Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως.
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, ἔλεγε διδάσκων ἐν τῷ ἱερῷ, πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς ἐστὶ Δαβίδ ;
Μετὰ τὸ ἐπαινέσαι τὸν εἰρηκότα ὅτι εἷς ἐστιν ὁ Θεὸς, ἵνα μὴ ἔχωσι λέγειν ὅτι θαύματα μὲν ἐποίησε, τῷ νόμῳ δὲ ἐναντίος καὶ τῷ Θεῷ πολέμιός ἐστι· διὰ τοῦτο μετὰ τοσαῦτα τοῦτο ἐρωτᾷ, λανθανόντως ἐνάγων αὐτοὺς εἰς τὸ καὶ αὐτὸν ὁμολογῆσαι Θεόν. ἐπειδὴ γὰρ πρὸς τὸ πάθος ἤμελλεν ἰέναι, λοιπὸν τίθησι τὴν κυρίαν αὐτῶν ἀνακηρύττουσαν προφητείαν. ἀλλ’ οὐχ ἁπλῶς οὐδὲ προηγουμένως, ἀλλ’ ἀπὸ αἰτίας εὐλόγου. ἀνατρέπων γὰρ αὐτῶν τὴν πεπλανημένην δόξαν, οὕτως εἰσάγει τὸν Δαβὶδ ἀνακηρύττοντα αὐτοῦ τὴν θεότητα, καὶ τὸ γνήσιον τῆς βιότητος, καὶ τὸ ὁμότιμον [*](z καὶ τί P.L. a αὐτῶν P.L. b ἐλαττώσει Ρ.)
Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὑτοῦ, βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν, καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.
“ Καὶ ἔλεγεν αὐτοῖς·” τίσιν αὐτοῖς; δηλονότι τοῖς ἀπὸ τοῦ λαοῦ, περὶ ὧν εἶπε, “ καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.” φυλάξατε τοίνυν, φησὶν, ἑαυτοὺς ἀπὸ τῶν γραμματέων. μὴ ζηλοῦτε, μὴ μακαρίσητε, τὴν ἔξωθεν σκηνὴν θεωροῦντες. οὐ γὰρ ἕνεκα Θεοῦ k τὸ σχῆμα τὸ νόμιμον προβάλλονται, ἀλλ’ ἕνεκα τοῦ δοκεῖν ἀνθρώποις εὐσεβεῖν, καὶ κομίζεσθαι παρὰ ἀνθρώπων τὴν ἀνωφελῆ προτίμησιν. ἱκανὰ γὰρ ταῦτα πάντα ἐνδείξασθαι τῶν ἀνθρώπων τὸ πεφυσιωμένον καὶ περιττόν l. καρποῦνται γάρ, φησι, τοὺς οἴκους, καὶ ἃ ταῖς χήραις ταῖς ἀσθενέσιν ἔδει δίδοσθαι, κομίζονται. σχῆμά τι περιττῆς εὐλαβείας, τὸ παρεκτείνειν ἐπὶ πολὺ τὰς εὐχάς. ὅσῳ δὲ μᾶλλον τετίμηνται παρὰ τῷ λαῷ, καὶ τὴν τιμὴν εἰς βλάβην ἕλκουσι, τοσούτῳ μᾶλλον καταδικασθήσονται. δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται. ταῦτα δὲ λέγων καὶ τοὺς Ἀποστόλους ἐπαίδευε μὴ μιμεῖσθαι τοὺς παρὰ Ἰουδαίοις διδασκάλους καὶ γραμματεῖς, ἀλλ’ αὐτὸν ζηλοῦν. ἐπειδὴ γὰρ διδάσκαλοι τῆς οἰκουμένης προεχειρίζοντο, διὰ τούτων αὐτοῖς εἰσηγεῖται ἀρίστης πολιτείας κατάστασιν.