Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τοῦ μογιλάλου.

Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθε πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων τῆς Δεκαπόλεως. καὶ φέρουσιν αὐτῷ κωφὸν μογιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν, ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα.

Ο Κύριος οὐχ ὅτι πρὸς τὴν ἀξίαν ὁρᾷ τὴν αὐτοῦ ὡς πρὸς σωτηρίαν τὴν ἡμετέραν, οὐδὲ ὅπως τὸ μέγα φθέγξηται, ἀλλ’ ὅπως δυνάμενον ἐπισπάσασθαι ἡμᾶς. διὰ τοῦτο τοῖς ὑψηλοῖς καὶ εὐτελῆ πολλὰ καὶ ταπεινὰ περιρρεῖ. ταύτῃ τοι κατ’ ἰδίαν ἀπολαβὼν τὸν προσενεχθέντα αὐτῷ κωφὸν καὶ μογιλάλον, καὶ ὅσον διαστῆσαι τοῦ ὄχλου, ἵνα μὴ δόξῃ ἐπιδεικτικῶς ἐπιτελεῖν τὰς θεοσημίας, καὶ παιδεύων ἡμᾶς τὸ ἄτυφον ἐπιτηδεύειν καὶ ἀκόμπαστον. οὐδενὶ e γὰρ οὕτω ποιεῖ σημεῖα ὡς ταπεινοφροσύνῃ κοσμούμενος, καὶ τὸ μέτριον μεταδιώκων τοῦ ἤθους.

Εβαλε τοὺς δακτύλους αὑτοῦ εἰς τὰ ὦτα αὐτοῦ. Δυνάμενος καὶ λόγῳ ἐπιτελέσαι τὸ θαῦμα. δεικνὺς ὡς πλουτεῖ [*](c τοιαύτη Ρ. d μετέχοντες Ρ. e Sic ΡΡ. οὐδεὶς Poss.)

339
τὴν τῆς θείας δυνάμεως ἐνέργειαν καὶ τὸ ἑνωθὲν αὐτῷ ἀπορρήτως σῶμα· ἐμψυχωμένον δηλονότι ψυχῇ λογικῇ τε καὶ νοερὰ.

Καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ.

Οπερ καὶ ἐπὶ τοῦ ἐκ γενετῆς τυφλοῦ ἱστορεῖ αὐτὸν ὁ Ἰωάννης πεποιηκέναι. ἐπειδὴ μετὰ γὰρ τὴν ἐν Ἀδὰμ παράβασιν πολλὰ τῇ φύσει τῆς ἀνθρωπότητος ἐπισυνέβη πάθη, καὶ μελῶν ἐσθ’ ὅτε πήρωσις, δηλοῦσα εἰς ποῖαν ἀρρωστίαν διὰ τῆς ἁμαρτίας ἡ τοῦ ἀνθρώπου κατενήνεκται φύσις, εἰσελθὼν ὁ Χριστὸς καὶ τελείαν ταύτην ἐν ἑαυτῷ ἀποδείξας, καὶ οἷαν ἐξ ἀρχῆς αὐτὸς αὐτὴν κατεσκεύασε, σκεύασε, διὰ ταύτης τὰ τῶν ὁμοουσίων αὐτῇ νοσήματα ἐθεράπευσε· ταύτῃ τοῖς δακτύλοις μὲν τὰ ὦτα διανέῳξε f, πτύσματι δὲ ἀπεδίδου τῇ γλώττῃ τὸ φθέγγεσθαι. τοῦτο καὶ ἐπὶ τοῦ ἐκ γενετῆς τυφλοῦ πεποίηκεν.

Καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν, ἐστέναξε.

Ἀναβλέψας εἰς οὐρανὸν ἐστέναξεν, ἅμα τε τῷ πατρὶ τῶν γινομένων ὑπ’ αὐτοῦ τὰς αἰτίας ἀνατιθεὶς, καὶ τὴν τοῦ ἀνθρώπου φύσιν ἐλεῶν, εἰς ποίαν g ταπείνωσιν ἤγαγεν ταύτην ὁ τε μισόκαλος διάβολος, καὶ ἡ τῶν πρωτοπλάστων ἀπροσεξία.

Καὶ λέγει αὐτῷ, ἐφφαθὰ, ὅ ἐστι, διανοίχθητι. Καὶ ἅμα τῷ λόγῳ εἰς ἔργον ἐχώρει τὸ θαῦμα· ἤκουέ τε καὶ ἐλάλει ὀρθῶς.

Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον. καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες, καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ τοὺς ἀλάλους λαλεῖν.

Πάλιν δὲ παιδεύων ἡμᾶς κἀνταῦθα τὸ μέτριον, παρεγγύησε τοῖς εὐεργετηθεῖσιν ἀποκρύπτειν τὸ θαῦμα, καὶ ἵνα μὴ πρὸ καιροῦ δόξῃ ὑποκαίειν καὶ διεγείρειν καθ’ ἑαυτοῦ τὴν Ἰουδαίων μιαιφονίαν. εἰ καὶ τὰ μάλιστα ᾔδει αὐτοὺς μὴ σιωπῶντας, ἀλλὰ κηρύττοντας τὸ παράδοξον.

[*](f διοίνυγε ΡΡ. g ὁρῶν εἰς π. τἀπ’. C. 178.)
340

Περὶ τῶν ζ' ἄρτων.

Ἐν ἐκείναις ταῖς ἡμέραις παμπόλλου ὄχλου ὄντος, καὶ μὴ ἐχόντων τί φάγωσι, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς μαθητὰς αὑτοῦ, λέγει αὐτοῖς· σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέρας τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι. καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· τινὲς γὰρ αὐτῶν μακρόθεν ἥκασι.

Ἤδη καὶ πρότερον δημιουργήσας ὁ Κύριος τροφὰς, αὖθις ταὐτὸ ποιῆσαι σημεῖον βούλεται, εἰς πίστιν τὸν ὄχλον ἐνεργαζόμενος h. καὶ τότε καὶ νῦν προφάσει εὐλόγῳ προσγενομένῃ i χρησάμενος. αὕτη δὲ ἦν ἡ τῶν ὄχλων παραμονὴ τρίτην ἡμέραν ἤδη γεγονυῖα k, καὶ βλάβης ἐπικείμενος κίνδυνος ἀτρόφοις ἀπιοῦσιν ἐκ τοῦ μὴ παρεῖναι τροφάς. καίτοι τούτων γε τῶν αἰτιῶν οὐκ οὐσῶν οὐ πάνυ τι συνεχῆ τὴν τοιαύτην ἐνέργειαν ὁ Κύριος ἐβούλετο παρασχέσθαι, ὑπὲρ τοῦ, μὴ τροφῆς ἕνεκα σωματικῆς ἐπακολουθεῖν τὰ πλήθη. οὕτω γοῦν διανοουμένοις καὶ διὰ τοῦτο m ἀκολουθοῦσιν ἔλεγε, “ ζητεῖτέ με οὐχ ὅτι ἴδετε σημεῖα καὶ τέρατα, ἀλλ’ ὅτι “ ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε. εἶτα προτρέπων ἐπὶ τὴν τοῦ μείζονος ζήτησιν, τὴν πίστιν παρεγγυᾷ τὴν εἰς ἑαυτὸν καὶ τὴν αἰώνιον ἐξ αὐτῆς ὠφέλειαν· δεικνὺς ἐν παραθέσει τῆς προσκαιροῦ τροφῆς, “ ἐργάζεσθε,” λέγων, “ οὐ μὲν n τὴν βρῶσιν τὴν ἀπολλυ- “ μένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον.

Καἲ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ’ ἐρημίας. Εἰπόντος τοίνυν τοῦ Σωτῆρος τοῖς μαθηταῖς ὅτι “ σπλαγχνίζο- “ ’μαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσι μοι, καὶ οὐκ “ ἔχουσι τί φάγωσι, καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἰκον αὐ- “ τῶν ἐκλυθήσονται ἐν τῇ ὁδῷ, τινὲς γὰρ αὐτῶν μακρόθεν ἥκασιν·” Οἱ μαθηταὶ μήτω συνιέντες τὴν ἐπὶ ταῖς τροφαῖς αὖθις θαυματουργίαν, ἣν ὑπὲρ τῆς πίστεως ὁ Κύριος ἐβούλετο παρασχέσθαι, [*](h ἐξεργαζόμενος ΡΡ. i προσγενόμενον C. 178. k γεγονυῖαν Ρ. l ἐπεὶ PP. m τούτῳ Ρ. n μὴ P.)

341
ἔφασκον, “ πόθεν τούτους δυνήσεταί τις, ὧδε χορτάσαι ἄρτων ο ἐπ’ “ ἐρημίας ” κατὰ τὴν ἀνθρωπίνην ἀκολουθίαν δηλοῦντες τὸ τοῦ πράγματος ἀδύνατον.

Καὶ ἐπηρώτα αὐτοὺς, πόσους ἔχετε ἄρτους;

Τί οὖν ὁ Σωτήρ; ἐρωτᾷ πόσους ἄρτους ἔχετε; ἠρώτα οὐκ ἀγνοῶν, ἀλλ’ εἰς αἴσθησιν τῆς ἑαυτοῦ δυνάμεως ἐνάγων τοὺς μαθητάς. εἶτα εἰπόντων αὐτῶν ἑπτὰ, ὡς ἐξαρκοῦσαν ἀκούσας τὴν παρασκευὴν, οὕτως ἐπὶ τὴν εὐωχίαν κατακλίνει τὸ πλῆθος.

Οἱ δὲ εἶπον, ἑπτά· καὶ παρήγγειλε τῷ ὄχλῳ ἀναπεσεῖν σεῖν ἐπὶ τῆς γῆς. καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους, εὐχαριστήσας ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς αὑτοῦ, ἵνα παραθῶσι· καὶ παρέθηκαν τῷ ὄχλῳ. καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας, εἶπε παραθεῖναι καὶ αὐτά.

Tοσαύτη τῆς ἐξουσίας ἡ ἑτοιμότης, εὐχαριστία πρὸς Θεὸν ὡς ὑπ’ ἀνθρώπου, ἐνέργεια περὶ p τὸ προκείμενον ὡς ὑπὸ Θεοῦ· παρ’ αὐτοῦ γὰρ καὶ οὐκ ἐπείσακτος καθάπερ ἁγίοις ἀνθρώποις. τοῦτο γὰρ ἐδήλου λέγων ὁ Εὐαγγελιστὴς, “ δύναμις παρ’ αὐτοῦ ἐξήρχετο “ καὶ ἰᾶτο πάντας. καὶ τῷ Κυρίῳ δὲ τὸ πρέπον φυλάττεται χρωμένῳ πρὸς διακονίαν τοῖς μαθηταῖς, κἀκείνοις ἡ λειτουργία κατὰ τὸ οἰκεῖον τῆς μαθητείας. καὶ εἶχον ἰχθύδια ὀλίγα, καὶ αὐτὰ εὐλογήσας εἶπε παραθεῖναι.

Ἔφαγον δὲ καὶ ἐχορτάσθησαν. καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. ἦσαν δὲ οἱ φαγόντες ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς.

Καὶ φαγόντες ἐχορτάσθησαν, ἀλλὰ καὶ ἐπερίσσευσε τοῖς βεβρωκόσιν ἑπτὰ σπυρίδες κλασμάτων. πανταχόθεν τὸ ἐνέργημα δῆλον ἐκ τῆς πληρώσεως τῶν εὐωχουμένων, ἐκ τοῦ πλήθους τῶν περισσευθέντων, ἐκ τοῦ πολλοὺς εἶναι τοὺς ἐμπλησθέντας. μέχρι δὲ τῆς χρείας ἡ μετάληψις τῆς εὐεργεσίας, οὐχ ὥς τε καὶ λαβόντας ἀπενέγκασθαι, καὶ τοι πολλῶν τῶν λειψάνων γινομένων ἀγαθὸν καὶ τοῦτο σύμβολον πρὸς τὸ τῇ χρείᾳ μετρεῖν τὴν ἀπόλαυσιν r καὶ μὴ παρὰ s τῆς χρείας εἰς πλεονεξίαν ὑπάγεσθαι.

[*](ο ὄντων Ρ. Ρ ἐπὶ C. 178. q γενομένων Ρ. r ΡΡ. ἀνάπαυσιν POSS. S πέρα Ρ.)
342

Καὶ εὐθέως ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ, ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.

Συνεισέρχεται τοίνυν εἰς τὸ πλοῖον τοῖς μαθηταῖς ὁ Σωτὴρ, καίτοι μὴ πρότερον συνεισελθών. μανθάνωμεν οὖν ἐν τούτῳ, μὴ ἀεὶ πείρας μηδὲ ἀγῶνας ἐπάγεσθαι· ἀλλὰ πολλάκις καὶ διὰ ἀναπύσεως ἡμᾶς ἄγεσθαι πειρασομένους t μὲν καὶ ἀγωνισομένους u. ὥσπερ γὰρ ἅταν x ἄπεστιν, ἡμῖν κάματον y τῇ ἀπουσίᾳ παρέχει, οὕτως ἀναπαύει a ὁπότε οἱονεὶ παρῇ.

Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι, καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ’ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.

Καλῶς, “ πειράζοντες,” εἶπεν. ἐπειδὴ προσεποιοῦντο μὲν τὴν αἴτησιν ὡς δῆθεν πιστεύοντες εἰ παράσχοι σημεῖον· τὸ δὲ ἀληθὲς ἀπάτῃ τὴν αἴτησιν ἐποιοῦντο, ὥστε μόνον τῆς δυνάμεως b αὐτοῦ πεῖραν c λαβεῖν, οὐδένα τοῦ πιστεῦσαι ποιούμενοι λόγον. τί δέ ἐστι σημεῖον ἐκ τοῦ οὐρανοῦ; ἣ στῆναι d τὸν ἥλιον, ἣ σελήνην χαλινῶσαι, ἢ κεραυνοὺς κατενεγκεῖν, ἣ τὸν ἀέρα μεταβαλεῖν, ἣ ἄλλο τι τοιοῦτον ποιῆσαι. e Ἄλλος, φησὶν, οὗτος τῆς παρουσίας ὁ καιρὸς καὶ ἄλλος ὁ μέλλων. νῦν τοῦτο χρεία τῶν ἐν τῇ γῆ, τὰ δὲ ἐν τῷ οὐρανῷ, ἐκείνῳ τεταμίευται τῷ καιρῷ. νῦν ὡς ἰατρὸς ἦλθον, τότε ὡς ἀπαιτῆσαι εὐθύνας. διὰ τοῦτο λαθὼν ἦλθον· τότε μετὰ πολλῆς τῆς δημοσιεύσεως, οὐρανὸν ἑλίττων, ἥλιον ἀποκρύπτων g, τὴν σελήνην οὐκ ἀφιεὶς δοῦναι τὸ φῶς. τότε καὶ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. ἀλλ’ οὐχὶ τούτων νῦν ὁ καιρὸς τῶν σημείων. ὅθεν οὐδὲν h τῇ γενεᾷ ταύτῃ σημεῖον δοθήσεται. τῶν ἀφισταμένων Θεοῦ καὶ Θεὸς ἀφίσταται· τούτου σύμβολον ἡ ἀναχώρησις. εἰκότως οὖν καὶ ἀναστενάξας τῷ πνεύματι αὑτοῦ ταῦτά φησι, λογιζόμενος τί μὲν αὐτὸς παρεγένετο i ποιῆσαι, δηλονότι ἀποθανεῖν ὑπὲρ αὐτῶν, καὶ τὰ ἔσχατα παθεῖν· τι δὲ αὐτοὶ καθ’ [*](t πειραζομένους Ρ. u ἀγωνιζομένους Ρ. x Om. Ρ. y ὁ τὸ ἀκάματον Ρ. z παρέχειν Ρ. a ἀναπαυομένου δὲ P. b Om. ΡΡ. c ἀπόπειραν ΡΡ. d στῆσαι C. 178. e Τί οὖν ὁ Σωτῆρ’ ; οὐ τούτου τοῦ καιροῦ τῶν ἐν τῷ ουρ. σῆμ’. νῦν τῶν ἐν τ. γῇ σῆμ’. χρεία. C. I 78. f τούτου χρεία χρεία τῶν Ρ. 8 ἥλιον ΡΡ. καὶ ἀποκρ. Poss. h οὐδὲ Ρ. i παρεγενόμην Ρ.)

343
ἑαυτῶν προκαλοῦνται πονηρίᾳ συζῶντες, “ ἐμβὰς πάλιν εἰς πλοῖον ἀπῆλθεν εἰς τὸ πέραν.

Περὶ τῆς ζύμης τῶν Φαρισαίων.

Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους· καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ’ ἑαυτῶν ἐν τῷ πλοίῳ. καὶ διεστέλλετο αὐτοῖς, λέγων, ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, καὶ τῆς ζύμης Ἡρώδου. καὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες, ὅτι ἄρτους οὐκ ἔχομεν.

Ὁμοῦ μὲν τὴν ἀπιστίαν αὐτῶν ὀνειδίζει ὁ Κύριος, ὁμοῦ δὲ σαφηνίζει τὸ παρ’ αὐτοῦ λεχθέν· ἐχρῆν φησιν ἡμᾶς 1 τῶν γεγονότων ἤδη μνημονεύοντας, μήτε αὐτοὺς περὶ ἄρτων διαπορεῖν εἰ μὴ ἔχετε, μήτε ἐμὲ νομίζειν περὶ τούτου λέγειν ὑμῖν. οὐ γὰρ ἦν μοι χαλεπὸν ὁμοίως καὶ νῦν ἄρτους ἀγαγεῖν τοὺς οὐκ ὄντας k εἰς μέ- σον, καὶ πληρῶσαι τὴν χρείαν ὑμῖν. πῶς οὖν οὔπω l νοεῖτε; ἀλλ’ ἔτι τὴν καρδίαν ἔχετε πεπωρωμένην; ταῦτα δέ φησι κατὰ βραχὺ προβιβάζων τοὺς μαθητὰς εἰς αἴσθησίν τε καὶ πίστιν. εἰ δὲ ὁ μὲν Ματθαῖος λέγει προσέχειν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουλαίων, Μάρκος δὲ Φαρισαίων καὶ Ἡρωδιανῶν, Λουκᾶς δὲ μόνων Φαρισαίων, οὐδεμία ἐν τούτοις διαφωνία. οἱ γὰρ τρεῖς τοὺς προηγουμένους εἶπον Φαρισαίους· οἱ δὲ δύο ἐμερίσαντο τοὺς δευ\τέρους, ἀλλ’ οὐδέτερος εἶπε m τὸ μόνους. εἰκὸς γὰρ ἦν τὸν Μάρκον, ὡς παραλείψαντος τοῦ Ματθαίου τοὺς Ἡρωδιανοὺς, εἰς ἀναπλήρωσιν τῆς διηγήσεως προσθεῖναι καὶ τούτους. Νοεῖ δὲ καὶ συνίησι τὰ περὶ ἄρτου ὁ εἰδὼς ὅτι ἡ διδαχὴ ἄρτος ἐστίν· ἡ μὲν ὑγιὴς ὑγιεινὸς, ἡ δὲ ἐσφαλμένη ἐπιβλαβής· καὶ οὕτω ζητῶν τις πάντα τὸν ἀναγεγραμμένον ἐν τῇ γραφῇ ἄρτον, ἐφ’ ἑκάστῳ τόπῳ ἐφαρμόσει τὰ γεγραμμένα τοῖς περὶ δογμάτων καὶ διδασκαλίας.

Περὶ τοῦ τυφλοῦ.

Καὶ ἔρχεται εἰς Βηθσαϊδὰν, καὶ φέρουσιν αὐτῷ τυφλὸν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. καὶ [*](i ὑμᾶς Ρ. k ΡΡ. προσήκοντας Poss. l μὴ Poss. om. ΡΡ. m μὴ εἰπόντες ΡΡ.)

344
ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ, ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης.

Εἰς τὴν ἄπιστον Βηθσαϊδὰν παραγίνεται Χριστὸς, καὶ φέρουσιν αὐτῷ τυφλὸν, καὶ παρακαλοῦσιν αὐτὸν ἴνα αὐτοῦ ἅψηται. οὐ γνήσιος δὲ τῶν παραγαγόντων n ἡ πίστις, οὐδὲ ἄξιοι εἰσι θεαταὶ γενέσθαι τοῦ θαύματος. ὅθεν ἐπιλαβόμενος αὐτοῦ, ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ.

Καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτὸν, εἴτι βλέπει; καὶ ἀναβλέψας ἔλεγε, βλέπω τοὺς ἀνθρώπους ὡς δένδρα περιπατουντας.

Πτύει καὶ τὰς χεῖρας ἐπιτίθησι, δεῖξαι βουλόμενος ὡς θεῖος λόγος καὶ πρᾶξις ἑπομένη τῷ λόγῳ ο ἐκτελεῖ τὰ παράδοξα. ἡ γὰρ χεὶρ τῆς πράξεως σύμβολον· πτύσμα p δὲ τοῦ ἐκπορευομένου διὰ στόματος λόγου q. ἐπηρώτα δὲ αὐτὸν εἴτι βλέπει, ἐπὶ τῶν ἄλλων μὴ ποιήσας τοῦτο r. σημαίνων ὡς ἀτελὴς τῶν προσαγόντων ἡ πίστις καὶ αὐτοῦ τοῦ πεπηρωμένου τὰς ὄψεις. μονονουχὶ γὰρ οὐδὲν ἕτερον διὰ τοῦτό s φησιν, ἣ “ κατὰ τὴν πίστιν σου γενηθήτω “ σοι.” ἐπειδὴ τὸ τῆς πίστεως αὐτοῦ διήλεγξεν ἀτελές· ἀμυδρῶς γὰρ ἔφασκεν τοὺς ἀνθρώπους ὁρᾷν καὶ ὡς δένδρα περιπατοῦντας.

Εἶτα πάλιν ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἐποίησεν αὐτὸν ἀναβλέψαι. καὶ ἀποκατεστάθη, καὶ ἀνέβλεψε τηλαυγῶς ἅπαντας.

Πἀλιν ἐπιτίθει τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς, ἐκ τῆς πρότερον αὐτῷ γεγενημένης αἰσθήσεως εἰς ἐπίδοσιν πίστεως ἀγαγὼν, καὶ οὕτως αὐτὸν ἐποίησεν ἀναβλέψαι τελείως. ἡ δὲ προσθήκη δείκνυσι τὸ ὑπ’ ἐμοῦ εἰρημένον. μετὰ γὰρ τὸ εἰπεῖν, “ ἐποίησεν αὐτὸν “ ἀναβλέψαι,” ἐπάγει, “ καὶ ἀποκατεστάθη καὶ ἀνέβλεφε t τηλαυαὐτὸν “ γῶς,” δηλονότι τῷ τῆς ψυχῆς ὄμματι. αἰσθητῶς γὰρ καὶ νοητῶς αὐτὸν ὁ Χριστὸς ἰάσατο. ἀνέβλεψε τὲ τηλαυγῶς καὶ τοῖς τῆς [*](n προσαγαγόντων Ρ. o ΡΡ. τῶν λόγων Poss. P PP. πάντα δὲ Poss. q Om. Ρ, r αὐτὸ C. 178. s τούτων Ρ. t ἐπέβλεψε Ρ.)

345
διανοίας ὄμμασιν. ἀναγκαῖον οὖν καὶ ἡμᾶς λέγειν κατὰ τοὺς θείους μαθητὰς τῷ Σωτήρι’, “ πρόσθες ἡμῖν πίστιν.” “ καὶ ἀπέστειλεν “ αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ,” παρεγγυήσας αὐτῷ· μηδὲ εἰπεῖν τινὶ τῶν ἐν τῆ κώμῃ.

Ἐσώθης, φησὶ, καὶ ἐξελήλυθας Σοδόμων. εἰς τὸ ὄρος σώζου τῆς Ἐκκλησίας. οὗτος γάρ σου οἶκος. ἡ δὲ Βηθσαϊδὰ κώμη ἐστι θηρατῶν, νοεῖτε u δὲ ὁ φημι) καὶ ἀνάξιοι τῆς τῶν παραδόξων θέας τε καὶ ἀκοῆς. μὴ οὖν εἰσέλθῃς ἐκεῖ, μήποτε ζωγρηθῇς εἰς τὸ ἐκείνων θέλημα.

Περὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως.

Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου. καὶ ἐν τῆ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὑτοῦ, λέγων αὐτοῖς, τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; οἱ δὲ ἀπεκρίθησαν, Ἰωάννην τὸν Βαπτιστὴν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ἕνα τῶν προφητῶν. καὶ αὐτὸς λέγει αὐτοῖς, ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ ὁ Πέτρος λέγει αὐτῷ· Σὺ εἰ ὁ Χριστός.

Εἰδὼς ἐρωτᾷ, τὴν διὰ τῆς ἐσομένης ἀποκρίσεως ὠφέλειαν κα. κατασκεύαζων, καὶ τῶν ἄλλων τῶν δοξαζόντων, ὁ τι δήποτε περὶ αὐτοῦ κάλλιον δοξάζειν v ποιῶν τοὺς μαθητάς. Πέτρῳ μὲν ὃ καλῶς δοξάζει βεβαιῶν, τοῖς δὲ ἄλλοις τὴν ἐκ τῆς ἰδίας μαρτυρίας ἐντιθεὶς πίστιν. πάντας ἐκίνει τὸ κατὰ Χριστὸν παράδοξον, εἰ καὶ τὴν πίστιν οὐκ ἔφθασαν. ἄνθρωπον μὲν οὖν ἠναγκάζοντο νομίζειν διὰ τὸ ὁρώμενον· τὴν δὲ ἐκ νεκρῶν ἀναβίωσιν αὐτῷ προστιθέντες, Ιωάννην ἣ Ἱερεμίαν ἣ ἕνα τῶν προφητῶν ἡγοῦντο. τίνος δὲ ἕνεκεν οὐκ εὐθέως τὴν αὐτῶν γνώμην ἠρώτησεν, ἀλλὰ τὴν τῶν πολλῶν; ἵνα εἰπόντες τὴν ἐκείνων, εἶτα ἐρωτηθέντες, “ ὑμεῖς δὲ τίνα με λέ- “ γετε εἶναι;” ἀπὸ τοῦ τρόπου τῆς ἐρωτήσεως εἰς μείζονα Τώ μὴν ἀναχθῶσιν x, ἐννοήσαντες ὅτι οὐ χρὴ εἰς τὴν αὐτῶν ταπεινότητα [*](u νόει P. v Sic ΡΡ. ὀρθοτέρως π. α. δοξ. Poss. x ἀνενεχθῶσι ΡΡ.)

346
αὐτοὺς συνεμπεσεῖν. διὰ δὴ τοῦτο οὐδὲ ἐν ἀρχῇ τοῦ κηρύγματος αὐτῶν πυνθάνεται, ἀλλ’ ὅτε σημεῖα πολλὰ ἐποίησε, καὶ περὶ πολλῶν αὐτοῖς διελέχθη καὶ ὑψηλῶν, καὶ τῆς αὐτοῦ θεότητος. δεικνὺς δὲ ὡς σφόδρα βούλεται ὁμολογεῖσθαι τὴν οἰκονομίαν, φησὶ, “ τὸν “ υἱὸν τοῦ ἀνθρώπου.” εἶτα ἐπειδὴ εἶπον τὴν πεπλανημένην τῶν πολολῶν δόξαν, τότε ἐπήγαγεν “ ὑμεῖς δὲ τίνα με λέγετε ” μονονουχὶ ἐγκαλούμενος αὐτοὺς διὰ τῆς δευτέρας ἐπερωτήσεως εἰς τὸ μεῖζόν τι φαντασθῆναι περὶ αὐτοῦ, καὶ μὴ συνεμπεσεῖν τοῖς πολλοῖς. τί οὖν ὁ κορυφαῖος τῶν μαθητῶν, τὸ στόμα τῶν Ἀποστόλων; πάντων ἐρωτηθέντων, μόνος ἀποκρίνεται καὶ φησὶ “ σὺ εἶ ὁ Χριστός.” τὴν γὰρ y ἀκριβεστέραν περὶ τούτου διήγησιν παρεχώρησεν ὁ παρὼν Εὐαγγελιστὴς τῷ Ματθαίῳ εἰπόντι, αὐτὸς δὲ ὡς ἐν ἐπιτομῇ τὸ ἀκριβὲς παρῆκε τῆς ἱστορίας, καὶ ἵνα μὴ δόξῃ Πέτρῳ τῷ ἑαυτοῦ χαρίζεσθαι διδασκάλῳ.

Καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ. “ Καὶ ἐπετίμησεν αὐτοῖς” φησὶν Ἰησοῦς· “ ἵνα μηδενὶ λέγωσιν,” ἣ “ διεστείλατο,” ὥς φησιν ὁ Ματθαῖος. ἐβούλετο γὰρ ἔτι συσκιάζεσθαι τὴν παρ’ ἑαυτοῦ δόξαν, ὥστε τῶν σκανδαλιζόντων ἐκ μέσου γενομένων τοῦ τε σταυροῦ καὶ τοῦ πάθους, καθαρὰν ἐντυπωθῆναι τῇ διανοίᾳ αὐτῶν τὴν πίστιν. Τάχα z δὲ καὶ δι’ ἄλλο τι ἐπετίμησε τοῖς μαθηταῖς ἵνα τότε μηδενὶ εἴπωσιν, ὅτι αὐτός ἐστιν Ἰησοῦς ὁ Χριστός. προέκειτο γὰρ αὐτῷ τελειώσαντι τὴν οἰκονομίαν πρὸς τῇ ἀναλήψει εἰπεῖν, “ πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη,” καὶ οὕτως ἐπιτρέψαι αὐτοῖς κηρύσσειν αὐτόν. εἰ δὲ καὶ ἐν τοῖς ἀνωτέροις τούτους τοὺς ιβ' ἀπέστειλεν οἷς παραγγείλας ἄλλα τέ τινα, καὶ τὸ “ πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ·” λέγομεν ὅτι μήποτε τότε οὐδέπω τὸ Ἰησοῦς ἐφήρμοσε τῷ Χριστῷ, καὶ οὐδέπω ὁ Πατὴρ ὁ οὐράνιος τῷ Πέτρῳ ἦν ἀποκαλύψας ὅτι Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.

Ματθαῖος μὲν “ καὶ ἤρξατο δεικνύειν,” φησίν· οὐ γὰρ ἁπλῶς διδάσκει, ἀλλ’ οἱονεὶ δείκνυσι λογικὴν δεῖξιν, τότε μὲν ἀρχομένοις, χωρητικοῖς δὲ γινομένοις τελειῶν. Δείκνυται δὲ ἡ αἰτία τῆς παραγγελίας [*](y τὴν μὲν οὖν Poss. Cat. multo brevior quam Cod. 178. z Quæ seq. usque ad μαρτυρεῖν δυναμένων solus habet Cod. 178.)

347
τὸ μηδέπω λέγειν αὐτοὺς, ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός· φησὶ γὰρ τὰ τῆς οἰκονομίας μέλλειν, ἣν δεῖ κηρύσσεσθαι τελείως μετὰ τοῦ τὸ εἶναι Ἰησοῦν Χριστὸν ἐσταυρωμένον, ὑπὸ τῶν μαρτυρεῖν δυναμένων. ὅτε δὲ ἔπηξεν αὐτοῖς τὸ δόγμα, τότε τὴν περὶ τοῦ πάθους διδασκαλίαν εἰσήγαγεν. ἀλλ’ οὐδὲ οὕτως συνίεσαν τὸ λεγόμενον. “ ἦν γάρ, ” φησιν, “ κεκαλυμμένος ὁ λόγος ἀπ’ αὐτῶν.” οὐκ ᾔδεισαν ὅτι ἀναστῆναι αὐτὸν δεῖ, καὶ ἐφοβοῦντο ἐρωτῆσαι οὐχ ὅτι ἀποθανεῖν ἔχει, ἀλλ’ ὅτι πῶς καὶ τίνι τρόπῳ.” οὐδὲ γὰρ ᾔδεσαν τί ποτέ ἐστιν ἀναστῆναι, ἀλλὰ πολλῶ βέλτιον εἶναι ἐνόμιζον μὴ ἀποθανεῖν.

Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος, ἤρξατο ἐπιτιμᾷν αὐτῷ. ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὑτοῦ, ἐπετίμησε τῷ Πέτρῳ, λέγων, ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.

Tῶν ἄλλων θορυβουμένων καὶ ἀπορούντων, πάλιν ὁ Πέτρος θερμὸς ὣν μόνος τολμᾷ περὶ τούτου διαλεχθῆναι· καὶ οὐδ’ οὗτος παρρησίᾳ, ἀλλὰ προσλαβόμενος αὐτὸν κατ’ ἰδίαν, ἤρξατο ἐπιτιμᾷν αὐτῷ· ἣ ὡς ὁ Ματθαῖός φησι, “ ἵλεως σοι, οὐ μὴ ἔσται σοι “ τοῦτο.” Τί ποτε τοῦτό ἐστιν; ὁ ἀποκαλύψεως τυχὼν, ὁ μακαρισθεὶς οὗτος b, ταχέως διέπεσε καὶ ἐσφάλη; καὶ τι θαυμαστὸν τὸν οὐ δεξάμενον ἐν τούτοις ἀποκάλυψιν τοῦτο παθεῖν; ὅτι μὲν γὰρ ὁ Χριστός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἔμαθεν· τι ποτὲ δέ ἐστι τὸ μυστήριον τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως, οὐδέπω δῆλον αὐτῷ ἐγένετο. “ καὶ γὰρ ἦν,” φησὶν, “ ὁ λόγος ἀπ’ αὐτῶν κεκαλυμ- “ μένος.” αὐτὸς μέντοι δεικνὺς ὅτι τοσοῦτον ἀπέχει ἄκων ἐλθεῖν ἐπὶ τὸ πάθος, καὶ ἐπετίμησε τῷ Πέτρῳ c, καὶ Σατανᾶν ἐκάλεσε, καὶ οὐκ εἶπεν, ὁ Σατανᾶς ἐφθέγξατο διὰ d σοῦ, ἀλλ’ “ ὕπαγε ὀπίσω “ μου Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.’ καὶ γὰρ ἐπιθυμία ἦν τοῦ ἀντικειμένου τὸ μὴ παθεῖν τὸν Χριστόν. διὰ τοῦτο μετὰ τοσαύτης σφοδρότητος αὐτῷ ἐπετίμησε. σὺ μὲν γάρ φησι, νομίζεις ὅτι ἀνάξιόν μου ἐστι τὸ παθεῖν, ἐγὼ δέ σοι λέγω ὅτι τὸ μὴ παθεῖν· ἀπὸ τῶν ἐναντίων καταστέλλων αὐτοῦ τὴν [*](b οὕτως Poss. c τῶ Πέτρῳ om. L. d ἐκ Poss.)

348
ἀγωνίαν. Ἕτερος e δέ φησι. τῷ μὲν Σατανᾷ πειράζοντι αὐτὸν τὸν Ἰησοῦν οὐκ εἴρηται ὕπαγε ὀπίσω μου, Σατανᾶ, ἀλλ’ “ ὕπαγε “ Σατανᾶ· γέγραπται γὰρ, Κύριον τὸν Θέον σου προσκυνήσεις,” καὶ τὰ ἑξῆς. τῷ δὲ Πέτρῳ ἔτι ἁμαρτάνοντι, καὶ διὰ τοῦτο οὐδέπω ὄπισθεν ὄντι τοῦ Ἰησοῦ λέγεται, “ ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μοι εἶ.” εἰ τοίνυν ὁ ἅγιος ὄπισθέν ἐστιν Ἰησοῦ, ὁ ἀποστάτης καὶ παρακούσας τῶν λόγων Θεοῦ, ὀπίσω ἑαυτοῦ ἔβαλε τὸν Ἰησοῦν. καὶ διὰ τοῦτο ἀκούει ὁ Πέτρος, “ ὕπαγε ὀπίσω μου,” τοῦτ’ ἔστιν, ἀκολούθει μοι, καὶ τῇ περὶ τοῦ πάθους μου ἑκουσίᾳ βουλήσει μὴ ἀνθίστασο, τοὺς ἐμοὺν λόγους ὀπίσω σου ῥίπτων, κατὰ τὸ ἐν τεσσαρακοστῷ ἐννάτω ψαλμῷ εἰρημένον τῷ ἁμαρτωλῷ. Σύ μοί, φησιν, ἐπιτιμᾷς βουλομένῳ παθεῖν· ἐγὼ δέ σοι λέγω ὅτι οὐ μόνον τὸ ἐμὲ κωλύειν, καὶ τῷ ἐμῷ πάθει δυσχεραίνειν, ἐπιβλαβές σοι καὶ ὀλέθριον, ἀλλ’ ὅτι οὐδὲ σωθῆναι δυνήσῃ, ἐὰν μὴ καὶ αὐτὸς ἀποθάνῃς. διὰ τοῦτο οὐκ ἐφ’ ἑαυτοῦ προάγει τὸν λόγον, ἀλλὰ καὶ ἐπ’ έκείνου g.

Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὑτοῦ, εἶπεν αὐτοῖς, ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.

Tοσοῦτον γὰρ τοῦ πράγματος τούτου τὸ κέρδος, ὅτι ἐφ’ ὑμῶν, φησὶ, τὸ μὴ ἀποθανεῖν δεινὸν, τὸ δὲ ἀποθανεῖν ἀγαθόν. οὐκ εἶπε δὲ, κἂν μὴ βούλησθε h, δεῖ i τοῦτο ὑμᾶς παθεῖν. ἀλλὰ πῶς; “ ὅς “ τις θέλει ὀπίσω μου ἀκολουθεῖν.” ἐπὶ γὰρ ἀγαθὰ καλῶ, οὐκ ἐπὶ κακὰ καὶ ἐπαχθῆ, ἵνα ἀναγκάσω. ταῦτα δὲ λέγων ἐπεσπᾶτο μειζόνως. ὁ μὲν γὰρ βιαζόμενος, ἀποτρέπει· ὁ δὲ ἀφεὶς Κυρίου τὸν ἀκροατὴν εἶναι, μᾶλλον ἐφέλκεται k. βίας γὰρ δυνατώτερον θεραπεία.

Τί ποτε δέ ἐστιν ἀρνήσασθαι ἑαυτὸν μάθωμεν. τοῦτο δὲ εἰσόμεθα ἐὰν ἔγνωμεν l τί ἐστι τὸ ἀρνήσασθαι ἑταῖρον ὁ ἀρνούμενος ἑταῖρον m ἀδελφὸν ἢ οἰκέτην ἢ ὅν τινα οὖν, κἂν μαστιζόμενον ἴ’ δῇ, [*](e ἑτέρως Ρ. f ἀφ’ Ρ. S ἐκείνων Poss. h βούλεσθε Ρ. i βούλομαι δὲ Poss. k ἐφελκύσεται Poss. l εἰ γνῶμεν P. m ἕτερον Poss.)

349
κἂν δεσμούμενον n, κἂν ἀπαγόμενον, κἂν ὅτι οὖν πάχοντα, οὐ παρίατααι, οὐ βοηθεῖ, οὐ πάσχει τι πρὸς αὐτὸν ὅτε ο ἅπαξ ἀλλοτριωθείς. οὕτω τοίνυν βούλεται τοῦ σώματος ἡμᾶς ἀφειδεῖν p τοῦ ἡμετέρου, ἵνα κἂν μαστίζωσι, κἂν ὅτι οὖν ποιῶσι, μὴ φειδώμεθα· τοῦτο γάρ ἐστι φείσασθαι· ἐπειδὴ καὶ οἱ πάτερες τότε φείδονται, ὅταν διδασκάλοις παραδόντες τὰ παιδία κελεύσωσιν αὐτῶν μὴ φείδεσθαι· οὕτω καὶ ὁ Χριστὸς οὐκ εἶπεν, μὴ φεισάσθω ἑαυτοῦ, ἀλλ’ ἐπιτεταμένως, “ ἀπαρνησάσθω ἑαυτόν·” τοῦτ’ ἔστι, μηδὲν ἐχέτω κοινὸν πρὸς αὑτὸν, ἀλλ’ ἐκδιδότω τοῖς κινδύνοις, τοῖς ἀγῶσι, καὶ ὡς ἑτέρου ταῦτα πάσχοντος οὕτω διακείσθω. τὸ δὲ, “ ἀράτω τὸν σταυρὸν “ αὑτοῦ,” πολλὴν ἐμφαίνει τὴν ὑπερβολὴν, καὶ γὰρ πλέον τοῦτο ἐκείνου ἐστίν· ἀπαρνήσασθαι γὰρ μέχρι τοσούτου δεῖ· μέχρι θανάτου, καὶ θανάτου τοῦ ἐπονειδίστου q. καὶ ὅτι οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ διὰ παντὸς τοῦ βίου τοῦτο δεῖ ποιεῖν. “ καὶ ἀκολουθείτω μοι.” ἐπειδὴ γάρ ἐστι καὶ πάσχοντα μὴ ἀκολουθεῖν, ὅταν μὴ δι’ αὐτὸν τι πάθῃ, ἵνα μὴ νομίσῃς ὅτι ἀρκεῖ τῶν κινδύνων ἡ φύσις, προστίθησι καὶ τὴν ὑπόθεσιν, ἵνα ταῦτα ποιῶν αὐτῶ ἀκολουθῇς.

Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὑτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχήν αὑτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν.

Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οὐκ ἀφειδῶν ὑμῶν, ἀλλὰ καὶ σφόδρα φειδόμενος ταῦτα ἐπιτάττω. καὶ γὰρ ὁ φειδόμενος τοῦ παιδίου αὐτοῦ ἀπόλλυσιν αὐτό· ὁ δὲ μὴ φειδόμενος σώσει. εἶτα ἐπειδὴ εἶπεν, ὁ θέλων σῶσαι ἀπολέσει αὐτὴν, ὃς δ’ ἂν ἀπολέσῃ, καὶ τὰ ἑξῆς. ἵνα μὴ νομίσῃς ἴσην εἶναι τὴν ἀπώλειαν ταύτην κἀκείνην, καὶ τὴν σωτηρίαν, ἵνα μάθῃς ὅσον τὸ μέσον ταύτης τε κἀκείνης, ἐπάγει ταῦτα κατασκευάζων. δεῖ τοίνυν πρὸς τὸν διηνεκῆ θάνατον ὑμᾶς παρατάττεσθαι· καὶ γὰρ νῦν πόλεμος ἀναρριπίζεσθαι μέλλει χαλεπός· μὴ τοίνυν κάθισο ἔνδον, ἀλλ’ ἐξέρχου καὶ πολέμει· κἂν πέσῃς ἐπὶ τῇ παρατάξει, τότε σωθήσῃ· εἰ γὰρ ἐπὶ τῶν αἰσθητῶν πολέμων ὁ παρατεταγμένος εἰς σφαγὴν, οὗτος τῶν ἄλλων δοκιμώτερος καὶ ἀνάλωτος μᾶλλον καὶ τοῖς πολεμίοις φοβερώτερος· [*](n διωκόμενον Poss. ο ὅτε Ρ. P ἀπᾴδειν Poss. ἀπιδεῖν Ρ. q P.L. τοῦ σταυροῦ Poss.)

350
καίτοι μετὰ θάνατον οὐκ ἰσχύοντος αὐτὸν ἀναστῆσαι τοῦ βασιλέως, ὑπὲρ οὗ τὰ ὅπλα τίθεται· πολλῷ μᾶλλον ἐπὶ τούτων τῶν πολέμων, ὅτε καὶ ἀναστάσεως ἐλπίδες τοσαῦται· ὁ προβαλλομενος εἰς θάνατον τὴν ἑαυτοῦ ψυχὴν, εὑρήσει αὐτήν r.

Τί γὰρ ὠφελήσει ἄνθρωπον, ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὑτοῦ; Ἣ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;

δὲ πῶς ἡ παρὰ τὸ δέον s αὐτῆς σωτηρία ἀπωλείας πάσης χείρων τε καὶ ἀνίατος οὖσα, τῷ μηδὲ εἶναι λοιπὸν τὸν ἐξωνούμενον αὐτήν. μὴ γάρ μοι τοῦτο λέγε, φησὶν, ὅτι τὴν ψυχὴν αὐτοῦ ἔσωσεν κινδύνων διαφυγὼν τοὺς τοιούτους· ἀλλὰ μετὰ τῆς ψυχῆς αὑτοῦ θὲς καὶ τὴν οἰκουμένην ἅπασαν, καὶ τι τὸ πλέον ἐντεῦθεν αὐτῷ ἐκείνης ἀπολλυμένης; μὴ γὰρ ἑτέραν ἔχεις ψυχὴν ἀντὶ ψυχῆς δοῦναι. χρήματα μὲν γὰρ ἢ οἰκίαν ἢ ἀνδράποδα δύνασαι ἀνταλλάξασθαι· ψυχὴν δὲ ἀπολλὺς, ἑτέραν ἀποδοῦναι οὐ δυνήσῃ ψυχήν. καὶ τι θαυμαστὸν εἰ ἐπὶ τῆς ψυχῆς τοῦτο συμβαίνει; καὶ γὰρ ἐπὶ σώματος τοῦτο γινόμενον t ἵδοι τις ἄν. κἂν γὰρ μυρία διαδήματα περικείμενος ᾖς, σῶμα δὲ ἔχης ἐπίνοσον φύσει καὶ ἀνιάτως ἔχον, οὐ δυνήσῃ τὴν βασιλείαν ἅπασαν ἐπιδοὺς u διορθῶσαι τοῦτο.

Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῆ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν, ὅταν ἔλθῃ τῆ δόξη τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

Οὐκ ἀρκεῖται τῇ κατὰ διάνοιαν πίστει, ἀλλὰ καὶ τὴν διὰ στόματος ὁμολογίαν ἀπαιτεῖ, εἰς παρρησίαν ἡμᾶς ἀλείφων καὶ πλείονα ἀγάπης x διάθεσιν, καὶ ὑψηλοὺς ἐργαζόμενος. διὸ καὶ πρὸς πάντας διαλέγεται γενναίους κατασκευάζων· ὁ γὰρ τοῦτο μαθὼν οὐ διδάξει μόνον μετὰ παρρησίας, ἀλλὰ καὶ πείσεται μετὰ προθυμίας, ἀνεπαισχύντως αὐτὸν ὁμολογῶν· καὶ γὰρ καὶ ἐν τῇ [*](r Poss. add. ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, sed om. L. et Ρ. s Ρ. τοῦ Θεοῦ Poss. t γενόμενος Ρ. u ἐπιδιδοὺς Ρ. x ἀγάπην καὶ P.L.)

351
κολάσει φησὶ, πλείων ἡ τιμωρία, καὶ ἐν τοῖς ἀγαθοῖς μείζων ἡ ἀντίδοσις. μοιχαλὶς δὲ λέγεται ἡ γενομένη ἀνδρὶ ἑτέρῳ· καὶ ἡ τὸν Θεὸν τὸν ἀληθινὸν νυμφίον καταλιποῦσα ψυχὴ, καὶ μὴ τῇ αὐτοῦ διδασκαλίᾳ κατακολουθοῦσα, ἀλλ’ ἑτέροις αὐτὴν ὑποστρώσασα, καὶ ἀσεβείας σπέρματα δεχομένη, μοιχαλὶς χρηματίζει δηλονότι καὶ ἁμαρτωλός. ὁ οὖν ἐπὶ τῶν τοιούτων τὴν ἐμὴν ἀρνούμενος δεσποτείαν, καὶ ἐπὶ τῷ εὐαγγελικῷ ἐγκαλυπτόμενος λόγῳ, ἀξίαν τῆς ἀσεβείας τίσεται τιμωρίαν, ἀκούων ἐν τῇ δευτέρᾳ καὶ φοβερᾷ παρουσίᾳ, “ ἀμὴν ἀμὴν λέγω ὑμῖν y οὐκ οἶδα ὑμᾶς.” διὰ δὴ τοῦτο κἂν ποιήσῃς τι χρηστὸν, καὶ z μὴ λάβῃς αὐτοῦ τὴν ἀντίδοσιν ἐνταῦθα, μὴ ταράττου. κἂν ποιήσῃς τι πονηρὸν, καὶ μὴ δῷς δίκην, μὴ ῥαθύμει· ἐκεῖ γάρ σε ἡ τιμωρία δέξηται· ὁ γὰρ νῦν σοι καταφρονούμενος καὶ υἱὸς ἀνθρώπου διὰ τὴν οἰκονομίαν λεγόμενος, ἥξει μετὰ δόξης πολλῆς, οὐκέτι σαρκὸς τὸ ταπεινὸν προβαλλόμενος, ἀλλὰ τοῦ ἰδίου Πατρὸς τὴν ἐξουσίαν, καὶ ὑπὸ τῶν Ἀγγέλων αὐτοῦ δορυφορούμενος. Πατέρα δ’ ἔχει ὁ Θεὸς, καθὰ καὶ ἀμήτωρ· υἱὸς δὲ ἀνθρώπου κατὰ σάρκα, εἰ καὶ ἀπάτωρ τυγχάνει· τὴν ἄκραν οὖν ἕνωσιν αἰνιττόμενος τοῦ υἱοῦ τοῦ ἀνθρώπου Πατέρα ἑαυτοῦ τὸν Θεὸν ὀνομάζει.

Περὶ τῆς μεταμορφώσεως τοῦ Ἰησοῦ.

Καὶ ἔλεγεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

Ἐπειδὴ πολλὰ περὶ κινδύνων διελέχθη καὶ θανάτου καὶ τοῦ πάθους τοῦ ἑαυτοῦ, καὶ τῆς τῶν μαθητῶν σφαγῆς, καὶ τὰ αὐστηρὰ ἐπέταξεν ἐκεῖνα· καὶ τὰ μὲν ἦν ἐν τῷ παρόντι βίῳ καὶ ἐν χερσί· τὰ δὲ ἀγαθὰ ἐν ἐλπίσι καὶ προσδοκίαις· βουλόμενος καὶ τὴν ὄψιν αὐτῶν πληροφορῆσαι, καὶ διδάξαι τι ποτε ἐστιν ἡ δόξα ἐκείνη μεθ’ ἧς μέλλει παραγίνεσθαι, ὡς ἐγχωροῦν ἦν αὐτοῖς μαθεῖν καὶ κατὰ [*](γ ὑμῖν om. P. z κἂν Ρ.)

352
τὸν παρόντα βίον, δείκνυσιν αὐτοῖς καὶ ἀποκαλύπει ταύτην, ἵνα μήτε ἐπὶ τῷ οἰκείῳ θανάτῳ, μήτε ἐπὶ τῷ τοῦ δεσπότου λοιπὸν ἀλγῶσι· καὶ μάλιστα Πέτρος ὀδυρόμενος· καὶ ὅρα τι ποιεῖ περὶ γεέννης καὶ βασιλείας διαλεχθεὶς, τὴν μὲν βασιλείαν τῇ ὄψει δείκνυσιν· τὴν δὲ γεένναν οὐκέτι. ἐπειδὴ γὰρ εὐδόκιμοι ὑπῆρχον καὶ εὐγνώμονες ἀπὸ τῶν χρηστοτέρων ἐνάγει· οὐ μόνον δὲ ἐκεῖνο παρατρέχει τὸ μέρος, ἀλλ’ ἔστιν ὅπου σχεδὸν καὶ ὑπ’ ὄψιν αὐτὰ φέρει τὰ πράγματα τῆς γεέννης, ὡς ὅταν τοῦ Λαζάρου τὴν εἰκόνα εἰσάγῃ, καὶ τοῦ τὰ ἑκατὸν δηνάρια ἀπαιτήσαντος μνημονεύῃ· καὶ τοῦ τὰ ῥυπαρὰ ἐνδεδυμένου ἱμάτια, καὶ ἑτέρων πλειόνων.

Καὶ μεθ’ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν μόνους· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα, λευκὰ λίαν ὡς χιὼν, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται λευκᾶναι.

Λουκᾶς δὲ μετ’ ὀκτώ φησιν, οὐκ ἐναντιούμενος τούτω, ἀλλὰ καὶ σφόδρα συνᾴδων. ὁ μὲν γὰρ καὶ αὐτὴν τὴν ἡμέραν καθ’ ἣν ἐφθέγξατο, κἀκείνην καθ’ ἣν ἀνήγαγεν, εἶπεν. ὁ δὲ τὰς μεταξὺ τούτων μόνον z. λαβὼν τοίνυν τοὺς κορυφαίους “ ἀναφέρει εἰς ὄρος “ ὑψηλὸν κατ’ ἰδίαν μόνους,” καὶ τὰ ἑξῆς. Διατί τούτους λαμβάνει; ὅτι οὗτοι τῶν ἄλλων ἦσαν ὑπερέχοντες· καὶ ὁ μὲν Πέτρος ἐκ τοῦ σφόδρα φιλεῖν αὐτὸν ἐδήλου τὴν ὑπεροχὴν· ὁ δὲ Ἰωάννης ἐκ τοῦ σφόδρα φιλεῖσθαι· καὶ Ἰάκωβος δὲ ἀπὸ τῆς ἀποκρίσεως, ἧς ἀπεκρίνατο μετὰ τοῦ ἀδελφοῦ λέγων, δυνάμεθα πιεῖν τὸ ποτήριον· οὐκ ἀπὸ τῆς ἀποκρίσεως δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἔργων τῶν τε ἄλλων, καὶ ἀφ’ ὧν ἐπλήρωσεν ἅπερ εἶπεν· οὕτως γὰρ ἦν σφοδρὸς καὶ βαρὺς Ἰουδαίοις, ὡς καὶ τὸν Ἡρώδην ταύτην νομίσαι χαρίσασθαι τοῖς Ἰουδαίοις, εἰ ἐκεῖνον ἀνέλοι.

Διατί δὲ μὴ εὐθέως αὐτοὺς ἀνάγει; ὥστε μηδὲν παθεῖν ἀνθρώπινον τοὺς λοιποὺς μαθητάς· διὰ τοῦτο οὐδὲ τὰ ὀνόματα αὐτῶν λέγει τῶν ἀνιέναι μελλόντων. τι δήποτε οὖν καὶ προλέγει; ἵνα [*](z μόνας Poss.)

353
εὐμαθέστεροι περὶ τὴν θεωρίαν γένωνται ἀφ’ ὧν προεῖπεν, καὶ σφοδροτέρας ἐν τῷ τῶν ἡμερῶν ἀριθμῷ τῆς ἐπιθυμίας ἐμπλησθέντες, οὕτως νηφούσῃ καὶ μεμεριμνημένῃ διανοία παρεγένοντο. ἐνῆν μὲν οὑν καὶ ἐν οἴκῳ τὴν ἑαυτοῦ δόξαν ἐπιδεῖξαι ἐπεὶ δὲ καὶ τὸ τοῦ ὄρους ὕψος,, οἰκεῖον εἶχε, πρὸς τὸ τῆς δόξας ὕψος σύμπαν λαμβανόμενον, εἰς ὄρος αὐτοὺς ἀνήγαγεν ὑψηλόν. τὸ δὲ κατ’ ἰδίαν φησὶ, τὸ μυστικὸν τοῦ πράγματος ἐπισημαινόμενος, καὶ ὡς οὐκ ἠβουλήθη δημοσιεύειν αὐτὸ a ὁ Κύριος. ἡ δὲ λεγομένη μεταμόρφωσις κατὰ τὴν ἔκλαμψιν ἦν, καθ’ ἣν ἐξέλαμψε τὸ πρόσωπον ὡς ὁ ἥλιος, καὶ ὁ ἱματισμὸς ἐγένετο λευκὸς ἐξαστράπτων, ὡς ὁ Λουκᾶς φησιν. ὁ δὲ Ματθαῖος λευκὰ ἱμάτια γεγονέναι λέγει ὡς τὸ φῶς. οὐ δὴ τοῦ χαρακτῆρος μεταβολήν τινα προσδοκητέον ἐν τῇ βασιλείᾳ, οὔτε αὐτοῦ τοῦ Σωτῆρος, οὔτε τῶν ὡμοιωμένων αὐτῷ, ἀλλὰ φωτὸς προσθήκην ὑπερλάμπρου, καὶ ταύτην εἶναι b τὴν ἐναλλαγὴν, ἣν ὁ Παῦλός φησιν. οἱ δὲ Εὐαγγελισταὶ μεταμόρφωσιν ὠνομάκασι. τίνος δὲ ἕνεκεν Μωσῆν καὶ Ἠλίαν εἰς μέσον ἄγει c, πολλὰς ἂν ἔχοι τις εἰπεῖν αἰτίας· πλὴν ἡμεῖς ταύτας εἴπωμεν. πρῶτον μὲν ταύτην, ὅτι ἐπειδὴ οἱ ὄχλοι ἔλεγον, οἱ μὲν Ηλίαν, οἱ δὲ Ἱερεμίαν, οἱ δὲ ἕνα τῶν προφητῶν, τοὺς κορυφαίους ἄγει, ἵνα τὸ μέσον κἀντεῦθεν ἴδωσι τῶν δούλων καὶ τοῦ δεσπότου, καὶ ὅτι καλῶς ἐπῃνέθη Πέτρος ὁμολογήσας αὐτὸν Υἱὸν τοῦ Θεοῦ. καὶ ἐπειδὴ συνεχῶς ἐνεκάλουν αὐτὸν παραβαίνειν τὸν νόμον καὶ βλάσφημον αὐτὸν εἶναι ἐνόμιζον, ὡς σφετεριζόμενον δόξαν οὐ προσήκουσαν αὐτῷ, τὴν τοῦ Πατρὸς, καὶ ἔλεγον, οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ, καὶ ἄλλα τινὰ παρόμοια. ἵνα τοίνυν δειχθῇ ὡς τούτων ἐστιν ἀνεύθυνος, καὶ οὔτε νόμου παράβασις τὸ γινόμενον, οὔτε δόξης σφετερισμὸς τῆς μὴ προσηκούσης τὸ λέγειν ἑαυτὸν ἶσον τῷ Πατρὶ, τοὺς ἐν ἑκατέρῳ λάμψαντας τούτους εἰς μέσον ἄγει· καὶ γὰρ Μωϋσῆς τὸν νόμον ἔδωκε, καὶ ἠδύναντο λογίσασθαι, ὅτι οὐκ ἃν παρεῖδεν πατούμενον αὐτὸν, ὡς ἐνόμιζον οἱ Ἰουδαῖοι, οὐδ’ ἃν τὸν παραβαίνοντα αὐτὸν καὶ τῷ τεθεικότι πολέμιον ὄντα ἐθεράπευσεν ἄν. Ἠλίας δὲ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ ἐζήλωσε· καὶ οὐκ ἃν εἰ ἀντίθεος ἢν, καὶ Θεὸν [*](a Sic L. αὐτῷ Ρ. αὐτὸν Poss. b εἶναι om. L. c εἰσάγει L.)
354
αὐτὸν ἔλεγεν ἶσον τῷ πατρὶ, μὴ ὣν d ὅπερ ἔλεγε, μηδὲ προσηκόντως τοῦτο ποιῶν, παρέστη καὶ αὐτὸς καὶ ὑπήκουσεν. καὶ πάλιν ἵνα ἴδωσιν ὅτι καὶ θανάτου καὶ ζωῆς ἐξουσίαν ἔχει, καὶ τῶν ἄνω καὶ τῶν κάτω κρατεῖ. διὰ τοῦτο καὶ τὸν τετελευτηκότα καὶ τὸν οὐδέπω τοῦτο παθόντα εἰς μέσον ἄγει. τὴν δὲ πέμπτην αἰτίαν ὁ αὐτὸς Εὐαγγελίστης ἀπεκάλυψεν, δεῖξαι τοῦ σταυροῦ τὴν δόξαν βουλόμενος, καὶ παραμυθήσασθαι τὸν Πέτρον καὶ ἐκείνους δεδοικότας τὸ πάθος, καὶ ἀναστῆσαι αὐτῶν τὰ φρονήματα. καὶ πάλιν Μωϋσῆς καὶ Ἠλίας ἐν τῇ παρούσῃ δοξῇ συμπαρόντες ἐδείκνυντο, καὶ συμπαρεσόμενοι τότε σημεῖα τῆς διὰ νόμου τε καὶ προφητῶν γεγενημένης παιδαγωγίας ἐπὶ Χριστὸν, ὥστε συνῆφθαι καὶ παρεστάναι τῷ τελείαν δωρουμένῳ χάριν, τὸν παιδαγωγὸν νόμον καὶ τοὺς προαναγγέλλοντας προφήτας· ὧν ἀπάνθισμά τι καὶ ἀπαρχὴ πρώτη γέγονεν Ἠλίας, καὶ εἰς τὴν ἀνάκλησιν τοῦ Ἰσραὴλ κεῖται προφήτης· κατὰ τὸ “ ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῶν Ἠλίαν τὸν “ Θεσβίτην, καὶ ἐλθὼν ἀποκαταστήσει καρδίας πατέρων πρὸς “ υἱοὺς, καὶ καρδίαν υἱῶν ἐπὶ πατέρας αὐτῶν.” δηλοῖ δὲ καὶ συνάφειαν παλαιᾶς διαθήκης καὶ νέας, ὅτι συναφθήσονται ἐν τῇ ἀναστάσει οἱ Ἀπόστολοι μετὰ τῶν προφητῶν, καὶ μία ἔσται κοινωνία τῆς ἀπαντήσεως τοῦ βασιλέως. ἀλλὰ καὶ τούτων ἕκαστος τὴν ψυχὴν ἀπολέσας εὗρεν αὐτήν. καὶ γὰρ πρὸς τυράννους ἕκαστος ἐπαρρησιάσατο· ὁ μὲν πρὸς τὸν Αἰγύπτιον, ὁ δὲ πρὸς τὸν Ἀχὰβ, καὶ ὑπὲρ ἀγνωμόνων ἀνθρώπων καὶ ἀπειθῶν, καὶ ὑπὲρ αὐτῶν τῶν πρὸς αὐτῶν τῶν σωζομένων εἰς τὸν περὶ τὸν e] ἔσχατόν ἤχθησαν κίνδυνον· καὶ ἕκαστος αὐτῶν εἰδωλολατρίας ἀπαλλάξαι βουλόμενος, καὶ ἕκαστος αὐτῶν ἰδιώτης ὤν. ὁ μὲν γὰρ βραδύγλωσσος καὶ ἰσχνόφωνος, ὁ δὲ καὶ αὐτὸς ἀγροικότερος διακείμενος. καὶ πολλὰ δὲ ἕτερά ἐστιν εἰπεῖν. πρὸς ταῦτα τοίνυν πάντα αὐτοὺς ἐπαλείφων παρῆγεν τοὺς ἐν τῇ παλαιᾷ λάμψαντας. “ Οἵ τινες καὶ συνελάλουν αὐτῷ,” καὶ ὁ μὲν παρὼν Εὐαγγελιστὴς οὐκ ἐπιφέρει περί τινος, οἱ δὲ λοιποὶ προστιθέασιν, “ ἐλά- “ λουν” γάρ, φησιν, “ τὴν δόξαν ἣν ἔμελλε πληροῦν εἰς Ἱερου- “ σαλήμ·” τουτέστι τὸ πάθος καὶ τὸν σταυρόν οὕτω γὰρ αὐτὸ d ὂν Ρ. e Sic Cod. L. qui haec et seq. solus habet.
355
καλοῦσιν ἀεί. Τι οὖν ὁ Πέτρος ὁ θερμός; “ καλόν ἐστιν ἡμᾶς “ ὧδε εἶναι.” καὶ ὁ μέν τίς φησιν, ἐπιθυμεῖ, ὁ μέλλων ἀγωνίζεσθαι, ἀναπαύσεως πρὸ τῶν ἀγώνων.

Συνέκρινε δὲ καὶ δούλοις δεσπότῃ, καὶ ὅσον ἐπὶ τῷ λόγῳ συνέχεεν τὸ ὅλον. οὐκ ἔδει γὰρ συγκρίναι τὰ ἀσύγκριτα, οὐδὲ διὰ τριῶν σκηνῶν ἀριθμῆσαι τὰ μὴ συναριθμούμενα.

“ Οὐ γὰρ ᾔδει τι λαλήσει· ἦσαν γὰρ ἔκφοβοι.” καὶ ἄλλως φησιν ὡς ταραχὴν κατασχοῦσαν αὐτὸν ὁ Πέτρος ἀπεμνημόνευσεν, ὡς ὁ μαθητὴς αὑτοῦ Μάρκος φησί· “ οὐκ ᾔδει τί λαλήσει, ἦσαν “ γὰρ ἔκφοβοι.” ὁ φόβος δὲ ἐκεῖνος τῆς κοινοτέρας διανοίας ἐπεισαγωγὴν τινὰ εἶχεν καλλίονος νοῦ καὶ ἀγαθοῦ· καὶ οἱ τινες εἶεν οἱ φανέντες ἐγνώρισαν, ὅτι Μωϋσῆς καὶ Ἠλίας. ἄγεται δὲ ψυχὴ πρὸς τὸν τοῦ θείου πόθον ἐκ τῆς ὑπὸ τούτων κινήσεως, καὶ σπεύδει τῶν ἀνθρωπίνων μετανίστασθαι, ὥστε καὶ ὑπὸ τοῦ θεωρουμένου μακαρίου θεάματος, καὶ ὑπὸ τῆς ἐγγινομένης αὐτῷ κινήσεως πνευματικῆς ὁ Πέτρος, τὸ χωρισθῆναι τῆς τῶν ἀνθρώπων ἐπιμιξίας ὡς ἀγαθὸν ἐπινοεῖται καὶ λέγει· καὶ ὡς δὴ συνεσομένων ἐπιπλέον τοῦ περιόντος f αὐτῷ τῶν τριῶν ποίησιν ἐννοεῖ· οὐκ ἐννοήσας ἐν τῷ παραυτίκα κινήματι, οὐδ’ ὅτι πρὸς ἔνδειξιν τῆς ἐρχομένης δόξης ἐπεποίητο τὴν μεταμόρφωσιν ὁ Κύριος καθὰ προηρήκει· οὐθ’ ὅτι Μωϋσῆς ἦν ψυχὴ οὐκ ἐν σώματι· οὐθ’ ὅτι τῆς ἀνθρώπων διδασκαλίας καὶ ἰάσεως ἕνεκα, πάντα ἐποίει Χριστός· καὶ οὐχ οἷόν τε ἢν ἀπολιπεῖν τοὺς πολλοὺς καὶ τὸ ὄρος οἰκεῖν· τοιαῦτα τὰ τῶν ἀνθρώπων κινήματα, παίδων ἄντικρυς νηπίων ὅσον πρὸς Θεόν· εἰ καὶ μέγας τις εἴη καὶ διαφέρων τῶν ἄλλων· ἄλλως g δὲ πάλιν φησι, ἐπειδὴ γὰρ ἤκουσεν ὅτι δεῖ εἰς τὰ Ἱεροσόλυμα αὐτοὺς ἀπελθεῖν, δεδοικὼς ἔτι, καὶ τρέμων ὑπὲρ αὐτοῦ καὶ μετὰ τὴν ἐπιτίμησιν προσελθεῖν μὲν καὶ εἰπεῖν τοῦτο αὐτὸ οὐ τολμᾷ πάλιν, “ ὅ τι ἵλεω σοι.” ἀπὸ δὲ ἐκείνου τοῦ φόβου τὰ αὐτὰ αἰνίττεται δι’ ἑτέρων ῥημάτων. ἐπειδὴ γὰρ εἶδεν ὄρος καὶ πολλὴν τὴν ἐρημίαν, ἐνενόησεν ὅτι ἔχει πολλὴν ἀσφάλειαν· εἰ γὰρ τοῦτο γένοιτό φησι, οὐκ ἀναβησόμεθα εἰς τὰ Ἱεροσόλυμα, καὶ οὐκ ἀποθανεῖται. παρέστη δὲ καὶ Μωϋσῆς ὁ εἰς τὸν γνόφον εἰσελθὼν καὶ τῷ Θεῷ διαλεχθεὶς, [*](f An leg. παρόντος ? g Leg. vid. Ἄλλο, ut sæpius.)

356
καὶ Hλίας ὁ ἐπὶ τοῦ ὄρους πῦρ κατενεγκών· καὶ οὐδὲ εἷς εἴσεται ὅτι ἐνθάδε ἐσμέν. οὐ τοσοῦτον δὲ περὶ ἑαυτοῦ τρέμων ταῦτα ἔλεγεν, ἀλλ’ ὡς τοῦ Χριστοῦ περικαιόμενος.

Tί οὖν αὐτὸς μὲν οὐδὲν φθέγγεται, οὐδὲ Μωϋσῆς, οὐδὲ Ἠλίας, ὁ δὲ παντὸς μείζων καὶ ἀξιοπιστότερος ὁ Πατὴρ, φωνὴν ἐκ τῆς νεφέλης ; οὕτως ἀεὶ φαίνεται ὁ Θεός· “ νεφέλη γὰρ καὶ “ γνόφος κύκλῳ αὐτοῦ,” καὶ “ κάθηται ἐπὶ νεφέλης κούφης·” καὶ πάλιν, “ ὅτι θεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ.” “ καὶ νεφέλη ὑπέ- “ λάβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.” ἵνα οὖν πιστεύσωσιν ὅτι παρὰ τοῦ Θεοῦ ἡ φωνὴ φέρεται, ἐκεῖθεν ἔρχεται καὶ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα, “ οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε. εἰ γὰρ δυνατὸς ὁ Θεὸς, ὥσπερ οὑν καὶ ἐστὶν, εὔδηλον ὅτι καὶ ὁ Υἱὸς ὁμοίως. μὴ τοίνυν δείδιθι τὰ δεινά· εἰ δὲ μηδέπω τοῦτο καταδέχῃ, καὶ ἐκεῖνο λογίζου, ὅτι καὶ φιλεῖται· εἰ δὲ φιλεῖται, μὴ φοβοῦ· οὐδεὶς γὰρ ὃν ἀγαπᾷ προΐεται· τᾶι· οὐδὲ φιλεῖς αὐτὸν τοῦ γεγεννηκότος ἶσον.

“ Ἐν ῳΥ εὐδόκησα·” οὐδὲ γὰρ ἐπειδὴ ἐγέννησε μόνον φιλεῖ, ἀλλ’ ἐπειδὴ καὶ ἴσος αὐτῷ κατὰ πάντα καὶ ὁμογνώμων ἐστίν. τι δέ ἐστιν “ ἐν ᾧ εὐδόκησα ;” ὡσανεὶ ἔλεγεν ἐν ᾧ ἀναπαύομαι, ᾧ ἀρέσκομαι· διὰ τὸ κατὰ πᾶν ἐξισῶσθαι πρὸς αὐτὸν μετὰ ἀκριβείας, καὶ βούλημα ἓν ἐν αὐτῷ εἶναι καὶ τῷ Πατρὶ, καὶ μένοντα Υἱὸν κατὰ πάντα ἓν εἶναι πρὸς τὸν γεγεννηκότα.

“ Ἀκούετε,” κἂν σταυρωθῆναι βουληθῇ, μὴ ἀντιπέσῃς· οὗτος γάρ ἐστι περὶ οὗ λέγουσιν οὗτοι· περὶ οὗ Μωυσῆς προεφήτευσεν· περὶ οὗ Ἡλίας τυπικῶς προετύπωσεν· τούτους ὁρᾶτέ ὡς δούλους δορυφοροῦντας τὸν ἐμὸν μονογενῆ, αὐτοῦ ἀκούετε· ὅτι δεῖ παθεῖν· ὅτι δεῖ κοινωνῆσαι ἀνθρώποις θανάτου· ὅτι δεῖ ἀναστῆναι· ὅτι δεῖ πᾶσαν τὴν οἰκονομίαν πληρῶσαι· ὅτι δεῖ καὶ ὑμᾶς αὐτοὺς πειρασθῆναι καὶ συμπάσχειν αὐτῷ, ἵνα καὶ συνδοξασθῆτε.

Καταβαινόντων δὲ αὐτῶν ἀπὸ τοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.

Ὅσῳ γὰρ μείζονα ἐλέγετο περὶ αὐτοῦ, τοσοῦτον δυσπαραδεκτότερα

357
ἢν τοῖς πολλοῖς τότε, καὶ τὸ σκάνδαλον τὸ ἀπὸ τοῦ σταυροῦ ἐπετείνετο μᾶλλον. ἐντεῦθεν διαί τοῦτο κελεύει σιγᾷν, καὶ οὐχ ἁπλῶς· ἀλλὰ πάλιν τοῦ πάθους ἀναμιμνήσκων, καὶ μονονουχὶ τὴν αἰτίαν λέγων δι’ ἣν καὶ σιγᾷν ἐκέλευσεν. οὐ γὰρ δὴ διὰ παντὸς ἐκέλευσε μηδενὶ g εἰπεῖν, ἀλλ’ ἕως ἀναστῇ ἐκ νεκρῶν. καὶ τὸ δυσχερὲς σιγήσας, τὸ χρηστὸν ἐμφαίνει μόνον. ἐκεῖνοι δὲ τὸ περὶ τῆς ἀναστάσεως αὐτοῦ μὴ συνιέντες μυστήριον, τὸν μὲν λόγον ἐκράτησαν, πρὸς ἑαυτοὺς δὲ συνεζήτουν τι ἦν τὸ ἐκ νεκρῶ, ἀναστῆναι; καθὰ γάρ φησιν ὁ Εὐαγγελιστὴς, οὐδέπω ᾔδεισαν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι· καὶ ταῦτα μετὰ τὸ εἰς ἔργον προελθεῖν τὴν ὑπόσχεσιν. ἀλλ’ ἐὰν θέλωμεν ὀψώμεθα καὶ ἡμεῖς τὸν Χριστὸν, οὐχ οὕτως ὡς ἐκεῖνος τότε ἐν τῷ ὄρει, ἀλλὰ πολλῷ λαμπρότερον· καὶ οὐ μετὰ ἓξ ἡμέρας, ἀλλὰ μετὰ τὸν κόσμον τοῦτον· σύμβολον γὰρ τοῦ παρόντος αἰῶνος αἱ ἓξ ἡμέραι· τότε γὰρ ἀναβιβάσει σε ὁ Ἰησοῦς εἰς τὸ ὄρος τὸ ὑψηλὸν, ἐὰν ᾖ Πέτρος, ἣ Ἰάκωβος, ἣ Ἰωάννης. ἔξεστι δὲ καί σοι τοιοῦτον γενέσθαι, οὐδὲ γὰρ οὕτως ὕστερον ἥξει. τότε μὲν γὰρ τῶν μαθητῶν φειδώμενος τοσοῦτον παρήνοιξεν μόνον τῆς λαμπρότητος, ὅσον ἐδύναντο ἐνεγκεῖν. ὕστερον δὲ ἐν αὐτῇ τοῦ Πατρὸς ἥξει τῇ δόξῃ, οὐ μετὰ Μώσεως καὶ Ἐλιοῦ μόνον, ἀλλὰ μετὰ τῆς ἀπύρου τῶν Ἀγγέλων στρατιᾶς· οὐ νεφέλης γενομένης ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ, ἀλλὰ καὶ αὐτοῦ συστελλομένου τοῦ οὐρανοῦ.

Καὶ ἐπηρώτησεν αὐτὸν, τί λέγουσιν οἱ γραμματεῖς, καὶ τὰ ἑξῆς.

Οὐκ ἄρα ἀπὸ γραφῶν τοῦτο ᾔδεισαν, ἀλλ’ ἐκεῖνοι αὐτοῖς διεσάφουν, καὶ περιεφέρετο ὁ λόγος οὗτος ἐν τῷ ἀπείρῳ δήμῳ καθάπερ καὶ περὶ τοῦ Χριστοῦ· οὐχ ὡς χρῆν δὲ παρ’ ἐκείνων ἑρμηνευόμενος. αἱ μὲν γὰρ γραφαὶ δύο λέγουσι τοῦ Χριστοῦ παρουσίας, ταύτην τὲ τὴν γεγενημένην καὶ τὴν μέλλουσαν· τῆς μέντοι δευτέρας πρόδρομον τὸν Ἡλίαν ἔσεσθαι λέγουσι· τῆς μὲν γὰρ προτέρας Ἰωάννης ἐγένετο, ὃν καὶ Ἡλίαν ὁ Χριστὸς καλεῖ· οὐκ ἐπειδὴ Ἠλίας τὴν, ἀλλ’ ἐπειδὴ τὴν διακονίαν ἐπλήρου τὴν Ηλιοῦ. ὥσπερ γὰρ ἐκεῖνος πρόδρομος ἔσται τῆς δευτέρας παρουσίας, [*](f P.L. g P.L.)

358
οὕτως οὕτος τῆς προτέρας ἐγένετο. ἀλλ’ οἱ γραμματεῖς ταῦτα συγχέοντες, καὶ διαστρέφοντες τὸν δῆμον, ἐκείνης ἐμνημόνευον μόνης τῆς δευτέρας παρουσίας· διὰ τοῦτο καὶ οἱ μαθηταὶ λέγουσι, “ πῶς οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν “ πρῶτον ” τι οὖν ὁ Χριστὸς πρὸς ταῦτα; ὅτι Ἠλίας μὲν ἔρχεται τότε πρὸ τῆς δευτέρας μου παρουσίας. καὶ νῦν δὲ ἐλήλυθεν Ἡλίας, τὸν Ἰωάννην οὕτω καλῶν· εἰ δὲ τὸν Θεσβίτην ζητεῖς, ἔρχεται καὶ ἀποκαταστήσει πάντα κατὰ τὴν προφητείαν Μαλαχίου. “ ἀποκαταστήσει γάρ,” φησι, “ καρδίαν πατρὸς πρὸς υἱόν. “ μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην.” ἐπειδὴ γὰρ τὸν Ἰωάννην Ἠλίαν ἐκάλεσεν ὁ Χριστὸς, διὰ τὴν τῆς διακονίας κοινωνίαν, ἵνα μὴ νομίσῃς τοῦτον καὶ παρὰ τοῦ προφήτου λέγεσθαι, νῦν προσέθηκεν αὐτοῦ καὶ τὴν πατρίδα, εἰπὼν Ἡλίαν τὸν Θεσβίτην. Ἰωάννης γὰρ Θεσβίτης οὐκ ἦν. καὶ τὸ “ μὴ ἐλθὼν δὲ πατάξω τὴν γῆν ἄρδην,” τὴν δευτέραν δηλοῖ παρουσίαν. τῇ προτέρᾳ οὐκ ἦλθεν πατάξαι τὴν γῆν· “ οὐ γὰρ ἦλθον” φησι, “ ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω “ τὸν κόσμον.” δηλῶν τοίνυν ὅτι πρὸ ἐκείνης ἔρχεται ὁ Θεσβίτης τῆς τὴν κρίσιν ἐχούσης, τοῦτο εἴρηκεν· καὶ ὅτι διορθώσεται τὴν ἀπιστίαν τῶν Ἰουδαίων τῶν τότε εὑρισκομένων. Εὐκαίρως δὲ πάλιν αὐτοὺς ἀναμιμνήσκει τοῦ πάθους καὶ τὰς ἀπὸ τῶν γραφῶν πιστούμενος μαρτυρίας. ἀλλὰ καὶ εἰς Ἰωάννην, φησὶν, ἐποίησαν ὅσα ἠθέλησαν, ὃν καὶ Ἠλίαν κάλει. καὶ ἔβαλον γὰρ εἰς δεσμωτήριον, ὕβρισαν, ἀπέκτειναν, ἤνεγκαν τὴν κεφαλὴν ἐπὶ πίνακι· οὕτω δὲ καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’ αὐτῶν. τῆ δὲ μνήμῃ τοῦ θανάτου τοῦ Ἰωάννου πολλὴν αὐτοῖς παρέσχε τὴν παράκλησιν.

Ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἡλίας ἐλήλυθε, καὶ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν, καθὼς γέγραπται ἐπ’ αὐτόν.

Ἀναλαβόντες οὖν τὰ εἰρημένα, τὴν σύμφρασιν τῶν ῥητῶν θεωρήσωμεν. ἐν ὅσῳ ὑπῆρχον ἐν τῷ ὄρει οἱ μαθηταὶ, καὶ τὴν μεταμόρφωσιν αὐτοῦ ἐθεάσαντο, καὶ γεῦμα ἐδέξαντο τῆς βασιλείας αὐτοῦ· ἠρώτησαν αὐτὸν τὸ ὑπὸ τῶν γραμματέων λεγόμενον· ἐβεβαίωσε τοῦ προφήτου τὴν πρόρρησιν, εἰπὼν ὅτι ἥξει καὶ ἀποκαταστήσει πάντα. πάλιν ἐπύθοντο αὐτοῦ οἱ μαθηταὶ καὶ πῶς γέγραπται

359
παθεῖν τὸν υἱὸν τοῦ ἀνθρώπου; εἶτα πρὸς τοῦτο φησι, λέγω ὑμῖν ὅτι ὥσπερ ἐλήλυθεν ὁ καθ’ ὁμοίωσιν Ἠλιοῦ Ἰωάννης, καὶ πάνδεινα πέπονθεν· οὕτω κατὰ τὰ γεγραμμένα παθεῖν δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου.

Καὶ ἐλθὼν πρὸς τοὺς μαθητὰς, εἶδεν ὄχλον πολὺν περὶ αὐτοὺς, καὶ γραμματεῖς συζητοῦντας αὐτοῖς. καὶ εὐθέως πᾶς ὁ ὄχλος ἰδὼν αὐτὸν, ἐξεθαμβήθη, καὶ προστ\ρέχοντες ἠσπάζοντο αὐτόν. καὶ ἐπηρώτησε τοὺς γραμματεῖς, τί συζητεῖτε πρὸς αὐτούς.

Ἵνα εἴπῃ a, πρὸς τοὺς ἐννέα ἐποίουν b τὴν ζήτησιν τοὺς μὴ c συναναβάντας αὐτῷ εἰς τὸ ὄρος. δραξάμενοι γὰρ οἱ γραμματεῖς τῆς τοῦ Σωτῆρος ἀπουσίας, περιέλκειν τοὺς μαθητὰς ὑπελάμβανον. ἀλλ’ αἰφνίδιον αὐτὸν θεασάμενοι, μᾶλλον δὲ οὐκ αὐτοὶ οὐδὲ γάρ εἰσιν ἄξιοι τὸν Σωτῆρα θεωρεῖν) ἀλλ’ ὁ πᾶς ὄχλος ἐξεθαμβήθη, τῆς θέας αὐτοὺς εἰς ἔκπληξιν ἀγαγούσης. καὶ δὴ προσδραμόντες ἠσπάζοντο αὐτὸν, δηλονότι οἱ ἀπὸ τοῦ ὄχλου, οἵτινες παντὸς ἀπηλλαγμένοι πάθους, d ἐγκρεμεῖς ὑπῆρχον αὐτοῦ, συνεῖναι αὐτῷ διαπαντὸς ἐφιέμενοι.

Περὶ τοῦ Σεληνιαζομένου.

Ἰδῶν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος, ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ, τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.

Σχόλιον. Τῶν δὲ μηδὲν ἀποκριναμένων, φησὶν ἄλλος τις ἐκ τοῦ ὄχλου.

Τοῦτον τὸν ἄνθρωπον σφόδρα ἀσθενοῦντα κατὰ πίστιν δείκνυσιν ἡ γραφή· καὶ ἐκ πολλῶν τοῦτο δῆλον· ἔκ τε τοῦ εἰπεῖν τὸν Χριστὸν, “ ὦ γενεὰ ἄπιστος,” καὶ πάλιν, “ τῷ πιστεύοντι πάντα “ δυνατὰ,” ἔκ τε τοῦ εἰπεῖν αὐτὸν τὸν προσελθόντα, “ βοήθει μου τῇ [*](a εἰπῇς Ρ. εἴπῃ L. om. Poss. b ἐποιοῦντο Ρ. c πρὸς τοὺς σὺν Ρ. d Sic L. ἐβούλοντο διὰ παντὸς αὐτῷ συνεῖναι. Poss.)

360
“ἀπιστίᾳ,” καὶ ἐκ τοῦ κελεῦσαι τὸ δαιμόνιον μὴ εἰσελθεῖν εἰς αὐτὸν, καὶ ἐκ τοῦ πάλιν εἰπεῖν τὸν Χριστόν· “ εἰ δύνασαι πιστεῦσαι d.” καὶ εἰ ἀπιστία αὐτοῦ γέγονε, φησιν, αἰτία τοῦ μὴ ἐξελαθῆναι τὸν δαίμονα, τί τοῖς μαθηταῖς ἐγκαλεῖ; δεικνὺς ὅτι δυνατὸν αὐτοῖς καὶ χωρὶς τῶν προσαγόντων μετὰ πίστεως πολλαχοῦ θεραπεῦσαι. ὥσπερ γὰρ ἀρκεῖ πολλάκις ἡ τοῦ προσάγοντος πίστις εἰς τὸ καὶ παρ’ ἐλαττόνων λαβεῖν, οὕτω τῶν ποιούντων πολλάκις ἤρκεσεν ἡ δύναμις καὶ μὴ πιστευόντων τῶν προσελθόντων θαυματουργῆσαι. θέα δὲ τούτου καὶ ἑτέρωθεν τὴν ἀγνωμοσύνην, πῶς ἐπὶ τοῦ ὄχλου ἐντυγχάνει τῷ Ἰησοῦ κατὰ τῶν μαθητῶν λέγων, ὅτι “ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἴσχυσαν αὐτὸν “ θεραπεῦσαι.” ἀλλ’ αὐτὸς ἀπαλλάττων αὐτοὺς τοῦ ἐγκλήματος, ἐπὶ τοῦ δήμου, τὸ πλεῖον ἐκείνῳ λογίζεται, “ ὠ γενεὰ,” φησὶν, “ἄπιστος “ καὶ διεστραμμένη, ἕως πότε ἔσομαι μεθ’ ὑμῶν ” οὐκ εἰς τὸ τούτου πρόσωπον μόνον ἀποτεινόμενος, ἵνα μὴ ἀπορήσῃ τὸν ἄνθρωπον e, οὗ προφέρει τὴν ἀπιστίαν· ἀλλὰ καὶ εἰς πάντας Ἰουδαίους f. καὶ γὰρ εἰκὸς πολλοὺς τῶν παρόντων σκανδαλισθῆναι, καὶ τὰ μὴ προσήκοντα ἐννοῆσαι περὶ αὐτῶν g. ὅταν δὲ εἴπῃ, “ ἕως ποτε ἔσομαι “ μεθ’ ὑμῶν;” δείκνυσι πάλιν ἀσπαστὸν ὄντα τὸν θάνατον αὐτῷ, καὶ ὅτι οὐ τὸ h σταυρωθῆναι, ἀλλὰ τὸ εἶναι μετ’ αὐτῶν βαρύ. οὐ μὴν ἔστη μέχρι τῶν ἐγκλημάτων· ἀλλὰ τι φησι; ” φέρετέ μοι αὐτὸν “ ὧδε·” καὶ ἀφίησιν i αὐτὸν σπαράττεσθαι, οὐ πρὸς ἐπίδειξιν, ἐπειδὴ γοῦν ὄχλος συνήγετο καὶ ἐπετίμησεν αὐτῷ, ἀλλὰ δι’ αὐτὸν τὸν πατέρα· ἵνα ὅταν ἴδῃ τὸ δαιμόνιον θορυβούμενον ἀπὸ τοῦ κληθῆναι μόνον, κἂν οὕτως ἐναχθῇ εἰς τὴν πίστιν τοῦ ἐσομένου θαύματος. ἐπειδὴ δὲ ἐκεῖνος εἶπεν “ ἐκ παιδὸς,” καὶ ὅτι “ εἰ δύνασαι βοήθει “ μοι,” λέγει “ τῷ πιστεύοντι πάντα δύνατα.”

Πἀλιν εἰς αὐτὸν περιτρέπων τὸ ἔγκλημα, ὅρα πῶς αὐτὸ διορθοῦται, ὡς οὐ δεόντως εἰρημένον· τί γάρ φησιν; “ εἰ δύνασαι “ πιστεῦσαι· πάντα δυνατὰ τῷ πιστεύοντι·” ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. τοσαύτη παρ’ ἐμοὶ δυνάμεως περιουσία, ὡς καὶ ἑτέρους ποιεῖν τὰ αὐτὰ θαυματουργεῖν. ὥστε ἐὰν πιστεύσῃς ὡς δεῖ, καὶ [*](d πιστεῦσαι om. Ρ. e αὐτὸν ἐξαπορήσῃ Poss. f εἰς π. δ. Ἰουδ. ἀποφθέγγεται Poss. S Sic P.L. αὐτοῦ Poss. h τῷ P. i Sic P.L. ἀφιεῖσιν Poss.)

361
αὐτὸς δύνασαι αὐτὸν θεραπεῦσαι, φησι, καὶ τοῦτον καὶ ἑτέρους πολλούς· καὶ ταῦτα εἰπὼν ἀπήλλαξαι τὸν δαιμονῶντα.

Καὶ εἰσελθόντα αὐτὸν εἰς οἶκον, οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτὸν κατ’ ἰδίαν, ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;

Ἐμοὶ δοκοῦσιν ἀγωνιᾷν καὶ δεδοικέναι, μήποτε τὴν χάριν ἣν ἐπιστεύθησαν ἀπώλεσαν. ἔλαβον γὰρ ἐξουσίαν δαιμόνων ἀκαθάρτων· διὸ καὶ ἐρωτῶσι, καὶ ἰδίᾳ αὐτῷ προσέρχονται οὐκ αἰσχυνόμενοι. τί οὖν ὁ Χριστός;

j Τὸ τῶν δαιμόνων ἅπαν ἕδος διὰ τούτων, φησὶ, θεραπεύεται. ὁρᾷς πῶς ἤδη αὐτοῖς τὸν περὶ νηστείας προκαταβάλλεται λόγον. μὴ γάρ μοι ἀπὸ τῶν σπανιζόντων λέγε, ὅτι τινὲς καὶ χωρὶς νηστείας ἐξέβαλον. εἰ γὰρ καὶ περὶ τῶν ἐπιτιμώντων τοῦτο ἃν εἴποις ἑνός που καὶ δευτέρου, ἀλλὰ πάσχοντα ἀμήχανόν ποτε τρυφῶντα ἀπαλλαγῆναι τῆς μανίας ταύτης. δεῖ γὰρ μάλιστα τοῦ πράγματος τούτου τῳ τὰ τοιαύτα νοσοῦντι· οὐ γὰρ παραχρῆμα δέ φησιν ὁ Μάρκος τὸν δαίμονα ἀνακεχωρηκέναι, ἀλλὰ φόβῳ μὲν αὐτίκα ληφθῆναι καὶ σπαράττειν τὸν παῖδα, παραμένειν δὲ ἔτι στρεβλοῦντα αὐτόν. τοῦτο δὲ ἦν ἐκ τῆς ἀπιστίας τῶν προσελθόντων γενόμενον.

Καὶ ἐπερωτᾷ μὲν ὁ Σωτῆρ’, πόσῳ χρόνῳ κατέχοιτο τῷ δαίμονι; ὁ δὲ, ἐκ παιδὸς, ἔφη, καὶ ὡς κινδυνεύει διαφθαρῆναι πρὸς αὐτὸν διηγεῖται, καὶ τὴν ἄπιστον ἐπὶ τούτοις ἀφῆκε φωνὴν, λέγων τὸ, “ εἴ τι δύνασαι, βοήθει ἡμῖν.” παρὰ δὲ τοῦ Σωτῆρος ἡ τῆς δυνάμεως ἔνδειξις μετὰ τῆς πρεπούσης πρᾳότητος ἐγίνετο, λέγοντος τὸ, “ εἰ πιστεύεις, πάντα δυνατὰ τῷ πιστεύοντι.” οὐ γὰρ ἔφη, ἐμοὶ πάντα δυνατὰ, καίτοι τοῦτο δηλοῖ, τὴν εἰς αὐτὸν πίστιν πάντα ἔχειν δυνατά. ἀλλὰ τῷ πιστεύοντί φησιν, ἅμα καὶ προτρέπων ἐπὶ τὴν πίστιν. ὁ δὲ, ἔτι μᾶλλον ἐλεγχόμενος ἐπὶ τῇ ἀπιστίᾳ, “ πιστεύω,” ἔφη, “ βοήθει μου τῇ ἀπιστίᾳ.” ἀλλ’k εἰ ἐπίστευσεν εἰπὼν, “πιστεύω,” πῶς πάλιν φησὶ, “βοήθει μου τῇ ἀπιστίᾳ l;” διάφορός ἐστιν ἡ πίστις. ἡ μὲν εἰσαγωγικὴ, ἡ δὲ τελεία. ἀρξάμενος m [*](j Quae seq. anonymo tribuit Poss. Cod. k καὶ L. l ἀλλ’ — ἀπιστίᾳ om. Ρ. m ἀρξαμένῳ π. L.)

362
οὖν πιστεύειν, ἐδέετο τοῦ Σωτῆρος διὰ τῆς αὐτοῦ δυνάμεως προσθεῖναι τὸ λεῖπον. οὕτως καὶ οἱ μαθηταὶ ἔλεγον τῷ Σωτήρι’, “ πρόσθες ἡμῖν “ πίστιν.” ἔνθα δὴ n συνέτρεχε μὲν ὁ ὄχλος· ὁ δὲ Σωτῆρ’, ὥς φησιν ὁ Εὐαγγελιστὴς, τοῦτον ἰδὼν, ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ. ἐνταῦθα δέ τις πρόφασις δηλοῦται μετρία πρὸς τὴν ἴασιν, ἡ παρὰ τοῖς συντρέχουσι γνῶσις τοῦ Κυρίου· ἐπεὶ παρῆκεν ἐπιδείξων ἑαυτὸν ἀνθρώποις, καθ’ ὅσον ἑκάστοις ἐπέβαλε ο γνῶναι. ἔπειτα τὸ ἐπίταγμα p τὴν ἐξουσίαν ἐξέφαινε· “ τὸ ἄλαλον καὶ κωφὸν “ πνεῦμα, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.” τὸ μὲν, “ἐγὼ ἐπιτάσσω, τὴν θεἵκὴν έξουσίαν, εἰ καὶ μὴ διὰ τὴν ἀνθρωπίνην πίστιν, ἔξιθι q. τὸ δὲ, μὴ μόνον ἐξέλθῃς, ἀλλὰ καὶ “ μηκέτι εἰσέλθῃς,” διάτι r καὶ πρὸς δευτέραν ἐπίθεσιν εὔκολος ἦν ὁ μὴ τῇ πίστει πεφραγμένος, ἤνπερ ἀπεῖργεν s τὸ δεσποτικὸν ἐπίταγμα μὴ γενέσθαι. καὶ δὴ καὶ οὕτω δύσκολος ἡ τοῦ δαίμονος ἀπόλυσις βοῶντος καὶ σπαράττοντος, καὶ τὸ τελευταῖον ἴσον νεκρῷ καθιστάντος, ὡς τεθνάναι νομίζεσθαι. “ ὁ δὲ Ἰησοῦς,” φησὶ, “ κρα- “ τήσας τῆς χειρὸς αὐτοῦ, ἤγειρεν αὐτὸν, καὶ ἀνέστη.” οὐ γὰρ ἴσχυσεν εἰς θάνατον καταβαλεῖν τὸν παῖδα διὰ τὴν τῆς ζωῆς παρουσίαν· καὶ ἐξεληλύθει, μηκέτι τῆς ἐπανόδου τὴν ἐξουσίαν ἔχειν δυνάμενος. τοῦτο δὴ ὁ Ματθαῖος ἐπεσημήνατο λέγων· ὅτι ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.

Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ. ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ, καὶ ἔλεγεν αὐτοῖς, ὅτι ὁ υἱὸς τοῦ ἀνθρώτπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτὸν, καὶ ἀποκτανθεὶς τῆ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.

Ἡνίκα περὶ τοῦ πάθους διαλέγηται, εὐθέως θαυματουργεῖ, καὶ μετὰ τοὺς λόγους καὶ πρὸ τῶν λόγων τούτων. καὶ πολλαχοῦ τοῦτο παρατηράσαντα ἐστὶν εὑρεῖν. τότε γοῦν ἤρξατο, φησὶ, δεικνύειν ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς Ἱεροσόλυμα καὶ ἀποκτανθῆναι, καὶ πολλὰ παθεῖν τότε. πότε; ὅτε ὡμολογήθη Χριστὸς καὶ Υἱὸς τοῦ [*](n Sic P.L. δὲ Poss. ο ἐπέβαλλε Ρ. P τῶν ἐπιταγμάτων Poss. et Ρ. q Sic P.L. δείκνυσι Poss. r δίδωσιν νοεῖν ὅτι Poss. et Ρ. s ἀνεῖργε Ρ. ἃν εἶργε Poss.)

363
Θεοῦ. πάλιν ἐν τῷ ὄρει ὅτε τὴν θαυμαστὴν αὐτοῖς ἔδειξεν ὄψιν, καὶ περὶ τῆς δόξης αὐτοῦ ἐλάλησαν οἱ προφῆται, ἀνέμνησεν αὐτοὺς τοῦ πάθους. εἰπὼν γὰρ τὴν κατὰ Ἰωάννην ἱστορίαν, ἐπήγαγεν, “οὕτω καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’ αὐτῶν. ” καὶ μετὰ μικρὸν πάλιν, ἐπειδὴ τὸν δαίμονα ἐξήλασεν, ὃν οὐκ ἴσχυσαν οἱ μαθηταὶ ἐκβάλλειν, τοῦτο ἐπιφέρει. τοῦτο δὲ ἐποίει, τῷ μεγέθει τῶν θαυμάτων τὴν ὑπερβολὴν τῆς λύπης ὑποτεμνό- μενος.

Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐρω- τησαι.

Ταῦτα δὲ ἀκούσαντες u οὐκ ἐρωτῶσιν αὐτὸν, ἣ τῇ ἀθυμίᾳ πιεζόμενοι τοῦ πάθους, ἣ δεδοικότες. πολλαχοῦ γὰρ ὅταν ἴδωσι μὴ βουλόμενόν τι σαφῶς εἰπεῖν, σιγῶσι λοιπόν. καὶ ὁ Λουκᾶς δέ· ὅτι ἦν παρακεκαλυμμένον ἀπ’ αὐτῶν, καὶ ἐφοβοῦντο αὐτὸν ἐρωτῆσαι περὶ τοῦ ῥήματος.

Περὶ τῶν διαλογιζομένων τίς μείζων.

Καὶ ἦλθεν εἰς Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος, ἐπηρώτα αὐτοὺς, τί ἐν τῆ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε; οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ δειλέχθησαν ἐν τῆ ὁδῷ, τίς μείζων.

Διαλογισμὸς v αὐτοῖς ἐνέπεσε περὶ τούτων, ὡς Λουκᾶς λέγει, καὶ πρὸς ἀλλήλους διελέχθησαν ἐν τῇ ὁδῷ, τίς μείζων, ὡς ὁ Μάρκος ἱστορεῖ· τὸν δὲ λόγον τὸν περὶ τοῦ διαλογισμοῦ αὐτῶν ἐκ τῆς ἰδίας λέξεως x ὁ Κύριος κινεῖ κατὰ τὴν τῶν εὐαγγελίων ἱστορίαν. ὁ γὰρ ατθαῖος οὐκ ἄνωθεν ἤρξατο τῆς διηγήσεως, ἀλλ’ ἐσιώπησε τὴν τοῦ Σωτῆρος περὶ τὰ διανοηθέντα καὶ ἰδίᾳ ῥηθέντα γνῶσιν· τὸν δὲ πρὸς αὐτὰ λόγον καὶ τὴν διδασκαλίαν εἰσήγαγεν περιὶ y τοῦ Κυρίου κινεῖν τοὺς μαθητὰς, εἰπὼν περὶ τὴν τῆς προτιμήσεως ζήτησιν· ἐπειδὴ καὶ ἰδίᾳ νοοῦντες ἣ λέγοντες ἔλεγον ἐπ’ αὐτοῦ καὶ ὃ διενοοῦντο, ὅτι πάντα αὐτῷ καταφανῆ, καὶ τὸ [*](t ἐκβαλεῖν P.L. u τὰ τοῦ πάθους ἅκ. οἱ μαθηταὶ Ρ. et Poss. v διαλεγόμενος P. x διαλέξεως Poss. et Ρ. Y ἰπὶ L.)

364
λογισθὲν, ὥσπεμ τὸ ῥηθὲν καὶ ἐπ’ αὐτοῦ λελεγμένον a. ποθοῦσι μὲν οὖν τὴν παρὰ τῷ Κυρίῳ τιμὴν, ἀγαθὸν τοῦτο καὶ ἐπαινετὸν ἔχοντες. ἐπειδὴ πρόσεστι τῷ πόθῳ καὶ τὸ μεγαλύνειν πὼς ἑαυτούς. ὡς γὰρ μέγας τις ὣν, οὕτω καὶ μεγάλων τιμῶν ὀρέγεται, διὰ τοῦτο τὴν μὲν ἐπιθυμίαν οὐκ ἀπεκώλυσε, τὴν δὲ ταπεινοφροσύνην εἰσηγήσατο· οὕτως αὐτοὺς τεύξεσθαι τοῦ προκειμένου λέγων, εἰ μὴ μέγα φρονοῖεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἁπλότητι χρήσαιντο παίδων, οἱ μηδὲν ἐφ’ ἑαυτοῖς φρονοῦσι, μήτε πεφύκασι πῶς τὴν μεγαλόφρονα ἔχειν ἐφ’ ἑαυτοῖς ὑπόληψιν. ἀνακαλύπτει οὑν αὐτῶν τὸ συνειδὸς, καὶ πρὸς τὸ πάθος ἀποκρίνεται, οὐχ ἁπλῶς πρὸς τὰ ῥήματα.

Καὶ καθίσας ἐφώνησε τοὺς δώδεκα, καὶ λέγει αὐτοῖς, Εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. καὶ λαβὼν παιδίον, ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτὸ, εἶπεν αὐτοῖς, Ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με.

Ὑμεῖς μὲν γάρ, φησι, ἐξετάζετέ τις μείζων, καὶ περὶ πρωτείων φιλονεικεῖτε· ἐγὼ δὲ τὸν μὴ πάντων ταπεινότερον γενόμενον, οὐδὲ τῆς εἰσόδου ἄξιον εἶναί, φημι. καὶ καλῶς καὶ τὸ ὑπόδειγμα παράγει· καὶ οὐ παράγει μόνον, ἀλλὰ καὶ τὸ παιδίον εἰς μέσον ἵστησι, καὶ ἀπὸ τῆς ὄψεως αὐτοὺς ἐντρέπων, καὶ πείθων εῖναι ταπεινοὺς, οὕτω καὶ ἀπλάστους b. καὶ γὰρ καὶ φθόνου καθαρὸν τὸ παιδίον καὶ κενοδοξίας, καὶ τοῦ τῶν πρωτείων ἐρᾷν, καὶ τὴν μεγίστην ἀρετὴν κέκτηται τὴν ἀφέλειαν. καὶ οὐ, μόνον, φησὶν, ἐὰν αὐτοὶ τοιοῦτοι γένησθε, μισθὸν λήψεσθε μέγαν, ἀλλὰ κἂν ἑτέρους τοιούτους τιμήσητε δι’ ἐμὲ, καὶ τῆς εἰς ἐκείνους c τιμῆς βασιλείαν ὑμῖν ὁρίζω· οὕτω μοι σφόδρα ποθεινὸν τὸ ταπεινὸν καὶ ἄπλαστον. οὐ γὰρ ἁπλῶς παιδίον, οὐδὲ κατὰ πάντα, ἀλλὰ κατὰ τὴν ἄπλαστον ταπεινοφροσύνην, ὡς ὁ Παῦλός φησιν, “ἀδελφοὶ “ μὴ παιδία γίνεσθε d ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε.” [*](z ἅπερ L. a λεγόμενον L. b ἀπλάστως Poss. c ἐκείνων Ρ. εἰκείνης Poss. d γένεσθε Ρ.)

365
ὁ τοίνυν διὰ Χριστὸν τοὺς τοιούτους δεχόμενος καὶ οὐ δι’ ἄλλην τινὰ πρόφασιν, οὗτος Χριστὸν ὑποδέδεκται, καθ’ ὃ μαρτυρεῖ Γαλάταις ὁ Παῦλος, ὅτι αὐτὸν ὡς Χριστὸν Ἰησοῦν ὑπεδέξαντο. διὰ δὲ τοῦ Χριστοῦ καὶ αὐτὸν εἰσικίζεται e τὸν Πατέρα· “ ὃς ἐὰν γὰρ “ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με.” οὗ τί ἃν γένοιτο μεῖζον, τοῦ τὸν Υἱὸν καὶ τὸν Πατέρα ὑποδέχεσθαι;

Ἀπεκρίθη δὲ αὐτῷ ὁ Ἰωάννης, λέγων, Διδάσκαλἐ, εἴδομέν τινα τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν· καὶ ἐκωλύσαμεν αὐτὸν, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν. ὁ δὲ Ἰησοῦς εἶπε, Μῆ κωλύετε αὐτόν. οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου, καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. ὃς γὰρ οὐκ ἔστι καθ’ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν.

Οὐ ζηλοτυπίᾳ τινὶ ὑπαγόμενος ὁ τῆς βροντῆς υἱὸς τοῦτο τῷ Σωτῆρί φησιν, ἀλλὰ πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦ Χριστοῦ καὶ ἀκολουθεῖν αὐτῷ βουλόμενος, καὶ ἓν εἶναι f μετὰ τῶν αὐτοῦ g μαθητῶν. ὁποῖος δὲ ἦν περὶ οὗ ταῦτά φησι, συντόμως ἐρῶ. πολλοὶ τῶν μὴ πιστευσάντων ἔλαβον χαρίσματα, οἷος ἦν καὶ h τὰ δαιμόνια ἐκβάλλων καὶ οὐκ ὢν μετ’ αὐτοῦ· οἷος ἦν καὶ Ἰούδας. καὶ γὰρ αὐτὸς πονηρὸς ὢν, χάρισμα εἶχε. καὶ ἐν τῇ παλαιᾷ δὲ τοῦτο εὕροι τις ἃν εἰς ἀναξίους τὴν χάριν ἐνοικήσασαν πολλάκις, ἵνα ἑτέρους εὐεργετήσῃ. ἐπειδὴ γὰρ οὐ πάντες πρὸς πάντα ἐπιτηδείως εἶχον, ἀλλ’ οἱ μὲν ἦσαν βίου καθαροῦ, πίστιν δὲ οὐ τοσαύτην εἶχον i. οἱ δὲ τοὐναντίον, κἀκείνους διὰ τούτων προτρέπει, ὥστε πολλὴν ἐπιδείξασθαι σπουδὴν καὶ πίστιν, καὶ τούτους διὰ τῆς ἀφάτου ταύτης δωρεᾶς, εἰς τὸ γενέσθαι βελτίους, ἐξεκαλεῖτο. διὸ καὶ μετὰ πολλῆς τῆς δαψιλείας τὴν χάριν ἐδίδου. ὅθεν καί φησιν ὁ Σωτῆρ’, μὴ κωλύετε αὐτὸν, εἰκὸς γὰρ αὐτὸν διὰ τούτων, καὶ εἰς ἐπίδοσιν ἀρετῆς ἀφικέσθαι. οὐδεὶς γὰρ τῶν ἐπὶ τῷ ὀνόματί μου ἐπιτελούντων δυνάμεις, “δυνήσεται k ταχὺ κακολογησαί με. τὸ δὲ ταχὺ πρόσκειται διὰ τοὺς εἰς αἵρεσιν ἐκπεσόντας, οἷος ἦν Σίμων, καὶ Μένανδρος, καὶ Κήρινθος· τάχα δὲ e εἰσοικίζετε Ρ. et Poss. f ἐνεῖναι Ρ. et Poss. S αὐτοῦ Om. L. h ὁ Ρ. i æc om. Poss. k δυνήσεταί τις Ρ.

366
οὐδὲ ἐκεῖνοι ἐν τῷ ὀνόματι αὐτοῦ τὰ σημεῖα ἐποίουν, ἀλλὰ μαγγανείαις τισὶ καὶ ἀπάταις ἐδόκουν ποιεῖν. οὗτοι δὲ εἰ καὶ μὴ ἀκολουθοῦσιν ἡμῖν, διὰ τὸ μὴ ἕπεσθαι τῆ πίστει τὰ ἔργα, ἀλλάγε εἰπεῖν τι κατ’ ἡμῶν οὐ δυνήσονται ῥᾳδίως, διὰ τὸ σεμνύνεσθαι αὐτοὺς ἐπὶ ταῖς δυνάμεσιν ἐφ’ αἷς ἐπιτελοῦσι, τὸ ἐμὸν ὄνομα προισχόμενοι. τὸ δὲ, “ ὃς γὰρ οὐκ ἔστι καθ’ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν,” οὐκ ἔστιν ἐναντίον τῷ, “ ὁ μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστι.” τοῦτο γὰρ περὶ δαιμόνων εἴρηται τῶν ἀφέλκειν ἅπαντας ἀπὸ τοῦ Θεοῦ σπουδαζόντων, καὶ τὴν συναγωγὴν αὐτοῦ σκορπίζειν· ἐκεῖνο δὲ περὶ τῶν πιστευόντων μὲν εἰς αὐτὸν, μὴ ἀκολουθούντων δὲ αὐτῷ διὰ προαίρεσιν ἐλλιπῆ, ἣ διὰ χαυνότητα βίου, τῷ δὲ ὀνόματι αὐτοῦ ἐπιτελούντων δυνάμεις, διὰ τὴν τῶν προσίοντων πίστιν καὶ διὰ τὸ καὶ αὐτοὺς εἰς τελείαν ἐναχθῆναι πίστιν. ἀρχὴν γὰρ ἔχοντος τοῦ κηρύγματος, συνεχώρει ὁ Θεὸς καὶ τοιαῦτα γίνεσθαι· ἵνα, ὥς φησιν ὁ Ἀπόστολος, “ εἴτε προφάσει εἴτε ἀληθείᾳ, καταγγέλλεται “ ὁ Χριστός.”

Ὃς γὰρ ἂν ποτίση ὑμᾶς ποτήριον ὕδατος ἐν τῷ ὀνόματί μου, ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὑτοῦ.

Ὃὐ μόνον γὰρ, φησὶ, τοὺς ἐπικαλουμένους τὸ ὄνομά μου καὶ δυνάμεις ποιοῦντας οὐκ ἐπιτρέπω κωλύειν, ἀλλὰ καὶ ἀποδεχομένους ὑμᾶς καὶ ποτήριον μόνον ψυχροῦ προσφέροντας ὑμῖν. κἀκεῖνο γὰρ διὰ πενίαν γίγνεται γνώμης· καὶ τοῦτο λέγω 1 διὰ τοὺς ἔνδειαν ἴσως προφασιζομένους. ἵνα γὰρ μὴ πενίαν τις προβάληται φησι, κἂν ποτήριον ψυχροῦ δῷ ὕδατος, ἔνθα οὐδέν ἐστι m δαπανῆσαι, καὶ τούτου κείσεται μισθός. προτρέψασθαι γὰρ πάντας βούλομαι διὰ τούτων καὶ τὰ τελειότερα ἐνεργεῖν.

Καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τῶν πιστευόντων εἰς ἐμὲ, καλόν ἐστιν αὐτῷ μᾶλλον, εἰ περίκειται λίθος μυλικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν.

Εὐπαράδεκτον μειζόνως ποιῶν τὸν λόγον οὐκ ἀπὸ τῆς τιμῆς μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς κολάσεως αὐτὸν συνίστησιν. ὥσπερ [*](1 λέγει Poss. m ἔσται Poss.)

367
γὰρ, φησὶν, οἱ τιμῶντες ὑμᾶς δι’ ἐμὲ, τὸν οὐρανὸν ἔχουσιν· οὕτω δὴ καὶ οἱ ἀτιμάζοντες τοῦτο γάρ ἐστιν ὡς n σκανδαλίσαι καὶ ὑποσκελίσαι) τὴν ἐσχάτην δώσουσι δίκην. καὶ οὐκέτι ἀπὸ τῶν αὐτῶν o τιμωρίαν ὁρίζει, ἀλλ’ ἀπὸ τῶν παρ’ ἡμῖν γνωρίμων τὸ ἀφόρητον αὐτῆς ἐμφαίνει. ὅταν γὰρ μάλιστα καθάψασθαι βούληται, αἰσθητὰ ἄγει τὰ παραδείγματα. καὶ ἐνταῦθα τοίνυν βουλόμενος δεῖξαι ὅτι πολλὴν ὑποστήσονται τὴν τιμωρίαν, καὶ καθικέσθαι τῆς τῶν διαπτυόντων αὐτοὺς ἀπονοίας, αἰσθητὴν τιμωρίαν εἰς μέσον ἤγαγε τοῦ μύλου καὶ τοῦ καταποντισμοῦ. καὶ οὐκ εἶπεν, ὁ μύλος κρεμασθήσεται εἰς τὸν τράχηλον αὐτοῦ, ἀλλὰ συμφέρει αὐτῷ τοῦτο ὑπομεῖναι. δεικνὺς ὅτι ἕτερον τούτου χακεπωτερον ἀναμένει κακὸν· μικροὶ οὑν τῶν πιστευόντων εἰς αὐτὸν, καὶ οἱ ἐπικαλούμενοι μὲν τὸ ὄνομα αὐτοῦ, μὴ μέντοι ἀκολουθοῦντες αὐτῷ, καὶ οἱ ποτήριον ψυχροῦ p προσάγοντες, καὶ μὴ ἄλλο τι τῶν μειζόνων, τούτους οὖν οὐ δεῖ σκανδαλίζειν, οὐδὲ ὑποσκελίζειν αὐτούς. τοῦτο γὰρ τὸ κωλύειν τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ. ταύτην εἰδὼς τὴν διαφορὰν καὶ ὁ θεῖος Ἀπόστολος ἐπιστέλλων Κορινθίοις φησιν, “τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ “ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσι τοῖς “ ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.” ἄλλους γὰρ οἰδε τοὺς ἁγίους, καὶ ἄλλους τοὺς ἐπικαλουμένους τὸ ὄνομα αὐτοῦ. οἱ μὲν γὰρ ἦραν τὸν σταυρὸν αὐτοῦ καὶ ἠκολούθησαν αὐτῷ· οἱ δὲ ἐπεκαλοῦντο τὸ ὄνομα αὐτοῦ μόνον. τούτων ἔτι μικρότερος ἦν κατὰ πίστιν Ἐνώς, “ ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ.” διατί γὰρ μὴ μᾶλλον ἐπεκαλέσατο, ἀλλ’ ἤλπισεν ἐπικαλεῖσθαι;

Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν. καλόν σοί ἐστι κυλλὸν εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον.

Οὐ περὶ μελῶν ταῦτα λέγει· ἄπαγε· ἀλλὰ περὶ φίλων, περὶ τῶν προσηκόντων, οὓς ἐν τάξει μελῶν ἔχομεν ἀναγκαίων. οὐδὲν γὰρ οὕτω βλαβερὸν r ὡς συνουσία πονηρά. ὅσα γὰρ ἀνάγκη δύνατᾶι, [*](n τὸ P. o αὐτοῦ poss. P ψυχροῦ Poss. 9 οὐδεὶς L. r βλα. βερὰ L.)

368
δύναται φιλία πολλάκις, καὶ εἰς βλάβην καὶ εἰς ὠφέλειαν. διὸ μετὰ πολλῆς τῆς σφοδρότητος τοὺς βλάπτοντας ἡμᾶς s ἐκκόπτειν κελεύει, οὐ τοὺς ἀσθενεῖς καὶ μικροὺς ἐν τῇ πίστει, καὶ νηπίων γαλουχουμένων μηδὲν διαφέροντας· τούτων γὰρ φροντίζειν δεῖ, ὡς ἂν μὴ ἀνατραπεῖεν, καὶ περιέπειν, ἀλλὰ μὴ ἀτιμάζειν αὐτοὺς, ἵνα μὴ ταῖς ἀτιμίαις διατρεπόμενος περὶ τὴν πίστιν, ἐφ’ ἧ ἑστήκασι, καταβλάπτοιντο· ἀπειλήσας οὖν τοῖς σκανδαλίζουσιν, παραινεῖ τοῖς σκανδαλιζομένοις τὸ φυλάττεσθαι, ἣν οἰκειότατος ὁ σκανδαλίζων. εἰ γὰρ καὶ μελῶν ἐκτομαῖς ἔοικεν ὁ τούτων χωρισμὸς, αἱρετώτερον ἂν εἴη τῆς ἀποκειμένης ἀπωλείας. τὴν δὲ προφητικὴν ἐπιφέρει ῥῆσιν ἀπὸ Ἡσαίου τοῦ προφήτου, πάσης δὲ τιμωρίας τὸ χείριστον τοῦτο εἶναι ἂν, λέγω δὴ τὸ ἀτελεύτητον ἔχειν ἐν ἑαυτοῖς τῶν ἑαυτῶν σκώληκα· οὕτω δὲ ὀνομάζει τὴν συνείδησιν, δίκην σκώληκος κατεσθίουσαν, τῶν ἑαυτοῖς οὐκ ἀγαθὴν συνειδότων τὴν ψυχὴν ἐν τῷ μετανοεῖν. ἕκαστος γοῦν αὐτῶν ἑαυτοῦ κατήγορος ἐν τῷ ἐξομολογεῖσθαι γενήσεται, ἀναλογιζόμενος, ἀναπεμπαζόμενος t τὰ κατὰ τὸν θνητὸν βίον πεπραγμένα, καὶ ὑπὸ τῆς συνειδήσεως αὐτῶν κεντούμενος· καὶ οὕτως αὐτῶν ὁ σκώληξ ἀτελεύτητος διαμενεῖ. οὐ γὰρ δήπου περὶ αἰσθητοῦ σκώληκος, καὶ αὐτοῦ ὡς μέλλοντος γενήσεσθαι ταῦτα εἴρηται. καὶ τὸ πῦρ δὲ αὐτῶν ἄσβεστον ὑπάρξει. ὥσπερ γὰρ ἀλλαχοῦ u αἰώνιον εἴρηται πῦρ, οὕτω καὶ ἐνταῦθα ἄσβεστον, τοῦτ’ ἐστι τὸ κριτήριον τῆς οἰκείας αὐτῶν συνειδήσεως, ὃ δίκην σκώληκος ἀτελευτήτου ἐν αὐτοῖς, ἀνελεῖ τε καὶ καταφλέξει αὐτοὺς, πῦρ πηγάζον ἐν αὐτοῖς.

Πᾶς γὰρ πυρὶ ἁλισθήσεται, καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται. καλὸν τὸ ἅλας. ἐὰν δὲ τοῦ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ἅλας, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.

Τὸ χ, πᾶς πυρὶ ἁλισθήσεται, ὅμοιόν ἐστι τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον, τὸ “ ἑκάστου γὰρ τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει·” εἶτα ἐπάγει ἀπὸ τοῦ Λευιτικοῦ μαρτυρίαν, τὸ πᾶν δῶρον θυσίας [*](s ἡμῖν P. t ἀναπεμπασόμενος Poss. u ἀλλαχοῦ om. L. X τὸ δὲ P. τῷ Poss.)

369
ὑμῶν y ἁλισθήσεται· ταύτην δὲ κατὰ πνευματικὸν τηρήσωμεν νόμον τὴν ἐντολὴν, ἐὰν ἐπὶ παντὶ δώρῳ θυσίας ἡμῶν τῆς κατὰ τὴν εὐχὴν καὶ τὴν ἄλλην τὴν πρὸς τὸν πλησίον δόσιν, ὡς χάριν εὑρίσκοντες ἐνώπιον τοῦ Θεοῦ· καὶ κατὰ τὸν λόγον τῶν θείων θύοντες γραφῶν, ἁλίζομεν τὰ δῶρα τῆς θυσίας ἡμῶν ἐπὶ τοῦ Θεοῦ· τὸ οὖν ἔργον ἑκάστου ἐνταῦθα μὲν ἁλὶ ἁλίζεται a, ἐκεῖσε δὲ πυρὶ ἁλισθήσεται· πῶς ἐνταῦθα τῷ πυρὶ τῷ θείῳ ἁλίζεται ἡ θυσία ἡμῶν, συνήσει, ἐκ τοῦ, “ πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν,” καὶ ἐκ τοῦ, “ τῷ πνεύματι ζέοντες.”

Καλὸν τὸ ἅλας ἐὰν δὲ τὸ ἅλας ἄναλον καὶ τὰ ἑξῆς.

Εἰς ὅσα μὲν τῷ βίῳ τῶν ἀνθρώπων οἱ ἅλες εἰσὶ χρήσιμοι, τι δεῖ καὶ λέγειν; ἄξιον δὲ νυνὶ φαίνεται ζητῆσαι c κατὰ τί οἱ τοῦ Ἰησοῦ μαθηταὶ ἁλὶ παραβάλλονται. δοκεῖ γὰρ καθάπερ οἱ ἅλες τὰ τοίαδε συνέχουσι σώματα πρὸς τὸ μὴ μεταβάλλειν εἰς σκώληκας ἀπὸ δυσωδίας, καὶ ποιοῦσι χρήσιμα ἐπὶ πλεὸν εἶναι, οὐκ ἂν διαμείναντα χρόνον, χρειώδη τοῖς ἀνθρώποις τυγχάνοντα, χωρὶς τῶν ἁλῶν· οὕτω καὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ πάντα τὸν περίγειον τοῦτον συνέχουσιν, καὶ διακρατοῦσιν ἁμαρτιῶν δυσωδίᾳ ἐξ εἰδωλολατρείας τε καὶ πορνείας. δοκεῖ μοὶ οὖν ὁ Ματθαῖος ἀναγεγραφέναι αὐτοὺς εἶναι τοὺς μαθητὰς τοῦ Ἰησοῦ τοὺς ἅλας· ὁ δὲ Λουκᾶς οὐ σαφῶς τοῦτο δηλοῖ· διόπερ ἀμφίβολος αὐτοῦ ἡ λέξις ἐστίν· δυναμένη καὶ κατὰ τὸν Μάρκον νοεῖσθαι, ὅτι ἕκαστος ἡμῶν ἐν ἑαυτῷ ἔχειν ὀφείλει τοὺς ἅλας. φησὶ γὰρ, “ ὑμεῖς οὑν ἔχετε “ ἐν ἑαυτοῖς ἅλας. ” καὶ τάχα τοσοῦτον ἔχει τις ἁλῶν, ὅσον κεχώρηκε τῶν τοῦ Θεοῦ χαρίτων· κατὰ τὸ “ χάρις ὑμῖν πλη- “ θυνθείη·” καὶ ὅστις εὗρε χάριν ἔναντι Κυρίου τοῦ Θεοῦ, ὡς Νῶε καὶ Ἀβραὰμ καὶ Μώσης, καὶ εἴτις ἄλλος ἀναγέγραπται εὑρηκέναι χάριν ἐνώπιον τοῦ Θεοῦ. συνήγαγεν δὲ ἐπὶ τὸ αὐτὸ τὴν χάριν καὶ τοὺς ἅλας ὁ Παῦλος εἰπών· “ ὁ λόγος ὑμῶν πάντοτε ἐν “ χάριτι ἅλατι ἠρτυμένος.” εἴτις οὖν χάριτος ἀξιωθεὶς καὶ κενὴν ταύτην ποιήσει, οὗτος ἃν εἴη ἐν ᾧτ’ οἱ ἅλες ἐμωράνθησαν.

[*](y ἡμῶν P.L. z τηρήσομεν Ρ. et Poss. a ἁλισθήσεται Ρ. b εἰ δὲ καὶ Ρ. c ζητ. om. L.)
370

Ἅλς δέ ἐστι οὐράνιος καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὅστις φθαρεῖσαν πᾶσαν τὴν γῆν εἷς ἂν διήρκεσεν διακρατῆσαι ὅλην· καὶ πολλοὺς δὲ ἐποίησεν εἰς γῆν ἅλας, οἱ τινες ἐπὶ τοσοῦτον ἰσχύουσιν ὅσον οὐ μωραίνονται οὐδὲ ἄναλοι γίνονται, οὐδὲ ἄξια τοῦ βληθῆναι ἔξω πράττουσιν, οὐδὲ ὑπὸ τοὺς πόδας τῶν ἑτοίμων καταπατεῖν πατεῖν αὐτοὺς ἀνθρώπων γίνονται.

Καλὸν οὖν καὶ ἐπαινετὸν τὸ ἅλας· ἐὰν δέ ποτε καὶ τούτων τι μωρανθῇ, δυνατὸν γὰρ ἐξ ἀπροσεξίας καὶ τοῖς καλοῖς ἅλσιν ἐπὶ τῷ μωρανθῆναι μεταβάλλειν, ἐν τίνι ἀρτυθήσεται ἄξιον ἐπαπορῆσαι· μωρανθὲν δὲ καὶ μὴ ἀρτυνθὲν οὔτε εἰς γῆν γεωργουμένην εὔθετόν ἐστιν, οὔτε εἰς κοπρίαν, ἧς χρήζει ὁ ἀμπελουργός· διὸ ἔξω βάλλουσιν αὐτό. οἶμαι δὲ ὅτι ἀκολουθεῖ τῷ ἔχοντι ἐν ἑαυτῷ τοὺς ἅλας τὸ εἰρηνεύειν ἐν ἑαυτῷ. ἔστι γὰρ ἐν τούτῳ ἡ ὑπερέχουσα πάντα νοῦν εἰρήνη τοῦ Θεοῦ· ἡ φρονοῦσα αὐτοῦ τὴν καρδίαν καὶ τὰ νοήματα ἐν Χριστῷ Ἰησοῦ. ὁ δὲ τοιοῦτος τὸ ἐξ αὐτοῦ μετὰ πάντων ἀνθρώπων εἰρηνεύει θαρρῶν καὶ λέγων “ μετὰ τῶν μισούντων τὴν εἰρήνην “ ἤμην εἰρηνικός.”

Βασιλείου ἐκ τοὐ Σμ΄ Κεφαλαίου Τοῦ Ἀσκητικοῦ. c Τί ἐστὶ τὸ ἅλας, ὃ προσέταξεν ὁ Κύριος εἰπὼν, ἔχετε ἐν ἑαυτοῖς ἅλας καὶ εἰρηνεύετε ἐν ἀλλήλοις; καὶ ὁ Ἀπόστολος δέ φησιν, “ ὁ λόγος “ὑμῶν πάντοτε ἐν χάριτι ἅλατι ἠρτυμένους,” καὶ ἐνταῦθα διὰ τῶν συνεζευγμένων ἑκάστῳ κεφαλαίῳ ὁ νοῦς φανερός ἐστιν. ἐν μὲν γὰρ τοῖς τοῦ Κυρίου ῥήμασι τὸ μηδεμίαν ὑπόθεσιν τῆς ἀπ’ ἀλλήλων διαλύσεως d καὶ διαστάσεως παρέχειν. δεῖν δὲ ἐν τῷ συνδέσμῳ δέσμῳ τῆς εἰρήνης πρὸς τὴν ἑνότητα τοῦ πνεύματος συντηρεῖσθαι διδασκόμεθα. ἐν δὲ τοῖς τοῦ Ἀποστόλου, μνημονεύσας τις e τοῦ εἰπόντος, “ εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα “ἐν ῥήμασι κενοῖri” διδαχθήσεται οἰκονομεῖν τοὺς λόγους εἰς οἰκοδομὴν τῆς πίστεως, ἵνα δῷ χάριν τοῖς ἀκούουσι, καὶ καιρῷ εὐθέτῳ καὶ τάξει εὐσχήμονι χρώμενος πρὸς f τὸ εὐπειθεστέρους γίνεσθαι τοὺς ἀκούοντας.

[*](c Hoc tit. caret Poss. habent autem P.L. d διαλήψεως Poss. τῆς L. f καὶ τὸ L.)
371

Καλὸν καὶ ἐπαινετὸν τὸ ἅλας· εἰ δέ ποτε καὶ τοῦτο μωρανθῇ ἐνδέχεται γὰρ ποτε τοὺς ἀγαθοὺς ἐπὶ τὸ χεῖρον μεταβαλεῖν) ἔν τινι ἀρτυθήσεται, ζητήσεως ἐστιν ἄξιον. πρὸς οὖν τοῦτο λεκτέον. μωρανθὲν τὸ ἅλας, οὔτε εἰς γῆν γεωργουμένην χρήσιμόν ἐστιν· οὔτε εἰς κοπρίαν, ἧς ἀμπελουργοὶ τε καὶ κηπουροὶ χρήζουσι· διὸ καὶ ἔξω βάλλουσιν αὐτὸ, ὡς ἄχρηστόν τε καὶ ἀνωφελές.

Περὶ τῶν ἐπερωτησάντων Φαρισαίων.

κἀκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας διὰ τοῦ πέραν τοῦ Ἰορδάνου· καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτὸν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτοὺς.

Συνεχῶς τὴν Ἰουδαίαν ἀφεὶς διὰ τὴν βασκανίαν τὴν ἐκείνων, νῦν ἐπιχωριάζει λοιπὸν, ἐπειδὴ τὸ πάθος ἐγγὺς ἔμελλεν εἶναι g. οὐ μὴν εἰς τὰ Ἱεροσόλυμα τέως ἀνεῖσιν, ἀλλ’ ἐν τοῖς ὁρίοις τῆς Ἰουδαίας. καὶ ἐλθόντι ἠκολούθησαν, καὶ ὡς εἴωθει πάλιν ἐδίδασκεν αὐτοὺς, ἣ, ὡς Ματθαῖός φησιν, ἐθεράπευσεν αὐτοὺς, διττὴν αὐτοῖς προσάγων τὴν ἴασιν, τήν τε κατὰ ψυχὴν τοιαύτη γὰρ ἡ διδασκαλία) καὶ τὴν κατὰ σῶμα. ἡ γὰρ τῆς τούτων ἀσθενείας διόρθωσις, οὐ μόνον αὐτοῖς, ἀλλὰ καὶ ἑτέροις ὑπόθεσις θεογνωσίας ἐγένετο h. ἀλλ’ οὐχὶ τοῖς Φαρισαίοις, ἀλλὰ καὶ δι’ αὐτὸ τοῦτο μᾶλλον ἐκθηριοῦνται.

Καὶ εἶπεν, ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ. καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ μία σάρξ. οὐκ οὖν ὃ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.

Ὢ τῆς ἀνοίας. ᾤοντο ἐπιστομίζειν αὐτὸν διὰ τῶν ζητημάτων, καίτοιγε ἤδη λαβόντες τεκμήριον τῆς δυνάμεως ταύτης· ὅτε γοῦν περὶ τοῦ σαββάτου πολλὰ διελέχθησαν, ὅτε εἶπον ὅτι βλασφημεῖ, [*](g P.L. ἀνεῖναι Poss. h ἐγίνετο P.L.)

372
ὅτε εἶπον, ὅτι δαιμόνιον ἔχει, ὅτε τοῖς μαθηταῖς ἐπετίμησαν διὰ τῶν σπορίμων βαδίζουσιν i, ὅτε περὶ ἀνίπτων διελέχθησαν χειρῶν, πανταχοῦ τούτοις ἀπορράψας αὐτῶν τὰ στόματα k, οὕτως παρέπεμψεν· οὐδὲ οὕτως ἀφίστανται· τοιοῦτον ἡ πονηρία καὶ ἡ βασκανία. τί οὖν αὐτός; οὔτε ἀεὶ σιγᾷ, ἵνα μὴ νομίσωσι 1 λανθάνειν· οὔτε ἀεὶ ἐλέγχει, ἵνα παιδεύσῃ ἡμᾶς ἡμέρως πάντα φέρειν.

Τί ὑμῖν ἐνετείλατο Μωϋσῆς; οἱ δὲ εἶπον, Μωϋσῆς ἐπέτρεψε, καὶ τὰ ἑξῆς.

Ἐρωτηθεὶς εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι; οὐκ εὐθέως εἶπεν, οὐκ ἔξεστιν, ἵνα μὴ θορυβηθῶσι καὶ ταραχθῶσιν· ἀλλὰ διὰ τῆς ἐρωτήσεως πρῶτον αὐτοὺς ἐβουλήθη ἀποκρίνασθαι τοῦ νόμου τὸ βούλημα· ἵνα ὅπερ αὐτὸν ἔδει πρὸς αὐτοὺς λέγειν, τοῦτο φθάσαντες ἀποκρίνωνται· καὶ ὁμῶς οὐδὲ οὕτως ἐπεμβαίνει, οὔτε λέγει τοῦτο αὐτοῖς, ὅτι τούτου δὲ οὐκ εἰμὶ λοιπὸν ὑπεύθυνος ἐγὼ, ἀλλὰ καὶ διὰ τοῦτο διαλύεται· εἰ γὰρ ἀλλότριος ἦν τῆς παλαιᾶς, οὐκ ἂν ἠγωνίσατο ὑπὲρ Μώσεως, οὐκ ἂν ἐσπούδασεν τὰ αὐτοῦ δεῖξαι συμβαίνοντα τοῖς παλαιοῖς. καίτοι γε ἄλλα πολλὰ ἐκέλευσεν ὁ Μωϋσῆς, καὶ τὰ περὶ βρωμάτων, καὶ τὰ περὶ σαββάτων. τινὸς οὖν ἕνεκεν οὐδαμοῦ αὐτὸν προβάλλονται ὡς ἐνταῦθα; ἴσως μὲν καὶ διὰ τὴν τοῦ Σωτῆρος ἐρώτησιν, ἴσως δὲ καὶ τὸ πλῆθος βουλόμενοι ἐπ’ ἐπιστρατεῦσαι τῶν ἀνδρῶν αὐτῷ· καὶ γὰρ ἀδιάφορον Ἰουδαίοις τοῦτο ἦν, καὶ πάντες τοῦτο ἔπραττον, ὡς ὑπὸ νόμου συγκεχωρημένον. καὶ ἐπειδὴ Μαλαχίας ὁ προφήτης ἐπ’ ἐκείνην τὴν ζήτησιν ἐπιτιμῶν τοῖς ἀπολύουσι τὰς γυναῖκας, καὶ λέγων, “ γυναῖκα νεότητός σου μὴ ἐγκαταλείπῃς· αὕτη κοινωνός “ σου καὶ γυνὴ διαθήκης σου,” προτείνουσιν αὐτῷ τὸ πρόβλημα ὡς δύσλυτον, τὸ δοκοῦν τῷ νόμῳ περὶ τῆς τοιαύτης προστάξεως. καὶ ὅμως ὁ Σωτῆρ’ ὑπὲρ τούτων ἀπολογεῖται, καί φησιν, ὅτι Μώσης “ πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν “ ταύτην. οὐδὲ γὰρ ἀφίησιν ὑπὸ κατηγορίαν μένειν, ἐπειδὴ καὶ τὸν νόμον αὐτὸς ἦν αὐτῷ δεδωκὼς, ἀλλ’ ἐξαιρεῖται αὐτὸν τοῦ ἐγκλήμάτος, [*](i βαδίζειν Ρ. κ καὶ τ. στόμ’. αὐτ’. ἀπ’. παντ’. Poss. 1 Sic P.L. δόξειαν Ρ. m οὕτω L.)

373
καὶ τὸ πᾶν εἰς τὴν ἐκείνων n περιτρέπει κεφαλὴν, ὃ πανταχοῦ ποιεῖ. εἶτα ἐπειδὴ φορτικὸν ἦν τὸ εἰρημένον, καὶ πολλὴν ἔφερεν αὐτοῖς διαβολὴν, ταχέως ἐπὶ τὸν ἀρχαῖον καταφεύγει νόμον, λέγων, “ ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν “αὐτοὺς,” τοῦτ’ ἔστι, διὰ τῶν πραγμάτων ὑμῖν o ἐξ ἀρχῆς ὁ Θεὸς ἐνομοθέτησε τὰ ἐναντία. ἵνα γὰρ μὴ λέγωσιν, πόθεν δῆλον ὅτι διὰ τὴν ἡμῶν σκληρότητα τοῦτο Μώσης εἶπεν; ἐκεῖθεν πάλιν αὐτοὺς ἐπιστομίζει. εἰ p γὰρ οὗτος προηγούμενος ἦν ὁ νόμος καὶ συμφέρων, οὐκ ἃν ἀπ’ ἀρχῆς ἐδόθη ἐκεῖνος, οὐκ ἃν οὕτω πλάττων ἔπλασεν ὁ Θεὸς, οὐκ ἃν τοιαῦτα εἶπε. σκόπει δὲ αὐτὸν οὐκ ἀπὸ τῆς δημιουργίας μόνης q ἰσχυριζόμενον, ἀλλὰ καὶ ἀπὸ προστάγματος, ὥστε τὸν ἕνα τῇ μία συνάπτεσθαι. εἰ δ᾿ ἐβούλετο τὴν μὲν ἀφιέναι, ἑτέραν δὲ ἐπεισάγειν r, ἕνα ἄνδρα ποιήσας, πολλὰς ἔπλασε γυναῖκας· οὐ γὰρ εἶπεν ὅτι ἐποίησεν ἕνα ἄνδρα καὶ μίαν γυναῖκα, ἀλλ’ ὅτι καὶ τοῦτο ἐκέλευσεν. νῦν δὲ τῷ τρόπῳ τῆς νομοθεσίας ἔδειξεν ὅτι ἕνα δεῖ μιᾷ συνοικεῖν διαπαντὸς, καὶ μηδέποτε διαρρήγνυσθαι. ἐκ μιᾶς γὰρ, φησὶ, ῥίζης ἐγένοντο, καὶ εἰς ἓν σῶμα συνῆλθον. εἶτα φοβερὸν ποιῶν τὸ ταύτης κατηγορεῖν οὐκ εἶπε, μὴ διασπᾶτε, ἀλλ’ “ὃ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χω- “ριζέτω.” εἰ δὲ Μωσέα προβάλλῃ, ἐγὼ δὲ λέγω σοι τὸν Μώσεως δεσπότην, καὶ μετὰ τούτου s καὶ τῷ χρόνῳ ἰσχυρίζομαι. καὶ γὰρ πρεσβύτερος οὗτος ὁ νόμος, εἰ καὶ δοκεῖ παρ’ ἐμοῦ εἰσάγεσθαι νῦν. οὐδὲ γὰρ ἁπλῶς συνήγαγε τὴν γυναῖκα τῷ ἀνδρὶ, ἀλλὰ καὶ γονεῖς ἀφιέναι ἐκέλευσεν, καὶ πρὸς τὴν γυναῖκα κολληθῆναι, τῷ τρόπῳ τῆς λέξεως τὸ ἀδιάσπαστον ἐμφαίνων. “καὶ ἔσονται γὰρ οἱ δύο, φησὶν, εἰς σάρκα μίαν· καὶ αὕτη μὲν ἡ φυσικὴ σύζευξις. ὁ δὲ νόμος οὔπω καθαρῶς ἐπανάγειν τὸν ἄνθρωπον δυνάμενος τὸ πολὺ τῆς κακίας ἀφῄρει. τὸ γὰρ ὅλον οὐκ ἀφαιρεῖται μέχρις ἃν ἔνδοθεν ὁ ἄνθρωπος καθαρθῇ. ψυχῆς μὲν γὰρ ἐκκαθαιρομένης ἐπιθυμιῶν τε καὶ θυμῶν, δυνατὸν καὶ φαύλην γυναῖκα ὑπομένειν τῇ καρτερίᾳ χρωμένους. πλεοναζόντων δὲ ἐν ψυχῇ τῶν προειρημένων παθῶν, πολλὰ καὶ δεινὰ γένοιτο ἃν ἐν τῇ παρὰ γνώμην συνοικήσει. [*](n ἐκείνου Ρ. o ἡμῖν P.L. P εἰ μὴ om.) P.L. εἰ μὴ Poss. q μόνης om. L. f Sic P.L. εἰσάγειν Poss. s Sic P.L. τοῦτο Poss.)
374
καὶ γὰρ καὶ συκοφαντεῖν ἠδύνατο ἃν τὴν γυναῖκα, καὶ τὴν μισουμένην ὁ μισῶν ἀνὴρ καὶ μοιχείας ἐπάγειν ἔγκλημα, καὶ προαχθείη ἂν εἰς φόνον ὑπὸ θυμοῦ πολλάκις. τῶν δὴ τοιούτων ἐποχὴν ὁ νόμος ἐποίει· διδοὺς τὴν ἀπόστασιν τῆς μισουμένης γυναικὸς, καὶ τὸ κατὰ φύσιν παρατρεπόμενον οὐκ ἐκώλυσεν, διὰ τὸ μὴ ἀγὰν εἰς τὸ παρὰ φύσιν ἐμπεσεῖν τοὺς ἀνθρώπους.

Καὶ ἐν τῆ οἰκίᾳ πάλιν οἱ μαθηταὶ αὐτοῦ περὶ τοῦ αὐτοῦ ἐπηρώτησαν αὐτόν. καὶ λέγει αὐτοῖς, ὃς ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ’ αὐτήν. καὶ ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὑτῆς, καὶ γαμηθῇ ἄλλῳ, μοιχᾶται.

Εἰ καὶ τῷ χωρισμῷ, φησὶ, διαιρεῖται ἀνδρὸς, ἀλλὰ τῇ ἐξ ἀρχῆς συζεύξει ἀδιαίρετός ἐστι. διὰ τοῦτο μοιχείαν ἐκάλεσε τὸ συζεύγνυσθαι πρὸς ἄλλην ζώσης ἐκείνης. καὶ ἐπὶ γυναικὸς δὲ τὸ ἶσον· μοιχεία δέ ἐστιν τό τε ἰδίᾳ συνεῖναι· οὐκ ἰδίᾳ δὲ σύνεστι φησιν, ὅταν ἰδίαν ἀπολιπὼν, διὰ τοῦτο μοιχᾶται ἐπ’ αὐτὴν, τουτέστιν ἐπὶ δευτέραν ἣν ἐπεισάγει τῇ κατὰ φύσιν αὐτῷ συνειμμένῃ· τὸ δὲ αὐτὸ καὶ ἡ γυνὴ οὐκ ἰδίῳ σύνεστιν ἀνδρὶ, ἐὰν τὸν ἴδιον καταλίπῃ. καὶ ὁ μὲν νόμος τὴν προφανῆ μοιχείαν ἀπεκώλυσεν, ὅτε τὴν ἐνοικοῦσαν ἑτέρῳ τις διαφθείροι. ὁ δὲ Σωτῆρ’ καὶ τὴν οὐχ ὁμολογουμένην παρὰ πᾶσιν οὐδὲ γινωσκομένην, τῇ φύσει δὲ διελεγχομένην κατέκρινε t. καὶ ὁ μὲν Ματθαῖος πρὸς τοὺς Φαρισαίους καὶ ταῦτα τὸν Σωτῆρά φησιν εἰρηκέναι· ὁ Μάρκος δὲ πρὸς τοὺς μαθητάς. οὐκ ἔστι δὲ ἐναντίον. ἐνδέχεται γὰρ καὶ τούτοις τοῖς κἀκείνοις ταῦτα u εἰρηκέναι. ἄλλως τε παραπέμπειν δοκεῖ ἡμᾶς ὁ Μάρκος καὶ ὑπομιμνήσκειν, ὡς πρὸ τούτου οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων τὸν Ἰησοῦν, καὶ ταῦτα εἶπεν αὐτοῖς.

Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα ἅψηται αὐτῶν. οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν.

Ἰδίον τοῦ δημιουργοῦ τὸ τοῖς ἑαυτοῦ ποιήμασι χαίρειν, καὶ τὴν πρόσοδον αὐτῶν τὴν πρὸς ἑαυτὸν μὴ ἀποκωλύειν, καὶ μάλιστα τοῦ [*](t κατέκρινε om. L. u τὰ αὐτὰ Ρ.)

375
κωλύοντος οὐκ ὄντος. μόνη γὰρ κακία καὶ διαφθορὰ τῆς δημιουργίας ἀποκωλύει προσελθεῖν x τῷ δημιουργῷ· τὸ δὲ τῆς φρονήσεως ἐνδεὲς οὐ κωλυτικὸν τῆς προσίδου. πλήρωσιν γὰρ ἐπιζητεῖ· ταύτην δὲ πρόσοδος χαρίζεται. διὸ καὶ ἀκριβὴς ἡ λέξις, “τῶν τοιού- “τῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. οὐ γὰρ τούτων εἶπεν, ἀλλὰ τῶν τοιούτων. ἐπειδὴ πρόσεστι καὶ τὸ τῆς φρονήσεως ἐνδεὲς τοῖς παισίν. οὗπερ ἀποτρέπων ὁ Ἀπόστολος ἔλεγε, “ μὴ παιδία γίνεσθε “ ταῖς φρεσίν.’ ἐπεξῆλθε δὲ ὁ παρὼν Εὐαγγελιστὴς τὴν αἰτίαν λέγων, καὶ οἷον ἑρμηνεύων, “τὸ τῶν τοιούτων γὰρ ἐστὶν ἡ βασιλεία.”

Τίνος δὲ ἕνεκεν ἀπεσόβουν τὰ παιδία οἱ μαθηταὶ; ἀξιώματος ἕνεκεν. τί οὖν αὐτός; διδάσκει y αὐτοὺς μετριάζειν καὶ τῦφον καταπατεῖν κοσμικόν. τὰ παιδία z δέα λαμβάνει καὶ ἐναγκαλίζεται καὶ τοῖς τοιούτοις ἐπαγγέλλεται b τὴν βασιλείαν. καὶ γὰρ πάντων τῶν παθῶν καθαρεύει ἡ ψυχὴ τοῦ παιδίου, καὶ τοῖς λελυπηκόσιν οὐ μνησικακεῖ, ἀλλ’ ὡς φίλος προσέρχεται ὡς οὐδενὸς γενομένου· καὶ ὅσα ἂν παρὰ τῆς μητρὸς μαστιχθῇ ταύτην ἐπιζητεῖ, καὶ πάντων αὐτὴν προτιμᾷ, κἂν τὴν βασιλίδα δείξῃς μετὰ διαδήματος, οὐ προτίθησι τῆς μητρὸς ῥάκια περιβεβλημένης· ἀλλ’ ἕλοιτο μᾶλλον ἐκείνην ἰδεῖν μετὰ τούτων, ἣ τὴν βασιλίδα μετὰ κόσμου· καὶ τῶν ἀναγκαίων οὐδὲν πλέον ἐπιζητεῖ, ἀλλ’ ὅσον ἐμπλησθῆναι τοῦ μασθοῦ c, καὶ ἀφίστασθαι d τῆς θηλῆς. οὐ λυπεῖται ἐφ’ οἷς ἡμεῖς, οἷον ἐπὶ ζημίᾳ χρημάτων καὶ τοῖς τοιούτοις. οὐ χαίρει πάλιν ἐπὶ τοῖς ἐπικήροις τούτοις· οὐκ ἐπτόηται e πρὸς κάλλη σωμάτων. διὰ τοῦτο εἶπε, “ τῶν τοιούτων ἐστὶν ἡ βασιλεία, ἵνα τῇ προαιρέσει ταῦτα ἐργαζώμεθα, ἄτῃ φύσει τὰ παιδία ἔχει. καλὸν δὲ καὶ τὸ ἀναγκαλισάμενος αὐτὰ κατηυλόγει g. πάλιν γὰρ ὥσπερ εἰς ἀγκάλας ἐπανάγεται τοῦ δημιουργοῦ τὸ ποίημα χωρισθὲν αὐτοῦ κατ’ ἀρχὴν καὶ h ἐκπεπτωκός. ἐπετίθει δὲ τὰς χεῖρας τοῖς παιδίοις, τῆς ἐπιθέσεως τῶν χειρῶν διδασκούσης τὴν τῆς θείας δυνάμεως ἐπίθεσιν, ᾗ τὸ ἔργον τὸ ἑαυτῆς τελειοῖ. τὸ δὲ σχῆμα κοινὸν, καὶ κατὰ τὴν συνήθειαν τῆς τῶν χειρῶν ἐπιθέσεως ποιεῖ ὁ [*](x P.L. παρελθεῖν Poss. y διδάσκων Ρ. z τὰ παιδία om. P.L. a καὶ P.L. b ἐπαγγέλλεται P.L. ἀπαγγέλλεται Poss. c μαστοῦ L. d Sic L. ἀφίσταται Poss. et Ρ. e Sic L. οὐ πτοεῖται Poss. et Ρ. f ταύτῃ L. g κατευλόγει L. h δὲ Poss. et Ρ.)

376
Χριστὸς, οὐ μὴν κατὰ τὴν συνήθειαν ἐνεργεῖ k. ὅτι δὴ Θεὸς ὣν καὶ τὸν ἀνθρώπινον τρόπον διεφύλαττεν ὡς ἄνθρωπος κατὰ ἀλήθειαν γεγονὼς.