Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τοῦ γραμματέως.

Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, εἰδὼς ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτὸν, ποία ἐστὶ πρώτη πασῶν ἐντολή ;

Ὁ μὲν Ματθαῖος ὅτι πειράζων ἠρώτησεν· ὁ δὲ Μάρκος τουναντίον. “ εἰδὼς ” γάρ φησιν “ ὁ Ἰησοῦς ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν “ αὐτῷ οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ. ” οὐκ ἐναντιούμενοι ἑαυτοῖς, ἀλλὰ καὶ σφόδρα συνᾴδοντες. ἠρώτησε μὲν γὰρ πειράζων παρὰ τὴν ἀρχὴν, ἀπὸ δὲ τῆς ἀποκρίσεως ὠφεληθεὶς, ἐπῃνέθη. οὐδὲ γὰρ παρὰ τὴν ἀρχὴν αὐτὸν ἐπῄνεσεν, ἀλλ’ ὅτε εἶπεν, ὅτι τὸ ἀγαπᾷν τὸν πλησίον πλεῖόν ἐστι τῶν ὁλοκαυτωμάτων, τότε φησὶν, “ οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας·” ὅτι τῶν ταπεινῶν ὑπερεῖδε, καὶ τὴν ἀρχὴν τῆς ἀρετῆς κατέλαβε. καὶ γὰρ πάντα ἐκεῖνα διὰ τοῦτο, καὶ τὸ σάββατον καὶ τὰ λοιπὰ, καὶ οὐδὲ οὕτως αὐτῷ ἀπηρτισμένον τὸν ἔπαινον x συνέθηκεν, ἀλλ’ ἔτι λείποντα· τὸ γὰρ εἰπεῖν, οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας, δείκνυσιν ἔτι ἀπέχοντα, ἵνα ζητήσῃ τὸ λεῖπον. τίνος οὖν ἕνεκεν τὴν ἀρχὴν ταύτην τῷ Ἰησοῦ προεβάλετο τὴν ἐρώτησιν ; προσδοκῶν τινα λαβὴν παρέξειν αὐτῷ ὡς ἐπιδιορθωσόμενον αὐτὸν, διὰ τὸ καὶ ἑαυτὸν ποιεῖν Θεόν. τί οὖν ὁ Χριστός ; δεικνὺς ὅθεν ἦλθεν ἐπὶ ταῦτα, ἀπὸ τοῦ μηδεμίαν ἔχειν ἀγάπην, ἀπὸ τοῦ φθόνῳ καὶ ζηλοτυπίᾳ τήκεσθαί, φησιν, ἀγαπήσῃ Κύριον τὸν Θεόν σου, αὕτη πρώτη, καὶ μεγάλη ἐντολή. δευτέρα δὲ ὁμοία αὐτῆς, “ καὶ ἀγαπήσεις τὸν “ πλησίον σου ὡς ἑαυτόν.” διατί δὲ ὁμοία αὐτῆς ; ὅτι αὕτη ἐκείνην προοδοποιεῖ, καὶ αὐτὸ τὸ ἀγαπᾷν ἡμᾶς Κύριον τὸν Θεὸν ἡμῶν ἤρτηται τοῦ ἀγαπᾷν ἡμᾶς ἑαυτούς. ἀγαπῶντες γὰρ ἑαυτοὺς, ἀγαπῶμεν τὸν ποιήσαντα ἡμᾶς τοιούτους, ὡς y εἶναι κατ’ εἰκόνα τοῦ κτίσαντος ἡμᾶς. οὐ γὰρ ἐκ τοῦ ἀγαπᾷν τὸν Θεὸν ἀγαπῶμεν ἑαυτοὺς, ἀλλ’ ἐκ τοῦ ἀγαπᾷν ἑαυτοὺς εὐχαριστοῦμεν τῷ ἡμᾶς ποιήσαντι καὶ χαρισαμένῳ τὰ τοιαῦτα, ἅτινά ἐστι δυσεξαρίθμητα, [*](x Sic P.L. τοῦ ἐπαίνου Poss. y ὡς om, L.)

404
ἀμειβόμενοι κατὰ τὸ δυνατὸν ἡμῖν αὐτὸν διὰ τῆς τοιαύτης ἀγάπης. “ πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται “ πρὸς τὸ φῶς.” καὶ πάλιν· “ εἶπεν ἄφρων ἐν καρδίᾳ αὑτοῦ, οὐκ ἔστι “ Θεός·” καίτοι z ἀπὸ τούτου διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι. “ καὶ ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει, καὶ τὸ κεφάλαιον τούτων a, “ ἀγαπήσεις τὸν πλησίον σου.” τὴν πρώτην οὖν ἐρωτηθεὶς, ἐπήγαγε καὶ τὴν δευτέραν, οὐδὲν αὐτῆς ἀποδέουσαν· πλεονάζει δὲ τῇ ἐπαναλήψει τῇ περὶ τοῦ αὐτοῦ πράγματος ὁ νόμος τὸ ἐν ὅλῃ καρδίᾳ, καὶ τὸ ἐν ὅλῃ ψυχῇ, καὶ τὸ ἐν ὅλῃ τῇ διανοίᾳ, ἵνα ἐπιτείνῃ τὴν ἀγάπην εἰς τελειότητα· μὴ καταλιπὼν ἀπόκλεισιν ἐπ’ ἄλλο μηδὲν, ὅπερ ἐλαττώσῃ b τὴν πρὸς Θεὸν ἀγάπην. ταύτην οὖν εἰπὼν μεγάλην ὁ Κύριος, προσέθηκε καὶ πρώτην εἶναι ταύτην, ἵνα καὶ τὴν δευτέραν ἐπεισαγάγῃ, συνημμένην αὐτῇ καὶ μὴ δυναμένην διίστασθαι. διὸ καὶ περὶ μιᾶς ἐρωτηθεὶς, οὐκ ἀπεσιώτησε τὴν ἀχώριστον αὐτῆς. οὐ γὰρ ἀληθὴς ἡ πρὸς Θεὸν ἀγάπη, τὴν πρὸς τὸν πλησίον οὐκ ἔχουσα. εἶτα ἐπειδὴ ἀπεκρίθη, καὶ ἀντερωτᾷ.