Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῶν ἐπερωτησάντων τὸν Κύριον Ἀρχιερέων καὶ Γραμματέων. ἤ Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ λέγουσιν αὐτῷ, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς ; καὶ τίς σοι τὴν ἐξουσίαν ταύτην ἔδωκεν, ἵνα ταῦτα ποιῆς ;
Ἐπειδὴ τοῖς σημείοις ἐπισκῆψαι οὐκ εἶχον, τὴν τῶν καπηλευόντων ἐν τῷ ἱερῷ προφέρουσι διόρθωσιν. ὃ δὲ λέγουσι τοιοῦτον ἐστι. τὸν διδασκαλικὸν ἐδέξω θρόνον ; ἱερεὺς ἐχειροτονήθη,, ὅτι τοσαύτην ἐξουσίαν ἐπεδείξω ; καὶ μὴν οὐδὲν ἐποίησεν αὐθαδείας ἐχόμενον, ἢ τῆς εὐταξίας προενόησε τοῦ ἱεροῦ. ἀλλ’ ὅμως οὐδὲν ἔχοντες εἰπεῖν, τοῦτο ἐπισκήπτουσι. καὶ ὅτε μὲν ἐξέβαλεν οὐκ ἐτόλμησαν εἰπεῖν οὐδὲν, διὰ τὰ θαύματα ἃ ἔφη ὁ Ματθαῖος αὐτὸν πεποιηκέναι ἐν τῷ ἱερῷ. ἐπειδὴ δὲ ὤφθη, τότε ἐπιτιμῶσι. μονονουχὶ λέγοντες, τί δήποτε κωλύεις ἅπερ ἡμεῖς οὐκ ἀπεκωλύσαμεν [*](q Sic P.L. καιρὸν Poss. r αὐτοὺς L.)
Ἐρωτᾷ διὰ ταῦτα λέγων, ὅτι κἀγὼ ἕνα λόγον ἐρωτῆσαι βούλομαι, ὃν ἐὰν εἴπητέ μοι, μαθήσεσθε ἐν ποίᾳ δυνάμει ταῦτα ποιῶ, ἐὰν τοῦτον αὐτὸν περὶ ἐμοῦ μαρτυροῦντα δέχεσθε, καὶ τίς εἰμι γνώσεσθε. ἐρωτᾷ τὲ περὶ τῆς χάριτος τῆς ἐν Ἰωάννῃ. αὕτη γὰρ αὐτὸν ἔντιμόν τε καὶ ἀξιόπιστον καθίστη s μάρτυρα. καὶ εἴπατέ μοί, φησι, πότερον ἐκ Θεοῦ ἦν τὸ βάπτισμα Ἰωάννου ἣ ἐξ ἀνθρώπων t; τὸ γὰρ ἐξ οὐρανοῦ λέγων, τὸ ἐκ Θεοῦ δεδήλωκεν u. στενοχωροῦνται δὲ περὶ τὴν ἀπόκρισιν ἐκεῖνοι. εἰ μὲν ὁμολογοῖεν v τὴν ἀλήθειαν περὶ Ἰωάννου, τὴν ἀπιστίαν αἰδούμενοι τὴν πρὸς αὐτὸν ἣν ἠπίστησαν, ἀκόλουθον φανησομένην τῇ ἀληθεῖ περὶ αὐτοῦ μαρτυρίᾳ· εἰ δὲ ἀρνοῖντο ὅτι παρὰ Θεοῦ ὁ βαπτιστὴς, φοβούμενοι τὸν ὄχλον. διὸ ἐκκλεισθέντες ἀποκρίσεως, λέγουσιν, “ οὐκ οἴδαμεν.” καὶ πρὸς τοῦτο ὁ Σωτῆρ’ ἀκολούθως, “ οὐδὲ ἐγὼ λέγω ὑμῖν,” φησιν, “ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.” ὡς γὰρ δήλου x τούτου τυγχάνοντος [*](s καθίστησι Ρ. t ἀνθρώπινον L. u δεδήλωκεν αὐτὸς ὁ Ἰωάννης Poss. v ὁμολογεῖεν Ρ. ὁμολόγειαν Poss. x δήλον Poss.)