Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως.

Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου. καὶ ἐν τῆ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὑτοῦ, λέγων αὐτοῖς, τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; οἱ δὲ ἀπεκρίθησαν, Ἰωάννην τὸν Βαπτιστὴν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ἕνα τῶν προφητῶν. καὶ αὐτὸς λέγει αὐτοῖς, ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ ὁ Πέτρος λέγει αὐτῷ· Σὺ εἰ ὁ Χριστός.

Εἰδὼς ἐρωτᾷ, τὴν διὰ τῆς ἐσομένης ἀποκρίσεως ὠφέλειαν κα. κατασκεύαζων, καὶ τῶν ἄλλων τῶν δοξαζόντων, ὁ τι δήποτε περὶ αὐτοῦ κάλλιον δοξάζειν v ποιῶν τοὺς μαθητάς. Πέτρῳ μὲν ὃ καλῶς δοξάζει βεβαιῶν, τοῖς δὲ ἄλλοις τὴν ἐκ τῆς ἰδίας μαρτυρίας ἐντιθεὶς πίστιν. πάντας ἐκίνει τὸ κατὰ Χριστὸν παράδοξον, εἰ καὶ τὴν πίστιν οὐκ ἔφθασαν. ἄνθρωπον μὲν οὖν ἠναγκάζοντο νομίζειν διὰ τὸ ὁρώμενον· τὴν δὲ ἐκ νεκρῶν ἀναβίωσιν αὐτῷ προστιθέντες, Ιωάννην ἣ Ἱερεμίαν ἣ ἕνα τῶν προφητῶν ἡγοῦντο. τίνος δὲ ἕνεκεν οὐκ εὐθέως τὴν αὐτῶν γνώμην ἠρώτησεν, ἀλλὰ τὴν τῶν πολλῶν; ἵνα εἰπόντες τὴν ἐκείνων, εἶτα ἐρωτηθέντες, “ ὑμεῖς δὲ τίνα με λέ- “ γετε εἶναι;” ἀπὸ τοῦ τρόπου τῆς ἐρωτήσεως εἰς μείζονα Τώ μὴν ἀναχθῶσιν x, ἐννοήσαντες ὅτι οὐ χρὴ εἰς τὴν αὐτῶν ταπεινότητα [*](u νόει P. v Sic ΡΡ. ὀρθοτέρως π. α. δοξ. Poss. x ἀνενεχθῶσι ΡΡ.)

346
αὐτοὺς συνεμπεσεῖν. διὰ δὴ τοῦτο οὐδὲ ἐν ἀρχῇ τοῦ κηρύγματος αὐτῶν πυνθάνεται, ἀλλ’ ὅτε σημεῖα πολλὰ ἐποίησε, καὶ περὶ πολλῶν αὐτοῖς διελέχθη καὶ ὑψηλῶν, καὶ τῆς αὐτοῦ θεότητος. δεικνὺς δὲ ὡς σφόδρα βούλεται ὁμολογεῖσθαι τὴν οἰκονομίαν, φησὶ, “ τὸν “ υἱὸν τοῦ ἀνθρώπου.” εἶτα ἐπειδὴ εἶπον τὴν πεπλανημένην τῶν πολολῶν δόξαν, τότε ἐπήγαγεν “ ὑμεῖς δὲ τίνα με λέγετε ” μονονουχὶ ἐγκαλούμενος αὐτοὺς διὰ τῆς δευτέρας ἐπερωτήσεως εἰς τὸ μεῖζόν τι φαντασθῆναι περὶ αὐτοῦ, καὶ μὴ συνεμπεσεῖν τοῖς πολλοῖς. τί οὖν ὁ κορυφαῖος τῶν μαθητῶν, τὸ στόμα τῶν Ἀποστόλων; πάντων ἐρωτηθέντων, μόνος ἀποκρίνεται καὶ φησὶ “ σὺ εἶ ὁ Χριστός.” τὴν γὰρ y ἀκριβεστέραν περὶ τούτου διήγησιν παρεχώρησεν ὁ παρὼν Εὐαγγελιστὴς τῷ Ματθαίῳ εἰπόντι, αὐτὸς δὲ ὡς ἐν ἐπιτομῇ τὸ ἀκριβὲς παρῆκε τῆς ἱστορίας, καὶ ἵνα μὴ δόξῃ Πέτρῳ τῷ ἑαυτοῦ χαρίζεσθαι διδασκάλῳ.

Καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ. “ Καὶ ἐπετίμησεν αὐτοῖς” φησὶν Ἰησοῦς· “ ἵνα μηδενὶ λέγωσιν,” ἣ “ διεστείλατο,” ὥς φησιν ὁ Ματθαῖος. ἐβούλετο γὰρ ἔτι συσκιάζεσθαι τὴν παρ’ ἑαυτοῦ δόξαν, ὥστε τῶν σκανδαλιζόντων ἐκ μέσου γενομένων τοῦ τε σταυροῦ καὶ τοῦ πάθους, καθαρὰν ἐντυπωθῆναι τῇ διανοίᾳ αὐτῶν τὴν πίστιν. Τάχα z δὲ καὶ δι’ ἄλλο τι ἐπετίμησε τοῖς μαθηταῖς ἵνα τότε μηδενὶ εἴπωσιν, ὅτι αὐτός ἐστιν Ἰησοῦς ὁ Χριστός. προέκειτο γὰρ αὐτῷ τελειώσαντι τὴν οἰκονομίαν πρὸς τῇ ἀναλήψει εἰπεῖν, “ πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη,” καὶ οὕτως ἐπιτρέψαι αὐτοῖς κηρύσσειν αὐτόν. εἰ δὲ καὶ ἐν τοῖς ἀνωτέροις τούτους τοὺς ιβ' ἀπέστειλεν οἷς παραγγείλας ἄλλα τέ τινα, καὶ τὸ “ πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ·” λέγομεν ὅτι μήποτε τότε οὐδέπω τὸ Ἰησοῦς ἐφήρμοσε τῷ Χριστῷ, καὶ οὐδέπω ὁ Πατὴρ ὁ οὐράνιος τῷ Πέτρῳ ἦν ἀποκαλύψας ὅτι Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.

Ματθαῖος μὲν “ καὶ ἤρξατο δεικνύειν,” φησίν· οὐ γὰρ ἁπλῶς διδάσκει, ἀλλ’ οἱονεὶ δείκνυσι λογικὴν δεῖξιν, τότε μὲν ἀρχομένοις, χωρητικοῖς δὲ γινομένοις τελειῶν. Δείκνυται δὲ ἡ αἰτία τῆς παραγγελίας [*](y τὴν μὲν οὖν Poss. Cat. multo brevior quam Cod. 178. z Quæ seq. usque ad μαρτυρεῖν δυναμένων solus habet Cod. 178.)

347
τὸ μηδέπω λέγειν αὐτοὺς, ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός· φησὶ γὰρ τὰ τῆς οἰκονομίας μέλλειν, ἣν δεῖ κηρύσσεσθαι τελείως μετὰ τοῦ τὸ εἶναι Ἰησοῦν Χριστὸν ἐσταυρωμένον, ὑπὸ τῶν μαρτυρεῖν δυναμένων. ὅτε δὲ ἔπηξεν αὐτοῖς τὸ δόγμα, τότε τὴν περὶ τοῦ πάθους διδασκαλίαν εἰσήγαγεν. ἀλλ’ οὐδὲ οὕτως συνίεσαν τὸ λεγόμενον. “ ἦν γάρ, ” φησιν, “ κεκαλυμμένος ὁ λόγος ἀπ’ αὐτῶν.” οὐκ ᾔδεισαν ὅτι ἀναστῆναι αὐτὸν δεῖ, καὶ ἐφοβοῦντο ἐρωτῆσαι οὐχ ὅτι ἀποθανεῖν ἔχει, ἀλλ’ ὅτι πῶς καὶ τίνι τρόπῳ.” οὐδὲ γὰρ ᾔδεσαν τί ποτέ ἐστιν ἀναστῆναι, ἀλλὰ πολλῶ βέλτιον εἶναι ἐνόμιζον μὴ ἀποθανεῖν.

Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος, ἤρξατο ἐπιτιμᾷν αὐτῷ. ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὑτοῦ, ἐπετίμησε τῷ Πέτρῳ, λέγων, ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.

Tῶν ἄλλων θορυβουμένων καὶ ἀπορούντων, πάλιν ὁ Πέτρος θερμὸς ὣν μόνος τολμᾷ περὶ τούτου διαλεχθῆναι· καὶ οὐδ’ οὗτος παρρησίᾳ, ἀλλὰ προσλαβόμενος αὐτὸν κατ’ ἰδίαν, ἤρξατο ἐπιτιμᾷν αὐτῷ· ἣ ὡς ὁ Ματθαῖός φησι, “ ἵλεως σοι, οὐ μὴ ἔσται σοι “ τοῦτο.” Τί ποτε τοῦτό ἐστιν; ὁ ἀποκαλύψεως τυχὼν, ὁ μακαρισθεὶς οὗτος b, ταχέως διέπεσε καὶ ἐσφάλη; καὶ τι θαυμαστὸν τὸν οὐ δεξάμενον ἐν τούτοις ἀποκάλυψιν τοῦτο παθεῖν; ὅτι μὲν γὰρ ὁ Χριστός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἔμαθεν· τι ποτὲ δέ ἐστι τὸ μυστήριον τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως, οὐδέπω δῆλον αὐτῷ ἐγένετο. “ καὶ γὰρ ἦν,” φησὶν, “ ὁ λόγος ἀπ’ αὐτῶν κεκαλυμ- “ μένος.” αὐτὸς μέντοι δεικνὺς ὅτι τοσοῦτον ἀπέχει ἄκων ἐλθεῖν ἐπὶ τὸ πάθος, καὶ ἐπετίμησε τῷ Πέτρῳ c, καὶ Σατανᾶν ἐκάλεσε, καὶ οὐκ εἶπεν, ὁ Σατανᾶς ἐφθέγξατο διὰ d σοῦ, ἀλλ’ “ ὕπαγε ὀπίσω “ μου Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.’ καὶ γὰρ ἐπιθυμία ἦν τοῦ ἀντικειμένου τὸ μὴ παθεῖν τὸν Χριστόν. διὰ τοῦτο μετὰ τοσαύτης σφοδρότητος αὐτῷ ἐπετίμησε. σὺ μὲν γάρ φησι, νομίζεις ὅτι ἀνάξιόν μου ἐστι τὸ παθεῖν, ἐγὼ δέ σοι λέγω ὅτι τὸ μὴ παθεῖν· ἀπὸ τῶν ἐναντίων καταστέλλων αὐτοῦ τὴν [*](b οὕτως Poss. c τῶ Πέτρῳ om. L. d ἐκ Poss.)

348
ἀγωνίαν. Ἕτερος e δέ φησι. τῷ μὲν Σατανᾷ πειράζοντι αὐτὸν τὸν Ἰησοῦν οὐκ εἴρηται ὕπαγε ὀπίσω μου, Σατανᾶ, ἀλλ’ “ ὕπαγε “ Σατανᾶ· γέγραπται γὰρ, Κύριον τὸν Θέον σου προσκυνήσεις,” καὶ τὰ ἑξῆς. τῷ δὲ Πέτρῳ ἔτι ἁμαρτάνοντι, καὶ διὰ τοῦτο οὐδέπω ὄπισθεν ὄντι τοῦ Ἰησοῦ λέγεται, “ ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μοι εἶ.” εἰ τοίνυν ὁ ἅγιος ὄπισθέν ἐστιν Ἰησοῦ, ὁ ἀποστάτης καὶ παρακούσας τῶν λόγων Θεοῦ, ὀπίσω ἑαυτοῦ ἔβαλε τὸν Ἰησοῦν. καὶ διὰ τοῦτο ἀκούει ὁ Πέτρος, “ ὕπαγε ὀπίσω μου,” τοῦτ’ ἔστιν, ἀκολούθει μοι, καὶ τῇ περὶ τοῦ πάθους μου ἑκουσίᾳ βουλήσει μὴ ἀνθίστασο, τοὺς ἐμοὺν λόγους ὀπίσω σου ῥίπτων, κατὰ τὸ ἐν τεσσαρακοστῷ ἐννάτω ψαλμῷ εἰρημένον τῷ ἁμαρτωλῷ. Σύ μοί, φησιν, ἐπιτιμᾷς βουλομένῳ παθεῖν· ἐγὼ δέ σοι λέγω ὅτι οὐ μόνον τὸ ἐμὲ κωλύειν, καὶ τῷ ἐμῷ πάθει δυσχεραίνειν, ἐπιβλαβές σοι καὶ ὀλέθριον, ἀλλ’ ὅτι οὐδὲ σωθῆναι δυνήσῃ, ἐὰν μὴ καὶ αὐτὸς ἀποθάνῃς. διὰ τοῦτο οὐκ ἐφ’ ἑαυτοῦ προάγει τὸν λόγον, ἀλλὰ καὶ ἐπ’ έκείνου g.

Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὑτοῦ, εἶπεν αὐτοῖς, ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.

Tοσοῦτον γὰρ τοῦ πράγματος τούτου τὸ κέρδος, ὅτι ἐφ’ ὑμῶν, φησὶ, τὸ μὴ ἀποθανεῖν δεινὸν, τὸ δὲ ἀποθανεῖν ἀγαθόν. οὐκ εἶπε δὲ, κἂν μὴ βούλησθε h, δεῖ i τοῦτο ὑμᾶς παθεῖν. ἀλλὰ πῶς; “ ὅς “ τις θέλει ὀπίσω μου ἀκολουθεῖν.” ἐπὶ γὰρ ἀγαθὰ καλῶ, οὐκ ἐπὶ κακὰ καὶ ἐπαχθῆ, ἵνα ἀναγκάσω. ταῦτα δὲ λέγων ἐπεσπᾶτο μειζόνως. ὁ μὲν γὰρ βιαζόμενος, ἀποτρέπει· ὁ δὲ ἀφεὶς Κυρίου τὸν ἀκροατὴν εἶναι, μᾶλλον ἐφέλκεται k. βίας γὰρ δυνατώτερον θεραπεία.

Τί ποτε δέ ἐστιν ἀρνήσασθαι ἑαυτὸν μάθωμεν. τοῦτο δὲ εἰσόμεθα ἐὰν ἔγνωμεν l τί ἐστι τὸ ἀρνήσασθαι ἑταῖρον ὁ ἀρνούμενος ἑταῖρον m ἀδελφὸν ἢ οἰκέτην ἢ ὅν τινα οὖν, κἂν μαστιζόμενον ἴ’ δῇ, [*](e ἑτέρως Ρ. f ἀφ’ Ρ. S ἐκείνων Poss. h βούλεσθε Ρ. i βούλομαι δὲ Poss. k ἐφελκύσεται Poss. l εἰ γνῶμεν P. m ἕτερον Poss.)

349
κἂν δεσμούμενον n, κἂν ἀπαγόμενον, κἂν ὅτι οὖν πάχοντα, οὐ παρίατααι, οὐ βοηθεῖ, οὐ πάσχει τι πρὸς αὐτὸν ὅτε ο ἅπαξ ἀλλοτριωθείς. οὕτω τοίνυν βούλεται τοῦ σώματος ἡμᾶς ἀφειδεῖν p τοῦ ἡμετέρου, ἵνα κἂν μαστίζωσι, κἂν ὅτι οὖν ποιῶσι, μὴ φειδώμεθα· τοῦτο γάρ ἐστι φείσασθαι· ἐπειδὴ καὶ οἱ πάτερες τότε φείδονται, ὅταν διδασκάλοις παραδόντες τὰ παιδία κελεύσωσιν αὐτῶν μὴ φείδεσθαι· οὕτω καὶ ὁ Χριστὸς οὐκ εἶπεν, μὴ φεισάσθω ἑαυτοῦ, ἀλλ’ ἐπιτεταμένως, “ ἀπαρνησάσθω ἑαυτόν·” τοῦτ’ ἔστι, μηδὲν ἐχέτω κοινὸν πρὸς αὑτὸν, ἀλλ’ ἐκδιδότω τοῖς κινδύνοις, τοῖς ἀγῶσι, καὶ ὡς ἑτέρου ταῦτα πάσχοντος οὕτω διακείσθω. τὸ δὲ, “ ἀράτω τὸν σταυρὸν “ αὑτοῦ,” πολλὴν ἐμφαίνει τὴν ὑπερβολὴν, καὶ γὰρ πλέον τοῦτο ἐκείνου ἐστίν· ἀπαρνήσασθαι γὰρ μέχρι τοσούτου δεῖ· μέχρι θανάτου, καὶ θανάτου τοῦ ἐπονειδίστου q. καὶ ὅτι οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ διὰ παντὸς τοῦ βίου τοῦτο δεῖ ποιεῖν. “ καὶ ἀκολουθείτω μοι.” ἐπειδὴ γάρ ἐστι καὶ πάσχοντα μὴ ἀκολουθεῖν, ὅταν μὴ δι’ αὐτὸν τι πάθῃ, ἵνα μὴ νομίσῃς ὅτι ἀρκεῖ τῶν κινδύνων ἡ φύσις, προστίθησι καὶ τὴν ὑπόθεσιν, ἵνα ταῦτα ποιῶν αὐτῶ ἀκολουθῇς.

Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὑτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχήν αὑτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν.

Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οὐκ ἀφειδῶν ὑμῶν, ἀλλὰ καὶ σφόδρα φειδόμενος ταῦτα ἐπιτάττω. καὶ γὰρ ὁ φειδόμενος τοῦ παιδίου αὐτοῦ ἀπόλλυσιν αὐτό· ὁ δὲ μὴ φειδόμενος σώσει. εἶτα ἐπειδὴ εἶπεν, ὁ θέλων σῶσαι ἀπολέσει αὐτὴν, ὃς δ’ ἂν ἀπολέσῃ, καὶ τὰ ἑξῆς. ἵνα μὴ νομίσῃς ἴσην εἶναι τὴν ἀπώλειαν ταύτην κἀκείνην, καὶ τὴν σωτηρίαν, ἵνα μάθῃς ὅσον τὸ μέσον ταύτης τε κἀκείνης, ἐπάγει ταῦτα κατασκευάζων. δεῖ τοίνυν πρὸς τὸν διηνεκῆ θάνατον ὑμᾶς παρατάττεσθαι· καὶ γὰρ νῦν πόλεμος ἀναρριπίζεσθαι μέλλει χαλεπός· μὴ τοίνυν κάθισο ἔνδον, ἀλλ’ ἐξέρχου καὶ πολέμει· κἂν πέσῃς ἐπὶ τῇ παρατάξει, τότε σωθήσῃ· εἰ γὰρ ἐπὶ τῶν αἰσθητῶν πολέμων ὁ παρατεταγμένος εἰς σφαγὴν, οὗτος τῶν ἄλλων δοκιμώτερος καὶ ἀνάλωτος μᾶλλον καὶ τοῖς πολεμίοις φοβερώτερος· [*](n διωκόμενον Poss. ο ὅτε Ρ. P ἀπᾴδειν Poss. ἀπιδεῖν Ρ. q P.L. τοῦ σταυροῦ Poss.)

350
καίτοι μετὰ θάνατον οὐκ ἰσχύοντος αὐτὸν ἀναστῆσαι τοῦ βασιλέως, ὑπὲρ οὗ τὰ ὅπλα τίθεται· πολλῷ μᾶλλον ἐπὶ τούτων τῶν πολέμων, ὅτε καὶ ἀναστάσεως ἐλπίδες τοσαῦται· ὁ προβαλλομενος εἰς θάνατον τὴν ἑαυτοῦ ψυχὴν, εὑρήσει αὐτήν r.

Τί γὰρ ὠφελήσει ἄνθρωπον, ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὑτοῦ; Ἣ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;

δὲ πῶς ἡ παρὰ τὸ δέον s αὐτῆς σωτηρία ἀπωλείας πάσης χείρων τε καὶ ἀνίατος οὖσα, τῷ μηδὲ εἶναι λοιπὸν τὸν ἐξωνούμενον αὐτήν. μὴ γάρ μοι τοῦτο λέγε, φησὶν, ὅτι τὴν ψυχὴν αὐτοῦ ἔσωσεν κινδύνων διαφυγὼν τοὺς τοιούτους· ἀλλὰ μετὰ τῆς ψυχῆς αὑτοῦ θὲς καὶ τὴν οἰκουμένην ἅπασαν, καὶ τι τὸ πλέον ἐντεῦθεν αὐτῷ ἐκείνης ἀπολλυμένης; μὴ γὰρ ἑτέραν ἔχεις ψυχὴν ἀντὶ ψυχῆς δοῦναι. χρήματα μὲν γὰρ ἢ οἰκίαν ἢ ἀνδράποδα δύνασαι ἀνταλλάξασθαι· ψυχὴν δὲ ἀπολλὺς, ἑτέραν ἀποδοῦναι οὐ δυνήσῃ ψυχήν. καὶ τι θαυμαστὸν εἰ ἐπὶ τῆς ψυχῆς τοῦτο συμβαίνει; καὶ γὰρ ἐπὶ σώματος τοῦτο γινόμενον t ἵδοι τις ἄν. κἂν γὰρ μυρία διαδήματα περικείμενος ᾖς, σῶμα δὲ ἔχης ἐπίνοσον φύσει καὶ ἀνιάτως ἔχον, οὐ δυνήσῃ τὴν βασιλείαν ἅπασαν ἐπιδοὺς u διορθῶσαι τοῦτο.

Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῆ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν, ὅταν ἔλθῃ τῆ δόξη τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

Οὐκ ἀρκεῖται τῇ κατὰ διάνοιαν πίστει, ἀλλὰ καὶ τὴν διὰ στόματος ὁμολογίαν ἀπαιτεῖ, εἰς παρρησίαν ἡμᾶς ἀλείφων καὶ πλείονα ἀγάπης x διάθεσιν, καὶ ὑψηλοὺς ἐργαζόμενος. διὸ καὶ πρὸς πάντας διαλέγεται γενναίους κατασκευάζων· ὁ γὰρ τοῦτο μαθὼν οὐ διδάξει μόνον μετὰ παρρησίας, ἀλλὰ καὶ πείσεται μετὰ προθυμίας, ἀνεπαισχύντως αὐτὸν ὁμολογῶν· καὶ γὰρ καὶ ἐν τῇ [*](r Poss. add. ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, sed om. L. et Ρ. s Ρ. τοῦ Θεοῦ Poss. t γενόμενος Ρ. u ἐπιδιδοὺς Ρ. x ἀγάπην καὶ P.L.)

351
κολάσει φησὶ, πλείων ἡ τιμωρία, καὶ ἐν τοῖς ἀγαθοῖς μείζων ἡ ἀντίδοσις. μοιχαλὶς δὲ λέγεται ἡ γενομένη ἀνδρὶ ἑτέρῳ· καὶ ἡ τὸν Θεὸν τὸν ἀληθινὸν νυμφίον καταλιποῦσα ψυχὴ, καὶ μὴ τῇ αὐτοῦ διδασκαλίᾳ κατακολουθοῦσα, ἀλλ’ ἑτέροις αὐτὴν ὑποστρώσασα, καὶ ἀσεβείας σπέρματα δεχομένη, μοιχαλὶς χρηματίζει δηλονότι καὶ ἁμαρτωλός. ὁ οὖν ἐπὶ τῶν τοιούτων τὴν ἐμὴν ἀρνούμενος δεσποτείαν, καὶ ἐπὶ τῷ εὐαγγελικῷ ἐγκαλυπτόμενος λόγῳ, ἀξίαν τῆς ἀσεβείας τίσεται τιμωρίαν, ἀκούων ἐν τῇ δευτέρᾳ καὶ φοβερᾷ παρουσίᾳ, “ ἀμὴν ἀμὴν λέγω ὑμῖν y οὐκ οἶδα ὑμᾶς.” διὰ δὴ τοῦτο κἂν ποιήσῃς τι χρηστὸν, καὶ z μὴ λάβῃς αὐτοῦ τὴν ἀντίδοσιν ἐνταῦθα, μὴ ταράττου. κἂν ποιήσῃς τι πονηρὸν, καὶ μὴ δῷς δίκην, μὴ ῥαθύμει· ἐκεῖ γάρ σε ἡ τιμωρία δέξηται· ὁ γὰρ νῦν σοι καταφρονούμενος καὶ υἱὸς ἀνθρώπου διὰ τὴν οἰκονομίαν λεγόμενος, ἥξει μετὰ δόξης πολλῆς, οὐκέτι σαρκὸς τὸ ταπεινὸν προβαλλόμενος, ἀλλὰ τοῦ ἰδίου Πατρὸς τὴν ἐξουσίαν, καὶ ὑπὸ τῶν Ἀγγέλων αὐτοῦ δορυφορούμενος. Πατέρα δ’ ἔχει ὁ Θεὸς, καθὰ καὶ ἀμήτωρ· υἱὸς δὲ ἀνθρώπου κατὰ σάρκα, εἰ καὶ ἀπάτωρ τυγχάνει· τὴν ἄκραν οὖν ἕνωσιν αἰνιττόμενος τοῦ υἱοῦ τοῦ ἀνθρώπου Πατέρα ἑαυτοῦ τὸν Θεὸν ὀνομάζει.