Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τοῦ ἐπερωτήσαντος πλουσίου τὸν Ἰησοῦν. Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν, προσδραμών τις καὶ γονυπετήσας αὐτὸν, ἐπηρώτα αὐτὸν, διδάσκαλε ἀγαθὲ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; τινὲς διαβάλλουσι τὸν νεανίσκον τοῦτον ὡς ὕπουλόν τινα καὶ πονηρὸν, καὶ μετὰ πείρας τῷ Ἰησοῦ προσελθόντα. ἐγὼ δὲ φιλάργυρον αὐτὸν οὐκ ἃν παραιτησαίμην εἰπεῖν, ἐπειδὴ καὶ ὁ Χριστὸς τοιοῦτον αὐτὸν ὄντα ἤλεγξεν, ὕπουλον δὲ οὐδαμῶς, διὰ τὸ καὶ τὸν Μάρκον ταύτην ἀνῃρηκέναι τὴν ὑποψίαν. καὶ δραμὼν γάρ, φησι, καὶ γονυπετήσας παρεκάλει· καὶ ὅτι ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς ἠγάπησεν αὐτόν. διατὶ οὖν οὕτω πρὸς αὐτὸν ἀπεκρίνατο ὁ Χριστὸς, λέγων, “οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός;” ἐπειδὴ ὡς ἀνθρώπῳ προσῆλθε, καὶ ἑνὶ τῶν πολλῶν διδασκάλων Ἰουδαϊκῶν m. διὰ τοῦτο γὰρ ὡς ἄνθρωπος αὐτῷ διαλέγεται. καὶ γὰρ πολλαχοῦ πρὸς τὰς ὑπονοίας τῶν προσιόντων ἀποκρίνεται· ὡς ὅταν λέγῃ, “ ἡμεῖς προσ- “ κυνοῦμεν ὃ οἴδαμεν, καὶ, “ ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρ- “ τυρία μου οὐκ ἐστὶν ἀληθής. ὅταν ὅταν εἴπῃ, οὐδεὶς ἀγαθὸς, τοῦτ’ ἔστιν, οὐδεὶς ἀνθρώπων. ἀλλ’ οὐδὲ τοὺς ἀνθρώπους ἀποστερῶν ἀγαθότητος τοῦτο λέγει, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς τοῦ Θεοῦ ἀγαθότητος. διὸ καὶ ἐπήγαγεν, “εἰ μὴ εἷς ὁ Θεός.” καὶ οὐκ εἶπεν, εἰ μὴ ὁ πατήρ μου, ἵνα μάθῃς ὅτι οὐκ ἐξεκάλυψεν ἑαυτὸν τῷ νεανίσκῳ. τι δήποτε δὲ οὕτως αὐτῷ ἀπεκρίνατο; ἀνάγειν αὐτὸν κατὰ μικρὸν καὶ παιδεύειν κολακείας ἀπηλλάχθαι πάσης βουλόμενος, καὶ Θεῷ προσηλῶσαι, καὶ εἰδέναι τὸν ὄντως ἀγαθὸν, καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν ἁπάντων, καὶ αὐτῷ τὰς τιμὰς ἀναφέρειν· ἐπεὶ καὶ ὅταν λέγῃ, “ μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς πρὸς ἀντιδιαστολὴν αὐτοῦ τοῦτό φησι, καὶ ἵνα μάθωσι τίς ἡ πρώτη τῶν ὄντων ἁπάντων ἀρχή.

[*](i μὴν L. μὲν Ρ. et Poss. ν ἐνήργει L. m διδασκάλῳ Ἰουδαϊκῷ L.)
377

Οὐ δὲ μικρὰν ὁ νεανίσκος ἐπεδείξατο προθυμίαν τέως εἰς ἔρωτα τοιοῦτον ἐμπεσών· καὶ τῶν ἄλλων τῶν μὲν πειραζόντων, τῶν δὲ ὑπὲρ νοσημάτων προσιόντων, ἣ τῶν οἰκείων ἣ τῶν ἀλλοτρίων, αὐτὸς ὑπὲρ ζωῆς αἰωνίου καὶ προσιὼν καὶ διαλεγόμενος. καὶ γὰρ καὶ λιπαρὰ ἦν ἡ γῆ καὶ πίων, ἀλλὰ τῶν ἀκανθῶν τὸ πλῆθος τὸν σπόρον συνέπνιγεν n. σκόπει γοῦν πῶς ἢν παρεσκευασμένος μένος τέως πρὸς τὴν τῶν ἐπιταγμάτων ὑπακοήν. οὐδὲ γὰρ εἶπε, πῶς εἰσέλθω εἰς τὴν ζωήν; ἀλλὰ, τι ποιήσας; οὕτως ἕτοιμος ἦν πρὸς ἐργασίαν τῶν λεχθησομένων. εἰ δὲ πειράσων προσῆλθεν, ἐδήλωσεν ἃν ἡμῖν καὶ τοῦτο ὁ Εὐαγγελιστὴς, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ποιεῖ. εἰ δὲ καὶ αὐτὸς ἐσίγησεν ὁ Χριστὸς, αὐτὸν οὐκ εἴασε λαθεῖν, ἀλλ’ ἤλεγξεν ἃν σαφῶς, ἣ καὶ ἠνίξατο. εἰ πειράσων προσῆλθεν, οὐκ ἃν ἀπῆλθεν λυπούμενος ἐφ’ οἷς ἤκουσεν. ἐπιθυμεῖ οὖν τῆς ζωῆς, κατέχεται δὲ πάθει χαλεπωτάτῳ.

Εἰπόντος τοίνυν τοῦ Χριστοῦ τὰς ἀπὸ τοῦ νόμου ἐντολὰς φησὶν, “ ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. ὁ δὲ Ἰη- “σοῦς ἐμβλέψας αὐτὸν ἠγάπησεν αὐτὸν,” καὶ τὰ ἑξῆς. Εἶτα ἐπειδὴ ἔμελλεν μέγα τι ἐπιτάττειν, προστίθησι τὰ ἔπαθλα λέγων, “ἕν σοι ὑστερεῖ, ὑπάγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ “ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο ἀκολούθει μοι.” εἶδες o δὲ πόσα βραβεῖα, ἰδὲ πόσους στεφάνους τίθησι τῷ σταδίῳ τούτῳ. εἰ δὲ ἐπείραζεν ἐκεῖνος, οὐκ ἃν αὐτῷ ταῦτα εἶπεν ὁ Σωτῆρ’. νυνὶ δὲ καὶ λέγει, ὥστε αὐτὸν ἐφελκύσασθαι, καὶ τὸν μισθὸν αὐτῷ δείκνυσι πολὺν ὄντα· καὶ γὰρ τῷ ἀκολουθεῖν αὐτῷ μεγάλη ἀντίδοσις. καλῶς δὲ οὐχὶ ζωῆς ἐμνημόνευσεν, ἀλλὰ θησαυροῦ. ἐπειδὴ γὰρ περὶ χρημάτων ἦν ὁ λόγος, καὶ πάντων αὐτὸν γυμνὸν θεῖναι παρήνει, δείκνυσιν ὅτι οὐκ ἀφαιρεῖται τὰ ὄντα, ἀλλὰ προστίθησι τοῖς οὖσι πλείονα ὣν ἐκέλευσε παρασχεῖν, καὶ τοσοῦτον p μείζον’, ὅσον q γῆς ὁ οὐρανός. ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ, “ ἀπῆλθεν “ λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.” οὐχ r ὁμοίως κατέχονται οἱ τὰ ὀλίγα ἔχοντες, καὶ οἱ πολλῇ s βαπτισθέντες μέθῃ. ἡ γὰρ προσθήκη τῶν ἐπεισιόντων, μείζονα ἀνάπτει [*](n συνέπνηγεν Cod. L. qui haec solus habet. ο Poss. ἰδὲ et mox ἰδὲ πόσ’. στεφ. P τοσούτῳ Ρ. q ὅσον P. ὅσου L. et Poss. r οὐ γὰρ Ρ. s καὶ οἱ πολλὰ Poss.)

378
τὴν φλόγα, καὶ πενεστέρους ἐργάζεται τοὺς κτωμένους. σκόπει οὖν καὶ ἐνταῦθα ποῖα, ἐνεδείξατο t τὴν ἰσχὺν τὸ πάθος. τὸν γὰρ μετὰ χαρᾶς προσελθόντα u καὶ προθυμίας, ἐπειδὴ ἐκέλευσε ῥίψαι τὰ χρήματα, οὐδὲ ἐννοῆσαι τὴν ζωὴν εἴασεν, ἀλλὰ στυγνὸν ἐποίησε.

Ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς, λέγει αὐτοῖς, τέκνα, πῶς δύσκολόν ἐστι τοὺς πεποιθότας ἐπὶ τοῖς χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.

Τὸ, πῶς δυσκόλως λέγων, οὐ τὰ χρήματα διαβάλλει, ἀλλὰ τοὺς πέρα x τοῦ μέτρου κατεχομένους ὑπ’ αὐτῶν. τί δήποτε δὲ τοῖς μαθηταῖς; τι οὖν ὁ Χριστός; “ πῶς δυσκόλως οἱ τὰ χρήματα “ ἔχοντες,” καὶ τὰ ἑξῆς. πένησιν οὖσιν καὶ οὐδὲν κεκτημένοις ἔλεγεν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. παιδεύων αὐτοὺς μὴ αἰσχύνεσθαι τῇ πενίᾳ, καὶ ὡσανεὶ ἀπολογούμενος αὐτοῖς ὑπὲρ τοῦ μηδὲν ἐπιτρέψαι ἔχειν. εἰπὼν δὲ δύσκολον, οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ μετ’ ἐπιτάσεως ἀδύνατον· καὶ τοῦτο ἐκ τοῦ παραδείγματος ἐδήλωσεν ἐκ τοῦ κατὰ τὴν κάμηλον καὶ τὴν βελόνην· ὅθεν δείκνυται ὅτι οὐχ ὁ τυχὼν μισθὸς τοῖς πλουτοῦσι καὶ δυναμένοις φιλοσοφεῖν. διὸ καὶ Θεοῦ ἔργον ἔφησεν y αὐτὸ εἶναι, ἵνα δείξῃ ὅτι πολλῆς δεῖ τῆς χάριτος τῷ μέλλοντι τοῦτο κατορθοῦν. τῶν γοῦν μαθητῶν ἐκπλαγέντων καὶ λεγόντων, τίς δύναται σωθῆναι; ἐμβλέψας ὁ Ἰησοῦς λέγει, καὶ τὰ ἑξῆς.

Καὶ τίνος ἕνεκεν οἱ μαθηταὶ ταράττονται πένητες ὄντες; ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας ἀλγοῦντες· διὰ τοῦτο πρότερον ἐμβλέψας ταῦτά φησι· ἡμέρῳ γὰρ ὄμματι καὶ πράῳ φρίττουσαν αὐτῶν τὴν διάνοιαν παραμυθησάμενος, τότε καὶ διὰ τῶν ῥημάτων αὐτοὺς ἐνίησι, τὴν τοῦ Θεοῦ δύναμιν εἰς μέσον ἀγαγὼν, καὶ οὕτω ποιήσας θαρρεῖν· καὶ πῶς ἃν γένοιτο τοῦτο δυνατόν; ἵνα τὸ μέγεθος τοῦ κατορθώματος ἐννοήσας, ἐπιπηδήσας ῥαδίως, καὶ τὸν Θεὸν παρακαλέσας συνεφάψασθαί σοι τῶν καλῶν τούτων ἄθλων, τῆς ζωῆς ἐπιτύχῃς, καὶ ἀποστὰς τῆς πονηρᾶς ἐπιθυμίας ῥ...της καὶ τὰ ὄντα· καὶ ᾗ φησιν ὁ Ἀπόστολος, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν z.

[*](ἐπεδείξατο P.L. u προσελθεῖν L. x Sic P.L. παρὰ Poss. y ἔδειξεν L. z Hoc Sch. ded. e Cod. L.)
379

Στενὴ γὰρ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπαγοῦσα εἰς τὴν ζωὴν, δι’ ἧς κάμηλος, παχύτατον τοῦτο καὶ ὀγκῶδες, οὐ δυνήσεται εἰσελθεῖν. καλὴ οὖν καὶ ἡ τοῦ νόμου προπαιδεία, καὶ οὐκ ἀναιρεῖ αὐτὴν ὁ Χριστὸς, ἀρχὴν τῆς ὁδοῦ ταύτην ἐπιδεικνύων, οὐ συμπλήρωσιν· καὶ τὸ μὴ ἀλλότριον ἑαυτοῦ εἶναι τὸν νόμον διὰ τούτου μαρτυρῶν. τελειότης γὰρ παρ’ αὐτοῦ· ἀφελὼν γάρ, φησιν, τὰ περιττῶς προσκείμενα, κείμενα, “ δεῦρο ἀκολούθει μοι.” μηκέτι γὰρ τῶν ἐμποδιζόντων ὄντων ἀκώλυτον ἔστω σοι τὸ ἀκολουθεῖν τῷ πρὸς τὴν ζωὴν τὴν ἀληθῆ ὁδηγοῦντι· πῶς δὲ δυνατὸν γίνεται, καὶ πῶς τὸ ἐκ παραδείγματος ἀδύνατον λύεται, παρ’ αὐτοῦ τοῦ Σωτῆρος ἐστὶ μαθεῖν, λέγοντος τοῖς πλουσίοις, “ ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ “ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους “ αὐτῶν σκηνάς.”

Πάντα δὲ δυνατὰ λέγων εἶναι ὁ λόγος παρὰ Θεῷ, μὴ συκοφαντῆσαιπαρὰ τοῖς λέγουσιν, ἀρ᾿ οὑν καὶ τὰ κακά; οὐ γὰρ ἐν πᾶσι τοῖς Θεῷ δυνατοῖς ἀριθμεῖται τὰ κακά. ὅπου γὰρ ὁ Θεὸς εἴρηται, τὸ καλὸν ἕπεται, καὶ οὐδ’ ἃν ἐννοῆσαι τις ὑγιαίνων, ὅτι τὰ κακὰ Θεῶ δυνατά· οὐδὲ ἀδυναμίαν εἴποι ἃν τὸ κακὰ μὴ ποιεῖν. ἀσθένεια γὰρ τοὐναντίον, ἡ τῶν κακῶν ποίησις· καὶ ἀσθενείας τὰς ἁμαρτίας ὁ Παῦλος καλεῖ λέγων, “ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν “ ἀσθενῶν, κατὰ καιροῦ ὑπὲρ ἀσεβῶν ἀπέθανεν,” καὶ ὁ τοῦ ψαλμῳδοῦ μῳδοῦ λόγος, “ ἐπλύνθησάν,” φησιν, “ αἱ ἀσθένειαι αὐτῶν, τὰς ἀσθενείας ἁμαρτίας καλῶν. ἀλλ’ οὐδὲ ἐκεῖνο ἐγκαλέσειέ τις τῷ λόγῳ τῷ λέγοντι πάντα Θεῷ δυνατά· ἆρα οὖν καὶ τὸ γεγονὸς ποιῆσαι μὴ γεγονέναι Θεῷ δυνατόν ἐστι; ἀχρεῖον γὰρ αὖ πάλιν τὸ τοιοῦτον· οὐδὲν δὲ ἀχρεῖον ἐπὶ Θεοῦ δυνάμεως παραλαμβάνεται. ζητήσειε δ᾿ ἄν τις, πῶς ἠγάπησεν αὐτὸν μὴ μέλλοντα ἐπὶ ζωὴν ἀκολουθεῖν· ἔστι δὲ ἐπὶ μὲν τοῖς προτέροις ἀγάπης ἄξιος ὁ τὰ τοῦ νόμου φυλάξας, καὶ ταῦτα ἐκ τῆς νεότητος· τῇ δὲ περὶ τὸ τέλειον ὀλιγωρίᾳ τὴν ἐπὶ τοῖς πρόσθεν ἀγάπην τελείαν οὐκ εἴασεν γενέσθαι· ὥσπερ οὐδὲ τὴν τελειότητα ἐδέξατο. διόπερ ὁ Παῦλος ἀτελὲς ἅπαν τὸ ἐν τῷ νόμῳ καταλαβὼν, ἐπὶ τὴν τελειότητα ἔσπευσεν· “ ἅτινα γὰρ ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τῶν “ χρηστῶν ζημίαν.” οὐκ οὖν εἰ κέρδος καὶ ἡ τοῦ νόμου πλήρωσις ἐν

380
καιρῷ, δικαίως καὶ ἡ ἐπὶ ταύτην ἀγάπη· τὸ δὲ μὴ ἀκολουθῆσαι πρὸς τὸ τέλειον τῆς τελείας ἀγάπης ἀφείλετο τὸν μὴ ἀκολουθήσαντα. ἐξελέγχεται δὲ ἐν τῷ λόγῳ Μαρκιανιστῶν τε παράνοια καὶ Μανιχαίων, οἱ τὸν νόμον ἀλλότριον εἶναι φασιν τοῦ Χριστοῦ. οὐ γὰρ ἐπὶ τοῦ ἀλλοτρίου πληρώσει ἠγάπησεν ἂν ὁ Χριστὸς τὸν περὶ ταύτης παρρησιασαμένον· οὐ μὴν οὐδὲ τὸ ἄπταιστον μεμαρτύρηκε τῷ λέγοντι, “ ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.” ἢ γὰρ ἂν ὑπερβεβηκὼς ἦν τὰ ἀνθρώπινα μέτρου, οὐδὲ μιᾷ ἔνοχος ὢν ἁμαρτίᾳ· ἀλλὰ τῷ δυνατὸν ἀνθρώπῳ περιφυλάξασθαι τὸν νόμον, ἐκεῖνόν τε ἐμαρτύρησεν ἐν ἑαυτῷ· καὶ Χριστὸς ἐπὶ τῇ δυνατὴ τῶν νόμων τηρήσει ἠγάπησεν.

Ἤρξατο δὲ ὁ Πέτρος λέγειν αὐτῷ, Ἰδοὺ, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπεν, Ἀμὴν λέγω ὑμῖν, Οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου, ἐὰν μὴ λάβη ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ, οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς, μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.

Ποῖα πάντα ὦ μακάριε Πέτρε; τὸν κάλαμον, τὸ δίκτυον, τὸ πλοῖον, τὴν τέχνην, ταῦτά μοι πάντα λέγεις; ’ναι φησιν. ἀλλ’ οὐ διὰ φιλοτιμίαν, ἀλλ’ ἵνα διὰ τῆς ἐρωτήσεως ταύτης τὸν τῶν πενήτων εἰσαγάγω δῆμον. ἐπειδὴ y γὰρ τοῦ Χριστοῦ ἤκουσας λέγοντος “ εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτω- “χοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς.” ἵνα μὴ λέγῃς, τί οὖν ἐὰν μὴ ἔχω ὑπάρχον, οὐ δύναμαι τέλειος εἶναι; ἐρωτᾷ Πέτρος· ἵνα σὺ μάθῃς, καὶ δεξάμενος παρὰ τοῦ Χριστοῦ τὴν ἀπόφασιν θαρρῇς· ὑπὲρ γὰρ τῆς οἰκουμένης αὐτὸς τὴν πεῦσιν ταύτην προσήγαγεν.

Ἵνα δὲ μὴ ἀκούσαντες τὸ ὑμεῖς οἱ λοιποὶ, ἐξαίρετον τῶν μαθητῶν τοῦτο εἶναι μὴ νομίσωσιν, ἐξέτεινε τὸν νόμον καὶ ἥπλωσε τὴν [*](γ Post δῆμον æc add. Poss. ὅτι κἀν ὀλίγα τις ἀφῇ, κἂν πολλὰ, ἕνεκεν αὐτοῦ αἰώνιον θησαυρὸν λήψεται. nos e Cod. L. amplrora dedimus.)

381
ὑπόσχεσιν ἐπὶ τὴν γῆν ἅπασαν, καὶ ἀπὸ τῶν παρόντων καὶ τὰ μέλλοντα πιστοῦται. ὅτι κἂν ὀλίγα τις ἀφῇ, κἂν πολλὰ, ἕνεκεν αὐτοῦ, αἰώνιον θησαυρὸν λήψεται. ὅταν δὲ λέγει, “ ὃς z ἀφῆκε· “ γυναῖκα,” οὐ τοῦτό φησιν, ὥστε διασπᾶσθαι τοὺς γάμους, ἀλλ’ ὃ περὶ τῆς ψυχῆς ἔλεγεν, ὅτι ὁ ἀπολέσας τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν· οὐχ ἵνα ἑαυτοὺς ἀναιρῶμεν, οὐχ ἵνα ἐντεῦθεν ἤδη χωρίζωμεν αὐτοὺς a ἀπὸ τοῦ σώματος, ἀλλ’ ἵνα πάντων προτιμῶμεν τὴν εὐσέβειαν· τοῦτο καὶ ἐπὶ γυναικὸς καὶ ἀδελφῶν καὶ τῶν ἄλλων φησί. δοκεῖ δέ μοι καὶ τοὺς διωγμοὺς ἐνταῦθα αἰνίττεσθαι· ἐπειδὴ γὰρ πολλοὶ ἦσαν, καὶ πατέρες εἰς ἀσέβειαν ἕλκοντες παῖδας, καὶ γυναῖκες ἄνδρας, ὅταν ταῦτα κελεύσωσι, φησὶ, μήτε γυναῖκες ἔστωσαν, μήτε πατέρες· ὅπερ οὖν καὶ ὁ Παῦλος b ἔλεγεν, “ εἰ δὲ καὶ ὁ ἄπιστος χωρίζεται, χωρίζεσθω.” ἀναστήσας οὖν τὰ πάντα c φρονήματα, καὶ ποιήσας καὶ ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ τῆς οἰκουμένης θαρρεῖν d, ἐπιφέρει e,

Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι.

Δεικνὺς ὅτι τῶν πρώτων εἶναι δοκούντων ἔσονται πρῶτοι οὗτοι οἱ εἰς αὐτὸν πιστεύοντες καὶ τὰ ἑαυτῶν ἀφέντες. ἐνταῦθα δέ μοι δοκεῖ τοὺς Φαρισαίους αἰνίττεσθαι· ὅπερ καὶ ἔμπροσθεν εἶπεν, ὅτι υἱοὶ τῆς βασιλείας ἔξω βληθήσονται· ἄλλοι f δέ φησιν ἐρωτῶσιν, εἰ τοῖς ἀντεχομένοις χρημάτων δύσκολος ἡ σωτηρία, τοῖς ἀπολιποῦσι πάντα τίς ἡ ἐλπίς; δῆλον δὲ ἀπὸ τοῦ ὅτι τὸ, “ τίς ἆρα “ δύναται σωθῆναι;” περὶ πλουσίων ἐλέγετο. περὶ δὲ ἑαυτῶν βούλονται τὴν ἀποκειμένην ἐλπίδα, οὐχ ὡς μεγάλα τινὰ καταλελοιπότες, ἀλλ’ ὡς αὐτῶν ὧν εἶχον ἐκστάντες. καὶ ὁ τὴν ἀνταπόδοσιν, ἀποδεχόμενος τὴν ἐπιθυμίαν, καὶ τὴν ἀγάπην ἐπιρρωννύων. τοῦτο γὰρ καὶ ὁ Παῦλος εὔχεται ὑπὲρ τῶν ἐκκλησίων, “ τὸ εἰδέναι τίς ἡ ἐλπὶς τῆς κλήσεως, καὶ τὶς ὁ πλοῦ- “ τος τῆς χάριτος τοῦ Θεοῦ εἰς τοὺς πιστεύοντας.”

Οὐδεὶς ἐστὶν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς κ. τ. ἑ.

Ιστησι δὲ τὴν ἐπαγγελίαν οὐκ ἐν μόνοις τοῖς Ἀποστόλοις ἀλλὰ [*](z λέγῃ ὅτι Ρ. a Sic L. αὐτὸν Poss. b Sic L, ἀπόστολος Ρ. et Poss. c πάντων Ρ. d Sic PL. τῷ Θεῷ ὑπὲρ ἁπάντων θαρρεῖν Poss. e ἐπιφ. add. L, f ἄλλως L.)

382
καὶ πάντα τὸν ἀπολείποντα τὰ ἑαυτοῦ φίλα καὶ οἰκίαν, φησι πολαπλασίονα λήψεσθαι, καὶ ζωὴν αἰώνιον κληρονομῆσαι· ὅπερ διαιροῦσιν ὁ τε Μάρκος καὶ ὁ Λουκᾶς, τὸ μὲν πολλαπλάσιον ἴον ἐν καιρῷ τούτῳ λέγοντες· τὴν δὲ αἰώνιον ζωὴν ἐν τῷ ἐρχομένῳ· ἔστι δὲ νῦν ἡ τῶν πολλαπλασίων ἴων ἀπόλαυσις κατὰ τὴν κοινωνίαν, οὐ κατὰ τὴν κτῆσιν· ὅτι δὲ προτέθεικεν ὁ Σωτῆρ’ τὰ τῶν ἀδελφῶν ἅπαντα τοῖς ὑπὲρ τοῦ Εὐαγγελίου στρατευομένοις· οὕτως καὶ οἰκίας πολλὰς καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς ὑπάρχειν ἔλεγεν τοῖς τὰ ἴδια καταλείπουσιν, ὅτι ἡ ἀγάπη πᾶσαν ἐπλήρωσεν οἰκειότητα τοῖς Ἰουδαίοις, καὶ πᾶσαν χρείαν ὅσην ἂν οἰκίαι καὶ ἀγροὶ παρέχουσιν. προστέθεικε δὲ ὁ Λουκᾶς καὶ περὶ γυναικός· τοῦτο δὲ κατὰ τὸν Παῦλον κελεύοντα τιμᾷν πρεσβυτέρας μὲν ὡς μητέρας, νεωτέρας δὲ ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ. ὥσπερ γὰρ ἀδελφοὺς δίδωσι τοὺς οὐκ ἀδελφοὺς, καὶ γονεῖς τοὺς οὐ γονεῖς, καὶ τέκνα τὰ οὐ τέκνα, οὕτω καὶ γυναικα τὴν οὐ γυναῖκα· καὶ ἑτέρῳ τρόπῳ δηλαδὴ πνευματικῷ ἀπολιπεῖν δὲ τὸ κατὰ σάρκα γένος ἀγαθόν ἐστι διὰ τὴν πνευματικὴν ζωὴν, καθὰ καὶ πάλαι περὶ τῆς φυλῆς τοῦ Λευῒ ἔλεγεν ὁ “ ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρὶ οὐχ ἑώρακα σε, καὶ τοὺς ἀδελ- “ φοὺς αὐτοῦ οὐκ ἐπέγνω, καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω. ἐφύλαξε “ τὰ λόγιά σου, καὶ τὴν διαθήκην σου διετήρησεν. δηλώσουσι τὰ δι- “ καιώματά σου τῷ Ἰακὼβ, καὶ τὸν νόμον σου τῷ Ἰσραήλ. ἐπιθή- “ σουσι θυμίαμα διαπαντὸς ἐπὶ τοῦ θυσιαστηρίου σου.” ἐκεῖ τε γὰρ διὰ τὴν θείαν σπουδὴν ἡ τοῦ γένους ἀπόστασις· καὶ ἐνταῦθα τὸ ἴσον· οὐχ ὡς ἑτέρως ἀπαλλοτριοῦσθαι δέον τοῦ γένους πλὴν ὅσον ἐν προτιμήσει του καλλίονος καὶ πρὸς τὸ ἀνεμπόδιστον τῆς εὐαγγελικῆς διακονίας. ἐτίμα γοῦν καὶ αὐτὸς ὁ Κύριος τὴν κατὰ σάρκα προσήκουσαν αὐτῷ μητέρα, καὶ τῷ ἀγαπῶντι μαθητῇ ταύτην ἐνεχείριζεν· ὥστε ὁ Μανιχαίου λόγος ἀλλότριος τῆς Χριστοῦ βουλήσεως, καὶ πάντες οἱ τὴν φυσικὴν ἀνατρέποντες οἰκείοτητα διὰ τὴν πνευματικὴν, ἀλλότρια τοῦ Σωτῆρος διανοοῦνται.

Ἀδιάφορον δὲ τὸ λέγειν ἕνεκα τοῦ ἐμοῦ ὀνόματος, ἢ ἕνεκα τοῦ “ Εὐαγγελίου,” ὡς ὁ Μάρκος, “ ἢ ἕνεκα τῆς βασιλείας τοῦ Θεοῦ,” ὡς ὁ Λουκᾶς· τό τε γὰρ ὄνομα τοῦ Χριστοῦ δύναμίς ἐστι τοῦ Εὐαγγελίου καὶ τῆς βασιλείας· τό τε Εὐαγγέλιον εἰς ὄνομα ἀνήρτηται

383
τοῦ Χριστοῦ· καὶ ἡ βασιλεία τοῦ Θεοῦ διὰ τοῦ ὀνόματος αὐτοῦ γνωρίζεται, καὶ παραγίνεται· προσέθηκε δὲ ὁ Μάρκος καὶ τὸ μετὰ διωγμῶν ἔχειν πολλαπλασίονα νῦν, καθὸ διὰ τὴν εὐσέβειαν πολλοὺς εὑρήσει γνησιωτέραν αὐτῷ πολλάκις τὴν διάθεσιν ἀπονέμοντας· ταύτα γὰρ καὶ ἐγίνετο πάντα πάρα τῶν πίστων, καὶ ἔπι τοσοῦτον ἐκράτει, ἐφ’ ὅσον καὶ τοῦ Χριστιανισμοῦ τὴν τελειότητα προκόπτειν συνέβαινεν.

Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτῶν ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα, ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν.

Προλέγει τοῖς μαθηταῖς ἀναγκαίως ταῦτα, ἵνα γινώσκοιεν ὅτι προειδὼς καὶ οὐκ ἀγνοῶν πέπονθε, καὶ οὐκ ἄκων ἀλλ’ ἑκὼν ἐπὶ τοῦτο βαδίσας. διὸ καὶ πολλάκις τὸ τοιοῦτον προσηγόρευσεν f, ὡς ὁ Μάρκος ἐπισημαίνεται λέγων, καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν. καὶ κατ’ ἰδίαν τοῖς μαθηταῖς τὰ τοιαῦτα προαποκαλύπτειν g οἰκείως ἐγίνετο. οὗτοι γὰρ καὶ τῆς προγνώσεως ἄξιοι, καὶ τοῦ μὴ θορυβηθῆναι τοῖς πάθεσιν. ὅθεν χωρὶς αὐτοῖς διαλέγεται, πολλῶν καὶ ἄλλων συνοδοιπορούντων. λέγει δὲ καὶ σαφῶς τὰ ἐσόμενα, καὶ τὸ ἐμπτυσθῆναι h δὲ ἀπεμνημόνευσεν, ἵνα μηδὲν ᾖ παρασεσιωπημένον ὃ i διὰ τὸ μὴ προεγνῶσθαι ταράξει k τοὺς ἐξαίφνης ὁρῶντας. ἴασις δὲ τούτων ἁπάντων τὸ, “τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται·” δὲ προσαπεμνημόνευσεν 1 ὁ Λουκᾶς, καὶ τὸ ἐκ προφητῶν τὸ “ τελεσθήσεται m πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῶν υἱῷ “ τοῦ ἀνθρώπου.” μέγιστον γὰρ εἰς παραμυθίαν τὸ καὶ διὰ τῶν προφητῶν προειρῆσθαι τὸν Σωτῆρα τοιαῦτα μέλλοντα πάσχειν, ἵνα ὅταν τὰ σκυθρωπὰ ταῦτα ἐξέλθῃ, καὶ τὴν ἀνάστασιν ἐντεῦθεν προσδοκήσωσι. ὁ γὰρ τὰ λυποῦντα οὐκ ἀποκρυψάμενος, καὶ τὰ [*](f τῷ τοιούτῳ προηγόρευσεν Ρ. g προσαποκαλύπτων Poss. προαπκαλύπταν Ρ. προαποκαλύπτειν L. h Sic P.L. ἐμβαπτισθῆναι Poss. i ὃ P. οἱ Poss. k Sic P.L. παράζει Poss. 1 προαπεμν. Ρ. m τελεσθήσεται P.L. τελεθήσ. PoSS.)

384
δοκοῦντα εἶναι ἐπονείδιστα, εἰκότως ἔμελλε καὶ περὶ τῶν πιστεύεσθαι.

Περὶ τῶν υἱῶν Ζεβεδαίου.

Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου λέγοντες, Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν, ποιήσῃς ἥμιν.

Πῶς ὁ Ματθαῖός φησιν, ὅτι μητὴρ προσῆλθεν; ἀμφότερα γενέσθαι εἰκός. τὴν γὰρ μητέρα παρέλαβον ὡς μείζονα τὴν ἱκετηρίαν ἐργασόμενοι, καὶ ταύτῃ τὸν Χριστὸν δυσωπήσοντες n. ὅτι γὰρ τοῦτο ἢν, καὶ αὐτῶν μᾶλλον ἡ αἴτησις ἢν, καὶ αἰσχυνόμενοι προβάλλονται τὴν τεκοῦσαν, σκόπει ᾗ o πρὸς αὐτοὺς ἀποτείνει τὸν λόγον. μάθωμεν δὲ τι πρότερον αἰτοῦσι, καὶ ἀπὸ ποίας γνώμης, εἴτε αὐτοὶ εἴτε καὶ μητὴρ, καὶ πόθεν ἐπὶ τοῦτο ἦλθον. ἑώρων αὐτοὺς τιμωμένους παρὰ τοὺς ἄλλους, καὶ προσεδόκησαν ἐντεῦθεν ἐπιτεύξεσθαι. ἁλλὰ τι ποτέ ἐστιν ὃ αἰτοῦσιν; ἄκουσον ἑτέρου Εὐαγγελιστοῦ σαφῶς ἐκκαλύπτοντος p. διὰ γὰρ τὸ ἐγγὺς εἶναι τὴν Ἱερουσαλὴμ, καὶ δοκεῖν ὅτι ἡ βασιλεία αὐτοῦ ἤδη φαίνεται, ταῦτα ᾔτουν. ἐνόμιζον γὰρ ὅτι μετὰ τὴν βασιλείαν οὐ τεύξονται. διὰ τοῦτο γοῦν καὶ νῦν προσῆλθον ἀξιοῦντες· ὅθεν δῆλον ὅτι περὶ αἰσθητῆς ὑπόπτευον βασιλείας. ἀλλὰ μηδεὶς καταγινωσκέτω τῶν Ἀποστόλων, εἰ οὕτως ἀτελέστερον διέκειντο. οὔπω σταυρὸς q ἦν, οὔπω πνεύματος χάρις. διὰ τοῦτο γὰρ ἐκκαλύπτει αὐτῶν τὰ ἐλαττωματα, ἴνα μέτα ταύτα γνῶσι τινες ἄπο τῆς χάριτος ἐγένοντο. οὐκ ἀγνοῶν δὲ ὁ Σωτῆρ’ τι αἰτῆσαι βούλονταί, φησι, “ τί θέλετε ” ἀλλ’ ἵνα ἀναγκάσῃ αὐτοὺς ἀποκρίνεσθαι, καὶ οὕτως διδάξῃ r. τὸ δὲ αἰσχυνόμενοι ἐπειδὴ ὑπὸ πάθους ἀνθρωπίνου πρὸς τοῦτο ἴεσαν s) κατ’ ἰδίαν ἐκτὸς τῶν μαθητῶν λαβόντες αὐτὸν ἠρώτησαν· προσεπορεύθησαν t γὰρ, φησὶν, ὥστε μὴ γενέσθαι αὐτοῖς κατάδηλον. τι οὖν αὐτοί u; δῆλον x ὅτι οὐδὲν πνευματικὸν ᾔτουν, οὔτε ᾔδεσαν [*](n δυσωπήσαντες L. o πῶς Ρ. P Sic P.L. ἐγκαλ. σωτῆρος Poss. r Sic P.L. διδάξαι Poss. s ἤεσαν υ αὐτὸ L. x δηλῶν P. καλ. Poss. q Sic P.L. ἤεσαν L. t προε. P.L.)

385
πάλιν ὅπερ ᾔτουν· οὐ γὰρ ἃν ἐτόλμησαν τοσοῦτον αἰτῆσαι. φησὶν, οὐκ οἴδατε τί αἰτεῖσθε· πῶς μέγα, καὶ τὰς ἄνω ὑπερβαῖνον δυνάμεις. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω; ἰδὲy πῶς εὐθέως ἀπήγαγεν τῆς ὑπονοίας ἀπὸ τῶν ἐναντίων αὐτοῖς διαλεχθείς. ὑμεῖς μὲν γάρ, φησι, περὶ τιμῆς μοι διαλέγεσθε, ἐγὼ δὲ περὶ ἀγώνων ὑμῖν καὶ ἱδρώτων. οὐ γάρ ἐστιν οὗτος ὁ τῶν ἐπάθλων καιρὸς, ἀλλὰ σφαγῆς καὶ πολέμων καὶ κινδύνων τὰ παρόντα. καὶ ὅρα πῶς τῷ τρόπῳ τῆς ἐρωτήσεως ἐφέλκεται. “ δύνασθε πιεῖν τὸ ποτήριον ὃ “ ἐγὼ πίνω ;” ἵνα τῇ πρὸς αὐτὸν κοινωνίᾳ προθυμότεροι γένωνται. καὶ βάπτισμα πάλιν αὐτὸ καλεῖ. δεικνὺς μέγαν ἀπὸ τῶν γινομένων τὸν καθαρμὸν, αὐτοῖς μὲν τὸν ἑαυτοῦ, τῇ οἰκουμένῃ δὲ τὸν ἀπὸ τοῦ σταυροῦ. “ λέγουσιν αὐτῷ, δυνάμεθα.” εὐθέως ἐπηγγείλαντο, προσδοκῶντες ἀκούσεσθαι ὅπερ ᾔτησαν, ἐπειδὴ ταῦτα εἶπον. δεικνὺς δὲ ὅτι οὐκ ἀλαζονεία a τὰ εἰρημένα, φησὶ, “ τὸ μὲν ποτήριον “ ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτι- “ σθήσεσθε,” τοῦτ’ ἔστι, μαρτυρίου καταξιωθήσεσθε, καὶ ταῦτα πείσεσθε ἅπερ ἐγώ· “ τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύ “ μῶν μου οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται παρὰ τοῦ “ Πατρός.” ἰδὲ πῶς ἐπῇρεν αὐτῶν τὰς ψυχὰς, καὶ ὑψηλὰς ἐποίησε, καὶ πρὸς λύπην ἀχειρώτους εἰργάσατο. ἀλλὰ τί ποτε ἐπὶ τὸ εἰρημένον ; καὶ γὰρ δύο ἐστὶν τὰ ἀπορούμενα· ἓν μὲν, εἰ ἡτοίμασται τινι τὸ καθίσαι ἐκ δεξιῶν αὐτοῦ ; ἕτερον δὲ, εἰ ὁ πάντων Κύριος ἐκείνοις οἷς μὴ ἑτοίμασται οὐκ ἦν κύριοςb παρασχεῖν i πρὸς μὲν οὖν τὸ πρότερον ἐροῦμεν, ὡς οὐδεὶς ἐκ δεξιῶν αὐτοῦ ἣ ἐξ ἀριστερῶν κάθηται. ἄβατος γὰρ πάσῃ τῇ κτίσει ὁ θρόνος ἐκεῖνος. ὡς οὖν ἐξαίρετον τοῦ μονογενοῦς τίθησιν αὐτὸ ὁ Παῦλος λέγων, “ πρὸς τίνα γὰρ τῶν Ἀγγέλων εἴρηκέ ποτε, Κάθου ἐκ δεξιῶν μου ; “ καὶ πρὸς μὲν τοὺς Ἀγγέλους φησίν· ὁ ποιῶν τοὺς ἀγγέλους “ αὑτοῦ πνεύματα· πρὸς δὲ τὸν Υἱὸν, ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν “ αἰῶνα.” πῶς οὖν φησι τὸ καθίσαι ἐκ δεξιῶν μου ἢ “ ἐξ εὐωνύ- “ μῶν οὐκ ἔστιν ἐμὸν δοῦναι ;" ὡς ὄντων καθεζομένων τινῶν ἣ οὐκ ὄντων ; ἄπαγε· ἀλλὰ πρὸς τὴν ὑπόνοιαν ἀπεκρίνετοc τῶν ἐρωτώντῶν [*](y εἶδες L. z Sic P.L. ἀνακαλεῖ Poss. a οὐ κολάζει L. b κύριος οὐκ ἔστι παρ. L. c ἀπεκρίνατο P.)
386
συγκαταβαίνων τῇ αὐτῶν διανοίᾳ. οὐ γὰρ ᾔδεσαν τὸν ὑψηλὸν θρόνον ἐκεῖνον καὶ τὴν ἐκ δεξιῶν τοῦ πατρὸς καθέδραν, ἀλλ’ ἓν ἐζήτουν b μόνον τῶν πρωτείων ἀπολαῦσαι καὶ πρὸ τῶν ἄλλων στῆναι. ἐπειδὴ γὰρ δώδεκα θρόνους ἤκουσαν, ἀγνοήσαντες τί ποτε ἦν τὸ εἰρημένον, τὴν προεδρίαν ἐπεζήτησαν. ὃ τοίνυν φησὶν ὁ Χριστὸς τοῦτ’ ἔστιν· ὅτι ἀποθανεῖσθε μὲν δι’ ἐμὲ καὶ κοινωνήσετέ μοι κατὰ τὸ πάθος· οὐ μὴν ἀρκεῖ τοῦτο ποιῆσαι πρὸς τὴν πρώτην τάξιν ὑμᾶς κατασχεῖν. ἂν γάρ τις ἕτερος ἔλθοι e μετὰ τοῦ μαρτυρίου καὶ τὴν ἄλλην ἅπασαν ἀρετὴν κεκτημένον πολλῷ πλείονα ὑμῶν, οὐκ ἐπειδὴ φιλῶ νῦν ὑμᾶς d, καὶ τῶν ἄλλων προκρίνω, διὰ τοῦτο παρωσάμενος ἐκείνους, ὑμῖν δώσω τὰ πρωτεῖα. ἐκείνοις οὖν ἡτοίμασται τοῖς ἀπὸ τῶν ἔργων δυναμένοις γενέσθαι λαμπροτέροις. πανταχόθεν οὖν αὐτοὺς συνελαύνει, μετὰ γὰρ τὴν τοῦ Θεοῦ χάριν, εἰς τὴν τῶν οἰκείων κατορθωμάτων ἐπίδειξιν τὰς ἐλπίδας τῆς σωτηρίας καὶ τῆς εὐδοκιμήσεως ἔχειν. ὅτι γὰρ αὐτὸς Κύριός ἐστι τοῦ παντὸς, δῆλον ἐξ ὧν αὐτὸς πᾶσαν ἔχει τὴν κρίσιν, καὶ αὐτὸς ἀποδώσει e ὡς δίκαιος κριτὴς Παύλῳ τὸν τῆς δικαιοσύνης στέφανον, οὐ μόνον δὲ αὐτῷ, ἀλλὰ καὶ τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ, κατὰ τὸν τοῦ Ἀποστόλου λόγον. παραπεμπόμενος οὖν αὐτοὺς οἰκονομικῶς, ὥστε μὴ ὑπὲρ πρωτείων ἐνοχλεῖν εἰκῆ καὶ μάτην, ὁμοῦ καὶ μὴ λυπῆσαι βουλόμενος, ἀμφότερα ταῦτα κατορθοῖ. οὐ τοίνυν τὸν Υἱὸν ὑπερβέβηκεν ἡ τοιαύτη δόσις. ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρὸς, ὡς εἰ καὶ ἔλεγεν, ὑπ’ ἐμοῦ. ὅθεν ὁ Μάρκος οὐδὲ εἴρηκε τὸ ὑπὸ τοῦ Πατρός μου. ἀκούσαντες δέ φησιν οἱ δέκα ὅτι ἐπετιμήθησαν, ἠγανάκτησαν. ἕως μὲν γὰρ τοῦ Χριστοῦ ὁ f ψῆφος ἦν, οὐκ ἠγανάκτουν, ἀλλ’ ὁρῶντες αὐτοὺς προτιμωμένους g, ἔστεργον, αἰδούμενοι τὸν διδάσκαλον. καὶ πρὸς Πέτρον δέ τι παθόντες ἀνθρώπινον, οὐκ ἐδυσχέραινον, ἀλλ’ ἠρώτησαν μόνον, τίς ἆρα μείζων ἐστίν; ἐπειδὴ δὲ ἐνταῦθα τῶν μαυητῶν ἡ αἴτησις ἦν, ἀγανακτοῦσι, καὶ οὐδὲ ἐνταῦθα εὐθέως, ἀλλ’ ὅτε αὐτοῖς ἐπετίμησεν ὁ Χριστὸς, καὶ ἔδειξεν οὐ πάντας ληψομενους h, οὕτω ἅπαντες ἀτελέστεροι ἦσαν. ἀλλὰ μὲν ταῦτα ὄψει i [*](b Sic P.L. ἀνεζήτουν Poss. c ἔλθῃ P. d Sic L. ἡμᾶς Ρ. e ἀποδίδωσιν L, f ἡ P. g Sic P.L. προτιμωτέρους PoSS. h Sic. P.L. λελογημένους POSS. i Sic P.L. ὄψεις Poss.)
387
αὐτοὺς πάντων τούτων ἀπηλλαγμένους τῶν παθῶν, καὶ τὰ πρωτεῖα παραχωροῦντας ἀλλήλοις. Τί οὖν ὁ Χριστός ; προσκαλεσάμενος αὐτούς, φησι, τῇ κλήσει πρὸ τοῦ λόγου αὐτοὺς καταπραΰνει καὶ τὸ πλήσιον αὐτοῦ ἐπισπάσασθαι· καὶ γὰρ οἱ δύο ἐγγύτερον εἱστήκεισαν ἰδιολογούμενοι· διὰ τοῦτο καὶ αὐτοὺς πλήσιον ἄγει, παραμυθούμενος τὸ πάθος καὶ τούτων κἀκείνων· καὶ δεικνὺς ὅτι ἐθνικὸν τὸ πρωτείων ἐρᾷν, φλεγμαίνουσαν τὴν ψυχὴν αὐτῶν ἐντρέπων. μὴ γὰρ ἀγανακτεῖτε τούτοις, φησὶν, ὡς ὑβρισμένοι, ἑαυτοὺς μάλιστα καταισχύνουσι τὰ πρωτεῖα ζητοῦντες· οὐ γάρ ἐστι τὰ παρ’ ἡμῶν οἷα τὰ ἔξωθεν. οἱ μὲν γὰρ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν, παρ’ ἐμοὶ δὲ ὁ ἔσχατος, οὗτος πρῶτος ἐστίν· καὶ δι’ ὧν ποιῶ καὶ πάσχω λάβετε τὴν ἀπόδειξιν τῶν εἰρημένων. βασιλεὺς γὰρ τῶν ἄνω δυνάμεων ὢν, ἄνθρωπος ἠβουλήθην γενέσθαι καὶ ὑβρισθῆναι, καὶ ἐλθεῖν ἐπὶ τὸν θάνατον, καὶ τὴν ψυχὴν ἔδωκα λύτρον· καὶ ὑπὲρ τίνων ; τῶν ἐχθρῶν· σὺ δὲ ἃν ταπεινωθῇς, ὑπὲρ σεαυτοῦ· ἐγὼ δὲ ὑπὲρ σοῦ. μὴ τοίνυν φοβηθῇς ὡς τῆς τιμῆς σου καθαιρουμένης· ὅσα γὰρ ἃν ταπεινωθῇς, οὐ δύνασαι τοσοῦτον κατελθεῖν ὅσον ὁ δεσπότης σου· ἀλλ’ ὅμως ἡ κατάβασις αὕτη πάντων ἀνάβασις γέγονε· καὶ τὴν δόξαν ἐκλάμψαι πεποίηκε τὴν αὐτοῦ. πρὸ μὲν γὰρ τοῦ γενέσθαι ἄνθρωπος, παρ’ Ἀγγέλοις ἐγνωρίζετο μόνον. ἐπειδὴ δὲ ἄνθρωπος ἐγένετο καὶ ἐσταυρώθη, οὐ μόνον ἐκείνην οὐκ ἠλάττωσε τὴν δόξαν, ἀλλὰ καἲ ἑτέραν προσέλαβε τὴν τῆς οἰκουμένης.

Περὶ Βαρτιμαίου.

Καὶ ἔρχονται εἰς Ἱεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἱεριχὼ, καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, υἱὸς Τιμαίου Βαρτίμαιος ὁ τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν.

Ὅτι κατ’ ἐξουσίαν ἡ ἴασις ἦν, ἔδειξε λέγων, “ τί θέλεις ποιήσω “ σοι ; ” δήλη δὲ καὶ ἡ τιμὴ τοῦ πλήθους ἣν εἶχον πρὸς αὐτὸν, οὐκ ἐπιτρέποντες τῷ τυφλῷ βοᾷν, ὥσπερ ἐπὶ βασιλέως παριόντος. ὥστε οὐ ἃν συνῄρατο πρὸς τὴν Χριστοκτονίαν ὁ λαὸς, εἰ μὴ ὑπὸ

388
τῶν ἀρχόντων παρήχθη. βλάπτει γὰρ λαὸν ἐξουσία πονηρά. υἱὸν δὲ Δαβὶδ ἐκάλει ὁ τυφλὸς, τὴν διατρέχουσαν ἐν τῷ λαῷ φήμην ἀκούων, καὶ τὴν προσδοκίαν τὴν ἐκ προφητῶν πεπεισμένος. καὶ οὐκ ἀναίνεται τοι γένος ὁ Κύριος, καίτοι δείξας ἀλλαχοῦ ὅτι καὶ ὑπὲρ τὸ γένος ἐστὶ τὸ σαρκικόν. οὐ γὰρ τῷ ψευδομένῳ καὶ καλοῦντι υἱὸν Δαβὶδ, παρέσχεν ἂν τὴν ἴασιν ἐκ ψεύδους πίστεως καὶ ἐκ δυσφήμου λόγου, ὥσπερ οἴονται οἱ δοκήσει αὐτὸν φάσκοντες ἐληλυθέναι, ἢ ἐξ ἑτέρας οὐσίας σεσαρκῶσθαι k, καὶ μὴ τοῦ ἐκ Δαβὶδ φυράματος. τίνος δὲ χάριν ἠρώτησεν αὐτὸν ὁ Ἰησοῦς, τι θέλεις ποιήσω σοι ; ἵνα μή τις νομίσῃ l ἄλλο βουλομένῳ λαβεῖν, ἄλλο τι διδόναι· καὶ γὰρ ἔθος αὐτῷ πανταχοῦ τὴν προαίρεσιν πρότερον κατάδηλον ποιεῖν τῶν θεραπευομένων, καὶ ἐκκαλύπτειν ἅπασι, καὶ τότε ἐπάγειν τὴν ἰατρείαν· δι’ ἓν μὲν, ἵνα καὶ τοὺς ἄλλους εἰς ζῆλον ἀγάγῃ· δεύτερον δὲ, ἵνα δείξῃ τῆς δωρεᾶς ἀξίως ἀπολαύοντας.

Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ ῥαβουνὶ, ἵνα ἀναβλέψω, καὶ τὰ ἑξῆς.

Ὅτι δὲ ἀξίως καὶ πιστῶς m, καὶ ἐξ ὧν ἐβόησε καὶ μετὰ πάσης σπουδῆς προσέδραμεν, ἐκπηδήσας, καὶ ὅπερ n ἔφερεν ἱμάτιον ἀπέρριψε, μονονουχὶ τὸν παλαιὸν ἐκδύσας χιτῶνα, καὶ ὅλος τοῦ Ἰησοῦ γενόμενος, καὶ ἐκ τοῦ μαρτυρῆσαι αὐτῷ τὸν Χριστὸν καὶ εἰπεῖν· “ ὕπαγε, ἡ πίστις σου σέσωκέ σε.” καὶ τῆς ἰάσεως δὲ τυχὼν οὐκ ἀπεπήδησεν, ὅπερ πολλοὶ ποιοῦσι μετὰ τὰς εὐεργεσίας ἀγνωμονοῦντες· ἀλλὰ καὶ πρὸ τῆς δόσεως καρτερικὸς, καὶ μετὰ o τὴν δόσιν εὐγνώμων. ἠκολούθει γὰρ τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ. τὸ μὲν οὖν τυφλότητι ἴασιν γεγονέναι κατὰ τὴν ὁδὸν συμφωνεῖ τῷ Ματθαίῳ καὶ Λουκᾷ. ἕνα δὲ τυφλὸν οὗτός φησι καὶ Λουκᾶς· Ματθαῖος δὲ δύο· τοῦτο δὲ οὐδὲν πρὸς διαφωνίαν τῆς ἱστορίας. ἐνδέχεται γὰρ τοῦ ἐπιφανεστέρου μνήμην Μάρκον τε P καὶ Λοῦκαν πεποιῆσθαι q, ὥσπερ καὶ ὀνόματι r δεδήλωκεν ὁ Μάρκος εἰπὼν, τὸν υἱὸν Τιμαίου Βαρτίμαιον τυφλὸν, ὡς ἐπιφανῆ τότε ὄντα.

[*](i Sic P.L. ἀναίνει τοῦτο Poss. k ἀποσεσαρκῶσθαι Ρ. l νομίσοι m ἄξιος κ. πιστὸς L. n Sic L. καίπερ Poss. et Ρ. ο Sic L. κατὰ Poss. et Ρ. p τοῦτόν τε L. q ποιεῖσθαι L. r ὀνομαστὶ L.)
389

Περὶ τοῦ πώλου.

Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἰερουσαλὴμ εἰς Βηθφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὑτοῦ. καὶ λέγει αὐτοῖς, ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς ἀνθρώπων κεκάθικε· λύσαντες αὐτὸν ἀγάγετε.

Καίτοι πολλάκις ἐπέβη τῶν Ἱεροσολύμων πρότερον· ἀλλ’ οὐδέποτε μετὰ τοσαύτης περιφανείας. καὶ γὰρ προοίμια ἢν, καὶ οὔτε αὐτοῖς κατάδηλος ἦν, οὔτε ὁ καιρὸς παθεῖν ἐγγύς. διόπερ ἀδιαφορώτερον αὐτοῖς ἀνεμίγνυτο, καὶ μᾶλλον ἑαυτὸν κρύπτων· οὔτε γὰρ μᾶλλον ἐθαυμαστώθη φαινόμενος οὕτω, καὶ εἰς μείζονα ἂν αὐτοὺς ἐξήγαγεν ὀργήν. ἐπειδὴ δὲ καὶ τῆς αὐτοῦ δυνάμεως πεῖραν ἔδωκεν ἱκανὴν, καὶ ὁ σταυρὸς ἐπὶ θύραις ἦν, μειζόνως ἐκλάμπει λοιπὸν, καὶ μετὰ πλείονος ἅπαντα πράττει περιφανείας τὰ μέλλοντα αὐτοὺς ἐκκαίειν. Θέα δέ μοι πόσα θαύματα γίνεται, καὶ ὅσαι πληροῦνται προφητεῖαι. εἶπεν ὅτι εὑρήσετε ὄνον. προεῖπεν ὅτι οὐδεὶς κωλύσει· μὴ γὰρ μικρὸν νομίσῃς εἶναι τὸ γεγενημένον. τίς γὰρ αὐτοὺς ἔπεισε τῶν ἰδίων ἀφαιρουμένων, καὶ ταῦτα πένητας ὄντας ἴσως καὶ γεωργοὺς, μὴ ἀντειπεῖν ἑλκομένων τῶν ὑποζυγίων, καὶ ταῦτα οὐκ αὐτὸν ὁρῶντες, ἀλλὰ τοὺς μαθητάς ; ἀπὸ τούτων αὐτοὺς παιδεύει ὅτι καὶ Ἰουδαίους ἠδύνατο κωλύειν μέλλοντας αὐτῷ ἐπιέναι, καὶ ἀφώνους καταστῆσαι· ἀλλ’ οὐκ ἠθέλησεν. καὶ σημεῖον δὲ τὸ γινόμενον ἦν· οὐ γὰρ ἀπὸ τοῦ ὄρους τῶν Ἐλαιῶν εἰς Ἰερουσαλὴμ ἐξιόντι τῷ Κυρίῳ χρεία τις ἐπ’ ὄνου καθέζεσθαι; ὃς τὴν Ἰουδαίαν καὶ Γαλιλαίαν ἅπασαν διῄει πεζὸς, ἀλλὰ τὸ ἔποχον αὐτὸν ἐπὶ τοῦ πώλου θεωρεῖσθαι, δηλοῖ τὸ ἐπὶ τοῦ νέου λαοῦ καθέζεσθαι τὸν οὐράνιον ἡγεμόνα καὶ βασιλέα τῆς Ἰερουσαλήμ. τὸ γὰρ νέον τῆς κλήσεως ἐδήλωσεν ὁ πῶλος· ἀλλὰ καὶ τὸ πάλαι μὴ καθαρὸν τῶν νῦν καλουμένων. ὄνος γὰρ οὐ καθαρὸν κατὰ τὸν νόμον.

[*](s λυπὸν Cod. L. qui hæc solus exhibet.)
390

Ἀπῆλθον δὲ καὶ εὗρον πῶλον δεδεμένον, καὶ τὰ ἑξῆς.

Οὐ κάθηται ἐπὶ γυμνὸν τὸν πῶλον, ἀλλ’ ἐπὶ τὰ ἱμάτια τῶν Ἀποστόλων. ἐπειδὴ τὸν πῶλον ἔλαβεν, ἅπαντα λοιπὸν προίενται.

Σκόπει δὲ τὸ εὐήνιον τοῦ πώλου. πῶς ἀδάμαστος ὢν καὶ χαλινοῦ ἄπειρος εὐτάκτως ἐφέρετο. καὶ αὐτὸς προφητεία τοῦ μέλλοντος ἦν δηλοῦσα τὸ καταπειθὲς τῶν ἐθνῶν, καὶ τὴν ἀθρόαν εἰς εὐταξίαν μεταβολήν.

Πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδὸν καὶ τὰ ἑξῆς.

Ἕως ἐπὶ τῶν πονηροτέρων οἱ ἀφελεῖς οὐ διαστρέφονται, τῇ ἀληθείᾳ ἕπονται. ἀπὸ δὲ τῶν σημείων ἐπεγνωκότες τὸν Κύριον οἱ ὄχλοι, καὶ εὐφημίαν ἐποιοῦντο εἰς αὐτὸν, καὶ υἱὸν εἶναι Δαβὶδ καὶ Χριστὸν εἶναι πιστεύοντες, καὶ τὸ “ εὐλογημένος ὁ ἐρχόμενος “ ἐν ὀνόματι Κυρίου” κατὰ τὸν ψαλμὸν ἐπιβόωντες. Τὸ γὰρ “ ὡσαννὰ” ὕμνος ἑρμηνεύεται.

Τὸ δὲ καὶ εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίου τοῦ πατρὸς ἡμῶν Δαβὶδ ἄριστα εἴρηται. πολλαχοῦ γὰρ οἱ προφῆται τὴν κατὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν βασιλείαν ἐπ ὀνόματι Δαβὶδ ἔφασκον ἔρχεσθαι. Δαβὶδ τὸν Χριστὸν ὀνομάσαντες, διὰ τὸ ἐκ Δαβὶδ αὐτὸν κατὰ σάρκα γνωρίζεσθαι. δόξαν οὖν ἀναπέμπουσιν τῷ ἐρχομένῳ ἐν ὀνόματι Κυρίου. εὐλογοῦσι δὲ καὶ τὴν βασιλείαν αὐτοῦ, καὶ ἐπὶ πᾶσι Θεῶ τῶ ἐν ὑψίστοις τὴν δοξολογίαν ἀναπέμπουσιν, καθὼς ἐννοεῖν ἠδύναντο.

Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς, καὶ εἰς τὸ ἱερὸν καὶ τὰ ἑξῆς.

Τὸ καταλιπὼν, τὴν ὡς ἀπὸ ἀναξίων ἀναχώρησιν δηλοῖ. καὶ οὐκ ἐπὶ πολὺ χωρίζεται τῆς Ἰερουσαλὴμ, ἵνα πάλιν ἐπανέλθῃ μετὰ τὴν νύκτα· ἥκει γὰρ ἐπὶ τὸ πάθος, καὶ οὐκ ἔμελλεν ἀφίστασθαι πρὶν ἢ πάθῃ.

Περὶ τῆς ξηρανθείσης συκῆς.

Καὶ τῆ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας, ἐπείνασε. καὶ ἰδὼν συκῆν μακρόθεν ἔχουσαν φύλλα,

391
ἦλθεν εἰ ἄρα εὑρήσει τι ἐν αὐτῷ. καὶ ἐλθὼν ἐπ’ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα· οὐ γὰρ ἦν καιρὸς σύκων. Καὶ τῇ ἐπαύριόν φησιν, ἐξελθόντων αὐτῶν Βηθανίας, ἐπείνασεν. ὁ Ματθαῖος τὸ πρωὶ προστίθησι. πῶς δὲ πρωίας πεινᾶ ; συνεχώρησε τῇ σαρκὶ τοῦτο. ἄλλος δὲ ἔφη, ἦλθεν t εἰ ἄρα εὑρήσει u ἐν αὐτῇ καρπόν. ὅθεν δῆλον ὅτι τῆς ὑπονοίας αὐτῶν ἦν. καὶ γὰρ τὰς ὑπονοίας τῶν μαθητῶν γράφουσιν. οὕτω δὲ καὶ τὸ νομίζειν διὰ τοῦτο αὐτὴν κατηρᾶσθαι. τίνος οὑν ἕνεκεν κατηράθη ; τῶν μαθητῶν ἕνεκεν, ἵνα θαρρῶσιν. ἐπειδὴ γὰρ πανταχοῦ μὲν εὐεργετεῖ x, οὐδένα ἐκόλασεν y· ἔδει δὲ καὶ τῆς τιμωρητικῆς αὐτοῦ δυνάμεως ἀπόδειξιν παρασχεῖν, ἵνα μάθωσιν ὅτι δυνάμενος ξηράναι Ἰουδαίους, ἑκὼν συγχωρεῖ, καὶ οὐ ξηραίνει. οὐκ ἐβούλετο δὲ τοῦτο εἰς ἀνθρώπους ἐνδείξασθαι, καὶ z εἰς τὸ φυτὸν τῆς ἐνεργείας αὑτοῦ τὴν ἀπόδειξιν ταύτην παρέσχετο. ὅταν δὲ εἰς τόπους γένηται τι, μὴ ἀκριβολογώμεθα, δικαίως ἢ ἀδίκως, λέγοντες, ἀλλὰ τὸ θαῦμα ἴδωμεν. ἐπεὶ καὶ περὶ τῶν χοίρων πολλοὶ τοῦτο εἰρήκασι τῶν καταποντισθέντων, τὸν τοῦ δικαίου γυμνάζοντες λόγον. ἀλλ’ οὐδὲ ἐνταῦθα προσεκτέον αὐτοῖς. καὶ γὰρ καὶ ταῦτα ἄλογα, ὥσπερ ἐκεῖνο τὸ a φυτὸν ἄψυχον.

Τίνος οὖν ἕνεκεν περίκειται τοιοῦτον b σχῆμα τῷ πράγματι ; καὶ τῆς κατάρας ἂν c ἡ πρόφασις, ὅπερ ἔφην, τῆς τῶν μαθητῶν ὑπονοίας τὸ πρᾶγμα ἦν, εἰ καὶ τούτων οὐδὲν αἰνίττεται. εἰ δὲ λέγοι ὅτι d οὐκ ἦν καιρὸς, καὶ ἐντεῦθεν δείκνυσιν ὅτι προηγουμένως εἰς τοῦτο ἦλθε, οὐ διὰ πείναν, ἀλλὰ διὰ τοὺς μαθητάς. τίς γὰρ οὕτως εὐήθης ὥστε ὑπολαβεῖν ὅτι e ἐν πρωινῷ τῷ καιρῷ τοσοῦτον ἥττητο πείνης ; ἣ εἴπερ ἐπείνη καὶ τὸ ἐσθίειν τότε ἐνόμιζεν ἀδεὲς, τι τὸ κωλῦον ἦν αὐτὸν φαγόντα τῆς οἰκίας ἐξελθεῖν ; οὐδὲ γὰρ ἔνεστιν εἰπεῖν ὡς ἡ τοῦ καρποῦ θέα πρὸς πείναν αὐτὸν ἐξεκαλέσατο. οὐ γὰρ ἦν καιρὸς συκῶν· πεινῶν δὲ πῶς οὐχ ἑτέρωθεν ἐζήτει τροφὴν, ἀλλ’ ἀπὸ τῆς συκῆς, ἣν οὐ δυνατὸν ἦν ἔχειν πρὸ τοῦ καιροῦ τὸν καρπὸν, δήλου πᾶσιν ὄντος σαφῶς ; ποίας δὲ ἀγανακτήσεως ἦν ἄξιον τὸ μὴ ἔχειν αὐτὴν καρπόν ; ὥστε ὅγε μὴ πάντως εὐήθης ἱκανῶς [*](t ἦλθεν om. L. u εὗροι L. x Sic L. εὐεργετῶν Poss. et P. y ἐκώλυσεν L. z ἀλλὰ Ρ. a τὸ om. Ρ. b Sic P.L. τοῦτο Poss. c αὕτη Ρ. d Sic P.L. λέγοιτο Poss. e Sic P.L. ὑπολάβητο Poss.)

392
ἂν ἐκ τούτων συλλογίσαιτο ὅτι πείνα μὲν οὐκ ἦν, πρόσχημα δὲ ἦν πείνης τὴν οἰκείαν ἐνδεικνύμενος δύναμιν, εἰς τὸ μὴ οἴεσθαι αὐτοὺς ἀτονίᾳ τὸ πάθος αὐτὸν ἀναδέχεσθαι. διὰ τοῦτο φυτὸν ἐπιλεξάμενος, ὃ κἀν εἰ τέμοι τις, οὐ ῥᾳδίως τὴν ἔμφυτον ὑγρασίαν ἀποτίθεσθαι πέφυκε· τοῦτο διὰ μόνης ἐξήρανε τῆς ἐπιτιμήσεως.

Ἄλλως δέ φησι τὴν μέλλουσαν κατὰ τὴν Ἰερουσαλὴμ κρίσιν ἐπὶ τῆς συκῆς ἔδειξεν, ὥσπερ καὶ ἡ παραβολὴ δηλοῖ· ἣν καὶ ὁ Λουκᾶς ἀπεμνημόνευσε λέγων, “ συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπε- “ λῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. εἶπεν “ δὲ πρὸς τὸν ἀμπελουργόν. ἰδοὺ τρία ἔτη ἀφ’ οὗ ἔρχομαι ζητῶν καρ- “ πὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω. ἔκκοψον αὐτήν· ἵνα τι καὶ “ τὴν γῆν καταργῇ; ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει. Κύριε, ἄφες αὐτὴν “ καὶ τοῦτο τὸ ἔτος, ἕως οὗ σκάψω περὶ αὐτὴν καὶ βάλλω κόπρια· “ κἂν μὲν ποιήσῃ καρπὸν, εἰ δὲ μήγε εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.” ὅπερ οὖν λόγῳ διεξῆλθεν, τοῦτο καὶ ἔργῳ δέδειχεν· ὥσπερ καὶ ἄλλα ἐποίησε συμβολικὰ, καθὼς ἐν τῇ παρουσίᾳ καὶ διὰ τῶν προφητῶν· ὅτι μᾶλλον ἀκοῆς ὅρασις ψυχῆς καθάπτεται, καὶ ἐν μνήμῃ σώζεται. ἡ μὲν παραβολὴ τὴν ἀκαρπίαν ἐλέγχει τῆς Ἰερουσαλήμ.

Ἔρχεται οὖν ὁ Κύριος ἐπὶ τὴν συκῆν ζητῶν καρπὸν ἐν αὐτῇ, καθὰ ἔλεγεν ἡ παραβολὴ, φύλλα δὲ εἶχε μόνον, ἅτε δὴ καὶ ἔαρος ὄντος· καὶ δοκεῖ μὲν κατὰ χρείαν τροφῆς ἐπ’ αὐτὴν ἐληλυθέναι. σύμβολον δὲ ποιεῖ τὸ εἰρημένον, καὶ συνέτρεχεν ἡ πεῖνα τῷ συμβόλῳ, ἡρμοσμένης τοῦ σώματος τοῦ ἁγίου φύσεως τε καὶ κινήσεως πρὸς τὰς τῶν πραγμάτων οἰκονομίας τε καὶ ἐνδείξεις. οὐ γὰρ ἀγνοεῖν δήπουθεν οἷόν τε ἦν, ὅτι καρπὸν εἰς βρῶσιν οὐκ ἂν ἔχοι κατ’ ἐκεῖνον τὸν καιρὸν ἡ συκῆ. ἀλλ’ ἐμφαίνεται τῷ πράγματι ὥσπερ βρῶσιν εἶναι τοῦ Κυρίου τὴν τῶν ἀνθρώπων σωτηρίαν, καὶ ποθεῖν αὐτὸν ταύτην, καθὸ καὶ ἐπὶ τῶν μελλόντων πιστεύειν Σαμαρειτῶν εἶπεν τὸ “ ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ “ οἴδατε.” τὸ μὲν οὖν εὐθαλὲς τῆς συκῆς, τὴν δόξαν ἐδείκνυ τῆς Ἰερουσαλὴμ τὴν παρὰ Θεοῦ δεδομένην αὐτῇ· τὸ δὲ ἄκαρπον τὴν κακίαν καὶ ἀπιστίαν. ἡ δὲ ἀκαιρία τοῦ καρποῦ τὴν ἀκαιρίαν τῆς τότε σωτηρίας τῆς Ἰερουσαλὴμ ἤλεγχεν· τὴν δὲ ἀκαιρίαν ταύτην ἐπήγαγεν ἑαυτῇ. διὸ καὶ μέμψιν καὶ κατάραν ὑφίσταται· οὐ δήπου πρὸς τὴν συκῆν ὀργιζομένου τοῦ Κυρίου, ὅτι μὴ καρποφοροίη

393
καὶ ταῦτα παρὰ καιρὸν, ἀλλ’ ἐν τῷ δένδρῳ τὸ τῆς πόλεως ἐπιδεικνύντος. ἡ δὲ κατάρα τοῖς ἔργοις ἐμφαίνεται πεπληρωμένη περὶ τὴν πόλιν. τὸ δὲ μηκέτι καρπὸν ἄγειν τὴν Ἰερουσαλὴμ οὐκ ἀποκλείει τῆς καινουργηθείσης καρποφορίας, ἣν ἡ δοθησομένη αὐτοῖς Χριστοῦ γνῶσις παρέξει· οἱονεὶ κατά τινα ἐγκεντρισμὸν δοθησομένης τῆς Ἱερουσαλὴμ τῆς ἀποστολικῆς δυνάμεως εἰς τὸ καρποφορῆσαι· οὐ γὰρ ἐξ αὐτῆς ὁ καρπὸς ἐκεῖνος, ἀλλ’ ἐκ τῆς νέας καὶ προσγινομένης γνώσεως, ἣν ὥσπερ ἔξωθεν καὶ ἀπὸ τῆς ἐξ ἐθνῶν ἐκκλησίας προστιθεμένην λήψεται.

Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα· καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ· καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψε.

Τοῦτο καὶ ὁ Ἰωάννης φησίν· ἀλλ’ ἐκεῖνος μὲν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου· οὗτος δὲ πρὸς τῷ τέλει, ὥσπερ καὶ ὁ Ματθαῖος. ὅθεν εἰκὸς δεύτερον γεγενῆσθαι τοῦτο, καὶ κατὰ διαφόρους καιροὺς, καὶ δῆλον καὶ ἀπὸ τῶν χρόνων καὶ ἀπὸ τῆς ἀποκρίσεως. ἐκεῖ μὲν γὰρ ἐν τῷ Πάσχα παρεγένετο, ἐνταῦθα δὲ πρὸ πολλοῦ. τοῦτο δὲ κατηγορία μείζων τῶν Ἰουδαίων f. ὅτι καὶ ἅπαξ καὶ δὶς τὸ αὐτὸ αὐτοῦ ποιήσαντος, ἐνέμενον ἐπὶ τῆ καπηλείᾳ· καὶ ἀντίθεον αὐτὸν εἶναι ἔλεγον, δέον κἀντεῦθεν μαθεῖν αὐτοῦ τὴν πρὸς τὸν Πατέρα τιμὴν καὶ τὴν οἰκείαν ἰσχύν. ἑώρων γὰρ τοὺς λόγους τοῖς πράγμασι συμφωνοῦντας· ἀλλ’ οὐδὲ οὕτως ἐπείθοντο, ἀλλ’ ἠγανάκτουν. διὸ καὶ αὐτὸς τὸν Ἡσαΐαν αὐτοῖς ἐπιτειχίζει κατήγορον, τὸν θυμὸν αὐτῶν κατασβεννὺς, καὶ δεικνὺς g ὅτι παρὰ Θεοῦ ἥκει. λῃστὰς δὲ τοὺς ἐμπόρους ἐκάλεσε, διὰ τὸ λῃστρικὸν τῆς φιλοκερδίας, οἱ τὴν τῶν θυσιῶν χρείαν πρόφασιν αἰσχροκερδίας λαμβάνοντες, βόας, καὶ τρυγόνας, καὶ περιστερὰς ἐπίπρασκον· ἕτεροι δὲ ἀργύρια προυτίθεσαν λεπτὰ πρὸς τὴν τῶν μειζόνων ἀλλαγήν. σφοδρότερον δὲ τὸ ἔργον οὐκ ἐν ἠπιότητι h λόγου γενόμενον i, ὅποτε καὶ τοὺς πιπράσκοντας ἐξέβαλε καὶ τὰς τραπέζας κατέστρεψεν. ἄλλος k [*](f ’Iουδ. μείζων L. S καὶ δεικνὺς om. L. h νηπιότητι L. i γινόμενον Ρ. k ἄλλως L.)

394
δέ φησιν ὅτι περὶ τὸν χρόνον οὐ πάνυ τοῖς τρισὶν Εὐαγγελισταῖς ἐμέλησεν ἐν τῇ διηγήσει τῆς ἀνόδου τῆς Ἱερουσαλήμ. ὁ γὰρ Ἰωάννης ἀκριβέστερον τὸ τοιοῦτον προιστορήσας, ἐν τῇ πρώτῃ ἀνόδῳ ταῦτα πεπρᾶχθαί φησι· καίτοι ἐν τῷ Πάσχα τὸ πάθος ἱστορεῖ γεγονός l. τὸ οὖν ἱστορῆσαι τὸ πρᾶγμα μόνον ἐμέλησεν αὐτοῖς, καὶ τὰς διαφόρους ἀνόδους μίαν πεποιήκασι. οὕτω καὶ ἐν τῷ ό ψαλμῷ τὰ ἐν διαφόροις γεγενημένα χρόνοις ὑφ’ ἕνα εἰσῆκται καιρὸν ἐν τῇ διηγήσει· ἔνθα φησιν, τὸ “ κατελάλησαν τοῦ Θεοῦ “ καὶ εἶπον, μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάζειν τράπεζαν ἐν ἐρήμῳ ; “ ἐπεὶ ἐπάταξε πέτραν καὶ ἐρύησαν ὕδατα, καὶ χείμαρροι κατε- “ κλύσθησαν. μὴ καὶ ἄρτον δύναται δοῦναι, ἢ ἑτοιμᾶσαι τράπεζαν “ τῷ λαῷ αὐτοῦ ; ” μετὰ γὰρ τὴν τοῦ ὕδατος δόσιν, οὐχὶ περὶ τοῦ μάννα ἦν ἀντιλογία, ἀλλ’ ἡ περὶ τῶν κρεῶν· εἰσήγαγεν δὲ ἑκάτερον κατ’ αὐτὸν ὁ ψαλμῳδός.

Οἱ δὲ γραμματεῖς καὶ ἀρχιερεῖς ἤκουσαν καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσουσιν.

Ἠσθάνοντο λοιπὸν m γὰρ ὅτι αὐτῶν καθάπτεται τὰ γινόμενα παρ’ αὐτοῦ. ποτὲ μὲν οὖν κατεχόμενος διὰ μέσου αὐτῶν ἀναχωρεῖ, καὶ οὐχ ὁρᾶται· ποτὲ δὲ φαινόμενος ὠδίνουσαν αὐτῶν τὴν ἐπιθυμίαν ἐπέχει. ἐνταῦθα δὲ τῷ φόβῳ n τοῦ πλήθους αὐτοὺς κατεῖχεν. οὐ γὰρ ἐβούλετο πάντα ὑπὲρ ἄνθρωπον ποιεῖν, ὥστε πιστευθῆναι τὴν οἰκονομίαν. οἱ δὲ οὐδὲ ἀπὸ τοῦ πλήθους ἐσωφρονίζοντο, οὔτε τὴν τῶν προφητῶν μαρτυρίαν ᾐδοῦντο. οὕτω καθάπαξ αὐτοὺς ἡ φιλαρχία ἐπλήρωσεν ο, καὶ εἰς μιαιφονίαν ἐξώπλιζεν.

Καὶ ὅτε ὀψὲ ἐγένετο, ἐξεπορεύετο ἔξω τῆς πόλεως. καὶ πρωῒ παραπορευόμενοι, εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.

Ἀκριβέστερον ὁ παρὼν Εὐαγγελίστης ἀπομνημονεύει τῆς ἱστορίας, ἐν τῇ ἐφεξῆς ἡμέρᾳ λέγων τεθεωρεῖσθαι ὑπὸ τῶν μαθητῶν ἐξηραμμένην τὴν συκῆν· ἐπανιόντων πάλιν ἐπὶ τὴν πόλιν ἀπὸ τῶν προαστείων. ὁ δὲ Ματθαῖος παρέδραμε τὸ ἀκριβὲς τοῦ καιροῦ εἰπὼν παραχρῆμα τὴν συκῆν ἐξηράνθαι καὶ τεθαυμακέναι τοὺς [*](1 Sic L. καὶ οὗτοι ἐν τῷ πάθει ἱστοροῦσι γεγονὸς P. Ct Poss. m Sic L. ἤσθοντο Ρ. et Poss. n Sic L. ὁ φόβος Ρ. et Poss. ο ἐπήρωσεν Ρ.)

395
μαθητάς. παραχρῆμα δὲ λέγοιτ’ ἃν καὶ εἰς αὔριον τὸ πρᾶγμα γνωσθέν· ὀξεῖα δὲ καὶ ἡ δύναμις καὶ ἐν τῷ ζωογονεῖν τὰ νεκρὰ, καὶ καθάπερ ἐπὶ τῶν ἀναβιωσθέντων ὑπὸ Κυρίου καὶ ἀποξηραίνουσα τὰ ζῶντα, καθάπερ ἐπὶ τῆς συκῆς. ταῦτα δὲ καὶ ὑπὸ τῆς γραφῆς ὑπὸ Θεοῦ λέγεται, τὸ “ ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω” καὶ τὸ “ ἐγὼ ξηραίνω ξύλον χλωρὸν, καὶ ἀνεθάλλω ξύλον ξηρὸν” καὶ οὐδεμία διατριβὴ περὶ τὴν θείαν ἐνέργειαν, εἰ μὴ ὅτε περὶ ἀνθρώπων προαιρέσεως γίνεται τῶν μὴ ταχὺ δεχομένων, μηδὲ οὕτως ὀξέως ἀποτελουμένων εἰς τόδε, ὡς ἡ θεῖα ἐνέργεια δύναται· ὅθεν καὶ περὶ τὴν ἐν πίστει δύναμιν ὀλίγοι οἱ συνακολουθοῦντες τοῦ κυρίου τὴν ὁμόνοιαν πρᾶξιν ἐνδιδόντες πίστεως, ἣν διὰ δυνάμεως αὐτοῖς παρέχεται. ὥστε μὴ μόνον ξύλον ἀποξηρᾶναι τεθηλὸς, ἀλλὰ καὶ ὄρος μετακινῆσαι προστάγματι, καὶ πάντα πληροῦν ὅσα ἀν’ τις αἰτήσαιτο.

Δῆλον δὲ ὡς οὐκ ἀχρεῖον τούτων ἕκαστον ἐπαγγέλλεται Χριστὸς, οὐδὲ οἷον ἐπὶ θαυματουργίᾳ κενῇ, καθάπερ ἀξιοῦσιν οἱ τὰ τοιαῦτα ἀπαιτοῦντες, καὶ κελεύοντες μετακινεῖν τῶν τυχόντων τι καὶ βραχυτάτων, ὡς ἐπ’ ἐλέγχῳ τῆς ἐπαγγελίας τῆς περὶ τῶν ὄρων· οὔτε γὰρ ὄρος οὔτε δὲ κάρφος ἀχρείως μετακινηθείη ἃν κατὰ δύναμιν Θεοῦ, ἐπεὶ μὴ δὲ αὐτὸς ἀχρείως τὴν συκῆν ἐξήρανεν, ἀλλ’ ἐπὶ σημείῳ τῆς τοῦ Ἰσραὴλ μελλούσης ἀκαρπίας, καὶ πρὸς ἔνδειξιν τῆς ἑαυτοῦ δυνάμεως. ἕπεται δὲ τῆ πίστει τῆ τελεία καὶ τὰ τῆς ἀρετῆς, ἤτοιγε ἀπ’ ἀρχῆς κατορθούμενα, ἣ καὶ ἐκ μετανοίας διορθούμενα. καὶ ἐπειδὴ τὸ ἐξ ἀρχῆς κατορθοῦν ἀπταίστως ἀδύνατον, τὸ διὰ μετανοίας προσέθηκεν ὁ Κύριος. P

Περὶ ἀμνησικακίας.

Καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.

Οὐ μόνον εἶπεν “ πάντα ὅσα ἃν προσευχόμενοι αἰτῆσθε πι- [*](P Hujus Scholii partem, quod ex Cod. L. dedi sub Cyrilli nomine in Catena sua vulgavit Possinus.)

396
“ στεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν,” ἀλλὰ κἀκεῖνο τοῦτο· “ καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε “ κατά τινος. ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀφῇ ὑμῖν “ τὰ παραπτώματα ὑμῶν·” οὕτω γὰρ φησὶν ἡ πίστις ἐν ὑμῖν ἀληθής ἐστιν ἡ πάντα δυναμένη.

Εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν.

Εἰ τὸ γοῦν ἐκ μετανοίας καθαρὸν q ὑμῖν παρείη, καὶ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν ἐπιτυχάνοιτε, διδόντος τὸ ἐνδόσιμον τῇ παρὰ Θεοῦ ἀφέσει, διὰ τῆς πρὸς ἀνθρώπους ἀφέσεως. παρασκευάζει τοίνυν τοὺς μαθητὰς αὑτοῦ r διὰ τούτων θαρρεῖν πίστει τε καὶ εὐχῇ, καὶ μὴ δεδοικέναι. τὸ γὰρ θαυμάσαι οὐκ ἦν ἀπὸ πίστεως. οὐδὲ γὰρ τῷ Θεῷ μέγα τοῦτο. ἐπεὶ οὖν οὐκ ᾔδεσαν αὐτοῦ σαφῶς τὴν δύναμιν, λανθανόντως ἀπάγει τῆς ἀπιστίας αὐτοὺς, καὶ δείκνυσιν ἡλίκον ἐστὶ τὸ τῆς πίστεως.

Περὶ τῶν ἐπερωτησάντων τὸν Κύριον Ἀρχιερέων καὶ Γραμματέων. ἤ Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ λέγουσιν αὐτῷ, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς ; καὶ τίς σοι τὴν ἐξουσίαν ταύτην ἔδωκεν, ἵνα ταῦτα ποιῆς ;

Ἐπειδὴ τοῖς σημείοις ἐπισκῆψαι οὐκ εἶχον, τὴν τῶν καπηλευόντων ἐν τῷ ἱερῷ προφέρουσι διόρθωσιν. ὃ δὲ λέγουσι τοιοῦτον ἐστι. τὸν διδασκαλικὸν ἐδέξω θρόνον ; ἱερεὺς ἐχειροτονήθη,, ὅτι τοσαύτην ἐξουσίαν ἐπεδείξω ; καὶ μὴν οὐδὲν ἐποίησεν αὐθαδείας ἐχόμενον, ἢ τῆς εὐταξίας προενόησε τοῦ ἱεροῦ. ἀλλ’ ὅμως οὐδὲν ἔχοντες εἰπεῖν, τοῦτο ἐπισκήπτουσι. καὶ ὅτε μὲν ἐξέβαλεν οὐκ ἐτόλμησαν εἰπεῖν οὐδὲν, διὰ τὰ θαύματα ἃ ἔφη ὁ Ματθαῖος αὐτὸν πεποιηκέναι ἐν τῷ ἱερῷ. ἐπειδὴ δὲ ὤφθη, τότε ἐπιτιμῶσι. μονονουχὶ λέγοντες, τί δήποτε κωλύεις ἅπερ ἡμεῖς οὐκ ἀπεκωλύσαμεν [*](q Sic P.L. καιρὸν Poss. r αὐτοὺς L.)

397
ἐν τῷ παντὶ χρόνῳ ; διελέγχων τὴν ἐπιστασίαν τὴν ἡμετέραν, καὶ καταισχύνων ὡς ἀμελῶς ἔχοντας περὶ τὸ τῷ ἱερῷ πρέπον. ταῦτα γὰρ ἦν τὰ ἐννοήματα τῶν αἰτιωμένων τὸν Κύριον ἐπὶ τῇ διορθώσει τῶν κατὰ τὸ ἱερὸν πραγμάτων. ἔδει δὲ οὐκ ἐρωτᾶν ἀλλ’ εἰδέναι μάλιστα ἐκ τῶν πάλαι προφητῶν. ἐπειδὴ δὲ τούτου μὴ ἐφικνοῦντο διὰ τὸ μὴ βούλεσθαι, τὴν γοῦν Ἰωάννου μαρτυρίαν ἐχρῆν ἐν μνήμῃ φέροντας εἰδέναι, ὅτι οὗτός ἐστιν ὁ προσδοκώμενος πάλαι Σωτῆρ’ τοῦ κόσμου, καὶ γινώσκειν τὴν ἐξουσίαν καὶ μὴ ζητεῖν περὶ αὐτοῦ. ἐπειδὴ δὲ οὐ συνίασιν, ἄντικρυς μὲν ἑαυτῷ μαρτυρεῖν ὁ Κύριος ἐκκλίνει, διὰ τὸ κατὰ ἄνθρωπον μὴ ἀξιόπιστον εἶναι τὴν αὐτοῦ περὶ αὐτοῦ μαρτυρίαν· Ἰωάννην δὲ μάρτυρα παρέχεσθαι βούλεται, καὶ ἐπείπερ οὐκ ἀποδεξάμενοι οὐδὲ τὸν Ἰωάννην διαλέγεται, διὰ τοῦτο πρότερον ἐρωτᾷ περὶ Ἰωάννου, ἥντινα τιμὴν ἔχουσιν. “ εἶπεν γὰρ αὐτοῖς,” φησιν, “ ἐπερωτήσω ὑμᾶς κἀγὼ ἕνα “ λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποιᾷ ἐξουσίᾳ ταῦτα “ ποιῶ, τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἣ ἐξ ἀνθρώπων ;” καὶ τὰ ἑξῆς. εἰ γὰρ ἐκεῖνον ἦσαν ἀποδεδεγμένοι, καὶ τὴν μαρτυρίαν πάντως ἀκόλουθον ἦν ἀποδέξασθαι, καὶ οὕτως ἃν ἠπίσταντο τὴν ἐξουσίαν.

Ἐρωτᾷ διὰ ταῦτα λέγων, ὅτι κἀγὼ ἕνα λόγον ἐρωτῆσαι βούλομαι, ὃν ἐὰν εἴπητέ μοι, μαθήσεσθε ἐν ποίᾳ δυνάμει ταῦτα ποιῶ, ἐὰν τοῦτον αὐτὸν περὶ ἐμοῦ μαρτυροῦντα δέχεσθε, καὶ τίς εἰμι γνώσεσθε. ἐρωτᾷ τὲ περὶ τῆς χάριτος τῆς ἐν Ἰωάννῃ. αὕτη γὰρ αὐτὸν ἔντιμόν τε καὶ ἀξιόπιστον καθίστη s μάρτυρα. καὶ εἴπατέ μοί, φησι, πότερον ἐκ Θεοῦ ἦν τὸ βάπτισμα Ἰωάννου ἣ ἐξ ἀνθρώπων t; τὸ γὰρ ἐξ οὐρανοῦ λέγων, τὸ ἐκ Θεοῦ δεδήλωκεν u. στενοχωροῦνται δὲ περὶ τὴν ἀπόκρισιν ἐκεῖνοι. εἰ μὲν ὁμολογοῖεν v τὴν ἀλήθειαν περὶ Ἰωάννου, τὴν ἀπιστίαν αἰδούμενοι τὴν πρὸς αὐτὸν ἣν ἠπίστησαν, ἀκόλουθον φανησομένην τῇ ἀληθεῖ περὶ αὐτοῦ μαρτυρίᾳ· εἰ δὲ ἀρνοῖντο ὅτι παρὰ Θεοῦ ὁ βαπτιστὴς, φοβούμενοι τὸν ὄχλον. διὸ ἐκκλεισθέντες ἀποκρίσεως, λέγουσιν, “ οὐκ οἴδαμεν.” καὶ πρὸς τοῦτο ὁ Σωτῆρ’ ἀκολούθως, “ οὐδὲ ἐγὼ λέγω ὑμῖν,” φησιν, “ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.” ὡς γὰρ δήλου x τούτου τυγχάνοντος [*](s καθίστησι Ρ. t ἀνθρώπινον L. u δεδήλωκεν αὐτὸς ὁ Ἰωάννης Poss. v ὁμολογεῖεν Ρ. ὁμολόγειαν Poss. x δήλον Poss.)

398
ὅτι ἔφυγον τὴν ἀπόκρισιν, οὐχὶ δὲ ἀγνοοῦντες ἀληθῶς οὐκ ἀπεκρίναντο· οὐδὲ ἐγώ φησιν ὑμῖν λέγω. οὐκ εἶπεν, οὐκ οἶδα, ἀλλ’ οὐ λέγω, ἀντὶ τοῦ, οὐκ ἠβουλήθητε τὸ ἀληθὲς εἰπεῖν· οὐδὲ τῆς παρ’ ἐμοῦ τεύξεσθε ἀποκρίσεως. ἢ καὶ οὕτως· οὐ δύνασθε οὐδὲ ὑμεῖς περὶ ἐμοῦ ἀκούειν ὅστις εἰμὶ, ἐπεὶ τὸν μάρτυρα οὐ δέχεσθε ὃς ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. εἰ γὰρ ἐπίστασθε ὅτι τὸ φῶς εἰμὶ τὸ ἀληθινὸν, ἔγνωτε τοῦτο ἂν ὅτι εἰκότως ἀφαιρῶ ’τον σκότον ἄπο του ἱέρου τόπου. σκότος γὰρ η φιλοκερδία καὶ αἰσχροκερδία τὸ καλὸν ἰδεῖν οὐκ ἐῶσα.

Περὶ τοῦ ἀμπελῶνος.

Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν, Ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος, καὶ περιέθηκε φραγμὸν, καὶ ὤρυξεν ὑπολήνιον, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησε.

Ἢ παραβολὴ δηλοῖ ὅτι μὴ μόνον περὶ τὸν Ἰωάννην ἀλλὰ καὶ περὶ αὐτὸν τὸν Κύριον, ἀρξάμενοι ἀπὸ τοῦ οἰκέτου, προελθόντες δὲ ἐπὶ τὸν δεσπότην. διὸ καὶ τὴν ἀποβολὴν εἰκότως πεισομένους αὐτοὺς προδείκνυσι, τὸν ἀμπελῶνα λέγων τὸν y Ἰσραὴλ τοῦ οἰκοδεσπότου, τοῦτ’ ἐστι τοῦ Θεοῦ, καὶ φραγμὸν περιβληθέντα ἀσφαλείᾳ τῇ παρὰ Θεοῦ· διὸ καὶ καθαίρεσιν τοῦ φραγμοῦ ἀπειλῶν ὁ Θεὸς ἐν τῷ προφήτῃ Ἡσαΐᾳ, τὴν ἀσφάλειαν ἐδήλωσεν περιαιρεθησομένην αὐτῶν. “ καὶ ὤρυξεν ὑπολήνιον·” ληνὸν μὲν, ὡς ἕτερός φησιν Εὐαγγελιστὴς, τὸ θυσιαστήριον λέγων, ὑπολήνιον δὲ τὸ ὑποκάτω, ἔνθεν τῶν θυσιῶν τὸ αἷμα ἐδέχοντο. πύργον δὲ τὸν ναὸν ἐπιφανέστατον ἐν ἀνθρώποις καὶ ὑψηλότατον. ἐκδεδωκέναι τε ἔφη τὸν ἀμπελῶνα γεωργοῖς, τοῦτ’ ἔστι τοῖς ἀρχιερεῦσι καὶ διδασκάλοις· καὶ ἀποδεδημηκέναι, τοῦτ’ ἔστι δεδωκέναι χρόνους εἰς καρποφορίαν, ἣν ὥσπερ ἐπιστὰς πάλιν ἤμελλεν ἀπαιτῆσαι z. ταῦτα δὲ εἰς τὸν Πατέρα μὲν λέγεται κατὰ τὴν ὑπόθεσιν τῆς παραβολῆς, καθ’ ἣν ἴδιον a τὸν Υἱὸν εἰσάγει ἡ [*](y τοῦ L. z ἀπαιτήσειν Ρ. a ἰδίως P.L.)

399
παραβολὴ, ὅτι καὶ ἰδία τοῦ Λόγου ἡ σάρκωσις· οὐ μὴν χωρίζει γε τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς ὁ περὶ τοῦ οἰκοδεσπότου λόγος, εἴπερ πάντα δι’ αὐτοῦ ἐγένετο. αὐτίκα καὶ ὁ Ἡσαΐας “ τοῦ ἀγαπητοῦ” λέγει τὸν ἀμπελῶνα· μετὰ δὲ ταῦτα τὴν ἀπαίτησιν τῆς καρποφορίας τοῦτ’ ἔστιν τοῦ νομικοῦ βίου, παρόντος τοῦ καιροῦ, φησι γεγενῆσθαι διὰ δούλου πρῶτον· οὗ τυπτηθέντος καὶ ἀναιρεθέντος, δι’ ἑτέρου δούλου πάλιν τὴν ἀπαίτησιν ἔδει γεγενῆσθαι. εἶτα καὶ τρίτον πάλιν ἀπεσταλκέναι αὐτοῖς, καὶ οὕτω τὸ τελευταῖον διὰ τοῦ υἱοῦ τὴν ὑπερβάλλουσαν δόξαν ἐπιδεικνύντος εἰς τὸ καταίδεσαι μειζόνως· οὐχ ὡς ἀγνοοῦντος τὸ ἀποβησόμενον τοῦ πέμποντος, ἀλλ’ ὡς τοῦ πράγματος ἔχοντος τὸ ἄξιον ἐντροπῆς. δοῦλον τε πρότερον μὲν λέγουσι τοὺς ἐν καιρῷ Ἠλιοῦ καὶ αὐτὸν Ἠλίαν προφήτας, δεύτερον δὲ τὸν Ἡσαΐαν, καὶ Ὠσηὲ καὶ Ἀμῶς, τρίτον δὲ τοὺς περὶ τὸν Ἐζεχιὴλ καὶ Δανιήλ· καὶ κατὰ ταύτην γε διαίρεσιν τὸ, “ τὰ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ “ ταύτῃ, καὶ οὐχ εὑρίσκω,” εἰς τοὺς προφήτας ἃν λέγοιτο, ἵνα τέταρτον ἔτος ᾐ τὸ τῆς παρουσίας τοῦ Κυρίου, καὶ μὴ τρίτον. ἐπάγει γοῦν ἡ παραβολὴ τὸ κατὰ τοῦ Κυρίου τόλμημα, ὅτι συνιέντες αὐτὸν ὄντα κληρονόμον, μείζονα τὴν τόλμαν ἐνεδείξαντο, ὡς ἀποκτεῖναι c αὐτὸν, καθέξοντες d τὴν κληρονομίαν. ἐξέβαλον οὖν αὐτὸν, φησὶν ἔξω τοῦ ἀμπελῶνος, τοῦτ’ ἔστιν τῆς πόλεως, καὶ τοῦ ναοῦ, καὶ ἀπέκτειναν. ἐπειδὴ εἶπεν ὅτι ἀπέκτειναν, οὐχ ὡς ἡ ἀκολουθία τῆς παραβολῆς ἔχειν δύναται αὐτὸν εἶναι τὸν παρεσόμενον ἐπὶ τιμωρίᾳ τῶν δούλων· ὅτι δὲ αὐτός ἐστι, δῆλον. ἤδη οὖν κριτικὴ πῶς αὐτοῦ παρουσία τοῦ παραδοθῆναι Ῥωμαίοις τὸν λαόν. καὶ αὐτοῦ τὸ ἔργον καὶ οὐ Ῥωμαίων. καὶ τότε ἡ ἔκδοσις τοῦ ἀμπελῶνος ἡ εἰς ἑτέρους γεωργοὺς, τουτέστιν εἰς τοὺς Ἀποστόλους καὶ τοὺς ἐξ ἐθνῶν διδασκάλους. “ Οὐδὲ ταύτην τὴν γραφὴν “ ἀνέγνωτέ, φησι, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,” καὶ τὰ ἑξῆς. Διὰ πάντων δείκνυσιν ὅτι οἱ μὲν ἐκβάλλεσθαι ἤμελλον, τὰ δὲ ἔθνη εἰσάγεσθαι. καὶ καλῶς εἶπε, “ παρὰ Κυρίου ἐγένετο·” ἵνα μάθωσιν ὅτι οὐδὲν τῷ Θεῷ ἐναντίον τῶν γινομένων ἦν. “ καὶ “ ἔστι θαυμαστόν.” καὶ μάλα εἰκότως. λίθον δὲ ἑαυτὸν καλεῖ e [*](b νομίμου P. c ἀποκτείνειν L. d καθελόντες Poss. e καλεῖ Ρ. λαλεῖ Poss.)
400
καὶ οἰκοδόμους, ὡσπερ καὶ γεωργοὺς πρώην ἐκάλεσε τοὺς διδασκάλους τῶν Ἰουδαίων· ἑαυτὸν δὲ μετὰ τὸ παρ’ ἐκείνοις ἀποδοκιμασθῆναι κεφαλὴν γωνίας καθιστάμενον f, τουτέστιν ἐθνῶν καὶ Ἰουδαίων· παρὰ Κυρίου δὲ τοῦτο εἶναι g θαῦμα ἀνθρώποις τοῖς συνιεῖσιν h, ὅτε δὴ i μετὰ θάνατον ζῶν φαίνεται Χριστὸς βασιλεὺς ὢν J οὐρανίων τε καὶ ἐπιγείων· καὶ τὰ ἔθνη ποιῶν ἅγια καὶ οἰκεῖα Θεῷ. οὐκ ἐξαρκεῖ δὲ αὐτοῖς τὸ μὴ πείθεσθαι αὐτῷ, ἀλλὰ καὶ κατασχεῖν ἐπὶ τιμωρίᾳ τὸν ἐλέγχοντα σπεύδουσι· καίτοι κεκαλυμμένου τοῦ ἐλέγχου καὶ μὴ προφανοῦς γεγονότος. κρείσσους δὲ καὶ οἱ ἀποκεκαλυμμένοι ἔλεγχοι κρυπτομένης φιλίας, τουτέστιν δολερᾶς καὶ κολακευτικῆς, ὡς Σολωμῶντι δοκεῖ. ὡρμηκότες δὲ ἐπὶ φόνον ἐπέχονται φόβῳ ἀνθρώπων, οὐ φόβῳ Θεοῦ. Sch. ad V. έκεφαλαίωσαν]. Κεφαλικὴν ζημίαν ἐπέθεντο ἤτοι θάνατον ἐπράξαντο ἢ ὅτι κατὰ κεφαλῆς θανατηφόρον πληγὴν ἤνεγκαν. ἐκεφαλαίωσαν, ἀντὶ τοῦ πάσαις πρὸς τῶν προλαβόντων ὑπέβαλον ποιναῖς· ἀνακεφαλαιούμενοι ἐν τούτῳ τὰ τῶν προλαβόντων JJ.

Περὶ τῶν ἐγκαθέτων διὰ τὸν κῆνσον. Καὶ ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρωδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ. Ἡρωδιανοὶ κατ’ ἐκείνους τοὺς χρόνους ἦσαν οἱ τὸν Ἡρώδην Χριστὸν εἶναι λέγοντες, ὡς ἱστορεῖται k. ἄλλοι δὲ Ἡρωδιανούς φασι τοὺς Ἡρώδου στρατιώτας. τούτους ’δει καὶ ὡς ἐναντιοῦντας m τῷ Χριστῷ τῷ ἀληθινῷ, καὶ ὡς περὶ τὸν ἄρχοντα ὄντας, τῆς κατηγορίας αὐτῶν μάρτυρας παρεῖναι βούλονται τῇ ἐρωτήσει τῶν πειραζόντων καὶ βουλομένων ἀκοῦσαι τι παρ’ αὐτοῦ, ὅτι μὴ δῷ τὸν n φόρον. τοῦτο γὰρ σαφῶς ὁ παρὼν Εὐαγγελιστής φησι, δῶμεν ἢ μή ; διὰ τοῦτο δὴ τὰ ἐγκώμια καὶ ἡ μαρτυρία τοῦ ἀληθεύειν ἅπαντα, καὶ πᾶσαν ὀρθὴν πρᾶξιν ἀληθινῶς καὶ μετὰ παρρησίας ὑποτίθεσθαι, αὕτη γὰρ ἡ ὁδὸς τοῦ Θεοῦ, καὶ μὴ φροντίζειν τινὸς, f καθιστάμενος om. L. g μετὰ Poss. h συνιοῦσιν L. i ὅτι δεῖ P. j βασιλεύων Ρ. jj Cod. L. k ἱστόρηται L. l δὴ Ρ. m ἐναντιωτάτους Ρ. n Sic L. δότε Poss. et Ρ.

401
μηδὲ ὑποστέλλεσθαι πρόσωπον. ταῦτα γὰρ λέγουσιν, ὡς ὑπαγαγεῖα αὐτὸν δυναμένοιο καταφρονῆσαι τοῦ ἄρχοντος καὶ ἀπαγορεῦσαι τοὺς τελουμένους βασιλεῖ φόρους. εἰδότες ὅτι καὶ ὁ Ἰούδας ὁ Γαλιλαῖος εἰσηγησάμενος μὴ ὑπακούειν βασιλεῖ, μηδὲ ἀπογράφεσθαι τὰς οὐσίας, ἀπώλετο· καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. πρὸς δὲ τὴν τοιαύτην πεῖραν ὁ τοῦ Σωτῆρος λόγος, πρῶτον μὲν αὐτὸ τοῦτο ἐξελέγχει ὅτι πειράζουσιν. ἵνα μηδὲ ὡς λανθάνοντες αὐτὸν μεγαφρονῶσιν, ἀλλ’ ἴδωσιν ὅτι καὶ τὰ ἐγκάρδια γινώσκει. τοῦτο γὰρ δηλοῖ τὸ “ εἰδὼς αὐτῶν τὴν ὑπό- “ κρισιν.” εἶτα κελεύει τὸ ἀργύριον προσενεχθῆναι αὐτῷ τὸ τελούμενον βασιλεῖ. καὶ οὐχ ὅτι ἀγνοεῖ τὴν ἐπιγραφὴν, ἀλλ’ ἵνα ἐκ τοῦ θεωρουμένου τὴν ἀπόκρισιν εὐλόγως ποιήσηται, καὶ ἐξ ὧν ἀποκρίνονται τὸ ἑπόμενον ἀκούσωσιν. ἐρωτήσας γὰρ τίνος ἡ εἰκὼν καὶ ἡ ἐπιγραφή ; ὡς ἔφησαν, τοῦ βασιλέως, ἀκόλουθον ἐκ τοῦ ἐκείνων λόγου τὴν ἀπόκρισιν ἀπέδωκεν, ὅτι βασιλεῖ μὲν τὰ βασιλέος ἀποδοῦναι δεῖ, Θεῷ δὲ τὰ τοῦ Θεοῦ· ἐπισυνάψας δὴ τὰ περὶ Θεοῦ, οὐδὲ τοῦ δοκεῖν κολακεύειν ἄρχοντα P κατέλιπεν αὐτοῖς συκοφαντίαν. ἐπεὶ δοκεῖ δουλεία τις εἶναι ἀνθρώπου καὶ οὐ Θεοῦ, τὸ φόρους διδόναι. ὅθεν θαυμάσαντες τὸ ἄληπτον τοῦ λόγου, ἀπῆλθον.