Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τοῦ ἀμπελῶνος.

Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν, Ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος, καὶ περιέθηκε φραγμὸν, καὶ ὤρυξεν ὑπολήνιον, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησε.

Ἢ παραβολὴ δηλοῖ ὅτι μὴ μόνον περὶ τὸν Ἰωάννην ἀλλὰ καὶ περὶ αὐτὸν τὸν Κύριον, ἀρξάμενοι ἀπὸ τοῦ οἰκέτου, προελθόντες δὲ ἐπὶ τὸν δεσπότην. διὸ καὶ τὴν ἀποβολὴν εἰκότως πεισομένους αὐτοὺς προδείκνυσι, τὸν ἀμπελῶνα λέγων τὸν y Ἰσραὴλ τοῦ οἰκοδεσπότου, τοῦτ’ ἐστι τοῦ Θεοῦ, καὶ φραγμὸν περιβληθέντα ἀσφαλείᾳ τῇ παρὰ Θεοῦ· διὸ καὶ καθαίρεσιν τοῦ φραγμοῦ ἀπειλῶν ὁ Θεὸς ἐν τῷ προφήτῃ Ἡσαΐᾳ, τὴν ἀσφάλειαν ἐδήλωσεν περιαιρεθησομένην αὐτῶν. “ καὶ ὤρυξεν ὑπολήνιον·” ληνὸν μὲν, ὡς ἕτερός φησιν Εὐαγγελιστὴς, τὸ θυσιαστήριον λέγων, ὑπολήνιον δὲ τὸ ὑποκάτω, ἔνθεν τῶν θυσιῶν τὸ αἷμα ἐδέχοντο. πύργον δὲ τὸν ναὸν ἐπιφανέστατον ἐν ἀνθρώποις καὶ ὑψηλότατον. ἐκδεδωκέναι τε ἔφη τὸν ἀμπελῶνα γεωργοῖς, τοῦτ’ ἔστι τοῖς ἀρχιερεῦσι καὶ διδασκάλοις· καὶ ἀποδεδημηκέναι, τοῦτ’ ἔστι δεδωκέναι χρόνους εἰς καρποφορίαν, ἣν ὥσπερ ἐπιστὰς πάλιν ἤμελλεν ἀπαιτῆσαι z. ταῦτα δὲ εἰς τὸν Πατέρα μὲν λέγεται κατὰ τὴν ὑπόθεσιν τῆς παραβολῆς, καθ’ ἣν ἴδιον a τὸν Υἱὸν εἰσάγει ἡ [*](y τοῦ L. z ἀπαιτήσειν Ρ. a ἰδίως P.L.)

399
παραβολὴ, ὅτι καὶ ἰδία τοῦ Λόγου ἡ σάρκωσις· οὐ μὴν χωρίζει γε τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς ὁ περὶ τοῦ οἰκοδεσπότου λόγος, εἴπερ πάντα δι’ αὐτοῦ ἐγένετο. αὐτίκα καὶ ὁ Ἡσαΐας “ τοῦ ἀγαπητοῦ” λέγει τὸν ἀμπελῶνα· μετὰ δὲ ταῦτα τὴν ἀπαίτησιν τῆς καρποφορίας τοῦτ’ ἔστιν τοῦ νομικοῦ βίου, παρόντος τοῦ καιροῦ, φησι γεγενῆσθαι διὰ δούλου πρῶτον· οὗ τυπτηθέντος καὶ ἀναιρεθέντος, δι’ ἑτέρου δούλου πάλιν τὴν ἀπαίτησιν ἔδει γεγενῆσθαι. εἶτα καὶ τρίτον πάλιν ἀπεσταλκέναι αὐτοῖς, καὶ οὕτω τὸ τελευταῖον διὰ τοῦ υἱοῦ τὴν ὑπερβάλλουσαν δόξαν ἐπιδεικνύντος εἰς τὸ καταίδεσαι μειζόνως· οὐχ ὡς ἀγνοοῦντος τὸ ἀποβησόμενον τοῦ πέμποντος, ἀλλ’ ὡς τοῦ πράγματος ἔχοντος τὸ ἄξιον ἐντροπῆς. δοῦλον τε πρότερον μὲν λέγουσι τοὺς ἐν καιρῷ Ἠλιοῦ καὶ αὐτὸν Ἠλίαν προφήτας, δεύτερον δὲ τὸν Ἡσαΐαν, καὶ Ὠσηὲ καὶ Ἀμῶς, τρίτον δὲ τοὺς περὶ τὸν Ἐζεχιὴλ καὶ Δανιήλ· καὶ κατὰ ταύτην γε διαίρεσιν τὸ, “ τὰ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ “ ταύτῃ, καὶ οὐχ εὑρίσκω,” εἰς τοὺς προφήτας ἃν λέγοιτο, ἵνα τέταρτον ἔτος ᾐ τὸ τῆς παρουσίας τοῦ Κυρίου, καὶ μὴ τρίτον. ἐπάγει γοῦν ἡ παραβολὴ τὸ κατὰ τοῦ Κυρίου τόλμημα, ὅτι συνιέντες αὐτὸν ὄντα κληρονόμον, μείζονα τὴν τόλμαν ἐνεδείξαντο, ὡς ἀποκτεῖναι c αὐτὸν, καθέξοντες d τὴν κληρονομίαν. ἐξέβαλον οὖν αὐτὸν, φησὶν ἔξω τοῦ ἀμπελῶνος, τοῦτ’ ἔστιν τῆς πόλεως, καὶ τοῦ ναοῦ, καὶ ἀπέκτειναν. ἐπειδὴ εἶπεν ὅτι ἀπέκτειναν, οὐχ ὡς ἡ ἀκολουθία τῆς παραβολῆς ἔχειν δύναται αὐτὸν εἶναι τὸν παρεσόμενον ἐπὶ τιμωρίᾳ τῶν δούλων· ὅτι δὲ αὐτός ἐστι, δῆλον. ἤδη οὖν κριτικὴ πῶς αὐτοῦ παρουσία τοῦ παραδοθῆναι Ῥωμαίοις τὸν λαόν. καὶ αὐτοῦ τὸ ἔργον καὶ οὐ Ῥωμαίων. καὶ τότε ἡ ἔκδοσις τοῦ ἀμπελῶνος ἡ εἰς ἑτέρους γεωργοὺς, τουτέστιν εἰς τοὺς Ἀποστόλους καὶ τοὺς ἐξ ἐθνῶν διδασκάλους. “ Οὐδὲ ταύτην τὴν γραφὴν “ ἀνέγνωτέ, φησι, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,” καὶ τὰ ἑξῆς. Διὰ πάντων δείκνυσιν ὅτι οἱ μὲν ἐκβάλλεσθαι ἤμελλον, τὰ δὲ ἔθνη εἰσάγεσθαι. καὶ καλῶς εἶπε, “ παρὰ Κυρίου ἐγένετο·” ἵνα μάθωσιν ὅτι οὐδὲν τῷ Θεῷ ἐναντίον τῶν γινομένων ἦν. “ καὶ “ ἔστι θαυμαστόν.” καὶ μάλα εἰκότως. λίθον δὲ ἑαυτὸν καλεῖ e [*](b νομίμου P. c ἀποκτείνειν L. d καθελόντες Poss. e καλεῖ Ρ. λαλεῖ Poss.)
400
καὶ οἰκοδόμους, ὡσπερ καὶ γεωργοὺς πρώην ἐκάλεσε τοὺς διδασκάλους τῶν Ἰουδαίων· ἑαυτὸν δὲ μετὰ τὸ παρ’ ἐκείνοις ἀποδοκιμασθῆναι κεφαλὴν γωνίας καθιστάμενον f, τουτέστιν ἐθνῶν καὶ Ἰουδαίων· παρὰ Κυρίου δὲ τοῦτο εἶναι g θαῦμα ἀνθρώποις τοῖς συνιεῖσιν h, ὅτε δὴ i μετὰ θάνατον ζῶν φαίνεται Χριστὸς βασιλεὺς ὢν J οὐρανίων τε καὶ ἐπιγείων· καὶ τὰ ἔθνη ποιῶν ἅγια καὶ οἰκεῖα Θεῷ. οὐκ ἐξαρκεῖ δὲ αὐτοῖς τὸ μὴ πείθεσθαι αὐτῷ, ἀλλὰ καὶ κατασχεῖν ἐπὶ τιμωρίᾳ τὸν ἐλέγχοντα σπεύδουσι· καίτοι κεκαλυμμένου τοῦ ἐλέγχου καὶ μὴ προφανοῦς γεγονότος. κρείσσους δὲ καὶ οἱ ἀποκεκαλυμμένοι ἔλεγχοι κρυπτομένης φιλίας, τουτέστιν δολερᾶς καὶ κολακευτικῆς, ὡς Σολωμῶντι δοκεῖ. ὡρμηκότες δὲ ἐπὶ φόνον ἐπέχονται φόβῳ ἀνθρώπων, οὐ φόβῳ Θεοῦ. Sch. ad V. έκεφαλαίωσαν]. Κεφαλικὴν ζημίαν ἐπέθεντο ἤτοι θάνατον ἐπράξαντο ἢ ὅτι κατὰ κεφαλῆς θανατηφόρον πληγὴν ἤνεγκαν. ἐκεφαλαίωσαν, ἀντὶ τοῦ πάσαις πρὸς τῶν προλαβόντων ὑπέβαλον ποιναῖς· ἀνακεφαλαιούμενοι ἐν τούτῳ τὰ τῶν προλαβόντων JJ.