Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῆς μεταμορφώσεως τοῦ Ἰησοῦ.

Καὶ ἔλεγεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

Ἐπειδὴ πολλὰ περὶ κινδύνων διελέχθη καὶ θανάτου καὶ τοῦ πάθους τοῦ ἑαυτοῦ, καὶ τῆς τῶν μαθητῶν σφαγῆς, καὶ τὰ αὐστηρὰ ἐπέταξεν ἐκεῖνα· καὶ τὰ μὲν ἦν ἐν τῷ παρόντι βίῳ καὶ ἐν χερσί· τὰ δὲ ἀγαθὰ ἐν ἐλπίσι καὶ προσδοκίαις· βουλόμενος καὶ τὴν ὄψιν αὐτῶν πληροφορῆσαι, καὶ διδάξαι τι ποτε ἐστιν ἡ δόξα ἐκείνη μεθ’ ἧς μέλλει παραγίνεσθαι, ὡς ἐγχωροῦν ἦν αὐτοῖς μαθεῖν καὶ κατὰ [*](γ ὑμῖν om. P. z κἂν Ρ.)

352
τὸν παρόντα βίον, δείκνυσιν αὐτοῖς καὶ ἀποκαλύπει ταύτην, ἵνα μήτε ἐπὶ τῷ οἰκείῳ θανάτῳ, μήτε ἐπὶ τῷ τοῦ δεσπότου λοιπὸν ἀλγῶσι· καὶ μάλιστα Πέτρος ὀδυρόμενος· καὶ ὅρα τι ποιεῖ περὶ γεέννης καὶ βασιλείας διαλεχθεὶς, τὴν μὲν βασιλείαν τῇ ὄψει δείκνυσιν· τὴν δὲ γεένναν οὐκέτι. ἐπειδὴ γὰρ εὐδόκιμοι ὑπῆρχον καὶ εὐγνώμονες ἀπὸ τῶν χρηστοτέρων ἐνάγει· οὐ μόνον δὲ ἐκεῖνο παρατρέχει τὸ μέρος, ἀλλ’ ἔστιν ὅπου σχεδὸν καὶ ὑπ’ ὄψιν αὐτὰ φέρει τὰ πράγματα τῆς γεέννης, ὡς ὅταν τοῦ Λαζάρου τὴν εἰκόνα εἰσάγῃ, καὶ τοῦ τὰ ἑκατὸν δηνάρια ἀπαιτήσαντος μνημονεύῃ· καὶ τοῦ τὰ ῥυπαρὰ ἐνδεδυμένου ἱμάτια, καὶ ἑτέρων πλειόνων.

Καὶ μεθ’ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν μόνους· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα, λευκὰ λίαν ὡς χιὼν, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται λευκᾶναι.

Λουκᾶς δὲ μετ’ ὀκτώ φησιν, οὐκ ἐναντιούμενος τούτω, ἀλλὰ καὶ σφόδρα συνᾴδων. ὁ μὲν γὰρ καὶ αὐτὴν τὴν ἡμέραν καθ’ ἣν ἐφθέγξατο, κἀκείνην καθ’ ἣν ἀνήγαγεν, εἶπεν. ὁ δὲ τὰς μεταξὺ τούτων μόνον z. λαβὼν τοίνυν τοὺς κορυφαίους “ ἀναφέρει εἰς ὄρος “ ὑψηλὸν κατ’ ἰδίαν μόνους,” καὶ τὰ ἑξῆς. Διατί τούτους λαμβάνει; ὅτι οὗτοι τῶν ἄλλων ἦσαν ὑπερέχοντες· καὶ ὁ μὲν Πέτρος ἐκ τοῦ σφόδρα φιλεῖν αὐτὸν ἐδήλου τὴν ὑπεροχὴν· ὁ δὲ Ἰωάννης ἐκ τοῦ σφόδρα φιλεῖσθαι· καὶ Ἰάκωβος δὲ ἀπὸ τῆς ἀποκρίσεως, ἧς ἀπεκρίνατο μετὰ τοῦ ἀδελφοῦ λέγων, δυνάμεθα πιεῖν τὸ ποτήριον· οὐκ ἀπὸ τῆς ἀποκρίσεως δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἔργων τῶν τε ἄλλων, καὶ ἀφ’ ὧν ἐπλήρωσεν ἅπερ εἶπεν· οὕτως γὰρ ἦν σφοδρὸς καὶ βαρὺς Ἰουδαίοις, ὡς καὶ τὸν Ἡρώδην ταύτην νομίσαι χαρίσασθαι τοῖς Ἰουδαίοις, εἰ ἐκεῖνον ἀνέλοι.

Διατί δὲ μὴ εὐθέως αὐτοὺς ἀνάγει; ὥστε μηδὲν παθεῖν ἀνθρώπινον τοὺς λοιποὺς μαθητάς· διὰ τοῦτο οὐδὲ τὰ ὀνόματα αὐτῶν λέγει τῶν ἀνιέναι μελλόντων. τι δήποτε οὖν καὶ προλέγει; ἵνα [*](z μόνας Poss.)

353
εὐμαθέστεροι περὶ τὴν θεωρίαν γένωνται ἀφ’ ὧν προεῖπεν, καὶ σφοδροτέρας ἐν τῷ τῶν ἡμερῶν ἀριθμῷ τῆς ἐπιθυμίας ἐμπλησθέντες, οὕτως νηφούσῃ καὶ μεμεριμνημένῃ διανοία παρεγένοντο. ἐνῆν μὲν οὑν καὶ ἐν οἴκῳ τὴν ἑαυτοῦ δόξαν ἐπιδεῖξαι ἐπεὶ δὲ καὶ τὸ τοῦ ὄρους ὕψος,, οἰκεῖον εἶχε, πρὸς τὸ τῆς δόξας ὕψος σύμπαν λαμβανόμενον, εἰς ὄρος αὐτοὺς ἀνήγαγεν ὑψηλόν. τὸ δὲ κατ’ ἰδίαν φησὶ, τὸ μυστικὸν τοῦ πράγματος ἐπισημαινόμενος, καὶ ὡς οὐκ ἠβουλήθη δημοσιεύειν αὐτὸ a ὁ Κύριος. ἡ δὲ λεγομένη μεταμόρφωσις κατὰ τὴν ἔκλαμψιν ἦν, καθ’ ἣν ἐξέλαμψε τὸ πρόσωπον ὡς ὁ ἥλιος, καὶ ὁ ἱματισμὸς ἐγένετο λευκὸς ἐξαστράπτων, ὡς ὁ Λουκᾶς φησιν. ὁ δὲ Ματθαῖος λευκὰ ἱμάτια γεγονέναι λέγει ὡς τὸ φῶς. οὐ δὴ τοῦ χαρακτῆρος μεταβολήν τινα προσδοκητέον ἐν τῇ βασιλείᾳ, οὔτε αὐτοῦ τοῦ Σωτῆρος, οὔτε τῶν ὡμοιωμένων αὐτῷ, ἀλλὰ φωτὸς προσθήκην ὑπερλάμπρου, καὶ ταύτην εἶναι b τὴν ἐναλλαγὴν, ἣν ὁ Παῦλός φησιν. οἱ δὲ Εὐαγγελισταὶ μεταμόρφωσιν ὠνομάκασι. τίνος δὲ ἕνεκεν Μωσῆν καὶ Ἠλίαν εἰς μέσον ἄγει c, πολλὰς ἂν ἔχοι τις εἰπεῖν αἰτίας· πλὴν ἡμεῖς ταύτας εἴπωμεν. πρῶτον μὲν ταύτην, ὅτι ἐπειδὴ οἱ ὄχλοι ἔλεγον, οἱ μὲν Ηλίαν, οἱ δὲ Ἱερεμίαν, οἱ δὲ ἕνα τῶν προφητῶν, τοὺς κορυφαίους ἄγει, ἵνα τὸ μέσον κἀντεῦθεν ἴδωσι τῶν δούλων καὶ τοῦ δεσπότου, καὶ ὅτι καλῶς ἐπῃνέθη Πέτρος ὁμολογήσας αὐτὸν Υἱὸν τοῦ Θεοῦ. καὶ ἐπειδὴ συνεχῶς ἐνεκάλουν αὐτὸν παραβαίνειν τὸν νόμον καὶ βλάσφημον αὐτὸν εἶναι ἐνόμιζον, ὡς σφετεριζόμενον δόξαν οὐ προσήκουσαν αὐτῷ, τὴν τοῦ Πατρὸς, καὶ ἔλεγον, οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ, καὶ ἄλλα τινὰ παρόμοια. ἵνα τοίνυν δειχθῇ ὡς τούτων ἐστιν ἀνεύθυνος, καὶ οὔτε νόμου παράβασις τὸ γινόμενον, οὔτε δόξης σφετερισμὸς τῆς μὴ προσηκούσης τὸ λέγειν ἑαυτὸν ἶσον τῷ Πατρὶ, τοὺς ἐν ἑκατέρῳ λάμψαντας τούτους εἰς μέσον ἄγει· καὶ γὰρ Μωϋσῆς τὸν νόμον ἔδωκε, καὶ ἠδύναντο λογίσασθαι, ὅτι οὐκ ἃν παρεῖδεν πατούμενον αὐτὸν, ὡς ἐνόμιζον οἱ Ἰουδαῖοι, οὐδ’ ἃν τὸν παραβαίνοντα αὐτὸν καὶ τῷ τεθεικότι πολέμιον ὄντα ἐθεράπευσεν ἄν. Ἠλίας δὲ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ ἐζήλωσε· καὶ οὐκ ἃν εἰ ἀντίθεος ἢν, καὶ Θεὸν [*](a Sic L. αὐτῷ Ρ. αὐτὸν Poss. b εἶναι om. L. c εἰσάγει L.)
354
αὐτὸν ἔλεγεν ἶσον τῷ πατρὶ, μὴ ὣν d ὅπερ ἔλεγε, μηδὲ προσηκόντως τοῦτο ποιῶν, παρέστη καὶ αὐτὸς καὶ ὑπήκουσεν. καὶ πάλιν ἵνα ἴδωσιν ὅτι καὶ θανάτου καὶ ζωῆς ἐξουσίαν ἔχει, καὶ τῶν ἄνω καὶ τῶν κάτω κρατεῖ. διὰ τοῦτο καὶ τὸν τετελευτηκότα καὶ τὸν οὐδέπω τοῦτο παθόντα εἰς μέσον ἄγει. τὴν δὲ πέμπτην αἰτίαν ὁ αὐτὸς Εὐαγγελίστης ἀπεκάλυψεν, δεῖξαι τοῦ σταυροῦ τὴν δόξαν βουλόμενος, καὶ παραμυθήσασθαι τὸν Πέτρον καὶ ἐκείνους δεδοικότας τὸ πάθος, καὶ ἀναστῆσαι αὐτῶν τὰ φρονήματα. καὶ πάλιν Μωϋσῆς καὶ Ἠλίας ἐν τῇ παρούσῃ δοξῇ συμπαρόντες ἐδείκνυντο, καὶ συμπαρεσόμενοι τότε σημεῖα τῆς διὰ νόμου τε καὶ προφητῶν γεγενημένης παιδαγωγίας ἐπὶ Χριστὸν, ὥστε συνῆφθαι καὶ παρεστάναι τῷ τελείαν δωρουμένῳ χάριν, τὸν παιδαγωγὸν νόμον καὶ τοὺς προαναγγέλλοντας προφήτας· ὧν ἀπάνθισμά τι καὶ ἀπαρχὴ πρώτη γέγονεν Ἠλίας, καὶ εἰς τὴν ἀνάκλησιν τοῦ Ἰσραὴλ κεῖται προφήτης· κατὰ τὸ “ ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῶν Ἠλίαν τὸν “ Θεσβίτην, καὶ ἐλθὼν ἀποκαταστήσει καρδίας πατέρων πρὸς “ υἱοὺς, καὶ καρδίαν υἱῶν ἐπὶ πατέρας αὐτῶν.” δηλοῖ δὲ καὶ συνάφειαν παλαιᾶς διαθήκης καὶ νέας, ὅτι συναφθήσονται ἐν τῇ ἀναστάσει οἱ Ἀπόστολοι μετὰ τῶν προφητῶν, καὶ μία ἔσται κοινωνία τῆς ἀπαντήσεως τοῦ βασιλέως. ἀλλὰ καὶ τούτων ἕκαστος τὴν ψυχὴν ἀπολέσας εὗρεν αὐτήν. καὶ γὰρ πρὸς τυράννους ἕκαστος ἐπαρρησιάσατο· ὁ μὲν πρὸς τὸν Αἰγύπτιον, ὁ δὲ πρὸς τὸν Ἀχὰβ, καὶ ὑπὲρ ἀγνωμόνων ἀνθρώπων καὶ ἀπειθῶν, καὶ ὑπὲρ αὐτῶν τῶν πρὸς αὐτῶν τῶν σωζομένων εἰς τὸν περὶ τὸν e] ἔσχατόν ἤχθησαν κίνδυνον· καὶ ἕκαστος αὐτῶν εἰδωλολατρίας ἀπαλλάξαι βουλόμενος, καὶ ἕκαστος αὐτῶν ἰδιώτης ὤν. ὁ μὲν γὰρ βραδύγλωσσος καὶ ἰσχνόφωνος, ὁ δὲ καὶ αὐτὸς ἀγροικότερος διακείμενος. καὶ πολλὰ δὲ ἕτερά ἐστιν εἰπεῖν. πρὸς ταῦτα τοίνυν πάντα αὐτοὺς ἐπαλείφων παρῆγεν τοὺς ἐν τῇ παλαιᾷ λάμψαντας. “ Οἵ τινες καὶ συνελάλουν αὐτῷ,” καὶ ὁ μὲν παρὼν Εὐαγγελιστὴς οὐκ ἐπιφέρει περί τινος, οἱ δὲ λοιποὶ προστιθέασιν, “ ἐλά- “ λουν” γάρ, φησιν, “ τὴν δόξαν ἣν ἔμελλε πληροῦν εἰς Ἱερου- “ σαλήμ·” τουτέστι τὸ πάθος καὶ τὸν σταυρόν οὕτω γὰρ αὐτὸ d ὂν Ρ. e Sic Cod. L. qui haec et seq. solus habet.
355
καλοῦσιν ἀεί. Τι οὖν ὁ Πέτρος ὁ θερμός; “ καλόν ἐστιν ἡμᾶς “ ὧδε εἶναι.” καὶ ὁ μέν τίς φησιν, ἐπιθυμεῖ, ὁ μέλλων ἀγωνίζεσθαι, ἀναπαύσεως πρὸ τῶν ἀγώνων.

Συνέκρινε δὲ καὶ δούλοις δεσπότῃ, καὶ ὅσον ἐπὶ τῷ λόγῳ συνέχεεν τὸ ὅλον. οὐκ ἔδει γὰρ συγκρίναι τὰ ἀσύγκριτα, οὐδὲ διὰ τριῶν σκηνῶν ἀριθμῆσαι τὰ μὴ συναριθμούμενα.

“ Οὐ γὰρ ᾔδει τι λαλήσει· ἦσαν γὰρ ἔκφοβοι.” καὶ ἄλλως φησιν ὡς ταραχὴν κατασχοῦσαν αὐτὸν ὁ Πέτρος ἀπεμνημόνευσεν, ὡς ὁ μαθητὴς αὑτοῦ Μάρκος φησί· “ οὐκ ᾔδει τί λαλήσει, ἦσαν “ γὰρ ἔκφοβοι.” ὁ φόβος δὲ ἐκεῖνος τῆς κοινοτέρας διανοίας ἐπεισαγωγὴν τινὰ εἶχεν καλλίονος νοῦ καὶ ἀγαθοῦ· καὶ οἱ τινες εἶεν οἱ φανέντες ἐγνώρισαν, ὅτι Μωϋσῆς καὶ Ἠλίας. ἄγεται δὲ ψυχὴ πρὸς τὸν τοῦ θείου πόθον ἐκ τῆς ὑπὸ τούτων κινήσεως, καὶ σπεύδει τῶν ἀνθρωπίνων μετανίστασθαι, ὥστε καὶ ὑπὸ τοῦ θεωρουμένου μακαρίου θεάματος, καὶ ὑπὸ τῆς ἐγγινομένης αὐτῷ κινήσεως πνευματικῆς ὁ Πέτρος, τὸ χωρισθῆναι τῆς τῶν ἀνθρώπων ἐπιμιξίας ὡς ἀγαθὸν ἐπινοεῖται καὶ λέγει· καὶ ὡς δὴ συνεσομένων ἐπιπλέον τοῦ περιόντος f αὐτῷ τῶν τριῶν ποίησιν ἐννοεῖ· οὐκ ἐννοήσας ἐν τῷ παραυτίκα κινήματι, οὐδ’ ὅτι πρὸς ἔνδειξιν τῆς ἐρχομένης δόξης ἐπεποίητο τὴν μεταμόρφωσιν ὁ Κύριος καθὰ προηρήκει· οὐθ’ ὅτι Μωϋσῆς ἦν ψυχὴ οὐκ ἐν σώματι· οὐθ’ ὅτι τῆς ἀνθρώπων διδασκαλίας καὶ ἰάσεως ἕνεκα, πάντα ἐποίει Χριστός· καὶ οὐχ οἷόν τε ἢν ἀπολιπεῖν τοὺς πολλοὺς καὶ τὸ ὄρος οἰκεῖν· τοιαῦτα τὰ τῶν ἀνθρώπων κινήματα, παίδων ἄντικρυς νηπίων ὅσον πρὸς Θεόν· εἰ καὶ μέγας τις εἴη καὶ διαφέρων τῶν ἄλλων· ἄλλως g δὲ πάλιν φησι, ἐπειδὴ γὰρ ἤκουσεν ὅτι δεῖ εἰς τὰ Ἱεροσόλυμα αὐτοὺς ἀπελθεῖν, δεδοικὼς ἔτι, καὶ τρέμων ὑπὲρ αὐτοῦ καὶ μετὰ τὴν ἐπιτίμησιν προσελθεῖν μὲν καὶ εἰπεῖν τοῦτο αὐτὸ οὐ τολμᾷ πάλιν, “ ὅ τι ἵλεω σοι.” ἀπὸ δὲ ἐκείνου τοῦ φόβου τὰ αὐτὰ αἰνίττεται δι’ ἑτέρων ῥημάτων. ἐπειδὴ γὰρ εἶδεν ὄρος καὶ πολλὴν τὴν ἐρημίαν, ἐνενόησεν ὅτι ἔχει πολλὴν ἀσφάλειαν· εἰ γὰρ τοῦτο γένοιτό φησι, οὐκ ἀναβησόμεθα εἰς τὰ Ἱεροσόλυμα, καὶ οὐκ ἀποθανεῖται. παρέστη δὲ καὶ Μωϋσῆς ὁ εἰς τὸν γνόφον εἰσελθὼν καὶ τῷ Θεῷ διαλεχθεὶς, [*](f An leg. παρόντος ? g Leg. vid. Ἄλλο, ut sæpius.)

356
καὶ Hλίας ὁ ἐπὶ τοῦ ὄρους πῦρ κατενεγκών· καὶ οὐδὲ εἷς εἴσεται ὅτι ἐνθάδε ἐσμέν. οὐ τοσοῦτον δὲ περὶ ἑαυτοῦ τρέμων ταῦτα ἔλεγεν, ἀλλ’ ὡς τοῦ Χριστοῦ περικαιόμενος.

Tί οὖν αὐτὸς μὲν οὐδὲν φθέγγεται, οὐδὲ Μωϋσῆς, οὐδὲ Ἠλίας, ὁ δὲ παντὸς μείζων καὶ ἀξιοπιστότερος ὁ Πατὴρ, φωνὴν ἐκ τῆς νεφέλης ; οὕτως ἀεὶ φαίνεται ὁ Θεός· “ νεφέλη γὰρ καὶ “ γνόφος κύκλῳ αὐτοῦ,” καὶ “ κάθηται ἐπὶ νεφέλης κούφης·” καὶ πάλιν, “ ὅτι θεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ.” “ καὶ νεφέλη ὑπέ- “ λάβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.” ἵνα οὖν πιστεύσωσιν ὅτι παρὰ τοῦ Θεοῦ ἡ φωνὴ φέρεται, ἐκεῖθεν ἔρχεται καὶ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα, “ οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε. εἰ γὰρ δυνατὸς ὁ Θεὸς, ὥσπερ οὑν καὶ ἐστὶν, εὔδηλον ὅτι καὶ ὁ Υἱὸς ὁμοίως. μὴ τοίνυν δείδιθι τὰ δεινά· εἰ δὲ μηδέπω τοῦτο καταδέχῃ, καὶ ἐκεῖνο λογίζου, ὅτι καὶ φιλεῖται· εἰ δὲ φιλεῖται, μὴ φοβοῦ· οὐδεὶς γὰρ ὃν ἀγαπᾷ προΐεται· τᾶι· οὐδὲ φιλεῖς αὐτὸν τοῦ γεγεννηκότος ἶσον.

“ Ἐν ῳΥ εὐδόκησα·” οὐδὲ γὰρ ἐπειδὴ ἐγέννησε μόνον φιλεῖ, ἀλλ’ ἐπειδὴ καὶ ἴσος αὐτῷ κατὰ πάντα καὶ ὁμογνώμων ἐστίν. τι δέ ἐστιν “ ἐν ᾧ εὐδόκησα ;” ὡσανεὶ ἔλεγεν ἐν ᾧ ἀναπαύομαι, ᾧ ἀρέσκομαι· διὰ τὸ κατὰ πᾶν ἐξισῶσθαι πρὸς αὐτὸν μετὰ ἀκριβείας, καὶ βούλημα ἓν ἐν αὐτῷ εἶναι καὶ τῷ Πατρὶ, καὶ μένοντα Υἱὸν κατὰ πάντα ἓν εἶναι πρὸς τὸν γεγεννηκότα.

“ Ἀκούετε,” κἂν σταυρωθῆναι βουληθῇ, μὴ ἀντιπέσῃς· οὗτος γάρ ἐστι περὶ οὗ λέγουσιν οὗτοι· περὶ οὗ Μωυσῆς προεφήτευσεν· περὶ οὗ Ἡλίας τυπικῶς προετύπωσεν· τούτους ὁρᾶτέ ὡς δούλους δορυφοροῦντας τὸν ἐμὸν μονογενῆ, αὐτοῦ ἀκούετε· ὅτι δεῖ παθεῖν· ὅτι δεῖ κοινωνῆσαι ἀνθρώποις θανάτου· ὅτι δεῖ ἀναστῆναι· ὅτι δεῖ πᾶσαν τὴν οἰκονομίαν πληρῶσαι· ὅτι δεῖ καὶ ὑμᾶς αὐτοὺς πειρασθῆναι καὶ συμπάσχειν αὐτῷ, ἵνα καὶ συνδοξασθῆτε.

Καταβαινόντων δὲ αὐτῶν ἀπὸ τοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.

Ὅσῳ γὰρ μείζονα ἐλέγετο περὶ αὐτοῦ, τοσοῦτον δυσπαραδεκτότερα

357
ἢν τοῖς πολλοῖς τότε, καὶ τὸ σκάνδαλον τὸ ἀπὸ τοῦ σταυροῦ ἐπετείνετο μᾶλλον. ἐντεῦθεν διαί τοῦτο κελεύει σιγᾷν, καὶ οὐχ ἁπλῶς· ἀλλὰ πάλιν τοῦ πάθους ἀναμιμνήσκων, καὶ μονονουχὶ τὴν αἰτίαν λέγων δι’ ἣν καὶ σιγᾷν ἐκέλευσεν. οὐ γὰρ δὴ διὰ παντὸς ἐκέλευσε μηδενὶ g εἰπεῖν, ἀλλ’ ἕως ἀναστῇ ἐκ νεκρῶν. καὶ τὸ δυσχερὲς σιγήσας, τὸ χρηστὸν ἐμφαίνει μόνον. ἐκεῖνοι δὲ τὸ περὶ τῆς ἀναστάσεως αὐτοῦ μὴ συνιέντες μυστήριον, τὸν μὲν λόγον ἐκράτησαν, πρὸς ἑαυτοὺς δὲ συνεζήτουν τι ἦν τὸ ἐκ νεκρῶ, ἀναστῆναι; καθὰ γάρ φησιν ὁ Εὐαγγελιστὴς, οὐδέπω ᾔδεισαν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι· καὶ ταῦτα μετὰ τὸ εἰς ἔργον προελθεῖν τὴν ὑπόσχεσιν. ἀλλ’ ἐὰν θέλωμεν ὀψώμεθα καὶ ἡμεῖς τὸν Χριστὸν, οὐχ οὕτως ὡς ἐκεῖνος τότε ἐν τῷ ὄρει, ἀλλὰ πολλῷ λαμπρότερον· καὶ οὐ μετὰ ἓξ ἡμέρας, ἀλλὰ μετὰ τὸν κόσμον τοῦτον· σύμβολον γὰρ τοῦ παρόντος αἰῶνος αἱ ἓξ ἡμέραι· τότε γὰρ ἀναβιβάσει σε ὁ Ἰησοῦς εἰς τὸ ὄρος τὸ ὑψηλὸν, ἐὰν ᾖ Πέτρος, ἣ Ἰάκωβος, ἣ Ἰωάννης. ἔξεστι δὲ καί σοι τοιοῦτον γενέσθαι, οὐδὲ γὰρ οὕτως ὕστερον ἥξει. τότε μὲν γὰρ τῶν μαθητῶν φειδώμενος τοσοῦτον παρήνοιξεν μόνον τῆς λαμπρότητος, ὅσον ἐδύναντο ἐνεγκεῖν. ὕστερον δὲ ἐν αὐτῇ τοῦ Πατρὸς ἥξει τῇ δόξῃ, οὐ μετὰ Μώσεως καὶ Ἐλιοῦ μόνον, ἀλλὰ μετὰ τῆς ἀπύρου τῶν Ἀγγέλων στρατιᾶς· οὐ νεφέλης γενομένης ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ, ἀλλὰ καὶ αὐτοῦ συστελλομένου τοῦ οὐρανοῦ.

Καὶ ἐπηρώτησεν αὐτὸν, τί λέγουσιν οἱ γραμματεῖς, καὶ τὰ ἑξῆς.

Οὐκ ἄρα ἀπὸ γραφῶν τοῦτο ᾔδεισαν, ἀλλ’ ἐκεῖνοι αὐτοῖς διεσάφουν, καὶ περιεφέρετο ὁ λόγος οὗτος ἐν τῷ ἀπείρῳ δήμῳ καθάπερ καὶ περὶ τοῦ Χριστοῦ· οὐχ ὡς χρῆν δὲ παρ’ ἐκείνων ἑρμηνευόμενος. αἱ μὲν γὰρ γραφαὶ δύο λέγουσι τοῦ Χριστοῦ παρουσίας, ταύτην τὲ τὴν γεγενημένην καὶ τὴν μέλλουσαν· τῆς μέντοι δευτέρας πρόδρομον τὸν Ἡλίαν ἔσεσθαι λέγουσι· τῆς μὲν γὰρ προτέρας Ἰωάννης ἐγένετο, ὃν καὶ Ἡλίαν ὁ Χριστὸς καλεῖ· οὐκ ἐπειδὴ Ἠλίας τὴν, ἀλλ’ ἐπειδὴ τὴν διακονίαν ἐπλήρου τὴν Ηλιοῦ. ὥσπερ γὰρ ἐκεῖνος πρόδρομος ἔσται τῆς δευτέρας παρουσίας, [*](f P.L. g P.L.)

358
οὕτως οὕτος τῆς προτέρας ἐγένετο. ἀλλ’ οἱ γραμματεῖς ταῦτα συγχέοντες, καὶ διαστρέφοντες τὸν δῆμον, ἐκείνης ἐμνημόνευον μόνης τῆς δευτέρας παρουσίας· διὰ τοῦτο καὶ οἱ μαθηταὶ λέγουσι, “ πῶς οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν “ πρῶτον ” τι οὖν ὁ Χριστὸς πρὸς ταῦτα; ὅτι Ἠλίας μὲν ἔρχεται τότε πρὸ τῆς δευτέρας μου παρουσίας. καὶ νῦν δὲ ἐλήλυθεν Ἡλίας, τὸν Ἰωάννην οὕτω καλῶν· εἰ δὲ τὸν Θεσβίτην ζητεῖς, ἔρχεται καὶ ἀποκαταστήσει πάντα κατὰ τὴν προφητείαν Μαλαχίου. “ ἀποκαταστήσει γάρ,” φησι, “ καρδίαν πατρὸς πρὸς υἱόν. “ μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην.” ἐπειδὴ γὰρ τὸν Ἰωάννην Ἠλίαν ἐκάλεσεν ὁ Χριστὸς, διὰ τὴν τῆς διακονίας κοινωνίαν, ἵνα μὴ νομίσῃς τοῦτον καὶ παρὰ τοῦ προφήτου λέγεσθαι, νῦν προσέθηκεν αὐτοῦ καὶ τὴν πατρίδα, εἰπὼν Ἡλίαν τὸν Θεσβίτην. Ἰωάννης γὰρ Θεσβίτης οὐκ ἦν. καὶ τὸ “ μὴ ἐλθὼν δὲ πατάξω τὴν γῆν ἄρδην,” τὴν δευτέραν δηλοῖ παρουσίαν. τῇ προτέρᾳ οὐκ ἦλθεν πατάξαι τὴν γῆν· “ οὐ γὰρ ἦλθον” φησι, “ ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω “ τὸν κόσμον.” δηλῶν τοίνυν ὅτι πρὸ ἐκείνης ἔρχεται ὁ Θεσβίτης τῆς τὴν κρίσιν ἐχούσης, τοῦτο εἴρηκεν· καὶ ὅτι διορθώσεται τὴν ἀπιστίαν τῶν Ἰουδαίων τῶν τότε εὑρισκομένων. Εὐκαίρως δὲ πάλιν αὐτοὺς ἀναμιμνήσκει τοῦ πάθους καὶ τὰς ἀπὸ τῶν γραφῶν πιστούμενος μαρτυρίας. ἀλλὰ καὶ εἰς Ἰωάννην, φησὶν, ἐποίησαν ὅσα ἠθέλησαν, ὃν καὶ Ἠλίαν κάλει. καὶ ἔβαλον γὰρ εἰς δεσμωτήριον, ὕβρισαν, ἀπέκτειναν, ἤνεγκαν τὴν κεφαλὴν ἐπὶ πίνακι· οὕτω δὲ καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’ αὐτῶν. τῆ δὲ μνήμῃ τοῦ θανάτου τοῦ Ἰωάννου πολλὴν αὐτοῖς παρέσχε τὴν παράκλησιν.

Ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἡλίας ἐλήλυθε, καὶ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν, καθὼς γέγραπται ἐπ’ αὐτόν.

Ἀναλαβόντες οὖν τὰ εἰρημένα, τὴν σύμφρασιν τῶν ῥητῶν θεωρήσωμεν. ἐν ὅσῳ ὑπῆρχον ἐν τῷ ὄρει οἱ μαθηταὶ, καὶ τὴν μεταμόρφωσιν αὐτοῦ ἐθεάσαντο, καὶ γεῦμα ἐδέξαντο τῆς βασιλείας αὐτοῦ· ἠρώτησαν αὐτὸν τὸ ὑπὸ τῶν γραμματέων λεγόμενον· ἐβεβαίωσε τοῦ προφήτου τὴν πρόρρησιν, εἰπὼν ὅτι ἥξει καὶ ἀποκαταστήσει πάντα. πάλιν ἐπύθοντο αὐτοῦ οἱ μαθηταὶ καὶ πῶς γέγραπται

359
παθεῖν τὸν υἱὸν τοῦ ἀνθρώπου; εἶτα πρὸς τοῦτο φησι, λέγω ὑμῖν ὅτι ὥσπερ ἐλήλυθεν ὁ καθ’ ὁμοίωσιν Ἠλιοῦ Ἰωάννης, καὶ πάνδεινα πέπονθεν· οὕτω κατὰ τὰ γεγραμμένα παθεῖν δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου.

Καὶ ἐλθὼν πρὸς τοὺς μαθητὰς, εἶδεν ὄχλον πολὺν περὶ αὐτοὺς, καὶ γραμματεῖς συζητοῦντας αὐτοῖς. καὶ εὐθέως πᾶς ὁ ὄχλος ἰδὼν αὐτὸν, ἐξεθαμβήθη, καὶ προστ\ρέχοντες ἠσπάζοντο αὐτόν. καὶ ἐπηρώτησε τοὺς γραμματεῖς, τί συζητεῖτε πρὸς αὐτούς.

Ἵνα εἴπῃ a, πρὸς τοὺς ἐννέα ἐποίουν b τὴν ζήτησιν τοὺς μὴ c συναναβάντας αὐτῷ εἰς τὸ ὄρος. δραξάμενοι γὰρ οἱ γραμματεῖς τῆς τοῦ Σωτῆρος ἀπουσίας, περιέλκειν τοὺς μαθητὰς ὑπελάμβανον. ἀλλ’ αἰφνίδιον αὐτὸν θεασάμενοι, μᾶλλον δὲ οὐκ αὐτοὶ οὐδὲ γάρ εἰσιν ἄξιοι τὸν Σωτῆρα θεωρεῖν) ἀλλ’ ὁ πᾶς ὄχλος ἐξεθαμβήθη, τῆς θέας αὐτοὺς εἰς ἔκπληξιν ἀγαγούσης. καὶ δὴ προσδραμόντες ἠσπάζοντο αὐτὸν, δηλονότι οἱ ἀπὸ τοῦ ὄχλου, οἵτινες παντὸς ἀπηλλαγμένοι πάθους, d ἐγκρεμεῖς ὑπῆρχον αὐτοῦ, συνεῖναι αὐτῷ διαπαντὸς ἐφιέμενοι.