξενος ἡ κατὰ τῶν ἐν ἁμαρτίαις ὀφρύς· αὐτὸν λάβωμεν ἐξηγητὴν, τὸν πάντα εἰδότα Χριστόν. Ἔφη γὰρ οὕτω· “ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς “Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης· ἀλλ’ ὁ μὲν Φαρισαῖος στὰς “προσηύχετο λέγων, Ὁ Θεὸς, εὐχαριστῶ σοι,” καὶ τὰ ἑξῆς.
Περὶ δὲ τοῦ εἰπεῖν τὸν Εὐαγγελιστὴν ἐν σαββάτῳ δευτεροπρώτῳ, ὁ ἅγιος Ἰσίδωρος ὁ Πηλουσιώτης οὕτω λέγει, “ὅτι δευ- “τερόπρωτον εἴρηται, ἐπειδὴ δεύτερον μὲν ἦν τοῦ Πάσχα, πρῶτον “δὲ τῶν ἀζύμων.” Εἰ δὲ σάββατον εἴρηται, μὴ θαυμάσῃς, σάββατον πᾶσαν ἑορτὴν καλοῦσι, καὶ διὰ τοῦτο εἴρηται σάββατα σαββάτων.
Κυρίλλου Ἀλεξανδρείασ. ταῦτα πεπραχὼς ὁ Δαβὶδ παρά γε τὸ τῷ νόμῳ δοκοῦν, τοῦ παντὸς παρ’ ὑμῖν ἀξιοῦται θαύματος, ὀρθῶς καὶ δικαίως· καὶ γὰρ ἦν ἀληθῶς ἅγιος καὶ προφήτης· οὐκοῦν τοῦ διὰ Μωϋσέως νόμου φάσκοντος ἐναργῶς, “κρῖμα “δίκαιον κρίνετε,” καὶ “οὐ λήψῃ πρόσωπον ἐν κρίσει, πῶς τοὺς ἐμοὺς κατακρίνετε μαθητάς; καὶ εἰς δεῦρο θαυμάζοντες [*](c λευϊσὰς Cod. d ἔλεγεν Cod.)
Τίτου ἐπισκόπου Βοστρῶν. Οὐδεὶς καλεῖται υἱὸς ἀλλ’ Ἰησοῦς μόνον ἑαυτὸν οὕτω καλεῖ· ἐπειδὴ Υἱὸς ὣν Θεοῦ, παραδόξως κατηξίωσεν υἱὸς ἀνθρώπου δι’ ἀνθρώπους κληθῆναι· ἑαυτὸν οὖν καὶ κύριον τοῦ σαββάτου, ὡς δημιουργὸν καὶ ποιητὴν καὶ νομοθέτην τοῦ σαββάτου ἐκάλεσεν.